De Incredibilibus (excerpta Vaticana)
Anonymi Paradoxographi
Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.
Φησὶ Πολύαινος ἐν τοῖς Στρατηγικοῖς ὅτι πρῶτος οὗτος τάξιν εὗρεν, φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν (ταύτῃ ἄρα κερασφόρον αὐτὸν πλάττουσι), καὶ πρῶτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. μαθὼν γὰρ ἐκ τῶν σκοπῶν μυρίαν χεῖρα πολεμίων ἐπάγεσθαι τῷ Διονύσῳ, τοῦ Διονύσου δείσαντος, αὐτὸς ὅμως οὐκ ἔδεισεν, ἀλλ᾿ ἐσήμαινε νύκτωρ τῇ διονυσιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν οὖν ἐσάλπισαν καὶ ἠλάλαξαν, ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης. οἱ μὲν οὖν πολέμιοι φόβῳ πληγέντες ἔφυγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες, τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς ‹κενοὺς καὶ τοὺσ› νυκτερινοὺς ‹τῶν στρατευμάτων› φόβους πανι‹κὰ› κλῄζομεν.
Ὅτι πρῶτος Ἐνδυμίων τῇ περὶ τοὺς ἀστέρας ἐσχόλασε θεωρίᾳ, ὡς ἀγρυπνεῖν τὴν πᾶσαν νύκτα καὶ τὰς ἡμέρας ἐπὶ πλέον καθεύδειν. διὸ καὶ ἐρώμενος εἶναι λέγεται τῆς Σελήνης, ὡς ὑπάρχων αὐτῇ τούτου ἕνεκα προσφιλής.
Οὕτω Πλάτων.