The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
  2. εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
  3. ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
  4. φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
  5. ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
  6. σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
  7. οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
  8. οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
  9. οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
  10. οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
  11. ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
  12. ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
  13. πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
  14. οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
  15. καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
  16. ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
  17. ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
  18. τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
  19. κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
  20. τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
  21. ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
  22. Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
  23. ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
  24. Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
  25. ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
  26. ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
  27. ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
  28. ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
  29. νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
  30. αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
  31. νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
  32. ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
  33. καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
  34. πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν