The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
  2. ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
  3. ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
  4. δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
  5. μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
  6. οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
  7. οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
  8. οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
  9. καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
  10. ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
  11. ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
  12. δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
  13. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  14. ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης