The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
  2. καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
  3. ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
  4. ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
  5. τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
  6. ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·