The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
  2. νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
  3. οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
  4. ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
  5. φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
  6. χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
  7. Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
  8. εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
  9. ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
  10. φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν