The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
  2. δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
  3. χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
  4. καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
  5. χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
  6. τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
  7. δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
  8. καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
  9. ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
  10. φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
  11. δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
  12. μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.