In Libros De Partibus Animalium Commentaria

Michael of Ephesus

Michaelis Ephesii in libros de partibus animalium, de animalium motione, de animalium incessu commentaria (Commentaria in Aristotelem Graeca 22.2). Hayduck, Michael, editor. Berlin: Reimer, 1904.

1

Ὥσρερ ἐν τοῖς ἠθικοῖς ἐπιγραφομένοις Νικομαχείοις πρότερον προεῖπε ποταπὰς δεῖ ζητεῖν τὰς ἀποδείξεις τὰς περὶ τὰ καλὰ καὶ τὰ δίκαια γινομένας, ὁποῖόν τε τὸν περὶ τούτων ἀκουσόμενον εἶναι χρή, ὅτι πεπαιδευμένον (κρίνει γάρ, φησὶν ἐν ἐκείνοις, ἕκαστος καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής· καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος) ὡς οὗν ἐν ἐκείνοις ταῦτα προειπὼν οὕτω τὸν περὶ τῶν ἠθῶν λόγον ἐποιήσατο, οὕτω κἀνταῦθα ποιεῖ καὶ ἐκτίθεται τὸν ἀκουσόμενον τῆς περὶ τῶν ζῴων μορίων καὶ τῶν αἰτιῶν, δι’ ἃς ταῦτα ἔχει τὰ ζῷα, πραγματείας, καί φησι περὶ πᾶσαν θεωρίαν τιμιωτέραν τε καὶ ταπεινοτέραν δύο ἕξεις εἰσίν, ὧν τὴν μὲν ἐπιστήμην προσαγορεύομεν καὶ τὸν ἔχοντα αὐτὴν ἐπιστήμονα καλοῦμεν, θατέραν δὲ παιδείαν καὶ τὸν ἀπ’ αὐτῆς πεπαιδευμένον᾿. πεπαιδευμένος δὲ λέγεται οἷον φέρε εἰπεῖν ἐπὶ γεωμετρίας οὐχ ὁ ἔχων ἀκριβεστάτην πάντων ἕξιν τῶν γεωμετρικῶν θεωρημάτων ὁ γὰρ τοιοῦτος κυρίως ἐπιστήμων ὀνομάζεται), ἀλλ’ ὁ ἔχων γεωμετρικὰς ἀρχὰς καί τινων θεωρημάτων γνῶσιν καὶ δυνάμενος ἐκ τούτων κρίνειν τὸν διαλεγόμενον ὡς γεωμέτρην κατὰ τὰς γεωμετρικὰς ἀρχὰς καὶ ὡς δεῖ γεωμέτρην διαλέγεσθαι. ὅστις οὖν ἔχει ἀρχὰς γεωμετρικὰς ἀριθμητικάς τε καὶ ἀστρονομικὰς καὶ φυσικάς, καὶ ἁπλῶς ἁπασῶν τεχνῶν τε καὶ ἐπιστημῶν, καὶ δυνάμενος ἐκ τούτων κρίνειν τόν τε φυσικόν, εἰ φυσικῶς διαλέγεται, καὶ τὸν μαθηματικόν, εἰ μαθηματικῶς, καὶ τοὺς ἄλλους ὁμοίως, ὁ δὴ τοιοῦτος ὀνομάζεται ὅλως πεπαιδευμένος ἤγουν περὶ ἅπαντα πεπαιδευμένος καὶ ἁπάντων ἀρχὰς ἔχων καὶ πάντων κριτικὸς νομιζόμενος, εἷς ὢν τῷ ἀριθμῷ· οὐ γὰρ πολλοὶ ὁ τοιοῦτος, ἀλλ’ εἷς. ὅστις δὲ ἔχει ἀρχὰς μιᾶς τινος φύσεως καὶ ἐπιστήμης, οἷον γεω- [*](1. 2 Tit. Σχόλια—Ἐφεσίου a, itemque (nisi quod τοῦ om.) P: σχόλια εἰς τὸ περὶ ζώων μορίων S 3 ἐν τοῖς ἀθικοῖς—Νικομαχείοις] A 1 p. 23sqq. 5 τε om. a post τούτων add. τε a et (supra v.) P ὅτι om. a 7 ὄρα F a Arist.: καὶ PS 8 post προειπὼν add. καὶ P περὶ τὸν ἠθῶν S 9 τῆς] τε a περὶ τῆς τῶν coll. S 13 δὲ (post θατέραν)] τε a post αὐτῆς add. δὲ a 24 κριτικὸς ex κινητικὸς corr. P 25 τινὸς μιᾶς coll. P Comment. in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 1)

2
μετρίας μόνης, οὗτος διάκειται περὶ ἕν τι μόριον τῆς ὅλης ἐπιστήμης ὡς ὁ πρότερος περὶ ἅπαντα. ἐκ δὴ τούτων δῆλον ὅτι ὁ μὲν ἐπιστήμων καὶ πεπαιδευμένος ἐστίν, οὐ πᾶς δὲ πεπαιδευμένος ἐπιστ·ήμων. εἰ δὴ ἐπὶ πάντων οὕτως ἔχει, δεῖ καὶ τῆς περὶ φύσεως ἱστορίας ὑπάρχειν ἀρχὰς καὶ ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ὁ ἀκροώμενος ἀποδέξεται τὰ δεικνύμενα χωρὶς τοῦ πῶς ἔχει τἀληθές. εἰ γὰρ τοῦτό ποτε θεωρεῖ, ἀλλ’ οὖν οὐ προηγουμένως ὁ πεπαιδευμένος σκοπεῖ, κἂν ἀληθὲς ἢ μὴ τὸ δεικνύμενον ᾖ ἐπιστήμονος γάρ ἐστι τοῦτο), ἀλλ’ ἔργον ἐστὶν αὐτῷ θεωρῆσαι, εἰ γεωμετρικόν ἐστι τὸ δεικνύμενον, εἰ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν δεί- κνυται.

Ταῦτ’ εἰπὼν ἐπάγει ‘ἆρα δεῖ λαβόντας ἑκάστην οὐσίαν περὶ ἑκάστης ἰδίᾳ ζητῆσαι, οἷον χωρὶς μὲν περὶ | ἀνθρώπου φύσεως καὶ ἰδίως περὶ λέον· τος, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑποθεμένους’; οἷον ἐπεὶ συμβέβηκε καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ λέοντι καὶ ἄλλοις πολλοῖς τὸ ἀναπνεῖν, τὸ αὔξειν, τὸ φθίνειν, δεῖ ὡς κοινόν τι πρᾶγμα καὶ κοινήν τινα φύσιν λαβεῖν τὸ ἀναπνευστικὸν καὶ ζητεῖν, ὅπως καὶ διὰ τί ἀναπνέουσι τὰ ἀνα- πνευστικὰ καὶ αὔξει τὰ αὐξητικά, ἢ χωρὶς μὲν ἰδεῖν ὅπως ὁ ἄνθρωπος ἀναπνεῖ καὶ ἰδίως ὅπως ὁ ἵππος; εἰπὼν δὲ καὶ ὅτι πολλοῖς ἑτέροις οὖσιν ἀλλήλων τῷ εἴδει ὑπάρχει τὰ αὐτά, οἷον ὕπνος, ἀναπνοή, αὔξησις, φθίσις, θάνατος, ἐπήγαγε καὶ πρὸς τούτοις ὅσα τοιαῦτα τῶν λειπομένων παθῶν τε καὶ διαθέσεων, ὃ ἴσον ἄν εἴη τῷ καὶ πρὸς τούτοις ἄλλα πλεῖστα κοινῶς ὑπάρχει τοῖς ζῴοις, ἃ παραλέλειπται καὶ οὐ κατείλεκται νῦν ἡμῖν· ταῦτα δ’ ἄν εἶεν ἐγρήγορσις, μακροβιότης, βραχυβιότης καὶ τὰ ὅμοια. τὸ δὲ ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τούτων εἴρηται ἀντὶ τοῦ οὔπω γὰρ περὶ τούτων ὑπό τινος τῶν πρὸ ἡμῶν ἢ τῶν σὺν ἡμῖν ὄντων διώρισταί τε καὶ σεσαφήνισται, εἴτε χωρὶς δεῖ λέγειν εἴτε κοινῶς. εἰπὼν οὖν ὅτι πότερον δεῖ λαβόντας μίαν ἑκάστην οὐσίαν καὶ τὰ ἑξῆς, ἐπάγει φανερὸν δὲ καὶ ὅτι κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις τὰ αὐτά, αἰνιττόμενος διὰ τούτων ὡς οὐ δεῖ χωρὶς περὶ ἑκάστου λέγειν, ὅπως τε ὁ ἵππος ἀναπνεῖ καὶ ὅπως ὁ ἄνθρωπος, ἀλλὰ ληπτέον ὡς μίαν τινὰ φύσιν τὸ ἀναπνευστικὸν καὶ σκοπητέον, ὅπως γίνεται. ἐπεὶ δὲ τῶν κοινῶς ὑπαρχόντων τοῖς ζῴοις τὰ μέν ἐστι συνώνυμα, τὰ δ’ ὁμώνυμα, θεὶς ὑποδείγματα τῶν συνωνύμων ὕπνον, ἀναπνοήν, αὔξησιν, φθίσιν, τίθησι καὶ τῶν ὁμωνύμων λέγων ἕτερα δὲ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, τὸ ἕτε ῥα ἀντὶ τοῦ ὁμώνυμα νῦν λαβών· ἡ γὰρ πορεία ὁμωνύμως βαδίσεως καὶ ἕρψεως καὶ πτήσεως κατηγορεῖται· τὸ δὲ ἴσως ἢ ἀντὶ τοῦ [*](3 δὴ] δέ P 6 εἰ γὰρ—ἀληθὲς (7) om. P post γὰρ add. καὶ a 8 ἦ] ἐστιν a 11 λαβόντα Pa 12 ἰδίᾳ a, sed cf. v. 18 24 δέ om. S 24. 25 περὶ τούτων νῦν coll. a 28 καὶ post δὲ supr. v. S ὅτι καὶ Arist. 29 post αἰνιττόμενος add. οἶμαι a 30 οὐ infra v. P 31 post ἄνθρωπος add. πολλάκις γὰρ ἀναγκασθησόμεθα λέγειν ταὐτὰ a 31. 32 σκεπτέον a 35 μὲν om. P 36 τοῦ ὁμώνυμον P)

3
ἁπλῶς καὶ καθόλου κεῖται ἢ διὰ φιλόσοφον εὐλάβειαν. τὸ δὲ πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν ἴσον ἄν εἴη τῷ ἀρά γε ὥσπερ οἱ μαθηματικοὶ λαβόντες τὸ πρᾶγμα ὅτι ἐστὶν οὕτω τὰς αἰτίας, διὰ τί οὕτως ἔχει, ζητοῦσι λαβόντες γὰρ ἐξ αἰσθήσεως ὅτι τῶν ἀστέρων οἱ μὲν ἀεὶ δύνουσιν, ὡς τὸ λεγόμενον θυτήριον, ὡς ὁ στέφανος, οἱ δὲ οὐδέποτε ποιοῦνται δύσιν, ὡς ἡ ἄρκτος, οὕτω τὴν αἰτίαν διὰ τί οὕτως ἔχει ἐζήτησαν) οὕτω δεῖ καὶ τὸν φυσικὸν πρότερον ἰδεῖν, εἰ ἔχει τὰ ζῷα καρδίαν, πνεύμονα, φλέβας, καὶ οὕτω ζητῆσαι, διὰ τί ταῦτα ἔχουσι τὰ μόρια, ἢ ἀνάπαλιν;

[*](ρ. 639b16)

Ἤ τῇ αἰσθήσει ὁρισάμενος.

‘Ορίζεται τὴν ὑγείαν τῇ αἰσθήσει ὁ ἰατρός, ὅταν λαβὼν ὑγιᾶ χεῖρα φάσκῃ ‘ἐπειδὰν ἡ νοσοῦσα χεὶρ ἐνεργῇ ὡς αὕτη, τότε ὑγιανεῖ. ὁμοίως καὶ ἐπὶ οἰκίας ὅταν ἀφορῶν ὁ οἰκοδόμος πρὸς τὴν ἤδη οὖσαν ἑτέραν ὁμοίαν ἐκείνῃ ποιῇ.

[*](p. 639b22)

εἰς ὃ πειρῶνται πάντες σχεδόν.

Οἱ γὰρ πρεσβύτεροι τούτου φιλόσοφοι τὸ ὑλικὸν ἅπαντες ἐζήτουν αἴτιον καὶ περὶ ἐκεῖνο διέτριβον ἧττον φροντίσαντες τῶν ἄλλων αἰτίων, κἂν ἐπὶ μικρὸν καὶ ἐκείνων, ὅσον ὀνειρώξασθαι, ἥψαντο.

[*](p. 639b30)

Ἀλλ’ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος.

Ἕτερος, φησίν, ἐστὶν ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἤγουν τῆς ὕλης ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν καὶ ἐπὶ τῶν τεχναστῶν· τοῦτο γὰρ δεῖ προσυπακούειν. τῆς μὲν γὰρ φυσικῆς ἀρχὴ τὸ ὄν· ὡς ἤδη γὰρ ὄντα λαβοῦσα τὸν ἄνθρωπον, κἄν μήπω ἐστί, λέγει ‘ἐπειδὴ τοιονδί ἐστιν ὁ ἄνθρωπος, δεῖ τοιᾶσδε ὕλης᾿, καὶ οὕ φησιν ἐπειδὴ τοιαύτη ἐστὶν ἡ ὕλη, δεῖ ἄνθρωπον εἶναι. καὶ ἡ ἰατρικὴ ὁμοίως τὴν ὑγίειαν ὡς οὖσαν, κἂν μὴ ἔστι, καὶ ὁ γεωμέτρης τὸ τρίγωνον ὡς ὂν λαβὼν ζητεῖ, εἰ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἐπὶ δὲ τῶν τεχναστῶν οὐχ οὕτως, ἀλλ’ ὡς μὴ ὂν καὶ δυνάμενον γενέσθαι· φαμὲν γὰρ ἱεῖ ἔσται πρίων, δεῖ τοιᾶσδε ὕλης’, καὶ ἐπὶ τῆς οἰκίας ὁμοίως.

[*](p 640a6)

οὐδ’ ἔστιν εἰς ἀίδιον συναρτῆσαι.

Οὐ δυνατόν ἐστι, φησίν, εἰς ἀίδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδείξεως ἤγουν τῆς ἀντιστρεφούσης τὴν ἀνάγκην ἐπὶ τῶν τεχναστῶν, ὥστε [*](2 ἀστρονομίαν Pa 4 et 5 λαμβάνοντες S 7 ἡ om. P 11 ὑγιῆ S 14 ἐκείνῃ om. P 16 τούτων S φιλόσοφοι om. S ἅπαντες om. S 17 καὶ] διέτριβον om. S 18 μικρὸν ὅσον καὶ ἐκεῖνοι ἀνειρώξασθαι S 19 δείξε P 19. 20 ἕτερος semel liabet S 22 δεῖ om. a 1*)

4
λέγειν ‘ἐπειδὴ ἡ | οἰκία τοδί ἐστι, δεῖ τοιαύτης ὕλης, καὶ ἐπεὶ τοιαύτη ὕλη ἐστίν, ἔσται οἰκία. ἐπὶ δὲ τῶν ἀιδίων δυνατὸν λέγειν ‘ἐπεὶ ὁ ἥλιος ἐν κριῷ ἐστιν, ἦν ἐν τοξότῃ, καὶ ἐπεὶ ἐν τοξότῃ ἐστίν, ἔστι ἐν κριῷ᾿. ἀλλὰ περὶ μὲν τούτων εἴρηκε καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς καὶ ἐν τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά.

[*](p. 640a10)

Δεῖ δὲ μὴ λεληθέναι καὶ πότερον προσήκει λέγειν.

Καὶ τοῦτό φησι δεῖν γινώσκειν ἡμᾶς, ἀρ’ οὕτω ποιητέον τὴν παροῦσαν σκέψιν, ὥσπερ οἱ πρὸ ἡμῶν ἐποίουν. ἐκεῖνοι γὰρ ἔλεγον ὅτι τὴν τοῦ πράγματος γένεσιν, ὅπως γίνεται, πρότερον ζητεῖν ἄξιον· ταύτης γὰρ καταληφθείσης καὶ γνωρίμου γεγονυίας ἕπεται καὶ ἡ γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως καὶ τῆς οὐσίας αὐτοῦ. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ οὐκ ἀρέσκεται, ἀλλά φησιν ἔοικεν ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρότερον εἴπομεν, καὶ ληπτέον τὰ ὑπάρχοντα ἑκάστῳ γένει ὡς ὑπάρχοντα, καὶ θεωρητέον τίνα τίσιν ὑπάρχει καὶ ἐστίν, οἷον τοῖς μὲν βουσὶν ἐχῖνος, σηπίᾳ δὲ τὸ σηπίον καὶ ἄλλοις ἄλλα. καὶ μετὰ τὴν γνῶσιν τῶν ὑπαρχόντων ἑκάστοις οὕτω ζητητέον τήν τε γένεσιν αὐτῶν καὶ τὰς αἰτίας, καθ’ ἃς ταῦτα αὐτοῖς ὑπάρχει. εἰ γὰρ μὴ γνῶμεν πρότερον ὅτι εἰσί, πῶς ἄν ὅπως γέγονεν εὕροιμεν; οὕτω γὰρ καὶ ἐπὶ οἰκοδομήσεως ποιοῦμεν· ὡς οὖσαν γὰρ τὴν οἰκίαν λαβόντες, οὕτω τὴν γένεσιν αὐτῆς ζητοῦμεν, ὅπως ἐγένετο. εἰ δὲ ἡ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, οὐκ ὀρθῶς Ἐμπεδοκλῆς εἴρηκεν ὑπάρχειν πολλὰ τοῖς ζῴοις κατὰ συμβεβηκὸς καὶ ἀπὸ τύχης. ἔλεγε γὰρ τὴν ῥάχιν ἀπὸ τύχης καὶ κατὰ συμβεβηκὸς ἔχειν τοὺς σπονδύλους· μία γὰρ οὖσα, φησί, καὶ συνεχὴς ὥσπερ ἡ ῥάβδος ἡ κάλαμος, καὶ στραφέντος τοῦ ζῴου ἢ κύψαντος κατεάγη. ἀγνοήσας πρῶτον μὲν ὅτι τὸ σπέρμα, ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη, δεῖ δυνάμει ταῦτα πάντα εἷναι, εἶθ’ ὅτι καὶ ὁ πατήρ, ἀφ’ οὗ τὸ σπέρμα, πρότερός ἐστι τοῦ υἱοῦ· ὥστε διὰ τὸ τὸν πατέρα τοιόνδε εἶναι καὶ τὸ σπέρμα δυνάμει τὰ μέρη, διὰ τοῦτο γέγονεν ἡ ῥάχις τοιαύτη καὶ τὰ λοιπὰ μόρια, ἀλλ’ οὐχ ὅτι ἐστράφη ἢ ἔκυψε κατεαγεῖσα ἔσχε τοὺς ἁρμούς. ἰστέον δὲ καὶ τόδε ὅτι ὥσπερ ἐπὶ τῶν ἀπὸ φύσεως καὶ τέχνης γινομένων προυπάρχοντος τοῦ ποιητικοῦ ὑπ’ αὐτοῦ γίνεται τὰ γινόμενα οἷά ἐστιν, οὕτω καὶ ἐπὶ τῶν αὐτομάτως δοκούντων γίνεσθαι ἔνια γίνεται οἷα ἂν ἐποίησε φύσις ἢ τέχνη. εἰπὼν δὲ ὅτι τῶν τεχναστῶν προυπάρχει τὸ ποιητικὸν ὅμοιον ὂν τῷ γινομένῳ ἐπήγαγεν ἡ γὰρ τέχ’ νη’ λόγος καὶ εἶδος τοῦ τέχ’ ναστοῦ ἐστιν ἄνευ τῆς ὕλης’. καὶ τοῦτο παναληθὲς· ἡ γὰρ οἰκοδόμησις οὐδὲν ἄλλο τυγχάνει οὖσα ἢ τὸ εἶδος τῆς [*](1 τοδί] τοιαδί S ἐπειδὴ S ἤλη P 4 τῷ prius om. a 4. 5 ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς—Μετὰ τὰ φυσικά] cf. Anal. post. Β 11. 12 de gener. et corr. B 11 Metaph. Δ 5 8 post ἐποίουν add. ἡ τοὔμπαλιν S 11 αὐτῆς P (supr. v.) a 15 σηπείᾳ a σηπίον scripsi: σηπήιον libri 21 τοῖς om. a 23 ἡ] καὶ a 25 δεῖ δυνάμει εἶναι ταῦτα τὰ πάντα Pa 29 κατεάγη καὶ ἔσχε S 30 γενομένων P 31 γενόμενα P 33 ὑπάρχει Pa 34 εἶδος καὶ λόγος coll. S)

5
οἰκίας χωρὶς ξύλων καὶ λίθων. διὸ οὐ τὴν τύχην καὶ τὸ κατὰ συμβεβηκὸς αἰτιατέον, ἀλλὰ λεκτέον ‘ἐπεὶ τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτα τὰ μόρια ἔχει’. οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων ἢ πάντων ἢ τῶν γε κυριωτάτων καὶ ὧν ἄνευ ἀδύνατον εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ δὲ μή, ἀλλ’ ὅτι ἐγγυτάτω τούτοις, καὶ ἢ ὅλως ἐχέτω τὰ μόρια, ἤτοι καὶ ἢ τὰ κυριώτατα ἐχέτω μόρια, καρδίαν, ἧ παρ’, τὰ ὅμοια, ὅτι χωρὶς τούτων ἀδύνατον εἶναι, ἢ καλῶς γε οὕτως, τουτέστιν ἢ πάντα ἐχέτω· τὸ γὰρ κάλλιον τοῦτό ἐστι τὸ μηδὲν ἐλλείπειν τῶν ἐν αὐτῷ μορίων. τὸ δὲ ταῦτα δὲ ἕπεται ἴσον ἐστὶ τῷ εἰ καλῶς ἔχοι ὁ ἄνθρωπος, ἕπεται ταῦτα πάντα μόρια αὐτοῦ· τῷ γὰρ καλῶς ἔχοντι τοῦτ’ ἀκολουθεῖ, τὸ μηδὲν ἐλλείπειν μήτε τῶν κυριωτάτων μήτε τῶν ἀκύρων.

Εἰπὼν δὲ ἀνωτέρω ὅτι πρῶτον τὰ φαινόμενα καὶ ὄντα ληπτέον περὶ ἕκαστον γένος, εἶθ’ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ μεταξὺ πολλὰ παρενείρας ἐπάγει ἐπεὶ δὲ ἔστι τοιοῦτον, τὴν γένεσιν ὡδί, δυνάμει λέγων ‘δεῖ δὴ τὸ πρᾶγμα ὡς ὂν λαμβάνειν, εἶτα λέγειν, ἐπειδὴ τοιοῦτόν ἐστι καὶ φύσιν εἴληφε τοιαύτην, δεῖ τὴν γένεσιν ὡδὶ γενέσθαι, πρότερον μὲν καρδίαν, εἶτα ἄλλο καὶ οὕτως ἕτερον’. ἀλλ’ οὗτος μὲν οὕτω δαιμονίως περὶ τούτου διορίζει· Ἐμπεδοκλῆοκλῆς δὲ τὴν ὕλην αἰτιᾶται τῆς γενέσεως λέγων ‘ἐπεὶ καὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἄνω πεφύκασι φέρεσθαι, γῆ δὲ καὶ ὕδωρ κάτω, συναγούσης τῆς Φιλίας τὰ στοιχεῖα τὸ ἐν ἐμοὶ ὕδωρ κάτω πεφυκὸς φέρεσθαι ἐκοίλανε τὸν τόπον | ὃν καλοῦμεν κοιλίαν, καὶ πεποίηκεν αὐτήν ῥανὶς γὰρ ἐνδελεχείῃ καὶ πέτραν κοιλαίνει), ὁμοίως καὶ ὁ ἀὴρ ἐπὶ τὸ ἄνω φερόμενος διέρρηξε τὸν τόπον καθ’ ὃν οἱ μυκτῆρες, καὶ γεγόνασι μυκτῆρες. εἰ οὖν ἄτοπον ταῦτα λέγειν, ἔστι δὲ καὶ ὁ ἄνθρωπος καὶ τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν φύσει, λεκτέον ἂν εἴη περὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι ἐκ πυρός εἰσι καὶ ἀέρος, ὥσπερ κἄν εἰ περὶ κλίνης ἐποιούμεθα τὸν λόγον, ἐπειρώμεθα μᾶλλον περὶ τοῦ εἴδους λέγειν ἢ περὶ· τῆς ὕλης, εἰ δὲ μή, ἀλλ’ οὖν περὶ ἀμφοῖν καὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ οὐ περί γε τῆς ὕλης μόνης. καὶ πῶς ἄν περὶ ἀμφοῖν ἐλέγομεν, ἐπήγαγε ‘κλίνη γάρ ἐστι τόδε ἐν ὑποκειμένῳ οὖσα τῳδί, ἢ τόδε τὸ ὑποκείμενόν ἐστι τοιονδί.

[*](p. 640b29)

Εἰ μἐν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον τῶν ζώὢν.

Δημόκριτος τὴν ἅπασαν ζήτησιν περὶ τῆς ὑλικῆς αἰτίας ποιούμενος ἀπεκρίνατο, τὸ δὲ τίνος ἕνεκα ἤτοι τὴν εἰδικὴν εἴα λέγων ἅπαντι δῆλόν [*](1 κατὰ om. S 2 τὸ] τῷ a 3.4 ἡ πάντων—κυριωτάτων om. P 5 ἐστι om. P τὰ (post ἡ)] καὶ S 10 πάπα om. a 11 ἀκολουθεῖ τοῦτο S 19 περὶ τούτων S 20 ἐπειδὴ τὸ S 23 ῥανὶς—κοιλαίνει] cf. Naeke Choeril. p. 169 ἐνδελεχίῃ libri 24 ὁ om. S 28 κἄν] γὰρ Pa 36 τὸ δὲ om. S τινος Pa ἤτοι om. S)

6
ἐστιν ὁποῖόν τι κατὰ τὴν μορφὴν καὶ τὸ χρῶμα ὑπάρχει ὁ ἄνθρωπος καὶ ἕκαστον τῶν ζῴων, κατὰ δὲ τὴν ὕλην ἄδηλον· εἰ δὲ τοῦτο, περὶ τοῦ ἀδήλου τὴν ζήτησιν ποιητέον, καὶ οὐ περὶ τοῦ φανερωτάτου’. πρὸς ταῦτα ἐνίσταται ὁ Ἀριστοτέλης λέγων ‘εἰ μὲν οὖν κατὰ τοιονδὶ σχῆμα καὶ χρῶμα ὁ ἄνθρωπος οὐσίωται καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν μορίων, ὀρθῶς ἄν ὁ Δημόκριτος λέγοι· εἰ δὲ μὴ κατὰ ταῦτα, ἀλλὰ κατὰ τὸν ὁριστικὸν λόγον, οὐκ ὀρθῶς. εἰ γὰρ ἦν τῷ ἀνθρώπῳ τὸ ἀνθρώπῳ εἶναι κατὰ τοιονδὶ σχῆμα, ἦν ἂν καὶ ὁ τεθνεὼς ἄνθρωπος· σώζει γὰρ καὶ οὗτος τὸ τῶν ζώντων σχῆμα· ἀλλ’ ἄνθρωπος οὐκ ἔστιν. λίαν οὖν περὶ τούτων ἀπλῶς καὶ ἀνεπισκέπτως εἴρηκε, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ ἄν εἰ τέκτων λέγοι περὶ χειρὸς ξυλίνης ὅτι χείρ ἐστι ξύλον οὑτωσὶ λεανθὲν κοιλανθέν τε καὶ σχισθέν. οὕτω γὰρ καὶ οἱ φυσιολογοῖ τὰς τῶν σχημάτων αἰτίας λέγουσιν· ἐπεὶ τὸ ὕδωρ κάτω ῥεῖ, γέγονεν ἡ κοιλία, καὶ οἱ μυκτῆρες, ὅτι ὁ ἀὴρ ἄνω· ἀπὸ γὰρ τῆς ὕλης καὶ τῶν δυνάμεων, κουφότητος βαρύτητος, τὰς αἰτίας τοῦ σχήματος ἀποδιδόασι. καὶ ἴσως ὁ μὲν τέκτων αἴτια τοῦ σχήματος εἶπεν ἄν τὰ ὄργανα, τρύπανον καὶ σκέπαρνον, ὁ δὲ Δημόκριτος ἀέρα καὶ γῆν, ἀλλὰ βέλτιον ὁ τέκτων τὰς αἰτίας ἐρεῖ λέγων * * καταλέγει οὖν αὐ- τὰς οὗτος λίαν σαφῶς. δῆλον οὖν ὅτι οὐκ ὀρθῶς λέγουσιν, ἀλλὰ λεκτέον τὸ εἶδος τοῦ ζῴου, κἂν ἄνθρωπος κἂν ἄλλο ὁτιοῦν ἐστιν, ὅτι τοιοῦτον, καὶ περὶ ἐκείνου τοῦ εἴδους ζητητέον καὶ τί ἐστι καὶ ποῖόν τι, καὶ τῶν μορίων ἕκαστον. καὶ εἰ ἔστι τὸ εἶδος τοῦ ἀνθρώπου ἢ πᾶσα ψυχή, ἡ λογική τε καὶ ἄλογος, ἢ μέρος ψυχῆς, τουτέστι μόνη ἡ ἄλογος, ἢ ἂν ἀδύνατον χωρὶς ψυχῆς εἶναι τὸ τοῦ ἀνθρώπου εἶδος ἀπελθούσης γὰρ τῆς ψυχῆς οὐκέτι ζῷόν ἐστιν ὁ ἄνθρωπος οὐδὲ τῶν μορίων οὐδὲν πλὴν τῷ σχήματι μόνον, καθάπερ καὶ τὴν μυθευομένην Νιόβην ἀπολιθωθεῖσαν ἄνθρωπον μὲν μηκέτι εἶναι, σώζειν δὲ τὸ σχῆμα * *) εἰ δὴ εἶδος ἀνθρώπου ψυχὴ ἢ μέρος ψυχῆς, τοὐ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν, καὶ εἰ μὴ περὶ πάσης, τῆς τε λογικῆς καὶ ἀλόγου, ἀλλὰ τέως περὶ τῆς ἀλόγου, καθ’ ἣν τὰ ζῷα τὸ ζῷα εἶναι ἔσχηκεν. ἄλλως τε καὶ τῆς φύσεως τῆς μὲν ὡς ὕλης λεγομένης, τῆς δὲ ὡς εἴδους καὶ ἔστιν ἡ εἰδικὴ φύσις καὶ ὡς κινοῦσα καὶ ὡς τέλος· αὕτη γὰρ ὡς ἐφετὸν καὶ κοσμοῦν κινεῖ τὴν ὕλην· ἀλλὰ καὶ τὸ τέλος αὕτη· πάντα γὰρ τὰ πρὸ τοῦ εἴδους γινόμενα ἕνεκα τούτου γίνεται) διχῶς οὖν τῆς φύσεως λεγομένης, ὧν ἡ μέν ἐστιν ὡς οὐσί καὶ ἔστιν αὕτη ἤτοι ἡ πᾶσα ψυχή, ἡ λογικὴ καὶ ἄλογος, ἢ μέρος τι αὐτῆς οἷον ἡ ἄλογος, καὶ διὰ τοῦτο ῥητέον ἂν εἴη τῷ φυσικῷ περὶ ψυχῆς καὶ τοῦ εἴδους μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη ὥσπερ φύσις ἐστὶ διὰ τὸ εἶδος ἡ τοῦτο δι’ ἐκείνην.

Ταῦτα εἰπὼν ζητεῖ, πότερον περὶ πάσης ψυχῆς ἐστι τῆς φυσικῆς ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· ὁ δὲ νοῦς [*](4 οὖν supr. V. P 6 λέγει a 9 ζώντων] ζώων Pa 11 λεινθἐν S κοιλανθέν τε om. S 17 lacuna ex Arist. p. 641a12 sqq. explenda 18 οὗτος] fort. οὕτως 23 τῆς om. a 24 ὁ om. a 26 addendum λέγομεν δὴ scripsi: δὲ libri 30 εἶδος PS τέλεια (sic) a 38 ἐστὶ ψυχῆς coll. S τῆς om. S)

7
τῶν πρός τι ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς), ἐν δὲ τοῖς πρός τι ὁ θάτερον εἰδὼς καὶ θάτερον οἶδεν· ὥστε εἰ περὶ τοῦ νοῦ λέγει ὁ φυσικός, ἐρεῖ καὶ περὶ τῶν νοητῶν. εἰ οὖν ἡ φυσικὴ λέγει καὶ περὶ τῶν αἰσθητῶν καὶ περὶ τῶν νοητῶν, οὐδεμία ἔστι ἄλλη ἐπιστήμη παρὰ τὴν φυσικήν· οἰ|χήσεται ἄρα ἡ θeολογί. εἰπὼν δὲ ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης λέγειν περὶ νοῦ καὶ τῶν νοητῶν, ἐπήγαγεν εἴπερ ἄλλα, τουτέστιν εἴπερ ἕτερον ὁ νοῦς καἰ τὰ νοητά, ἀλλὰ μὴ ταὐτά· εἴρηκε γὰρ ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς ὅτι πᾶς νοῦς νοητὸς καὶ πᾶν κυρίως νοητὸν νοῦς. ἀπορήσας οὖν λύει λέγων οὐκ ἔστι πᾶσα ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα τῆς ψυχῆς, ἀλλ’ αὐξήσεως μὲν αἴτιον τὸ θρεπτικὸν μόριον, ἀλλοιώσεως δὲ τῆς μετὰ συναισθήσεως γινομένης καὶ μὴ ἄνευ αἰσθήσεως τὸ αἰσθητικόν, φορᾶς δὲ τὸ ὀρεκτικὸν καὶ οὐ τὸ νοητικόν. ἐπεὶ οὖν ἡ φύσις ἀρχὴ κινήσεως ἐστι καὶ ἠρεμίας, τὸ δὲ νοητικὸν αἴτιον κινήσεως οὐκ ἔστι, δῆλον ὅτι περὶ τῶν κινητικῶν μορίων τῆς ψυχῆς ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ. τὸ δὲ ἓν ἢ καὶ πλέ’ ἴω εἶπεν ὡς εἰ ἔλεγε τὰ δὲ κινητικὰ τῆς ψυχῆς μόρια εἴτε ἕν ἐστιν εἴτε καὶ πλείω ἑνός, περὶ τῶν τοιούτων ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ᾿. δείκνυσι δὲ ὅτι οὐδὲ περὶ τῶν μαθηματικῶν ὁ φυσικὸς ἐρεῖ, διότι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, τὰ δὲ ἐξ ἀφαιρέσεως, ἅπερ ἐστὶ τὰ μαθηματικά, οὐχ ἕνεκά του εἰσί. καὶ ὥσπερ, φησίν, ἐν τοῖς τεχναστοῖς ἐστιν ἀρχὴ κινήσεως η τέχνη, οὕτως ἐν ἥμιν ἄλλη τις ἀρχὴ καὶ αἰτία, εἴτε ψυχὴν εἴτε φύσιν αὐτὴν καλεῖν δεῖ. αὐτὸς γὰρ καὶ τὴν ψυχὴν φύσιν ἐνταῦθα εἴρηκεν, ὥστε καθολικώτερον ἡ φύσις τῆς ψυχῆς. ταύτην δέ, φησί, τὴν ἀρχὴν καὶ αἰτίαν τὴν ἀνάλογον οὖσαν τῇ τέχνῃ, ἔχομεν ἐκ τοῦ σύμπαντος κόσμου ὥσπερ καὶ τὸ ψυχρὸν καὶ τὸ θερμόν· ἐκ τοῦ κόσμου γὰρ καὶ αὐτὰ σύνεισιν ἡμῖν. σαφῆ δὲ τὰ λοιπά. Τὸ δὲ ἀλλὰ μὴν τούτου πρότερον τὸ οὗ τὸ σπέρμα εἴρηκεν ἀντὶ τοῦ τὸ δὲ σπέρμα ὕστερόν ἐστι τοῦ οὗ ἐστι σπέρμα. τὸ γὰρ ποίησαν τὸν Σωκράτην σπέρμα εἰ καὶ πρότερόν ἐστι Σωκράτους τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει καὶ τῷ τιμίῳ καὶ ὅλως τῷ τελείῳ ὕστερόν ἐστι τοῦ Σωκράτους. ὃ καὶ κατασκευάζων ἐπήγαγε τὸ γένεσις μὲν γὰρ τὸ σπέρμα, οὐσία δὲ τὸ τέλος, ἴσον λέγων τῷ τὸ μὲν σπέρμα γένεσίς ἐστι, πᾶσα δὲ γένεσις ἀτελής, τὸ δὲ ἐκ τοῦ σπέρματος γεγονὸς τέλος καὶ οὐσία· τὸ δὲ τέλος ἡ οὐσία πρότερον τῇ φύσει τοῦ ἀτελοῦς. ἀλλ’ ὁ μὲν Σωκράτης πρότερος τῇ φύσει τοῦ ἐξ οὗ γέγονε σπέρματος, ὁ δὲ Σωφρονίσκος ἀμφοτέρων τῷ χρόνῳ καὶ Σωκράτους καὶ τοῦ ἐξ οὗ ὁ Σωκράτης σπέρματος. λέγεται δὲ τὸ σπέρμα διχῶς· τὸ γὰρ σπέρμα ἐξ οὗ ὁ Σωκράτης λέγεται καὶ Σωκράτους σπέρμα, λέγεται καὶ Σωφρονίσκου, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν εἰρημένον· τοῦ μὲν γὰρ Σωφρονίσκου ὡς ἐξ οὗ· ἐξ αὐτοῦ γὰρ ἐξῆλθε· τοὺ δὲ Σωκράτους ὡς οὗ· αὐτοῦ γὰρ ἕνεκα, ἢ τούτου γάρ ἐστι ποιητικόν. [*](6 ἄλλα] sic libri et Arist. ESUY: ἄμα Arist. V: πρὸς ἄλληλα Arist. vulg. 7 ἐν τ τρίτῳ τῶν Περὶ ψυχῆς] c. 4 9 κινήσεως] κινουμένου a 11. 12 αἰσθητὸν a 14 τῶν νοητικῶν Pa 15 ἡ καὶ] καὶ om. P: ἡ om. S 16 ἐστιν ἡ καὶ Pa 18 ποιεῖ πάντα coll. S 23 ταύτην] ταῦτα Pa οὖσαν om. Pa 27 ποιοῦσαν a 39 γάρ ἐστι] χάριν a )
8
[*](p. 6 42a3) Ἴσως δ' ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην. Εἰπὼν ὅτι πολλὰ γὰρ γίνεται καὶ διὰ τὴν ἀνάγκην, λέγει ‘ἀπορήσειε δ’ ἄν τις, ἐπειδὴ πολλαχῶς ἡ ἀνάγκη λέγεται᾿, ὡς ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ εἴρηται᾿. ταῦτα γὰρ ᾐνίξατο διὰ τοῦ ὡς ἐν τοῖς κατὰ φιλοσοφίαν εἴρηται· εἶπε γὰρ ἐκεῖ ἀναγκαῖον λέγεται καὶ τὸ βίᾳ ἀναγκαῖον, καὶ αἱ προτάσεις· εἰ γὰρ ἔσται τοιόνδε συμπέρασμα, ἀνάγκη τοιάσδε εἶναι προτάσεις. λέγεται ἀναγκαῖον καὶ οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι’. λέγει οὖν ὅτι ἡ ζητουμένη ἐνταῦθα ἀνάγκη κατ’ οὐδένα λέγεται τῶν πρότερον δύο τρόπων, οὔτε ὡς τὸ βίᾳ οὔτε ὡς αἱ προτάσεις, ἀλλὰ κατὰ τὸν τρίτον τὸν οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι· ἄνευ γὰρ τροφῆς οὐχ οἷόν τε ζῷον εἶναι. τοῦτο, δέ, φησί, τὸ τρίτον ἀναγκαῖον ὥσπερ ἐξ ὑποθέσεως ἐστιν, ἤτοι τρόπον τινὰ ἐξ ὑποθέσεως ἐστι· καὶ σαφηνίζει διὰ παραδείγματος, ὅπως ἐστὶν ὥσπερ ἐξ ὑποθέσεως. ὥσπερ γάρ, φησίν, ἐπειδὴ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν, χαλκοῦν, οὕτω καὶ ἐπειδὴ τὸ σῶμα ὄργανον, ἀνάγκη τάδε εἶναι. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν δύο τρόποι εἰσὶ τῆς αἰτίας, ὕλη καὶ εἶδος, καὶ δεῖ λέγοντας τυγχάνειν ἀμφ’ οἶν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν· τουτέστιν εἰ δὲ μή ἐστιν ὕλη, ὥσπερ ἐν τῷ οὐρανίῳ σώματι, δεῖ πειρᾶσθαι δηλοῦν καὶ φανερὸν ποιεῖν ὡς ἐνταῦθα ὑλικὸν αἴτιον οὐκ ἔστιν. ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον· λείπει γὰρ τὸ δῆλον. τὸ δὲ ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει εἴρηται ἀντὶ τοῦ ἄκων ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος ἅπτεται τῆς εἰδικῆς αἰτίας. ἥψατο δέ, φησίν, αὐτῆς καὶ Δημόκριτος, οὐχ ὡς ἀναγκαίας δὲ οὔσης τῷ περὶ φύσεως λέγοντι εἴρηκε περὶ αὐτῆς, ἀλλὰ καὶ οὗτος ἄκων ὑπὸ τῆς ἀληθείας παρασυρείς·

τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ἐκφερόμενος ὑπ’ αὐτοῦ τοῦ πράγματος. Ταῦτα εἰπὼν λέγει καὶ πῶς δεῖ ποιεῖσθαι τὰς τοιαύτας ἀποδείξεις τῆς ἀνάγκης λέγων ‘ἔστιν ἡ ἀναπνοὴ χάριν τοὐ περιψύχεσθαι τὴν καρδίαν· τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης’. ἐπὶ δὲ τῆς ἀνάγκης, φησίν, ὅταν λέγῃ τις ὅτι τοῦτο γίνεται διὰ τάδε ἐξ ἀνάγκης, ὁτὲ μὲν τοῦτο λέγει ὡς εἰ μέλλει ἔσεσθαι ἐκεῖνο τὸ οὗ ἕνεκα, ἀνάγκη ταῦτα ἔχειν τὰ μόρια (εἰ γὰρ ἔσται ἀναπνοή, δεῖ πνεύμονος τραχείας ἀρτηρίας † πνοῆς ἧς ἕνεκα ἀναπνοῆς ταῦτα γέγονεν), ὁτὲ δὲ οὐ τοῦτο σημαίνει διὰ τοῦ ἐξ ἀνάγκης, ἀλλ’ ὅτι ἔστι τόδε, ὅτι οὕτω πέφυκεν· ἔστι γὰρ ἐξ ἀνάγκης τῷ πυρὶ τὸ ἄνω φέρεσθαι οὐχ ὅτι ἕνεκα τῆς ἄνω φορᾶς γέγονέ τινα, ἀλλ’ ὅτι οὕτω πέφυκεν. ὥστε εἴ τις εἴπῃ ἀνάγκη τὸ πῦρ ἄνω φέρεσθαι’, τοῦτό φησι [*](2 ὅτι om. S 3. 4 ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικά] c. 5 6 εἰ γὰρ τοιόνδε ἐστὶ συμπέρασμα S 13 ἐπεὶ S 16 οὖν om. S 17 post τυγχάνειν add. μάλιστα μὲν Arist. 20 δὲ post τὸ om. S 24 ὑποσυρεὶς S 27 ἀποδόσεις Pa 29 διὰ τάδε om. S 30 λέγει τις a 31 τὸ οὗ ἕνεκα post ἀνάγκη ponunt libri 32 πνοῆς ἧς] sic libri: res tale quid postulat ὥστε ἐξ ἀνάγκης ἕνεκα κτλ. 34 ἐστι (ante γὰρ) scripsi: ἔσται libri 36 ὥστε om. Pa εἴποι Pa)

9
τέθεικε τὸ παράδειγμα εἰπὼν τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον. ῥητέον δὲ πρὸς σαφήνειαν αὐτοῦ ταῦτα· ὁ Πλάτων’ πῶς ποτε τὸ ἀναπνεῖν γίνεται λέγων, εἴρηκεν ὅτι ὁ εἰσερχόμενος 5 ἐν τῷ πνεύμονι ἀὴρ διὰ τῶν μυκτήρων ἢ τοῦ στόματος, θερμαινόμενος ἐν τῷ πνεύμονι καὶ διὰ τοῦτο λεπτυνόμενος φέρεται ἄνω καὶ ἐξέρχεται διὰ τῶν μυκτήρων, ἐξερχόμενος δὲ καὶ προσεγγίζω ἵζων τῷ ἐκτὸς ἀέρι τῷ εὐθὺς ἁπτομένῳ τῶν μυκτήρων ψυχρῷ ὄντι πυκνοῦται καὶ συστέλλεται ἐντὸς εἰς ἐλάττον κατὰ πολὺ τόπον τοῦ ὃν κατεῖχε πρὸ τοῦ πυκνωθῆναι. ἐπεὶ δὲ οὐκ ἔστι κενόν, διὰ τὴν τοιαύτην ἀνάγκην συνέπεται τῷ πυκνωθέντι ἀέρι ἐκτὸς ἄλλος ἀὴρ ἀναπληρώσων τὸν τόπον ὃν ἀπέλιπεν ὁ πυκνωθείς. οὕτως οὖν ὁ Πλάτων ἐφυσιολόγει τὸ ἀναπνεῖν. λαμβάνει δὲ ταύτην Ἀριστοτέλης τὴν δόξαν εἰς παράδειγμα οὐχ ὡς ἀρεσκόμενος ταύτῃ, ἀλλὰ σαφηνίσαι δι’ αὐτῆς βουληθείς, πῶς τὸ ἀναγκαῖόν ποτε σημαίνει τὸ οὕτω πέφυκε. τὸ θερμὸν γάρ, φησίν, ἀναγκαῖον ἐξιέναι, λέγων θερμὸν τὸν ἐν τῷ πνεύμονι ἀέρα· ἀναγκαῖον οὖν, τουτέστι πέφυκε τὸ θερμὸν ἄνω φέρεσθαι ἐξέρχεσθαί τε ᾗ ἂν εὑρήσει δίοδον, καὶ ἐξερχόμενον ἀντικροῦσαν τῷ ἐκτὸς ἀέρι καὶ πυκνωθὲν πέφυκε συστέλλεσθαι καὶ εἰσιέναι ἐντὸς ὥσπερ τις κοχλίας ἢ χελώνη ἐν τῷ οἰκείῳ ὀστράκῳ, τούτου δὲ συστελλομένου εἰσρεῖν τὸν ἐκτὸς ἀέρα εἴσω διὰ τῶν μυκτήρων. τοῦτο δὲ ἀναγκαῖον, ἤτοι τοῦτο δὲ οὕτω πέφυκε γίνεσθαι. τίθησι δὲ καὶ παράδειγμα τοῦ αὐτοῦ λέγων τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος ἡ εἴσοοος. ὑποστικτέον οε εἰς τὸ ἀντικόπτοντος, εἶτα ἐπακτέον τὸ ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικοπτομένου καὶ οἱονεὶ ἀναχαιτιζομένου καὶ εἰς τοὐπίσω παλινοστοῦντος, ἐν τῇ ψύξει ἤτοι διὰ τῆς ψύξεως γίνεται τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος· τούτου δὲ εἰσελθόντος καὶ θερμανθέντος καὶ φερομένου ἄνω, ὡς πέφυκε φέρεσθαι, γίνεται ἡ ἔξοδος.

[*](p. 642b5)

Λαμβάνουσι δ’ ἔνιοι τὸ καθ’ ἕκαστον διαιρούμενοι τὸ γένος εἰς δύο διαφοράς.

Τὰ εἰδικώτατα εἴδη λαμβάνειν ὁ Πλάτων βουλόμενος (ταῦτα γὰρ εἶπε καθ’ ἕκαστον) ἐλάμβανε τὸ γένος καὶ διῄρει εἰς δύο, καὶ ἑκάτερον πάλιν τῶν τμημάτων εἰς δύο κἀκεῖνο, οὕτω λέγων τῆς ποδότητος τὸ μέν ἐστι πολύπουν, τὸ δ’ ὀλιγόπουν᾿, καὶ ἑκάτερον τούτων διῄρει πάλιν εἰς δύο, καὶ διὰ τῆς τοιαύτης διαιρέσεως ἐπειρᾶτο λαμβάνειν τὰ εἰδικώτατα εἴδη. δείκνυσι δὲ οὗτος διὰ πλειόνων ὡς ἀδύνατόν ἐστι διὰ τῆς τοιαύτης μεθόδου λαμβάνειν τὰ εἴδη· συμβαίνει γὰρ οὕτω τὸ αὐτὸ καὶ ἓν εἶδος πίπτειν ὑπὸ τὰς [*](2 τέθηκε a 4 ὁ Πλάτων’] cf. Tim. p. 79 Α sqq. 5 ἡ τοῦ στόματος—μυκτήρων (7) in rnarg. add. P 12 ἀναπνεῖ S 12. 13 τὴν δόξαν Ἀριστοτέλης coll. S 13. 14 βουληθεὶς δι’ αὐτῆς coll. S 14 κοτε cm. S 21 δὲ post τίθησι om. Pa 23 ἡ εἴσοδος om. P ἐπακτέον] ἀπαρκτέον Pa 26 παλιννοστοῦντος P 28 ἄνωθεν S 31 ὁ Πλάτων] cf. Bonitz, Ind. Ar. p. 599a14 32 ἑκάτερον scripsi: ἕκαστον libri)

10
ἐναντίας διαφοράς, ὡς δείξει, ὅπερ οὐ καλόν· ἡ γὰρ διαίρεσις ἐπὶ τούτῳ γίνεται, ἵνα ἐν θατέρῳ τμήματι τὸ ζητούμενον ἐμπεσεῖται. ἀλλ’ οὐκ ἐν τοῖς ἀμφοτέροις· γίνεται δὲ τοῦτο διὰ τὸ τὴν διαίρεσιν εἰς δύο βούλεσθαι ποιεῖν. πῶς δὲ δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, αὐτὸς ἐρεῖ μετὰ τὰς πρὸς τὴν Πλάτωνα ἀντιλογίας. ἃ δὲ νῦν λέγει ταῦτα ἂν εἴη· λαμβάνειν, φησί, πειρῶνται τὸ καθ’ ἕκαστον ἤτοι τὸ εἰδικώτατον εἶδος, διαιροῦντες τὸ γένος εἰς δύο διαφοράς· τὸ δὲ οὕτω λαμβάνειν αὐτὸ πειρᾶσθαι τῇ μέν ἐστιν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον. καὶ τῆς δυσκολίας καὶ τοῦ ἀδυνάτου τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη, τουτέστιν ἐπί τινων μία διαφορὰ ἡ τελευταία ἐστὶν ἡ τὸ πρᾶγμα εἰδοποιοῦ σὰ· συμβαίνει οὖν ἐκ τῆς διχοτομίας πολλάκις λέγειν τὸ αὐτό. ἔστω οὗν λαβεῖν ἐκ τῆς τοιαύτης διαιρέσεως τὸν ἄνθρωπον καὶ ῥητέον τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν· ὁ δὲ ἄνθρωπος ἄπουν μὲν οὐκ ἔστιν, ὑπόπουν ἄρα. καὶ τοῦ ὑπόποδος τὸ μέν ἐστι δίπουν τὸ δὲ πολύπουν· | ὁ δ’ ἄνθρωπος πολύπουν μὲν οὐκ ἔστι, δίπουν δ’ ἄρ. ὁ ἄνθρωπος ἄρα ἔστι ζῷον ὑπόπουν δίπουν. ὥστε δὶς εἴρηται τὸ ὑπόπουν· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. οὕτως δὲ ἔδει λέγειν, ὁ ἄνθρωπός ἐστι ζῷον δίπουν, οὐ μὴν ζῷον ὑπόπουν δίπουν. πάλιν τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, τὸ δίπουν εἰς σχιζόπουν καὶ ἀσχιδές· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον πεζὸν δίπουν σχιζόπουν. τρὶς ἄρα εἴρηται τὸ ὑπόπουν καὶ δὶς τὸ δίπουν, καὶ πολύπουν τὸ δίπουν]· ὅτε γὰρ εἶπε δίπουν, ὑπόπουν εἶπεν, ἀλλὰ μὴν εἶπε τὸ ὑπόπουν καὶ ἐν τῇ ἀπαριθμήσει, ὅτε ἔλεγεν ὁ ἄνθρωπός ἐστι ζῶον ὑπόπουν δίπουν· ὥστε ὅτε εἶπεν ὑπόπουν, εἶπεν ἐξ ἀνάγκης τὸ ὑπόπουν, ἀλλὰ καὶ ὅτε εἶπε τὸ δίπουν, ὑπόπουν εἶπε· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. ἀλλὰ καὶ ὅτε σχιζόπουν εἶπεν, ὑπόπουν εἴρηκεν ὁμοίως καὶ δίπουν]. εἰ δὴ ἡ ἐσχάτη διαφορὰ κυρία ἐστὶ τοῦ εἰδοποιεῖσθαι τὰ πράγματα, μάτην ἦσαν εἰλημμέναι αἱ λοιπαί· συνεπιφέρει γὰρ ἡ ἐσχάτη τὰς πρὸ αὐτῆς. εἰ δὲ λέγει τις ὡς οὐκ ἔστιν αὕτη κυρία, ἀλλὰ καὶ αἱ λοιπαί, καὶ δεῖ κἀκείνας λέγειν, συμβήσεται τὸ αὐτὸ πολλάκις λέγειν. τοῦτο δὲ εἴρηκε καὶ ἐν τῷ Z τῶν Μετὰ τὰ φυσικά.

Ἔτι, φησί, προσήκει μὴ διασπᾶν ἕκαστον γένος, λέγων γένος τὸ εἰδικώτατον εἶδος. οὐ δεῖ οὗν διασπᾶν καὶ τιθέναι τὸ αὐτὸ καὶ ἓν εἶδος ἐν ταῖς ἐναντίαις διαφοραῖς, οἷον εἴ τις διαιρεῖ τοὺς ὄρνιθας καὶ τοὺς μὲν τίθησιν ἐν τῇδε τοὺς δὲ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμμέναι τῷ Πλάτωνι διαιρέσεις· ἐν ἐκείναις γὰρ τοὺς μὲν τῶν ὀρνίθων μετὰ τῶν ἐνύδρων τετάχθαι λέγει, τοὺς δὲ ἐν ἄλλῳ γένει.

[*](2 γίνεται] γέγονεν S ἐμπεσῆται Pa τοῖς rurs. del. P 5 post εἴη add. λέγων S 11 ἔσται οὖν a 13 δ’ ἄρα P sed δ’ rurs. del. καὶ τοῦ— δ’ ἄρα (15) in marg. add. P 15 δίπουν ἄρα S 20 ζῷον om. S 20. 21 καὶ δὶς—πολύπουν τό δίπουν delevi: καὶ πολύπουν τὸ δίπουν om. S 21 εἶπε om. S 22 ἔλεγεν] λέγει a 23. 24 τὸ ὑπόπουν] τὸ καὶ δίπουν a 25 ὅτε] οὔτε a 25. 26 καὶ δίπουν delevi 30 ἐν τῷ Z τῶν Μετὰ τὰ φυσικά] c. 12 31 προσήκειν S 34. 35 γεγραμμέναι—διαιρίσεις] cf. Bonitz Ind. Arist. p. 98b18, 104a21 b28, 599a14 sqq. 36 ἐνύδρων τέταχε τοὺς δὲ Pa ἐν om. P)
11

Καὶ ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι, τῷ τε σχιζοπτέρῳ <καὶ> τῷ ῥυγχωτῷ κεῖται ὄνομα ὄρνις, ἄλλῃ δὲ ὁμοιότητι ἰχθύς, τινὲς δὲ ὁμοιότητες ἀνώνυμοί εἰσιν· ἐπὶ γὰρ τῶν ἐναίμων οὐ κεῖται ὄνομα ὥσπερ ἐπὶ τῶν σχιζοπτίρων ὁ ὄρνις. ἀπορήσειε δ’ ἄν τις, πῶς ὥσπερ ὁ ὄρνις ὄνομά ἐστιν, οὐκ ἄν εἴη καὶ τὸ ἔναιμον ὄνομα, ἀλλ’ ἀνώνυμον. ἢ ἐπὶ μὲν τῶν ὀρνίθων πάνυ πολλὴ ἡ πρὸς ἄλληλα ὁμοιότης· καὶ γὰρ κατὰ τὸ σχιζόπτερον ὅμοιά εἰσι κόραξ, κορώνη, τὰ ἄλλα καὶ κατὰ τὰ ῥύγχη καὶ κατὰ τοὺς πόδας, ἀλλὰ δὴ καὶ κατὰ τὰ ἐντός, μόνῳ δὲ τῷ μεγάλῳ καὶ μικρῷ διαφέρουσι· τῶν γὰρ ὀρνίθων τινῶν μέν εἰσι καὶ οἱ πόδες καὶ τὰ πτερὰ μείζονα, τινῶν δ’ ἐλάττονα. διὰ οὖν τὴν τοιαύτην ὁμοιότητα ὄνομα καλεῖν τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, φημὶ δὴ τὸν ὄρνιν, οὐκ ἀπηξίωσεν. ἐπὶ δὲ τῶν ἐναίμων, ἐπειδὴ λίαν ἀνόμοια ἢ καὶ πάντῃ πρὸς ἄλληλα τυγχάνουσιν, οὐκ ἠθέλησε τὸ ἔναιμον ὄνομα εἰπεῖν. τίνα γὰρ ὁμοιότητα ἔχει ὁ τοῦ ἀνθρώπου ποὺς πρὸς τὸν τοῦ ἵππου ἡ ἡ κεφαλὴ πρὸς τὴν κεφαλὴν ἢ τὰ πλείω τούτων, ἵνα μὴ λέγω πάντα.

