The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  2. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  3. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  4. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
  5. τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
  6. ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
  7. καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
  8. ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
  9. πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
  10. ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.