The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
- ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
- πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
- παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
- ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
- πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
- ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
- ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
- ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
- πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
- οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
- —Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
- οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
- οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
- ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
- ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
- τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
- αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
- εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,