The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
  2. ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
  3. δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
  4. εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
  5. ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
  6. ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
  7. ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
  8. βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
  9. ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
  10. τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
  11. Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
  12. Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
  13. καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
  14. καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.