The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
  2. πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
  3. φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
  4. τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
  5. πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
  6. πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
  7. ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
  8. οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
  9. ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
  10. ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων