The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
  2. πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
  3. αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
  4. ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
  5. μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
  6. μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
  7. ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
  8. ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
  9. δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
  10. ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
  11. χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
  12. ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος