The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
  2. καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
  3. ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς
  4. ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
  5. κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
  6. ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—