Εἰπὼν οὖν ἔτι προσήκει μὴ διασπᾶν ἕκστον γένος, καὶ μεταξὺ ἀκόλουθά τινα τοῖς λεχθεῖσιν εἰπὼν ἐπήγαγεν εἴπερ οὖν μηδὲν τῶν ὁμογενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη, τουτέστιν εἰ δεῖ μὴ διασπᾶν τὰ ὁμογενῆ μηδὲ τὸ αὐτὸ καὶ ἓν ὑπὸ τἀς ἐναντίας τιθέναι διαιρέσεις, μάταιός ἐστιν ἡ εἰς δύο διαίρεσις· διασπᾷ γὰρ καὶ ὑπὸ ἐναντίας τίθησι διαιρέσεις τὸ αὐτὸ καὶ ἕν. τοῦ γὰρ πολύποδος τὸ μέν ἐστιν ἐν τοῖς πεζοῖς, τὸ δ’ ἐν τοῖς ἐνύδροις.

Ἔτι τοὺς εἰς δύο τὴν διαίρεσιν ποιοῦντας ἀναγκαῖον στερήσει διαιρεῖν, καὶ οὐχ ἡμεῖς τοῦτό φαμεν, ἀλλὰ κἀκεῖνοι οὕτω ποιοῦσι. τοῦ γὰρ ζῴου φσὶ τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ τὸ μὲν πτερωτὸν τὸ δ’ ἄπτερον· στέρησις δὲ καὶ τὸ ἄπτερον καὶ τὸ ἄπουν, συμβαίνει δ’ ἐκ τούτου εἴδη εἶναι τῆς στερήσεως. οὐκ ἔστι δὲ διαφορά, τουτέστιν οὐκ ἔστιν εἴδη τῆς στερήσεως, καθὸ στέρησις· τοῦ γὰρ μὴ ὄντος (μὴ ὂν γὰρ ἡ στέρησις, ὡς ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως εἴρηται) τοῦ γὰρ δὴ μὴ ὄντος ἀδύνατον εἶναι εἴδη. δεῖ δὲ καὶ ἔχειν εἴὸη, εἴπερ ἐστὶ καθόλου διαφορά· εἰ γὰρ μὴ ἔχει εἴδη, διὰ τί ἄν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα; τὰ μὲν οὖν λεγόμενα οἶμαι τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν οὐκ ἔστι δἑ διαφορὰ στερήσεως ᾗ στέρησις τὸ διαφορὰ ἀντὶ τοῦ εἶδος εἶπεν· ἔδει γὰρ εἰπεῖν ‘οὐκ ἔστι δὲ εἶδος στερήσεως’. τοῦτο δὲ εἶπε διὰ τὸ τὰ εἴδη ὑπὸ τῶν διαφορπων συνίστασθαί τε καὶ οὐσιῶσθαι.

[*](1 καὶ deest Arist. οὖν om. S καὶ addidi 3 ἀναίμων a 5 ἄνιμον Pa 6 post πάνυ add. ἡ sed rurs. del. P ἡ πολλὴ coll. a 11 ἀναίμων a 12 ἀνόμοιοι Pa post καὶ add. οὐ P 13 ἄναιμον Pa 17 ἐπήγαγεν ex ἐπήνεγκεν corr. P 21 ἕν ras. deletum S 23 τοὺς et ποιοῦντας scripsi: οἱ et ποιοῦντες libri ἀναγκαίως S 24 ante οὐχ add. ποιεῖν sed rursus del. P 26 ἀπτέρωτον Pa .29 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] Α 8 p. 191b13 30 εἴδη εἶναι coll. S 32 δέ post οὐκ ἔστι om. P)
12
[*](p. 642b30)

Χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη.

Εἰπὼν ὅτι τοῖς διαιροῦσιν εἰς δύο τὰ γένη ἀναγκαῖον στερήσει τὴν διαίρεσιν ποιεῖν, καὶ δὴ ποιοῦσι, καὶ εἰς ἄτοπον συνωθήσας τὸν λόγον τὸ εἴδη εἶναι τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος, λέγει ὅτι καὶ ἐπὶ τῶν διαφορῶν τῶν ὡς ἕξεων λεγομένων, ὑφ’ ἃς φανερῶς ἐστιν εἴδη, χαλεπόν ἐστι διχοτομοῦντας διαλα|βεῖν καὶ ὑπὸ μίαν διαίρεσιν θεῖναι εἶδός τι, ὡς μὴ ἐμπεσεῖν καὶ εἰς τὴν ἀντικειμένην. εὐθὺς γὰρ ὁ μύρμηξ καὶ ὑπὸ τὸ πτερωτόν ἐστι καὶ ὑπὸ τὸ ἄπτερον· ἀνάγκη οὗν μὴ μόνον ἐπὶ τῆς στερήσεως τοῦτο πάσχειν πρὸς τῷ καὶ εἴδη εἶναι αὐτῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἕξεων. πάντων δὲ χαλεπώτατον ἡ ἀδύνατον εἰς τά ἄναιμα. τοῦτο οὐ πρὸς τὸ χαλεπὸν μὲν οὗν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη εἴρηται, ἀλλὰ πρὸς τὸ δεῖ δὲ τῆς καθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου; ὥστε ἔσται τῆς στερήσεως εἴδη, <οἶον> τῆς ἀποδίας. τοῦτο δὴ κἀνταῦθα λέγων πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα, καὶ προσυπακουστέον τὸ μὴ εὑρίσκεσθαι εἴδη. ἀδύνατον γάρ, φησί, μὴ εἶναι εἴδη τῆς ἀναιμίας, καὶ συντόμως ἐπήγαγε τὴν τοῦ ἀδυνάτου αἰτίαν εἰπὼν ἀναγκαῖον ἑκάστην τῶν διαφορῶν ὑπάρχειν τινὶ τῶν καθ’ ἕκαστον. εἰ οὗν τὸ ἔναιμον ὑπάρχει τινί, δῆλον ὅτι καὶ τὸ ἀντικείμενον τὸ ἄναιμον, εἴπερ ἐστὶ διαφορά. δείξας οὖν οὕτως ὅτι ὑπάρχει καὶ τὸ ἄναιμόν τισι τῇ τοῦ ἐναίμου παραθέσει, κατασκευάζει τὸ προκείμενον, φημὶ δὴ τὸ εἶναι εἴδη καὶ τοῦ ἀναίμου, λέγων εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσι, καὶ τὰ ἑξῆς. διαφέρει δὲ τῷ εἴδει ἄνθρωπος καὶ ὄρνις καὶ τὰ ὅμοια· εἰ οὖν μὴ ἐνδέχεται τοῖς διαφέρουσι τῷ εἴδει ὑπάρχειν εἶδός τι ἄτομον τῆς οὐσίας καὶ ἕν λέγων εἶδός τι ἄτομον καὶ ἓν ἐνταῦθα τὴν διαφοράν, οἷον τὴν διποδίαν), εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ διποδίαν ὑπάρχειν ἀνθρώπῳ καὶ ὄρνιθι (ἄλλη γὰρ ἡ ἐν τῷ ἀνθρώπῳ διποδία καὶ ἑτέρα ἡ ἐν τῷ ὄρνιθι) ὡσαύτως ἄλλο τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἕτερον τὸ ἐν ὄρνιθι. καὶ ὅτι ἕτερον καὶ ἕτερον καὶ τὸ ἔναιμον καὶ τὸ δίπουν, κατασκευάζει διὰ τοῦ ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον. ἐλλιπῶς δὲ τοῦτο τεθὲν καὶ ἀσαφῶς εἴη ἄν τὸ πλῆρες τοιοῦτον· πότερον τὸ ἔναιμον τῆς οὐσίας ἔστι τοῦ ἀνθρώπου καὶ ὄρνιθος ἢ οὕ; εἰ μὲν οὐκ ἔστιν, ἔσται ἄναιμον ὁ ἄνθρωπος καὶ ὁ ὄρνις, ὅπερ ἀδύνατον· εἰ ὅ ἔστι τῆς οὐσίας, πότερον ἕτερον τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἄλλο τὸ ἐν ὄρνιθι, ἢ [*](4 δὴ om. S 6 ἕξεις S 7 διαλαβεῖν] διχοτομεῖν P 8 τὸ ἀντικείμενον Pa γὰρ om. Pa 12 οὑν supr. v. P εἰς τὸ τὰς τοιαύτας P 15 οἷον addidi 17 τὸ] τοῦ Pa 22 τὰ προκείμενα Pa 24 καὶ post ὄρνις om. PS 26 λέγει S 30 καὶ ἄλλο τὸ ἐν S 32 Ἐλλειπῶς a 33 post μὲν ras. II litt. S 34 ὁ ante ὄρνις om. a 34. 35 εἰ—οὐσίας] εἴπερ δὲ τῆς οὐσίας αὐτοῦ Pa (δὲ supr. v.)

13
ταὐτόν; εἰ μὲν οὖν ταὐτόν, ἡ μία καὶ ἡ αὐτὴ διαφορὰ ὑπάρξει δυσί, καὶ ἔσται ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὸ αὐτό· λείπεται ἄρα ἕτερον εἶναι καὶ ἕτερον. εἰσὶν ἄρα εἴδη τοῦ ἐναίμου· εἰ δὲ τοῦτο, ἢ ἀδύνατον τὸ ἄναιμον καὶ τὴν στέρησιν διαφορὰν εἶναι, ἢ εἴπερ ἔστιν, ἔσονται τῆς στερήσεως εἴδη· διὰ τί γὰρ τοῦ ἐναίμου διαφορᾶς ὄντος ἔσονται εἴδη, τοῦ δὲ ἀναίμου διαφορᾶς καὶ αὐτοῦ ὄντος οὐκ ἔσται; ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη ἱεῖ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν διαφορὰν ὑπάρχειν τοῖς διαφέρουσι τῷ εἴδει, ἔσονται τοῦ ἐναίμου εἴδη. ἀλλὰ μὴν οὐκ ἐνδέχεται, ὡς δέδεικται· εἰσὶν ἄρα τοῦ ἐναίμου εἴδη. εἰ δὲ τοῦτο, καὶ τοῦ ἀναίμου ὅπερ ἔδει δεῖξαι.

[*](p. 643a 7)

Ἔσονται δὲ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις.

Καὶ τοῦτο ἐκ τῆς εἰς δύο διαιρέσεως τῶν γενῶν συνάγεται, τὸ εἶναι τοσαύτας τὰς διαφοράς, ὅσα τὰ εἴδη. ἐπειδὴ γὰρ τὴν διαίρεσιν ποιοῦνται ἕως ἄν εἰς διαφορὰν καταντήσωσι μὴ ἐπιδεχομένην διαίρεσιν, αὕτη δὲ μετὰ τοῦ οἰκείου γένους εὐθὺς εἶδός ἐστι, φανερὸν ὅτι ὅσα ἄτομα ζῷα, ἤγουν εἰδικώτατα εἴδη, τοσαῦται καὶ αἱ διαφοραί, εἴπερ ἄτομοι καὶ αὗται καὶ μηδεμία κοινή· εἰ γάρ ἐστι κοινή τις διαφορά, ἔσται τὸ αὐτὸ ὑπὸ τὰς ἀντικειμένας διαφοράς, ὅπερ ἤδη λέγειν πεπαύμεθα. τὸ δὲ εἰ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι ἐν τῷ αὐτῷ ἐστι δυνάμει τοιοῦτόν ἐστιν ‘εἰ δὲ λέγουσιν οἱ τὰς τοιαύτας διαιρέσεις ποιούμενοι ὅτι οὐκ ἐνδέχεται ἐν τῇ τοῦ εἴδους συστάσει κοινὴν καὶ κατ’ ἄλλων εἰδῶν λεγομένην λαμβάνειν διαφοράν, ἀλλ’ ἄτομον, εἰ δὲ τοῦτο, οὐκ ἔσονται τῆς στερήσεως εἴδη εἰς τοῦτο γὰρ πάλιν ὁ λόγος τείνει), εἰ οὖν τοῦτο, φησί, λέγουσι, δῆλον ὡς εἰ μὴ κατὰ τὰς ἀτόμους τοῦτο συμβαίνει διαφοράς, ἀλλὰ κατὰ τὴν κοινὴν συμβήσεται, καὶ ἔσται τὰ ἕτερα τῷ εἴδει ζῷα ἐν τῇ αὐτῇ διαφορᾷ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ εἶναι εἴδη τῶν διαφορῶν, ὥστε καὶ τῶν στερήσεων, εἴπερ καὶ αὗται διαφοραί. εἰ οὖν ἴδιοι καὶ ἄτομοί εἰσιν αἱ διαφοραί, οὐκ ἔσται οὐδεμία κοινή ἢ εἰ ἔσονται κοιναί, τὰ ἕτερα τῷ εἴδει εἰς τὴν αὐτὴν βαδιεῖται καὶ ἔσται καὶ τῆς στερήσεως. ὡς πολλάκις εἴπομεν, εἴδη᾿. ταῦτα εἰπὼν προσδιορίζεται λέγων δεῖ δὲ οὔτε τὸ καὶ ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφοράν, ὥσπερ ὁ μύρμηξ εἰς τὸ πτερωτὸν καὶ ἄπτερον, οὔτε εἰς τὴν αὐτὴν τὰ ἕτερα, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ ὄρνις εἰς τὸ ὑπόπουν· οὕτω γὰρ ἔσται καὶ τῶν στερήσεων εἴδη. | καὶ πάντα εἰς ταύτας, τουτέστι καὶ δεῖ τὴν τοῦ ζῴου διαίρεσιν οὕτω ποιήσασθαι, ἵνα πάντα τὰ ζῷ εἰς τὰς τοῦ ζῴου διαφορὰς ἐμπεσεῖται· καὶ λοιπὸν συμπεραίνεται λέγων ῾ φανερὸν τοίνυν ὅτι οὐκ ἔστιν ἐκ τῆς διχοτομίας λαβεῖν τὰ ἄτομα εἴδη. ἀναγκαῖον γὰρ κατ’ ἐκείνους ἴσας εἶναι τὰς [*](1 ὑπάρχει P 3 τοῦ ἐναίμου εἴδη coll. S 5 εἴδη ἔσονται coll. S 15 ἤγουν] ἤ ὡς a 28 ante οὐκ add. καὶ S 32 τὸ πτερὸν καὶ P εἰς αὐτὰ τὰ ἕτερα S 36 τῆς om. S)

14
διαφορὰς τοῖς εἴδεσιν, ὅπερ ἀδύνατον· δεῖ γὰρ τὰ εἴδη πλείονα εἶναι τῶν διαφορῶν᾿. εἶτα καὶ δι’ ὑποδείγματος σαφηνίζει, πῶς συμβαίνει ἴσας τὰς διαφορὰς τοῖς εἴδεσιν. ἔστω γάρ, φησίν, σαφηνείας ἕνεκα τόδε τι γένος καὶ διῃρήσθω πρῶτον εἰς δύο φέρε εἰπεῖν λευκὸν καὶ μέλαν, καὶ ἑκάτερον τούτων πάλιν εἰς δύο, καὶ ἔστωσαν αὗται αἱ τελευταῖαι καὶ ἄτομοι τοὐ προκειμένου γένους διαφοραί. τέσσαρες οὖν, δύο μὲν αἱ τοῦ λευκοῦ, δύο δὲ αἱ τοῦ μέλανος, ἑκάστη δὲ τούτων μετὰ τοὐ οἰκείου γένους, ὡς κἄν αὐτοὶ φαῖεν, εἴδους ἐστι γεωωητικη· τεσσαρα οὖν καὶ τα ειοη. ὅσαι ἄρα αἱ διαφοραὶ τοῦ προκειμένου γένους, τοσαῦτα καὶ τὰ εἴδη. τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. τὸ δὲ ἢ ἄλλο τι πλῆθος τῶν ἁ ’φ’ ἑνὸς διπλασιαζομένων ἴσον ἐστὶ τῷ κἂν μὴ λευκὰ καὶ μέλανα εἴη τὰ διαιρούμενα καὶ διπλασιαζόμενα. εἰς δύο γὰρ τὸ λευκὸν διῄρηται ἓν ὄν· τὰ δὲ δύο διπλάσια τοῦ ἑνός. κἂν οὖν μὴ λευκὸν εἴη ἀλλ’ ἄλλο τι, τὸ αὐτὸ ποιήσει. ἐπεὶ οὖν ἡ διαφορὰ ἐν τῷ οἰκείῳ γένει ὡς εἶδος ἐν ὕλῃ ἐστίν, ὅσαι ἂν εἶεν αἱ διαφοραί, τοσαῦτα ἔσται καὶ τὰ εἴδη. οὔτε γὰρ τὰ εἴδη, τουτέστιν αἱ εἰδοποιοὶ διαφοραί, χωρὶς ὕλης ἤτοι χωρὶς τοῦ γένους ζῷον ποιοῦσιν οὔτε ἡ ὕλη καὶ τὸ γένος χωρὶς τῶν εἰδῶν. Ἔτι δεῖ τὰς δαιρέσεις ποιεῖσθαι τοῖς ἐν τῇ οὐσίᾳ, τουτέστι διὰ τῶν οὐσιωδῶς ὑπαρχόντων, ἀλλ’ οὐ τοῖς καθ’ αὑτὸ συμβεβηκόσιν, ὡς οὗτοι ποι· οὖσιν, ἐξ οὗ μάλιστα συμβαίνει τὸ καὶ τὸ αὐτὸ εἶδος ὑπὸ τὰς ἐναντίας πίπτειν διαφορὰς καὶ εἶναι τῶν στερήσεων εἴδη. τὸ γὰρ πτερωτὸν καὶ ἄπτερον, καὶ ἄπουν καὶ ὑπόπουν τῶν καθ’ αὑτὸ συμβεβηκότων εἰσὶ τῷ ζῴῳ, ὥσπερ καὶ τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἔτι, φησί, τοῖς ἀντικειμένοις διαιροῦσιν, οἷον εἰς λευκότητα καὶ μελανίαν, καὶ οὐκ εἰς λευκότητα καὶ λειότητα· ἐξ οὗ συμβαίνει εἶναι εἴδη τῶν στερήσεων. Πρὸς δὲ τούτοις, ἐπεὶ τὰ ζῷα ἐκ ψυχῆς εἰσι καὶ σώματος, καὶ τὰ ἐν τοῖς ζῴοις τὰ μὲν τῆς ψυχῆς ἐστι, τὰ δὲ τοῦ σώματος, τὰ δὲ τοῦ συναμφοτέρου, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, τὴν διαίρεσιν, φησί, τῶν ζῴων κατὰ τὰ κοινὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος ποιοῦνται· τὸ γὰρ πτηνὸν καὶ τὸ πορευτικὸν καὶ τὰ ὅμοια τοῦ συναμφοτέρου τοῦ ἐκ ψυχῆς καὶ σώματος. συμβαίνει δ’ ἐκ τούτου τὰ ἀντικείμενα τῷ αὐτῷ ὑπάρχειν * * ὧν ἕκαστον τῶν ἀπηριθμημένων, εἰ μὲν ὁμώνυμον τὸ ἄγριον πρόβατον καὶ τὸ ἥμερον. οὐ διῄρηται χωρὶς ἡ τοῦ προβάτου φύσις εἰς ἕτερα τῷ εἴδει, ὥσπερ χρὴ τὰς διαιρέσεις ποιεῖσθαι, ἀλλὰ μόνον τὸ ὄνομα· εἰ δὲ ἕν εἰσι τῷ εἴδει τὰ ἥμερα καὶ τὰ ἄγρι’ πρόβατα, οὐ διαφοραὶ τὸ ἥμερον καὶ τὸ ἄγριον, ἀλλὰ συμβεβηκότα· τοῦτο δὲ οὐ διαίρεσις. εἰ δὲ διαφοραί, ἔσται τὸ αὐτὸ καὶ ἓν ἐν τοῖς ἀντικειμένοις.

[*](6. 7 δύο δὲ] καὶ δύο Pa 10 πάντων S 14 ἐν ante τῷ om. S 18 τοῖς ἐν] ἐν τοῖς coll. S: ἐν τοῖς ἐν V 19 et 22 καθ’ αὑτὰ Pa 19 οὗτοι] αὐτοὶ S 20 ἐξ ὧν S 22 ὑπόπουν καὶ ἄπουν coll. S 25 εἴδη εἶναι coll. S 28 εἰσὶ Pa 29 ἐν τοῖς Περὶ ψυχῆς] A 1 30 ποιοῦσι S 32 lacunam indicavi: explenda est ex Arist. p. 643b 3 sqq. 34 τὸ om. a)
15
[*](. 643b9)

Ὅλως δὲ ὁποιανοῦν διαφορὰν μιᾷ διαιροῦντι τοῦτο συμβαίνειν ἀναγκαῖον.

Πρὸς τοῖς ἄλλοις ἀτόποις τοῖς τῇ ἐκ διαιρέσεως μεθόδῳ παρακολουθοῦσι καὶ ἐκεῖνο ἕπεσθαι δείξας, τὸ συμβαίνειν τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ τὰ ἐναντία εὑρίσκεσθαι ἢ τὰ ἐναντία ἐν τῷ αὐτῷ ὁ γὰρ μύρμηξ καὶ πτερωτόν ἐστι καὶ ἄπτερον, καὶ τὸ πτερωτὸν καὶ ἄπτερον ἐν τῷ μύρμηκι), λέγει ὅλως δὲ τοῖς διαιροῦσιν ὁποιανοῦν διαφορὰν μιᾷ διαιρέσει, ἤτοι δίχα, ἀνάγκη τοῦτο συμβαίνειν, ἤγουν τὸ τὰ ἐναντία ἐν τῷ αὐτῷ εὑρίσκεσθαι καὶ τὸ αὐτὸ εἰς τὰ ἐναντία. καὶ τοῦτο θεὶς πάνυ διὰ βραχέων ᾐνίξατο, ὅπως δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, καὶ φησὶν ‘ἀλλὰ πειρατέον κατὰ γένος λαμβάνειν τὰ ζῷα ὥσπερ καὶ οἱ πολλοὶ ποιοῦσιν᾿. παράγει δὲ πολλοὺς συνῆ θὼς· σύνηθες γὰρ αὐτῷ μαρτύρασθαι καὶ τὴν τῶν πολλῶν ὑπόληψιν, ὅταν συμφωνῇ τῇ ἀληθείᾳ. δεῖ οὖν κατὰ γένος πειρᾶσθαι λαμβάνειν τὰ ζῷα· πῶς δέ, ῥητέον οὕτω. τοῦ ζῴου τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ πεζόν, τὸ δὲ ἔνυδρον· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πολύπουν, τὸ δὲ δίπουν· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι λεπιδωτὸν τὸ δὲ φολιδωτόν· πάλιν τοῦ ζώου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον. καὶ | διαιρετέον τὸ ζῷον εἰς ὅσα ἂν διαιρεθῆναι 76 δύνηται. εἶτα βλεπτέον εἰς ποῖα τῶν τῆς διαιρέσεως ὁ ὄρνις ἐμπεσεῖν δύναται, κἄν μὲν ἐμπίπτῃ φέρε εἰπεῖν εἰς τὸ πτερωτόν, εἰς τὸ ἔναιμον, εἰς τὸ δίπουν, εἰς τὸ ῥυγχωτόν, ῥητέον ‘ὄρνις ὄρνις ἐστὶ ζῷον πτερωτὸν δίπουν ῥυγχωτόν· καὶ ἐπὶ τοῦ ἰχθύος ὁμοίως, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτως οὖν τὰ τοῦ ζῴου γένη πειρατέον λαμβάνειν ἐπιδιαιρέσεις ποιουμένους τοῦ ζῴου, ἀλλ’ οὐχὶ ἑκάστης τῶν διαιρέσεων ὑποδιαιρέσεις· κἀν οὕτω ποιῶμεν, τά τε γένη καὶ τὰ εἴδη ληψόμεθα καὶ τὰ ἑπόμενα ἄτοπα τοῖς τὰς ὑποδιαιρέσεις ποιουμένοις φευξούμεθα· εἵπετο γὰρ αὐτοῖς πρὸς ἄλλοις πολλοῖς καὶ τὸ εἶναι εἴδη τῆς στερήσεως ἢ μὴ εἶναι τὴν στέρησιν διαφοράν. ἡμῖν δὲ ὥσπερ λέγομεν ποιουμένοις οὐχ ἕψεται τοῦτο· ἐκεῖνοι γὰρ λέγοντες ὅτι τοῦ ζῴου τὸ μέν ἐστι πτερωτὸν τὸ δὲ ἄπτερον, καὶ ἑκάτερον τούτων ὑποδιαιροῦντες καὶ λέγοντες ‘τοῦ δὲ πτερωτοῦ τὸ μέν ἐστι σχιζόπτερον δὲ ἀσχιδές, καὶ τοῦ ἀπτέρου τὸ μέν ἐστι πολύπουν τὸ ὅ οὐ πολύπουν᾿, καὶ ἐπὶ τοῦ ἀναίμου καὶ τῆς ἀναιμίας καὶ τῶν ἄλλων ὁμοίως ποιοῦντες, οὕτως οὖν ἐκεῖνοι ποιοῦντες ἀναγκαίως αὐτοῖς εἵπετο τὸ εἶναι εἴδη τῆς στερήσεως, ἤγουν τοῦ ἀπτέρου τὸ πολύπουν καὶ τὸ μὴ πολύπουν, ἢ μὴ εἶναι τὸ ἄπτερον διαφοράν. ἡμεῖς δὲ τὰς διαιρέσεις ποιοῦντές φαμεν ‘τοῦ ζῴου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον, καὶ τοῦτο εἰπόντες οὐχ ὑποδιαιροῦμεν τούτων ἑκάτερον, ὥστε ἐκ τούτου συμβαίνειν καὶ ἡμῖν εἴδη [*](1 ὁποιαοῦν διαφορᾷ libri, sed cf. v. 7 et Arist. vulg. 3 τῇ scripsi: τῆς P: om. Sa 4 ἕπεται Pa 6 τὸ πτερὸν S 8 ἤγουν] ἡ ὡς a 10. 11 λαμβάνειν κατὰ τὸ γένος S 12 μαρτύρεσθαι S 18 post ποῖα add. ἄν Pa 20 εἰς τὸ ῥυγχωτὸν post εἰπεῖν (19) ponit S ὁ ὄρνις S 22 γένη post λαμβάνειν ponit S ποιούμενοι S 23 post ζῴου add. ἤτοι τοῦ ζώου S 29 ὑποδιαιροῦντα a 33 ἤγουν] ἡ ὡς a)

16
ποιεῖν τῆς ἀναιμίας, ἀλλὰ πάλιν ἐπιδιαίρεσιν τοῦ ζῳου ποιούμεθα λέγοντες τοῦ ζώου τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ἀμφίβιον τὸ δὲ χερσαῖον τὸ δὲ ἔνυδρον, εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πελάγιον τὸ δὲ πετραῖον, καὶ τὸ μὲν ἀγελαῖον τὸ δὲ μοναδικόν. καὶ οὕτω διαιρήσαντες τὸ ζῶον εἰς ἅπαντα ὅσα ἄν διαιρεθῆναι δύνηται, ὁρῶμεν εἰς τίνας τούτων ἐμπίπτειν ὁ ἄνθρωπος ἢ ὁ κόραξ ἢ ἄλλο ὁποιονοῦν δύναται, καὶ συντιθέντες ἀποτελοῦμεν τὸ ζητούμενον εἶδος. ὥστε καὶ τὸ ἔναιμον μετὰ καὶ ἄλλων τινῶν οἷον φέρε εἰπεῖν τοῦ ὑπόποδος, τοῦ πτερωτοῦ συντεθὲν εἶδος μὲν ποιήσει, ὥσπερ καὶ αἱ ἄλλαι, εἴδη δὲ αὐτοῦ οὐκ ἔσται· οὐ γὰρ ὑποδιαίρεσιν αὐτοῦ πεποιήκαμεν, ὥσπερ οἱ τὰς διαιρέσεις οὕτω ποιοῦντες.

Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι πρὸς σαφήνειαν τῶν λεχθησομένων, ὅπως τὰς διαιρέσεις γίνεσθαι ὁ δαιμόνιος οὗτος βούλεται· λοιπὸν δ᾿ ἐπὶ τὰ ἑξῆς ἰέναι. δεῖ, φησί, πειρᾶσθαι λαμβάνειν κατὰ γένος τὰ ζῷα· ἔχοντες γὰρ ἁπάσας τἀς τοῦ ζῴου διαιρέσεις οὕτως ληψόμεθα τὸν ὄρνιν, τὸν ἰχθύν, τὰ ἄλλα· καὶ ἐπεὶ πάλιν τούτων ἕκαστον. τοῦ τε ὄρνιθος, ἰχθύος καὶ τῶν ἄλλων, εἰς πολλὰ διαιρεῖται (τούτου γάρ ἐστι δηλωτικὸν τούτων δ’ ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς) εἴς τε μακρόπτερα καὶ βραχύπτερα καὶ εἰς ἄλλα πλεῖστα, ἔχοντες οὖν καὶ τούτων τὰς τοιαύτας διαφορὰς ἐν τῇ τοῦ ζῴου διαιρέσει (εἰς ἅπαντα γὰρ ὅσα ἦν διαιρεθῆναι διῄρηται τὸ ζῶον) ληψόμεθα καὶ τὰ τούτων εἴδη, τὸν κόρακα, τὴν κορώνην, τὸν δελφῖνα, τὸν λάβρακα, τὰ ὅμοια. εἰπὼν δὲ ὅτι τούτων ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς ἐπήγαγεν οὕτω μὲν γὰρ ἤτοι οὐκ ἔστι τὸ παράπαν λαβεῖν, τουτέστιν οὕτω μὲν ἐκ τῆς διχοτομίας τῆς κατὰ Πλάτωνα ἢ οὐκ ἔστι τὰ εἴδη λαβεῖν (εἰς πλείους γὰρ διαφοράς, ὥσπερ ὁ μύρμηξ εἰς πτερωτὸν καὶ ἄπτερον) ἡ μία μόνον διαφορὰ ἔσται, ἥτις ἢ ἐκ συμπλοκῆς ἢ ἁπλῶς ποιήσει τὸ τελευταῖον εἶδος. εἰδοποιείσθω λόγου ἕνεκα τὸν ἄνθρωπον τὸ δίπουν· εἰ οὖν λέγει τις ‘ἄνθρωπός ἐστι ζῷον δίπουν᾿, ἁπλῆ αὕτη, εἰ δὲ λέγει ἄνθρωπός ἐστι ὑπόπουν δίπουν', ἐκ συμπλοκῆς. συνέπλεξε γὰρ τὸ ὑπόπουν τῇ ἑαυτοῦ διαφορᾷ· τὸ γὰρ δίπουν διαφορὰ ὑπόποδός ἐστιν. εἴτε δὲ ἀπλῶς εἴτε συμπεπλεγμένως τοῦτο ποιεῖ, συμβήσεται τὸ ἔναγχος λεχθέν, λέγω δὴ τὸ δὶς λαμβάνειν τὸ ὑπόπουν. ἐπεὶ δέ τις ἔμελλε προχείρως ἐνίστασθαι καὶ λέγειν ἀλλ’ οὐ ληψόμεθα τῆς τοῦ ὑπόποδος διαφορᾶς ἄλλην διαφοράν, οἷον τὸ δίπουν, ὥστε συμβαίνειν δὶς τὸ ὑπόπουν λαμβάνειν, ἀλλὰ ἑτέραν, ἥτις οὐκ ἔσται ὑπὸ τὸ ὑπόπουν· εἴποιμεν γὰρ ἄν, φησίν, οὕτω· τοῦ ζῴου τὸ μὲν [*](6 τίνας τούτων] fort, addendum διαιρέσεις 7 ἄλλο ὁποιοῦν a συντιθέντες scripsi: συντεθεν PS: συντεθέντα a 8 ἀποτελούμενον a τὸ ζητούμενον om. a 9 εἰπεῖν om. Pa συντεθέντα Pa 10 αἱ om. a αὐτῶ S οὐδὲ γὰρ Sa 12 μὲν πρὸς σαφήνειαν εἴρηται τῶν S 13 γίνεσθαι—πειρᾶσθαι (14) in marg. add P 15. 16 τὸν ἰχθὺν τὸν ὄρνιν coll. S 19 βραχύπτερα] κοντόπτερα P: κουλεόπτερα a 21 καὶ] κατὰ a 22 λαύρακα Pa 25 τῆς om. a 28 fort. εἰδοποιείτω 36 εἴποιμι Pa)

17
ἐστιν ἄπτερον, τὸ δὲ πτερωτόν· ὁ δὲ κόραξ ἄπτερον μὲν οὐκ ἔστι, πτερωτὸν ἄρ. πάλιν | τοῦ πτερωτοῦ τὸ μέν ἐστιν ἥμερον τὸ δὲ ἄγριον, ὁ δὲ κόραξ ἄγριον· πάλιν τοῦ πτερωτοῦ τὸ μέν ἐστι λευκὸν τὸ δὲ μέλαν, ὁ δὲ κόραξ μέλαν. ἔστιν ἄρα ὁ κόραξ ζῷον πτερωτὸν <ἄγριον> μέλαν, καὶ οὐδέτερον τούτων δὶς εἴρηται, οὔτε τὸ πτερωτὸν οὔτε τὸ ἄγριον. εἰ δὴ ταῦτά τις ἐνιστάμενος λέγει, ‘ὥσπερ’, φησί, ‘τὸ Σωκράτης περιπατεῖ Πλάτων ἀναγινώσκει καὶ Θεμιστοκλῆς ναυαρχεῖ εἷς ἐστι ταῦτα λόγος, ἀλλὰ τῷ συνδέσμῳ εἷς, οὕτω κἀκείνους ἀναγκαῖον τοῖς συνδέσμοις ἕνα λόγον τοῦ κόρακος ποιῆσαι ἐκ τῶν τοιούτων διαιρέσεων, ἄλλως δ΄ οὐκ ἐνδέχεται. πῶς γὰρ ἐκ τοῦ πτερωτοῦ καὶ ἀγρίου καὶ μέλανος, ἑτέρων ὄντων, ὥσπερ καὶ τὸ Σωκράτης διαλέγεται ἕτερον τοῦ Πλάτων’ βαδίζει, πῶς οὖν ἐκ τούτων ἄλλως δυνατόν ἐστιν ἕνα καὶ συνεχῆ ποιήσασθαι λόγον, εἰ μὴ τῷ συνδέσμῳ; οὐ γάρ ἐστι διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον ἢ τὸ μέλαν, ἵνα φύσει ἓν γένωνται καὶ μὴ τῷ συνδέσμῳ, ἀλλ’ ἑτέρας ἀρχὴ διαφορᾶς ἄλλη γάρ τις διαφορὰ διαιρεῖται εἰς τὸ ἄγριον, ἀλλ’ οὐ τὸ πτερωτόν), ἐκεῖ δὲ κατὰ συμβεβηκός, τουτέστι κατὰ συμβεβηκὸς δὲ τὸ πτερωτὸν εἰς τὸ ἄγριον καὶ τὸ ἥμερον διαιρεῖται ἢ τὸ μέλαν καὶ λευκόν. διό, φησίν, οὐ διχοτομητέον, ἀλλ’ εὐθὺς πολλαῖς διαφοραῖς τὸ ἓν διαιρετέον, ὥσπερ προείπομεν· καὶ γὰρ οὕτω μέν, ὡς ἡμεῖς λέγομεν τὰς διαιρέσεις γίνεσθαι, ποιήσουσι διαφορὰν αἱ στερήσεις, κατὰ δὲ τὴν διχοτομίαν οὐδαμῶς· ἔσονται γὰρ εἴδη τῆς στερήσεως.

[*](p. 643b 26)

Ὅτι δ’ οὐκ ἐνδέχεται τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν οὐδὲν διαιροῦσι δίχα τὸ γένος, ὥσπερ τινὲς ᾠήθησαν.

Καὶ διὰ τούτων δείκνυσιν ὅτι ἐκ τῆς κατὰ τὴν διχοτομίαν διαιρέσεως ἀδύνατόν ἐστι λαμβάνειν τὰ καθ’ ἕκαστα εἴδη. ἰστέον δὲ ὅτι, ὅτε ἔλεγε καὶ ἐν τῷ Z τῶν Μετὰ τὰ φυσικὰ καὶ ἐνταῦθα μίαν εἶναι τὴν ἐλαχίστην διαφοράν, καθ’ ἣν εἰδοποιεῖται καὶ τὸ εἶναι τάδε τινὰ λαμβάνει τὰ εἴδη, οὐχὶ ἀρεσκόμενος τοῦτο ἔλεγεν, ἀλλ’ ὡς ἑπόμενος τοῖς τὰς διαιρέσεις δίχα ποιουμένοις. εἰ γὰρ ἐκ τοῦ ζῴου ὑπόποδος πεζοῦ φέρε ὁ ἄνθρωπός ἐστι, τὸ δὲ ὑπόπουν συνεπιφέρει τὸ πεζόν, φανερώτατον ὅτι ἐκ τοῦ ζῴου καὶ τοῦ πεζοῦ συνίσταται ὁ ἄνθρωπος. καὶ τοῦτο μὲν προλελέχθω πρὸς δήλωσιν τῆς τοῦ Ἀριστοτέλους γνώμης καὶ βουλήσεως. εἰπὼν δὲ ὅτι κἀντεῦθεν δῆλον ὡς οὐκ ἐνδέχεται οὐδὲν τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν δίχα διαιροῦσιν, ἐπήγαγεν ἁ δύνατον γὰρ μίαν ὑπάρχειν διαφορὰν [*](2. 3 ἐστὶν λευκὸν τὸ δὲ μέλαν, ὁ δὲ κόραξ μέλαν S 3 μέν ἐστιν ἥμερον τὸ δὲ ἄγριον S 4 ἄγριον addidi 5 εἴρηται δὶς coll. S 8 ἀναγκαῖον om. P 10 καὶ τοῦ ἀγρίου S 15 fort. εἰς τὸ ἥμερον καὶ τὸ ἄγριον 17 εἰς] καὶ a τὸ post καὶ om. a 26 ἐν τῷ Z τῶν Μετά τὰ φυσικὰ] c. 12 p. 1038a 19 εἶναι μίαν coll. S 27 τόδε τι Pa 28 τοῦτο] τούτῳ a 30 δὲ om. a φανερώτατα a 31 πεζοῦ] immo ὑπόποδος 33 εἰδῶν ex ὁδῶν corr. P 34 διαίρεσιν S Comment, in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 2)

18
ἕκαστον διαιρετῶν, τουτέστιν ἀδύνατον γὰρ ὑπὸ μιᾶς διαφορᾶς συνίστασθαι τὸ ἄτομον εἶδος τὸ διαιρούμενον εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ· τὸ γὰρ ἐλάχιστον πᾶν εἶδος ἐκ δύο διαφορῶν συνίσταται. εἴρηκε δὲ τὸ τῶν καθ’ ἕκαστον διαιρετῶν ἀντὶ τοῦ τῶν εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων· ὁ γὰρ ἄνθρωπος εἰς Σωκράτην καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοὺς καθ’ ἕκαστα διαιρεῖται. εἰ οὖν ἀδύνατον ἐκ μιᾶς διαφορᾶς μὴ διαιρουμένης εἰς ἄλλας διαφορὰς συνίστασθαι τὰ εἴδη, ἐκ δὲ τῆς κατὰ διαίρεσιν διχοτομίας τοιαύτας διαφορὰς δύο ἢ τρεῖς λαβεῖν οὐκ ἐνδέχεται, εἰ μὴ μίαν μόνην, πῶς οἶόν τε λέγειν ὅτι ἐκ τῆς διχοτομίας ληψόμεθα τὰ εἴδη; σαφέστερον δὲ ἔσται τὸ λεγόμενον ἐκ τοῦ παραδείγματος. κείσθω εἶναι τοῦ κόρακος ὁρισμὸν τὸ ζῷον δίπουν ῥυγχωτόν, δέον δὲ ἔστω ἐκ τῆς διχοτομίας λαβεῖν τὸν τοιοῦτον ὁρισμόν. πειρατέον οὖν κατ’ ἐκείνους οὕτω· τὸ ζῷον διαιρεῖται εἰς πτερωτὸν καὶ ἄπτερον, τὸ πτερωτὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν· ὁ δὲ κόραξ πολύπουν μὲν οὐκ ἔστι, δίπουν ἄρα. κείσθω δὲ ὅτι καὶ τὸ δίπουν τελευταία ἐστὶ καὶ ἐσχάτη διαφορὰ καὶ εἰς ἄλλας διαιρεῖσθαι μὴ δυναμένη· ἔστιν ἄρα ὁ κόραξ ζῷον δίπουν. ἀλλ’ οὐκ ἐκ τοῦ δίποδος μόνον καὶ τοῦ ζῴου ὑπόκειται συγκεῖσθαι, ἀλλὰ καὶ ἐκ τοῦ ῥυγχωτοῦ, τὸ δὲ ῥυγχωτὸν ἐκ τῆς τοιαύτης διαιρέσεως οὐδαμῶς ἐπακολουθῆσαν ἔχομεν. ἀνάγκη οὖν καὶ ἄλλην διαίρεσιν ποιήσασθαι, ἵνα ἐκ ταύτης ληφθῇ καὶ τὸ ῥυγχωτόν. εἰ οὖν, ὥσπερ λέγομεν, τὰ εἴδη ἐκ πλειόνων ἀτόμων διαφορῶν συνίσταται, ταύτας δὲ ἐκ μιᾶς διαιρέσεως λαβεῖν οὐκ ἐνδέχεται, <ἀλλ᾿> δύο ποιεῖν διαιρέσεις, εἰ δύο εἰσὶν αἱ συστατικαὶ διαφοραί, ἡ τρεῖς, ἐὰν τρεῖς, τί οὐκ εὐθὺς διαιροῦμεν τὸ ζῷον εἰς ὅσα δυνατὸν ἦν | διαιρεθῆναι, κἀκεῖθεν λαβόντες τὰς συμπληρωτικὰς τοῦ κόρακος διαφορὰς ἀπετελέσαμεν τὸν κόρακα, ἀλλὰ πολὺν χρόνον πονοῦμεν καὶ κακοπαθοῦμεν τῇ ἐκ διχοτομίας διαιρέσει; ἡ μὲν οὖν αἰτία, δι’ ἣν καὶ νῦν κακίζει τὴν διχοτομίαν διὰ τὸ μὴ δύνασθαι ἐκ ταύτης τὰ εἴδη λαμβάνειν, αὕτη ἐστίν. εἰπὼν δὲ ὅτι ἀδύνατον γὰρ μίαν ὑπάρχειν τὴν συστατικὴν διαφορὰν τῶν εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων εἰδῶν, προσέθηκε τὸ ἐάντε ἁπλᾶ λαμβάνῃ ἐάντε συμπεπλεγμένα, τουτέστιν εἴτε τὴν τελευταίαν διαφορὰν μόνην μετὰ τοῦ γένους λαμβάνει, ἡνίκα λέγει ζῷον δίπουν, εἴτε συμπεπλεγμένην, ὅταν μετὰ τῆς καθολικωτέρας, ἐπειδὰν λέγῃ ζῷον ὑπόπουν δίπουν, εἴτε οὖν ἀπλᾶ εἴτε συμπεπλεγμένα, ἀδύνατον ἐκ μιᾶς διαφορᾶς τὸ εἶδος συνίστασθαι. σαφηνίζων δὲ τί τὸ ἁπλοῦν καὶ τί τὸ συμπεπλεγμένον, προσέθηκε τὸ ἁπλᾶ μέν, ἐὰν μὴ ἔχῃ διαφοράν, τουτέστιν ἐὰν ἡ ἐσχάτη διαφορὰ μετὰ τοῦ οἰκείου γένους μόνου ληφθῇ, οἷον τὸ σχιζόπουν μετὰ τοὐ ζῴου, συμπεπλεγμένα δέ, ἐὰν ἡ καθολικωτέρα διαφορὰ μετὰ τῆς ὑπ’ αὐτὴν καὶ τοῦ οἰκείου γένους συντεθῇ, οἷον ζῷον σχιζόπουν πολυ- [*](5 καὶ prius om. Pa 12 δέ ἐστιν S 15 ἄρα om. a, in marg. add. P 16 τελευταῖον Pa 22 συνίστανται Pa ἀλλ’ addidi post ἀνάγκη supra V. add. δὴ P 26 post ἐκ add. τῆς Pa 28 τὰ εἴδη om. Pa 29. 30 τὸν καθ’ ἕκαστα S 32 λαμβάνειν S 39 συνθετὴ a)
19
σχιδές· καθολικώτερον δὲ τὸ σχιζόπουν τοῦ πολυσχιδοῦς. τὸ δὲ τοῦτο έχεια καὶ ἡ σύζευξις τῶν καθολικωτέρων διαφορῶν μετὰ τῶν μερικωτέρων ἕν τι ἐκ τῶν πολλῶν ποιεῖν, καὶ ἐπὶ τούτῳ συντιθέασι τὰ πολλά. τοῦτο δ’ ἄν, οἶμαι, ἐνδεικτικὸν εἴη τοῦ ὅτι οὐκ ἐνδέχεται ἐκ μιᾶς διαφορᾶς συνίστασθαι εἶδος τὸ οἰόνουν, ὡς ἄν εἰ ἔλεγε ‘τοσοῦτόν ἐστι χρεία πλειόνων διαφορᾶς εἰς σύστασιν παντὸς εἴδους, ὥστε καὶ ἐκεῖνοι πολλὰς λαμβάνοντες πειρῶνται ἕν τι ἐξ αὐτῶν ἀποτελεῖν’. ἀλλὰ κἄν ποτε τὸ γένος λάβωσι καὶ τὴν τελευταίαν μόνην διαφοράν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν ἢ τὸ ζῷον καὶ τὸ πολυσχιδές, ἐν τῷ λέγειν καὶ τῷ προφορικῷ λόγῳ, αὐτῇ δὴ τῇ ἐκφωνουμένῃ φωνῇ δοκεῖ ὅτι μία ἐστὶ διαφορά, κατ’ ἀλήθειαν δὲ οὐ μία ἀλλὰ πολλαὶ διὰ τὸ συνεπιφέρειν τὴν ἐσχάτην τὰς πρὸ αὐτῆς, κἂν μὴ ἐκφωνῶνται. τοσοῦτον δὲ συνεπιφέρει, ὥστε κἄν ἐκφωνηθείη ἡ τὸ πολύπουν ἢ τὸ ὑπόπουν, περίεργον καὶ μάτην εἰρῆσθαι δοκεῖ. Εἰπὼν οὖν ὅτι ἀδύνατον ἐκ μιᾶς ἀτόμου διαφορᾶς συνίστασθαι τὸ εἶδος λέγει ὅτι δὲ ἀδύνατον ἐκ μιᾶς διχοτομίας πλείους λαβεῖν τοιαύτας διαφορὰς ἤγουν ἀτόμους, δῆλον· ἀεὶ γὰρ βαδίζων ἐκ τῆς διαιρέσεως ἐπὶ τὴν ἐσχάτην μὲν βαδίζει καὶ ἄτομον διαφοράν, ἀλλ’ οὐκ ἐπὶ τὴν εἰδοποιὸν καὶ τελειωτικὴν τοῦ εἴδους· διὰ τί; διότι οὐκ ἐκ μιᾶς, ὡς πολλάκις εἴρηται, συνίσταται διαφορᾶς τὸ οἰόνουν εἶδος. αὕτη δὲ ἡ ἐσχάτη διαφορά, εἰς ἣν οἱ διχοτομοῦντες καταντῶσιν, ἢ τὸ σχιζόπουν ἐστὶ μόνον· ἢ γὰρ τὸ σχιζόπουν μόνον μετὰ τοῦ ζῴου λήψεται ὁ τὸν ἄνθρωπον λαβεῖν ζητῶν, ἢ καὶ τὰς ἐπάνω τοῦ σχιζόποδος τὸ ὑπόπουν καὶ τὰς λοιπάς· σύμπλεξιν γὰρ τὴν σύνθεσιν εἴρηκε τῶν καθολικωτέρων μετὰ τῶν μερικωτέρων διαφορῶν. ἀλλ’ εἰ μὲν ἦν ὁ ἄνθρωπος ζῷον σχιζόπουν μόνον, δυνατὸν ἦν ληφθῆναι τὸν ἄνθρωπον ἐκ τῆς κατὰ διχοτομίαν διαιρέσεως· νῦν δ’ ἐπειδὴ οὐκ ἔστιν ὑπὸ ζῴου καὶ σχιζόποδος, ἀλλὰ καὶ ἐξ ἄλλων, αἵτινες οὔκ εἰσιν ὑπὸ τὴν αὐτὴν διαίρεσιν, ἐξ ἧς τὸ σχιζόπουν ἐλήφθη, ἀλλ’ ἄλλη μὲν διαίρεσις τελευτᾷ καὶ περατοῦται εἰς τὸ σχιζόπουν, ἄλλη δὲ εἰς ἄλλο, νῦν δ’ ἐπειδὴ οὐκ ἔστι τοῦτο, ἀδύνατον ὁτιοῦν τῶν καθ’ ἕκαστον ζῴων λαβεῖν διαιρουμένους δίχα, λέγων πάλιν καθ’ ἕκαστον ζῷον τὸ εἰδι- κώτατον εἶδος.

[*](p. 644a 12)

Ἀπορήσειε δ᾿ ἄν τις διὰ τί οὐκ ἄνωθεν ἑνὶ ἐμπεριλαβόντες ἅμα ἓν γένος προσηγόρευσαν οἱ ἄνθρωποι.

Ζητήσειεν ἄν τις, φησί, διὰ τί οἱ ἄνθρωποι, ὥσπερ κόρακα, κορώνην, ἀετόν, τὰ τοιαῦτα κοινῷ ὀνόματι τῷ ὄρνιθι προσηγόρευσαν ὄρνιθας, οὐχ οὕτω καὶ τὸ πτηνὸν καὶ ἔνυδρον ἐκάλεσαν φέρε εἰπεῖν ἔμψυχον ἢ αἰσθησύνευξις [*](3 τὸν καθολικωτέρων a 5 ante εἴη add. ἄν S 7 καὶ om. S 9 καὶ τὸ δίπουν om. Pa 10 τῷ λέγειν] τῶ λόγω, sed supr. v. τῆ λέξει S 16 ἐκ τῆς μιᾶς Pa 19 διότι] ὅτι Pa 30 ζῶν Pa 34 ἐμπεριλαβόντες] λαβόντα P γένος προσηγόρευσαν] sic etiam Arist. S: post γένος add. ἄμφω Arist. vulg.)

20
τικόν, ὥσπερ ἐκεῖνα ὄρνις. εἰ γὰρ διὰ τὸ ἔχειν κοινὰ πάθη ὁ κόραξ, ἡ κορώνη, ὁ ἀετός (ταῦτα δ΄ ἄν εἶεν τὸ ῥύγχος, τὸ πτερόν, τὰ λοιπά, ὅσα κοινῶς αὐτοῖς ὑπάρχει) εἰ οὖν διὰ τὴν τῶν παθῶν κοινωνίαν κοινῷ ὀνόματι ὄρνιθας αὐτὰ προσηγόρευσαν, διὰ τί οὐ καὶ τὸ πτηνὸν ταὶ τὸ ἔνυδρον; εἰσὶ γὰρ καὶ ἐν τούτοις, τῷ τε πτηνῷ καὶ ἐνύδρῳ, ἔνιά τινα κοινὰ πάθη. θεὶς οὖν τὴν ἀπορίαν λύει αὐτὴν λέγων ‘καλῶς τοῦτο πεποιήκασιν οἱ καὶ τὰ μὲν ἑνὶ ὀνόματι περιέλαβον, τὰ δὲ ἐχώρισαν καὶ ἄλλως μὲν ταῦτα, ἑτέρως δὲ ἐκεῖνα προσηγόρευσαν’. ὅσα μὲν γὰρ κατὰ τὴν φύσιν οὐ διαφέρει, ἀλλὰ μόνην τὴν ὑπεροχὴν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα ὑπέζευκται ἑνὶ γένει, τουτέστι ταῦθ’ ὡς ἕν τι γένος περιέλαβον καὶ κοινῷ ὀνόματι προσηγόρευσαν τόδε τι, οἷον ὄρνιν ἢ ἰχθύν. τὸ γὰρ τοῦ κόρακος πτερὸν ἢ τὸ ῥύγχος καὶ τοῦ πυργίτου ὁμοίως καὶ τῶν ἄλλων ὀρνίθων, ᾗ πτερὰ καὶ ᾗ ῥύγχη, οὐδὲν διαφέρει, μόνῳ δὲ τῷ μακρῷ καὶ βραχεῖ· τὰ μὲν γὰρ τῶν ὀρνίθων ἐστὶ μακρόπτερα, τὰ δὲ βραχύπτερα. ἀλλὰ καὶ οἱ πόδες γεράνου καὶ πυργίτου καὶ ἀλεκτορίδος καὶ ἀετοῦ τῷ μὲν σχήματι διαφέρουσιν οὐδέν, τῷ μᾶλλον δὲ καὶ ἧττον. ἀλλὰ καὶ κατὰ τὰ ἐντὸς μέρη πολλὴν ἔχουσιν ἅπαντες οἱ ὄρνιθες πρὸς ἀλλήλους τὴν ὁμοιότητα. ὅσα μὲν οὖν ἦν τοιαῦτα, ταῦτα ὑπέζευκται ἑνὶ γένει· ὅσα δὲ μὴ τῇ φύσει κοινωνεῖ ἀλλὰ διαφέρει, μόνῃ δὲ τῇ ἀναλογίᾳ ἔχουσι τὸ ταὐτόν, ταῦτα κεχώρισται, καὶ διαφόροις ὀνόμασιν ὠνόμασταί τε καὶ ὡς διάφορα φύσει νενόμισται· τίνα γὰρ κοινωνίαν φύσεως καὶ ταὐτότητα ἔχει λεπὶς καὶ πτερὸν ἢ βράγχιον καὶ πνεύμων, ὥστε ὡς μία τις φύσις λογίζεσθαι [ὁ ὄρνις καὶ ὁ ἰχθύς] καὶ διὰ τοῦτο καὶ κοινῷ ὀνόματι πρὸς τῆ ταὐτότητι τῆς φύσεως προσαγορεύεσθαι; πάντως οὐδεμίαν, ἀλλὰ μόνῃ τῇ ἀναλογίᾳ τὸ ταὐτὸν σώζει· ὃ γὰρ ἐν κόρακι ποιεῖ πνεύμων, τοῦτο ἐν λάβρακι ποιεῖ βράγχιον. τὸ δὲ τοῦτο δὲ ποιεῖν ἐπὶ πᾶσιν οὐ ῥᾴδιον εἴρηται ἀντὶ τοῦ ἐπὶ πᾶσι δὲ εὑρίσκειν κοινότητα μὲν φύσεως, ὥσπερ ἐπὶ τῶν πτερῶν καὶ τῶν ῥύγχων, διαφορὰν δὲ κατὰ μόνον τὸ μᾶλλον καὶ ἧττον οὐ ῥᾴδιον. τὰ γὰρ πλεῖστα τῶν ζῴων τῇ ἀναλογίᾳ τὸ ταὐτὸν σώζει, οὐ τῇ φύσει· εἰ δὲ τοῦτο, πῶς οἷόν τ’ ἦν ἅπαντα ἑνὶ προσαγορεῦσαι ὀνόματι.

[*](p. 644a 23)

Ἐπεὶ δὲ οὐσίαι μέν εἰσι τὰ ἔσχατα εἴδη.

Ἡ μὲν τοῦ ῥητοῦ διάνοια αὕτη ὅτι μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη γενῶν. ἐλλιπῶς δὲ πέφρασται· λείπει γὰρ τὸ τὰ διαιρούμενα εἰς τὰ ἔσχατα, λέγων ἔσχατα Σωκράτην, Πλάτων’, ἁπλῶς τὰ ἄτομα. καὶ εἴη ἄν τὸ [*](1 ἐκεῖνο Ρa ὁ] ὅ τε libri 12 πυργίτου] πτερυγίου P 15 αλεκτορίδου Pa 17 οἱ om. S ἄλληλα Pa 19 fort, ἔχει τὸ om. S 21 διάφοροι φύσεις νομίζονται S καὶ] ἡ a ταὐτότητος S 22 ἡ] καὶ S 23 ὁ ὄρνις—ἰχθύς delevi 26 λαύρακι Pa 33 αὕτη] τοιαύτη Pa 35 ἔσχατα λέγων coll. S)

21
πλῆρες τῆς λέξεως τοιοῦτον ‘ἐπεὶ δὲ μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη τὰ τὰ ἄτομα προσεχῶς διαιρούμενα, ταῦτα δὲ τὰ ἄτομα κατ’ εἶδος ἀδιάφορα', καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον λύσις ἀπορίας τινὸς δυναμένης φέρεσθαι πρὸς τὰ λεγόμενα· ἠπόρησε γὰρ ἄν τις ‘ἐπειδὴ ἐπειδὴ μᾶλλον οὐσίαι τὰ εἴδη γενῶν εἰσι, διὰ τί οὐκ ἐπὶ τῶν μᾶλλον οὐσιῶν τὰ μέλλοντα δείκνυσθαι δεικνύεις, ἀλλ’ ἐπὶ τῶν καθολικωτέρων, ἃ ἧττόν εἰσιν οὐσίαι; δεῖ δὲ τὰς δείξεις ἐπὶ τῶν μᾶλλον ὄντων ποιεῖσθαι· μᾶλλον δὲ ὄντα αἱ μᾶλλον οὐσίαι᾿. πρὸς δὴ τοιαύτην ἀπορίαν ἐπάγει ταῦτα, δυνάμει λέγων ‘ᾗ μὲν γάρ μᾶλλον οὐσίαι τὰ ἔσχατα εἵδη, ὅ τε κόραξ, κορώνη καὶ τὰ ὅμοια, δεῖ ἐπὶ τούτων τὰς δείξεις ποιεῖσθαι· ᾗ δὲ ἐκ τούτων συμβαίνει πολλάκις τὰ αὐτὰ λέγειν, ὥσπερ καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου εἴπομεν, ἀναγκαῖον τὰ καθόλου καὶ κοίνως πᾶσιν ὑπάρχοντα πρῶτον εἰπεῖν· εἰ οε πῃ καὶ ἴδια τινα πρόσεστιν αὐτοῖς, ὕστερον καὶ περὶ τούτων λελέξεται’.

[*](p. 644a 28)

Ἀπορίαν δ’ ἔχει περὶ πότερα δεῖ πραγματεύεσθαι.

Τὴν προρρηθεῖσαν ὑφ’ ἡμῶν ἀπορίαν νῦν ἐκτίθεται καὶ λύει· ἔχει γάρ, φησίν, ἀπορίαν περὶ ποῖα δεῖ τὴν πραγματείαν ποιεῖσθαι· ᾗ μὲν γὰρ οὐσία, τὸ τῷ εἴδει ἄτομον κράτιστον, τουτέστι καθὸ μὲν γὰρ οὐσία κράτιστον καὶ κυριώτατον τὸ τῷ εἴδει ἄτομόν ἐστι· τοῦτο δὲ ταὐτόν ἐστι τῶ ἐπεὶ δὲ κρατίστη καὶ κυριωτάτη καὶ μᾶλλον οὐσία ἐστὶ τὸ ἄτομον καὶ εἰδικώτατον εἶδος (μᾶλλον γὰρ οὐσία τὸ εἶδος τοῦ γένους, ὥσπερ καὶ Σωκράτης καὶ ὅλως τὰ ἄτομα τῶν εἰδῶν), εἴ τις ἐν τοῖς τοιούτοις εἴδεσι δύναται τὴν πραγματείαν οὕτω ποιεῖσθαι χωρὶς μὲν περὶ ἀνθρώπου, χωρὶς δὲ περὶ ὄρνιθος (λέγων ὄρνιθα οὐ τὸ τῶν ὀρνίθων γένος, ἀλλὰ στρουθὸν ἢ γέρανον ἢ τοιοῦτον, ὃ καὶ σαφηνίζων ἐπήγαγεν ἔχει γὰρ εἴδη τὸ γένος τοῦτο, δυνάμει λέγων ‘ἐπεὶ ὁ ὄρνις λέγεται μὲν καὶ κατὰ τοῦ | τῶν ὀρνίθων γένους, λέγεται δὲ καὶ κατὰ τῶν τοῦ ὄρνιθος εἰδῶν, κόρακος, κορώνης, τῶν ἄλλων, ὄρνιθος εἰπὼν οὐ τὸ γένος εἶπον τῶν ὀρνίθων, ἀλλ’ εἶδος ὄρνιθος), εἴ τις οὖν δύναιτο τὴν πραγματείαν ποιεῖσθαι περὶ ὁτουοῦν ὄρνι- θος, ὥστε μὴ πολλάκις λέγειν τὰ αὐτά, δικαίως ἄν τοῦτο ποιήσειεν. ὁ δέ τις, φησίν, ὄρνις ἢ στρουθός ἐστιν ἢ γέρανος, ἢ ἄλλο τι τοιοῦτον. ᾗ δὲ περὶ ἑνὸς ἑκάστου τούτων λέγων συμβαίνει πολλάκις λέγειν περὶ τοῦ αὐτοῦ πάθους διὰ τὸ κοινῶς πλείοσιν ὑπάρχειν, ταύτῃ δ’ ἐστὶν ὑπάτοπον τὸ χωρὶς περὶ ἑκάστου λέγειν. ὑπάτοπον δέ ἐστι τὸ μεταξὺ ἀτόπου καὶ μὴ ἀτόπου ὥσπερ ὑπόξηρον τὸ μεταξὺ χλοεροῦ καὶ ξηροῦ. ταῦτα εἰπὼν πάλιν ἐπικρίνει λέγων ‘ὅσα καλῶς οἱ ἄνθρωποι ὥρισαν ἤτοι συνήθροισαν καὶ ὡς [*](1 εἰσὶ om. S 1. 2 εἰς ἄτομα S 2 διάφορα S 5 ἐστὶ S 6 τὰς supr. V. P 9 fort. κόραξ καὶ ἡ κορώνη καὶ om. S 11 καὶ om. a 12 ὑπάρχοντα πᾶσι coll. S 20 τοῦ γένους τὸ εἶδος coll. S 26 ὄρνιθος] ὄρνιθα S post κόρακος add. καὶ Pa 27 εἶπον] εἶπεν a 28 οὖν] γοῦν Pa 34 χλοεροῦ] τοῦ χλωροῦ S 34. 35 ἐπικρίνει πάλιν coll. S)

22
μίαν τινὰ φύσιν καὶ ἕν τι γένος τετάχασι διὰ τὸ μὴ πολὺ διεστάναι ἀπ’ ἀλλήλων, ὁποῖόν ἐστιν ὁ ὄρνις (τοῦτον γὰρ ὡς ἕν τι γένος καὶ μίαν φύσιν νομίζεσθαι ἔθοντο διὰ τὸ μὴ πολὺ διεστηκέναι κόρακα κορώνης, καὶ τοὺς ἄλλους ὄρνιθας ἀπ’ ἀλλήλων), ὅσα μὲν οὖν τοιαῦτα, δεῖ περὶ τούτων κοινῶς λέγειν, ὅσα δὲ μὴ τοιαῦτα, καθ’ ἕκαστον, τουτέστι χωρὶς περὶ ἑνὸς ἑκάστου, οἷον χωρὶς μὲν περὶ ἀνθρώπου, ἰδίως δὲ περὶ ἵππου᾿. τίν δέ εἰσιν ἅπερ ὡς ἕν τι γένος ἐτάχθη, ἐπήγαγεν εἰπὼν ‘σχεδὸν γὰρ ὅσα μορίων ἔχει ὁμοιότητα καὶ ὅλον τὸ σῶμα, ὥρισταί τε καὶ ὡς μία τις φύσις καὶ ἕν τι γένος νενόμισται καὶ καθ’ ἑαυτὸ κεχωρισμένον καὶ τῶν ἄλλων ἀφωρισμένον εἶναι λελόγισται, ὥσπερ ὁ ὄρνις. ὁμοίως καὶ τὰ μαλάκια· καὶ ταῦτα γὰρ διὰ τὴν τῶν μορίων ὁμοιότητα ὡς γένος εἶναι διώρισαν. ἀλλὰ καὶ τὰ ὄστρεια· τὰ γὰρ μόρια τούτων οὐ τῇ ἀνάλογον ὁμοιότητι τὸ ταὐτὸν ἔχει, τῇ φύσει δὲ καὶ τῷ σχήματι τὸ διάφορον, ἀλλὰ μόνοις τοῖς πάθεσι, μεγέθει καὶ μικρότητι, λειότητι τραχύτητι, καὶ ὅλως τῷ μᾶλλον καὶ ἥττον’. ταῦτα εἰπὼν συμπεραίνεται τὸν ἅπαντα λόγον λέγων πῶς μὲν οὖν ἀποδέχεσθαι χρὴ τὴν περὶ φύσεως μέθοδον, καὶ τὰ ἑξῆς. Σαφῆ δὲ τὰ λοιπὰ διὰ τὸ τούτων τὰ μὲν εἰπεῖν αὐτὸν ἐν τῷ Περὶ οὐρανοῦ, τὰ δὲ καθαρῶς ἐνταῦθα καὶ σάφ’ ὡς ἀπαγγέλλειν. ὅμως εἰσί τινα δεόμενα βραχείας ἐπιστάσεως· ὧν οὐδὲν ἀνεξέταστον καταλειφθήσεται. αὐτίκα τὸ ἀντικαταλλάττεταί τι πρὸς τὴν περὶ τὰ θεῖα φιλοσοφίαν εἴρηται ὥσπερ ἂν εἰ ἔλεγε πρὸς ἡμᾶς τὰ φυτὰ καὶ ζῷα ‘ἄνθρωποι, εἰ καὶ τίμια καὶ θειότατα τὰ οὐράνια σώματα τυγχάνει, ἀλλ’ οὖν ἐπειδὴ ἔνεισι καὶ ἡμῖν πολλὰ θαυμάσια, ποιητέον λόγον καὶ ἡμῶν, καὶ μὴ πάντῃ καταφρονητέον᾿. μὴ κεχαρισμένα δὲ πρὸς αἴσθησιν εἴρηκε τὰ ἀηδέστατά τε καὶ εἰδεχθέστατα, οἷόν ἐστιν ὁ κοχλίας καὶ ἄλλα πάμπολλα. καὶ τὸ μὴ δυσχεραίνειν παιδικῶς ἴσον ἐστὶ τῷ οὐ δεῖ ὥσπερ τοὺς παῖδας φεύγειν τὰ μὴ ἡδέα τῶν ζῴων, ἀλλὰ προσιέναι τούτοις διὰ τὸ ἐν αὐτοῖς θαυμάσιον. τὸ δὲ περὶ Ἡρακλείτου τοιοῦτόν ἐστιν· Ἡράκλειτος ὁ καθήμενος ἐντός ποτε τοῦ ἰπνοῦ (ἰπνὸς δέ ἐστιν οἷον οἰκίδιον ἐν ᾧ τοὺς ἄρτους ἕψομεν, ἀφ’ οὗ καὶ ἰπνίτης ἄρτος λέγεται) καθήμενος οὖν ἐντὸς τοῦ ἰπνοῦ καὶ θερόμενος ἐκέλευσε τοὺς προσιόντας αὐτῷ ξένους εἰσελθεῖν· εἶναι γάρ, φησί, καὶ ἐνταῦθα θεούς· τὸ γὰρ ‘πάντα πλήρη θεῶν‘ ἐστι δόγμα. καὶ ἐπεὶ μάλιστα ἐν τοῖς τῆς φύσεως ἔργοις ἔνεστι τὸ οὗ ἕνεκα, ἕκαστον δὲ οὗ ἕνεκα τέλους ἢ ἔστιν ἢ γίνεται, ὡς τέλος τὴν τοῦ καλοῦ χώραν εἴληφε πᾶν γὰρ τὸ γινόμενον ἕνεκά τινος ὡς καλοῦ [*](2 τοῦτο γὰρ Pa 3 τὸ] τοῦ (ex τὸ) S2 4 post ἀλλήλων spatium XXVI litt. vacuum rel. S 4. 5 λέγειν κοινῶς coll. S 6 ἰδίως δὲ] καὶ ἰδίως Pa 8 fort. ὅλου τοῦ σώματος 9 ἑαυτὴν κεχωρισμένην Pa 10 ἀφωρισμένην Pa λελόγισται] νενόμισται S 15 λέγων om. S 17 αὐτὸν om. S 17. 18 ἐν τῷ Ihpi οὐρανοῦ] cf. Α 2 sqq. 19 ἐπιστασίας S 22 καὶ post γὰρ om. Pa τυγχάνει om. S ἐπεὶ S 23 καὶ ante ἡμῶν om. S 25 ἄλλα πολλὰ S 27 μὴ τὰ coll. Pa 28 τὸ δὲ—θεούς (32) σαφές δὲ καὶ τὸ περὶ τοῦ ἰπνοῦ καὶ ἡρακλείτου S 33 ἔργοις om. Pa 35 post καλοῦ add. τινὸς S)
23
ἐκείνου ἐφιέμενον γίνεται) ἐπεὶ οὗν οὕτω ταῦτα, σκεπτέον περὶ αὐτοῦ. εἰ δέ τις ἄτιμον νενόμικε τὴν θεωρίαν τῶν μερῶν, ἐξ ὧν τὰ ἄλλα ζῷ συνέστηκε, διὰ τὸ μὴ ποιεῖν ἡδύτητα τῇ αἰσθήσει, τοῦτο καὶ περὶ ἑαυτοῦ νομιζέτω· τίνα γὰρ ἡδονὴν ἐμποιεῖ καταμήνιον ἢ χιτὼν ὁ περιέχων τὸ βρέφος, ὅτε ἐξέρχεται ἐκ τῆς κοιλίας τῆς μητρός, ἢ σάρκες, νεῦρα, τὰ τοιαῦτα, ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκε; τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐκ ἔστι γὰρ ἄνευ πολλῆς δυσχερείας ἰδεῖν, ἐξ ὧν συνέστηκε τὸ τῶν ἀνθρώπων γένος, δυσχέρειαν εἰπὼν τὴν γινομένην τῇ αἰσθήσει λύπην καὶ ὡς ἄν εἴποι τις ἀηδίαν. Ταῦτα εἰπὼν πάλιν διορίζει τὰ περὶ τὴν ὕλην καὶ τὸ εἶδος λέγων δεῖ νομίζειν τὸν διαλεγόμενον περὶ οὑ|τινοσοῦν μορίου τῶν ζῴων ἢ καὶ περὶ σκεύους μὴ περὶ τῆς ὕλης μόνης ποιεῖσθαι τὴν μνήμην μηδὲ ταύτης χάριν, ἀλλὰ περὶ τῆς ὅλης μορφῆς᾿, λέγων ὅλην μορφὴν τὸ σύνθετον τὸ ἐξ ὅλης καὶ εἴδους, ἔν τε τοῖς κατὰ τέχνην, καὶ ἐν τοῖς φυσικοῖς’. ἐν τοῖς φυσικοῖς γὰρ περὶ τῆς ὅλης οὐσίας τῆς ἐξ ὕλης καὶ εἴδους ποιητέον τὴν μνείαν, ἀλλὰ μὴ περὶ τῆς ὕλης, ἥτις οὐδέποτε χωρίζεσθαι πέφυκε τῆς οὐσίας αὐτῶν. τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλὰ μὴ περὶ τούτων, ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὐτῶν. οὐδέποτε γὰρ χωρὶς τῆς οἰκείας ὕλης ἡ ἡ σὰρξ σάρξ ἐστιν ἢ ἡ χεὶρ χεὶρ ἢ ἄλλο τι τῶν τοιούτων. τὸ δὲ πράξεως τινος ἕνεκα πλήρους, τὸ πλήρους ἀντὶ τοῦ τῆς ὅλης· εἰ γὰρ ἡ χεὶρ ἕνεκά τινος πράξεως συνέστηκε καὶ ὁ ὀφθαλμός, δῆλον ὅτι καὶ τὸ ὅλον σῶμα ἕνεκα πράξεως ὅλης συνέστηκε, καὶ ὃν λόγον ἔχει τὰ μέρη πρὸς τὸ ὅλον, τὸν αὐτὸν καὶ αἱ τῶν μερῶν πράξεις πρὸς τὴν τοῦ ὅλου. λέγει δὲ καὶ τίνες αἱ κοιναὶ πράξεις καὶ τίνες οὔ· κοιναὶ μὲν οὖν, φησί, πράξεις εἰσίν, ὅσαι πᾶσιν ὑπάρχουσι τοῖς ζῴοις, κατὰ γένος δέ, ὅσων παρ’ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθ’ ὑπεροχὴν οὔσας, τουτέστιν ὅσων τὰ μέρη παρ’ ἄλληλα τιθέμενα καὶ ἐξεταξόμενα μὴ ἔχει διαφορὰς τῇ φύσει, μόνῳ δὲ τῷ μᾶλλον καὶ ἧττον· πτερὸν γὰρ πτεροῦ καὶ ῥύγχους ῥύγχος τῷ μᾶλλον καὶ ἧττον μόνῳ διαφέρουσιν.

[*](p. 645b 28)

Ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα, δῆλον ὅτι καὶ ὧν αἱ πράξεις τὸν αὐτὸν τρόπον διεστᾶσι. Τὸ λεγόμενον ὧδε ἔσται φανερόν· πρᾶξίς ἐστι καρδίας τὸ γεννᾶσθαι ἐν αὐτῇ τὸ ἔμφυτον θερμόν, πράξεις δὲ χειρός εἰσι μὲν καὶ ἄλλαι, ἀλλὰ καὶ τὸ προσάγειν τὰ βρώματα ἐν τῷ στόματι, ὀδόντων δὲ τὸ λεαίνειν αὐτά, κοιλίας τὸ δέχεσθαι καὶ ἕψειν, ἥπατος τὸ ἐξαιματοῦν. αὗται δὲ πᾶσι αἱ [*](1 περὶ αὐτῶν Pa 5 ὅτε ἐξέρχεται—εἰπὼν τὴν (8)] καὶ τὰ ἐξ ὧν ὁ ἄνθρωπος. δυσχέρειαν δὲ εἶπε τὴν S 13 τῆς τοῦ ὅλου μορφῆς S 13. 14 τὸ—εἴδους] τὸ ἐξ ὕλης καὶ εἴδους σύνθετον S 14 ἐν τοῖς φυσικοῖς] κατὰ φύσιν S 15 τῆς ἐξ— εἴδους supr. v S 15. 16 εἴδους τὸν λόγον δεῖ ποιεῖσθαι καὶ τὴν μνείαν, ἀλλ’ οὐ περὶ τῆς ὕλης, ἣ οὐδέποτε S 17 τούτων—αὐτῶν (18) in marg. P 20 τοῦ om. a 21 καὶ ὁ ὀφθαλμός om. S 25 εἰσὶ πράξεις φησίν coll. a 28 τῆς φύσεως a 35 post κοίας add. δὲ S)

24
πράξεις ἕνεκα τῆς πράξεως τῆς καρδίας εἰσί· διὰ γὰρ τὸ ἔμφυτον θερμὸν ταῦτα πάντα γίνεται· καὶ ἔστι τῇ τῆς καρδίας πράξει ἐγγύτερα ἡ τοῦ ἥπατος, πορρωτέρα δὲ ἡ τῆς κοιλίας, καὶ ταύτης ἡ τῶν ὀδόντων, καὶ ταύτης ἡ τῶν χειρῶν. τούτων οὖν προρρηθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα (αὐτίκα ἡ τοῦ ἥπατος πρᾶξις καὶ τῆς κοιλίας καὶ τῶν ἄλλων ἕνεκα τῆς πράξεως εἰσι τῆς καρδίας), ὅσαι οὗν πράξεις ἄλλων πράξεων ἢ ἄλλης ἕνεκά εἰσι, δῆλον ὅτι ὡς αἱ πράξεις πρὸς τὴν πρᾶξιν, οὕτω καὶ τὰ μόρια, ὧν αἱ πράξεις, πρὸς τὸ μόριον. ἐγγύτερα δέ, ὡς εἴρηται, ἡ τοῦ ἥπατος πρᾶξις τῇ τῆς καρδίας πράξει· καὶ τὸ ἧπαρ ἄρα ἐγγύτερον τῇ καρδίᾳ ἤπερ τἄλλα μόρια. ἐγγύτερον δὲ οὐ τῷ τόπῳ, καίτοι ἴσως καὶ τούτῳ, ἀλλ’ ὡς ἡ πρᾶξις ἔχει τὸ ἐγγύς, οὕτω καὶ τὸ μόριον· καὶ ἀντιστρέφει τὸν λόγον λέγων ὁμοίως δὲ κἄν εἴ τινές εἰσι πρότεραι πράξεις καὶ τυγχάνουσιν οὖσαι τέλος ἑτέρων πράξεων, τὸν αὐτὸν τρόπον ἕξει τὰ μόρια ὡς αἱ πράξεις καὶ αἱ πράξεις ὡς τὰ μόρια. καὶ τρίτον ὧν ὄντων ἀναγκαῖον τόδε τι ὑπάρχειν, τὸν αὐτὸν τρόπον ἕξουσιν αἱ πράξεις ὡς τὰ πράγματα, καὶ ταῦτα ὡς αἱ πράξεις. τὰ δὲ ἑξῆς σαφῆ ἕως τέλους τοῦ βιβλίου καὶ μηδεμίαν ἔχοντα δυσχέρειαν.

[*](4 ἐστι om. S 10 ἐγγυτέρω δὲ S 11 τούτῳ] τοῦτο Pa 13. 14 καὶ τυγχάνουσιν—ὡς αἱ πράξεις in marg. add. P 13 τυγχάνωσιν a Arist. P 14 αἱ post καὶ om. Pa 17 ἑξῆς ἕως τοῦ τέλους σαφῆ S τοῦ βιβλίου—δυσχέρειαν om. S)
25

μένον καὶ ὅτι δεῖ πρῶτα περὶ τῶν κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων εἰπεῖν, εἶθ’ ὕστερον περὶ τῶν ἰδίων ἑκάστῳ, ἵνα μὴ πολλάκις περὶ αὐτῶν ἀναγκάζοιτο λέγειν, καὶ ὅτι δεῖ τὰ φαινόμενα περὶ τὰ ζῷα θεωρῆσαι πρῶτον, ἔπειτα καὶ τὰς αἰτίας τούτων ζητεῖν, καὶ ποσαχῶς τὸ ἀναγκαῖον, ἔτι τε καὶ τὰς τοῦ Πλάτωνος διαιρέσεις μεμψάμενος, νῦν περὶ τῶν αἰτιῶν μέλλει ἐρεῖν. ἐκ τίνων οὖν, φησί, μορίων συνέστηκε καὶ πόσων ἕκαστον τῶν ζῴων, ζητητέον ἐν τῇ πραγματείᾳ τῇ Περὶ ζῴων ἱστορίας, ὅπου ἐν ἐννέα βιβλίοις τὰ περὶ πάντων τῶν ζῴων διαλαμβάνει, τὰς δὲ αἰτίας τούτων καὶ καθ’ ὃν τρόπον ἐτάχθη ἕκαστον παρὰ τῆς φύσεως ἐπισκεπτέον.

[*](p. 646a 12)

Τριῶν δ᾿ οὐσῶν τῶν συνθέσεων. Τρεῖς συνθέσεις λέγει ἐν ἑκάστῳ τῶν ζῴων, καὶ πρώτην τὴν ἐκ τῶν τεσσάρων στοιχείων. εἶτα ἀπορίαν ἣν ἄν τις ἠπόρησε λύει, πῶς ἐκ τῶν τεσσάρων στοιχείων συνιστάμεθα ἐναντίων ὄντων καὶ διὰ τοῦτο φθαρτικῶν ἀλλήλων, ὅτι βέλτιον εἰπεῖν συνίστασθαι τὰ σώματα τὴν πρώτην ταύτην σύνθεσιν οὐκ ἐκ τῶν στοιχείων ἀλλ’ ἐκ τῶν δυνάμεων τούτων, ψυχροῦ θερμοῦ καὶ ἔτι ξηροῦ καὶ ὑγροῦ, μᾶλλον δὲ τῶν πρώτων ὡς ποιητικῶν ἢ ἐκ τῶν δευτέρων ὡς παθητικῶν· τέως δὲ ἐκ τῶν τεσσάρων ποιοτήτων καὶ δυνάμεων, καθὼς καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε. καὶ αὕτη μὲν ἡ πρώτη σύνθεσις ἡ ἐν τῶν δυνάμεων· αἱ γὰρ δυνάμεις διὰ ταύτας εἰσί. δευτέρα σύστασις καὶ σύνθεσις ἡ ἐκ τῶν ὁμοιομερῶν καὶ τρίτη ἡ ἐκ τῶν ἀνομοιομερῶν. πᾶσαι δὲ αἱ ἄλλαι δυνάμεις ἀπὸ τούτων, [*](1. 2 Σχόλια—πραγματείας P, addito tamen uno verbo quod legi non potest: Σχόλια εἰς τὸ δεύτερον τῆς Ἀριστοτέλους πραγματείας περὶ ζώων μορίων a: σχόλια τοῦ δευτέρου β/// ἀπὸ τοῦ μέτρια μὲν οὖν S (cf. p. 36,12) 3 Εἰπὼν ἐν τῷ πρώτῳ] hinc incipit versio codicis F, de quo cf. Praef. Εἰπὼν addidi 21 ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς] Β 2 24 πᾶσαι scripsi: πῶς F)

26
οἷον εἰ πλεονάσει τὸ πυρῶδες ἢ ἀερῶδες, γίνεται τὸ σῶμα κοῦφον καὶ μανόν, εἰ δὲ πλεονάσει τὸ γεῶδες, γίνεται βαρὺ καὶ πυκνόν.

[*](p. 646a24)

Ἐπεὶ δὲ ἐναντίως ἔχει.

Γένεσιν τὴν ὕλην φησίν, οὐσίαν δὲ τὸ εἶδος. ἐπεὶ γοῦν ἐναντίως ἔχει ταῦτα· τὰ γὰρ ὕστερα τῇ γενέσει, ὥσπερ ἐστὶν ἡ οὐσία, πρότερα τῇ φύσει ἐστίν· εἰς γὰρ τὸ εἶδος καὶ τὴν μορφὴν ἀποβλέπουσα ἡ φύσις κινεῖ τὴν ὕλην, καὶ διὰ τοῦτο τὸ τῇ γενέσει τελευταῖον πρῶτόν ἐστι. καὶ τίθησι καὶ παράδειγμα ὅτι οὐχ ἕνεκα τῶν πλίνθων καὶ τῶν ξύλων ἡ οἰκία, ἀλλὰ ταῦτα τῆς οἰκίας ἕνεκα. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ "/> τῶν φυσικῶν. τοῦτο δὲ οὐ μόνον ἐκ τῆς ἐπαγωγῆς δῆλον, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. πᾶν γάρ τι, φησί, τὸ γινόμενον ἔκ τινος ὑλικοῦ εἴς τι εἰδικὸν ποιεῖται τὴν γένεσιν, καὶ ἀπ’ ἀρχῆς ὑλικῆς εἰς ἀρχὴν εἰδικὴν ἵησι· τὴν γοῦν ὕλην φύσιν φησί, τὸ δὲ εἶδος οὐσίαν. ἐκ τούτου γοῦν δῆλον ὅτι ἡ ὕλη ἕνεκα τοῦ εἴδους καὶ προτέρα ἡ ὕλη τῷ χρόνῳ, τῷ δὲ λόγῳ ἡ οὐσία καὶ ἡ ἑκάστου μορφή.

[*](p. 646b2)

Δῆλον δ’ ἂν λέγῃ τις.

Ἡ ὕλη τῶν στοιχείων ἕνεκα τῶν ὁμοιομερῶν, τὰ δὲ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν· τοῦτο γὰρ θέλων δεῖξαι ποιεῖται τὸν λόγον ἐκ τῶν τεχνητῶν ὅτι ὁ τῆς οἰκοδομήσεως λόγος ἔχει τὸν τῆς οἰκίας, ὁ δὲ τῆς οἰκίας <οὐκ> ἔχει τὸν τῆς οἰκοδομήσεως. λόγος γὰρ οἰκοδομήσεως τὸ οἰκίαν ποιῆσαι τοιανδί, λόγος δὲ οἰκίας τὸ σκέπειν καὶ φρουρεῖν τὰ ἐμπεριεχόμενα ἐν αὐτῇ. ὥστε ἡ οἰκοδόμησις ἕνεκα τῆς οἰκίας, οὐ μὴν ἡ οἰκία ἕνεκα τῆς οἰκοδομήσεως. προτέρα γοῦν τῷ χρόνῳ ἡ οἰκοδόμησις τῆς οἰκίας, ὑστέρα δὲ ἡ οἰκία. ὥστε καὶ τὰ στοιχεῖα τῶν ὁμοιομερῶν πρότερα τὰ δὲ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν. καὶ ἔσχε καὶ ταῦτα ἐπὶ τοῦ τρία ἀριθμοῦ τὸ τέλος καὶ τὸ πέρας, καθὼς ἐν τῷ Περὶ οὐρανοῦ τὸν τρία ἐξύμνει.

[*](p. 646b 14)

Πολυμόρφων δέ.

Πολυειδεῖς εἰσιν αἱ πράξεις τῆς χειρός. ἄλλη γὰρ πρᾶξις τοῦ πιέσαι καὶ ἄλλη πρᾶξις τὸ λαβεῖν καὶ ἄλλη τὸ ἀποτρέψαι. ὁμοίως καὶ τοῦ ποδός· ἄλλη γὰρ πρᾶξις τοῦ βαδίσαι καὶ ἄλλη τοῦ πατάξαι καὶ ἄλλη τοὐ ὀρχήσασθαι· πολυειδῶν γοῦν οὐσῶν τῶν πράξεων καὶ αἱ δυνάμεις, ἐξ ὧν συνίστανται τὰ μόρια, διάφοροι. δυνάμεις δέ εἰσι μαλακότης σκληρότης κραυρότης, τὰ τοιαῦτα· ἀνόμοιοι τοίνυν αἱ πράξεις, ἀνόμοιοι καὶ αἱ δυνάμεις ἐξ ὧν συνετέθησαν οὕτω τῆς φύσεως οἰκονομησάσης εἰς τὴν προσήκουσαν πρᾶξιν. τὰ γὰρ ὁμοιομερῆ κατὰ μέρος διείληφε τὰς δυνάμεις· τοῦ γὰρ ἥπατος τυχὸν τὸ μὲν μέρος σκληρὸν τὸ δὲ μαλακόν, ἢ καρδίας τὸ μὲν ὑγρὸν τὸ δὲ ξηρόν· τὰ δὲ [*](20 οὐκ addidi 26 ἐν τί Περὶ οὐρανοῦ] Α 1 p. 268a 9 sqq.)

27
ἀνομοιομερῆ κατὰ πολλὰς δυνάμεις εἰσὶ καὶ ἀλλήλαις συγκειμένας. καὶ δῆλον ἐκ τῆς χειρὸς καὶ τῶν ἄλλων τῶν ὀργανικῶν μορίων, ποδὸς καὶ τῶν τοιούτων.

[*](p. 646a27)

<Ὡς μὲν οὖν ἕνεκά τιν> ος.

Ὡς μὲν οὖν ἕνεκά τινος πράξεως ταῦτα τὰ μόρια διὰ ταύτην αἰτίαν τὴν τελικὴν δηλονότι οὕτως ἔχει. ἐπεὶ δὲ καὶ περὶ τῆς ὑλικῆς αἰτίας ζητεῖται, φανερὸν ὅτι οὕτως ἔχει ὡς πέφυκεν ἔχειν πρὸς ἄλληλα. τὰ γὰρ ἀνομοιομερῆ καὶ ἐκ πλειόνων, οἷον χεὶρ πρόσωπον πούς, τὰ δὲ ἐκ πλειόνων καὶ ἐξ ἑνὸς τὰ σπλάγχνα. ταῦτα γὰρ ἐξ ἑνὸς ὁμοιομεροῦς σύγκειται, λέγω τοῦ αἵματος, ἐκ πλειόνων δὲ σχημάτων· αὐτίκα ἡ καρδία ἔχει σχῆμα κυλινδροειδὲς καὶ κωνοειδὲς καὶ σφαιροειδές. τὰ δὲ ὁμοιομερῆ πολλὰ ἄν εἴη ὁμοιομερῆ. γράφεται καὶ ἀνομοιομερῆ. ἡ μὲν οὖν προτέρα γραφὴ τοῦτ’ ἂν βούλοιτο· ἐπεί, φησί, τὸ ἀνομοιομερὲς πολλά ἐστιν ὁμοιομερῆ, διότι ἐξ αὐτῶν σύγκειται, εἴπερ καὶ τὸ ὁμοιομερὲς ἐκ τῶν ἀνομοιομερῶν συνέκειτο, ἦν ἂν καὶ αὐτὸ ἐξ ὁμοιομερῶν συγκείμενον πολλῶν· τὰ γὰρ ἀνομοιομερῆ οὐδέν εἰσιν ἕτερα ἢ ἕκαστον πολλὰ ὁμοιομερῆ. συνέκειτο οὖν τὸ ὁμοιομερὲς ἐξ ὁμοιομερῶν, καὶ αὐτὸ ἐξ ἑαυτοῦ, ὅπερ ἄτοπον. ἡ δὲ δευτέρα τὸ ἀνομοιομερῆ εἴη ἄν τοιοῦτον· εἴπερ, φησί, τὸ ὁμοιομερὲς συνέκειτο ἐκ τῶν ἀνομοιομερῶν, ἦν ἄν καὶ αὐτὸ πολλὰ ἀνομοιομερῆ, ὥσπερ τὸ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν συνιστάμενόν ἐστι πολλὰ ὁμοιομερῆ. ἀλλὰ καὶ τοῦτο ἄτοπον τὸ εἶναι τὸ αἷμα τυχὸν (ὁμοιομερὲς γάρ) πολλὰ πρόσωπα ἢ πολλὰς χεῖρας.

[*](p. 647.10)

’H δ’ αἴσθησις ἐγγίνεται πᾶσιν.

Τὰ μὲν ὀργανικὰ μόρια ἀνομοιομερῆ εἰσι, τὰ δὲ αἰσθητήρια ὁμοιομερῆ. καὶ γὰρ ἡ αἴσθησις ἐν τοῖς ὁμοιομερέσι, διότι μία ἑκάστη τῶν αἰσθήσεων ἑνὸς γένους καὶ ὑποκειμένου δεκτική ἐστιν, οἷον ἀκοὴ ψόφων, χυμῶν γεῦσις, χρωμάτων ὅρασις, ὀδμῆς ὄσφρησις. περὶ δὲ τῆς ἁφῆς παρακατιὼν ἐπαπορεῖ, ὅτι πλειόνων αὕτη δεκτική ἐστιν. ἡ τοίνυν αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητὸν πάσχει ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ ὄντος. ὥστε εἰ ἔστι τὸ αἰσθητὸν τὸ αὐτὸ ἤτοι ἓν τῷ γένει, καὶ τὸ αἰσθητήριον λοιπὸν τὸ τούτου ἀντιληπτικὸν ἕν ἐστι καὶ ἁπλούστατον. ἢ γὰρ ὕδωρ ἐστὶν ὡς τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸ τῆς ὄψεως, ἢ ἀὴρ τὸ τῆς ἀκοῆς ἢ ἄλλο τῶν στοιχείων τὰ τῶν λοιπῶν αἰσθητηρίων, καθὼς ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν λέγει.

[*](p. 647a 15)

’Ev ὁμοιομερεῖ μέν.

τῶν ἄλλων αἰσθήσεων καὶ ὁμοιομερῶν ὄντων καὶ ἁπλῶν, ὡς ἐρρήθη, ὕδατος τοῦ ὀφθαλμοῦ καὶ τῆς ὄψεως, καὶ ἀέρος ἐπὶ τῆς ἀκοῆς, εὐλόγως [*](4 lemma ex Arist. explevi 33. 34 ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν] c. 2)

28
συμβέβηκεν ἐπὶ τῆς ἁφῆς ἔχειν μὲν ταύτην τὸ ὁμοιομερές, οὐ μὴν δὲ καὶ τὸ ἁπλοῦν, ὡς εἶναι καὶ ταύτην ἐξ ἑνὸς στοιχείου. οἷόν ἐστιν ἡ σὰρξ καὶ ὁμοιομερὲς καὶ οὐχ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν τεσσάρων συγκείμενον στοιχείων, ὅτι καὶ διάφορα τὰ ὑποκείμενα αὐτῇ θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, μαλακὸν σκληρόν, τραχὺ λεῖον, καὶ τὰ τοιαῦτα. ἡ γοῦν σὰρξ τῆς ἁφῆς αἰσθητήριον οὖσα ὡς ὀφθαλμὸς τῆς ὁράσεως, καὶ τὸ ἀνάλογον τῆς σαρκὸς ἐπὶ τῶν ἄλλων, οἱονεὶ ἐπὶ τῆς σηπίας τὸ ὀστρακόδερμον, εἰκότως ὑλικώτερον καὶ σύνθετόν ἐστιν. ἐπεὶ δὲ ἀδύνατον αἴσθησιν <μὴ> ἔχειν τὸ ζῷον, διὰ τοῦτο καὶ ὁμοιομερῆ μόρια ἔχει· ἡ γὰρ αἴσθησις ἐν τοῖς τοιούτοις, αἱ δὲ πράξεις ἐκ τῶν ἀνομοιομερῶν. ἐν δὲ τῇ καρδίᾳ ἐστὶν ἡ αἰσθητικὴ δύναμις καὶ ἡ θρεπτική· διὰ τοῦτο καὶ ἡ καρδία ἀμφότερον ἔχει.

[*](p. 647a28)

Ἧι μέν ἐστι δεκτικὸν πάντων τῶν αἰσθητῶν τῶν ἁπλῶν.

Ἐπεὶ ἡ καρδία ἢ τὸ ταύτῃ ἀνάλογον ἐν τοῖς ἀναίμοις ἐστὶ καὶ δεκτικὴ πάντων τῶν αἰσθητῶν, ἐστὶ καὶ κινητικὴ διὰ τῶν ἐνόντων αὐτῇ νεύρων, ᾗ μὲν τὰ αἰσθητήρια ὁμοιομερῆ καὶ ἀπλᾶ, τῶν ἁπλῶν καὶ αὐτὴν εἶναι μορίων συμβέβηκεν, ᾗ δὲ κινητικὴ καὶ πρακτική ἐστι καὶ αἱ πράξεις διὰ τῶν ἀνομοιομερῶν, ἀνομοιομερῆ καὶ ταύτην εἶναι. διαιρεῖται γὰρ καὶ αὕτη καθάπερ καὶ τὰ ἄλλα τῶν σπλάγχνων εἰς ὁμοιομερῆ· διὰ δὲ τὸ τῶν σχημάτων πολυειδὲς καὶ ἀνομοιομερής ἐστιν. ἠκολούθηκε δὲ ταύτῃ καὶ τὰ ἄλλα σπλάγχνα· αἱματικὴ γὰρ ἡ φύσις αὐτῶν, διότι διαλείψεις ἔχει τοῦ αἵματος ἐπὶ πόροις φλεβικοῖς· καθάπερ οὖν ὕδατος ἰλύς, οὕτω προχεῖται ἐκεῖσε διὰ τῶν φλεβῶν ἡ τοιαύτη πρόχυσις. ἐπεὶ δὲ καὶ ἡ καρδία τρέφεται ἐξ αἵματος, <εὔλογον ἐξ αἵματος> συνεστάναι· πᾶν γὰρ τὸ τρεφόμενον ὑπὸ τοῦ συγγενοῦς καὶ ὁμοίου τρέφεται, οἷον ἡ σὰρξ ὑπὸ τῆς σαρκὸς καὶ ἡ καρδία ὑπὸ τοῦ αἵματος.

[*](p. 647b10)

<Τῶν δὲ ὁμοιομερ>ῶν.

Περὶ τῶν ὁμοιομερῶν μορίων λέγει ὅτι τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ σκληρὰ καὶ στερεά, ὑγρὰ μὲν ἢ ὅλως <ἢ> ἔστ’ ἂν ᾖ ἐν τῷ ζῴῳ ἢ ὅλως]· τὸ γὰρ αἷμα ἐξελθὸν πήγνυται καὶ οὐ μένει ὑγρόν. αἷμα] ἰχὼρ οἷον αἷμα διεφθαρμένον, πιμελὴ ἡ ἐπὶ τῶν χοίρων, στέαρ τὸ ἐπὶ τῶν προβάτων, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι. τούτων γὰρ τὰ μὲν ὑγρά, τὰ δὲ μόνον μαλακά· τὰ δὲ ξηρὰ καὶ στερεὰ ὡς ἄκανθα, τὸ μεσαίτατον ὀστοῦν τοῦ ἰχθύος, νεῦρον, φλέψ. ἡ δὲ φλὲψ εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐ διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ· οὐκέτι γὰρ τὸ διαιρεθὲν λέγεται φλέψ, ἐπεὶ οὐδὲ κοιλότης ἐστὶ περιεκτικὴ αἵματος, ὅπερ ἐστὶν ὁρισμὸς τῆς φλεβός· εἰ δὲ δίχα διαιρεθῇ, διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ, καὶ φλέβες τὰ μόρια λέγονται.

[*](8 μὴ addidi 23 εὔλογον ἐξ αἵματος addidi 26 lemma ex Arist. explevi 28 ἢ addidi 28. 29 ἢ ὅλως delevi 29 αἷμα delevi 33 ἐγκαρσίως scripsi: ἐγκαρδίως F)
29
[*](p. 647b 18)

Εστι γὰρ ὡς ἐνίων.

Εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐχ ὁμώνυμα τὰ μέρη τῆς φλεβός· εἰ δὲ δίχα, ὁμώνυμα. προσώπου δὲ πρόσωπον, ὅπερ ἐστὶν ἀνομοιομερές, οὐδαμῶς ἐστιν ὁμώνυμον μεριζόμενον. τέως δὲ καὶ τοῖς ὑγροῖς καὶ τοῖς ξηροῖς πολλοὶ τρόποι τῆς αἰτίας εἰσίν. ἐκ γὰρ τῶν ὁμοιομερῶν συνέστηκε τὰ ὀργανικὰ μέρη· ἐκ γὰρ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ ἰνῶν καὶ φλεβῶν συνίσταται ταῦτα, ὥστε συμβάλλεσθαι τὰ μὲν εἰς τὸ εἶναι, ὡς ἡ γλῶττα οὐκ ἐν τῷ λαλεῖν ἀλλ’ ἐν τῷ γεύεσθαι, τὰ δὲ εἰς τὸ ἐνεργεῖν ὡς αἱ χεῖρες, τὰ δὲ ὡς τροφὴ εἶναι τῶν ἄλλων ὥσπερ τροφή ἐστιν ὁ μυελὸς τῶν ὀστῶν, εἰ καὶ ὀστεογενῆ τὸν μυελὸν Ἐμπεδοκλῆς λέγει. εἴ τι γὰρ ἔστι τὸ ἐν τοῖς σώμασιν αὐξανόμενον, ἐξ ὑγροῦ λαμβάνει τὴν αὔξησιν· εἰ δὲ καὶ ἐξ ἑτέρου ἤγουν ἐκ ξηροῦ, ἀλλ’ ὑγρανθέντος τέως. τὰ δὲ περιττώματα ἤγουν ἀφοδεύματα συμβέβηκεν εἶναι τῆς ξηρᾶς τροφῆς ὑπόστασιν, ὥσπερ τοῦ ὑγροῦ τὸ οὖρον.

[*](p. 647b 29)

Αὐτῶν δὲ τούτων.

Τῶν αἱμάτων αἰ διαφοραὶ πρὸς ἄλληλα τοῦ βελτίονος ἕνεκεν. ὡς γὰρ τὸ παχύτερον ἰσχύος ποιητικώτερον, οὕτω τὸ λεπτότερον νοήσεως. διαφέρει δὲ αἷμα αἵματος καὶ ἐν ἄλλω καὶ ἄλλῳ ζῴῳ καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τοῦ ζώου σώματι, οἷον ἄλλο αἷμά ἐστι πρὸς τὰ ἄνω μέρη καὶ ἄλλο πρὸς τὰ κάτω. μὴ μόνον δὲ ἐπὶ τοὐ αἵματος ἐν τοῖς ἐναίμοις ἔστι διαφορά, ἀλλὰ καὶ τοῦ ἀναλόγου τῷ αἵματι ἐν τοῖς ἀναίμοις. καὶ γὰρ μέλιττα καὶ μυῖα ἄναιμα, ἀλλ’ ἡ μέλιττα πολλῶν ἀναίμων φρονιμωτέρα τὴν φύσιν ἐστίν. ὅρα γὰρ τὴν ἐργασίαν αὐτῆς καὶ τὰς ἑξαγώνους σύριγγας· ἰδὲ πάλιν καὶ τοῦ ἀράχνου τὴν ἱστουργικὴν ἐπιστήμην ἐς τὸ τὰς μυίας ἁλίσκεσθαι.

[*](p. 648a 9)

Ἄριστα δέ.

Ἧι μὲν γὰρ λεπτὸν τὸ αἷμά ἐστι, ποιεῖ αὐτὰ φρόνιμα, ᾗ δὲ θερμόν, ποιεῖ αὐτὰ ἀνδρεῖα. διὰ τοῦτο πρός τε ἀνδρείαν καὶ πρὸς φρόνησιν ἔχει καλῶς τὰ τοιαῦτα τῶν αἱμάτων. διὸ διαφέρει καὶ ἐν τῷ ἑνὶ ζῴῳ τὸ αἷμα κατὰ τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὸ θῆλυ <πρὸς> τὸ ἄρρεν καὶ τὰ δεξιὰ μέρη πρὸς τὰ ἀριστερά. ὥσπερ δὲ ἐπὶ τοῦ αἵματος ἔχει, ὅτι ἐστὶ διαφορὰ αὐτοῦ καὶ ἐπὶ διφόρων σω<μάτων τῷ εἴδει> καὶ ἐπὶ διαφόρων τῷ ἀριθμῷ, ὡς ἐπὶ ἀνδρὸς καὶ γυναικός, καὶ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου τῷ ἀριθμῷ κατὰ τὰ ἄνω καὶ τὰ κάτω καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερά, οὕτω καὶ ἐπὶ τῶν ἄλλων μορίων ἔχει τῶν τε ὁμοιομερῶν καὶ τῶν ἀνομοιομερῶν. ἔχουσι γὰρ μὴ μόνον πρὸς ἄλληλα ταῦτα διαφοράν, ἀλλὰ καὶ [*](2 ἐγκαρδίως P 21 ἐναίμοις F 22 ἀναίμων] sic etiam Arist. ESUV: ἐναίμων Arist. vulg. 26 λεπτὸν scripsi: χαλεπὸν F 29 πρὸς addidi 31 σωμάτων— εἴδει] σω deinde IX litt. evanidae F)

30
αὐτὰ πρὸς ἑαυτὰ ἔν τε ἄλλοις καὶ ἄλλοις ζῴοις καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τῷ ἀριθμῷ, τὰ σπλάγχνα καὶ αἱ χεῖρες καὶ αἱ κεφαλαὶ καὶ τὰ λοιπά.

[*](. 648a 23)

<Πολλῶν> γὰρ ἡ φύσις.

Πολλῶν γὰρ μορίων φύσις ἀνάγεται εἰς ταύτας τὰς ἀρχὰς ἤτοι τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον εἰπεῖν περὶ θερμοῦ καὶ ψυχροῦ. ἀμφισβητοῦσι γὰρ πολλοί, φησί, ποῖα τῶν ζῴων θερμὰ καὶ ποῖα ψυχρά, καὶ λέγουσί τινες τὰ ἔνυδρα θερμά, τὰ δὲ πεζὰ ψυχρά, καὶ τὰ ἄναιμα θερμά, τὰ δὲ ἔναιμα ψυχρά, καὶ τὰ θήλεα θερμά, ὡς Παρμενίδης, τὰ δὲ ἄρρενα ψυχρά· διὰ τοῦτο γὰρ καὶ πολυαίμους γίνεσθαι τὰς γυναῖκας καὶ τοῖς καταμηνίοις συνέχεσθαι· Ἐμπεδοκλῆς τοὐναντίον φησίν. οἱ δὲ λέγοντες τὰ ἄναιμα θερμότερα τῶν ἐναίμων τάχα ἄν εἴποιεν καὶ αἰτίαν, ὅτι οὐκ ἐχώρησεν ἡ φύσις προστιθέναι καὶ αἷμα τοῖς τοιούτοις ἀναίμοις θερμοῖς οὖσι, μή πὼς πάντῃ θερμανθέντα ἀπόλωνται.

[*](p. 648a 33)

Εἰ δ’ ἔχει τοσαύτην.

Τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναργέστατον περὶ τὴν αἴσθησίν ἐστιν. εἰ γοῦν περὶ ταῦτα τὰ ἐναργῆ ἐστιν ἀμφισβήτησίς τισι, τί ἂν ποιήσαιεν ἐκεῖνοι περὶ τῶν ἄλλων, ἤγουν τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ; ἐπεὶ δὲ φιλόσοφοί εἰσιν οἱ περὶ τούτων ἀμφισβητοῦντες, δεῖ μὲν ὑπολαμβάνειν εὐλόγως τούτους καὶ παρά τινα αἰτίαν εὔλογον ἀμφισβητεῖν. ἔοικε γοῦν διὰ τὸ πολλαχῶς λέγεσθαι οὐχ ἁπλῶς τὸ θερμὸν ἀλλὰ τὸ θερμότερον ταῦτα λέγειν ἐκείνους τὰ ἐναντία. ἕκαστος γὰρ τἀναντία λέγων δοκεῖ τι λέγειν. διὸ ἐπεὶ περὶ φυσικῶν πραγμάτων ζητοῦμεν, ποῖα θερμὰ καὶ ποῖα ψυχρά, δεῖ μὴ λανθάνειν κατὰ ποῖον σημαινόμενον πολλαχῶς λεγομένων τούτων δεῖ λέγειν ἐπὶ τούτοις· ταῦτα γάρ εἰσι καὶ αἴτια σχεδὸν παρὰ τὰς ἄλλας ἐναντιώσεις καὶ ζωῆς καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ νεότητος καὶ γήρως καὶ νόσου καὶ ὑγείας καὶ τῶν λοιπῶν.

[*](p. 648b 12)

Ἕνα μὲν οὖν τρόπον.

῾Εξαχῶς φησι τὸ θερμότερον· πρῶτον μὲν ὑφ’ οὗ μᾶλλον θερμαίνεται τὸ ἁπτόμενον, ὡς τὸ ζέον ὕδωρ μᾶλλον θερμαίνοι ὅν τὸν ἁψάμενον αὐτοῦ παρὸ τὸ πῦρ· τὸ γὰρ πῦρ φθάνει διαφορεῖσθαι διὰ τὴν λεπτομέρειαν. δεύτερον τὸ μᾶλλον αἴσθησιν ἐμποιοῦν, ὡς ὁ πεπυρακτωμένος σίδηρος θερμότερος πυρός. τρίτον ἐὰν μετὰ λύπης ἤτοι ἀλγηδόνος ἐμποιεῖ τὴν αἴσθησιν τῷ αὐτοῦ θιγγάνοντι· μᾶλλον γὰρ ἄν ἐκεῖνον λυπήσοι ὁ πεπυρακτωμένος σίδηρος παρὸ τὸ πῦρ. ἔστι δ’ ὅτε δοκεῖ τοῦτο ψεῦδος· πολλάκις γὰρ ἡ [*](3 lemma explevi ex Arist. 9 πολυαίμου (v litt. evanid.) σθαι γίνεσθαι F 27 Ἕνα—οὖν] ἐναντίον F 29 ἄν] ἐν F 33 ἄν ἐκεῖνον scripsi: c. ΙΧ litt. evanidae F 34 παρὸ] παρὰ F)

31
οὐ παρὰ τοῦτο ῥηθήσεται τὸ ψυχρὸν ὕδωρ ἀπλῶς θερμόν, ἀλλ’ ὡς πρὸς τὴν τοιάνδε ἕξιν τῆς σαρκός. τέταρτον τὸ τηκτικώτερον· τὸ γὰρ πῦρ τήκει πλέον τοῦ ξύλου τοῦ ἁπτομένου. πέμπτον τὸ πλέον πῦρ τοῦ ὀλίγου πυρός. ἕκτον τὸ θαλάσσιον ὕδωρ ὡς μὴ ταχέως ψυχόμενον θερμότερον τοῦ ἄλλου. ἕβδομον τὸ θᾶττον θερμαινόμενον ὡς τὸ ποτάμιον ὕδωρ. ἐκβληθέντος οὖν τοῦ μετὰ λύπης ἓξ ἐγκαταλείπονται.

[*](p. 648b 26)

Θερμαίνει μὲν γάρ.

Τίθησιν ἐντεῦθεν τὰ παραδείγματα τῶν τοῦ θερμοῦ τρόπων. τοῦ γοῦν πρώτου τρόπου ὅτι θερμότερον τὸ ζέον ὕδωρ τῆς φλογός, τοῦ δὲ τρίτου παράδειγμα καίει δὲ καὶ τήκει τὸ καυστὸν καὶ τηκτὸν ἡ φλόξ, τὸ δ ὕδωρ οὐδέν. τοῦ δὲ τετάρτου ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, τοῦ δὲ πέμπτου τὸ ψύχεται δὲ καὶ θᾶττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός. [τοῦ δὲ τρίτου τὸ ἔτι δὲ θερμότερον μὲν κατὰ τὴν ἁφὴν τὸ ζέον, ψύχεται δὲ θᾶττον καὶ πήγνυται τοῦ ἐλαίου.] τοῦ δὲ ἕκτου τὸ ἔτι δὲ λίθοι καὶ σίδηρος καὶ τὰ τοιαῦτα.

[*](p. 648b35)

Πρὸς δὲ τούτοις τῶν λεγομένων μένων θερμῶν.

Καὶ πρὸς τούτοις ἄλλην αὖθις διαφορὰν λέγει τῶν λεγομένων θερμῶν, καὶ ὅτι τὰ μὲν οἰκείαν ἔχει τὴν θερμότητα <τὰ δὲ ἀλλοτρίαν> καὶ ἢ ἀλλοτρίαν ἢ οἰκείαν πλεῖστον διαφέρει. θάτερον μὲν γὰρ αὐτῶν οἱονεὶ τὸ ἔχον ἀλλοτρίαν τὴν θερμότητα κατὰ συμβεβηκὸς θερμὸν ἄν εἴη, ὥσπερ καὶ ὁ μουσικὸς θερμότερος τοῦ ἄλλως πὼς καὶ εἰς ὑγείαν διακειμένου, διότι πυρέττει. οὐ γὰρ ὁ μουσικὸς θερμότερος, ἀλλ’ ὁ πυρέττων πρὸς τὸν μεθ’ ὑγείας θερμόν. ἐπεὶ δὲ τὸ μὲν αἷμα ὡς οἰκείαν ἔχον τὴν θερμότητα καθ’ αὑτὸ θερμόν, τὸ δὲ ὕδωρ ὡς ἀλλοτρίαν ἔχον τὴν θερμότητα κτὰ συμβεβηκός, ψύχεται μὲν βραδύτερον τὸ καθ’ αὑτὸ θερμόν, ὅτι οἰκεῖον ἔχει τὸ θερμὸν ὡς αἷμα καὶ ἔλαιον, μᾶλλον δὲ θερμαίνει τὴν αἴσθησιν τὸ κατὰ συμβεβηκὸς θερμόν, διότι ξένην καὶ ἀλλοτρίαν δεξάμενον τὴν θερμότητα παρὰ λόγον ἔχον ταύτην καὶ πλείονα τοῦ εἰκότος εἰκὸς δέξασθαι τοῦτο τὴν θερμότητα. εἰς δὲ τὴν καῦσιν τὸ ἀνάπαλιν γίνεται· τὸ γὰρ καθ’ αὑτὸ θερμὸν μᾶλλον καίει ἢ τὸ κατὰ συμβεβηκός, ἤγουν φλὸξ τοῦ ζέοντος ὕδατος. ὥστε τὸ κρῖναι ὁποῖον θερμότερον δυοῖν ὄντοιν οὐχ ἁπλοῦν ἐστιν.

[*](p. 649a 13)

Ἔνια δὲ τῶν τοιούτων.

Εἰσί τινα τῶν θερμῶν ἅπερ οὐκ ἔστιν εἰπεῖν ἁπλῶς ἢ θερμὰ ἢ οὐ θερμά. οὔτε γὰρ κατὰ συμβεβηκὸς ἔχουσι τὸ θερμὸν οὕτως ὥστε γίνεσθαι [*](14 ἔτι] ὅτι F τοῦ δὲ—ἐλαίου (16) delevi 19 τὰ—ἀλλοτρίαν addidi 23 διακειμενης F ὁ μουσικὸς] /// ικ /// F 36 οὔτε] οὕτω F)

32
καὶ ἀπογίνεσθαι ἐν αὐτοῖς τοῦτο δὴ τὸ θερμόν, καὶ μένειν ἐκεῖνο οἷόν ἐστιν, ὥσπερ [τῷ] ἐν τῷ λίθῳ θερμῷ, οὔτε αὖθις φύσει καὶ ἀρχῆθεν ἔχουσι τὸ θερμὸν ὥσπερ ὁ ἥλιος, εἰ μή γε καὶ περὶ τούτου ἔστιν εἰπεῖν κατά τινας τῶν φυσικῶν ὅτι ἐκ τῆς ταχυτῆτος τὸ θερμὸν λαμβάνει τίνα δέ εἰσι ταῦτα τὰ μὴ ἁπλῶς θερμὰ ἢ οὐ θερμά; ὥσπερ τὸ αἷμα, φησίν· τοῦτο γὰρ θερμόν ἐστιν, ἀλλ’ οὔτε κατὰ συμβεβηκὸς ἔχει τὸ θερμόν, ὥστε γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν αὐτῷ τὸ θερμόν, μένειν δὲ ἐκεῖνο καὶ πάλιν αἷμα, οὔτε μὴν φυσικῶς καὶ ἀρχῆθεν ἐξ αὐτῆς δὴ τῆς φύσεως τῆς ὑποκειμένης αὐτῷ· τὸ γὰρ φλέγμα ψυχρὸν ὂν ὕλη τοῦ αἵματός ἐστι. καὶ τί λέγω περὶ αἵματος, φησίν, ὅπου γε καὶ αὐτὸ τὸ πῦρ τοιοῦτόν τι ἐστί; τὸ γὰρ ὑποκείμενον τῷ πυρὶ ἢ καπνὸς ἢ ἄνθραξ ἐστίν· ὁ δὲ καπνὸς θερμὸν μέν οὐ μὴν δὲ ὡς τὸ πῦρ, ἀλλὰ πρὸς τοῦτο συγκρινόμενον ψυχρόν ἐστιν· ὁ δὲ ἄνθραξ ἀποσβεσθεὶς ψυχρός ἐστιν. ἔλαιον δὲ καὶ πεύκη ἤγουν ῥητίνη ἄλλον τρόπον θερμόν, ὅτι γίνοιντο ἂν καὶ ψυχρά, μείναντα ἔλαιον καὶ ῥητίνη·

[*](p. 649a24)

Ἔχει δὲ θερμότητα.

Ἀλλὰ λαμβάνουσι τὴν θερμότητα ἐν τῷ πυρωθῆναι, οἷον κονία ἄσβεστος καὶ τέφρα καὶ κτὰ ἀνάλογον ταύτης καὶ τὰ ὑποστήματα τῶν ζῴων, αἱ ἀφοδεύσεις· κἀκεῖνα γὰρ θερμά εἰσιν ὡς ἡ τέφρα. ἀλλὰ καὶ ἐκ τῶν περιττωμάτων ἡ χολή, ἣν ὠχράν φασιν οἱ ἰατροί. ἄλλον τρόπον πάλιν θερμόν ἐστιν τὰ πίονα ἐν τῷ ταχὺ θερμαίνεσθαι καὶ τὸ δυνάμει εἰς ἐνέργειαν γίνεσθαι. τὸ οὖν θερμὸν καὶ πήγνυσι καὶ τήκει ἤγουν διαλύει) καὶ τὸ ψυχρὸν ὁμοίως. καὶ λέγει περὶ τοῦ ψυχροῦ ὅτι τὰ ἐξ ὕδατος συνιστάμενα πήγνυσι τὸ ψυχρὸν ὡς τὸν κρύσταλλον, τὰ δὲ <γῆς ὄντα> πῦρ, ὡς τὸν κέραμον. καὶ τὰ θερμὰ πήγνυται ὑπὸ τοῦ ψυχροῦ ταχὺ μὲν καὶ ἀλύτως ὅσα μᾶλλον γῆς, λυτῶς δὲ [καὶ] ὅσα ὕδατος, ὡς τὸ πηγνύμενον ὕδωρ.

[*](p. 649b 1)

Οὐ τὸν αὐτὸν τρόπον.

Τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, ὥς φασιν ἐξηγηταί, Ἀριστοτέλης πρῶτος ἢ κομιδῇ σὺν ὀλίγοις εὗρε καὶ ἐπλάτυνε, δι’ ὧν ἀμφιβαλλόμενα τοῖς παλαιοῖς φιλοσόφοις συνεβίβασεν, ὥσπερ ἀρτίως καὶ περὶ αἵματος. ψυχρὸν γὰρ εἰπόντων αὐτό τινων θερμοῦ φανεροῦ φαινομένου συμβιβάζει ὁ φιλόσοφος ὅτι τὸ μὲν τί ἦν εἶναι ἤγουν τὸ εἶδος αὐτό, ὅπερ φησὶ συνδυαζόμενον, ἤγουν μετὰ τῆς ὕλης, θερμόν ἐστιν, ἡ δὲ τοῦ αἵματος ὕλη ψυχρά· φλέγμα γὰρ ψυχρὸν ἡ τοῦ αἵματος ὕλη. ἔτι, φησί, καὶ κτὰ τὸ δυνάμι καὶ τὸ ἐνεργείᾳ πολλὰ καὶ ψυχρά εἰσι κατ’ ἐνέργειαν καὶ θερμὰ κτὰ δύναμιν ὡς τὰ ψυχρά ὕδατα, καὶ θερμὰ πάλιν κατ’ ἐνέργειαν καὶ ψυχρὰ κατὰ δύναμιν ὡς τὰ ζέοντα ὕδατα·

[*](2 τῷ prius delevi 3 μή] μὲν F 10 φησίν] φύσιν F 13 ῥυτίνη F 17 τῶν ζῴων] τῆς ζωῆς F 19 ἣν] καὶ F φασιν] φ/// F 21 οὑν] νῦν F τήκει] /// φεῖ F 23 γῆς ὄντα] litt. VII evanidae F 25 εὐλύτως F post γῆς spatium IX litt. vacuum rel. F καὶ delevi ὕδατα F)
33
[*](. 649b 9)

Ἐχόμενον δέ.

Εἰπὼν περὶ τῶν ποιητικῶν δυνάμεων θερμοῦ καὶ ψυχροῦ νῦν λέγει καὶ περὶ τῶν παθητικῶν ξηροῦ καὶ ὑγροῦ· οὕτω γὰρ λέγει ταύτας τὰς τέσσαρας δυνάμεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. εἰσὶ γοῦν τά τε ξηρὰ καὶ ὑγρὰ τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ. πᾶν γὰρ πεπηγὸς ὑγρὸν ξηρὸν μὲν ἐνεργείᾳ καὶ κατὰ συμβεβηκός, δυνάμει δὲ καὶ καθ’ αὑτὸ ὑγρόν. γῆ δὲ καὶ τέφρα μιχθέντα ὑγρῷ ἐνεργείᾳ μέν εἰσι καὶ κατὰ συμβεβηκὸς ὑγρά, καθ’ αὑτὰ δὲ καὶ δυνάμει ξηρά. διακριθέντα δὲ τὰ ἀπὸ τοῦ ὕδατος ὑγρὰ καὶ ἀναπληστικά. τί δὲ τοῦτό ἐστιν; ὅτι ὑγρόν, φησί, τὸ τῷ οἰκείῳ ὅρῳ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ἀναπληστικὸν γοῦν λέγεται τό ὑγρόν, ὅτι περιορίζεται ἐν ὁποιῳοῦν ἀγγείῳ καὶ ἀναπληροῖ οἷον δή τινα τόπον. ταῦτα γοῦν εἰσι καὶ ἐνεργείᾳ καὶ δυνάμει ὑγρὰ τὰ ἐξ ὕδατος. τὰ δὲ γῆς ἅπαντα ξηρά. δυνάμει δὲ λέγει ἐν τούτοις τὸ τέλειον δυνάμει καὶ κατὰ φύσιν ὑπάρχον. οὕτω καὶ τὸ αἷμα τῷ εἴδει μέν ἐστι θερμόν, τῷ δὲ ὑπο- κειμένῳ καὶ τῇ ὕλῃ ψυχρόν· φλέγμα γάρ.

[*](p. 649b 25)

᾿ Εν μὲν γὰρ τῷ λόγῳ.

᾿Επεὶ τὸ αἷμα τῷ ὑποκειμένῳ καὶ τῇ ὕλῃ ψυχρὸν τῷ δὲ εἴδει καὶ τῇ οὐσίᾳ θερμόν, ἐν τῷ λόγῳ αὐτοῦ ὑπάρξει ἡ θερμότης, ὥσπερ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκόν· ᾗ γὰρ κατὰ πάθος αἷμα ἤγουν κατὰ συμβεβηκός, οὐ καθ’ αὑτὸ θερμόν. ὁμοίως καὶ περὶ ξηροῦ καὶ ὑγροῦ. διὸ ἐν τῇ <φύσει> τῶν τοιούτων τοῦ ψυχροῦ ὄντος χωριζομένου τοῦ θερμοῦ πήγνυται ταῦτα καὶ ψυχρὰ φαίνοντι χολὴ δὲ θερμὸν οὖσα καὶ πάχος ἔχουσα χωριζομένου τοὺ θερμοῦ <ψύχεται> καὶ ὑγραίνεται. τὸ μὲν γὰρ αἷμα ξηραίνεται, ἡ δὲ ξανθὴ χολὴ ὑγραίνεται. τὸ δὲ μᾶλλον καὶ ἧττον μετέχειν ἢ θερμότητος ἡ ψυχρότητος δεῖ τιθέναι ὡς διαφοράν. αἷμα γὰρ αἵματος διαφέρει ἐν τῷ θερμότερον εἶναι ἄλλου αἵματος ἢ ψυχρότερον παρ’ ἄλλο θερμότερον· κεκοινώνηκε γὰρ τῶν ἐναντίων ἡ φύσις τοῦ αἵματος.

[*](p. 650a 2)

Ἐπεὶ δὲ ἀνάγκη πᾶν τὸ αὐ <ξανόμενον;>.

Ἐπεὶ πᾶν τὸ αὐξανόμενον λαμβάνει τροφήν, ἡ δὲ τροφὴ ξηρὰ ἢ ἡ πέψις τούτων πάντων καὶ ἡ μεταβολὴ διὰ τῆς τοῦ θερμοῦ δυνάμεως γίνεται. διὰ γοῦν ταύτην τὴν αἰτίαν καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτὰ ἔχει ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην εἰς ἐργασίαν τῆς τροφῆς * * ὅτι πλειόνων εἰσὶ μορίων αἱ ἐργασίαι αὗται τῆς τροφῆς. ἡ μὲν γὰρ πρώτη λει- [*](4 ἐν τῷ—φθορᾶς] Β 2, cf. Meteorol. Δ 1 p. 378b 12 17 τὸ ὑποκείμενον F 19 τὸ λευκόν bis F 21 φύσει] c. IV litt. evan. F 23 ψύχεται] VII litt. evan. F 25 διαφορὰ F 28 πᾶν τὸ αὖ (sic) F 32 ante ὅτι fort, addendum δῆλον δέ Comment. in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 3)

34
τουργία τῆς τροφῆς ἡ διὰ τοῦ στόματός ἐστι καὶ τῶν ἐν αὐτῷ ὀδόντων· δεῖται γάρ πρῶτον διαιρέσεως ἡ τροφή. ἀλλ’ αὕτη ἡ λειτουργία οὐδεμιᾶς ἐστιν αἰτία πέψεως, εὐπεψίας δὲ μᾶλλον. διαιρεῖται γὰρ εἰς μικρὰ διὰ τῶν ὀδόντων, καὶ ῥᾴων γίνεται εἰς τὸ κατεργασθῆναι. εἶτα ἡ ἐν στομάχῳ δύναμις πεπτική, ἥτις γίνεται διὰ τοῦ ἐμφύτου θερμοῦ· καὶ οὕτως αἴτιον τῆς αὐξήσεως τοῦ ζῴου καὶ τῶν φυτῶν ἐστι τὸ θερμόν.

[*](p. 650a 13)

Ἡ δὲ τῆς ἄνω καὶ τῆς κάτω.

Δύο κοιλίαι εἰσὶν ἐν τῷ ζῴῳ, ἡ μὲν ἄνω τῆς ἀκατεργάστου τροφῆς στόμαχος, ἡ δὲ κάτω τῆς κατεργασίας, ἐξ ἧς αἱ φλέβες λαμβάνουσι τὸ αἷμα καὶ τρέφουσι τὸ ζῷον. ὡς φάτνη γάρ ἐστιν ἡ κοιλία τοῖς ζῴοις, τοῖς δὲ φυτοῖς ἡ γῆ· ἐκ δὲ ταύτης ἀκατέργαστον λαμβάνει διὰ στόματος τὴν τροφήν, ὅθεν καὶ περιττώματα γίνεται ἐν αὐταῖς. τὰ δὲ φυτὰ κατειργασμένην ἐν τῇ γῇ τὴν τροφὴν λαμβάνει ὡς ἐκ κοιλίας αὐτῆς· διὸ καὶ περιττώματα οὐκ ἔστιν ἐν τοῖς φυτοῖς. οὐδὲ γὰρ αὐτοῖς φυσική ἐστιν ἡ θερμότης, ἀλλ’ ἡ ἐκ τῆς γῆς θερμότης, ἣν λαμβάνει ἐκ τοῦ ἡλίου καὶ τοῦ περιέχοντος ἀέρος κατεργαστική ἐστι τῆς τούτων τροφῆς.

[*](p. 650a27)

Ἡ μὲν γὰρ τοῦ στόματος.

Ἡ πρώτη λειτουργία τῆς τροφῆς διὰ τοῦ στόματος γίνεται καὶ ὀδόντων. διὰ δὲ τοῦ οἰσοφάγου εἰς τὴν ἄνω κοιλίαν κατέρχεται ἡ τροφή, ἀπ’ ἐκείνης δὲ εἰς τὴν κάτω κοιλίαν καταντᾷ, κἀκεῖθεν ὡς ἀπὸ φάτνης τρέφ’ ἔται ἅπαν τὸ ζῷον διὰ τῶν φλεβῶν. τείνουσι γὰρ διὰ τοῦ μεσεντερίου κάτωθεν ἀρξάμεναι μέχρι τῆς κοιλίας. δεῖ δὲ ταῦτα θεωρεῖν, φησίν, ἔκ τε τῶν ἀνατομῶν καὶ ἐκ τῆς φυσικῆς τῶν ζῴων θεωρίας τῆς περὶ γενέσεως πραγματείας. ἡ τελευταία δὲ τροφὴ τὸ αἷμά ἐστι τοῖς ζῴοις, τοῖς δὲ ἀναίμοις τὸ ἀνάλογον τῷ αἵματι. διὰ τοῦτο ὅτε λαμβάνει τὰ ζῷ τροφήν, αὐξάνεται τὸ αἷμα, καὶ ὅτε μὴ λαμβάνει, ὑπολείπει τὸ αἷμα καὶ τὸ σῶμα.

[*](p. 650b 3)

Καὶ γὰρ διὰ τοῦτο.

Τὸ αἷμα θέλων δεῖξαι ὅτι περίττωμά ἐστι τῆς τροφῆς ἐκ τούτου δεικνύει ὡς ἐκ μέσου τινὸς καὶ αἰτίου, οἷον τὸ αἷμα αἴσθησιν οὐ ποιεῖ θιγγανόμενον, τὸ ἐν σώματι αἴσθησιν οὐ ποιοῦν περίττωμα, τὸ αἷμα ἄρα περίττωμα. καὶ αὐτὴ γὰρ ἡ τροφὴ αἴσθησιν οὐ ποιεῖ ἡ κειμένη ἐντὸς τοῦ στομάχου· οὐ γὰρ διὰ τὴν ἔξω τροφὴν λέγει ταῦτα. ἡ δὲ σὰρξ αἴσθησιν ἐμποιεῖ· οὐ γάρ ἐστι ταύτῃ, φησί, συνεχὲς τὸ αἷμα, ἀλλ’ ὡς ἐν ἀγγείῳ [ὡσπερεὶ] ἐστὶ τοῦτο τῇ τε καρδίᾳ καὶ ταῖς φλεψί.

[*](7 ἡ δ’ ἄνω, deinde X litt. evan. F 8 ἀκατεργάστου] ambig. F 22 δὲ] δεῖ iterat F 31 αἴσθησιν—ἡ] αἲ θησὶν ὑπὸ τῆ F 34 ὡσπερεὶ delevi)
35
[*](p. 650b 14)

Τὰς δὲ καλουμένας ἶνας. Εὕρηνται αἵματα ἔχοντα ἶνας, καὶ εἰσὶ ταῦτα γεωδέστερα· αἱ γὰρ ἶνες τοῦ γεώδους εἰσί. τὰ γοῦν τοιαῦτα αἵματα τὰ ἶνας μὴ ἔχοντα οἷα τὰ τῶν ἐλάφων καὶ τῶν προκῶν, οὐ πήγνυνται ὡς καθαρὰ καὶ ψυχρὰ καὶ ὑδατώδη. ἵνα τί δὲ μᾶλλον ὡς ὑδατώδη οὐ πήγνυνται ἔξω γεγονότα; ἢ δῆλον ὅτι αὐτὸς λύει τὴν ἀπορίαν· τὸ δὲ γεῶδες, φησί, πήγνυται συνεξατμίζοντος τοῦ ὑγροῦ· τὸ γὰρ γεῶδες ἐστὶ τὸ ποιοῦν τὴν πῆξιν.

[*](p. 650b 18)

Συμβαίνει δ’ ἔνιά γε.

Ἔνια, φησί. καὶ νοερώτερά εἰσι τῶν ἐχόντων τοιαῦτα αἵματα, πλὴν οὐ διὰ τὴν ψυχρότητα ἀλλὰ διὰ τὴν καθαρότητα· τὸ γὰρ γεῶδες οὔτε ψυχρόν ἐστι πάντῃ οὔτε καθαρόν. ἀλλὰ διότι ἔχει τὴν ὑγρότητα καθαρωτέραν, διὰ τοῦτο νοερώτερά εἰσι τὰ ἔχοντα τὸ τοιοῦτον αἷμα· εὐκινητότερα γὰρ πρὸς νόησιν ἢ μᾶλλον αἴσθησιν τὰ τοιαῦτα. διὰ τοῦτο ἔλεγε καὶ πρώην ὅτι πολλὰ τῶν ἀναίμων φρονιμώτερά εἰσι τὴν ψυχὴν πολλῶν ἐναίμων, οἷον μέλιττα, ἀράχνης. τὰ δὲ ὑδατώδη αἵματα ψυχρὰ ὄντα φόβον ποιεῖ.

[*](p. 650b 28)

Προωδοποίηται οὖν.

Προοδοποιεῖται οἱονεὶ συνεργεῖται τὰ τοιαῦτα τῶν ζῴων ὑπὸ τοῦ τοιοῦδε πάθους, ὅτι τοιαύτην ἔχουσιν ἐν τῇ καρδίᾳ κρᾶσιν τοῦ αἵματος, ψυχρὰν δῆλον. ὥσπερ γὰρ τὸ ὕδωρ τὸ ψυχρὸν πηκτόν ἐστιν, οὕτω πήγνυται καὶ τὸ ὑδαρὸν αἷμα ὑπὸ ψυχρότητος ἐν τῇ καρδίᾳ καὶ φόβον ἐμποιεῖ. διὰ τοῦτο καὶ ὁ φόβος ἐκ ψυχρότητος τοῦ αἵματος. διὸ καὶ τὰ ἄλλα ἄναιμα, μυῖαι δηλονότι καὶ τὰ λοιπά, δειλότατα πάντων ὡς μὴ ἔχοντα αἷμα, καὶ ἀκινητίζει καὶ περιττώματα προίενται πάντες ἀπὸ ψυχρότητος· οὐδὲ γὰρ ἔχουσι τὴν φυσικὴν θερμότητα ἱκανὴν εἰς τὸ συνέχειν τὰ περιτ- τωνατα,

[*](p. 650b33)

Τὰ δὲ πολλὰς ἔχοντα.

Τὰ πολλὰς ἔχοντα ἶνας γεωδέστερα τὴν φύσιν εἰσὶ καὶ θυμώδη τὸ ἦθος. διὰ τί δὲ θυμώδη, αὐτός φησιν, ὅτι πᾶν στερεὸν ἐκπυρούμενον λίαν ἐκκαίει· ὥστε καὶ αἱ ἶνες στερεαὶ οὖσαι καὶ πυρωθεῖσαι οἷον πυρίαι γίνονται αἱ ἐν τοῖς χαλκείοις ἐκ τῶν μύδρων ἀποτινασσόμεναι, καὶ ἐπὶ πλεῖστον κατιλλόμεναι τὸ θερμὸν ἐκπυροῦσι τὸ ζῷον, ὥσπερ καὶ τὸ ταύρου αἷμα ἔχει· ἰνωδέστερον γὰρ παρὰ τὰ ἄλλα. διὰ τοῦτο καὶ εἴ τις πίῃ τοῦ ταυρικοῦ ἵματος, ἀποθνήσκει· πήγνυται γὰρ ἐντὸς ὂν περὶ τὴν καρδίαν καὶ ἀπο- [*](4 ἐλάφων] ἐρφῶν F πλοκῶν F 9 et 12 νοερώτερα scripsi: νοημότερα utrobique F 3*)

36
πνίγει τὸ ζῷον. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς οὐ πήγνυται τὸ αἷμα ἐντὸς τοῦ σώματος ὄν· ὅτι, φησίν, ἐν τοῖς ἔξω τοῦ θερμοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου συνεξατμίζεται τὸ ὑγρὸν καὶ πήγνυται ξηραινόμενον οὐχ ὑπὸ θερμοῦ, ὡς πολλά τινα ἄλλα, ἀλλ’ ὑπὸ ψυχροῦ· καὶ γὰρ τὸ ψυχρὸν πήγνυσιν.

[*](p. 651a17)

Ἰχὼρ δ’ ἐστὶ τὸ ὑδατῶδες.

Ὁ ἰχὼρ διττός ἐστιν, ὁ μὲν διὰ τὸ διεφθάρθαι τὸ αἷμα, ὁ δὲ χάριν, διὰ τὸ μέλλειν αὐτὸ πεπανθῆναι. τὸ μὲν οὖν πρῶτόν ἐστι τὸ ὑδατῶδες τοῦ αἵματος, τὸ ἄπεπτον αἷμα, ὃς καὶ ἐξ ἀνάγκης ἰχώρ ἐστι, τὸ δὲ πεπεμμένον χάριν αἵματος ὁμοίως καὶ πιμελὴ καὶ στέαρ. ἐὰν μὲν γὰρ πεφθῇ τὸ αἷμα κατὰ πολύ, γίνεται πιμελή, ἐὰν δὲ ὀλίγιστον, γίνεται στέαρ· ὥστε ἐν τοῖς χοίροις ἡ πιμελή, ἐν δὲ τοῖς προβάτοις τὸ στέαρ. |

[*](p. 651a 36)

Μέτρια μὲν οὖν ταῦτ’ ὄντα ἐν τοῖς μορίοις τῶν ζῴων 83 ὠφελεῖ.

Μέτρια μὲν οὖν, φησί, τὸ στέαρ καὶ ἡ πιμελὴ ἐν τοῖς τῶν ζῴων μορίοις ὑπάρχοντα ὠφελεῖ, ὑπερβάλλοντα δὲ βλάπτει καὶ φθείρει. καὶ πῶς τῇ ὑπερβολῇ φθείρουσι, λέγει· τὸ ζῷον γάρ, φησί, ζῷόν ἐστι κατὰ τὸ αἰσθητικὸν μόριον, τουτέστι τὸ ζῷον, ᾗ ζῶον, οὐσίωται καὶ εἰδοποιεῖται κατὰ τὸ αἰσθάνεσθαι. οὔτε γὰρ ἡ οὐσία οὔτε τὸ ἔμψυχον εἰδοποιεῖ τὸ ζῷον (ἔστι γὰρ καὶ τὸ φυτὸν οὐσία ἔμψυχος), ἀλλὰ τὸ αἰσθητικὸν ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. ἀλλὰ μὴν καὶ ἡ σὰρξ καὶ τὸ ἀνάλογον ταύτῃ αἰσθητικόν ἐστι, τουτέστιν αἰσθητήριόν ἐστι τῆς ἁφῆς. τὸ γὰρ αἷμα, ὡς εἴρηται, αἴσθησιν οὐ ποιεῖ οὐδὲ εἶναι δύναται αἰσθητήριον, ναὶ μὴν οὐδὲ τὸ στέαρ οὐδὲ ἡ πιμελή· αἷμα γὰρ καὶ αὐτὰ πεπεμμένον. εἰ οὖν τῷ ζῴῳ τὸ ζῷον εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν, αὕτη δὲ διὰ σαρκὸς γίνεται, τὸ μὴ σάρκα ἔχον οὐκ αἰσθήσεται, ὥστε οὐδὲ ζῷον ἔσται· εἰ γὰρ ζῷον, καὶ αἰσθήσεται. εἰ οὖν ἡ πᾶσα σὰρξ πιμελὴ γένοιτο, ἡ δὲ πιμελὴ αἴσθησιν οὐ ποιεῖ, οὐκ ἄν ἔχοι οὐδεμίαν αἴσθησιν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀναιρεῖσθαι τὸ ζῷον, εἴπερ, ὡς εἴρηται, ζῷον ἄνευ αἰσθήσεως εἶναι οὐ δύναται. σαφῆ δὲ τὰ ἑξῆς. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τὸ ὀλίγον παθητικὸν καὶ ὑπὸ ψυχροῦ τοῦ τυχόντος ὑποστικτέον εἰς τὸ ὀλίγον· πᾶν γὰρ ὀλίγον πεφυκὸς πάσχειν ὑπὸ ψυχροῦ ἢ θερμοῦ εὐπαθέστερόν ἐστι τοῦ πλείονος.

Μετὰ ταῦτα λέγει καὶ περὶ μυελοῦ, οὐ τοῦ καλουμένου ἐγκεφάλου (περὶ γὰρ τούτου μετὰ ταῦτα ἐρεῖ καὶ δείξει ὅτι ὁ ἐγκέφαλος οὐκ ἔστι μυελός), ἀλλὰ τοῦ ἐν τοῖς ὀστοῖς ἐνόντος, καί φησιν ὅτι ὁ μυελὸς αἵμα- [*](12 Μέτρια μὲν οὖν] hinc incipit versio librorum PSa 14 ἐν τοῖς—μορίοις supr. v. S 19. 20 αἰσθητικὸν ζῶον γὰρ φησὶν οὐσία S 21 post ἀνάλογον add. ἡ οὐσία sed rursus del. S 22 δύναται εἶναι coll. S 23 τὸ om. Pa 24 τὸ ζῴῳ τὸ ζῴῳ εἶναι a ἐστὶν aute τὸ ζῷον pouit S αὐτὴ a 26 ἡ (ante δὲ)] οἱ a)

37
τός τις φύσις ἐστί, καὶ οὐχ ὥσπερ οἴονταί τινες, τῆς γονῆς σπερματικὴ δύναμις, τουτέστιν ἀρχὴ σπέρματος· ἀρχὴν γὰρ σπέρματος ἐτίθεντο τὸν μυελὸν οἱ περὶ Πλάτωνα ὥσπερ καὶ τὸν ἐγκέφαλον νεύρων. ὅτι δὲ ὁ μυελὸς φύσις τις αἵματός ἐστι, δηλοῖ τῶν νεογνῶν ζῴων ὁ μυελὸς ἐρυθρὸς καὶ αἱματώδης ὤν, ἀλλ’ οὐ λευκός, αὐξανομένων δὲ καὶ πεττομένων μεταβάλλει τὴν χρόαν, ὥσπερ καὶ τὰ σπλάγχνα, καὶ γίνεται ἐξ αἱματώδους λευκός. καὶ τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστι, τὴν δὲ λέξιν οὕτως ἀναγνωστέον· καθάπερ καὶ τὰ μόρια μεταβάλλει καὶ τὰ σπλάγχνα τὰς αἱματώδεις χρόας (ὑπερβολῇ γὰρ αἱματῶδες, τουτέστι λίαν γὰρ αἱματῶδες ἔστιν ἕκαστον τῶν σπλάγχνων ἔτι νέων ὄντων τῶν ζῴων), καθάπερ οὖν ταῦτα μεταβάλλει, οὕτω καὶ ὁ μυελός· ἀλλ’ ὁ μὲν τῶν ἄλλων ὀστῶν μυελὸς τοιοῦτός ἐστιν οἷον εἴπομεν, ὁ δὲ τῆς ῥάχεως οὐ τοιοῦτος, ἀλλὰ γλίσχρος καὶ νευρώδης διὰ τὸ δεῖν αὐτὸν εἶναι συνεχῆ καὶ διήκειν ὥσπερ περόνην τινὰ διὰ πάσης τῆς ῥάχεως διῃρημένης κατὰ τοὺς σπονδύλους. ὡς γὰρ ὁ ἄτρακτος, δι’ οὗ νήθουσιν αἱ γυναῖκες, τοὺς ἐν αὐτῷ σπονδύλους συνέχει καὶ οὐκ ἐᾷ διαπίπτειν, ἐπειδὰν δὲ ἐξαιρεθῇ, διαπίπτουσιν, οὕτω τρόπον τινὰ ὁ ῥαχίτης μυελὸς οἷον ἄτρακτός τις ἢ περόνη τῶν τῆς ῥάχεως ἐστι σπονδύλων. εἰ δὲ τοῦτο, οὔτε λιπαρὸν καὶ πιμελώδη οὔτε στεατώδη τὸν ῥαχίτην ἐνδέχεται εἶναι μυελόν· στεατώδης μὲν γὰρ ὢν ἐθραύετο ἄν (θραυστὸν γὰρ τὸ στέαρ) καὶ οὐκέτ’ ἂν ἦν συνεχὴς καὶ οἷον περόνη, πιμελώδης δὲ ἦν ἄν ὑγρὸς καὶ ῥυτὸς καὶ οὐδ’ οὕτω συνεχὴς οὐδὲ δι’ ὅλης τῆς ῥάχεως, ἀλλὰ ῥέων ἐν μὲν τῷ κάτω μέρει ἦν ἄν, ἐν δὲ τῷ αὐχένι οὐκέτι. ἔνια δὲ τῶν ζῴων ἔχει μὲν μυελόν, οὐχ οὕτω δὲ φανερόν, ὥστε ἀξίως ὀνομάσαι αὐτὸν μυελόν, ὥσπερ ὁ λέων· τούτου γὰρ τὰ ὀστᾶ διὰ τὸ πάμπαν ἄσημον ἔχειν, τουτέστι διὰ τὸ λίαν ἔχειν τοὺς τῶν ὀστῶν πόρους στενωτάτους δοκεῖ μὴ ἔχειν ὅλως μυελόν, καίπερ ἔχων ὅσον ἦν εἰκὸς χώρησαι ἐν τοιούτῳ πόρῳ. ταῦτα εἰπὼν ἐπισημαίνεται ὅτι τῶν ἐχόντων τὰ ὀστᾶ πυκνὰ καὶ ἰσχυρά, τούτων τὰ μὲν οὐδ’ ὅλως ἔχει μυελόν, τὰ δ’ ἔχει, ἀλλ’ ὀλίγον διὰ τὸ τὴν τροφὴν ἀναλίσκεσθαι εἰς τὴν τῶν ὀστῶν φύσιν καὶ μὴ ἐπαρκεῖν καὶ εἰς μυελοῦ γένεσιν. χρῄζουσα γὰρ ἡ φύσις μᾶλλον τῶν ὀστῶν, ἤπερ τοῦ μυελοῦ, εἰς ἐκεῖνα τὴν τροφὴν ἀναλίσκει.

[*](p. 652a24)

Μετὰ ταῦτα λέγει περὶ ἐγκεφάλου, καί φησιν ὅτι πολλοῖς, ἐξ ὧν καὶ ὁ Πλάτων, ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι καὶ ἀρχὴ τοῦ μυελοῦ, διὰ τὸ τὸν ῥαχίτην ὁρᾶν αὐτῷ συνεχῆ· τοσοῦτον δ’ οὐκ ἔστι, φησίν, ὁ ἐγκέφαλος οὔτε μυελὸς οὔτε μὴν ἀρχὴ μυελοῦ, ὥστε καὶ ἐναντίος ἐστὶν ὁ μυελὸς κατὰ τὴν φύσιν τῷ ἐγκεφάλῳ. καὶ πῶς, ἐπάγει· ὁ μὲν γὰρ ἐγκέ- [*](1 τις] τε P 2 σπέρματος (post γὰρ) ex αἵματος corr. S 3 οἱ περὶ Πλάτωνα] cf. Tim. p. 73 B sqq. νεῦρον S 4 post τῶν add. λίαν a 5 ὤν post ἐρυθρὸς ponunt Sa πεπτομένων Pa (i τὰ λοιπὰ σπλάγχνα Pa 10 ὄντων νέων coll. S 12 οὐ τοιοῦτος ἀλλὰ om. P 15 σφονδύλους P 17 post τινὰ add. καὶ a 19 μὲν om. P 21 post συνεχὴς add. καὶ S 25 τῶν om. S 31 ἤπερ] εἴπερ Pa 34 ὁ Πλάτων] Tim. p. 73 C sq.)

38
φάλος ψυχρότατός ἐστιν, ὁ δὲ μυελὸς θερμός, ἐναντίον δὲ τὸ θερμὸν τῷ ψυχρῷ. καὶ εὐλόγως ἐστὶν ὁ μυελὸς θερμός, ὢν συνεχὴς τῷ ἐγκεφάλῳ, ψυχρῷ ὄντι, ἵνα θερμαίνῃ καὶ κολάζῃ τὴν ὑπερβάλλουσαν αὐτοῦ ψυχρότητα. ἀεὶ γὰρ ἡ φύσις μηχανᾶται πρὸς τὴν ἑκάστου ὑπερβολὴν βοήθειαν τὴν τοῦ ἐναντίου παρεδρίαν. ὅτι δὲ ὁ ἐγκέφαλος ψυχρότατός ἐστι, φανερὸν καὶ ἐκ τῆς θίξεως· ἁπτόμενος γὰρ ψυχρός ἐστιν. ἔστι δὲ οὕτε περίττωμα ὁ μυελὸς οὔτε τῶν συνεχῶν μορίων, ὥσπερ αἱ σάρκες, ἀλλ’ αὐτὸς καθ’ αὑτόν. καὶ ὅτι μὲν οὐκ ἔχει συνέχειαν ὁ μυελός, ἀλλ’ ὡς ἐν ἀγγείῳ τινί ἐστιν ἐν τῇ κεφαλῇ καθ’ αὑτόν, δῆλον καὶ ἐκ τῆς ὄψεως καὶ ἐκ τοῦ μὴ ποεῖν αἴσθησιν θιγγανόμενος, ὥσπερ οὐδὲ τὸ αἷμα· οὐδὲ γὰρ τοῦτο συνεχές, ἀλλ’ ὡς ἐν ἀγγείῳ ταῖς φλεψίν· ἡ δὲ σὰρξ συνεχὴς οὖσα ποιεῖ αἴσθησιν.

Εἰπὼν δὲ τί ἐστιν ὁ ἐγκέφαλος, λέγει καὶ δι’ ἣν αἰτίαν ἐγεγόνει· πρὸς γὰρ σωτηρίαν αὐτῶν, καὶ τὸ περιψύχειν τὸ ἐν τῇ καρδίᾳ θερμόν. πρότερον δὲ δείκνυσιν ὡς ἔνεστιν ἡμῖν θερμόν, καὶ οὕτω λέγει, διὰ τί γέγονεν ὁ ἐγκέφαλος. τοσοῦτον οὖν, φησίν, ἐκδηλότατον τυγχάνει ὅτι ἔνεστιν ἡμῖν θερμόν, ὥστε τινὲς τὴν ψυχὴν πῦρ τιθέασι, δυνάμει λέγοντες ὅτι ὥσπερ ἄνευ ψυχῆς οὐ δύναται ζῷον εἶναι, οὕτω καὶ ἄνευ θερμοῦ, φορτικῶς πῦρ εἰπόντες τὴν ψυχήν. βέλτιον οὖν λέγειν τὴν αἰσθητικὴν ψυχὴν ἐν πυρὶ εἶναι, ἢ λέγειν αὐτὴν πῦρ. λέγει δὲ τὴν αἰτίαν, ἐξ ἧς πῦρ αὐτὴν λέγειν ὡρμήθησαν· ὁρῶντες γάρ, φησί, τὸ ἐν ἡμῖν πῦρ, ἤγουν τὸ ἔμφυτον θερμόν, ὑπηρετικώτατον καὶ οἷον ὄργανον ὑπάρχον τῶν τῆς ψυχῆς ἔργων (ἄνευ γὰρ τούτου οὔτε κινεῖν οὔτε τρέφειν δύναται) ὑπέλαβον ὅτι τὸ πῦρ ἔστιν ἡ ψυχή. ὅμοιον οὖν τὸ τὴν ψυχὴν πῦρ λέγειν καὶ τὸν τέκτονα πρίονα ἡ σκέπαρνον· οὐδὲ γὰρ οὗτος χωρὶς τούτων τὰ τῆς τεκτονικῆς ἔργα πράττειν δύναται. ὥσπερ οὖν τὸ σκέπαρνον ἐγγὺς ὂν τῷ τέκτονι (ἅπτεται γὰρ αὐτοῦ) καὶ οὕτω τῷ σκεπάρνῳ τὸ ἔργον περαίνουσιν, οὕτω καὶ ἡ αἰσθητικὴ ψυχὴ καὶ τὸ ἔμφυτον θερμόν. οὕτω μὲν οὖν δῆλον ὅτι ἔνεστιν ἡμῖν θερμόν. ἐπεὶ δὲ πᾶν ἄκρον, εἴτε θερμόν ἐστι τοῦτο εἴτε ἄλλο ὁτιοῦν, δεῖται τῆς ἐναντίας ῥοπῆς, ἵνα εἰς συμμετρίαν ἔλθῃ (τὴν γὰρ οὐσίαν καὶ τὸν ἑκάστου λόγον ἡ τῶν ἄκρων σύμμετρος ἔχει μῖξις, τῶν δ’ ἄκρων ἑκάτερον χωρὶς οὐκ ἔχει), διὰ τοῦτο γέγονεν ὁ ἐγκέφαλος καὶ ποιεῖ τὴν ἐν τῇ καρδίᾳ θερμότητα εὔκρατον. ἵνα δὲ καὶ οὗτος διὰ τὸ ψυχρότατος εἶναι τυγχάνῃ μετρίας θερμότητος, ὅπως μὴ παγῇ ὥσπερ κρύσταλλος, ἀφ’ ἑκατέρας τῆς φλεβός, τῆς μεγάλης καὶ τῆς ἀορτῆς, τελευτῶσι φλέβες εἰς τὴν περὶ τὸν ἐγκέφαλον μήνιγγα· ἵνα δὲ πάλιν μὴ πολλὰ θερμαινόμενος θερμαίνῃ τὴν καρδίαν καὶ βλάπτῃ, ἀντὶ μεγάλων ὀλίγων φλετῷ [*](1, 2 θερμῷ τὸ ψυχρόν S 7 et 8 μυελὸς] iratno ἐγκέφαλος 10 post ποιεῖν add. τὴν S 13 τί scripsi: τίς Pa: ὅτι τις S ἐστιν oiu. P 15 πρότερον—θερμόν om. P 20. 21 αὑτὴν πῦρ S 22 ὑπηρετικώτατον post οἷον ponit S 25 σκέπαρνον ἢ πρίονα coll. S 26 οὖν] οὐδὲ P: δὲ a 29 ἡμῖν om. S 33 δὲ om. a 34 τυγχάνει a μετρίας supr. v. P 34. 35 κρύσταλος S)

39
βῶν πυκνὶ καὶ λεπταὶ περιέχουσιν αὐτόν, ἵν’ εἰς πολλὰ φλεβί καὶ λεπτὰ κατακερματιζομένη ἡ εἰς αὐτὸν ἀναδιδομένη θερμότης ἀσθενεστάτη γίνηται.

Ποιεῖ δὲ καὶ τὸν ὕπνον ὁ ἐγκέφαλος ἐν ὅσοις ἔνεστιν, ἐν οἷς δὲ μή ἐστιν, τὸ ἀνάλογον· καὶ πῶς, ἐπήγαγεν καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ ἵματος ἐπίρρυσιν, καὶ τὰ ἐξῆς. τὸ δὲ λεγόμενον τοι- οῦτόν ἐστι· τὸ πνεῦμα τὸ ἀναδιδόμενον σὺν τῷ αἵματι (μετὰ πνεύματος γὰρ ἀεὶ ἡ τοῦ αἵματος ἀνάδοσις) τὸ δὴ πνεῦμα τοῦτο ψυχόμενον ὑπὸ τοῦ ἐγκεφάλου κατέρχεται καὶ ποιεῖ τὸν ὕπνον. διὸ καὶ οἱ ὑπνώττοντες, τουτέστιν οἱ ἤδη πρὸς ὕπνον τραπῆναι μέλλοντες, καρηβαροῦσι· τοῦ γὰρ τνεύματος ψυχθέντος καὶ ἐν τῷ περὶ τὴν καρδίαν τόπῳ πεπτωκότος καὶ ἤδη ἀναισθητεῖν τοῦ ζῴου μέλλοντος καρηβαρεῖ καὶ κλίνει ἔνθεν κἀκεῖθεν τὴν κεφαλήν. σαφῆ δὲ τὰ ἑξῆς. τὰ δὲ τῶν λέξεων τοιαῦτα· καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ ἵματος ἐπίρρυσιν, τουτέστιν καταψύχων γὰρ ὁ ἐγκέφαλος τὴν ἐπίρρυσιν τοῦ αἵματος (λέγων ἐπίρρυσιν τὸ πνεῦμα τὸ ἀνιὸν σὺν τῷ αἵματι), τὸ δὴ πνεῦμα τοῦτο τὸ ἀπὸ τοῦ αἵματος, ὅπερ αἷμα ἡ ἐσχάτη ἐστὶ τροφή, ψυχόμενον ποιεῖ τὸν ὕπνον. τὸ δὲ ἢ καὶ διά τινας αἰτίας ὁμοίας ἄλλας εἶπεν, ἐπειδὴ οὐκ ἀπὸ τροφῆς ἀεὶ τὸ πνεῦμα ἄνεισι καὶ ποιεῖ ἡμᾶς ὑπνώττειν, ἀλλὰ πολλάκις ὑπνώττομεν καὶ διὰ κόπον· κινουμένων γὰρ λεπτότερον γίνεται τὸ πνεῦμα καὶ ἄνεισι τότε μᾶλλον. καὶ ταύτα μὲν οὕτως.

Ὅτι δ’ ἔστιν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, τουτέστιν ψυχρότατος, δηλοῖ πρὸς τοῖς εἰρημένοις καὶ τὸ συμβαῖνον περὶ αὐτόν· ἑψόμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρὸς ὥσπερ τὰ τῶν χεδρόπων ἑψήματα. ὅτι δὲ τὰ χέδροπά ἑψηθέντα τοιαῦτά ἐστι, δῆλον ὡς ἐπὶ τοῦ ἀληλεσμένου κυάμου· ὁ γὰρ τοιοῦτος κύαμος καλῶς ἑψηθείς, εἶτα ψυχθεὶς ξηραίνεταί τε καὶ σκληρύνεται. ὅτι δὲ τὰ χέδροπά καὶ ὕδατός ἐστι καὶ γῆς, δέδεικται. τὸν δ’ ἐγκέφαλον ἔχει ὁ ἄνθρωπος πλεῖστον ὡς κατὰ μέγεθος. ἀσφαλῶς δὲ πρόσκειται τὸ ὡς κατὰ μέγεθος· εἰ γὰρ εἴη ὁ ἄνθρωπος ὑποδεκαπλάσιος ἐλέφαντος, οὐκέτι καὶ ὁ τοῦ ἀνθρώπου ἐγκέφαλος ὑποδεκαπλάσιός ἐστι τοῦ ἐγκεφάλου τοῦ ἐλέφαντος, ἀλλ’ ἴσως οὐδὲ ὑποτριπλάσιος. καὶ εὐλόγως διὰ τὸ τὸν ἐγκέφαλον ὑγρὸν εἶναι καὶ ψυχρὸν ὀψιαίτατα πήγνυται τὸ καλούμενον βρέγμα· ὑγρότατα γὰρ ὄντα τὰ βρέφη καὶ ἐπὶ τούτῳ πολλῆς τῆς ὑγρᾶς ἀναθυμιάσεως ὑπὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ πρὸς τὸν ἐγκέφαλον διαδιδομένης πολύν τινα χρόνον ἀπατμίζει· ὥστε εἰ μὴ ἦν τὸ βρέγμα εὔπνουν καὶ ἐξήρχετο ἀπ’ αὐτοῦ ἡ ἀναθυμίασις ἡ πρὸς τὸν ἐγκέφαλον ἀναδιδομένη, ἀλλὰ σκληρὸν καὶ κωλυτικὸν τοῦ ἐξέρχεσθαι τὴν ἀναθυμίασιν, ἣν θερμὸν οὗτος εἶπεν, ἢ ἐξηραίνετο ἄν καὶ ἐθερμαίνετο ὁ ἐγκέφαλος, εἰ τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα, καὶ οὐκ ἄν ἔψυχε τὴν καρ- [*](2 κερματιζομένη S αὐτὴν S γένηται S 4 et 12 καταψύχου P 6 ἀναδιδόμενον] ἐρχόμενον P: ἀνερχόμενον a 9 καρηβαρῶσι S 14 ἐπίρρυσιν λέγων coll. S 16 καὶ om. a 17 εἰπεῖν a 19 κινουμένων ex κινούμενον corr. P: κινουμένοις S 23 ξηρὸς] ψυχρὸς a σκληρὸς καὶ ξηρὸς coll. S 25 ψηχθεὶς a τε om. a 26 εἰσὶ P 28 ὁ om. a 31. 32 ὀψιαίτατον a 37 οὗτος] οὕτως P)

40
δίαν, ἢ ὑγραίνετο ἄν καὶ ἐψύχετο, εἰ πάλιν τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα· τούτου δὲ γινομένου συνέβαινε σβέννυσθαι τὸ ἐν τῇ καρδίᾳ θερμόν. τού- τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἢ οὐ ψύξει ἢ [οὐ] πήξει. πῶς δὲ τοῦτο ἔπα- σχεν ἂν τὸ ἐν τῇ καρδίᾳ θερμόν, κατεσκεύασε διὰ τοῦ ισυμπαθέσιατον γὰρ ὂν τὸ ἐν τῇ καρδίᾳ θερμὸν ταχέως αἰσθάνεται καὶ πάσχει ὑπὸ τοῦ τυχόντος περὶ τὸν ἐγκέφαλον γινομένου πάθους .

[*](p. 653b 19)

Ταῦτα εἰπὼν λέγει καὶ περὶ σαρκὸς ὅτι ἐστὶν ἀρχὴ καὶ σῶμα καθ’ αὑτὸ τῶν ζῴων ἡ σάρξ. ὅτι δὲ τοιοῦτον ἡ σάρξ, δῆλον, φησί, καὶ κατὰ τὸν λόγον· ἐπειδὴ γὰρ τῷ ζῴῳ τὸ εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν καὶ πρῶτον ἐν τῷ τὴν πρώτην ἔχειν (εἰδοποιεῖται γὰρ καὶ ὑπὸ τῶν ἄλλων αἰσθήσεων τὸ ζῷον, ἀλλὰ πρώτως ὑπὸ τῆς πρώτης· αὕτη δ’ ἐστὶν ἡ ἁφή, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ) εἰ δὴ τὸ ζῷον μᾶλλον ὥρισται τῇ ἁφῇ, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ, δῆλον ὅτι ἡ σὰρξ καθ’ αὑτὸ το-.̓ς ζῴοις ἐστίν, ὥσπερ καὶ τῇ ὄψει ὁ ὀφθαλμός. εἰπὼν δὲ ὅτι τῆς ἁφῆς αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἐπήγαγεν ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλγͅμαένον. ἔσται δὲ τὸ λεγόμενον δῆλον, εἰ προείπομεν ὅτι ὥσπερ ἡ διαφ́νεια τοῦ ἀέρος διαπορθμεύει τὰ χρώματα χωρὶς ὕλης πρὸς τὴν κόρην, ἥτις πρῶτον αἰσθητήριόν ἐστι τῆς ὄψεως, οὕτω καὶ ἡ σὰρξ πρὸς τὸ ἔμφυτον θερμόν, ὅπερ ἐστὶ πρῶτον αἰσθητήριον τῆς ἁφῆς. ἀλλ’ ἡ μὲν σὰρξ συμφυὴς οὖσα ἡμῖν δοκεῖ ὅτι αὕτη ἐστὶ τὸ πρῶτον αἰσθη- τήριον, ὁ δ’ ἀήρ, μὴ συμφυὴς ὢν τῷ ὀφθαλμῷ ἀλλ’ ἁπτόμενος, διάδηλός ἐστιν ὅτι I οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον τῆς ὄψεως· εἰ δ ἦν τῷ ὀφθαλμῷ συμφυής, ἐδόκει ἂν καὶ οὗτος πρῶτον αἰσθητήριον τῆς ὄψεως. τούτων οὕτω προλεχθέντων τὸ λεγόμενον εἴη ἄν τοιοῦτον· τῆς ἁφῆς αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον, τουτέστιν ἢ τὸ δι’ οὗ αἰσθάνεται, ἤτοι [ἢ] τὸ διαπορθμευ- τιὶ̣ὸν ὥσπερ ὁ ἀήρ. τὸ δὲ σὺ ν ε ιλ γέ μ μ ἑ ν ο ν ἀντὶ τοῦ συμ?υές· συμφυὴς γάρ ἐστιν ἡμῖν ἡ σάρξ, ἀλλ’ οὐ χωρὶς ὥσπερ ὁ ἀήρ. ἀλλὰ διὰ τί, ὥσπερ ἐπὶ τῆς ἁφῆς τὸ αἰσθητήριον, δι’ οὗ τὸ πρῶτον αἰσθητήριον τὰ ἁπτὰ δέχεται, σάρξ ἐστιν, οὐ καὶ τὸ τῆς ὄψεως καὶ τὸ τῆς ἀκοῆς σὰρξ ἦν, ἀλλὰ τῆς μὲν ἡ διαφάνεια τοῦ ἀέρος, τῆς δὲ ἀκοῆς ὁμοίως τὸ διηχὲς τοῦ αὐτοῦ ἀέρος; ἢ ἐπὶ μὲν τῶν δύο τούτων, φησίν, αἰσθήσεων ἀδύνατον ἦν σάρκινον γενέ- σθαι τὸ αἰσθητήριον τὸ ἀναλογοῦν τῇ σαρκί, καὶ οὐδὲν ἂν ἦν προὔργου οὐδ’ ὠφέλιμον. πολλῶν γὰρ οὖσα ἀντιληπτικὴ ἡ ἁφή, σκληρῶν μαλακῶν, ψυχρῶν θερμῶν, τραχέων λείων καὶ ἄλλων πολλῶν, εὐλόγως καὶ τὸ αἰσθη- τήριον αὐτῆς συνέστησεν ἡ φύσις ἐκ πολλῶν· ἡ δὲ ὄψις ἑνὸς οὖσα γένους (χρώματος γάρ) καὶ ἡ ἀκοὴ ψόφων ἁπλοῦν καὶ τὸ ἀναλογοῦν τῇ σαρκὶ [*](2. 3 τούτων] τοῦτο Pa 3 οὐ ante πήξει delevi 8 καὶ om. P 10 καὶ om. S 12 ἁφῆς] ἀφ’ ἧς P εἰ δὴ— αἰσθrτήριον ἡ σάρξ (13) om. Sa 14 ἐστιν om. S 16 ἔστι a προείπωμεν a 18 αἰσθητήριον post ὄψεως ponit S 25 τὸ prius su])r. v. P 26 αἰσθάνεσθαι S ἢ delevi 29 ἐπὶ om. S τό ἰσθητήριον δι’ οὗ iu marg. add. P πρῶτον supr. v. P 30 τὸ τῆς (ante ἀκοῆς) om. Pa 31.32 τῆς δὲ πάλιν τοῦ αὐτοῦ ἀέρος τὸ διηχὲς· ἡ ἐπὶ S 36 γένους ex γένος corr. P-)

41
αἰσθητήριον ἀπειργάσατο. σωματῶδες οὖν εἴρηκε τὴν σάρκα αἰσθηθήριον 15 ἀντὶ τοῦ σύνθετον καὶ ἐκ πλειόνων συγκείμενον. ἀλλὰ κατὰ μὲν τὸν λόγον οὕτω δῆλον ὅτι ἡ σὰρξ πρῶτόν ἐστι καὶ ἀρχή κατὰ δὲ τὴν αἴσθησιν οὕτως, ἐπειδὴ τἆλλα πάντα, οἷον νεῦρα [σάρκες] τρίχες, λοιπὰ δι’ αὐτήν εἰσιν, οὗ δὲ ἕνεκα τὰ λοιπά ἐστι, τοῦτο πρῶτον ἐκείνων ἐστὶ τῇ φύσει. σαφῆ δὲ τὰ λοιπά.

[*](p. 654a8)

τόδε ἡ δὲ χελώνη καὶ τὸ τῶν ἑμύδων γένος ὁμοίως ἔχειν δοκεῖ τούτοις εἴρηται ἀντὶ τοῦ ὁμοίως τοῖς λεχθεῖσιν ἔχει τὸ μὲν σαρκῶδες ἐντός, τὸ δὲ συνέχον καὶ φυλάττον ἐκτός. τὰ δ’ ἔντομα καὶ τά μαλάκια ἐναντίως ἔχει καὶ ἑαυτοῖς καὶ τοῖς ἔχουσιν ἐκτὸς τὴν βοήθειαν. αὐτίκα ἡ μὲν σηπία ἔχει ἐν τῶ κύτει, ὃ καλεῖται κεφαλή, τὸ σηπίον, ὁ δὲ πολύπους τοῦτο οὐκ ἔχει. ἡ δὲ αἰτία, ὅτι τὸ μὲν τῆς σηπίας εὐμῆκες ὂν εἰ μὴ εἶχε τὸ σηπίον, ἵν’ ὀρθοῖ αὑτὸ καὶ ὄρθιον ἵστασθαι παρασκευάζῃ, ἐκινεῖτο ἂν ὧδε κἀκεῖσε ὥσπερ αἱ κατεψυγμέναι χεῖρες, τὸ δὲ τοῦ πολύποδος διὰ τὸ βραχύτατον εἶναι καὶ χωρίς τινος στερεωτέρου δύναται ἀνορθοῦσθαι.

[*](p. 654a32)

Ἔχει δ' ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ τῶν φλεβῶν φύσις.

Ὥσπερ γὰρ αἱ φλέβες ἀπὸ μιᾶς εἰσιν ἀρχῆς τῆς καρδίας, οὕτως καὶ τὰ ὀστᾶ ἐκ τῆς ῥάχεως. καὶ διὰ τοῦτο οὐδέν ἐστιν ὀστοῦν αὐτὸ καθ’ αὑτὸ ἀποκεκριμένον, ἀλλὰ πᾶν συνεχές ἐστι πρὸς ἄλλο ἢ ἁπτόμενον, κἀκεῖνο πρὸς ἄλλο· ἅπαντα δὲ τελευτῶσιν εἰς τὴν ῥάχιν. εἴτε δὲ ὀστοῦν ἦν τι καθ’ αὑτὸ εἴτε φλέψ, μάτην ἂν ἦν ἑκάτερον τούτων. ἡ γὰρ φλὲψ εἰ μὴ συνεχὴς ἦν τὴν ἀρχήν, οὐκ ἂν ἐσώζετο αἷμα ἐν αὐτῇ· ἀλλὰ πᾶσα φλὲψ γέγονε διὰ τὸ σώζεσθαι ἐν αὐτῇ αἷμα. καὶ πῶς οὐκ ἂν ἐσώζετο ἐν αὐτῇ αἷμα ἐπήγαγεν εἰπὼν ἡ γὰρ ἀπ’ ἐκείνης θερμότης κωλύει πήγνυσθαι, ἡ ἀπὸ τῆς καρδίας, ἥτις καρδία ἀρχὴ τῶν φλεβῶν ἐστιν· ἡ οὖν θερμότης αὕτη κωλύει πήγνυσθαι τὸ ἐν ταῖς φλεψὶν ἐνὸν αἷμα. εἰ δὲ ἦν τις φλὲψ χωρὶς καθ’ ἑαυτήν, πῶς ἄν πρὸς αὐτὴν διεπέμπετο τὸ ἐκ τῆς καρδίας θερμόν; τοῦτό τε εἰπὼν καὶ ὅτι πολυμερὴς τῇ διαιρέσει τῶν σπονδύλων ἐστὶν ἡ ῥάχις, ἐπήγαγεν ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὐτὴν τὰ τούτων ὀστᾶ τῶν ἁρμονιῶν ἐστιν. κῶλα δὲ κυρίως εἰσὶν αἵ τε χεῖρες καὶ οἱ πόδες. τὸ δὲ λεγόμενον εἴη ἂν τοιοῦτον· τοῖς ζῴοις ὅσοις συμβέβηκεν ἔχειν κῶλα, τούτων τῶν ζῴων τὰ ὀστᾶ ἐκ τῶν ἁρμονιῶν τῆς ῥάχεως ἐστι συνεχῆ πρὸς αὐτήν· αἱ γὰρ τῆς ῥάχεως ἁρμονίαι συνεχίζουσι πρὸς αὐτὴν τὰ κῶλα τῶν ζῴων. τῶν δὲ ὀστῶν, φησί, τὰ μέν [*](2 ante ἀντὶ add. ἢ a 4 σάρκες delevi 6 λοιπὰ] ἑξῆς S 7 ἐμύσων Arist. vulg.: αἱμύδων PS Arist. ESVY: ἁμμύδων a 11 σηπήιον S 12 εὐμῆκες ex ἄμηκες corr. P2 12.13 εἰ μὴ ἔχει τὸ σηπήιον ὀρθοῦν αὐτὸ S 13 σηπεῖον P παρασκευάζον S 15 στερεωτέρου τινὸς coll. S 17 γὰρ oui. Pa 20 τε ἢν coll. S 21 εἰ γὰρ ἡ φλὲψ μὴ coll. S 23. 24 αἷμα ἐν αὐτῇ ἐπήγαγεν coll. S 25 ἡ prius om. P ἐστὶ τῶν φλεβῶν coll. S 26 ἐνὸν] ὃν S 27 καθ’ ἑαυτὸν S 31 κῶλα δὲ κυρίως — ῥάχεώς ἐστι (34) iterat sed rursus del. P κυρίως ἐστίν a 34. 35 σχίζουσι P)

42
εἰσι χάριν τῆς σαρκός τὰ δ’ ἕνεκα φυλακῆς, ὥσπερ αἱ συγκλείουσι πλευραὶ τὸ στῆθος· χάριν γὰρ σωτηρίας αὗται τυγχάνουσι τῶν περὶ τὴν καρδίαν σπλάγχνων. ἀλλὰ τὸ μὲν στέρνον ἅπαν ὀστοῖς περικλείεταί τε καὶ συνέχεται, τὸ δὲ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου, ἐν ᾧ ἡ κοιλία καὶ τὰ ἔντερα κεῖται κάτωθεν τοῦ ὑποζώματος, τὸ δὴ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου ἀνόστεον ἐστιν. εἰ γὰρ ἦν ὀστῶδες, ἐπειδὴ τρωγόντων τῶν ζῴων ὀγκοῦται ἡ κοία ὑπὸ τῶν βρωμάτων, καὶ τῶν θηλειῶν ὑπό τε τούτων καὶ τῶν ἐμβρύων, ἐπειδὰν ὠδίνωσιν, ἐκωλύετ’ ἂν ἡ τῆς κοιλίας ἀνοίδησις καὶ ἐξόγκωσις· ὥστε συνέβαινεν ἐκ τούτου μήτε τὰ ἔμβρυα αὔξεσθαι καὶ ὀδύνας ἐγγίνεσθαι διὰ τὴν ἐκ τῶν βρωμάτων στενοχωρίαν.

[*](p. 655a20)

Μετὰ ταῦτα λέγει ὅτι τοῖς ὄφεσιν ἀκανθώδης ἐστὶν ἡ τῶν ὀστῶν φύσις, πλὴν τοῖς λίαν μεγάλοις. πλὴν τῶν λίαν μεγάλων ὄφεων ὀστώδης ἡ τοιαύτη φύσις· πρὸς γὰρ τὴν ἰσχὺν ἰσχυροτέρων δεῖται τῶν στερεωμάτων. τὰ δὲ καλούμενα σελάχη τὰς ἀκάνθας ἔχει οἷον χόνδρους· χόνδρος δ’ ἐστὶ σαρκὸς μὲν σκληρότερος, ὀστοῦ δὲ μαλακώτερος. ἔχουσι δὲ τὰς ἀκάνθας χονδρώδεις, ἐπειδὴ πλατέα ὄντα οἷον θυρεοί, ἀνάγκη τὴν κίνησιν αὐτῶν ὑγροτέραν εἶναι· ὑγροτέρα δὲ ἡ κίνησις λέγεται λυγιζομένων καὶ καμπτομένων, ὥσπερ λύγος ἢ κάλαμος, τῶν χόνδρων, δι’ ὧν κινοῦνται. τὰ γὰρ σελάχη τὴν κίνησιν ποιεῖται διπλούμενα· ἀπερειδόμενα γὰρ τῇ περιφερείᾳ τοῦ σώματος αὐτῶν καὶ κυρτούμενα οὕτω κινεῖται· εἰ δὲ ἦσαν κραῦροι αἱ ἄκανθαι, οὐκ ἂν ἡδύναντο διπλοῦσθαι καὶ κάμπτεσθαι ἢ ὅλως κυρτοῦσθαι. ἄλλως τε καὶ τὸ γεῶδες πᾶν εἰς τὸ δέρμα καταναλώσασα ἡ φύσις (σκληρόδερμα γὰρ τὰ σελάχη) οὐκ ἠδυνήθη χορηγῆσαι καὶ ταῖς ἀκάνθαις ἐκ τοῦ γεώδους καὶ σκληροῦ. εἰσὶ δέ, φησί, καὶ ἐν τοῖς ζῳοτόκοις χονδρώδη τινὰ τὴν φύσιν, οἷον ῥῖνες καὶ ὦτα, εὐλόγως δέ· εἰ γὰρ μὴ τοιαῦτα ἦσαν ἀλλὰ κραῦρα, ἐπειδὴ ὑπερανεστηκότα εἰσὶ καὶ δυνάμενα μᾶλλον τῶν ἄλλων μορίων προσπταίειν, ἐθραύοντο ἄν.

[*](p. 655a34)

Ot μὲν οὖν τοῖς πεζοῖς ἀμύελοι χόνδροι κεχωρισμένῳ μυελῷ.

Τὸ ἑξῆς οὕτως ῾οἱ μὲν οὖν τοῖς πεζοῖς χόνδροι ἀμύελοι κεχωρισμένῳ μυελῷ’. τὸ δὲ λεγόμενον κατασκευαστικόν ἐστι τοῦ διὰ τί οἱ τῶν πεζῶν ζῴων χόνδροι σκληρότεροί εἰσι τῶν ἐν τοῖς σελάχεσι χόνδρων. λέγει οὖν ὅτι ἐν τοῖς πεζοῖς ζῴοις χόνδροι κεχωρισμένους ἔχουσι τοὺς ἐν αὐτοῖς μυελοὺς καὶ καθ’ αὑτούς, ὥσπερ καὶ τὰ ὀστᾶ, καὶ διὰ τοῦτό εἰσι σκληροί, ἐν δὲ τοῖς σελάχεσιν ὁ μυελὸς ἀνακεκραμένος ὢν μετὰ τῶν χόνδρων καὶ οἷον ἀνεζυμωμένος μαλακωτέραν ἀπεργάζεται τὴν φύσιν αὐτῶν, ὥσπερ [*](3 τε om. S 4 τὰ δὲ P τοῦ στήθους S ἐν ᾦ ἡ κοιλία—τοῦ ἤτρου (5) iterat P 5 τὸ δὴ μετὰ — ἤτρου om. S 7 τῶν post ὑπό om. a 12 πλὴν τῶν] τῶν γὰρ S 15 οἷον χόνδρος P 18 λιγιζομένων P λίγος P 19 κινεῖται a 20 τὴν περιφέρειαν S 24 καὶ τοῦ σκληροῦ S 26 δὲ] fort, δὴ ἐστὶ a 28 οὑν ἐν τοῖς Arist. κεχωρισμένοι PS 30. 31 οἱ μὲν οὖν —μυελῷ om. S)

43
ἔλαιον πίσσῃ μιχθέν· καὶ γὰρ καὶ τοῦτο μαλακωτέραν τὴν πίσσαν ἀποτελεῖ 25 μιχθὲν μετ’ αὐτῆς. εἰπὼν δὲ ἀμυέλους τοὺς ἐν τοῖς πεζοῖς χόνδρους, καί- τοι ἔχοντας μυελόν, σαφηνίζων ὅπως εἶπεν αὐτοὺς ἀμυέλους, ἐπήγαγε τὸ κεχωρισμένῳ μυελῷ, ὡς ἄν εἰ ἔλεγε ’μὴ γὰρ πάμπαν ἀμύελοι τυρχάνουσιν· νοῦσιν· ἔνεστι γὰρ αὐτοῖς μυελός· ἀλλ’ ἐπειδὴ κεχωρισμένος ἐστὶ καὶ καθ’ ἑαυτόν, ὥσπερ καὶ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ, καὶ οὐκ ἀναμεμιγμένος οὐδ’ ἀνακεκραμένος μετ’ αὐτῶν, τρόπον τινὰ ἀμύελόν ἐστιν’. ἰστέον οὗν ὅτι τὸ χωριζόμενον καὶ καθ’ αὑτὸ εἶναι δυνάμενον ὥσπερ ὁ μυελὸς μαλακὴν εἰς ἅπαν ποιεῖ τοῦ χόνδρου τὴν σύστασιν καὶ ζυμώδη μιχθεὶς μετ’ αὐτοῦ.

[*](p. 655b28)

ταῦτα εἰπὼν οἷον πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξάμενος λέγει ὅτι πᾶσι τοῖς τελείοις ζῴοις δύο τὰ ἀναγκαιότατα ὑπάρχει μόρια, ἓν μὲν ἐν ᾧ δέχεται τὴν τροφήν, τοῦτο δ’ ἐστὶ τὸ καλούμενον στόμα, ἄλλο δὲ δι’ οὗ ἀφιᾶσι τὸ περίττωμα. τοῦτο δὲ τὸ μόριον τὸ ἀφ’ οὗ τὸ περίττωμα ἐξέρχεται τὰ φυτὰ οὐκ ἔχει καίπερ ζωὴν ἔχοντα, ἀλλ’ ἀντὶ τοῦ περιττώματος προεῖται τὰ σπέρματα καὶ τοὺς καρπούς. πρὸς δὲ τοῖς εἰρημένοις μορίοις ὑπάρχει καὶ τρίτον τι, ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς ζωῆς· τοῦτο δ᾿ ἐστὶν ἡ καρδία. ἀλλ’ ἐπειδὴ ἔχει καὶ τὰ φυτὰ ἀνομοιομερῆ μέρη, οὐκ ἔστι δὲ τῶν τοιούτων ἀνομοιομερῶν μερῶν ἡ φύσις πολυειδής (ὀλίγων γὰρ πράξεων ὄντα πρακτικὰ ὀλίγων καὶ τῶν ὀργάνων χρῄζει), θεωρητέον περὶ τούτων ἰδίᾳ· περὶ δὲ τῶν ἀνομοιομερῶν μερῶν τῶν ζῴων, ἐπειδὴ τὰ ζῷα πολυμορφοτέραν ἔχει τὴν ἰδέαν, καὶ τούτων ἄλλα ἄλλων πρότερα ἔχει [δὲ] ταύτην τὴν ἰδέαν, καὶ πολυχουστέραν ἤτοι πολυειδεστέραν. θεωρητέον περὶ τούτων, καὶ ἀρκτέον ἀπὸ τῆς κεφαλῆς. τὸ μὲν οὗν ἔχειν τὴν κεφαλὴν ἄσαρκον δῆλον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων, ἀλλὰ καὶ νῦν ῥηθήσεται. οὐχ ὥσπερ φασί τινες, ἐστὶν ἄσαρκος· ῥητέον γὰρ οἷά ἐστι τὰ ὑπ’ ἐκείνων λεγόμενα. λέγουσι δὴ ὡς, εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος, ὅμως οὐ πεποίηκεν αὐτὴν σαρκώδη (οὐ γὰρ μέλει τῇ φύσει τῆς μακροβιότητος) πεποίηκε δὲ αὐτὴν ἄσαρκον χάριν εὐαισθησίας· τοῦτο γὰρ ἀναγκαιότατόν ἐστι τοῖς ζῴοις, εἴπερ αὐτοῖς ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναί 88 ἐστιν. οὐδέτερον δὲ τῶν λεχθέντων ἀληθές· καὶ γὰρ ὅτι τῷ ἐγκεφάλῳ αἰσθάνεται τὰ ζῷ ψεῦδος (δέδεικται γὰρ ὅτι οὐδεμιᾶς αἰσθήσεως αἴτιος), ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὰ λίαν σαρκώδη μέρη αἴσθησιν οὐ προσίεται οὐκ ἀληθές· εἰ γὰρ ἡ σὰρξ καὶ αἰσθητήριον, τὰ ἔτι σαρκωδέστερα μᾶλλον 6 αἰσθήσεται. οὐ δὴ οὖν δι’ ἃς αὐτοί φασιν αἰτίας ἄσαρκός ἐστιν ἡ κεφαλή, ἀλλ’ εἴπερ ἦν πολύσαρκος ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ἀλεαίνων, τουτέστι θερμαινόμενος ὁ ἐγκέφαλος ὑπὸ τῆς πολυσαρκίας οὐκ ἂν ἠδύνατο καταψύχειν τὴν καρδίαν. ἐπεὶ δέ τις ἔμελλε λέγειν καὶ πῶς ἔνιαι τῶν [*](2 τοὺς] τῶν PS 6. 7 καὶ οὐδ’ ἀνακεκραμένος καὶ οὐκ ἀναμεμιγμένος a 7 μετ’ αὐτῶν om. S 8 καὶ om. Pa 13 ἀφίησι a 15 προεῖται] sic libri et Arist. ESU: προίεται recte Arist. vulg. IG καὶ τὸ τρίτον a 17 καὶ om. a 19 ante περὶ add, καὶ S 21 δὲ delevi 24. 25 νῦν θεωρηθήσεται S 25 ante οὐχ add, καὶ a post τὰ add. καὶ a 27 post ὅμως desideratur δ’ ἡ φύσις 30 δέ] γὰρ S 31 ψευδὲς S ὅτι om. S 37 ἤμελλε S)

44
φῄς, οὐδεμιᾶς αἰσθήσεως ὄντος αἰτίου;’ λέγει ὅτι τὴν αἰτίαν, δι’ ἣν ἔνιαι τούτων ἐν τῇ κεφαλῇ εἰσι, μὴ δυνηθέντες εὑρεῖν οὕτως ἀπεφήναντο. ἔλεγον γὰρ ‘τίνος ἕνεκα ἐν τῆ κεφαλῇ τυγχάνουσιν ὄντες ὀφθαλμοί, ῥῖνες, ὦτα; ἆρά γε διὰ τὸ εἶναι ἐν αὐτῇ σάρκας, νεῦρα, φλέβας; καὶ μὴν ἔνεισι ταῦτα καὶ ἐν τῶ λοιπὼ σώματι· διὰ τί οὖν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν τῇ κεφαλῇ πεποίηκεν αὐτὰ ἡ φύσις; δῆλον οὖν ὅτι οὐ διὰ ταῦτα ἐν τῇ κεφαλῇ τυγχάνουσιν ὄντα, ἀλλ’ ἐπειδὴ ὁ ἐγκέφαλος φανερῶς ἕτερός ἐστι τὴν φύσιν τῶν ἄλλων μερῶν. ἔστι δὴ ἐν τῇ κεφαλῇ δι’ αὐτὸν καὶ τὰ αἰσθητήρια καὶ αἱ διὰ τούτων αἰσθήσεις ἐν αὐτῇ εἰσιν· εἰκὸς γὰρ διὰ τὸ διαφέρον τῶν ἄλλων ἁπάντων μορίων ἐν αὐτῇ ταύτας εἶναι ἤπερ διὰ τὰ μὴ δια- φέροντα.’ καὶ ἡ μὲν αἰτία καὶ ὁ συλλογισμός, δι’ οὗ συνδυάζουσι τὰς αἰσθήσεις τῷ ἐγκεφάλῳ, αὕτη· τὰ δὲ κατὰ τὴν λέξιν τὴν τοῦτο δ’ ὁρῶντες ἰδιώτερον ὂν τῶν ἄλλων μορίων ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσι, τὰ δὴ κατὰ τὴν λέξιν τοιαῦτα· αὐτίκα τὸ τοῦτο δὲ (τοῦτο λέγων τὸν ἐγκέφαλον) τὸν ἐγκέφαλον δὴ ὁρῶντες ἰδιώτερον καὶ ἕτερον ὄντα τῶν ἄλλων μορίων καὶ ἐν τῇ κεφαλῇ κείμενον συνάπτουσιν αὐτῷ τὰς αἰσθήσεις· διάφορος γὰρ ὢν πρὸς τὰ ἄλλα μέρη διὰ τοῦτο ἄν εἴη ἐν αὐτῇ, καὶ οὐ διὰ τὰ νεῦρα ἢ τὰς σάρκας.

Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁ ἐγκέφαλος ἀρχὴ τῶν αἰσθήσεων, ἀλλ’ ἡ καρδία, διώρισται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀλλὰ καὶ νῦν ὧδε ἔσται δῆλον ὅτι ἡ καρδία ἐστὶν ἀρχή, καὶ οὐχ οὗτος. καὶ τέως ὅτι ἡ καρδία ἐστὶν ἀρχὴ τῶν ἁπτῶν καὶ χυμῶν, δῆλον· ἐπεὶ γὰρ ἀμφοτέρων αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἡ δὲ σὰρξ ἐξ αἵματος, τὸ δὲ αἷμα ἐκ τῆς καρδίας, δῆλον ὡς ἐκεῖθέν ἐστι τῶν δύο τούτων ἡ ἀρχή. τῶν δὲ λοιπῶν τριῶν πρῶτον μὲν φανερὸν ὅτι ἡ ὄσφρησις μέση ἐστὶ καὶ μεταξὺ τῶν ὀμμάτων κεῖται, κἂν οἱ μυκτῆρες κατωτέρω τούτων τὴν θέσιν ἔχωσιν· ἡ δὲ ἀκοὴ καὶ ἡ ὄψις μάλιστά εἰσιν ἐν τῇ κεφαλῇ, ἐπειδὴ καὶ τὰ αίσθητήρια τούτων, τά τε ὦτα καὶ οἱ ὀφθαλμοὶ ἐν αὐτῇ κεῖνται· ἀλλ’ οὐχ ὅτι ταῦτα ἐν ταύτῃ, ἀρχὴ τούτων ὁ ἐγκέφαλος ἐκ τούτου τε ἔχουσι τὴν τοῦ ὁρᾶν καὶ ἀκούειν δύναμιν. καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἰχθύων· ἀκούουσί τε 36 γὰρ καὶ ὀσφραίνονται, αἰσθητήριον δὲ τούτων οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ, ὡς ἐκ τῶν ἀνατομῶν ἔγνωμεν. εἰ δ’ ἦν ὁ ἐγκέφαλος τούτων ἀρχή, ἦν ἄν ἐν αὐτῇ καὶ αἰσθητήρια. ἀλλ’ ὅτι μὲν ὁ ἐγκέφαλος οὐκ ἔστι τούτων τῶν αἰσθήσεων ἀρχή, δέδεικται. δι’ ἣν δ’ αἰτίαν ἐν τῇ κεφαλῇ τυγχάνουσι τὰ τούτων αἰσθητήρια καίπερ οὐκ ὄντος τοὐ ἐγκεφάλου ἀρχῆς, [*](2 μηδεμιᾶς a 8 ἐπεὶ a 9 δὴ scripsi: δὲ libri 10 διαφέρειν P 11 μορίων ἀπάντων coll. S ἤπερ μὴ διὰ τὰ coll. P 12 ὁ om. Sa συνδιάζουσι P 15 τὸ om. P 16 δὴ scripsi: δὲ libri 19 ἐν αὐτῷ S 21 ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν] cf. c. 2 22 καὶ οὐχ —ἀρχὴ (23) in marg. add. P 23 ἐπεὶ —δῆλον (25) om. S 24 ἡ σάρξ ἐστι coll. a 29 οἱ om. a 32 φανερὸν om. P 34 ἐν αὐτῷ Pa αἰσθητήριον Sa)

45
δῆλον ἐντεῦθεν· ἐπεὶ γάρ ἐστι τὸ τῆς ὄψεως αἰσθητήριον τὸ κρυσταλλοειδές, τοῦτο δ’ ἐστὶν ὑγρὸν καὶ ψυχρόν, ἔστι δὲ καὶ ὁ ἐγκέφαλος ὑγρὸς καὶ ψυχρός, ἔθηκεν ἡ φύσις τοὺς ὀφθαλμοὺς ἐν τῇ κεφαλῇ, ἵν’ αὐτοῖς χορηγῆται τὸ κρυσταλλοειδὲς ἐκ τοῦ ἐγκεφάλου. καὶ τὰ μὲν φλεβί, δι’ ὧν αὐτοῖς δίδοται τὸ κρυσταλλοειδές, ἄρχονται μὲν ἀπὸ τῆς κόρης, ῥιζοῦνται δὲ πρὸς τὸν ἐγκέφαλον· ἐκ δὲ τῆς καρδίας ἄγουσιν ἕτερα φλέβια καὶ συμφύονται τοῖς περὶ τὸν ἐγκέφαλον φλεβίοις, ἀφ’ ὧν φλεβίων τῶν ἀπὸ τῆς καρδίας ἀνερχομένων ἀναδίδοται ἡ ὀπτικὴ δύναμις εἰς τὰ ὑπὸ τῆς κόρης πρὸς τὴν κεφαλὴν τείνοντα φλέβια, καὶ διὰ τούτων εἰς τὴν τῶν ὀφθαλμῶν κόρην. ἐπεὶ δὲ ἔδει τοὺς χιτῶνας τῶν ὀφθαλμῶν λεπτοτάτους εἶναι, ἵνα ταχέως τὰς αὐγὰς δέχωνται (παχύ τατοι γὰρ ὄντες ἐνεποδίζοντο ἂν πρὸς τοῦτο ὑπὸ τοῦ πάχους) ἐπεὶ οὖν οὕτως ἔδει τούτους εἶναι, πεποίηκεν ἡ φύσις ἐξ ὑγροῦ τὸ αἰσθητήριον, καὶ οὐκ ἀπὸ ἀέρος· ἐξ ἀέρος γὰρ ὂν διὰ τὴν λεπτότητα διέπνει ἂν καὶ ἐξήρχετο· δυσκράτητος γὰρ καὶ δυσφύλακτος ὁ ἀήρ, τὸ δ’ ὕδωρ εὐφύλακτον. ἔτι ἐπεὶ αἱ ἀκριβέστεραι τῶν αἰσθήσεων ἀκριβέστεραι γίνονται διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων, καθαρώτερον δὲ τὸ ἐνυπάρχον τοῖς ἐν τῇ κεφαλῇ οὖσι φλεβίοις, καὶ διὰ τοῦτο ἄν εἶεν ἐν τῇ κεφαλῇ ταυτὶ τὰ αἰσθητήρια. σαφῆ δὲ τὰ ἑξῆς.

Τὰ δὲ ὦτα κεῖνται ἐν τῇ κεφαλῇ, ὅτι τῆς ἀκοῆς αἰσθητήριον ὁ ἀήρ ἐστιν, ὡς ἐν τοῖς Περὶ αἰσθήσεως δέδεικται· εἰ δ’ ἦσαν τὰ ὦτα ἐν ἄλλῳ τόπῳ, οὐκ ἄν ῥᾳδίως ἐδέχοντο τὸν ἀέρα. ταῦτα μὲν οὕτως. τῶν δὲ ἐναίμων ζῴων οὐδέν ἐστιν ἄναιμον μόριον αἰσθητικόν, οὔτε μὴν τὸ αἷμα, ἀλλ’ ὄχημα μὲν τὸ αἷμα τῆς αἰσθητικῆς δυνάμεως, ὡς καὶ πρότερον εἴπομεν. ἐστίν, αἰσθητικὸν δὲ οὐκ ἔστιν, ἀλλὰ τὸ ἐξ αἱμάτων, ἤτοι ἡ σάρξ. ἀλλὰ πῶς, εἴπερ ἡ σὰρξ ἐξ αἵματος, τὸ δ’ αἷμα ἀναίσθητον, τὸ ἐξ ἀναισθήτου ὂν ἔσται αἰσθητικόν; ἢ ἐπειδὴ τὸ αἰσθησόμενον μόριον λαβὸν τὸ αἷμα καὶ συμπέψαν καὶ ὅμοιον ἑαυτῷ ποιῆσαν οὕτω τρέφεται, δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν δύναμιν, ἥτις ἐν τῷ αἵματι ἐποχεῖται, συνανακεραννύει καὶ ἀναζυμοῖ ἑαυτῷ· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἡ σὰρξ οἷον κρᾶμά ἐστιν αἰσθήσεως καὶ αἵματος, καὶ εἰ τοῦτο, εὐλόγως, μᾶλλον δ’ ἀνάγκη αὐτὴν μὲν εἶναι αἰσθητικήν, τὸ δ’ αἷμα ἀναίσθητον.

Μετὰ ταῦτα λέγει, τίνος ἕνεκεν ὁ ἐγκέφαλος ἔμπροσθέν ἐστι, καί φησιν ὅτι ἐπεὶ διὰ τὸ τὴν καρδίαν περιψύχειν γέγονεν, αὕτη δ’ ἔμπροσθέν ἐστιν, ἀνάγκη καὶ τοῦτον ἔμπροσθεν εἶναι. δι’ ἣν δ’ αἰτίαν ἡ καρδία ἔμπροσθεν κεῖται, ἐρεῖ ἐν τῷ ἐφ’ ἐξῆς βιβλίῳ, ὅτε περὶ σπλάγχνων λέγει. ἔτι ἐπεὶ τὸ [*](1 ἐπειδὴ S 1.2 κρυσταλοειδὲς ubiquc S 2 ἐστί τ᾿ ὑγρὸν S καὶ post δέ om. Sa 5 post κρυσταλλοειδές add. εἰσὶν PS ἄρχοντα S 12 exspectas οὖν αὐτοὺς ἔδει τοιούτους εἶναι 13 αἰσθητὸν S 14 διεξήρχετο Pa 15 ἀκριβέστεροι S 18 τὰ αἰσθητήρια ταυτὶ coll. S ἐφεξῆς P 19 Td δὲ ὦτα] περὶ ὤτων in marg. S δὲ om. P κεῖνται post κεφαλῇ ponit S αἰσθητήρια Sa 20 ἐν τοῖς Περὶ αἰσθήσεως] c. 2 p. 438b20 21 ῥάδιον 22 ἄναιμον post αἰσθητικόν ponit S 24 τὸ δ’ ἐξ P 26 λαβὼν a 30 εἰ om. a 31 μὲν om. P αἰσθητικὸν Pa 33 ἐπειδὴ S 35 ἐν τῷ ἐφεξῆς βιβλίῳ] Γ 3 p. 665a10 sqq. 4 p. 665b18 sqq.)

46
αἰσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεται μορίων, τὰ δ’ ἔναιμα μόρια, δι᾿ ὧν ἡ αἴσθησις πρὸς τὰ αἰσθητήρια ἄνεισιν, ἔμπροσθέν εἰσιν (ἐκ τῆς γὰρ ταῦτα), τῶν δὲ τοιούτων αἰσθητηρίων αἱ φλέβες, ὡς εἴρηται, πρὸς τὸν ἐγκέφαλόν εἰσι καὶ διὰ τοῦτο ἂν εἴη ὁ ἐγκέφαλος ἔμπροσθεν.

[*](p. 656b26)

Μετὰ ταῦτα λέγει, διὰ τί οὕτω τέτακται τὰ αἰσθητήρια. σαφῶς δὲ καταλέγει τὰ περὶ ὀφθαλμῶν καὶ ὤτων. περὶ δὲ τῶν ῥινῶν δι’ ἣν αἰτίαν οὕτω κεῖνται μέλλων εἰπεῖν, πρῶτον λέγει ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστιν, εἰ καὶ ἐπὶ τῆς ἁφῆς ἄδηλον ὂν τοῦτο διὰ τὸ μὴ εἶναι πρῶτον αἰσθητήριον τὴν σάρκα. ἀλλ’ οὖν ἐπὶ τῆς γεύσεως μᾶλλόν ἐστι δῆλον· φαίνεται γὰρ ἡ γλῶττα κεχαραγμένη καὶ οἷον ἐσχισμένη. εἰπὼν οὖν ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστι, λέγει ὅτι εἰ μὴ ἔκειτο ἡ ῥὶς ὥσπερ κεῖται, ἀλλ’ ἦν διεσπασμένη ὥσπερ τὰ ὦτα, ἐπειδὴ οἱ πόροι αὐτῆς κατὰ στάθμην καὶ ἐπ’ εὐθείας πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσβάλλουσιν, οὐκ ἂν ἐποίει τὸ αὐτῆς ἔργον· οὐ γὰρ ἠδύνατο τὸ πνεῦμα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσέρχεσθαι τῶν μυκτήρων, τοῦ μὲν ἐν τῇ κεφαλῇ φέρε εἰπεῖν κειμένου, τοῦ δὲ ἐν ἄλλῳ μέρει τοῦ σώματος. λέγει καὶ διὰ τί ποτε οὕτω καὶ τὰ ἄλλα ζῷα ἔχει τὰ ὦτα· διότι, φησί, τὰ τετράποδα κυπτάζει καὶ οὕτω κινεῖται, ἀλλ’ οὐκ ὄρθιά ἐστιν· εἰ γὰρ οὕτω κινούμενα [εἰ] μὴ μετέωρα εἶχον τὰ ὦτα καὶ κινούμενα, ἀλλὰ κάτω που καὶ ἀκίνητα, οὐκ ἂν ἐδέχετο πάντοθεν τοὺς ψόφους. οἱ δὲ ὄρνιθες σκληρόδερμοι ὄντες καὶ πτερωτοί, πρῶτον μὲν διὰ τὴν τοῦ δέρματος σκληρότητα ὦτα ποιῆσαι ἐν αὐτοῖς ἡ φύσις οὐκ ἠδυνήθη, ἔπειτα πάσης τῆς ὕλης εἰς τὴν τῶν πτερῶν φύσιν καταναλωθείσης οὐκ εὐπόρησε καὶ ἄλλης εἰς ὤτων γένεσιν. διὰ ταύτας δὲ τὰς αἰτίας οὐδὲ τὰ τετράποδα καὶ ῷοτόκα ἔχει ὦτα. ἡ δὲ φώκη τετράπους μέν ἐστιν, ἀλλὰ διὰ τὸ λίαν ἔχειν βραχυτάτους καὶ δακτυλιαίους τοὺς πόδας, καὶ οἷον πεπηρωμένη διὰ τοῦτο οὖσα, οὐκ ἔχει ὤτα.

[*](p. 657a25)

Μετά ταῦτα λέγει διὰ τί οἱ ὀφθαλμοὶ ἔχουσι φυλακὴν τὰ καλούμενα βλέφαρα, ὑφ’ ὧν καὶ σκαρδαμύττουσι. σκαρδαμύττειν δὲ λέγεται τὸ συνεχῶς καὶ πυκνῶς μύειν. καὶ τὰ μὲν ἄλλα σκαρδαμύττει ταῖς βλεφαρίσιν, οἱ δὲ ὄρνιθες δι’ ὑμένος ἐξερχομένου ἀπὸ τῶν κανθῶν τῶν πρὸς τοῖς μυκτῆρσι. σαφῶς δὲ λέγει, διὰ τί τὰ βλέφαρα ἔχει ὅσα βλέφαρα ἔχει. λέγει δὲ καὶ ὅτι σκαρδαμύττουσιν ὅσα σκαρδαμύττει οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἀπροαιρέτως καὶ μηδὲ | συναισθανόμενα ὅτι τοῦτο πάσχει. μᾶλλον δὲ τῶν ἄλλων σκαρδαμύττει ὁ ἄνθρωπος, ὅτι λεπτόδερμός ἐστιν, εὐκινητότερον δὲ τὸ λεπτόν. τὸ δὲ ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη ἴσον ἐστὶ τῷ ἡ δὲ βλεφαρὶς δέρμα ἐστί, διὰ δὲ τὸ εἶναι δέρμα τμηθεῖσα οὐ συμφύεται· τοῦτο γὰρ φύσις δέρματος. οὔτε δὲ αὕτη συμφύεται οὕτε ἡ ἀκροποσθία· ἔστι δὲ ἡ ἀκροποσθία τὸ 5 [*](2 ἐστὶν a 6 καταλέγει] κατὰ λέξιν P 16 κειμένου φέρε εἰπεῖν coll. S 17 τὰ post φησί om. S 19 εἰ delevi 25 τετράπουν μὲν Sa 33 ὅσα ἔχει βλέφαρα coll. S καὶ om. Sa 35 τοῦτο πάσχει] σκαρδαμύττει S 36 δὲ post ἡ om. P 37 τῷ δὲ ἡ coll. P 38 γὰρ] δέ Pa)

47
περιέχον δέρμα τὴν βάλανον τοῦ αἰδοίου, ὃ καὶ τέμνουσιν Ἰουδαῖοι καὶ τί οἱ ὄρνιθες τῷ κάτω, ἀλλ’ οὐ τῷ ἄνω βλεφάρῳ σκαρδαμύττουσι καὶ ὅλως μύουσι, καί φησιν ὅτι διὰ τὴν τοῦ δέρματος τοῦ περὶ τὴν κεφαλὴν σκληρότητα· σκληρὸν γὰρ ὃν δυσκίνητόν ἐστι. καὶ διὰ τί σκληρὸν λέγε, ὅτι οἱ βαρεῖς τῶν ὀρνίθων πτητικοὶ μὴ ὄντες, ἀλλὰ δυσκίνητοι διὰ τὴν τῶν πτερῶν ὀλιγότητα, ὥπλισεν αὐτοὺς ἡ φύσις σκληρῷ δέρματι, ἵνα τυπτόμενοι ὑπὸ τῶν θηρευόντων ἀντέχωσι διὰ τὴν σκληρότητα, καὶ μὴ ταχέως ἀποθνήσκωσιν. ᾧπερ οὖν ἔμελλε χρήσασθαι ἡ φύσις πρὸς αὔξησιν τῶν πτερῶν, ἐχρήσατο πρὸς τὴν τοῦ δέρματος σκληρότητα. λέγει δὲ καὶ περὶ τῶν τετραπόδων τῶν ᾠοτοκούντων ὅτι φολιδωτά ἐστιν· καὶ ἔστιν ἡ φολὶς σκληροτέρα τῶν τριχῶν, ὥστε καὶ τὸ δέρμα τὸ τὰς φολίδας ἔχον σκληρότερον τοῦ δέρματος τοῦ τὰς τρίχας ἔχοντός ἐστιν. λέγει δὲ καὶ διὰ τί σκαρδαμύττουσιν οἱ ὄρνιθες τῷ ὑμένι τῷ ὄντι ἐν τοῖς πρὸς τοὺς μυκτῆρας κανθοῖς, καὶ οὐ διὰ τοῦ ὄντος πρὸς τοὺς ἐν τοῖς κροτάφοις κανθούς· καί φησιν ὅτι βέλτιον ἀπὸ μιᾶς ἀρχῆς εἶναι τὴν φύσιν αὐτῶν, δύνανται δὲ ἀπὸ τῶν πρὸς τοὺς μυκτῆρας κανθῶν διὰ τὸ σύνεγγυς εἶναι ἀλλήλων ἀπὸ μιᾶς εἶναι ἀρχῆς, ἐκ δὲ τῶν ὄντων πρὸς τοῖς ὠσὶν οὐ δύνανται, ἀπῳκισμένοις οὖσιν ἀπ’ ἀλλήλων, ἄλλως τε τῶν ὤτων πρὸς τὰ πλάγια κειμένων, τῶν δὲ μυκτήρων ἔμπροσθεν. βέλτιον δὲ τὸ ἔμπροσθεν διὰ τὸ καὶ τὴν καρδίαν τὴν ἀρχὴν τῶν ζῴων ἔμπροσθεν κεῖσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν βέλτιον ἐκ τῶν ἔμπροσθεν, ὃ ταὐτόν ἐστι τῷ ἐκ τῆς ἀρχῆς πάσης κινησεως καὶ ζωῆς, σκαρδαμύττειν ἢ ἐκ τῶν πλαγίων. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 657b34)

Τὸ δὲ οἷον βλέποντα διὰ τοῦ βλεφάρου τροσπεφυκότος σαφὲς ἔσται, εἰ οὕτω πὼς εἴποιμεν· νενοήσθω ὅτι συμπεφυκότα καὶ συνεχῆ γεγονότα τὸ ἄνω καὶ κάτω βλέφαρον δύναται ὁρᾶν οὕτω τὸ ζῷον· τοιοῦτόν τί εἰσι τὰ σκληρόφθαλμα, οἱονεὶ βλέποντα συμπεφυκότων τῶν βλεφάρων· ὥσπερ οὖν εἰ ἑώρων ἐγώ τε καὶ σὺ καὶ πάντες συμπεφυκότων τῶν βλεφάρων, οὐδ’ ἄν ἦν ἡμῖν ἄλλων χρεία βλεφάρων πρὸς φυλακὴν τῶν ὀφθαλμῶν διὰ τὸ ἅμα τὰ προσπεφυκότα βλέφαρα καὶ φυλάττειν αὐτοὺς καὶ μὴ κωλύειν πρὸς τὸ ὁρᾶν, οὕτως οὐδὲ τοῖς σκληροφθάλμοις ἐστὶ χρεία βλεφάρων. ἀλλ’ ἐπεὶ διὰ τὴν τῶν ὀφθαλμῶν σκληρότητα ἀναγκαῖον ἦν ἀμβλύτερον βλέπειν, ὥσπερ τὰ ὦτα τῶν τετραπόδων κινούμενα γέγονεν, ἵν διὰ τὴν κίνησιν πάντοθεν δέχηται τοὺς ψόφους, οὕτω καὶ τοὺς ὀφθαλμοὺς τούτων κινεῖσθαι παρασκευάζει, ἵνα πάντοθεν δέχωνται τὰς αὐγάς.

Εἶτα λέγει διὰ τί βλέφαρα τοῖς ἰχθύσιν οὐ δέδωκεν ἡ φύσις, καί φησιν ὅτι ἐπειδὴ ἐν τῷ ὕδατι ζῶσιν, ἐμποδιστικὸν δὲ τὸ ὕδωρ πρὸς τὸ [*](1 τὴν scripsi: τὸν libri post τέμνουσιν add. οἱ a 6 μὴ] μὲν S δυσκίνητοι post ὀλιγότητα (7) ponit S 14 πρὸς τοῖς a 15 κανθούς] κανθοῖς a fort, ἐν τοῖς πρὸς τοὺς κροτάφους κανθοῖς 22 ἀπάσης S 23 ἐφεξῆς P 24 τῶν βλεφάρων S 25 εἴποιμι Pa νενοήσθω] νενοείσθω P: καὶ νοήσθω a 27 βλέπον P 28 καὶ post σὺ om. S 32 ἐπειδὴ S 34 δέχοιτο S 35 παρασκευάζει] desideratur ἡ φύσις τἀς] πρὸς P 36 post λέγει add. καὶ Sa οὐ supr. V. P οὐκ ἔδωκεν S 37 ὅτι om. S δὲ] γὰρ S)

48
ὁρᾶν διὰ τὸ μήτε διαφανέστερον εἶναι τοὐ ἀέρος, μήτε εὐδιαιρετώτερον, ἔχουσιν ὑγροτέρους τοὺς ὀφθαλμοὺς καὶ πλέον τῶν ἄλλων τὸ κρυσταλλοειδές, ἵνα νικῴη τὸ τοῦ ὕδατος πρὸς τὸ ὁρᾶν ἐμπόδιον. ἐπεὶ οὖν πολὺ τούτοις τὸ κρυσταλλοειδές, ἀνάγκη ἦν ἔχειν βλέφαρα, ἀλλ’ ἐπεὶ ἐν τῷ ὕδατι οὔκ εἰσι κονιορτώδη τινὰ καὶ πρσκρούσματα τῶν ὄψεων, οὐ δέδωκεν αὐτοῖς ἡ φύσις βλέφαρα εἰς φυλακὴν τῶν ὀμμάτων, διὰ τὸ μηθὲν μάτην ἢ τερίεργον ποιεῖν.

[*](p. 658a21)

Σαφῆ δὲ τὰ περὶ τριχῶν. τὸ δὲ ἀλλ’ ἀλεάζει διὰ τὴν κάμψιν ἴσον ἐστὶ τῷ θερμαίνεται διὰ τὸ κυπτάζειν. πρὸ δὲ τούτου ὅταν λέγῃ ὅτι τὰ τετράποδα ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἢ τὸ μὴ ἔχειν εἴρηται ἀντὶ τοῦ ἥττονας ἔχουσιν ἐν τοῖς ὑπτίοις, πλείονας δὲ ἐν τοῖς πρανέσιν, ἢ τὰς ἐν τοῖς ὑπτίοις οὐ βούλεται λέγειν τρίχας διὰ τὸ διαφέρειν πρὸς τὰς ἐν τοῖς πρανέσι. λέγει δὲ καὶ πλείονας τρίχας ἔχειν τὸν ἄνθρωπον διά τε τὴν ὑγρότητα τοῦ ἐγκεφάλου καὶ διὰ τἀς ῥαφάς· ἀλλ’ ἡ μὲν ὑγρότης ὡς ὑλικὴ 1 αἰτία, αἱ δὲ ῥαφαὶ ὡς μὴ ἐμποδίζουσαι ἐξέρχεσθαι τὴν ὑγρότητα. διὰ ταύτας δὲ τὰς αἰτίας ἔχει καὶ τὰς ὀφρύας· ἐπὶ συνθέσει γὰρ καὶ ἁρμογῇ ὀστῶν οὖσαι οὐκ ἐμποδίζουσι τὸ ὑγρὸν αἱ ἁρμογαὶ ἐξέρχεσθαι. τὰς δὲ βλεφαρίδας ἔχει ᾗ περατοῦνται τὰ φλέβια· ᾗ δὲ περατοῦνται, πόρους ἔχουσιν, ᾗ δὲ πόροι τυγχάνουσιν ὄντες, δίδοται διέξοδος τῷ ὑγρῷ, εἰ μή που ἔργον τι φύσεως ἐμποδίσει πρὸς ἄλλο ἔργον καὶ χρῆσιν.

[*](p. 658b27)

Ταῦτα εἰπὼν ἐπάγει ὅτι οὐ πόρρω διέστηκεν ἀλλήλων τὸ τῆς ὀσφρήσεως αἰσθητήριον, τῷ διέστηκε χρησάμενος ἀντὶ τοῦ μὴ ἔχειν μέγεθος. ἀλλὰ τὸ μὲν τῶν πτηνῶν καὶ τετραπόδων οὔτε μῆκος ἔχει οὐδὲ ὅλως ἐπανέστηκεν, ἀλλὰ καὶ πάντῃ ἀδιάρθρωτον τὸ τῶν πτηνῶν, τῶν δὲ τετραπόδων μᾶλλον διηρθρωμένον. ὁ δὲ ἐλέφας, φησίν, ἰδιώτατον ἔχει τοῦτο τὸ μόριον. σαφῆ δὲ ἃ λέγει περὶ τῆς ῥινὸς τοῦ ἐλέφαντος· τινὰ δὲ δεόμενα μικρᾶς ἐπιστασίας τεύξεται αὐτῆς. αὐτίκα τὸ τὸ γὰρ μέγεθος ὂν ὑπερβάλλον ἀναγκαῖον ὁμοίως ἦν χρῆσθαι τῷ ὑγρῷ ὥσπερ τῇ γῇ ἴσον ἐστὶ τῷ μέγιστος γὰρ ὢν ὁ ἐλέφας καὶ διὰ τοῦτο δυσκίνητος, ἀναγκαῖόν ἐστιν ὅσον ἂν χρόνον ἐν τῇ γῇ διατρίβῃ, τοσοῦτον εἶναι καὶ ἐν τῷ ὕδατι. τὸ δὲ λεγόμενον περὶ τῶν ὀπισθονόμων βοῶν τοιοῦτόν ἐστι φασὶ γὰρ κινεῖσθαι τὰ κέρατα τούτων, καὶ ἐπειδὰν κύψωσιν εἰς τὴν νομήν, πήγνυνται ἐν τῇ γῇ καὶ οὐκ ἐῶσιν αὐτοὺς πρόσω προβῆναι· καὶ διὰ τοῦτο ὑποχωροῦσιν ὀπίσω. οὕτω δὲ ἑλκόμενα τὰ κέρατα ὑπ’ αὐτῶν, ἀλλ’ οὐκ ὠθούμενα οὐ πήγνυνται· ἐν γὰρ τῇ ὠθήσει, ἀλλ’ οὐ τῇ ἕλξει πήγνυται πᾶν εὐθύ. τὸν δὲ ἐλέφαντά φησι χρῆσθαι τῷ μυκτῆρι ἀντὶ τῆς τῶν ἐμπροσθίων ποδῶν χρείας· ὡς γὰρ τὰ τετράποδα χρῶνται· τοῖς ἐμπροσθίοις ποσὶν ἀντὶ χειρῶν, οὕτω καὶ οὗτος τῷ μυκτῆρι. ὅτι δὲ χρῶνται τοῖς τοιούτοις [*](3 νικῴη post ἐμπόδιον ponit S 8 ἀλλὰ λεάξει Arist. ESY 10 τὸ μὴ ἔχει a 13 τρίχας πλείονας coll. S 23 post μέγεθος add. μηδὲ μῆκος Pa 25 διηρθρωμένος P: διηρθρωμένων S ἔχειν P 26 τὸ om. a δὲ (post τινὰ) om. P 27 post ἐπιστασίας add. καὶ Pa alterum τὸ om. Pa 33 πήγνυται Sa 36 ἰθὺ S 37 χρῆται S 38 ἀντὶ χειρῶν post τετράποδα (37) ponit S)

49
ποσὶν ἀντὶ χειρῶν, δῆλον μὲν καὶ ἐξ ἄλλων, ἀλλὰ καὶ ἐκ τῶν κυνῶν· οὗτοι γὰρ τοὺς ὀδόντας αὑτῶν διὰ τούτων καθαίρουσι τούς τε κυνορραϊστὰς κἄν ἄλλο τι δάκνῃ, διὰ τούτων μάλιστα ἀπορρίπτουσι, καὶ ἄλλα πολλὰ μετὰ τούτων ἐργάζονται· οἱ κατοικίδιοί τε αἴλουροι τοὺς μῦς μετὰ τούτων τύπτουσί τε καὶ κατέχουσιν.

Οἱ δὲ ὄρνιθες καὶ οἱ ὄφεις καὶ ὅσα ἄλλα ἔναιμα, ἔχουσι τοὺς μυκτῆρας πρὸ τοῦ στόματος· ἐν τῷ πέρατι γὰρ σχεδὸν τοῦ ἄνωθεν χείλους, οἱ δὲ ὄρνιθες ἐν τῷ ῥύγχει. ἔχουσι δὲ οἱ ὄρνιθες τοὺς μυκτῆρας, ὥστε μὲν εἰπεῖν μυκτῆρας διὰ τὸ ἔργον ὃ ποιοῦσιν, οὐκ εἰσι ’δε δία τὸ μὴ εἰνὶ φανερῶς διηρθρωμένοι. αἰτία δὲ τούτου ἡ τῶν ὀρνίθων φύσις, δίπους οὖσα καὶ πτερυγωτή· διὰ μὲν οὖν τὸ πτέρυγας ἔχειν οὐκ ἔχει μυκτῆρας, ὅτι καταναλισκομένη ἡ ὕλη εἰς τὴν τῶν πτερῶν φύσιν οὐκ ἀρκεῖ καὶ εἰς γένεσιν μυκτήρων· δίπους δὲ οὖσα καὶ οὐκ ἐν τῷ μέσῳ τοῦ σώματος ἔχουσα τοὺς πόδας, ἀλλὰ πρὸς τῷ τέλει, εἴπερ εἶχε μυκτῆρας, εἶχεν ἂν καὶ μεγάλην κεφαλήν, ἔχουσα δὲ ταύτην μεγάλην ἔπιπτεν ἂν εἰς τὸ ἔμπροσθεν, ὥσπερ ἐπὶ τῆς τρυτάνης συμβαίνει. ἐν ἐκείνῃ γὰρ εἰ δύο τινὰ βάρη ἐν ἑκάστῃ τῶν πλαστίγγων θήσεις, βρίθει ἐπὶ τὴν ἔχουσαν τὸ μεῖζον βάρος. σαφῆ δὲ τὰ ἑξῆς.

Μετρικοὺς δὲ λέγει τοὺς ποιητὰς τοὺς ἔμμετρα γράψαντας, ὥσπερ Ὅμηρος καὶ οἱ λοιποί. τὸ δὲ τραυλίζειν, φησίν ἐστὶ καὶ μὴ ἐν τῷ ἔχειν πλατεῖαν ἢ στενὴν τὴν γλῶτταν· ὁ γὰρ πλατεῖαν ἔχων τὴν γλῶτταν καὶ συμμέτρως ἀπολελυμένην οὐ τραυλίζει. ἰστέον δὲ ὅτι ὁ ἔχων πλατεῖαν ἔχει καὶ στενήν, ὥσπερ καὶ ὁ μέγα ἔχων ἔχει καὶ μικρόν (δύναται γὰρ στενοῦν αὐτήν), ἀλλ’ οὐχ ὁ στενὴν ἤδη καὶ πλατεῖαν. τὴν δὲ γλῶτταν ἔχουσιν οἱ ὄφεις δικρόαν καὶ ἐσχισμένην διὰ τὴν λιχνότητα· λίχνοι γὰρ ὄντες ἔλαβον αὐτὴν ἐσχισμένην καὶ οἱονεὶ διπλῆν, ἵνα ἔχωσι διπλῆν καὶ τὴν ἡδονήν. οἱ δὲ ἰχθύες ἔχουσι βραχεῖαν τὴν τῆς γλώττης διάρθρωσιν καὶ δι’ ἃς μὲν εἶπε σαφῶς αἰτίας καὶ διὰ ταύτην, ἣν καὶ αὐτὸς ἐνταῦθα μετὰ τῶν προειρημένων τίθησιν· ἐν ὕδατι, φησί, διατρίβοντες καὶ ταχέως διαβιβάζοντες τὴν τροφὴν ἢν εἰς τὴν κοίαν, ἵνα μὴ λεαίνοντες αὐτὴν διὰ τῶν ὀδόντων εἴσεισι τὸ ὕδωρ εἰς τὴν κοιλίαν αὐτῶν καὶ ἀποπνίγωνται, οὐ δέδοται αὐτοῖς γλῶττα. ἐπεὶ γάρ, ὡς εἴρηται, ἅμα τῷ ἅψασθαι τῆς τροφῆς εἴς τὴν κοιλίαν αὐτὴν παραπέμπουσιν, ἐκ τούτου δὲ αἴσθησιν οὐκ ἔχουσι τῶν χυμῶν, ἀφῄρηνται καὶ τὸ τῶν χυμῶν αἰσθητήριον, καὶ τοσοῦτον ὥστε, εἰ μή τις αὐτῶν τὸ στόμα ἐπικλίνει καὶ οἱονεὶ κυρτώσει ἢ κοιλανεῖ, οὐ φαίνεται ἡ τοιαύτη διάρθρωσις.

[*](p. 660b25)

Οἱ δὲ κροκόδειλοι πεπηρωμένην ἔχουσι τὴν γλῶτταν ἴσως τοῖς ἰχθύσι, διὰ ταυτηνὶ τὴν αἰτίαν· ἐπεὶ γὰρ ἐν τῇ κάτω σιαγόνι πέφυκεν ἡ [*](2 αὐτῶν S 6 δὲ om. S 10 διηρθρωμένους Sa τούτων PS 12 ἡ om. a πτερύγων P 17 θήσεις scripsi: θήσεις libri βρίθη a 18 δέ ἐστι τὰ a 19. 20 ὥσπερ — λοιποί om. S 20 ὁ Ὅμηρος a φησίν om. S 21 τὴν γλῶτταν ἔχων coll. a 26 καὶ post διπλῆν om. Pa 33 τὴν οἰκείαν κοίαν Sa 34 ἀφῄρηται P 35 αὐτῶν τὸ πόμα αὐτῶν ἐπικλίνη S 38 ταύτην S Comment, in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 4)

50
γλῶττα κεῖσθαι ἄνω γὰρ κειμένη ἐκώλυε τὴν τροφὴν εἰσέρχεσθαι εἰς τὸν οἰσοφάγον) τοῖς δὲ κροκοδείλοις τὸ κάτω ἄνω ἐστί (τὴν γὰρ ἄνω ἐν ἅπασι δὲ τοῖς ἄλλοις ζῴοις ἡ κινουμένη σιαγὼν κάτω ἐστί), κάτω μὲν τὴν γλῶτταν οὐκ ἔχει, ὅτι τὸ κάτω ἄνω ἐστίν, ἄνω δὲ κεῖσθαι οὐ πέφυκεν· ἄνω δέ, ὅπερ ἐστὶ κάτω, οὐκ ἔχει τὴν γλῶτταν, ἵνα μὴ ἐμποδίζῃ τὴν τροφήν· ἐπάνω γὰρ τῆς γλώττης πίπτει τὰ βρώματα, καὶ οὕτως ὑπ’ αὐτῆς διαπέμπεται πρὸς τὸν οἰσοφάγον. αἱ δὲ πορφύραι ἰσχυρότατον ἔχουσαι τὸ κέντρον διατρυπῶσι τὸ τῶν στρόμβων ὄστρακον, ὑφ’ ὧν στρόμβων καὶ δελεάζουσιν αὐτὰς οἱ ἀσπαλιεῖς· τίθενται γὰρ περὶ τὸ ἄγκιστρον στρόμβον, ὃν ἰδοῦσαι ἔρχονται πρὸς αὐτόν, καὶ οὕτως ἁλίσκονται. σαφῆ δὲ τὰ λοιπὰ πάντα τοῦ παρόντος βιβλίου, διὸ ἑκτέον τῶν ἐφεξῆς.

[*](2 τὴν μὲν γὰρ S 3 δὲ] μὲν S 3. 4 κάτω δὲ τὴν S 8 διατρυποῦσι P 9 οἱ ἁλιεῖς Pa τιθέασιν a 10 ὃν ἰδοῦσαι—ἐφεξῆς (11)] καὶ τὰ ἑξῆς S)
51
[*](93)

καὶ τὸ στόμα τὸ περιεχόμενον ὑπὸ ὀδόντων καὶ ἐξ ὀδόντων συνεστηκός. λέγει δὲ καὶ ὅτι οὐ μόνον πρὸς τὴν τῆς τροφῆς ἐργασίαν ἔχει τὰ ζῷα τοὺς ὀδόντας, ἀλλὰ καὶ χάριν ἀλκῆς. διαιρεῖ δὲ τὴν ἀλκὴν εἴς τε τὸ ποιεῖν καὶ ἐπιτίθεσθαι ἀλλήλοις καὶ εἰς τὸ μὴ πάσχειν καὶ ἀμύνεσθαι τὰ ἐπιτιθέμενα. τῶν γὰρ ζῴων τὰ μὲν ἐπιτίθενται ἄλλοις, οἷον λέων, ἀετός, καὶ κατεσθίουσι τὰ οἷς ἐπιτίθενται, τὰ δὲ οὔτε ἐπιτίθεται οὔτε ἐπιβουλεύει, οἷον λαγώς, ἀηδών, ἀλλ’ ἀμύνεται καὶ μάχεται, ὡς δύναται, τοῖς ἐπιτιθεμένοις καὶ ἀναιρεῖν αὐτὰ σπουδάζουσιν. ὁ δὲ ἄνθρωπος ἔχει τοὺς κυνόδοντας καὶ τοὺς ἄλλους ἅπαντας τοσούτους πρὸς τὴν διάλεκτον· ἢν γάρ τις λείπῃ, ψελλίζεται ὁ ἄνθρωπος. χαυλιόδοντας δὲ λέγει τοὺς ἐοικότας τοῖς τῶν βουβάλων κέρασιν, οἷοί εἰσιν οἱ τῶν κάπρων. οὐδὲν δὲ τῶν ζῴων ἔστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν· ἐπεὶ γὰρ τὸ καρχαρόδουν ἕνεκα τοῦ δάκνειν ἐστί, τὸ δὲ χαυλιόδουν τοῦ πλήττειν καὶ τιτρώσκειν, οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ, διὰ τοῦτο οὐδέν ἐστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν. ἐπεὶ δὲ ὅ τε κάπρος καὶ ἡ θήλεια ὗς ἐκ τοῦ αὐτοῦ εἰσι γένους (λέγων γένος τὸ εἶδος), ὅ τε ἄρρην ἔλαφος καὶ ἡ θήλεια (ὁμοειδῆ γὰρ καὶ ταῦτα) καὶ ὁ μὲν κάπρος ἔχει χαυλιόδοντας, ἡ δὲ ὗς οὐκ ἔχει, ὁμοίως ὁ ἄρρην ἔλαφος ἔχει κέρατα, ἡ θήλεια δὲ οὔ, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, καὶ ἦν εἰκὸς τὸν μὴ ἀργὸν τὴν διάνοιαν ζητεῖν, διὰ τί ὁμοειδῆ ὄντα ὅ τε κάπρος καὶ ἡ ὗς ὁ μὲν ἔχει χαυλιόδοντας, ἡ δὲ οὐκ ἔχει, ὁμοίως καὶ ἐπὶ τῶν ἐλάφων ὁ μὲν κέρατα, ἡ δὲ οὔ, μέλλων τὴν αἰτίαν τούτων εἰπεῖν λέγει ὅτι δεῖ καθόλου περὶ τούτων εἰπεῖν, ὃ χρήσιμον ἔσται καὶ περὶ τούτων καὶ τῶν ἄλλων τῶν ὕστερον λεχθησομένων· καὶ ἐπάγει ὅτι ἐπειδὴ χάριν ἀλκῆς καὶ βοηθείας ὑπὸ τῆς φύσεως δίδοται οἷς δίδοται κέρατα, κέντρα, πλῆκτρα, [*](1 Tit. om, S: Σχόλια τῶν δεομένων ῥητῶν σαφηνείας τοῦ γ βιβλίου τῶν περὶ ζώων μορίων a 3 ὑπὸ τῶν ὀδόντων a 6 ἄλλοις a 8 καὶ om. a οὔτε ἐπιτίθεντι P 10 σπουδάζει S κοινόδοντας P 11 post τοσούτους add. δὲ S λείψῃ Pa 13 βουβαλίων Pa 14 post ἄμα add. καὶ a 17 oe om. Pa λέγω P 21 ὁμοειδῆ τε ὄντα P 24 περὶ τούτου εἰπεῖν S καὶ περὶ τούτου P 26 φύσεως ex βοηθείας corr. P rec. 4*)

52
στρατηγὸς οὐκ ὅν δώσει τῷ βρέφει σπάθην ἢ κοντὸν, ἀλλ’ ἀνδρί, καὶ ἀνδρὶ τῷ δυναμένῳ χρῆσθαι, οὕτω καὶ ἡ φύσις τοῖς μὲν ἄρρεσι τῶν ζῴων ἰσχυροτέροις οὖσι καὶ δυναμένοις χρῆσθαι δέδωκε κέρατα, κέντρα, χαυλιόδοντας, τοῖς δὲ θήλεσι διὰ τὴν ἀσθένειαν οὐ δέδωκε, καὶ τῶν ἀρρένων πάλιν τὰ μείζω κέρατα καὶ πλῆκτρα καὶ τὰ λοιπὰ δέδωκε τοῖς ἱσχυροτέροις, τὰ δ’ ἐλάττω τοῖς ἀσθενεστέροις. εἰ δέ που συμβαίη τὰ αὐτὰ ἔχειν τὸ θῆλυ, ἅπερ καὶ τὸ ἄρρεν, οἷά εἰσι τὰ πρὸς τὴν τροφὴν χρησιμεύοντα, ἥττονά εἰσι τὰ τῶν θηλειῶν, μείζω δὲ τὰ τῶν ἀρρένων. λέγει δὲ τοὺς ἰχθύας ἔχειν τοὺς ὀδόντας γαμψοὺς καὶ κεκαμμένους, ὥσπερ τὸ τῶν ἱεράκων ῥύγχος, διὰ τὸ πᾶσαν τὴν ἰσχὺν αὐτῶν ἐν τούτοις εἶναι· ἐπιτηδειότερα δὲ τὰ γαμψὰ πρὸς τὸ σπαράττειν καὶ διατέμνειν.

[*](p. 662a16)

Ἔχει δέ, φησί, τὰ ζῷα τὸ στόμα ἕνεκεν τῶν ἔργων τούτων, λέγων ἔργα τὸ ἐσθίειν, τὸ ἔχειν ὀδόντας ἐν αὐτῷ, καὶ πρὸς τούτοις χάριν I τοῦ ἀναπνεῖν· ἀναπνεῖ γὰρ καὶ ἐκ τοῦ στόματος. ἔχει δὲ τῶν ζῴων τινὰ μὲν τὸ στόμα χάριν τοῦ ἐσθίειν μόνον, τὰ δὲ καὶ πρὸς τὸ ἀμύνασθαι, τὰ δὲ πρὸς τούτοις καὶ πρὸς τὸ διαλέγεσθαι, ὥσπερ ὁ ἄνθρωπος· καὶ διὰ τοῦτο γέγονε τὰ στόματα τῶν ζῴων διάφορα, ὅτι καὶ αἱ ἐργασίαι αὐτῶν διάφοροί εἰσι. μύουρον δὲ εἶπε τὸ τῶν μὴ σαρκοφάγων ἰχθύων στόμα, ὅτι ἐκ παχέος ἢ πλατέος εἰς λεπτὸν λήγει· τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν μυῶν οὐρά. γλαφυρὸν δὲ εἶπε τὸ τῶν μικρῶν ὀρνίθων ῥύγχος ἀντὶ τοῦ περιφερὲς καὶ κυρτόν. στεγανόποδα δὲ λέγει τὰ μὴ ἐσχισμένους ἔχοντα τοὺς δακτύλους, οἷοί εἰσιν οἱ τῶν χηνῶν καὶ νηττῶν. τὸ δὲ πρόσωπον, φησίν, ἢ ἐκ τοῦ πρόσθεν ὀπωπέναι καλεῖται πρόσωπον ἢ ἐκ τοῦ πρόσω τὴν φωνὴν διαπέμπειν.

