The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
- πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
- ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
- μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
- ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
- χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
- κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
- ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
- οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
- τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
- τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
- ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
- ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
- ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
- ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
- εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
- χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
- ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
- ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
- μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
- καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
- Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
- πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
- Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.
- Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
- δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.