The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
  2. ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
  3. ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  4. τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
  5. οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
  6. ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
  7. ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
  8. ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
  9. μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
  10. πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