The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
  2. πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
  3. ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
  4. παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
  5. ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
  6. ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
  7. ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
  8. ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
  9. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  10. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  11. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  12. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
  13. πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
  14. ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
  15. ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
  16. ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
  17. ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
  18. ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
  19. ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  20. τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
  21. οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
  22. ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;