[*](p. 662b23)

Σαφῆ δὲ ἃ περὶ κεράτων λέγει· κατὰ δὲ τὴν λέξιν τὴν ὅσοις δὲ μή, δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος λείπει τὸ ῾κέρατα δέδωκεν᾿, ἵν’ ἡ τὸ πλῆρες τοιοῦτον ῾ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις κέρατα, δέδωκεν αὐτοῖς ἄλλην ἀλκὴν πρὸς σωτηρίαν᾿. καὶ τίς ἡ τοιαύτη ἀλκή, ἐπάγει λέγων ῾οἷον τοῖς μὲν ἵπποις βεβοήθηκε, τουτέστιν εἰς βοήθειαν δέδωκε ταχυτῆτα σώματος, ταῖς δὲ καμήλοις μέγεθος. ἡ γὰρ ὑπερβολὴ τοῦ μεγέθους ἱκανὴ ὑπάρχει βοηθεῖν αὐταῖς’. ταῦτα μὲν οὕτω βεβοήθηκεν, ἄλλα δέ, ὥσπερ εἴρηται, πεποίηκε χαυλιόδοντα. ἐπεὶ δέ τινα, ὥσπερ οἱ ἔλαφοι, κέρατα μὲν ἔχουσιν, οὐδὲν δὲ πρὸς βοήθειαν αὐτοῖς συντελεῖ, διά τε τὸ μέγιστα εἶναι καὶ πολυσχιδῆ (κατεσχισμένα γὰρ τὰ τῶν ἐλάφων κέρατα καὶ πολλαῖς παραφυάσι καταπεπύκνωται, ὥσπερ καὶ τὰ δένδρα τοῖς κλάδοις), δέδωκεν αὐτοῖς ταχυτῆτα. οἱ δὲ βόνασοι, φησίν, ἐπειδὰν διώκωνται, ἀπορρίπτουσιν ἐκ τοῦ ἐν τῇ κοιλίᾳ αὐτῶν [*](1 δώσειε Pa 3 τῷ om. Sa 4 post οὖσι add. τῶν ζώων, sed rursus del. S 4. 5 καυλιόδοντς a 5 οὐκ ἔδωκε S 8 πρὸς τροφὴν P 9 τὰ post εἰσὶ om. S 13 ἔχειν S 11) μὴ supr. v. add. P rec. m.: om. S 20 ἢ] καὶ S 21 μυῶν] μυούρων P 22 στεγανόποδα ex στυγανόποδα corr. P 24 καλεῖται πρόσωπον om. S 30 ἐπάγη a 31 εἰς τὴν βοήθειαν a 32 προσβοηθεῖν Pa 33 αὐτοῖς S ταῦτα] sic libri 38 βόννασοι Pa διώκονται a)

53
παρασκευάζει τὸ διῶκον· ὥστε διὰ τῆς τοιαύτης τοῦ περιττώματος προσθήκης ἐφεῦρεν ἡ φύσις σωτηρίαν τοῖς ζῴοις. ἐπεὶ δέ εἰσι μονόκερα καὶ διχηλὰ καὶ μώνυχα, εὐλογώτερόν ἐστι, φησί, τὸ τὰ μώνυχα μονόκερα εἶναι ἤπερ τὰ διχηλά· τῷ μωνύχῳ γὰρ διὰ τὸ ἓν ἁρμόζει καὶ τὸ μονόκερων, τῷ δὲ διχήλῳ διὰ τὴν δυάδα τὸ δίκερων. ἔτι ἐπεὶ ἡ σχίσις κατ’ ἔλλειψιν ὕλης ἐστί· μὴ γὰρ εὐποροῦσα ἡ φύσις ὕλης ὁλόκληρον ὥσπερ τὸ τῶν μωνύχων απεργασασθαι, πεποίηκεν αὐτὸ δίχηλόν. ἀποβάλλει δὲ μόνος ὁ ἔλαφος τὰ κέρατα διὰ τὴν εἰδικὴν αἰτίαν καὶ διὰ τὴν ὑλικήν· διὰ μὲν τὴν εἰδικήν, ὅπως τῇ ἀποθέσει ἐλαφριζόμενα ὠφελοῖντο, ἐξ ἀνάγκης δέ, τουτέστι διὰ τὴν ὕλην, ὅτι βαρύτατα ὄντα καὶ διὰ τοῦτο διηνεκῶς κινούμενα σάττεταί τε καὶ ἐκριζοῦται. οὐ πέφυκε δὲ τὰ κέρατα ἐκ τοῦ δέρματος, ἀλλ’ ἐν τῷ δέρματι ἐνήρμοσται στερεὸν ἐκ τῶν ὀστῶν, τουτέστιν ἐκ τοῦ κρανίου διὰ τοῦ δέρματος δίεισιν ὀστοῦν τι, καὶ εἰσέρχεται εἰς τὸ τοῦ κέρατος κοῖλον.

[*]( p. 663b22)

Ταῦτα εἰπὼν λέγει ὅτι ῥητέον πῶς ἔχουσα ἡ ἀναγκαία καὶ ὑλικὴ φύσις λαμβάνει αὐτὴν τὸ εἶδος καὶ καταχρῆται ἕνεκά του. καὶ λέγει ὅτι τῷ σωματώδει καὶ γεώδει, ὅπερ ἐστὶν ἡ φύσις τῶν ὀστῶν, καταχρῆται ἡ φύσις ἐπὶ βοήθειαν καὶ τὸ συμφέρον. τὰς δὲ θηλείας τῶν ἐλάφων, τὰς αὐτὰς τὴν φύσιν οὔσας τοῖς ἄρρεσι καὶ μηδὲ ὀδόντας ἄνωθεν ἐχούσας ὅσον ἐπὶ τούτῳ ἔδει κέρατα ἔχειν· οὐκ ἔχει δὲ διὰ τὸ μηδὲ τοῖς ἄρρεσιν, ὥσπερ εἴρηται, χρήσιμα εἶναι· ἔχουσι δὲ ταῦτα οἱ ἄρρενες, ὅτι ἰσχυρότεροι τῶν θηλειῶν ὄντες, ἧττον βλάπτονται.

[*](p. 664a23 23)

Λέγει δὲ καὶ περὶ τοῦ οἰσοφάγου ὅτι οὐκ ἀναγκαῖον ἔχειν αὐτὸν ἕνεκα τῆς τροφῆς. οὐθὲν γὰρ παρασκευάζει πρὸς αὐτήν, τουτέστι οὐθὲν συντελεῖ πρὸς αὐτήν· οὔτε γὰρ λεαίνει ταύτην ὥσπερ οἱ ὀδόντες οὔτε πέττει ὡς ἡ κοιλία οὔτ’ ἄλλο οὐδὲν ποιεῖ πρὸς αὐτήν. ἔτι ἐπεὶ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι τὴν κοιλίαν, ἱκανόν ἐστι τὸ στόμα διακομίζειν τὴν τροφὴν πρὸς τὴν κοιλίαν, ὥστε οὐδεμία ἐστὶ τοῖς οὕτως ἔχουσι κειμένην τὴν κοιλίαν οἰσοφάγου χρεία. τὸν δὲ πνεύμονα ἐπεὶ οὐκ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι, χρεία τῆς τραχείας ἀρτηρίας, δι’ ἧς μερισθήσεται τὸ πνεῦμα κατὰ τὰς ἀρτηρίας, αἵτινες περιέχονται ὑπὸ τῶν ἐν τῷ πνεύμονι συρίγγων· οἷον γὰρ σωλῆνες οὖσαι αἱ ἐν τῷ | πνεύμονι σύριγγες ἔχουσιν ἐν ἑαυταῖς τὰς ἀρτηρίας. ἐπεὶ δὲ ἡ κοιλία πόρρω κεῖται τοῦ στόματος, ἀναγκαῖος γέγονε μεταξὺ τοῦ στόματος καὶ τῆς κοιλίας ὁ οἰσοφάγος, ἵνα δι’ αὐτοῦ ἀπὸ τοῦ [*](1 τοῦτο δὲ] καὶ τοῦτο S 2 τῆς om. S 3 et 4. 5 διχλὰ a 4 εἴπερ a 5 διὰ om. Pa μονόκερον a τὸ δὲ a 6 δίκερον a 7 τὸ om. a 8 post δὲ add. καὶ a 9 ὅπως] ὥσπερ S 10 post ὕλην add. δὲ Sa 13 στερὀν PS 16 et 18 καταχρᾶται a 22 ἰσχυρότεροι scripsi: ἰσχυρότατοι libri 24 aute ἕνεκα add. τοῦ S post τουτέστι add. περὶ a 25 ὥσπερ οἱ ὀδόντες om. S 25. 26 οὔτε πέττει, τὸ μὲν ὡς οἱ ὀδόντες τὸ δ’ ὡς ὁ κοιλία S 30 χρεία τῆς τραχείας ἀρτηρίας in marg. add. P μερισθήσεται ex μετρυθἡσεται corr. P 30. 31 πνεῦμα κατὰ τἀς supr. v. add. P 32 post οἷον γὰρ add, ἡ κοία sed rursus del. P οὖσαι supr. v. S: ὄντες Pa, itemque in contextu S ἐν αὐταῖς PS 34 δι’ αὐτοῦ Pa)

54
στόματος πρὸς τὴν κοιλίαν κομίζηται τὰ βρώματα. ἡ δὲ τραχεῖα ἀρτηρία κεῖται ἔμπροσθεν τοῦ οἰσοφάγου, καίπερ ἐμποδίζουσα αὐτόν· πεφειδημένως γὰρ καὶ οἱονεὶ μετὰ ἐμποδισμοῦ ὁ οἰσοφάγος τὰς τροφὰς ἐκ τοῦ στόματος λαμβάνει διὰ τὸ ὥσπερ δεδιέναι μή τι ἐκδραμὸν εἰσέλθοι τῆς ξηρᾶς ἢ ὑγρᾶς τροφῆς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 664b14)

Τὸ δὲ δῆλον δὲ ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρὸν λύσις ἐστὶν ἐνστάσεως ὑπὸ τῶν ἀντιδοξούντων λεγομένης. ἔφασκον γὰρ ὅτι μὴ γὰρ εἰς τὴν κοιλίαν ἀπέρχεται τὸ ποτόν, ἵν’ ὦσιν ἐκ τοῦ πνεύμονος πόροι πρὸς αὐτήν, ἀλλ’ εἰς τὴν κύστιν. πρὸς δὴ ταύτην τὴν ἔνστασιν ἐπῆκται τὸ ῾δῆλόν ἐστιν ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλ᾿ εἰς τὴν κοίαν πρότερον’. πίστις δὲ τούτου ὅτι μελαίνεται τὰ τῆς κοιλίας περιττώματα ὑπὸ τοῦ ἐρυθροῦ οἴνου· ὥστε, εἰ μὴ ἀπήρχετο ὁ οἶνος πρότερον εἰς τὴν κοιλίαν, οὐκ ἄν ἐμελαίνετο ὑπ’ αὐτοῦ τὰ περιττώματα. ἀλλὰ καὶ κοιλίας πολλάκις ὑπὸ βέλους τρωθείσης ὡράθη ἐξ αὐτῆς ἐξερχόμενον τὸ ποτόν. ἀλλὰ περὶ μὲν τούτων, φησί, εὔηθες ἀντιλέγειν. ἡ δὲ φύσις πεποίηκε τὴν ἐπιγλωττίδα, ἥτις περίκειται τὴν τραχεῖαν ἀρτηρίαν, ὅπως μὴ ἐᾷ εἰς αὐτὴν εἰσέρχεσθαι ὑγρὸν ἢ ξηρόν. ὅσα δὲ μὴ ἔχουσιν ἐπιγλωττίδα, τούτων συνάγεται καὶ συστέλλεται ὁ φάρυγξ εἰσιούσης τῆς τροφῆς καὶ οὐκ ἐᾷ εἰσέρχεσθαί τι τῆς τροφῆς εἰς αὐτήν. μεμηχάνηται δὲ θαυμαστῶς καὶ ἡ ταύτης καὶ ἡ τῆς ἐπιγλωττίδος κίνησις· τῆς γλώττης γὰρ κινουμένης ἡνίκα ἡ τροφὴ ὑπὸ τῶν ὀδόντων λεαίνεται, οὐδαμῶς αὕτη δήκεται ὑπὸ τούτων, εἰ μὴ σπανίως· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στόματι λεαινομένης, παρ’ αὐτὴν δὲ διιούσης καὶ τὰ ἑξῆς. τὸ δὲ ἀλλ’ αὐτῆς τῆς ἀρτηρίας τῶν ἐσχάτων θᾶσσον ἂν ἐγίνετο ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος τοιοῦτόν ἐστιν ἀλλ’ ἀπὸ τῶν ἐσχάτων μορίων τῆς τραχείας ἀρτηρίας θᾶσσον γίνεται ἡ συναγωγὴ τῆς ἐπιγλωττίδος, ἤ τις ἄν ἐγίνετο ἐκ τῆς οἰκείας σαρκός’. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ῾θᾶσσον συνάγεται καὶ συστέλλεται τὰ ἔσχατα μέρη τῆς τραχείας ἀρτηρίας’, ἔσχατα λέγων τὰ ἐγγὺς τοῦ στόματος· εἰ δὲ εἶχεν ἀπὸ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδα, ἐπειδὴ ξηρά ἐστιν ἡ σάρξ, βραδέως ἄν συνήγετο’. κεῖται δ᾿ ἕμπροσθεν ὁ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης· ἐπεὶ γὰρ ἡ καρδία ἔμπροσθεν κεῖται δι’ ἃς αὐτὸς σαφῶς λέγει αἰτίας, ὁ δὲ πνεύμων περὶ τὴν καρδίαν, ἵνα καταψύχῃ αὐτήν, ἡ δὲ ἀρτηρία, ἣν φάρυγγα εἶπε, κομίζει περὶ τὸν πνεύμονα τὸ πνεῦμα, ἀνάγκη τὴν ἀρτηρίαν ἔμπροσθεν κεῖσθαι τοῦ οἰσοφάγου. τὸ μὲν οὖν λεγόμενον τοιοῦτον· τὸ δὲ αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διώρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἴσον ἐστὶ τῷ οὕτω γὰρ ὁριζόμεθα τὸ ἔμπροσθεν· ἔμπροσθέν ἐστιν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς [*](7 et 11 συστέλλεται S 14 κοιλία et τρωθεῖσα S 15 ἐξερχόμενον ἐξ αὐτῆς coll. a post μὲν add. οὖν P φησί om. P 18 συνεισάγεται a 20 ἐπιγλωττίδος corr. in γλώττης al. m. P 22 διἡκεται a 25 ἐγίνετ’ ἄν a 26 τοιοῦτόν ἐστιν — ἐπιγλωττίδος (27) in marg. add. P 31 ἡ τούτου σάρξ S 32 ὁ] ἡ S ἐπεὶ ex ἐπειδὴ corr. P: ἐπειδὴ a 33 σαφῶς αὐτὸς coll. S 38 ἐστιν ante ἐν om. S)

55
αἰσθήσεως᾿. τὸ δὲ τά μὲν γὰρ πρὸς τὸν πνεύμονα τείνει, τὰ μὲν εἶπε φάρυγγα καὶ τὴν ἀρτηρίαν· ὁ δὲ πνεύμων εἰς τὴν κοιλίαν. σημειωτέον δὲ ὅτι πρότερον μὲν φάρυγγα καὶ ἀρτηρίαν τὸ αὐτὸ ἔλεγε, νῦν δὲ φάρυγγα λέγει τὴν ἀρχὴν τῆς ἀρτηρίας τὴν εὐθὺ μετὰ τὸ στόμα, ἀρτηρίαν δὲ τὸ λοιπὸν ἅπαν· καὶ διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν ῾ὁ μὲν γάρ’ ἢ ἰή μὲν γάρ’ ἑνικῶς, εἶπεν ὅτι τὰ μὲν γάρ. ὅλως δέ, φησίν, ἀεὶ τὸ βέλτιον καὶ τιμιώτερον ἐν τῷ βελτίονι τίθησιν ἡ φύσις τόπῳ, κἄν μὲν εἴη τὸ βέλτιον ἄνω, ἐν τῷ ἄνω, εἰ δὲ τὸ ἔμπροσθεν, ἐν τῶ ἔμπροσθεν, εἰ δὲ τὸ δεξιόν, ἐν τούτῳ· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ τοῦ μὲν ἄνω καὶ κάτω ἐν τοῖς μᾶλλόν ἐστιν ἄνω καὶ ἑξῆς. ἐλλιπῶς δὲ καὶ ἀσαφῶς ἀπήγγελται τὸ τοῖς μάλιστά ἐστιν ἄνω· εἴη δ᾿ ἄν τὸ πλῆρες τοιοῦτον ἱέν τοῖς ἔχουσι τὸ ἄνω μᾶλλον, ἤτοι τιμιώτερον, ἐν ἐκείνοις τὸ τιμιώτερον ἄνω κεἶται᾿.

[*](p. 665b2)

Ἅ δὲ λέγει περὶ τῶν σπλάγχνων σαφῆ. τὸ δὲ ὥσπερ τῶν ἐκτὸς μορίων οὐ πᾶσι τῶν αὐτῶν χρῆσις ἴσον ἐστὶ τῷ ῾οὐ πᾶσι τοῖς ἐκτὸς μορίοις πρὸς τὰ αὐτὰ χρώμεθα’. οὐ γὰρ οἷς χρώμεθα μορίοις πρὸς βάδισιν, τούτοις καὶ πρὸς τὸ τὴν τροφὴν | λεαίνειν, ἀλλ’ ἑτέροις. τὸ δὲ αἱματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον, μέγιστα μὲν εἶπε, διότι αἱματικά εἰσι, πάμπολυ δὲ ἐν τοῖς νεογνοῖς τὸ αἷμα. τούτου γάρ ἐστι δηλωτικὸν τὸ διὰ τὸ εἶναι τὸ εἶδος τῆς ὕλης καὶ τὸ πλῆθος ἐμφανέστατον, εἶδος καὶ πλῆθος ἐκ παραλλήλου θείς, ἐμφανέστατον δὲ ἀντὶ τοῦ πολύ· πολὺ γὰρ ἐν αὐτοῖς τὸ αἷμα, ὅπερ ἐστὶν ὕλη τῶν σπλάγχνων. τὸ δὲ κατὰ λόγον πρόσκειται, ὅτι ὑπερβαίνει τὴν ἀναλογίαν τοῦ ὅλου σώματος. ἀναγκαῖον δὲ λέγει σῶμα τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τοῦ ἀφ’ οὗ ἐξέρχεται τὰ περιττώματα. κεῖται οὖν ἡ καρδία ἐν τῷ μέσῳ τοῦ ἀναγκαίου σώματος· ὥσπερ δὲ ἀρχὴ τοῦ ἀναγκαίου σώματος ἡ κεφαλή, οὕτω πέρας ᾗ τὰ περιττώματα ἐκκρίνεται. ἀναγκαῖον δὲ καλεῖ τὸ τοιοῦτον σῶμα διὰ τὸ μὴ δύνασθαι χωρὶς τούτου εἶναι τὸ ζῷον· χωρὶς μὲν γὰρ χειρῶν ἢ ποδῶν ἢ ὤτων ἢ ῥινῶν εἶναι δύναται, ἄνευ δ’ ἐκείνου ἀδύνατον. τὸ δὲ δῆλον δ’ ὡς οὐδὲ προστιθέμενα φθείρει εἴρηκε διὰ τὸ γίνεσθαί τινας ἀνθρώπους ἑξαδακτύλους, ὅμως μὴ φθείρεσθαι τὸν ἄνθρωπον ὑπὸ τῆς τοιαύτης προσθέσεως. δύσριγον δὲ εἶπε τὸν ἐγκέφαλον ἀντὶ τοῦ ταχέως ῥιγοῦντα. καὶ ἐπεὶ ψυχρὸς ὁ ἐγκέφαλος αἱ δὲ φλέβες θερμαί, ἐπεὶ καὶ τὸ ἐν αὐταῖς αἷμα, οὐκ ἂν εἶεν αἱ φλέβες ἐκ τοῦ ἐγκεφάλου· ψυχραὶ γὰρ ἄν ἦσαν καὶ αὗται. τῷ δὲ αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ αἵματος προστέθεικε τὸ ἢ ὑποδοχὴ πρώτη, ὥσπερ εἰ ἔλεγεν εἰ δέ τις ἀρχὴν ἵματος μὴ λέγοι τὴν καρδίαν, ἀλλὰ τὴν ἐν αὐτῇ ψυχήν, λεγέτω τὴν καρδίαν πρώτην ὑποδοχὴν τοῦ [*](1 τὸ δὲ—γὰρ om. S 2 εἶπε τὴν φάρυγγα S τὴν post καὶ om. S πνεύμων] immo οἰσοφάγος 6 ἀεὶ ex Arist. scripsi: εἰ PS: εἰς a 7 κἄν] ἐὰν a 10 ἐστιν ἄνω—τοῖς μάλιστα (11) in marg. add. P καὶ τὰ ἑξῆς Sa δὲ om. P ἐπήγγελται P 14 post αὐτῶν add. ἡ a 20 post εἶδος add. δὲ S παραλλήλων a 22 ante ὕλη add. ἡ S 23 λέγει ex λέγειν corr. P al. m. 28. 29 εἶναι δύναται ἢ βινῶν coll. P 32 ῥιγῶντα P 34 τῷ] τὸ P 35 καὶ om. P προσέθηκε Pa 36 λέγει P)

56
αἵματος’. τὸ δὲ καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμοίως ἢ παραπλησίως. δυνάμει τοιοῦτόν ἐστι ῾ τὸ κείμενον μέσον μᾶλλον δύναται μεταδιδόναι ὁμοίως δυνάμεως τινος τοῖς κύκλῳ αὐτοῦ· ἡ δὲ καρδία μέση κεῖται· αὕτη ἄρα δυνήσεται ὁμοίως καὶ τοῖς πρὸς τῇ κεφαλῇ καὶ τοῖς πρὸς τοῖς ποσὶ μέρεσι χορηγεῖν ζωτικήν τινα δύναμιν, ἤπερ ὁ ἐγκέφαλος ἄνω κείμενος᾿. τὸ δὲ ἢ παραπλησίως εἴρηται ἀντὶ τοῦ ἧττον ὁμοίως· ἢ γὰρ ὁμοίως πᾶσι χορηγεῖ ἢ ὀλίγον τι νεύει πρὸς τὸ ἀνομοίως χορηγεῖν. τὸ δὲ αἷμα ἔχει ἡ καρδία ὥσπερ τὸ ἀγγεῖον τὸν οἶνον. τὸν δὲ σπλῆνα εἶπεν ἀντίζυγον ἀντὶ τοῦ ὁμόζυγον· ὡς γὰρ ὁ δεξιὸς ὀφθαλμὸς ὁμόζυγον ἔχει τὸν ἀριστερόν, οὕτως καὶ τὸ ἧπαρ τὸν σπλῆνα. λέγει δὲ τὴν καρδίαν κεῖσθαι ἐν τοῖς ἔμπροσθεν τοῦ σώματος, ὅπως μὴ καταψύχηται, καὶ τὴν αἰτίαν ἐπήγαγε διὰ τοῦ πᾶσι γὰρ ἀσαρκότερον τὸ στῆθος, τὰ δὲ πρανῆ σαρκωδέστερα· ἐπεὶ γὰρ τὰ ἄλογα κυπτάζει καὶ διὰ τοῦτο δέχεται ἐν τοῖς πρανέσι τούς τε ὄμβρους τά τε ψύχη, ἐν δὲ τοῖς ὑπτίοις διὰ τὴν κάμψιν οὐδαμῶς, ὥστε καὶ θερμότερα, διὰ τοῦτο κἂν ἀσαρκωδέστερα τυγχάνῃ, τέθεικεν ἡ φύσις τὴν καρδίαν πρὸς τῷ στήθει. εἰ γὰρ ἔκειτο πρὸς τοῖς πρανέσιν, ἐπειδήπερ, ὡς εἴρηται, ἐν τούτοις δέχεται τοὺς ὄμβρους καὶ τὰ ψύχη, ἐψύχετο ἄν. διὰ τοῦτο καὶ σαρκωδέστερα γέγονε ταῦτα, ἵνα μὴ ταχέως διέρχηται διὰ τούτων εἰς τὴν καρδίαν τὸ ψῦχος. ἐν δὲ τοῖς ἀνθρώποις γέγονε τὰ πρανῆ * * διὰ τὴν αὐτὴν αἰτίαν, ἔχει δὲ τὸ στῆθος τὸ θερμὸν διὰ τὴν ἀπὸ τῶν χειρῶν φυλακήν. ἐπεὶ δὲ τὸ ὀξὺ τῆς καρδίας ἐν μὲν τοῖς ἄλλοις ζῴοις πρὸς τῷ στήθει κεῖται (τοῦτο γάρ ἐστι τὸ ἔμπροσθεν, ὥσπερ ἡ κεφαλὴ τὸ ἄνω) ἐν δὲ τοῖς ἰχθύσιν οὐχ οὕτω κεῖται, ἀλλὰ πρὸς τῇ κεφαλῇ, ἐπήγαγε τὸ ὅτι δὲ καὶ ἐν τοῖς ἰχθύσιν ἡ καρδία ὁμοίως κεῖται, τουτέστιν ἔμπροσθεν, κἂν πρὸς τῇ κεφαλῇ κειμένη οὐ φαίνεται εἰς τὸ ἔμπροσθεν κεῖσθαι, ἀλλ’ εἰς τὸ ἄνω, δῆλον· ἐν γὰρ τοῖς ἰχθύσι τὸ ἔμπροσθεν ἡ κεφαλή ἐστι. πῶς δὲ ἐν τοῖς ἰχθύσιν ἡ κεφαλή ἐστι τὸ ἔμπροσθεν, κατασκευάζων ἐπήγαγεν ἐπὶ ταύτην γὰρ ἡ κίνησις· ἐφ’ ὃ δὲ ἡ κίνησις, τοῦτό ἐστι τὸ ἔμπροσθεν. ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις πᾶσαι περαίνονται. πῶς δὲ ἀπὸ ταύτης περαίνονται, ἐπήγαγε τὸ διὰ τοῦ ἕλκειν καὶ ἀνιέναι· ἕλκουσα γὰρ ἡ καρδία διὰ τῶν ἐξ αὐτῆς νεύρων τὰ τῆς πορείας ὄργανα καὶ πάλιν ἀνιεῖσα, κινεῖ τὸ ζῷον. ἐπεὶ οὖν διὰ τῶν νεύρων κινεῖ τὸ ζῷον, δεῖ αὐτῇ τῆς ἀπὸ τῶν νεύρων ὑπηρεσίας καὶ ἰσχύος. διὰ ταύτην ἄρα τὴν αἰτίαν ἐστὶ καὶ τῶν νεύρων ἀρχὴ ἡ καρδία. λέγει δὲ καὶ διὰ τί αἱ τῶν μεγά|λων ζῴων καρδίαι ἀνὰ τρεῖς ἔχουσι κοιλίας, ἄλλαι δὲ ἀνὰ δύο, πρὸς δὲ τούτοις καὶ διὰ τί οὐδεμία καρδία ἀκοίλιός ἐστιν, [*](2 μέσον Pa 7 νεύει εἰς τὸ S 9 ὥσπερ γὰρ S 13 ἄλογα] ἄλλα S 15 θερμότερα scripsi: θερμότερον libri 16 τέθεικεν] καὶ ἔθηκεν P 17 ἐπείπερ S 18 τοῦτο δὲ καὶ Sa 19 γέγονεν αὐτὰ Pa 20 lacunam indicavi: addendum tale quid σαρκωδέστερα μὲν ἀλλ’ οὐ 21 τὸ ante θερμόν cm. Pa 24 καὶ om. S 25 κἀν] καὶ S 27 τῶς —ἔμπροσθεν (28) om. PS 31 ἀπὸ ταύτης περαίνεται PS 33 ἀνιοῦσα S: ἀνεῖσα a 36 ἀνὰ τριῶν Pa κοιλίας scripsi: κοιλιῶν libri)
57
ἀλλὰ τοὐλάχιστον τέως μίαν ἔχει· τὸ γὰρ μίν δὲ πᾶσι, ἴσον ἐστὶ τῷ οὐκ ἔστι δέ τις καρδία, ἵνα τέως μίν μὴ ἔχῃ· τρεῖς μὲν γὰρ μὴ ἔχειν μηδὲ δύο εὕρηνται πολλαί, μηδεμίαν δὲ οὐδεμία ὦπται᾿. καὶ ἡ αἰτία τοῦ τίνος χάριν ἔχει μίαν εἴρηται· ἀνάγκη γὰρ ἀρχὴν οὖσαν τοῦ αἵματος τὴν καρδίαν ἔχειν ἀγγεῖον τὸ ὑποδεξόμενον τὸ αἷμα· ἐπεὶ δὲ αἱ ἀρχηγοὶ καὶ πρῶται καὶ ῥίζαι τῶν ἄλλων φλεβῶν δύο εἰσίν, ἥ τε μεγάλη καὶ ἡ καλουμένη ἀορτή, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι, ἀρχὶ δὲ τῶν τοιούτων δύο φλεβῶν τὸ ἐν τῇ καρδίᾳ αἷμα. βέλτιον οὖν τὸ καὶ τὸ ἐν τῇ καρδίᾳ αἷμα κεχωρισμένον εἶναι καὶ διάφορον τὸ ἐξ οὗ γέγονεν ἡ μεγάλη πρὸς τὸ ἀφ᾿ οὗ ἡ ἀορτή· διάφορον δὲ οὐκ ἄν ἦν, εἰ μὴ δύο ἦσαν αἱ ἐν τῇ καρδίᾳ κοῖαι, καὶ ἐν θατέρᾳ μὲν ἦν τὸ ἀφ’ οὗ ἡ μεγάλη φλὲψ γέγονεν αἷμα, ἐν δὲ τῇ λοιπῇ τὸ ἀφ’ οὗ ἡ ἀορτή. δι’ ἣν μὲν οὖν αἰτίαν ἀνάγκη πρὸς τῇ μιᾷ καὶ ἄλλην εἶναι κοιλίαν ἐν τῇ καρδίᾳ εἴρηται· δι’ ἣν δὲ καὶ τρίτη προσευρίσκεται, ἐπάγει λέγων ἀνάγκη καὶ τρίτην εἶναι ἐν τοῖς μεγάλοις, ὅπως ᾖ ἀρχὴ τῶν λοιπῶν δύο· δύο γὰρ οὐσῶν τῶν κοιλιῶν τίνος ἂν ἕνεκα ἡ ἐν τῷ δεξιῷ μέρει φέρε εἰπεῖν ἀρχὴ ἦν τῆς ἐν τῷ ἀριστερῷ, καὶ οὐχ αὕτη ἐκείνης; διὰ τοῦτο καὶ μέσου τινὸς ἐδέησεν, ἵν’ ᾖ τὸ περισσὸν καὶ τρίτον ἀρχὴ τῶν λοιπῶν δύο’. τὸ δὲ ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεὶ ἴσον ἐστὶ τῷ ‘ὥστε ταῖς μελλούσαις ἔχειν καρδίαις τρεῖς κοιλίας ἀνάγκη μέγεθος ἔχειν· εἰ γὰρ μὴ ὧσι μεγάλαι, πῶς ἄν χωρήσωσι τὰς τρεῖς κοιλίας; σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 667a4)

Διὰ τί δὲ καθαρώτατον τὸ ἐν τῇ μέσῃ τῆς καρδίας κοιλίᾳ αἷμά ἐστι, σαφῶς ἐκτίθεται λέγων δεῖ γὰρ τὴν ἀρχήν, λέγων ἀρχὴν τὴν αἰσθητικὴν ψυχὴν καὶ ὅλως πᾶσαν ψυχὴν τὴν ἐν τῇ καρδίᾳ καθιδρυμένην, δεῖ οὗν, φησί, τὴν ἀρχὴν ἠρεμεῖν· ἠρεμήσειε δ’ ἂν καθαροῦ τοῦ αἵματος ὄντος καὶ μέσου τῷ τε πλήθει καὶ τῇ θερμότητι. εἰ γὰρ ὑπερβάλλῃ ἢ τῷ πλήθει ἢ τῇ θερμότητι, ταραχὴν παρέξει τῇ ἀρχῇ. λέγει δὲ τὴν καρδίαν ἔχειν διαίρεσιν καὶ οἱονεὶ ῥαφήν, οἷα τυγχάνει ὄντα τὰ χαράγματα τὰ ἐν τῷ μέρει τῆς χειρός, ὃ καλεῖται θέναρ. τοιαύτην δή τινα διαίρεσιν ἔχειν λέγει τὴν καρδίαν· οὔκ εἰσι δὲ συναφεῖς καὶ συνεχεῖς ὑπὸ τῶν τοιούτων διαιρέσεων αἱ καρδίαι ὥσπερ τὰ ἐκ διαφόρων τινῶν καὶ ἀνομοίων μερῶν συγκείμενα. τὰ γὰρ ἀνομοιομερῆ, ὥσπερ αἱ ἐπιφάνειαι φέρε εἰπεῖν, ὑπὸ τῶν γραμμῶν συνεχίζονται, καὶ ταῦτα ὑπὸ τῶν τοιούτων ῥαφῶν· αἱ δὲ καρδίαι ὁμοιομερεῖς οὖσαι ἑαυταῖς ἔχουσι τὰς ῥαφὰς οἱονεὶ διαρθρώσεις καὶ ῥαφάς, οἷαί εἰσι καὶ αἱ ἐν τοῖς δακτύλοις ᾗ κάμπτονται ῥαφαί· φανερῶς γὰρ φαίνονται, καὶ μάλιστα ἐν ταῖς περιφερείαις, καθ’ ἃς κάμπτονται οἱ τῶν χειρῶν [*](1 δὲ om. S 2 ἔχῃ] ἔχει a 4 τινὸς Pa 8 τὸ post οὖν om. Pa 12 δὲ post λοιπῇ ponunt Sa 13. 14 καὶ τῆ τρίτη S 15 ante ἀρχὴ add. ἡ S 16 ἦν τῆ ἐν P 21 τἀς om. Sa 22 post μέση add. καρδία, sed rursus del. P 23 ἐντίθεται P 25 ἠρεμίσειε a 26 ὑπερβαλεῖ Pa 28 ἐν om. P 29 post τοιαύτην add. ἀλλὰ S δὴ] δεῖ S ἔχειν διαίρεσιν λέγει coll. S: διαίρεσιν· λέγει ἔχειν coll. a 30 συνεχεῖς καὶ συναφεῖς coll. S 31 post ὥσπερ add. καὶ S καὶ om. S 31. 32 ἀνομοιομερῶν συγκείμενα S 33 σχίζονται S 34 αὐταῖς S 35 αἱ om. PS)

58
δάκτυλοι, ῥαφαί τινες, ἃς ῥαφὰς καὶ ἄρθρα ὀνομάζει πολλάκις, διὰ τὸ ἐν τοῖς ἄρθροις εὑρίσκεσθαι περικειμένας. ἀλλ’ αἱ μὲν τῶν αἰσθητικῶν καρσίαι, φησίν, εἰσὶν ἀρθρωδέστεραι, τουτέστιν ἔχουσιν εἰς βάθος ἐνσεσημασμένας καὶ διὰ τοῦτο διαδηλοτέρας τὰς τοιαύτας ῥαφάς, τῶν δὲ νωθροτέρων ἀναρθρότεροι ἤγουν ἐπιπόλαιοι αἱ ῥαφαὶ τούτων εἰσί, καὶ οὐ διαδηλοι, ἀλλ᾿ ἀμαυραί. λέγει δὲ καὶ διὰ τί τὰ μεγάλας ἔχοντα τὰς καρδίας δειλά ἐστι, καί φησιν ὅτι ἐπεὶ ὁ φόβος γίνεται ψυχρανθέντος τοῦ αἵματος, ἐν δὲ τῇ μεγάλῃ καρδίᾳ μικρὸν ὂν τὸ αἷμα (λέγει μικρὸν τὸ ὀλίγον) ὀλίγον οὖν ἐν ταύτῃ ὃν τὸ αἷμα ψύχεται διὰ τὸ μὴ ἀνάλογον ἔχειν τῷ μεγέθει αὐτῆς τὸ θερμόν, δῆλον τὸ διὰ τί δειλά ἐστι τὰ μεγάλας ἔχοντα τἀς καρδίας. παραπλήσιον δὲ ταύτῃ εἰσὶ ψυχραὶ καὶ αἱ μεγάλαι κοιλίαι, ὁμοίως δὲ καὶ αἱ μεγάλαι φλέβες. ὡς γὰρ τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ πῦρ ἐν μὲν μεγάλῃ οἰκίᾳ τεθὲν ἧσσον θερμαίνει, ἐν δὲ βραχυτάτῃ μᾶλλον, οὕτως καὶ ἐν ταῖς μικραῖς καρδίαις ἢ φλεψὶ τὸ αὐτὸ θερμὸν μᾶλλον θερμαίνει, ἧττον δὲ ἐν ταῖς μεγάλαις. ἄλλως τε ἐπειδὴ αἱ ἀλλότριαι κινήσεις, οἷον ἀνέμων καὶ ἀέρος, καταψύχουσιν ἕκαστον τῶν θερμῶν (εἰ γάρ τι θερμὸν ὂν ἐν ἀνέμῳ ἢ ἀέρι ὑπ’ ἀνέμου κινουμένῳ τεθείη, ψυχρὸν γίνεται), ἐν δὲ ταῖς εὐρυχωροτέραις καρδίαις ἡ φλεψὶν ἢ κοιλίαις ἔνεστι πολὺ πνεῦμα, ἀνάγκη ὑπὸ τούτου ψύχεσθαι τὸ ἐν αὐταῖς αἷμα· καὶ διὰ τοῦτο οὐδὲ πίονά ἐστι τὰ μεγαλόφλεβα καὶ μεγαλοκοίλια, ὅτι ὀλίγον τὸ ἐν αὐταῖς θερμόν, τὸ δὲ πῖον πέψις ἐστὶν αἵματος διὰ θερμοῦ. λέγει δὲ καὶ τίνος ἕνεκα τὰ μὲν ἄλλα σπλάγχνα ὑπομένει χαλεπὰ πάθη, ἡ καρδία δὲ οὐδαμῶς, ἀλλ᾿ ἄν τι τοιοῦτον περὶ αὐτὴν συμβῇ, εὐθὺς φθείρεται τὸ ζῷον. οἱ δοθιῆνες δὲ εἶδός ἐστι φυμάτων. περὶ δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ ἐν τῷ ἥπατι περὶ τὸ μέρος ἐκεῖνο, καθ’ ὃ συνάπτει ἐν αὐτῷ ἡ μεγάλη φλέψ, λέγει μηδ’ ὅλως γίνεσθαι ὑπομονὴν καὶ καρτερίαν χαλεποῦ πάθους. διὰ τί; ὅτι κατὰ ταῦτα τὰ μέρη κοινωνοῦσι τῇ καρδίᾳ, ὥστε τὸ γεγονὸς ἐν τούτοις πάθος εὐθὺς ὑπὸ τούτων διαδιδόμενον εἰς τὴν καρδίαν φθείρει τὸ ζῷον. καὶ διά τινα δὲ πάθη εἰ ἀποθάνοι ζῷον καὶ ἀνατμηθῇ, ὁρᾶταί τι πάθος περὶ τὴν καρδίαν αὐτοῦ· εἰ μὴ γὰρ εἰς αὐτὴν φθάσει τὸ πάθος, οὐκ ἀποθνήσκει τὸ ζῶον.

[*](p. 667b21)

Λέγει δὲ καὶ διὰ τί δύο εἰσὶν αἱ μεγάλαι φλέβες, καὶ ἀπὸ μιᾶς ἀρχῆς τῆς καρδίας. ἀπὸ μὲν οὖν μιᾶς ἀρχῆς λέγει εἶναι αὐτὰς διὰ τὸ καὶ τὴν αἰσθητικὴν ψυχὴν μίαν εἶναι. μιᾶς δὲ οὔσης ταύτης τῆς ψυχῆς εὔλογον καὶ τὸ ταύτην ἔχον μόριον ἓν εἶναι· ἀμερὴς γὰρ ὖσα καὶ ἀσώματος, πῶς ἐνδέχεται ἐν πλείοσι μέρεσι τὴν οὐσίαν αὐτῆς εὑρίσκεσθαι; ἀλλ’ ἐν μὲν τοῖς ἐναίμοις καὶ πᾶσι τοῖς γεννῶσιν ὅμοια ἑαυτοῖς ἐστιν ἡ αἰσθητικὴ ψυχὴ καὶ δυνάμει [*](5 ἐπίπολοι a 6 μεγάλην ἔχοντα τὴν καρδίαν S 6 et 11 τὰς om. a 11 αἱ om. S 13 post μὲν add. γὰρ P 14 καὶ om. P 17 ὐπ’ ἀνέμω S κινούμενον P 22 χαλεπὰ] πολλὰ S 23 εὐθὺ S οἱ δοθιῆνες scripsi coll. Arist. vulg.: οἱ δοθήϊνοι S: οἱ δυσήνιοι P: αἱ δοθῖναι a 27 γεγονὸς ex γένος corr. al. m. P 29 ante ζῷον add. τὸ S περὶ] ὑπὸ S 30 φθάσοι P 32 εἰσὶ δύο coll. S 35 ἀμεροῦς γὰρ οὔσης καὶ ἀσωμάτου a 36 εὑρίσκεσθαι ante μέρεσι ponit S)

59
καὶ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, καθὸ ἔχουσι τὴν τοιαύτην ψυχὴν ἐνεργείᾳ, δυνάμει δέ, καθὸ δύνανται μεταδοῦναι τοιαύτης ψυχῆς καὶ τοῖς ἐξ αὐτῶν γινομένοις· ἐν δὲ τοῖς μὴ γεννῶσιν ὅμοια ἑαυτοῖς, οἷά ἐστι τὰ ἐκ σήψεως γινόμενα, ἐνεργεία μόνον, καθὸ ἤδη ἔχουσιν αὐτήν, οὐδαμῶς δὲ δυνάμει, διότι οὐ γεννῶσιν ὅμοια ἑαυτοῖς, ἵνα ἐκ τούτου ἔχωσι δύναμιν τοῦ καὶ ἄλλοις διδόναι. ὅτε οὖν ἔστιν ἡ τοιαύτη ψυχὴ ἐνεργείᾳ ἐν τῇ καρδίᾳ, ἀνάγκη τότε ἐν αὐτῇ εἶναι καὶ τὴν τοῦ αἵματος ἀρχήν· αὕτη γὰρ ἡ ψυχὴ ἐστὶν αἰτία καὶ τοῦ εἶναι τὸ αἷμα ὑγρὸν καὶ θερμόν. διότι μὲν οὖν ἐστιν ἡ αἰσθητικὴ ψυχὴ ἐν τῇ καρδίᾳ, διὰ τοῦτο καὶ τὸ αἷμά ἐστιν ἐν αὐτῇ, διὰ δὲ τὴν τοῦ αἵματος ἑνότητα, ἤτοι διὰ δὲ τὸ αἷμα ἐν αὐτῇ ἠθροῖσθαι, διὰ τοῦτο καὶ αἱ φλέβες εἰσὶν ἀπ’ αὐτῆς. δύο δὲ τυγχάνουσιν οὖσαι, ὅπερ προὔκειτο ζητῆσαι, διὰ τὸ καὶ τὰ τῶν ζῴων σώματα διμερῆ εἶναι· εὐθὺ γὰρ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν δύο καὶ οὐχ ἕν, καὶ τὸ ἄνω δὲ καὶ τὸ κάτω δύο, ὁμοίως δὲ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. λέγει δὲ καὶ τὴν μεγάλην φλέβα πάντα ἔχειν τὰ ἔναιμα, ἔνια δὲ τὴν ἀορτὴν ἀφανῶς· σαφῆ δὲ τὰ ἑξῆς· ἐν δὲ τῇ λέξει τῇ καὶ ἄλλους αἰεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ τὸ πλῆρες ἱείς πολλοὺς ὀχετοὺς καὶ ἐκ τούτων εἰς ἄλλους πρὸς τὸ πάντῃ μεταδιδόναι’. τὰ δὲ περὶ τῶν τάφρων, ἃς ὁ πολὺς ἄνθρωπος τράφους καλεῖ, δῆλον ὅτι αἱ μὴ εἰς βάθος, ἀλλ᾿ ἐπιπολαίως ὀρωρυγμέναι ταχέως ἀφανίζονται ὑπὸ τῆς ἰλύος, ἣν κατάγει τὸ ὕδωρ, αἱ δὲ μὴ τοιαῦται βραδέως. δῆλον δὲ καὶ ὅτι καθαιρομένης πάλιν τῆς ἰλύος φαίνονται αἱ τάφροι λέγει δὲ καὶ ὅτι ἐπειδὰν ἐλάσσους αἱ φλέβες γένωνται, δίοδος αἵματος ἐν αὐταῖς οὐ γίνεται δι’ ἣν ἔχει παχύτητα. καὶ αἵματος μὲν δίοδος οὐ γίνεται ἐν αὐταῖς, γίνεται δὲ τοῦ περιττώματος, ὃ καλοῦμεν ἱδρῶτα· λεπτότατον γὰρ τοῦτο. λέγει δὲ καὶ ὅπως συνέβη τισὶ διὰ καχεξίαν ἱδρῶσαι αἷμα, καί φησι ‘γενομένου γὰρ τοῦ σώματος αὐτῶν ῥυάδος; καὶ σαφηνίζων.. τί δηλοῖ ἡ ῥυάς, ἐπήγαγε τὸ καὶ μανοῦ. ῥυάδος γὰρ καὶ μανοῦ γενομένου τοῦ σώματος, ὑγροῦ οε του αἵματος διὰ τὴν ἀπεψίαν, καὶ μὴ δυναμένου τοῦ σώματος δι’ ἢν πέπονθε μανότητα καὶ ἀραιότητα τὴν τοιαύτην κατέχειν ὑγρότητα, συμβαίνει αἱματώδεις ἱδρῶτας ἐκκρίνεσθαι ἀπ’ αὐτοῦ. λέγει δὲ καὶ τὴν ὑπερβολὴν δισσὴν εἶναι ἢ τῷ ποσῷ ἢ τῷ ποιῷ. τῷ μὲν ποιῷ φέρε εἰπεῖν τῆς δυσπεψίας ὑπερβάλλει ὁ τυρός· ὁ γὰρ καρυαῖος τυρὸς δυσπεπτότερός ἐστιν, εἰ τύχῃ, ὦ ἀλεκτορίδος· ὑπερβάλλει οὖν ὁ τοιοῦτος τυρὸς καὶ νικᾷ τὴν ἀλεκτορίδα οὐ τῷ ποσῷ (σμικρότατος γάρ), ἀλλὰ τῷ ποιῷ. αἱ δὲ πέντε ἀλεκτορίδες ὑπερβάλλουσι τὴν μίαν οὐ τῶ ποιῷ (εὐχυμόταται γὰρ πᾶσαι), τῶ. ποσῷ. τὰς δὲ αἱμορροίας λέγει γίνεσθαι ἐκ τῆς τραχείας ἀρτηρίας μετὰ βίας. μετὰ γὰρ βηχῶν καὶ ὀδυνῶν ἀποπτύονται. διεστῶσι δὲ [*](4 ἔχουσιν ἤδη coll. S 7 εἶναι ἐν αὐτῇ coll. a αὐτὴ γὰρ a 12 ὥσπερ Ρ 13 τὸ ante ὄπισθεν om. Pa δὲ om. a 19 τάφρων corr. ex τράφων S2 τράφας P 20 ἐπιπολῆς Sa ὀρωρυγμέναι om. a 21 καθαιρομένοις a 22 οἱ τάφροι PS1 λέγοι a 23 αἱ scripsi: καὶ libri οὐ γίνεται ante δίοδος ponit S 25 post γὰρ add. καὶ S 27 ἡ ῥυάς] sic libri: fort, τὸ βυάδος 33 καρναῖος Sa τύχοι Sa 34 καὶ νικᾷ om. P)
60
ἄνωθεν (λέγων ἄνωθεν τὴν καρδίαν) ἄνωθεν οὗν ἐκ τῆς καρδίας διεστῶσαι καὶ εὐθὺ χωριζόμεναι αἱ δύο φλέβες, ἥ τε μεγάλη καὶ ἡ ἀορτή, κάτω δὲ πρὸς τοὺς μηροὺς καὶ ἄνω ὁμοίως πρὸς τῇ κεφαλῇ ἐναλλάσσουσαι αὐταί τε καὶ αἱ ἀπ’ αὐτῶν φυόμεναι φλέβες, καὶ αἱ μὲν πρὸς τὰ δεξιὰ κείμεναι γινόμεναι πρὸς τὰ ἀριστερά, ἐκεῖναι δὲ πρὸς τὰ δεξιά, συνέχουσι τὸ σῶμα. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 669a12)

Ἐv δὲ τῇ λέξει τῇ ὥστε ἐν τῷ πνεύματι αὐτῶν εἶναι τὸ τέλος τοῦ ζῆν ἴσον ἐστὶν τῷ ἕως ἂν ἀναπνέῃ, ἕως τότε καὶ ζῇ. ὄργανον δὲ τοῦ ἀναπνεῖν ἐστιν ὁ πνεύμων· τὴν δὲ ἀρχὴν τοῦ εὐρύνεσθαι καὶ πάλιν συστέλλεσθαι ἔχει ὁ πνεύμων ἀπὸ τῆς καρδίας. τοῦ Πλάτωνος δὲ λέγοντος ὅτι κεῖται δὲ ἡ καρδία ὑπὸ τὸν πνεύμονα διὰ τὴν ἅλσιν (διότι γάρ, φησίν, ἅλλεται ἡ καρδία, τέθεικεν αὐτὴν ἡ φύσις ἐπάνω τοῦ πνεύμονος, ἵνα ἐν αὐτῷ σομφῷ ὄντι καὶ μαλακῷ προσκρούουσα μὴ βλάπτηται· εἰ γὰρ μὴ τοῦτον τέθεικεν ἐπάνω αὐτῆς, προσέκρουεν ἂν στερεοῖς τισι καὶ ἐβλάπτετο), ταῦτα τοῦ Πλάτωνος λέγοντος ἐπάγει τὸ τὸ δὲ διὰ τὴν τῆς καρδίας ἅλσιν γενέσθαι τὸν πνεύμονα, ἵνα ἐν αὐτῷ προσπταίῃ ἡ καρδία καὶ μὴ ἐν στερεῷ τινι, οὐ καλῶς εἴρηται· ἐν πολλοῖς γὰρ πλεῖστον ἀφέστηκεν ἡ καρδία τοῦ πνεύμονος, ὥστε μηδὲ προσεγγίζειν αὐτῷ κἂν λίαν ἅλληται, ἔν τισι δὲ οὐδὲ ὑπὸ τὸν πνεύμονα κεῖται, ἀλλ’ ἐπάνω αὐτοῦ᾿. τὸ δὲ φαινόμενον ἐν τοῖς ὄρνισιν αἱματῶδες ἰστέον ὅτι οὐκ ἔστιν ὁ πνεύμων, ἀλλὰ τὸ ἧπαρ· ὁ δὲ πνεύμων αὐτῶν ἐστι τὸ κείμενον ἐν τῇ ῥάχει καὶ ἁπτόμενον αὐτῆς μακρὸν καὶ φλεβῶδες. τὸν δὲ ἀφρὸν λέγει ἐκ μεγάλου μικρὸν γίνεσθαι διὰ τὸ ἐξέρχεσθαι τὸν ἐν αὐτῷ ἀέρα· τοῦ γὰρ τοιούτου ἀέρος ἐξερχομένου συστέλλεται ὁ ἀφρὸς εἰς ἐλάττονα ὄγκον. ἄδιψοι δὲ καὶ ὀλιγόποτοί εἰσιν οἱ ὄρνιθες διὰ τὸ τὸν πνεύμονα αὐτῶν ὀλίγαιμον εἶναι καὶ διὰ τοῦτο ψυχρόν. τοῦτο δὲ αἴτιον τοῦ καὶ τοὺς ὄρνιθας πολὺν χρόνον ὑπὸ τὸ ὕδωρ εἶναι· ξηρὸς γὰρ ὢν διὰ τὴν ὀλιγαιμίαν καὶ σομφὸς ὁ πνεύμων αὐτῶν, καὶ διὰ μὲν τὴν ὀλιγαιμίαν, ὡς εἴρηται, ψυχρός, διὰ δὲ τὴν σομφότητα πολὺν ἔχων ἀέρα, ἱκανῶς ἐμψύχονται ὑπ’ αὐτοῦ, καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ θύραθεν ἀέρος· τούτου δὲ μὴ δεόμενα οὐδὲ σπεύδει γενέσθαι ἐκτὸς τοῦ ὕδατος. λέγει δὲ καὶ ὅτι οὐδὲν τῶν ζῳοτόκων τρωγλοδυτεῖ· θερμὰ γὰρ ὄντα ὄρθιά ἐστι, τὸ δὲ ὄρθιον οὐ δύναται ὑπὸ τὴν τρώγλην εἰσέρχεσθαι, ὥσπερ οἱ σαῦροι· οὗτοι γάρ, καίπερ ὑπόποδες ὄντες, ὅμως διὰ τὴν τῶν σκελῶν βραχύτητα καὶ μᾶλλον διὰ τὸ μὴ ὄρθιοι εἶναι, οὐκ ἐμποδίζονται εἰσέρχεσθαι, καθάπερ οὐδὲ οἱ ὄφεις. ὅλως μὲν οὗν ὁ πνεύμων ἐστὶ χάριν τοὐ ἀναπνεῖν. τὸ δὲ γένους τινός πρόσκειται, διότι οὐ πάντα ἀναπνεῖ. ἔστι δὲ ὁ πνεύμων [*](2 αἱ om. P 3 μηροὺς] μικροὺς Ρ1a αὗται PS 8 τὸ—ζῆν fort, iteranda τῷ om. a ἀναπνῇ Pa: ἀναπνεῖ S 11 Πλάτωνος] Tim. p. 70 C 12. 13 φύσις τοῦ πνεύμονος ἄνω S 12 ἐπάνω] immo ὑποκάτω 14 τοῦτον scripsi: τοῦτο libri 15 alterum τὸ om. P 19 κἀν καὶ λίαν (ex κἀν κοιλίαν corr.) P 21 αὐτοῦ libri 24 ὁ γὰρ τοιοῦτος ἀὴρ ἐξερχόμενος S 26. 27 τούτου δὲ αἴτιον καὶ τὸ τοὺς S 27 καὶ τοῦ coll. a oO ἐψύχωνται P: ἐμψύχον S τούτου] τοιούτου a 31 σπεύδει et ὕδατος scripsi: συνεύδει et ἀέρος libri 35 ὄρθιοι scripsi: ὀρθίους libri)

61
καὶ ἄναιμος καὶ τοιοῦτος, τουτέστι καὶ ἔχων αἷμα· τινῶν μὲν γάρ ὁ πνεύμων ἔχει αἷμα, τινῶν δὲ ἔχει μέν, ἀλλὰ πάμπαν ὀλίγον, ὥσπερ ὁ τῶν ὀρνίθων· τοὺς γὰρ ὀλιγαίμους πνεύμονας εἶπε καὶ ἀναίμους.

[*](p. 669b15)

Τοῦ δὲ σπληνὸς παραπλησίαν ἔχοντος τὴν φύσιν τῷ ἥπατι, πῇ μὲν δοκεῖ τὸ ἧπαρ μονοφυὲς εἶναι, πῇ δὲ διφυές· ᾗ μὲν γὰρ διαφέρει σπληνός, ταύτῃ δόξειεν ἄν μονοφυές, ᾗ δὲ κοινωνεῖ αὐτῷ, ταύτῃ διφυές· αἴτιον δὲ τοῦ διφυὲς εἶναι δοκεῖν καὶ μονοφυὲς τό τε διφυῆ μὲν εἶναι τὴν τοῦ σώματος φύσιν, συντελοῦσαν δὲ πρὸς μίαν ἀρχήν, λέγων πάλιν ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχήν. ὡς μὲν οὖν διφυὲς τὸ σῶμα δοκεῖ καὶ τὸ ἧπαρ διφυὲς εἶναι, ὡς δὲ συντελοῦν πρὸς μίαν ἀρχήν, ταύτῃ πάλιν μονοφυὲς δόξειεν ἄν εἶναι. τὰ δὲ ἑξῆς σαφῆ. τὸ δὲ ἐνίοις δὲ κἀκεῖ τὸ κἀκεῖ ἀντὶ τοῦ τοῖς ᾠοτόκοις· κἀκεῖ δὴ ἐν τοῖς ᾠοτόκοις ἐπιδήλως διέστηκε τὸ ἧπαρ, ὥσπερ ἐν τοῖς ζῳοτόκοις. πάντα δέ, φησί, τὰ κάτω τοῦ ὑποζώματος σπλάγχνα χάριν τῶν φλεβῶν εἰσι· μετεώροις γὰρ οὔσαις ὑπέστρωσεν αὐταῖς ἡ φύσις τὰ σπλάγχνα, ἵνα ἀνέχωσιν αὐτάς. ὥσπερ γὰρ ἀγκύρας τινὰς καὶ βοηθείας τῶν φλεβῶν πεποίηκεν αὐτὰς ἡ φύσις, ἵνα μὴ τέμνωνται ὑπὸ τού τῶν ἀνεχόμεναι. βέβληνται δὲ ὑπ’ αὐτὰς τὰ σπλάγχνα διὰ τῶν ὑποτεταμένω|ν μορίων, τουτέστιν ὑπὸ τὰ ὑποτεταμένα μόρια, λέγων ὑποτεταμένα μόρια τὰς ἀπὸ τῶν μεγάλων φλεβῶν σχιζομένας φλέβας. καὶ ποῦ αἰ τοιαῦται φλέβες τέτανται λέγει, ὅτι ἀπὸ τῆς μεγάλης ἀρχόμεναι φλεβὸς τείνουσι πρός τε τὸ ἧπαρ καὶ τὸν σπλῆνα· προσλαμβάνουσι γὰρ καὶ ἑαυτοῖς τό τε ἧπαρ καὶ ὁ σπλὴν συμφύουσιν αὐτήν, ἤτοι τὴν μεγάλην φλέβα, διὰ μέσων τῶν λοιπῶν σπλάγχνων. ὥσπερ γὰρ εἰ νοήσειέ τις δύο ἄνδρας ἱσταμένους τὸν μὲν πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος τὸν δὲ πρὸς τῷ τέλει, κατέχοντας ἐν ταῖς χερσὶν ἑνὸς σχοινίου τὰ ἄκρα καὶ τείνοντας αὐτό, μεταξὺ δὲ τῶν δύο τούτων ἀνδρῶν ἄλλους ἐπ’ εὐθείας ἱσταμένους καὶ ἀνέχοντας τὸ τοιοῦτον σχοινίον διὰ τῶν ὤμων, ἀλλ᾿ ἔστω καὶ τοῦτο ὅτι ὁ πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος ἱστάμενος δέδωκε τῷ μετ᾿ αὐτὸν τὸ ἄκρον τοῦ σχοινίου κἀκεῖνος τῷ μετ’ ἐκεῖνον, καὶ οὕτως ἐφεξῆς ἕως τοῦ ἱσταμένου πρὸς τῷ πέρατι τοῦ καμπτῆρος, καὶ εἰ τοῦτο γένοιτο, δυνάμεθα λέγειν ὅτι προσλαμβάνουσιν οἱ ἄκροι τὰ τοῦ σχοινίου ἄκρα διὰ τῶν μεταξὺ ἀνδρῶν, τοιοῦτόν τι καὶ ἐνταῦθα γίνεται καὶ προσλαμβάνουσι τῇ συστάσει τῶν ζῴων, ἤτοι πρὸς σύστασιν τῶν ζῴων· ταῦτα οὖν (λέγω ταῦτα τό τε προσλαμβάνεσθαι τὴν φλέβα διὰ τῶν σπλάγχνων εἰς τὸ ἧπαρ καὶ τοὺς νεφρούς) ταῦτα οὖν γίνεται διὰ μέσων τῶν σπλάγχνων πρὸς σύστασιν τῶν ζῴων. λέγει δὲ ὅτι καὶ ἡ καρδία ἀναγκαία ἐστὶ τοῖς ζῴοις· δεῖ γὰρ αὐτὴν εἶναι οἷον ἑστίαν καὶ οἴκημα καὶ τὸ ὅλον ἀκρόπολιν, ἐν ᾗ ὥσπερ τις βασιλεὺς κείσεται τὸ τῆς φύσεως ζωπυροῦν. τοῦτο δ’ ἄν [*](1 ἄναιμος] ἄνεμος a 5 γὰρ om. Pa 8 post λέγων add. δὲ Pa 11 ἂν om. S 12 ἐπιδήλως—ζῳοτόκοις (13) iterant Sa 14 μετέωροι γὰρ οὖσαι P 15 αὐτάς] αὐτά P 18 ὑποτεταγμένων P 18. 19 ὑποτεταγμένα utrobique P, sed post λέγων (19) corr. in ἀποτεταμένων 19 λέγων ἀποτεταμένα S 22 καὶ ἑαυτοῖς fort, post σπλὴν ponendum 24 γὰρ om. S 26 τείνοντος S τούτων τῶν δύο coll. S 34 ante τὴν add. καὶ S 38 ζώπυρον S)

62
εἴη ἢ τὸ ἔμφυτον θερμὸν ἢ αἰσθητικὴ ψυχή. ὁ δὲ σπλήν, φησί, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἔχουσιν, ὥσπερ καὶ τὰ περιττώματα. ὡς γὰρ οὐκ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, ἀλλ᾿ ἐξ ἀνάγκης γίνεται τοῦτο, διὰ τὸ μὴ δύνασθαι ἅπασαν τὴν ξηρὰν καὶ ὑγρὰν τροφὴν πεφθῆναι, καὶ γίνεται μὲν ἐξ ἀνάγκης διὰ τὴν ὕλην, κατὰ συμβεβηκὸς δέ, ὅτι μὴ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, οὕτω καὶ ἐπὶ τοῦ σπληνός· οὗτος γὰρ ἀντισπῶν καὶ ἕλκων πρὸς ἑαυτὸν τὰς περιττευούσας ἰκμάδας ἐκ τῆς κοιλίας καὶ συμπέττων, αἱματώδης ὢν συνίσταταί τε καὶ ἔστιν· ὥστε διὰ μὲν τὴν τοιαύτην ἰκμάδα ἐξ ἀνάγκης ἐστί, διὰ δὲ τὸ μὴ σκοπὸν ἔχειν σπλῆνα ποιῆσαι, κατὰ συμβεβηκὸς ἐνυπάρχει τοῖς ἔχουσιν. εἰ μὲν οὖν σύμμετρός ἐστιν ἡ τοιαύτη ἰκμάς, ὥστε δύνασθαι ὑπὸ τῆς τοῦ σπληνὸς θερμότητος συμπέττεσθαι, ὑγιεινὰ καὶ εὔχροα τὰ σώματα τυγχάνει· ἂν δὲ τὸ περίττωμα πλέον ᾖ καὶ νικῴη τὴν τοῦ σπληνὸς θερμότητα, νοσακερὰ καὶ ὠχρὰ τὰ σώματα γίνεται πληρωθέντα τροφῆς. καὶ διὰ τὸ τὴν τοιαύτην ὑγρότητα πρὸς τὸν σπλῆνα ἐκ τῆς κοίας ἕλκεσθαι καὶ παλίρροιαν πρὸς αὐτὸν γίνεσθαι, σκληραὶ καὶ λιθώδεις τοῖς σπληνιῶσιν αἱ κοιλίαι γίνονται, ὥσπερ καὶ τοῖς λίαν οὐρητικοῖς, λέγων λίαν οὐρητικοὺς ὧν ἐν τῇ κύστει πολὺ τὸ περίττωμα συναθροίζεται· καὶ ἐν τούτοις γὰρ ὥσπερ καὶ τοῖς σπληνιῶσι πολὺ τὸ ὑγρὸν ἐκ τῆς κοιλίας διὰ μέσων τῶν νεφρῶν, ὡς ἐρεῖ, ἀντισπᾶται. οἷς δὲ οὐ γίνεται πολλὴ ἡ περίττωσις, ἐξ ἧς ὁ σπλὴν συνίσταται καὶ τὸ εἶναι ἔχει, τοῖς μὲν οὐ μέγας ἐστὶν ὁ σπλήν, τοῖς δὲ σμικρότατος, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν σημείου χάριν. ἀλλὰ καὶ ἐν τοῖς τετράποσι τοῖς ᾠοτόκοις μικρὸς καὶ στιφρός ἐστι, λέγων στιφρὸν τὸ μανὸν καὶ ξηρόν, ὥσπερ ἐστὶν ὁ μὴ βεβρεγμένος σπόγγος. ἐπεὶ δὲ ὁ σπλὴν ἐκ τῆς ὑγρότητος τρέφεται, ὡς εἴρηται, τὰ δὲ ἔχοντα τὸν πνεύμονα σομφὸν καὶ ὀλίγαιμον ὀλιγοποτεῖ, τὰ δὲ ὀλιγοποτοῦντα ἔνδειαν ἔχει ὑγρότητος, διὰ ταύτην τὴν αἰτίαν τὰ τὸν πνεύμονα σομφὸν ἔχοντα ἔχει τὸν σπλῆνα μικρόν. ὀλιγοποτεῖ δὲ τὰ ἔχοντα τὸν πνεύμονα σομφὸν διὰ τὸ ὀλίγαιμον καὶ οἱονεὶ κενὸν εἶναι· τὸ δὲ ὀλίγαιμον ψυχρόν ἐστιν, ἡ δὲ δίψα γίνεται διὰ τὴν πνεύμονος θερμότητα. εἰ δὲ καὶ συμβαίῃ γενέσθαι τοῖς ὀλιγοποτοῦσι περίττωμα ὑγροῦ, εἰς πτερῶν ἢ λεπίδων σύστασιν τὸ τοιοῦτον ἀναλίσκεται. οἷς δὲ ἔνεστι κύστις καὶ ὁ πνεύμων ἔναιμος, τούτων ὁ σπλὴν ὑγρός ἐστι διὰ τὴν εἰρημένην αἰτίαν καὶ διὰ τὸ τὴν φύσιν τῶν ἀριστερῶν ὑγροτέραν εἶναι καὶ ψυχροτέραν· ἔδει γὰρ τὸν σπλῆνα, ὑγρὸν ὄντα καὶ ψυIχρόν, κεῖσθαι πρὸς τὸ ὑγρὸν καὶ ψυχρὸν μέρος. καὶ ὁ μὲν σπλήν, ὡς εἴρηται, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης, οἱ δὲ νεφροὶ οὐχ οὕτως, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν * * δι᾿ αὐτῶν εἰς τὴν κύστιν συναθροίζεσθαι τὴν τῆς ὑγρᾶς [*](2 ἐξ—ὑπάρχει] ἐστὶν ἐξ ἀνάγκης S 7 πρὸς] εἰς a 9 δέ om. a 10 σκοπὸν μὴ coll. S 13 κἄν δέ P 14 νοσερὰ S τὰ om. S 16 σπληνῶσιν P 17 λέγων] λέγει a 18 συναθροίζεται scripsi: συναθροίζεσθαι libri 23 τετράποσι καὶ ᾠοτόκοις S 24 τὸν μανὸν S ἐστὶν om. S 25 τὸν om. P 28 σμικρὸν S 30 γενέσθαι scripsi: γεύεσθαι libri 35 ὥσπερ Sa 36 ἐξ ἀνάγκης om. Pa 37 lacunam indicavi: fort, addendum ὑπάρχουσι διὰ τό)
63
τροφῆς περίττωσιν. τὸ δὲ κατὰ τὴν ἰδίαν φύσιν ἴσον ἐστὶ τῷ χάριν τῆς περιττώσεως ταύτης γέγονεν ἡ τῶν νεφρῶν φύσις.

[*](p. 670b33)

Σαφῆ δὲ ἃ λέγει περὶ κύστεως, πλὴν ἐνίων· αὐτίκα δεῖται ἐπιστάσεως τὸ τοῖς ἔχουσι τὸν πνεύμονα ἔναιμον καὶ μέγαν, τούτοις ἀποδέδωκε κύστιν διὰ τοιαύτην αἰτίαν. ἀνάγκη γὰρ μεγάλου ὄντος καὶ ἐναίμου τοῦ πνεύμονος θερμὸν αὐτὸν εἰνὶ, θερμοῦ δὲ τούτου ὄντος ἀνάγκη διψητικώτατα τὰ τοῦτον ἔχοντα εἶναι· διψητικὰ δὲ ὄντα ἀνάγκη δι’ ἃς αἰτίας σαφῶς αὐτὸς λέγει, κύστιν ἔχειν. ὅσα δὲ τὸν πνεύμονα ἔχει σομφον καὶ πλήρη ἀέρος, ἀλλ᾿ οὐχ αἵματος (τὸ γὰρ πλῆρες αἵματος οὐ σομφόν) ὅσα οὖν σομφὸν ἔχει τὸν πνεύμονα καὶ διὰ τοῦτο ψυχρόν, ὀλιγόποτά ἐστι καὶ ἄδιψα. σαφῆ δὲ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινόμενον τοῦ περιττώματος εἰς ταῦτα λέγει τὰς φολίδας καὶ τὰς λεπίδας. λέγει δὲ μὴ ἔχειν κύστιν ὅσα φολίδας ἔχει, πλὴν τῶν χελωνῶν· αἱ γὰρ χελῶναι, καίπερ οὖσαι φολιδωταί, ἔχουσι κύστιν. αἴτιον δ’ ὅτι αἱ μὲν θαλάττιαι χελῶναι ἔχουσι τὸν πνεύμονα σαρκώδη καὶ ἔναιμον καὶ διὰ τοῦτο θερμόν, καὶ διὰ τοῦτο διψητικώταται, αἱ δὲ χερσαῖαι μείζω τῆς ἀναλογίας τοὐ ὅλου σώματος αὐτῶν, καὶ διὰ τοῦτο καὶ θερμόν· μείζων γὰρ ὢν τῇ ἀναλογίᾳ νικᾷ καὶ ἡ ἐν αὐτῷ θερμότης. διά τοι τοῦτο καὶ αἱ κύστεις τῶν θαλαττίων χελωνῶν μείζους εἰσί, τῶν δὲ χερσαίων σμικρόταται. ἀλλ’ οὐδὲ νεφροὺς οὐδὲν ἔχει τῶν φολιδωτῶν ἢ λεπιδωτῶν πλὴν τῶν εἰρημένων χελωνῶν· ἔν τισι δέ, φησί, τῶν ὀρνίθων νεφροὶ μὲν οὐχ ὑπάρχουσιν, ἀλλὰ σαρκία πλατέα εἰς πολλὰ διεσπαρμένα, νεφροειδῆ ὄντα εὑρίσκεται, ἅπερ πλατέα καὶ νεφροειδῆ ἔχουσιν ἀντὶ νεφρῶν· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης σαρκὸς οὐκ ἐχούσης χώραν, καὶ τὰ ἑξῆς. εἴη δ’ ἄν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον ‘ἀλλ᾿ ἐν ἐνίοις τῶν ὀρνίθων οὐκ ἐχούσης χώραν τῆς σαρκὸς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης, τουτέστι μὴ δυνηθείσης συστῆναι καὶ εἰς ἕν τι συναθροισθῆναι τῆς σαρκὸς τῆς εἰς γένεσιν νεφρῶν ὑπὸ τῆς φύσεως δημιουργουμένης, ἀλλὰ τῇδε κἀκεῖσε διασπαρείσης καὶ εἰς πλείονα μέρη κατακερματισθείσης, ἀντὶ νεφρῶν ἔν τισιν αὐτῶν εὑρίσκεται πλατέα νεφροειδῆ’. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ τοὺς νεφροὺς πάντων εἶναι κοίλους, τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον, πλὴν τῆς φώκης· τούτους δέ φησι στερεωτάτους εἶναι καὶ ναστοὺς καὶ μὴ ἔχοντας κοιλότητα ἢ κενὸν συγγενοῦς σώματος. λέγει δὲ καὶ τὸν πόρον τὸν ἀπὸ τῆς φλεβὸς πρὸς τοὺς νεφροὺς φέροντα μὴ τελευτᾶν ἔσωθεν εἰς τὸ κοῖλον τῶν νεφρῶν, ἀλλὰ μέχρι τῆς κυρτῆς περιφερείας αὐτῶν ἐρχόμενον ἐν ταύτῃ καταναλίσκεσθαι. σημεῖον δὲ τοῦ μὴ ἄχρι τοῦ κοίλου φέρεσθαι τὸν [*](7 δειψητικώτατα S: διψηκώτατα a 8 αὐτὸς σαφῶς coll. a λέγει] εἶπε S 11 τῇ τὸ διατρέπεσθαι Pa 12 περιγενόμενον S εἰς ταύτας P λέγει om. P 14 φολιδωτὰ a 16 διψηκώτατον a 18 καὶ post νικᾷ om. S 20 ἢ] οὐδὲ S 21 πλὴν—χελωνῶν in marg. add. P 25 καὶ τὰ ἑξῆς—χώραν (27) in marg. adscr. P 20 ἐν om. S 27 τεταγμένους S 31 εὑρίσκεσθαι P 33 τούτους] τοὺς S post ναστοὺς add. φησὶ S 34 ἢ κενὸν] ἡ μὲν S 37 τὸ μὴ P)

64
πόρον τὸ μὴ γίνεσθαι αἷμα ἐν τῷ τῶν νεφρῶν κοίλῳ. ὥστε εἴπερ ὁ τῆς φλεβὸς πόρος ἐκεῖσε ἐτελεύτα, ἦν ἄν αἷμα ἐν αὐτῷ, νῦν δὲ τελευτησάντων καὶ ἀποθανόντων τῶν ζῴων οὐχ εὑρίσκεται. ἀπὸ δὲ τῆς κοιλότητος ἑκάστου τῶν νεφρῶν εἷς φέρεται πόρος πρὸς τὴν κύστιν· ὥστε ἐπεὶ δύο οἱ νεφροί, ἀφ’ ἑκάστου δὲ τούτων εἷς φέρεται πόρος πρὸς τὴν κύστιν, δῆλον ὅτι καὶ οἱ πόροι δύο εἰσὶ καὶ οὐ πλείους. ἔχει δὲ ταῦτα οὕτω διὰ ταύτην τὴν αἰτίαν, ὅπως ὑπὸ μὲν τῆς φλεβὸς βαδίζῃ τὸ περίττωμα εἰς τὴν τοῦ νεφροῦ κυρτὴν περιφέρειαν· ἐνταῦθα γὰρ ἡ φλέψ, ὡς εἴρηται, τελευτᾷ· ἐνταῦθα δὲ γενόμενον τὸ περίττωμα καὶ διὰ τὴν τῆς τῶν νεφρῶν σαρκὸς μανότητα διηθηθὲν καὶ εἰς τὸ κοῖλον συρρεῦσαν ἀπὸ τοῦ τοιούτου κοίλου εἰς τὴν κύστιν φέρεται διὰ τῶν εἰρημένων πόρων. ἡ δὲ κύστις καθώρμισται τουτέστιν ἀπῃώρηται ἐκ τῶν νεφρῶν. κεῖται δὲ ὁ δεξιὸς νεφρὸς ἀνωτέρω τοῦ ἀριστεροῦ διὰ τὸ τὴν κίνησιν ἐκ τῶν δεξιῶν εἶναι, ὥστε εἴπερ ἔκειτο τὰ ἐν τοῖς δεξιοῖς σπλάγχνα κάτω, βάρος ἄν παρεῖχε καὶ ἐνεπόδιζε τὰ ἄρχοντα τῆς κινήσεως.

[*](p. 672a1)

Σαφῆ δὲ τὰ περὶ τῶν νεφρῶν. εἰπὼν δὲ πῶς διὰ τὴν ὕλην πιμελώδεις ἢ στεατώδεις γίνονται, ἐπάγει ὅτι πιμελώδεις ἢ στεατώδεις γίνονται ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης, λέγων ἀνάγκην τὴν ὕλην. διὰ μὲν τὴν ὕλην | εἰσὶ τοιοῦτοι, ἀλλὰ καὶ διὰ τὸ εὖ· κείμενοι γὰρ κάτωθεν τοῦ νώτου καὶ πρὸς τῇ ὀσφύι, καὶ δεόμενοι ἀλέας διὰ τὴν τῆς ὀσφύος ἀσαρκίαν καὶ τὴν ἐκ τῆς ἀσαρκίας ἐπιγινομένην ψυχρότητα, χρεία πιμελῆς τοῖς νεφροῖς, ἵνα θερμαίνωνται ὑπ’ αὐτῆς. οἱ δὲ νεφροί, φησί, τῶν προβάτων κὰν πάνυ πίονες ὦσιν, ἐλλείπει τι ἐν αὐτοῖς· εὑρίσκεται γάρ τινα διαλείμματα ἐν αὐτοῖς, ἔνθα οὐ κεῖται πιμελή, ἀλλ’ εἰσὶν ἀπίμελα. λέγει δὲ καὶ διὰ τί μόνα τὰ πρόβατα ἀποθνήσκει, ἐπειδὰν οἱ νεφροὶ αὐτῶν πιμελώδεις γένωνται, καί φησιν ὅτι τὰ πιμελώδη οὐκ ἀποθνήσκουσι διὰ τὸ ὑγρὸν καὶ ἀραιὸν εἶναι τὸ πῖον καὶ διὰ τοῦτο μὴ κωλῦον ἐξέρχεσθαι τὸ ἐν τοῖς νεφροῖς συνιστάμενον πνεῦμα. αἱ δ᾿ αἶγες στεατῶδες μὲν ἔχουσι τὸ πῖον ὥσπερ καὶ τὰ πρόβατα, ἀλλ᾿ οὐχ ὁμοίως πυκνόν· λίαν γάρ ἐστι πυκνότατον τὸ τῶν προβάτων.

[*](p. 672b10)

Τὸ δὲ διάζωμα λέγει κεῖσθαι μεταξὺ τῆς καρδίας καὶ τῆς κοιλίας, ἵνα κωλύῃ τὰ ἀνερχόμενα ἐκ τῆς κοιλίας πνεύματα, καὶ μὴ ἐᾷ προσβάλλειν τῇ καρδίᾳ καὶ ταράττειν τὴν ἐν αὐτῇ ψυχήν. λέγει δὲ καὶ ὅτι ἄνω ἐκεῖνο λέγομεν, οὗ χάριν ἐστὶ τὰ κάτω (διὰ γὰρ τὸ ἄνω τὰ κάτω) κάτω δ’ ἐστὶν τὸ ἕνεκεν τοῦ ἄνω ὑπάρχον. ἔστι δὲ τοῦτο τὸ δεχόμενον τὴν τροφήν· τὸ γὰρ δεκτικὸν τῆς τροφῆς ἐκεῖνο ἔστι τὸ κάτω καὶ ἀναγκαῖον διὰ τὴν τροφήν. ὅτι δὲ αἱ φρένες διὰ τὸ κωλύειν τὴν ἀπὸ τῆς κοιλίας ἀνιοῦσαν θερμότητα γεγόνασι, σημεῖον τὸ συμβαῖνον· ὅταν γὰρ αὗται διὰ τὴν γειτνίασιν, ἣν ἔχουσι πρὸς τὴν κοιλίαν, ἑλκύσωσιν ἀπ’ αὐτῆς θερμότητα, εὐθὺς τῇ καρδίᾳ μεταδιδοῦσαι ταράττουσι τὴν διάνοιαν, ὅπερ ἐπὶ τῶν μεθυὁτων [*](2. 3 τελευτήσαντα καὶ ἀποθανόντα τὰ ζῷα P 5 ἐφ’ ἑκάστου P 7 βαδίζει a 10 διιθυθὲν P 16 Σαφῆ—νεφρῶν fort, delenda sunt 17 ἢ posterius] καὶ Pa 25 θνήσκει a 31. 32 κοιλίας καὶ τῆς καρδίας coll. S 36 τὸ γὰρ—τροφήν (37) in marg. add. P)

65
ἔστιν ἰδεῖν. σαρκώδη δὲ λέγει εἶναι τὰ τῶν φρενῶν μέρη τὰ πρὸς ταῖς πλευραῖς ὄντα, ὅτι καὶ αἱ πλευραὶ σαρκώδεις, ἐξ ὧν αἱ φρένες τὴν ἀρχὴν ἔχουσι, τὸ δὲ μᾶλλον πλησιάζον τῷ ἐξ οὗ γέγονεν ἀνάγκη μᾶλλον κοινωνεῖν ἐκείνῳ. ὅτι δὲ αἱ φρένες θερμαινόμενι μεταδιδόασι τῇ αἰσθητικῇ ψυχῇ τοῦ τοιούτου πάθους, σημεῖον καὶ τὸ περὶ τοὺς γέλωτας συμβαῖνον· ὅταν γάρ τις γαργαλίσῃ καὶ κινήσῃ τὴν μασχάλην, εὐθὺ θερμαίνονται ὑπὸ τῆς τοιαύτης κινήσεως αἱ φρένες διὰ τὸ ἔχεσθαι τῶν μασχαλῶν, ἡ δὲ ὑπὸ τοῦ γαργαλισμοῦ γενομένη θερμότης, ξηρὰ οὖσα, διαχέει τὴν ἐν τῇ καρδίᾳ θερμότητα καὶ ποιεῖ τὴν διάνοιαν κινεῖσθαι· ἡ δὲ τοιαύτη κίνησις γέλως ἐστίν. ἔστι δὲ γέλως κίνησις παρὰ τὴν προαίρεσιν. ἰστέον δὲ ὅτι τὸ ἐκ τῆς κοιλίας ἀνιόν, θερμὸν ὂν καὶ ὑγρόν, ἐπιθολοῖ μᾶλλον τὸ ἐν τῇ καρδίᾳ θερμόν, τὸ δὲ θερμὸν καὶ ξηρὸν διὰ τὴν ξηρότητα λεπτύνει καὶ διαχέει. μόνος δὲ ὁ ἄνθρωπος γαργαλίζεται, διὰ τὴν τοῦ δέρματος λεπτότητα καὶ διὰ τὸ γελᾶν· οὐ γὰρ γελᾷ καὶ τὰ ἄλλα, ἵνα γνοίημεν εἰ γαργαλίζεται. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ τὸ τοῦ Ὁμήρου ἔπος τινὰς φθεγγομένη γράφειν διὰ τοῦ ἡ, ἀλλ᾿ οὐ ‘φθεγγομένου᾿ διὰ τῆς ου διφθόγγου, ἵν’ ᾖ κατ᾿ ἐκείνους τὸ λεγόμενον ὅτι καὶ ἀποκοπεῖσα ἡ κεφαλὴ φθεγγομένη ἦν, ἀλλ᾿ οὐχὶ φθεγγομένου τοῦ ἀνθρώπου ἀπεκόπη ἡ κεφαλή. ἔτι δέ, φησί, διὰ τί καὶ τὰ ἄλλα ζῷα ἀποτεμνόμενα τὴν κεφαλὴν οὐ φθέγγεται αὐτῶν ἡ κεφαλή, ὡς πέφυκε φθέγγεσθαι;

[*](p. 673a33)

Λέγει δὲ καὶ τὰ σπλάγχνα ὅμοια εἶναι ἀλλήλοις, διὰ τὸ εἶναι πάντα αἱματικά· ὅμοιος γὰρ ὁ σπλὴν τῷ ἥπατι. γεγόνασι δὲ τὰ σπλάγχνα ἐντός, ὅτι καὶ αἱ φλέβες, ἐξ ὧν τὰ σπλάγχνα, ἐντός εἰσι. λέγει δὲ καὶ ἔνια τῶν ζῳοτόκων μὴ ἔχειν χολὴν διὰ τὴν τοῦ ἥπατος θερμότητα. αὕτη γὰρ εὔπεπτα καὶ διὰ τοῦτο εὔκρατα τούτων ἀποτελοῦσα τὰ σώματα οὐ δίδωσι χώραν τοῦ συστῆναι φαύλην περίττωσιν, ἀφ’ ἧς ἄν γένοιτο χολή. λέγει δὲ διαφέρειν τὰ σπλάγχνα πρὸς τὴν σάρκα οὐ μόνον τῷ ὄγκῳ ἤτοι τῷ πάχει. ἀλλὰ καὶ τῇ θέσει. τὰ μὲν γὰρ σπλάγχνα ἐντὸς κεῖται, ὅτι καὶ αἱ φλέβες, ἀφ’ ὧν τὰ σπλάγχνα, ἡ δὲ σὰρξ ἐκτός· μεταξὺ γὰρ τοῦ θώρακος, ἐν ᾧ κεῖται τὰ σπλάγχνα, σὰρξ οὐκ ἔστι. καὶ τινὰ μὲν τῶν σπλάγχνων, ὡς εἴρηται, χάριν τῶν φλεβῶν εἰσιν, αὐτὰ δὲ φλέβας οὐκ ἔχει, ὥσπερ τὸ ἔπιπλον, τινὰ δὲ οὐκ ἄνευ φλεβῶν. καταλέγει δὲ καὶ τίνα ἐστὶ τὰ μονοκοίλια, μεθ’ ὧν τάττει καὶ τὰ δίχηλά καὶ ἀμφώδοντα, οἷόν ἐστιν ὁ χοῖρος ὁ ὕσπληξ. πολλάκις δέ, φησί, τινὰ τῶν ζῴων διὰ τὸ μέγιστα εἶναι καὶ ἐσθίειν τροφὴν ἀκανθώδη | καὶ ξυλικήν (ῥίζας γὰρ δένδρων καὶ φλοιοὺς καὶ κλάδους ἐσθίουσι) τοιαύτην οὖν ἐσθίοντα τροφὴν δύσπεπτον ἔχουσιν ἐξ ἀνάγκης πλείους κοιλίας, ἵνα κατεργάζηται διὰ τούτων ἡ τροφή. πάντα δὲ τὰ κερατοφόρα μὴ ἀμφώδοντα καὶ τὰ μὴ ἀμφώδοντα κερατοφόρα. [*](6 εὐθὺς a 8 γινομένη a 10 ἐστίν om. a 14 οὐδὲ γὰρ P καὶ τὰ ἄλλα iterum scr., sed rursus del. P 15 ‘Ομήρου] Κ 457 cf. χ 329 τινὲς S φθεγγομένην S: φθεγομένους P 15. 16 γράφουσι S 19 ἡ om. P 24 ἔχει S 32 τὸ scripsi: δ’ libri 34 ὁ prius om. S ὕσπληξ] sic libri: ὕσπληξ Arist. codd., cf. Lob. Pliryn. p. 71: ὗς Arist. vulg. 35 μέγιστον P 36 οὖν ἑστιώμενα (sic) P 37 κατεργάζηται—δι᾿ ἃς (p. 66,1) in marg. add. P)

66
καὶ ἔχει ταῦτα πλείους κοιλίας δι’ ἃς μετ’ ὀλίγον εἴποι αἰτίας. ἡ δὲ κάμηλος, καίπερ οὖσα μὴ ἀμφώδους, κέρατα μὲν οὐκ ἔχει, ἔχει δὲ κοιλίας πλείους ὁμοίως τοῖς μὴ ἀμφώδουσι διὰ τὸ δύσπεπτον τῆς τροφῆς, ἐξ ἧς τρέφεται. ἄλλως τε καὶ ἐπειδὴ ἡ τῇς καμήλου τροφὴ ἀκανθώδης ἐστίν, ἀνάγκη δὲ διὰ τὰς ἀκάνθας σκληρὰν καὶ σαρκώδη τὴν γλῶτταν ἔχειν, ὁμοίως δὲ καὶ τὸν οὐρανόν, τῇ σκληρότητι τῆς τοιαύτης γλώττης καὶ τοῦ οὐρανοῦ κέχρηται ἀντὶ ὀδόντων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πρὸς σκληρότητα τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις. ὥστε τὸ μὲν πρὸς σκληρότητα εἴη ἄν ἴσον τῷ τῇ σκληρότητι τοῦ οὐρανοῦ, καὶ προσυπακουστέον οἶμαι καὶ τοῦ καὶ τῆς γλώττης᾿· τὸ δὲ τῷ ἐκ τῶν ὀδόντων γεώδει ἀντὶ τοῦ τῶν ὀδόντων. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον κατὰ τὴν λέξιν τὴν οἱ δὲ τὸν οἰσοφάγον ἔχουσι πλατὺν τοιοῦτόν ἐστιν· πλατὺς ὢν ὁ οἰσοφάγος καὶ εὐρὺς καὶ διὰ τὴν εὐρύτητα κοιλαίνεσθαι δυνάμενος δύναται κατέχειν διὰ τῶν κοιλοτήτων τὰ βρώματα καὶ πέττειν ἐκεῖσε χρονοτριβοῦντα᾿. ἢ τὸν μὲν οἰσοφάγον πλατὺν οὐκ ἔχουσιν, ἔχουσι δὲ τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη, ὥσπερ αἱ χῆνες καὶ ἄλλα πολλά, ἥτις δι’ ἄμφω θερμή ἐστι, διὰ μὲν τὸ σαρκῶδες, ὅτι ἡ σὰρξ θερμή, διὰ δὲ τὸ ἰσχυρὸν καὶ πυκνόν, ὅτι οὐ δίδωσι χώραν διεξόδου τῷ ἐν αὐτῇ θερμῷ. τοῦ δὲ πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυρίζειν ἑρμηνευτικὸν ἐπῆκται τὸ πέττειν· τὸ γὰρ πολὺν χρόνον κατεχόμενον μᾶλλον πέττεται, τὸ δ’ ἐν ὀλίγῳ ἧττον. ἡ οὖν θερμότης τῆς σαρκώδους καὶ σκληρᾶς κοιλίας ἀναλαμβάνει καὶ ἀναπληροῖ τὴν τοῦ στόματος ἔνδειαν. ἄλλα δέ τινα οὔτε κοιλίαν ἔχει οὔτε τινὰ ἐν τῇ κοιλίᾳ ἐπανεστηκότα μόρια ἐοικότα τοῖς προλόβοις, ἀλλ’ ἔχει τὸν πρόλοβον μακρόν, οἷά ἐστι τὰ μακροσκελῆ ὥσπερ γέρανος. εἰσὶ δὲ τῶν μακροσκελῶν τὰ σκέλη λεῖα καὶ παντελῶς ἐστερημένα πτερῶν διὰ τὴν τῆς τροφῆς ὑγρότητα καὶ ψυχρότητα· τοῦτο γὰρ λείπει. ὥσπερ γὰρ τὰ θερμὰ καὶ ὑγρὰ δασέα, οὕτω τὰ ψυχρὰ καὶ ὑγρὰ λεῖα. ἔχουσι μὲν οὖν τὰ μακροσκελῆ ἀντὶ κοιλίας καί τινος ἐπανεστηκότος τὸν πρόλοβον μακρόν. ἡ γὰρ τροφὴ τούτων εὐλέαντος οὖσα (ἐν τέλμασι γὰρ καὶ λίμναις τὰ πλεῖστα διαιτᾶται) οὐ δεῖται χρόνου πρὸς τὸ κατεργασθῆναι· οὐ γάρ ἐστι ξυλώδης ἢ χορτώδης ἤ τις τῶν δυσκατεργάστων. καὶ διὰ τὸ τὴν τροφὴν αὐτῶν εἶναι ὑγρὰν καὶ τελματώδη συμβαίνει τὰς κοιλίας αὐτῶν εἶναι ὑγράς, καὶ διὰ τὴν ἀπεψίαν· καὶ ᾗ μὲν εὐλέαντός ἐστιν ἡ τροφή, ταύτῃ εὐκατέργαστός καὶ εὔπεπτός ἐστιν, ᾗ δὲ πολλῇ ταύτῃ χρῶνται, ταύτῃ ἀπεπτοῦσι καὶ ἔχουσιν ὑγρὰς τὰς κοίας. τὸ δὲ τῶν ἰχθύων γένος ἅπαν καὶ ἀμφώδουν καὶ καρχαρόδουν ἐστί, πλὴν τοῦ σκάρου· οὗτος γὰρ διὰ τὸ μὴ ἀμφώδους εἷναι οὐδὲ καρχαρόδους ἐστί. μὴ ὄντων γὰρ τῶν ἄνω ὀδόντων πῶς ἄν ἐπάλλαξις γένηται, ἵν’ ᾖ καρχαρόδους; [*](1 εἴποι Pa: εἴπη S: exspectas ἐρεῖ 3 ἀμφόδουσι S 6 τῇ σκληρότητι om. P 6. 7 τῶ οὐρανῶ P 10 καὶ τὸ καὶ τῆς a 12 prius τὴν om. S 13 καὶ ante διὰ om. S 15 πέττεσθαι Sa 17 δ’ ἄμφω a 19 τὸ ἐν αὐτὴ θερμὸν P ἐν αὐτῷ a 20 τῶ πέττειν P 24 post μόρια add. καὶ Pa οἶα εἰσὶ P 33 τέλματι P 33 κοιλείας a 36 καρχαρώδουν P 38 post ᾖ add. καὶ a)
67
ὥστε διὰ τὸ μὴ ἀμφώδοντα εἶναι καὶ διὰ τοῦτο μηδὲ καρχαρόδοντα τὸν σκάρον, ἀνάγκη αὐτὸν μηρυκάζειν· πᾶν γὰρ μὴ ἀμφώδουν μηρυκάζει. ἀποφυάδας δὲ λέγει τὰ ἐπανεστηκότα ἐν ταῖς κοιλίαις καὶ προλόβοις ἐοικότα. ἐν δέ τῇ λέξει τῇ ἀλλ’ ἄπεπτα διαχωρεῖν τὸ ἀλλά ἀντὶ τοῦ καί συνδέσμου εἴρηται. ἐν δὲ τῇ καί τινας ἔχουσι μετρίας πλάνας τὸ πλάνας ἀντὶ τοὺ ἕλικας κεῖται. δύνανται γὰρ αἱ ἕλικες διὰ τὴν ποικίλην καὶ κεκλασμένην αὐτῶν θέσιν κατέχειν τὴν τροφήν, ὥσπερ πάλιν τὰ ἐοικότα εὐθείαις γραμμαῖς μὴ κατέχειν. τοῦτο δὲ τὸ μόριον λέγει τὸ ἔντερον. κατὰ δὲ τὴν λέξιν τὴν πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα διὰ τὴν κατεργασίαν τῆς τροφῆς λείπει τὸ ‘ἔχει τὰ ἔντερα’, ἵν ᾖ τὸ πλῆρες τοιοῦτον ‘πάντα γὰρ τὰ κερατοφόρα μεγάλα ἔχει τὰ ἔντερα διὰ τὴν κατεργασίαν τῆς τροφῆς’. τὸ γὰρ μέγα καὶ εὐρύτατον δύναται κοιλαίνεσθαι, τὸ δὲ κοιλαινόμενον δύναται ἐν ταῖς κοιλότησι συνέχειν τὴν τροφήν. ἀλλὰ καὶ πᾶσι | τοῖς μὴ εὐθυεντέροις εὐρύτατον γίνεται τὸ ἔντερον· ἐξ ἀρχῆς μὲν γὰρ στενόν ἐστιν, ὅσον δὲ κάτεισι, τοσοῦτον εὐρύνεται. λέγει δὲ καλεῖσθαι ἀρχὸν τὸ εὐθὺ πρὸς τὴν ἔξοδον διατεῖνον τοῦ περιττώματος. εὐρύνεται δὲ τοῖς εὐχιλοτέροις, τουτέστιν εὐπεπτοτέροις (χιλὸς γὰρ ἡ τροφή) εὐρύνεται οὖν τοῖς εὐχιλοτέροις καὶ εὐπεπτοτέροις καὶ διὰ τοῦτο εὐτραφεστέροις τὸ ἔντερον, ἵνα κατερχόμενον τὸ περίττωμα ἱστῆται ἐν ταῖς διὰ τὴν εὐρυχωρίαν αὐτοῦ γινομέναις κοιλότησι, καὶ μὴ τάχιον ἐξερχόμενον πεινῇ. εἰς πλῆθος δὲ γαστρίμαργα λέγει τὰ ἐσθίοντα πάνυ πολλά, ἅπαξ δὲ ἢ δὶς τῆς ἡμέρας, εἰς τάχος δὲ γαστρίμαργα τὰ πολλάκις τῆς ἡμέρας ἐσθίοντα. ἐν δὲ τῇ λέξει τῇ τοῦτο γὰρ μεταξὺ τῆς ἄνω, ἐν ᾗ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ἡ τὸ ἄχρηστον περίττωμα, τὸ τοῦτο ἀντὶ τοῦ αὕτη εἴρηται· περὶ γὰρ τῆς νήστιδος ἔτι ὁ λόγος αὐτῷ. τοῦτο δὲ δῆλον ἐκ τοῦ ἐπαχθέντος τοῦ γίνεται δ᾿ ἐν πᾶσι μέν, δήλη δ’ ἐν τοῖς μείζοσι καὶ νηστεύσασιν, ἀλλ’ οὐκ ἐδηδοκόσιν. ἀλλὰ πῶς δήλη ἐν τοῖς νηστεύσασι γίνεται; ἢ ἐπειδὴ ἡ ἐν τῇ ἄνω κοιλίᾳ τροφὴ νεαρά ἐστιν, ἡ ἐν τῇ κάτω δὲ κοπρώδης, ἡ δὲ ἐν τῇ νήστιδι ἑτέρα τούτων ὁρᾶται, φαίνεται ὅτι ἑτέρα ἔστιν ἡ νῆστις τῆς τε ἄνω καὶ τῆς κάτω κοιλίας. εἰ γὰρ ἦν ἡ αὐτή τινι τούτων, ἦν ἄν καὶ ἡ ἐν αὐτῇ περίττωσις ὁμοία τινὶ τῶν ἐν ταύταις περιττώσεων· φαίνεται δὲ ἡ ἐν τῇ νήστιδι περίττωσις ἑτέρα τῶν ἄλλων, ἐπειδὰν νηστεύσωσιν, ὅτι ἡνίκα φάγωσι καὶ πλησθῶσιν, ἀναμίγνυται ἡ ἐν τῇ ἄνω κοία τροφὴ μετὰ τῆς ἐν τῇ νήστιδι περιττώσεως, καὶ οὐ γίνεται διάδηλος, εἰ ἑτέρα ἐστί· βραχὺς γὰρ ὁ καιρός, ἀφ᾿ οὗ ἔφαγε τὸ ζῷον καὶ οὔπω ἐπέφθη, ἵνα φανῇ ἡ ἑτερότης αὐτῶν. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου.

[*](2 ἀμφόδουν S μηρυκίζει S 5 πλάνας] sic libri et Arist. SUY: πλάκας Arist. vulg. 6 τὸ πλάνας om. P 7 κεκλασμένην a 8 τὸ post δὲ om. Pa 10 ἵν᾿ ᾖ—ἔχει τὰ (11) in marg. adscr. P 14 εὐθυντέροις P 17 χιλὸς γἀρ—εὐπεπτοτέροις (18) in marg. adscr. P, om. S 19 ἵστηται S: ἵσταται Pa 26 δ’ prius om. P 28 ἡ post ἐπειδὴ om. P 29 ὁρᾶται] ὁρατῶν a 31 ταύταις] αὐταῖς Pa 32 ἡ om. P 36 ἕως—βιβλίου om. S)
68
[*](105)

Ἀρχόμενος τοῦ τετάρτου τῶν Περὶ ζῴων μορίων λέγει ὅτι τὰ τετράποδα καὶ ᾠοτόκα τῶν ζῴων καὶ τὰ ἄποδα, οἷον οἱ ὄφεις, ὁμοίαν ἔχουσι τήν τε κοιλίαν καὶ τὰ σπλάγχνα καὶ ἕκαστον τῶν εἰρημένων μορίων. ἡ γὰρ τῶν ὄφεων φύσις συγγενής ἐστι τοῖς τετράποσι καὶ ᾠοτόκοις· ὅμοιοι γάρ εἰσιν οἱ ὄφεις σαύρῳ μακρῷ, εἴ τις τοῦτον ἄποδα νοήσειε. πάλιν δὲ τοῖς τετράποσι καὶ ᾠοτόκοις καὶ τοῖς ὄφεσιν ἔχουσιν οἱ ἰχθύες πάντα τὰ σπλάγχνα παραπλήσια. λέγει δὲ καὶ διὰ τοὺς ἰχθύας ὅτι ἐμφαίνεται λευκότης ἐν τῷ περιττώματι αὐτῶν τῷ ἐκ τῆς ὑγρᾶς τροφῆς, καθάπερ καὶ ἐν τῷ τῶν ὀρνίθων· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐπιλευκαίνει δὲ τὸ περίττωμα πᾶσι καὶ τούτοις. διὰ τοῦτο καὶ ἐν τοῖς ἔχουσι κύστιν ὑφίσταται ἡ ἁλμυρίς, γεώδης οὖσα καὶ λευκή, τὸν αὐτὸν ἔχουσα λόγον ὅνπερ ἐν ἐκείνοις τὸ ἐμφαινόμενον λευκόν. λέγει δὲ τοὺς ἔχεις διαφέρειν πρὸς τοὺς ὄφεις ὃν τρόπον καὶ οἱ ἰχθύες πρὸς τὰ σελάχη, καὶ τί διαφέρουσιν ἐπάγει· ζῳοτοκοῦσι γὰρ καὶ τὰ σελάχη καὶ οἱ ἔχεις, οἱ δὲ ὄφεις καὶ οἱ ἰχθύες ᾠοτοκοῦσι. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p 676b22)

Ἅ δὲ ἀντιλέγει πρὸς τὸν Πλάτωνα περὶ χολῆς ἔσται δῆλα, εἰ πρότερον τεθείη τὰ τῷ Πλάτωνι δοκοῦντα. ὁ μὲν δὴ Πλάτων’ ἐν τῷ ἥπατι λέγων εἶναι τὸ ἐπιθυμητικὸν ἔλεγεν ὅτι τὸ ἐπιθυμητικὸν πρὸς ἡδονὴν καὶ ἄνεσιν ἕλκον τὸ ζῷον ἐκλύει καὶ παντάπασι φθείρει αὐτό· προνοουμένη οὖν ἡ φύσις τοῦ ζῴου πεποίηκεν ἐν τῷ ἥπατι τὴν χολὴν ὅπου τυγχάνει ὂν καὶ τὸ ἐπιθυμητικόν, ἵνα δριμεῖα οὖσα δάκνῃ τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικόν, τούτου δὲ δακνομένου πονῇ τὸ ζῷον, πονοῦν δὲ συσφίγγηται καὶ συνιστῆται καὶ ἀνιστῆται ἀπὸ τῆς ἀνέσεως καὶ τῆς ἐκ ταύτης καὶ διὰ ταύτην γινομένης φθορᾶς. ἀλλ᾿ ὅταν μέν, φησὶν ὁ Πλάτων’, δάκνῃ ἡ χολή, συνίσταται καὶ διεγείρεται τὸ ζῷον, λυομένης δὲ τῆς δήξεως ἵλεων γίνεται καὶ πρὸς ἄνεσιν περιπετές. ταῦτα τοῦ Πλάτωνος λέγοντός φησιν ὁ Ἀριστοτέλης ὅτι πολλὰ τῶν ζῴων ἐπιθυμεῖ μέν, χολὴν δὲ οὐκ ἔχει τὴν δάκνουσαν, ὥστε οὐ διὰ τοῦτο γέγονεν ἡ χολή. [*](1 Tit. om. S 2 τὰ om. a 14 οἱ om. P 18 Πλάτων] Tim. p. 71 Α sqq. 19 λέγων om. Pa 20 οὖν] γὰρ P 21 ὃν τυγχάνει coll. S 23 συνίσταται libri 23. 24 ἀνίσταται PS: om. a 26 λυομένη δὲ ἡ δῆξις S)

69
σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ πρὸς Ἀναξαγόραν ὡς εἴπερ τῆς χολῆς κατά σε ἀπορραινομένης πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας ἐγίνετο τὰ ὀξέα νοσήματα, μόνα τῶν ζῴων περιπνευμονίαις καὶ τοῖς ὀξέσι νοσήμασι περιέπιπτον ὅσα ἔχει χολήν· νῦν δὲ πολλὰ τῶν ἀχόλων τούτοις ἀναλίσκεται τοῖς νοσήμασιν. ἀλλὰ καὶ πάμπολλα ζῷα ἅμ τῷ θανεῖν ἀνετμήθη καὶ οὐχ εὑρέθη ἀπόρροια χολῆς οὔτε ἐν τῷ πνεύμονι οὔτε ἐν ταῖς φλεψὶν οὔτε ἐν ταῖς πλευραῖς. καὶ ἡ ἀπεμουμένη δὲ χολὴ ὑπὸ τῶν νοσούντων, πολλαπλάσιος οὖσα τῆς ἐν τῇ χοληδόχῳ κύστει, ἣν οὗτός φησιν ἀπορραίνεσθαι, πολλαπλάσιος οὖν οὖσα ἡ ἀπεμουμένη τῆς ἐν τῇ χοληδόχῳ κύστει μαρτυρεῖ ὅτι οὐ γέγονεν ἡ χολὴ πρότερον καὶ ἐναπετέθη ἐν τῇ κύστει, ὅπως ἀπορραίνηται πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας καὶ ἔτι τὰς πλευράς. εἰ γὰρ διὰ τοῦτο ἐγίνετο, ἔδει μὴ ἐν ἄλλῳ μορίῳ γίνεσθαι πλὴν ἐν τῇ εἰρημένῃ κύστει, ἀφ’ ἧς οὗτός φησιν ἀπορραίνεσθαι· ἐπεὶ δὲ πολλαπλάσιος, ὥσπερ εἴρη τᾶι, ἡ ἀπεμουμένη ἐστὶ τῆς ἐν τῇ κύστει, δῆλόν ἐστιν ὡς ἡ σὰρξ τοῦ τοιούτου ζῴου ἐπιτήδειος γέγονεν ὑπὸ τῆς νόσου εἰς τὸ μεταβάλλειν εἰς χολήν, καὶ μεταβάλλουσα καὶ συντηκομένη καὶ εἰς γένεσιν χολῆς ἀναλυομένη συμβαίνει ἀπεμεῖσθαι τὸ τοιοῦτον πλῆθος τῆς χολῆς. ταῦτα εἰπὼν ἐπάγει πρὸς τὸν Πλάτωνα ἀποτεινόμενος τὸ οὐ διὰ ταῦτα γέγονεν ἡ χολή, ὥσπερ φησὶν ὁ Πλάτων’, διὰ τὸ τὸ ζῷον ἀπὸ τῆς ἡδονῆς ἀνεγείρεσθαι καὶ τῆς ἐκ ταύτης ἀνέσεως, ἀλλ’ ὥσπερ ἡ χολὴ ἡ γινομένη κτὰ τὸ ἄλλο σῶμα περίττωμά ἐστιν ἢ σύντηξις καὶ ἀνάλυσις σαρκὸς εἰς χολὴν διά τινα καχεξίαν, οὕτω καὶ ἡ ἐν τῷ ἥπατι. καὶ ἐπεὶ οὐ πάντα ἕνεκά τινος γίνεται, ἀλλὰ γίνεται καὶ ὡς περιττώματα, οὐ δεῖ περὶ πάντων ζητεῖν, τίνος ἕνεκα γίνεται, ἀλλὰ τίνων ὄντων καὶ τίνων προηγησαμένων ταῦτα γέγονε᾿. λέγει δὲ τὸ μέρος τοῦ ἥπατος, ὃ περίκειται ἡ χολή, γλυκύτατον εἶναι, καὶ τοῦτο εὐλόγως· τὸ γὰρ ἁλμυρὸν ἢ πικρὸν ἢ ὅλως παρὰ τὸ γλυκὺ ἑλκόμενον ὑπὸ τῆς χολῆς πρὸς ἑαυτὴν διά τε τὴν συγγένειαν καὶ τὴν γειτνίασιν, λείπεται τὸ γλυκύτατον καὶ ἀνόμοιον τῇ χολῇ ἀνεπίμικτον καὶ καθαρόν. ὅτι δὲ ὅλως ἡ χολὴ περίττωμά ἐστι, καὶ ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τῇ τροφῇ ἐναντίον τὸ περίττωμα (τὸ γὰρ μὴ πεφθὲν μηδὲ γενέσθαι δυνηθὲν τροφὴ περίττωμα) ἐπεὶ οὖν τὸ περίττωμα ἐναντίον τῇ τροφῇ καὶ τῷ γλυκεῖ τὸ πικρόν, ἔστι δὲ ἡ τροφὴ γλυκεῖ., δῆλον ὡς ἡ χολὴ πικρὰ οὖσα οὐκ ἔστι τροφή, εἰ δὲ μὴ τροφή, περίττωμα· εἰ γὰρ ἦν τροφή, ἦν ἄν γλυκεῖα. λέγει δὲ καὶ ὅτι εὔλογον τὴν τοῦ ἥπατος φύσιν ἐπίκαιρον οὖσαν, τουτέστιν εἰς ἐπιτηδειότατον τόπον κειμένην (ἐν γὰρ τῷ δεξιῷ μέρει κεῖται) εὔλογον οὖν ἐπίκαιρον οὖσαν αἰτίαν εἶναι τοῦ ζῆν ἢ πολὺν ἢ ὀλίγον χρόνον τὰ ζῷα κατὰ τὴν αὐτοῦ ποιότητά τε καὶ κρᾶσιν. λέγει δὲ καὶ διὰ τί ἐν τῷ ἥπατι μόνῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν σπλάγχνων [*](1 ἡ χολὴ S 2 ἀπορραινομένη S 3 ὀξέοις a 4 ἁλίσκεται a 8 et 9 τῇ ἐν τῇ Pa 9 οὖν supra vers. S 9 χοληδόκῳ a 14 τῇ om. a ἐστιν om. S 16 μεταβαλλούσης καὶ συντηκομένης a 17 ἀναλυομένης a 19 τὸ semel exh. a ὑπὸ S 21 καὶ] ἢ a 22 ἕνεκά του S 23 γίνεται post περιττώματα ponit S 26 τοῦ γὰρ ἁλμυροῦ ἢ πικροῦ a παρὰ] περὶ a 27 ἐλκομένου a 35 ἐπιτήδειον Pa 37 τὴν αὐτῆς πιότητα S 38 μόνον S)
70
γίνεται ἡ χολή, καί φησιν ὅτι ἐν τῇ καρδίᾳ ἀδύνατον αὐτὴν γενέσθαι· ἡνίκα γὰρ πικρὸν ἢ ἄλλο τι πάθος πλησιάσει ἐν αὐτῇ, θνήσκει τὸ ζῷον. ἐν ἄλλῳ δὲ σπλάγχνῳ εἰ μέλλει γενέσθαι, εὔλογον ἐν ἐκείνῳ γίνεσθαι, ὅπερ ἐν ἅπασιν εὑρίσκεται· εὑρίσκεται δὲ ἐν ἅπασιν ἢ ἧπαρ ἢ τὸ ἀνάλογον τῷ ἥπατι, νεφροὶ δὲ ἢ σπλὴν ἢ πνεύμων οὐκ ἐν ἅπασιν εὑρίσκεται τοῖς ἐναίμοις. ἐπεὶ δέ τινες ἦσαν οἱ λέγοντες ὡς εἴπερ ἦν ἡ χολὴ περίττωσις, εὑρίσκετο ἂν ὅπου καὶ ἡ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσις, ἀλλ᾿ οὐκ ἐν τῷ ἥπατι, λέγει ὅτι ‘ὥσπερ γὰρ ὅπου ἄν τις ἴδῃ φλέγμα ἢ τὸ ὑπόστημα τῆς κοιλίας, εἴτε ἐν τῇ κοιλίᾳ εἴτε ἀλλαχοῦ, εἰ μὴ νομίζει τοῦτο περίττωμα, ἀλλ’ ἐν μὲν τῇ κοιλίᾳ βλέπων αὐτὸ λέγει εἶναι περίττωμα, ἐκτὸς δὲ ταύτης ὁρῶν αὐτὸ οὐ λέγει περίττωμα, ὥσπερ οὖν οὗτος ἄτοπος λογισθήσεται, οὕτως ἄν εἴη ἄτοπος καὶ ὁ μὴ λέγων τὴν χολὴν περίττωμα, ὅπου ἂν αὐτὴν ἴδῃ᾿.

[*](p. 677b12)

Τὸ δὲ ἔπιπλον λέγει ἦρχθαι ἀπὸ μέσης τῆς κοίας καὶ περιέχειν τὸ ἥμισυ μέρος αὐτῆς. καὶ λέγει τὴν αἰτίαν, τίνος χάριν τὸ ἥμισυ περιέχει αὐτῆς, καὶ οὐχ ἅπασαν· λέγει δὲ ταύτην παρακατιών, ὅταν φησὶν καὶ διὰ τοῦτο ἀπὸ μέσης ἦρκται τῆς κοιλίας, ὅτι τὸ ἐπέκεινα μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ. ἐπειδὴ γὰρ χάριν τοῦ θερμαίνειν τὴν κοιλίαν γέγονε τὸ ἔπιπλον, τοῦ δὲ ἡμίσεος μέρους αὐτῆς ἐπίκειται τὸ ἧπαρ, ἀρκεῖ τοῦτο θερμότατον ὂν πρὸς τὸ θερμαίνειν τὸ μέρος αὐτῆς, ἐν ᾧ μή ἐστιν ἔπιπλον· τοῦ δὲ λοιποῦ μέρους μὴ ἁπτόμενον τὸ ἧπαρ, ἀναγκαίως ἡ φύσις περιεκάλυψεν αὐτὸ διὰ τοῦ ἐπίπλου, ἵν’ ὥσπερ τὸ ἧπαρ συμπέττει τουτέστι θερμαίνει τὸ ἥμισυ τῆς κοιλίας, οὕτω καὶ τὸ ἔπιπλον τὸ ἐπίλοιπον. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴπομεν, παρακατιὼν λέγει διὰ τῆς λέξεως, ἣν παρεθέμεθα· περὶ δὲ τῆς τοῦ ἐπίπλου γενέσεως λέγων φησὶν ῾ἔτι δὲ διὰ τὴν τοῦ ὑμένος πυκνότητα τὸ διηθούμενον καὶ δι᾿ αὐτοῦ ἐξερχόμενον τῆς αἱματώδους τροφῆς ἀναγκαῖον λεπτότατον εἶναι καὶ εὔπεπτον, καὶ διὰ τοῦτο λιπαρόν. σαφῆ δὲ τὰ ἐφεξῆς.

[*](p. 678a31)

Λέγει δὲ περὶ τῶν ἐντόμων καὶ πάντων τῶν ἀναίμων μὴ ἔχειν σπλάγχνα διὰ τὸ μηδὲ αἷμα, ἐξ οὗ τὰ σπλάγχνα συνέστηκε· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἐξ ὧν γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν ἔχει τούτων αἷμα. ἔσται δὲ σαφὴς ἡ λέξις, εἰ τὸ ἐξ ὧν ἀντὶ τοῦ ἐξ οὗ | ἀκούσομεν, καὶ εἴη ἄν οὕτω τὸ λεγόμενον τοιοῦτον ‘οὐδὲν τῶν ἀναίμων ἔχει αἷμα, ἐξ οὗ αἵματος συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις. καὶ διὰ τί οὐδὲν τούτων ἔχει αἷμα, ἐπήγαγεν εἰπὼν διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς, εἰπὼν πάθος νῦν τὴν οὐσιώδη διαφοράν. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ἴδιά τὸ οὐσιῶσθαι καὶ εἰδοποιεῖσθαι [*](1 αὐτὴν ἀδύνατον coll. S 2 πλησιάσῃ a 3 μέλλοι P 7 ἡ om. P 10 εἰ scripsi: καὶ libri 11 ὁρῶν supr. vers. P 12 καὶ om. S 15 αὐτῆς ante τὸ ponit S 17 ἦρκται Arist. codd.: ἦρχθαι PSa: ἤρτηται Arist. vulg. 23 συμπέτῃ Sa θερμαίνῃ a 25 ante λέγει add. δὲ S 28 ἐφεξῆς] ἐφ supr. vers. P 29 ἀνίμων ex ἐναίμων corr. S 31 et 32 ἐξ ὧν] sic etiam Arist. codd.: ἐξ οὗ Arist. vulg. 36 τι om. a αὐτῆς] αὐτοῖς a 37 εἰδοποιεῖσθαι] post εἰδο supr. vers, inser. πε m. rec. P)

71
τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα, διὰ τοῦτο ἔστιν ἄναιμα’. ὡς γὰρ ὁ ἄνθρωπος ἐν τῷ λογικὸς καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸς εἶναι ἔχει τὸ εἶναι, οὕτω καὶ τούτων τὸ εἶναί ἐστιν ἐν τῷ μὴ ἔχειν αἷμα, καὶ ὑπάρξει δὴ τὸ ἄναιμον ἐν τῷ λόγῳ τῷ ὁρίζοντι τὴν οὐσίαν αὐτῶν, ὥσπερ καὶ τὸ λογικὸν ἐν τῷ τοῦ ἀνθρώπου. οὐκ ἔχει οὖν τὰ ἔντομα σπλάγχνα, ὅτι οὐδὲ αἷμα. ἀναγκαῖον δὲ αὐτοῖς μόνον ἔχειν τὸ ἀνάλογον τῇ καρδίᾳ, ἵν ᾖ ἐν αὐτῷ ἡ αἰσθητικὴ ψυχή, ὥσπερ καὶ ἐπὶ τῶν ἐναίμων ἐν τῇ καρδίᾳ. τὸ γὰρ αἰσθητικὸν ψυχῆς, τουτέστι τὴν γὰρ αἰσθητικὴν ψυχὴν ἀνάγκη ἐν ἀρχῇ τινι τῶν μορίων, τουτέστιν ἀνάγκη ἐν μορίῳ τινὶ τοῦ σώματος λόγον ἀρχῆς ἔχοντι ὑπάρχειν ἐν πᾶσι τοῖς ζῴοις· ἀρχῆς δὲ λόγον ἐν πᾶσιν ἔχει τοῖς ζῴοις ἡ καρδία ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ.

