The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
- πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
- ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
- ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
- ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
- πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
- οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
- —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
- οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
- οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
- ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
- ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
- τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
- αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
- εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
- Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
- εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
- ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
- ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
- εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
- εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
- ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
- πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
- ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
- τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
- αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
- καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
- Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
- ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
- νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
- ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
- ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
- δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
- μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
- οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
- οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
- οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
- καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
- ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
- ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
- δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.