The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
- αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
- πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
- ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
- δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
- εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
- ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
- ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
- ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
- βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
- ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
- τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
- Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
- Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
- καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
- καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.
- ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
- νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
- Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
- πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη
- αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
- Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
- ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος
- Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·
- 39 χρυσείοις [*](Il. 39, 40 were transposed to precede 25 by Graefe.) δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
- 40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.
- τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
- οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη
- ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
- καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
- τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.
- καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
- ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
- οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος
- Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.
- οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων
- ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
- τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
- μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας
- οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
- ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
- πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
- φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
- τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
- πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
- πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
- ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
- οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
- ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
- ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων