De Incredibilibus (excerpta Vaticana)
Anonymi Paradoxographi
Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.
Ὅτι Κέρβερος ὁ ‹κύων› ᾈ̈δωνέως ἦν βασιλέως Θεσπρωτῶν, ὃν νυκτὸς ὑφελόμενοι κλῶπες ὑπὸ σπήλαιον ἔκρυψαν ἀφεγγές · ὁ δὲ Ἡρακλῆς τοῦτον ἀνελόμενος Εὐρυσθεῖ ἔδωκεν.
Ὅτι φασὶ τὸν Ἡρακλῆ μονομαχῆσαι τῷ Ἀχελῴῳ. ἔχει δὲ οὕτω. ῥέων ὁ Ἀχελῷος μεταξὺ Αἰτωλῶν καὶ Κουρήτων πολλὰ τῆς χώρης ἀπετέμνετο ποτὲ μὲν τούτοις, ποτὲ δ᾿ ἐκείνοις προστιθείς · ἐφ᾿ ᾧ καὶ νεῖκος ἦν ἑκατέροις κρατερόν. Ἡρακλῆς οὖν ἐλθὼν ἐπίκουρος Αἰτωλοῖς ὑπέρτερος τῶν Κουρήτων ἐγένετο καὶ τὸν ποταμὸν κατακλείσας εἰς ἓν ῥεῖθρον καὶ μίαν ἐκβολὴν ἐκρατύνατο τοῖς Αἰτωλοῖς τὴν γῆν, καὶ τὴν Οἰνέως Δηιάνειραν ἔλαβεν.