The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
  2. ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
  3. ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
  4. τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
  5. κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
  6. τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
  7. ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
  8. Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
  9. ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
  10. Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
  11. ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
  12. ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
  13. ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
  14. ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι