The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
  2. οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
  3. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  4. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  5. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  6. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  7. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  8. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  9. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  10. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
  11. τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
  12. ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι