The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
  2. ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
  3. πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
  4. ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
  5. ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
  6. οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
  7. τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
  8. νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
  9. ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
  10. ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
  11. τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
  12. ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
  13. τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
  14. αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
  15. ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
  16. κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
  17. φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
  18. Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
  19. ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
  20. πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
  21. ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
  22. παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
  23. ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
  24. ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
  25. ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
  26. ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
  27. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  28. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  29. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  30. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
  31. πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
  32. ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
  33. ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
  34. ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
  35. ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
  36. ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
  37. ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  38. τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
  39. οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
  40. ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
  41. ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
  42. ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
  43. μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
  44. πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
  45. θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
  46. ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
  47. σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
  48. ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
  49. δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
  50. σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
  51. μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
  52. νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
  53. ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
  54. νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
  55. ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
  56. ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
  57. ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
  58. ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
  59. ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
  60. πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
  61. ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
  62. μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη