The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
  2. τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
  3. μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας
  4. οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
  5. ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
  6. πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
  7. φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
  8. τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
  9. πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
  10. πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
  11. ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
  12. οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·