The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
  2. ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
  3. φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
  4. χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
  5. Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
  6. εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
  7. ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
  8. φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
  9. ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
  10. σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
  11. οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
  12. οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,