The Rape of Helen
Colluthus of Lycopolis
Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
- αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
- πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
- ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
- δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
- εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
- ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
- ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
- ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
- βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
- ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
- τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
- Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
- Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
- καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
- καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.
- ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
- νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
- Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
- πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη
- αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
- Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
- ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος
- Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·
- 39 χρυσείοις [*](Il. 39, 40 were transposed to precede 25 by Graefe.) δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
- 40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.
- τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
- οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη
- ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
- καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
- τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.
- καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
- ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
- οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος
- Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.
- οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων
- ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
- τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
- μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας
- οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
- ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
- πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
- φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
- τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
- πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
- πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
- ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
- οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
- ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
- ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
- οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
- ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
- Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
- καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
- καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
- εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
- ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
- Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
- ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
- ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
- μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
- χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
- ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.
- Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
- ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·
- πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
- μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
- Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
- Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
- τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
- εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
- παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
- Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
- κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
- κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
- ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
- κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
- ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
- αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
- εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
- πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
- Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
- λαὶ περόνην θυόεντα [*](So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.) διαστήσασα κομάων
- χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
- τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
- ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
- σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
- δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
- Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
- φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·
- καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
- μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
- κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
- ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
- ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
- κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
- κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
- πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
- τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
- οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
- φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
- ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,