The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
- στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
- τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
- δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
- ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
- ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
- ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
- ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
- ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
- νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
- οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
- ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
- φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
- χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν