The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
  2. τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
  3. ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
  4. δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
  5. χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
  6. καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.