The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
  2. ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
  3. καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
  4. πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
  5. ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  6. τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
  7. κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
  8. οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
  9. εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
  10. ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.