The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
- τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
- πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
- πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
- ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
- οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
- ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
- ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
- οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
- ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
- Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
- καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
- καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
- εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
- ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
- Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
- ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
- ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
- μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
- χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
- ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.
- Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
- ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·
- πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
- μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
- Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
- Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
- τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
- εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
- παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
- Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
- κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
- κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
- ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
- κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
- ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
- αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
- εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
- πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
- Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
- λαὶ περόνην θυόεντα [*](So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.) διαστήσασα κομάων
- χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
- τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
- ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.