The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
  2. αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
  3. πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
  4. ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
  5. δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
  6. εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
  7. ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
  8. ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
  9. ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
  10. βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
  11. ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
  12. τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης