The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
  2. ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
  3. ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
  4. εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
  5. χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
  6. ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
  7. ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
  8. μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
  9. καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
  10. Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.