De Incredibilibus (excerpta Vaticana)

Anonymi Paradoxographi

Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Ἰστέον ὅτι ἀρχαιοτάτους ἀνθρώπων οἱ μὲν Αἰγυπτίους, οἱ δὲ Φρύγας φασίν, Ἑλλήνων δὲ ἀρχαιοτάτους Ἀθηναίους καὶ τοὺς πρὶν Πελασγούς, νῦν δὲ Ἀρκάδας, ἐν δὲ πόλεσι τήν τε Ἀθηναίων ἀκρόπολιν ὑπὸ Κέκροπος τοῦ αὐτόχθονος κτισθεῖσαν τοῦ διφυοῦς καὶ δευτέραν τὴν ὑπὸ Φορωνέως τοῦ Ἰνάχου [κτισθεῖσαν], τρίτην δὲ ‹τὴν› Ἴτωνος ἐν Θεσσαλίᾳ ὑπὸ Δευκαλίωνος τοῦ Προμηθέως.

ὁ ἐν Ὀλυμπίᾳ Ζεὺς πήχεων λϛʹ.ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ναός.ὁ ἐν Δήλῳ κεράτινος βωμός, ὃς λέγεται γενέσθαι ἐκ θυμάτων τοῦ θεοῦ μιᾶς ἡμέρας δεξιῶν κεράτων.τὸ Μαυσώλειον τὸ ἐν Ἁλικαρνασῷ.αἱ ἐν Αἰγύπτῳ πυραμίδες, ὧν ἡ μείζων πήχεις ἔχει υʹ.τὰ Βαβυλώνια τείχη.ὁ ἐν Ῥόδῳ κολοσσὸς πήχεων οʹ, ὃν ἐποίησε Χάρης ὁ Λίνδιος.

Τινὲς δὲ τάττουσι καὶ τὸν ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸν καὶ τὸν ἐν Παρίῳ βωμὸν καὶ τοὺς κρεμαστοὺς κήπους καὶ τὴν ἱσταμένην Ἀθηνᾶν ἐν Ἀθήναις καὶ τὰ Κύρου βασίλεια.