The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
  2. τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
  3. Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
  4. Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
  5. καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
  6. καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.
  7. ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
  8. νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
  9. Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
  10. πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη
  11. αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
  12. Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
  13. ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος
  14. Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·
  15. 39 χρυσείοις [*](Il. 39, 40 were transposed to precede 25 by Graefe.) δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
  16. 40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.