The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  2. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  3. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  4. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  5. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  6. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  7. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  8. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
  9. τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
  10. ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
  11. καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
  12. ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων