The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
  2. πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
  3. ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
  4. ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
  5. ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
  6. ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
  7. πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
  8. οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
  9. —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
  10. οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
  11. οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
  12. ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,