The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
- ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
- ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
- ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
- ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
- ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
- ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
- τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
- οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
- ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
- ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
- ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
- μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
- πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
- θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
- ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
- σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
- ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
- δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
- σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.