The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
  2. δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
  3. μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
  4. οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
  5. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  6. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  7. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  8. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  9. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  10. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  11. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  12. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
  13. τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
  14. ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι