The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
- ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
- καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
- πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
- ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
- κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
- οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
- εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
- ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
- τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
- Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
- αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
- Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
- καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
- ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
- δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
- ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
- τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
- ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,