[*](p. 679a5)

Λέγει δὲ τὴν σηπίαν πλείονα τὸν θολὸν ἔχειν, ἤπερ αἱ τευθίδες, διὰ τὸ πρόσγειον εἶναι τὸν βίον αὐτῆς, λέγων πρόσγειον τὸν αἰγιαλώδη· ἐν γὰρ τοῖς αἰγιαλοῖς οὖσα μᾶλλον ἐπιβουλεύεται τῶν τευθίδων, πελαγίων τούτων οὐσῶν. λέγει δὲ καὶ τὸν θολὸν ἔχειν τὴν σηπίαν κάτωθεν, διά τε τὸ πολὺν εἶναι καὶ διὰ τὸ ῥᾳδίως αὐτόθεν πέμπειν αὐτόν· καὶ γὰρ καὶ αἱ τευθίδες αἱ πρὸ τῆς μύτιδος αὐτὸν ἔχουσαι καὶ αὗται κάτωθεν αὐτὸν προΐενται. λέγει δὲ καὶ ὅτι ὥσπερ ἔνια τῶν ἐναίμων, ὅταν φοβηθῶσιν, οὐροῦσιν, οὕτω καὶ αἱ σηπίαι ἀντὶ οὔρου προίενται τὸν θολόν, ἐπειδὰν φοβηθῶσι. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 679b15)

Μετὰ ταῦτα λέγει εἶναι καὶ εἴδη πολλὰ τῶν ὀστρακοδέρμων, καὶ τὰ μὲν αὐτῶν εἶναι στρομβώδη τὰ δὲ δίθυρα, λέγων δίθυρα τὰ ἔχοντα δύο ὄστρακα, ὥσπερ οἱ κτένες τὰ λιμνόστρεα καὶ ἄλλα πολλά, τὰ δὲ μονόθυρα, λέγων μονόθυρα τὰ ἔχοντα τὸ σαρκῶδες αὐτῶν τῇ πέτρᾳ προσπεφυκὸς καὶ ἄνωθεν ὄστρακον ἕν, οἷά εἰσιν αἱ καλούμεναι λεπάδες. ὡς γὰρ οἱ κτένες ἔχουσι μὲν κάτωθεν τῆς σαρκὸς ἓν ὄστρακον, ἕτερον δὲ ἄνωθεν, οὕτως αἱ λεπάδες κάτω μὲν ἀντὶ τοὐ ἑνὸς ὀστράκου ἔχουσι τὴν πέτραν, ἐν ᾗ προσπέφυκε τὸ σαρκῶδες, ἄνωθεν δὲ ὄστρακον. σκέπεται οὖν καὶ σώζεται ἡ λεπὰς ἄνω μὲν ὑπὸ τοῦ ὀστράκου, κάτω δὲ ὑπὸ τῆς πέτρας, ἣν πέτραν ἀλλότριον εἴρηκε φράγμα. ὁ δὲ ἐχῖνος, φησίν, ὁ θαλάσσιος ἔχει τὸ ὄστρακον ἴδιον τῶν ἄλλων ὀστρακοδέρμων· οὐδὲν γὰρ τῶν ἄλλων ὀστρακοδέρμων κύκλῳ, τουτέστι σφ’ σφαιροειδὲς τὸ ὄστρακον ἔχει, καὶ πρὸς τούτῳ κεχαρακωμένον ταῖς ἀκάνθαις. τὰ δὲ μαλάκια ἀντικειμένως ἔχει τοῖς μαλακοστράκοις καὶ ὀστρακοδέρμοις· τοῖς μὲν γὰρ μαλακίοις, ὥσπερ ἐπὶ τῶν σηπίων, ἔξω τὸ σαρκῶδες, τοῖς δὲ ἐντός. σαφῆ δὲ τὰ ἑξῆς. κτὰ δὲ τὴν λέξιν τὴν τὰ μὲν γὰρ τῷ λόγῳ, τὰ δὲ πρὸς τὴν ἄψιν [*](6 ἶν᾿ ᾖ—καρδίᾳ (7) om. P 7 καὶ om. S 8 τῆς ψυχῆς Sa 11 ἔχειν Ρ 12 σηπείαν a 13 λέγω a 14 post πελαγίων add. περὶ πελαγίων P 15 καὶ om. a 16 αὐτόθι PS 17 ἔχουσαι ex ἔχουσι corr. P: ἔχουσι Sa 18 ὅτι om. P 22 καὶ ταῦτα μέν P αὐτῶν om. P 22. 23 λέγων—ὄστρακα om. S 23 λιμνόστρεα scripsi: λειμόστρια libri 24 λἐγων—εἰσιν (25)] ὡς S 25 ὡς γὰρ—ὑπὸ τῆς πέτρας (29)] αἳ χρῶνται τῆ πέτρᾳ ὡς ὀστράκῳ S 33 post τούτῳ add. καὶ S 34 γάρ om. Pa)

72
αὐτῶν σαφῆ νίζειν δεῖ μᾶλλον, τῷ μὲν οὖν λόγῳ σαφηνίζειν δεῖ τὸ διὰ τί τούτων ἕκαστον οὕτως ἔχει, οἷον διὰ τί τὰ μὲν ἔχει πρόλοβον, τὰ δὲ οὐκ ἔχει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὑπὸ δὲ τῆς ὄψεως σαφῆ γέγονεν ὅτι τὰ μὲν ἔχει χολήν, τὰ δ’ οὐκ ἔχει, καὶ ὅτι πρῶτον μὲν κεῖται τόδε τὸ μόριον, εἶτα τόδε, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὑπὸ δὲ τῆς λέξεως τῆς ἰδίως δ’ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τε ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος οὐ τοῦτο λέγεται, ὡς ἄν τις ὑπολάβοι, ὅτι διαφέρει τὰ τήθυα πρὸς τοὺς ἐχίνους, ἀλλὰ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι οἱ ἐχῖνοι καὶ τὰ τήθυα διαφέρουσι πρὸς τὰ ἄλλα ὀστρακόδερμα. λέγει δὲ τοὺς ἐχίνους ἔχειν καὶ τὰ ᾠὰ μικρὰ πάμπαν ἔξω τῶν ἐπιπολαζόντων, λέγων ἐπιπολάζοντας ἐχίνους τοὺς παρ’ ἡμῖν εὑρισκομένους· μεγάλα γὰρ οὗτοι ἔχουσι τὰ ᾠά. τὰ δὲ ὀστρακόδερμα, φησίν, ἐν τῷ χειμῶνι οὔκ εἰσι πίονα διὰ τὸ πονεῖν ὑπὸ τοῦ ψύχους· τὸ δὲ πονοῦν λυπεῖται, τὸ δὲ λυπούμενον οὐ πιαίνεται. οἱ δὲ ἐχῖνοι ἐν τῷ θέρει μᾶλλον εὐθηνοῦσιν, ἤγουν πίονες γίνονται, πλὴν τῶν ἐν τῷ Πυρραίῳ εὐρίπῳ· ἐκεῖνοι γὰρ οὐχ ἧττον τοῦ χειμῶνος πίονές εἰσιν, ἀλλ’ ἐπίσης τῷ θέ|ρει καὶ κατὰ τὸν χειμῶνα πίονές εἰσιν. ἀναχωρούντων γὰρ ἐκεῖθεν τῶν ἰχθύων ἐν τῷ χειμῶνι προσπίπτει αὐτοῖς πλείστη νομή, ὥστε κἄν ῥιγῴη καὶ διὰ τοῦτο λυπῆται, ἀλλὰ διὰ τὴν ἀφθονίαν τῆς τροφῆς εὐθηνεῖ τὸ τούτων γένος. οἱ δὲ κατὰ τοὺς ἄλλους τόπους πρὸς τῷ ῥιγοῦν καὶ λυπεῖσθαι καὶ σπάνιν ἔχουσι τροφῆς, καὶ ἐπὶ τούτῳ οὐκ εὐθηνεῖ.

[*](p. 680b3)

Μετὰ ταῦτα λέγει καὶ διὰ τί πέντε ἔχουσιν οἱ ἐχῖνοι τὰ καλούμενα ὠά, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα· καί φησιν ὅτι μία μὲν αἰτία τοῦ ἔχειν πλείω ταῦτα τὸ μὴ εἶναι ᾠά. ζητήσειε δ᾿ ἄν τις, τίνος ἕνεκα διὰ τὸ μὴ εἶναι ᾠὰ πλείω ἑνὸς ἔχει ταῦτα. ἢ τὸ αἴτιον δὲ οἶμαι εἰρῆσθαι ἀντὶ τοῦ αἴτιον δὲ τοῦ μὴ ἐπ’ ἀμφότερα τὰ μέρη ἔχειν τὰ καλούμενα ᾠά, ἀλλ’ ἐπὶ τὸ ἕτερον μόνον μήτε τοὺς ἐχίνους μήτε τὰ ὀστρακόδερμα τὸ μὴ εἶναι ᾠά· τὰ γὰρ ὡς ἀληθῶς ᾠὰ ἐπ’ ἀμφότερα τὰ μέρη εὑρίσκεται. οἵ τε γὰρ κέφαλοι καὶ λάβρακες καὶ ὄρνιθες καὶ ἁπλῶς πάντα, ὅσα ἔχει ᾠά, ἐπ’ ἀμφότερα τὰ μέρη, τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, ἔχει ταῦτα. εἰπὼν οὖν κοινὴν αἰτίαν ἐπὶ πάντων τῶν ὀστρακοδέρμων, τίνος ἕνεκα ἐπὶ τὸ ἕτερον μόνον μόριον ἔχουσι τὸ καλούμενον μὲν ᾠόν, μὴ ὂν δὲ ᾦ ὄν, πρῶτον μὲν λέγει, διὰ τί τὰ μὲν ἄλλα ὀστρακόδερμα ἐν βραχεῖ τόπῳ ἔχει τὸ καλούμενον ᾠόν, ὁ δὲ ἐχῖνος ἐν ὅλῳ τῷ ἡμικυκλίῳ, καί φησιν ὅτι ἐπεὶ ὁ ἐχῖνος σφαιροειδής ἐστι καὶ δυνατὸν ἐν αὐτῷ πολλοὺς κύκλους γραφῆναι, τόν τε ἀναλογοῦντα φέρε εἰπεῖν τῷ ὁρίζοντι καὶ τὸν τῷ μεσημβρινῷ καὶ τὸν τῷ ἰσημερινῷ καὶ τὸν τῷ λοξῷ καὶ ἄλλους πλείους, ἀνάγκη καὶ τὸ ᾠὸν ὁμοίως ἔχειν, τουτέστι χώραν ἔχειν μὴ ἐν ἑνὸς κύκλου [*](5 ὁμοίως] οὕτως Sa 6 δ’ om. a 7 τιθύων P: τηθέων S 8 et 9 τίθυα P: τήθεα S 14 μᾶλλον ἐν τῷ θέρει coll. S 18 λυπεῖται a 19 αὐφονίαν a: εὐθηνίαν P 20 λυπεῖται P 22 ἔχουσι πέντε coll. a 24 ante ἔχειν supr. vers. ins. μὴ P 25 διὰ τὸ] τῶ S 29 λαύρακες PS 30 τὸ post καὶ om. Pa 37 prius τὸν om. P 38 ἐν om. S, supra vers. add. al. m. P)

73
μέρει εὑρίσκεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἀλλ᾿ ἐν πλειόνων όνων κύκλων μέρεσιν. ἐπὶ μὲν γὰρ τῶν ἄνων ὀστρακοδέρμων, οἷον τῶν κτενῶν καὶ τῶν τοιούτων, εἷς μόνος κύκλος ἐστὶν ὁ τῷ ὁρίζοντι ἀναλογῶν, ἄλλος δὲ ἢ νοηθῆναι ἢ γραφῆναι οὐ δύναται. ἐπεὶ οὗν ταῦτα διὰ τὸ ἕνα κύκλον ἐν αὐτοῖς, ὡς εἴρηται, εὑρίσκεσθαι τὸν ἀναλογοῦντα τῷ ὁρίζοντι, ἐν ἑνὶ ἡμικυκλίῳ, οἷον ὡς εἰπεῖν τῷ δεξιῷ, ὁρᾶται ἔχοντα τὸ ᾠόν, ἕξει καὶ ὁ ἐχῖνος διὰ ταύτην τὴν αἰτίαν ἓν ᾠὸν ἐν τῷ δεξιῷ μέρει τοῦ ἀναλογοῦντος κύκλου τῷ ὁρίζοντι. τέμνει δὲ τὸν ὁρίζοντα ὁ μεσημβρινός· ἕξει οὖν καὶ ἕτερον ὠόν, καθ’ ὃ οὗτοι τέμνουσιν ἀλλήλους οἱ κύκλοι, ἕξει δὲ τοῦτο τὸ ὠὸν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν ᾧ καὶ ὁ ὁρίζων αὐτὸ ἔχει, διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτὸν καὶ ἐν θατέρῳ μέρει ἔχειν τὸ ᾠόν, ὀστρακόδερμόν τε ὄντα καὶ <διὰ τὸ> τὸ λεγόμενον ᾠὸν μὴ εἶναι ᾠόν. ἕξει οὖν, καὶ διὰ τὸν μεσημβρινὸν καὶ ἄλλο ᾠόν· πᾶς γὰρ κύκλος ἐπὶ τῶν ἀστρακοδέρμων πέφυκεν ἐν θατέρῳ μέρει ἔχειν ᾠόν· ἀλλὰ μὴν ἕξει καὶ ἕτερον διὰ τὸν λοξόν, καὶ κατὰ τὸ μέρος, ἐν ᾧ καὶ οἱ ἄλλοι διὰ τὰς εἰρημένας αἰτίας. καὶ ἐπεὶ ἄπειροι κύκλοι δύνανται γράφεσθαι ἐν τῇ σφαίρα, ἄπειρα καὶ ᾠὰ συμβαίνει ἐκ τούτου εὑρίσκεσθαι ἐν αὐτῇ. ἀλλ’· ἐρεῖ τὴν αἰτίαν αὐτός, καίτοι τούτου συμβαίνοντος, δι’ ἣν πλείω τῶν πέντε γενέσθαι ἀδύνατον. διὰ μὲν οὖν τὰς εἰρημένας αἰτίας χώραν ἔχει τὸ ᾠὸν ἐπὶ τοῦ ἐχίνου ἐν πλείοσιν εὑρίσκεσθαι. οὐ γάρ ἐστιν ἀνόμοιον τὸ κύκλῳ σῶμα τοῦ ἐχίνου, ἵν εἷς μόνος κύκλος ἐπ’ αὐτοῦ γράφηται, ὥσπερ τὰ τῶν ἄλλων ὀστρακοδέρμων· πᾶσι γὰρ ἐν τούτοις διὰ τὸ ἐν μέσῳ εἶναι τὴν κεφαλὴν εἷς ἐστι κύκλος καὶ ἔχουσιν ἄνω τὸ τοιοῦτον μόριον· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλωνζῴων τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, οὕτω καὶ τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, εἰ καὶ ἐν μέσῳ κεῖται τοῦ ὅλου σώματος. πρὸς τουτοις προσδιορίζεται καὶ ἕτερα δύο, χρῄζων καὶ τούτων πρὸς τὴν δεῖξιν τοῦ διὰ τί πέντε ἔχει τὰ ᾠά. προσδιορίζεται οὖν λέγων ‘ἀλλὰ μὴν οὔτε συνεχῆ δυνατὸν εἶναι τὰ ᾠά (οὐδὲ γὰρ τὰ τῶν ἄλλων ζῴων) ἀλλὰ ἐπὶ θάτερα᾿, ἀντὶ τοῦ καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον. δεῖ οὖν μήτε συνεχῆ ἔχειν ταῦτα καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκότα. ταῦτα προειπὼν δείκνυσι τέως, διὰ τί οὐκ ἐνδέχεται ἔχειν τὸν ἐχῖνον ἄρτια τὰ ᾤ’, καί φησιν ἀ|νάγκη τοίνυν, ἐπεὶ τοῦτο μὲν ἁπάντων κοινόν, τουτέστι τὸ ἐπὶ θάτερα μόνον τοῦ κύκλου ἔχειν τὸ ὠόν, ἴδιον δ’ ἐκείνου ἐστὶ τὸ ἔχειν τὸ σῶμα σφ’ σφαιροειδές, μὴ εἶναι ἄρτια τὰ ᾠά. εἰ γὰρ | ἦσαν ἄρτια, κατὰ διάμετρον ἄν ἔκειντο καὶ ἐν ἀμφοτέροις τοῖς μέρεσι· καὶ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς ἄρτια εὑρίσκεται, οὐκ ἐν τῷ ἑνὶ μέρει, ἀλλ’ ἐν ἀμφοτέροις κεῖται, τὰ μὲν ἐν τῷ δεξιῷ τὰ δ’ ἐν τῷ ἀριστερῷ. εὐθὺς οὐ μόνον ἐπὶ τῶν ᾠῶν δῆλον [*](2 μέρει a 5 ἑαυτοῖς P 9 ἀλλήλοις S 11 τὸ om. Pa 12 διὰ τὸ addidi 15 κατὰ μέρος S 17 ἐν αὐτῷ εὑρίσκεσθαι a 19 post ἐπὶ add. τῷ a 20 τὸ] τῷ a 23 τὸ om. S 24 ἐστιν αὐτῶν coll. S 28 οὐδὲ] οὐ P 29 et 30 καὶ ἐπὶ θατέρου S 33 θάτερον P: θατέρου S 37 κεῖνται Pa)
74
τοῦτο, οἷον σκόμβρου, λάβρακος, κεφάλου, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μερῶν, ὀφθαλμῶν, ὤτων, τῶν ὁμοίων. εἴπερ οὖν ἦσαν ἄρτια τὰ ᾠά, ἀνάγκη ἐν ἀμφοτέροις κεῖσθαι τοῖς μέρεσιν· οὐδὲν δὲ ὀστρακόδερμον οὕτως ἔχει, ἀλλ’ ἐπὶ θάτερα μόνον τοῦ κύκλου. διὰ ταῦτα μὲν οὖν ἄρτια οὐχ οἷόν τέ ἐστιν ἔχειν τὰ ᾠὰ τοὺς ἐχίνους· ἀνάγκη τοίνυν ἢ τρία ἢ πέντε εἶναι ἢ ἄλλον τινὰ ἀριθμόν. εἰ μὲν οὖν εἶχον τρία, ἐπειδὴ δεῖ τὰ ᾠὰ ὅλον συνέχειν τὸ ἡμικύκλιον, μέγα δὲ τοῦτο, ὅτι καὶ οἱ ἐχῖνοι μεγάλοι, πόρρω ἄν ἦσαν ἀπ’ ἀλλήλων· δεῖ δὲ μήτε συνεχῆ εἶναι, ὥσπερ εἴρηται, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκέναι. εἰ δὲ ἦσαν πλείω τῶν πέντε, ἦσαν ἄν συνεχῆ διὰ τὸ μὴ δύνασθαι χωρεῖν αὐτὰ τὸ ἡμικύκλιον. τούτων δέ, τουτέστι τοῦ τε πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι καὶ τοῦ εἶναι συνεχῆ, τὸ μὲν πόρρω διεστηκέναι οὐ βέλτιον, τὸ δὲ εἶναι συνεχῆ οὐκ ἐνδέχεται· λείπεται τοίνυν πέντε εἶναι. διὰ τὴν αὐτὴν δ’ αἰτίαν ἀνάγκη καὶ τὰς κοιλίας ἔχειν πέντε, καὶ τοὺς ὀδόντας ὁμοίως τοσούτους· ἕκαστον γὰρ ᾠόν, ὥσπερ ἓν ζῷον ὂν καθ’ αὑτό, οἷον Σωκράτης ἢ Πλάτων’ ἡ ἄλλο ὁτιοῦν τῶν ἀτόμων, κοιλίας δεῖται καὶ ὀδόντος πρὸς τὸ ζῆν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἕκαστον γὰρ τῶν ᾠῶν οἷον σῶμά τι τοῦ ζῴου, τουτέστιν ἕκαστον γὰρ ᾠὸν οἱονεὶ σῶμα ὑπάρχον ζῴου ἀναγκαῖον ἔχειν πρὸς τὸν τρόπον τῆς ζωῆς ἤτοι πρὸς τὸ ζῆν ὅμοιον, καὶ προσυπακουστέον τὸ μόριον, οἷον ἔχει τὰ λοιπὰ ζῷα. τὸ δὲ πρὸς τὸ ζῆν μόριόν ἐστιν ἡ κοιλία. ἕκαστον οὖν ᾠόν, σῶμα ὑπάρχον ζῴου, ἀναγκαῖον ἔχειν πρὸς τὸ ζῆν κοιλίαν, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, <καὶ> διὰ ταῦτα καὶ ὀδόντα. τὸ δ’ ἐντεῦθεν γὰρ αὔξησις ἀντὶ τοῦ ἀπὸ τῆς κοιλίας. ἀναγκαία δὲ ἡ αὔξησις δι’ αἰτίαν τοιαύτην· πάντα τὰ ὄντα ἐφίεται τῆς ἀιδιότητος· ὅσα οὖν μὴ δύναται ἀεὶ εἶναι κατ᾿ ἀριθμὸν τὰ αὐτά, σπεύδει γεννῆσαι ἕτερα οἷά εἰσιν αὐτά. οὐδὲν δὲ δύναται ὅμοιον ἑαυτῷ γεννῆσαι μὴ εἰς ὡρισμένον καὶ κατὰ φύσιν μέτρον ἐλθόν· ἔρχεται δὲ εἰς τὸ τοιοῦτον μέτρον δι’ αὐξήσεως. ὥστε ἐπεὶ ἡ αὔξησις ἀναγκαία, γίνεται δὲ ἡ αὔξησις πεττομένης τῆς τροφῆς, πέττεται δὲ ὑπὸ τῆς κοιλίας, ἀναγκαία ἄρα καὶ ἡ κοιλία, ὅθεν ἡ αὔξησις. εἰπὼν οὖν μίαν αἰτίαν τίνος ἕνεκεν πέντε κοιλίας ἔχει ὁ ἐχῖνος, ἐπάγει καὶ ἑτέραν λέγων εἰ μὲν οὖν ἦν μία ἡ κοιλία, ἡ μεγάλη ἄν ἦν ἡ μικρά. εἰ μὲν οὖν μεγάλη, πόρρω ἄν ἦσαν ἀπ’ ἀλλήλων τὰ ἐν αὐτῇ ᾠά’· τοῦτο δ’ εἴρηται ὅτι οὐκ ἐνδέχεται· εἰ δὲ μικρά, κατείχετο ἄν πᾶν τὸ τῆς κοιλίας κύτος ὑπὸ τῶν ᾠῶν᾿. εἰ δὲ τοῦτο, πρῶτον μὲν δυσκίνητος ἂν ἦν ὁ ἐχῖνος, ὅπερ πάσχομεν καὶ ἡμεῖς, ἐπειδὰν ὑπερπλησθῶμεν ὑπὸ τῆς τροφῆς, ἔπειτα κατέχοντα πᾶν τὸ τῆς κοίας κύτος χώραν οὐκ ἄν ἐδίδου εἰσόδου τῇ τροφῇ· τῆς τροφῆς δὲ χώραν μὴ ἐχούσης εἰσόδου, οὐκ ἄν ἐπληροῦτο τὸ ζῷον, ἀλλ [*](1 σκόμπρου Ρ λαύρακος P: λαμραοκ S 2 ἦσαν] εἰσὶν a 4 θατέρου S 10. 11 τοῦ τε] τότε Sa 11 καὶ τοῦ scripsi: καὶ τὸ PS: κατὰ τὸ a 12 λείπει S 14. 15 ὡσπερεὶ ζῷον Pa 16 δεῖται κοιλίας coll. Sa 17. 18 τουτέστιν—ζῴου] καὶ διὰ τοῦτο S 18 πρὸς om. S 19 τοῦ μορίου P 22 καὶ addidi 23 τῆς om. a 23. 24 τοιαύτην] ταύτην S 25 ἐστὶν a 26 καὶ om. a 37 μὴ χώραν coll. S εἰσόδου om. P τὰ ζῷα S)
75
ἐπείνη. πέντε οὖν ὄντων τῶν διαλειμμάτων (λέγων τὰ διαλείμματα τοὺς κατεχομένους ὑπὸ τῶν ᾠῶν τόπους) ἀνάγκη ἐν ἑκάστῳ τῶν τόπων ἢ ᾠῶν οὖσαν κοίαν πέντε καὶ ταύτας εἶναι· καὶ ἐπεὶ τὰ ἄλλα ὄστρεια μονοκοίλια ὄντα ἀνὰ ἕνα ἔχει ὀδόντα, ἀναγκαῖον τὸν ἐχῖνον, ἐπειδὴ πέντε ἔχει κοίας, τοσούτους ἔχειν καὶ τοὺς ὀδόντας. οὕτω γὰρ ἄν τὸ ἀνάλογον σωθείη, καὶ ἕξει ὡς ὁ εἷς ὀδοὺς πρὸς τὴν μίαν κοιλίαν, οὕτως οἱ πέντε πρὸς τὰς πέντε. ὅτι δέ, φησίν, οἱ θερμότεροι τῶν ἐχίνων καὶ κινητικώτεροί εἰσι, σημεῖον τὸ ἔχειν ἐν τοῖς ποσὶ χορτώδη τινὰ περιπεπλεγμένα· κινουμένων γὰρ περιπλέκονται ἐν τοῖς ποσίν, ἀκανθώδεσιν οὖσι. πῶς δὲ εἰπὼν τοὺς ἀβρώτους περιττώματος εἶναι πλήρεις, ἐπήγαγεν ὅτι παρασκευάζει αὐτοὺς ἡ οἰκεία θερμότης κινητικωτάτους εἶναι; εἰ γὰρ θερμοί, εὖ πέττουσιν· εἰ δὲ εὖ πέττουσιν, οὐ πλήρεις περιττώματος· εἰ δ’ οὐ περιττώματος πλήρεις, οὐκ ἄβρωτοι. ἡ θερμοὶ μέν εἰσιν, ἀλλὰ διὰ τὸ πάμπολλα ἐσθίειν λαίμαργοι ὄντες νικᾶται ὑπὸ τοῦ τῶν βρωμάτων πλήθους ἡ ἔμφυτος αὐτῶν θερμότης, καὶ ἀπεπτοῦσι.

[*](p. 681a15)

Τὸν δὲ σπόγγον λέγει ὁμοίως ἔχειν τοῖς φυτοῖς· ὥσπερ γὰρ τὰ φυτὰ ἐν τῷ προσπεφυκέναι καὶ ἐρρι|ζῶσθαι τῇ γῇ ζῇ, ἀπολυθέντα δὲ καὶ ἀπορριζωθέντα οὐ ζῇ, οὕτω καὶ ὁ σπόγγος προσπεφυκὼς τῇ πέτρᾳ ζῇ, ἀπολυθεὶς δὲ θνήσκει. ὁ οὖν σπόγγος, φησίν, ὁμοίως ἔχει τοῖς φυτοῖς (οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως)· ὁμοίως οὖν ἔχει κατὰ δύο τρόπους, καὶ ἐν τῷ ζῆν μόνον προσπεφυκὼς καὶ ἐν τῷ μὴ ζῆν ἀπολυθείς. εἰπὼν δὲ καὶ ὅτι οἱ πνεύμονες καὶ τὰ ὁλοθούρια οὐδεμίαν ἔχει αἴσθησιν, ζῇ δὲ ἀπολελυμένα (οὐ γὰρ προσπεφυκότες εἰσὶν οἱ πνεύμονες) ζῇ οὖν ἀπολελυμένα ὥσπερ φυτὸν ἀπολυθὲν τῆς γῆς καὶ ζῶν, ἐπήγαγεν ἔστι δὲ καὶ ἐν τοῖς ἐπιγείοις φυτοῖς, προσέθηκε δὲ ἐπιγείοις, διότι ὃν τρόπον ἔχει τὰ φυτὰ ἐν τῇ γῇ, οὕτως ἔχουσι καὶ οἱ πνεύμονες καὶ τὰ τοιαῦτα ἐν τῇ θαλάττῃ, καί εἰσιν οἱ μὲν πνεύμονες θαλάττια φυτά, τὰ δὲ δένδρα ἐπίγεια φυτά. ὥσπερ οὖν οἱ πνεύμονες, τὰ θαλάττια φυτά, ζῇ ἀπολελυμένα, οὕτως εἰσὶν ἔνια τῶν ἐπιγείων φυτῶν, καὶ ζῇ ἀπολυθέντα καὶ γίνεται, τουτέστι βλαστάνει· τὰ γὰρ κρόμμυα ἐν τῷ παττάλῳ κρεμάμενα βλαστάνει. ἀλλὰ καὶ βοτάνη τις ἀνώνυμος κοπεῖσα καὶ ἐπάνω τοῦ θύμου ὡς ἔτυχε τεθεῖσα βλαστάνει, καὶ γίνεται τὸ καλούμενον ἐπίθυμον, σύνθετον ὂν τρόπον τινὰ ἐκ τοῦ θύμου καὶ τῆς ἐπιτεθείσης ἀνωνύμου βοτάνης. ἀλλὰ τὸ μὲν κρόμμυον καὶ τὸ ἐπίπετρον καὶ ἄλλ’ ἄττα ἀπολυθέντα τῆς γῆς καὶ ἐν παττάλῳ κρεμάμενα ζῇ καὶ βλαστάνει, τὸ δ’ ἐπίθυμον ἐν ἑτέρῳ οὐκ ἐγκεντρισθέν, ἀλλ᾿ ὡς ἔτυχεν ἐπιτεθέν. τὰ δὲ τήθυά φησι δύο ἔχειν πόρους, ἕνα μὲν ᾗ δέχονται τὴν ὑγρὰν τροφήν, ἄλλον δὲ ᾗ διαπέμπει τὴν ὑπολειπομένην ἰκμάδα· ἰκμὰς γὰρ ἀλλ’ οὐ περίττωμα ἐν αὐτοῖς ὁρᾶται. πόρους μὲν οὖν ἔχει δύο, διαίρεσιν δὲ μίαν, ὥσπερ ἄν εἰ νοήσαις ὑμενώδη σωλῆνα [*](1 ἐπείνα a λέγει a τὰ om. S 6. 7 πρὸς τοὺς πέντε PS 8. 9 χορτώδη—ποσίν] αὐτῶν a 12 εἰ δ’ οὐ—πλήρεις] εἰ δὲ τοῦτο S 13. 14 λαιμάργων ὄντων S 23 ζῆν οὑν a 30 κρόμμυα Sa 35 κρεμώμενα S: κρεμόμενα a 35. 36 ἐκκεντρισθὲν S 36 τήθεα S πόρους ex τρόπους corr. al. m. P 37 ἕνα μὲν om. S)

76
ἐξωγκωμένον καὶ σχίσαις αὐτὸν ἄνωθεν ἕως κάτω ἐν θατέρῳ μέρει. ἔχει δὲ διὰ μέσου καὶ ὑμένα λεπτόν, ὃς ἀναλογεῖ τῇ καρδίᾳ, ἐν ᾧ καὶ ὑπάρχει τὸ κύριον τῆς ζωῆς· τὸ γὰρ κύριον τῆς ζωῆς ἡ καρδία ἢ τὸ ἀνάλογον αὐτῇ. σαφῆ δὲ ἃ λέγει περὶ τῶν ἀκαληφῶν· λέγει δὲ αὐτὰς καὶ ἐοικέναι τοῖς φυτοῖς ἔν τε τῷ μὴ ἔχειν περίττωμα καὶ ἐν τῷ ἔχειν στόμα· τὰ γὰρ φυτὰ περίττωμα μὲν φανερὸν οὐκ ἔχει, στόμα δ’ ἔχει. λέγει δὲ τὸ τῶν ἀστέρων γένος ὅμοιον εἶναι ταῖς ἀκαλήφαις καὶ τοῖς ἀπολελυμένοις τῶν εἰρημένων ζῴων, λέγων εἰρημένα ζῷα τά τε μαλάκια καὶ τὰ μαλακόστρακα.

[*](p. 681b12)

Καὶ τὰ μὲν οὖν μόρια τὰ περὶ τὴν τροφὴν τοῖς ὀστρακοδέρμοις καὶ μαλακίοις καὶ τοῖς τοιούτοις τοῦτον ἔχει τὸν τρόπον. ὥσπερ δὲ τὰ ἔναιμα τῶν ζῴων ἔχει τινὰ ἀρχήν, τοῦτο δ’ ἔστι τὸ κύριον τῶν αἰσθήσεων, τοῦτο δ’ ἐστὶν ἡ καρδία, οὕτω δεῖ καὶ τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ ἁπλῶς εἰπεῖν τά τε ἔναιμα καὶ πάντα τὰ ζῷα ἔχειν ἢ τοῦτο τὸ μόριον ἢ τὸ ἀνάλογον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ δεῖ δὲ δηλονότι καὶ τῶν τοῖς ἐναίμοις ὑπαρχόντων κατὰ τὸ κύριον τιῶν αἰσθήσεων ἔχειν ἀνάλογόν τι μόριον. σαφὴς δ’ ἂν ἦν ἡ λέξις, εἰ ἀντὶ γενικῆς τῆς τῶν τοῖς ἐναίμοις ὑπαρχόντων ἦν δοτική, ἵνα ἦν οὕτω ‘τὸ ἀνάλογον τοῖς ὑπάρχουσι τοῖς ἐναίμοις’. δεῖ γὰρ ὑπάρχειν καὶ ἐν τοῖς ἄλλοις τὸ κύριον τῶν αἰσθήσεων ἀναλογοῦν τοῖς παρέχουσι κυρίως τὴν αἴσθησιν τοῖς ἐναίμοις. τὸ δὲ κύριον τῶν αἰσθήσεων τὸ ἀναλογοῦν τῇ καρδίᾳ ἐν μὲν τοῖς μαλακίοις κείμενόν ἐστιν ἐν ὑμένι, ὑγρὸν ὂν τὴν φύσιν. διέρχεται δὲ διὰ μέσου τοῦ τοιούτου ὁ στόμαχος πρὸς τὴν κοιλίαν ὥσπερ τις ἄτρακτος διὰ σπονδύλου ἡ βελόνη διὰ κηροῦ. προσπέφυκε δὲ τοῦτο τὸ ὑγρὸν καὶ μᾶλλον πλησιάζει τοῖς πρανέσι, τουτέστι τοῖς ἀναλογοῦσιν ὀστράκοις τῷ νώτῳ καὶ τῇ ῥάχει· ὅπερ ὑγρὸν καλοῦσί τινες μύτιδα. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν, δι’ ἣν διὰ μέσου τοῦ εἰρημένου ὑγροῦ ὁ στόμαχος τείνει πρὸς τὴν κοιλίαν, καί φησιν ‘εἰ γὰρ ἐφεξῆς τῷ ὀστράκῳ ἦν ὁ στόμαχος, εἶτ’ ἐφεξῆς τούτῳ ἡ εἰρημένη μύτις, εἰσιούσης τῆς τροφῆς διὰ τοῦ στομάχου οὐκ ἄν ἠδύνατο ὁ στόμαχος λαμβάνειν διάστασιν’, τουτέστιν οὐκ ἄν ἠδύνατο εὐρύνεσθαι καὶ χώραν διδόναι τῇ τροφῇ δι’ ὅλου διὰ τὴν σκληρότητα τοῦ περικειμένου ὀστράκου. εἰ γὰρ ἦν μαλακὸν τὸ ἀναλογοῦν νώτῳ ὄστρακον, ὑπεῖκεν ἂν καὶ ἐλάμβανε διάστασιν ὁ στόμαχος· νῦν δὲ διὰ τὴν σκληρότητα ἀδυνατεῖ τοῦτο γενέσθαι. ἔξωθεν δὲ τῆς τοιαύτης μύτιδός ἐστι τὸ ἔντερον, καὶ | ὁ θολὸς πρὸς τῷ ἐντέρῳ, ἵν’ ᾖ τὸ δυσχερὲς καὶ δυσῶδες πόρρω τῆς ἀρχῆς. ὅτι δέ, φησίν, ἡ τοιαύτη μύτις τὸ ἀνάλογόν ἐστι τῆ ἀρχῇ, ἤγουν τῇ καρδίᾳ, δηλοῖ ὁ τόπος· κεῖται γὰρ ἐν τῷ μέσῳ, πᾶσα δὲ καρδία ἢ τὸ ἀνάλογον ἐν τῷ μέσῳ κεῖται. εἰπὼν δὲ ὅτι περὶ μέσον δεῖ ζητεῖν τὴν [*](2 καὶ post ᾦ om. a 3 κύριον τοῖς ζῴοις τὸ S τὸ γὰρ—ζωῆς om. P 4 αὐτὰς scripsi: αὐτὰ libri 10 Καὶ τὰ] κτὰ P: Καὶ fort, delendum οὑν τἄ μόρια Pa 11 τοῦτον] τοιοῦτον a 12 τοῦτο] τό P 13 τὰ ante μαλάκια om. Pa 14 εἰπεῖν om. S 18 τοῖς ante ἐναίμοις supra vers. S 24 σφονδύλου P βελώνη P 26 post ὑγρὸν add. καὶ Sa 30 διάτασιν Pa 31 τροφῇ διόδου διὰ S 33 διάτασιν a 36 ἤγουν] ἤτοι S 38 μέσον ex μέσων corr. Ρ)

77
τοιαύτην ἀρχὴν καὶ τὴν καρδίαν ἢ τὸ ἀνάλογον, λέγει καὶ πῶς δεῖ τὸ μέσον εὑρίσκειν, καί φησιν ὅτι ὅσα μέν ἐστι μόνιμα, δεῖ ζητεῖν τὴν τοιαύτην ἀρχὴν περὶ τὸ μέσον τοῦ δεχομένου μορίου τὴν τροφήν (τοῦτο δ’ ἐστὶ τὸ στόμα) καὶ τοῦ πέρατος τοῦ πόρου, δι’ οὗ ποιεῖται τὴν ἀπόκρισιν τὴν σπέρμα· τικὴν ἢ τὴν περιττωματικὴν· ὥστε ἐν τῷ τόπῳ, ἀφ’ οὗ ἴσαι εὐθεῖαι προσπίπτουσιν πρός τε τὸ στόμα καὶ τὸ τοῦ εἰρημένου πόρου πέρας, δεῖ ζητεῖν ἐν τοῖς μονίμοις τὴν τῆς καρδίας θέσιν· ὅσα δὲ πορευτικὰ τῶν ζῴων, ἀεὶ ἐν τῷ μέσῳ τῶν δεξιῶν καὶ ἀριστερῶν. ὥστε ἐν τοῖς μονίμοις κατὰ τὸ μῆκος δεῖ ζητεῖν τὴν μεσότητα, ἐν δὲ τοῖς πορευτικοῖς κατὰ τὸ πλάτος. τοῖς δ᾿ ἐντόμοις, φησίν, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις λόγοις, λέγων πρώτους λόγους τὴν Περὶ ζῴων ἱστορίαν, ἡ τοιαύτη ἀρχὴ ἐν ταῖς ἐντομαῖς ἐστιν. διὸ ὅσαι εἰσὶν ἐν ἑκάστω τῶν τοιούτων ζώων ἐντομαί, τοσαύτας ἔχει καὶ ἀρχάς, καὶ διὰ τοῦτο, ὡς ἐρεῖ ἐν τῷ Περὶ ζῴων πορείας, τεμνόμενα δύνανται τὰ ἀποτμηθέντα μόρια ἐπὶ πολὺ ζῆν. καὶ ἐπεὶ ἡ τοιαύτη ἢ αἱ τοιαῦται ἐντομαί εἰσιν ἀρχαὶ αἱ τῆ καρδίᾳ ἀναλογοῦσαι, βούλεται μὲν ἡ φύσις ἐν πᾶσι τοῖς ζώοις μίαν ταύτην ἑκάστῳ τούτων ἀποδιδόναι, καὶ δίδωσιν ἔνθα δυνατόν· ἔνθα δὲ οὐ δύναται οὐδὲ ἐνδέχεται διὰ μιᾶς ζῆν τε καὶ εἶναι, ἀποδίδωσι πολλάς. διὸ ἐν τοῖς ἰουλώδεσιν ἀδυνατήσασα μίαν ἐντομὴν καὶ ἀρχὴν ποιῆσαι ἀπέδωκεν ἑκάστῳ τούτων πλείους· διὸ καὶ τεμνόμενα, ὡς εἴρηται, ζῇ. τίνα δὲ τὰ ἰουλώδη, αὐτὸς σαφηνίζων ἐπήγαγε τὸ καὶ μακροῖς. εὐλόγως οὖν διατεμνόμενα ζῇ· ἐπειδὴ γὰρ ἡ ἐντομὴ ἀρχὴ καὶ ἑστία καὶ ἀκρόπολίς τίς ἐστι τῆς αἰσθητικῆς ψυχῆς, ὅσας ἂν ἔχῃ τὸ ζῷον ἐντομάς, τοσαύτας καὶ τὰς αἰσθητικὰς ἔχει ψυχάς, καὶ ἔστιν οἱονεὶ ἕν τι ζῷον ἐκ πολλῶν ζῴων συγκείμενον. διὰ τοῦτο χωριζόμενα ἀπ᾿ ἀλλήλων τὰ μέρη καὶ ζῇ καὶ κινεῖται καὶ αἰσθάνεται, ὡς ἔχον ἕκαστον ἐν ἑαυτῷ αἰσθητικὴν ψυχήν· εἰ δὲ εἶχον καὶ ὄργανα, δι’ ὧν ἂν ἐτρέφοντο, ὥσπερ εἴρηται ἐν τῇ Περὶ ψυχῆς, ἔζων ἄν ἐπὶ πολύ. εἰσὶ δὲ αἱ τοιαῦται ἐντομαὶ ἐν ἑτέροις δῆλαι μᾶλλον ἑτέρων· οὐ γὰρ ὁμοίως ἐν πᾶσίν εἰσι δῆλαι. οἱ δὲ τέττιγες, φησί, τὸ αὐτὸ καὶ ἓν μόριον ἔχουσι καὶ ἀντὶ στοματος καὶ ἀντὶ γλώττης· τὸ δὲ συμπεφυκὸς ὥσπερ εἰ σύμφυσις γλώττης καὶ στόματος ἐγεγόνει καὶ ἀπετελέσθη ἕν τι μόριον συγκείμενον ἐκ στόματος καὶ γλώττης εἴρηται. λέγει δὲ καὶ τρέφεσθαι τοὺς τέττιγας ἐκ τῆς καταλειφθείσης ἐκ τοῦ σώματος ὑγρότητος· ἐξ ὑγροῦ γὰρ τὴν σύστασιν ἔχοντες τῷ περιττεύσαντι ὑγρῷ ἐκ τῆς τοῦ σώματος αὐτῶν συστάσεως χρῶνται εἰς τροφήν. λέγει δὲ καὶ τὰ ἐφήμερα ζῷα ζῆν μίαν ἡμέραν, τοὺς δὲ τέττιγας πλείονας μὲν ἡμέρας ζῆν τῆς μιᾶς, ἣν ζῶσι τὰ ἐφήμερα, ὀλίγας δέ.

[*](4 τοῦ ἄρτος scripsi: τὸ πέρας libri 4. 5 τὴν σπερματικὴν ἀπόκρισιν ἢ S 6 πόρου] τόπου P 8. 9 κατὰ μῆκος S 11 τὴν Περὶ ζῴων ἱστορίαν] cf. Δ 7: τὰ περὶ ζῴων ἱστορίας Pa 13 ἐν τῷ Περὶ ζῴων πορείας] c. 7 p. 707a27 b2 ἐν τοῖς a 15 post εἰσιν add. αἱ a 22. 23 ἄν ἔχει a 25. 26 ὡς ἔχοντος ἑκάστου ἐν αὐτῷ a 26 καὶ om. S 27 ἐν τῇ Περὶ ψυχῆς] Α 5 p. 411b23 ἐν τῶ S 28 ἑτέρων] ἑτέρως P 30 ὥσπερ ἡ σύμφυσις a 33 σώματος Sa Arist. SUY: στόματος (ex σώματος corr.) P: πνεύματος recte Arist. vulg.)
78
[*](p. 682a35)

Ταῦτα εἰπὼν ἐφεξῆς πάλιν περὶ τῶν ἐκτὸς μορίων τῶν ἐντόμων λέγει, καί φησιν αὐτὰ μὴ εἶναι πολυμερῆ· οὐ γὰρ ἔχουσιν αὐχένα καὶ χεῖρας καὶ τά τοιαῦτα· εἰσὶ δὲ πολύποδα, καὶ τὴν αἰτίαν τῆς πολυποδίας λέγει σαφῶς. ἔχουσι δέ, φησί, πλείονας ἐντομάς, διότι καὶ ἀρχὰς πλείονας, αἱ δὲ ἀρχαὶ αἰ ἀναλογοῦσαι τῇ καρδίᾳ αἱ ἐντομαί εἰσιν, ἐν αἷς εἰσιν αἱ αἰσθητικαὶ ψυχαί. διὰ δὲ ταύτας ἐστὶ τὰ τοιαῦτα ζῷα καὶ πολύποδα, ὅπως ἀνέχωνταί τε καὶ φέρωνται ὡσπερεὶ μέλη παραλελυμένα ὑπὸ τῶν ποδῶν. ὅσα δὲ τῶν ἐντόμων ὀλιγόποδά ἐστιν, ἀντὶ ποδῶν δέδωκεν αὐτοῖς ἡ φύσις πτερά. λέγει δὲ τοῖς βίοις ἑδραῖα τὰ μὴ ἐκτοπιζόμενα καὶ πόρρω ἀποπλανώμενα, καὶ λέγει ἔχειν αὐτὰ καὶ ἔλυτρα ἐν τοῖς πτεροῖς διὰ τὴν ἑδραιότητα καὶ δυσκινησίαν· δυσκίνητα γὰρ ὄντα καὶ διὰ τοῦτο μᾶλλον δυνάμενα βλάπτεσθαι ὑπὸ τῶν ἐπιβουλευόντων, δέδοται αὐτοῖς τὰ ἔλυτρα εἰς σκέπην καὶ βοήθειαν. τὰ δὲ πτερά, φησί, τῶν τοιούτων εἰσὶν ὑμένες δερματικοί, οἵτινες διὰ τὴν σκληρότητα τοῦ σαρκώδους ψυχόμενοι ἀφίστανται τοῦ σώματος, ὥσπερ καὶ τὰ τῶν δένδρων φύλλα, ἐπειδὰν ὁ ὀπὸς παγῇ. ὥστε καὶ διὰ τοῦτο ἄν εἴη αὐτοῖς ὑπὸ | τῆς φύσεως τὰ ἔλυτρα δεδομένα, ἵνα θερμαίνηται ὑπὸ τούτων τὰ πτερὰ καὶ μὴ ταχέως ψύχηται. εἰπὼν δὲ τὰ ἔντομα ἔχειν τὰς ἐντομὰς πλείονας διὰ τὸ καὶ τὰς ἀρχὰς πλείονας, λέγει καὶ ἄλλην αἰτίαν τούτου λίαν σαφῶς ‘καὶ τὰ μὲν ἑλικτὰ τῶν ἐντόμων συνελίττεται, τὰ δὲ μὴ ἑλικτὰ συνιόντα καὶ εἰς ἑαυτὰ συνιζάνοντα ὥσπερ σπόγγοι, ἐπειδάν τις αὐτῶν ἅψηται, σκληρύνεται εἰ γὰρ τὸ μανούμενον μαλακόν, τὸ πυκνούμενον καὶ εἰς ἑαυτὸ συνιζάνον δῆλον ὡς σκληρόν. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 683a8)

Λέγει δὲ τὰς μελίττας ἐν ἑαυταῖς ἔχειν τὸ κέντρον, ἀλλ’ οὐκ ἐκτός. καὶ μίαν μὲν ἐπήγαγε τοῦ ἐντὸς ἔχειν τὸ κέντρον αἰτίαν τὸ εἶναι πτηνά· πτηνὰ γὰρ ὄντα δύναται φεύγειν τὰ ἐπιβουλεύοντα, ἕως ἄν ἐκβάλωσι τὰ κέντρα πρὸς ἄμυναν, ὥστε οὐκ ἀνάγκη ἐκτὸς καὶ ἕτοιμον ἔχειν τὸ κέντρον ἄλλην δὲ πάλιν αἰτίαν ἐπήγαγε λίαν σαφῶς αὐτὴν ἑρμηνεύσας. ἀλλὰ ταύταις μὲν οὐκ ἀνάγκη τὸ κέντρον ἐκτὸς ἔχειν, τοῖς δὲ σκορπίοις πεζοῖς οὖσι καὶ μὴ δυναμένοις τάχιον ὑπὸ τῶν ἐπιβουλευόντων ἀμύνεσθαι, ἀναγκαῖον ἐπὶ ταῦτα, τουτέστιν ἐκτὸς ἔχειν τὸ κέντρον. εἰ δὲ μή, οὐκ ἂν εἴη χρήσιμον αὐτοῖς· φονευθήσονται γὰρ θᾶττον τοῦ ἐκβαλεῖν τὸ κέντρον. τὰ δὲ μικρὰ καὶ δίπτερα καὶ διὰ τοῦτο ἀσθενῆ λέγει ἔχειν ἔμπροσθεν τὸ κέντρον· μόλις γὰρ δύναται καὶ τοῖς ἔμπροσθεν τύπτειν δι’ ἀσθένειαν· τὰ γὰρ ἐκ τῶν ὄπισθεν τύπτοντα ἰσχυρὰ πάντα. λέγει δὲ καὶ ὅτι βέλτιόν ἐστιν, ἐν οἷς ἐνδέχεται μὴ τὸ αὐτὸ ὄργανον ἔχειν ἐπὶ ἀνομοίας χρήσεις, ἔχε..ν ἄλλο πρὸς ἄλλην. ᾗ γὰρ ἐνδέχεται εἰς δύο πράξεις δύο ὄργανα εἶναι, οἷον ἄλλο μὲν πρὸς τὸ ὁρᾶν, ἄλλο δὲ πρὸς τὸ ἀκούειν, οὐκ εἴωθεν [*](2 αὐχένας P 5 αἱ post ἀρχαὶ om. S 7 ἀνεχόντων (ex ἀνέχωνται) corr. P φέρωνται] ἀπαίρωνται P 9 ἡ φύσις αὐτοῖς coll. S 14 οἵτινες] οἲ S 16 καὶ om. a 16, 17 δεδομένα τὰ ἔλυτρα coll. S 26 ἐκβάλλωσι a 28 πάλιν] πᾶσαν S 28. 29 ταύτας a 29 ἔχειν ἐκτός coll. S 30 μὴ om. Pa 32.33 τὰ δὲ μικρὰ—κέντρον (34) in marg. add. P 35 πάντως S βέλτιστον S)

79
ἡ φύσις ἓν ποιεῖν καὶ τὸ αὐτό, οἶον οὖς καὶ πρὸς τὸ ἀκούειν καὶ πρὸς τὸ ὁρᾶν, ἀλλ’ ὥσπερ εἴρηται, ἄλλο μὲν πρὸς τὴν ἄκουσιν, ἄλλο δὲ πρὸς τὴν ὅρασιν ἀποδίδωσιν. οὐ γάρ ἐστιν ἡ φύσις εὐτελὴς καὶ φειδωλός. ἵνα τὸ αὐτὸ καὶ ἓν ὄργανον ἀπεργάσηται πρὸς δύο πράξεις ὥσπερ ἡ χαλκευτική· ἐκείνη γὰρ διὰ μικροπρέπειαν καὶ φειδωλίαν ἀπεργάζεται πρόμηκες σιδήριον, καὶ χρῆται τῷ αὐτῷ καὶ ἑνὶ προμήκει σιδηρίῳ καὶ ὡς λύχνῳ καὶ ὡς ὀβελίσκῳ, ὃ δὴ καὶ ὀβελισκολύχνιον ἐπονομάζεται. σάφ᾿ ἡ δὲ τὰ ἑξῆς. τὸ δὲ ἀεὶ γὰρ χαρακίζουσιν αἱ μυῖαι τοῖς προσθίοις σκέλεσι, τὸ δὴ χαρακίζουσιν ἴσον ἐστὶ τῷ ἀποκαθαίρουσιν· ἀεὶ γὰρ ἀποκαθαίρουσι τοὺς ὀφθαλμοὺς τοῖς προσθίοις σκέλεσιν. ὡς γὰρ οἱ χάρακες ἀπερύκουσι τοὺς πολεμίους, οὕτω καὶ τὰ πρόσθια σκέλη τῶν μυιῶν αποδιώκουσι τὰ προσπίπτοντα τοῖς ὀφθαλμοῖς. ὅτι δέ, φησί, καὶ τὰ ὀπίσθια σκέλη μείζω ἐστὶν διὰ τὸ αἴρεσθαι ἀπὸ τῆς γῆς, μᾶλλον δῆλον ἐπὶ τῶν πηδητικῶν, οἷον ἐπὶ τῶν ἀκρίδων καὶ ψυλλῶν. ὅταν γὰρ κάμψαντα τὰ ὀπίσθια σκέλη καὶ ταπεινότερα γενόμενα ἐκ τῆς καμπῆς πάλιν ἐκτείνῃ. ἀνάγκη αἴρεσθαι μᾶλλον· εἰ γὰρ κάμψαντα ταπεινοῦται καὶ ἴσα ἐκ τῆς καμπῆς γένηται τοῖς προσθίοις τά ὀπίσθια. ἀνάγκη ἐκταθέντα αἴρεσθαι καὶ ὑψηλότερα γίνεσθαι τὰ ὀπίσθια τῶν προσθίων. οὐκ ἔχουσι δὲ τὰ πηδαλιώδη σκέλη ἔμπροσθεν αἵ τε μυῖαι καὶ ἀκρίδες καὶ αἱ ψύλλαι καὶ τὰ ὅμοια, ἀλλ’ ὄπισθεν, ὅτι ἀνάγκη τὴν καμπὴν εἴσω, τουτέστι πρὸς τὴν κοιλίαν καὶ τὰ στέρνα ἔχειν, οὐδὲν δὲ τῶν τοιούτων ζῴων τὰ πρόσθια σκέλη ὑπὸ τὴν κοιλίαν καὶ τὰ στέρνα κάμπτει, ἀλλ’ εἰς τὰ πλάγια. τὴν δ᾿ ἀνάγκην τοῦ τὰ ὄπισθεν εἴσω κάμπτειν, τὰ δὲ πρόσθια εἰς τὰ σκέλη εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 683b24)

Λέγει δὲ ὅτι πάντα τὰ τοῦ σώματος τῶν ὀστρακοδέρμων μόρια ἀνώνυμά ἐστι, πλὴν τοῦ δι᾿ οὗ δέχονται τὴν τροφήν· τοῦτο γὰρ μόνον καλεῖται στόμα. τὰ δὲ μαλακόστρακα πάντα πρὸς τῷ νευστικὰ εἶναι καὶ πορευτικά ἐστιν. ὅσα δέ, φησίν, ἔχει χηλάς, οὐ πρὸς τὸ πορεύεσθαι ἔχει αὐτάς, ἀλλὰ πρὸς τὸ λαμβάνειν· διὸ καὶ ἑλίσσουσι καὶ συστρέφουσιν αὐτὰς πρὸς τὸ στόμα, ὥσπερ καὶ ἡμεῖς τἀς χεῖρας. πλάτας δὲ λέγει τὰς κώπας. οἱ δὲ μικροὶ πάμπαν, φησί, καρκίνοι ἁλίσκονται διὰ τῶν μικρῶν ἰχθυδίων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οἱ δὲ πάμπαν μικροὶ καρκίνοι, οἳ ἁλίσκονται ἐν τοῖς μικροῖς ἰχθυδίοις. ἢ τὸ λεγόμενον ἴσον ἐστὶν τῷ οἳ ἁλίσκονται μετὰ τῶν μικρῶν ἰχθυδίων· [*](1 πρὸς ante τὸ ὁρᾶν om. a 3 ἀποδίδοται P 5. 6 πρόμηκες σιδήριον om. S 6 σίδηρον P σιδήρω P 7 λύχνῳ in ras. al. m. S ὀνομάζεται Sa 8. S) αἱ μυῖαι—χαρακίζουσιν om. S 10 post ἀποκαθαίρουσι add. αἱ μυῖαι S 15 γενόμενα scripsi: γένηται libri 16. 17 καὶ ἴσα—καμπῆς bis scr. sed priora rursus del. P 17 τὰ ὀπίσθια post καμπῆς ponit S IS τῶν προσθίων] τοῖς προσθίοις PS 21 καὶ om. P ἔχειν om. Pa 23 σκέλη] exspectas πλάγια 24 ἐν τῇ Περὶ ζῴων πορείας] c. 16 25 δὲ post λέγει om. P 30 στρέφουσιν a ὡς καὶ S 32 τοῦτο γὰρ—ἰχθυδίων (34) post τοιούτοις (p. 80,1) ponit P 34 τῷ om. Pa οὃ] οἱ Pa: om. S)

80
συναλίσκονται γὰρ ταῖς μικραῖς ἀθερίναις καὶ ἀμίαις καὶ τοῖς τοιούτοις. τὰ δὲ καραβοειδῆ λέ|γει ἔχειν πολλοὺς πόδας διὰ τὸ μὴ μᾶλλον νευστικὰ εἶναι ἢ πορευτικά· εἰ μὲν γὰρ ἦσαν μᾶλλον νευστικώτερα, εἶχον ἂν ὀλίγους πόδας. ἐπεὶ δὲ μᾶλλόν εἰσι πορευτικώτερα, ἔχουσι πολλοὺς πόδας. εἴρηται δὲ καὶ τούτων ἡ αἰτία ἐν τῷ Περὶ πορείας ζῴων. αἱ δὲ θήλειαι τῶν καράβων ἔχουσι τὰ κάτω πλακωδέστερα, καὶ αἱ θήλειαι τῶν καρκίνων τὰ ἐν τῷ ἐπιπτύγματι δασύτερα, διότι τὰ ᾠὰ πρὸς αὐτὰ ἐκτείνουσι καὶ ἀποτίθενται, ἔνθα καὶ ζῷα γινόμενα ἐξέρχεται. εὐρυχωρότερα γὰρ ὄντα καὶ μείζω τά τε κάτω τῶν καράβων καὶ τὰ ἐν τῷ ἐπιπτύγματι τῶν καρκίνων χώραν ἔχει τοῖς ᾠοῖς μᾶλλον, τουτέστι χώραν δίδωσι μονῆς τοῖς ᾠοῖς. τὰ δὲ ἑξῆς σαφῆ.

[*](p. 684a6)

Λέγει δὲ τὰ μαλάκια τὸ κύτος τοῦ σώματος ἔχειν ἀδιόριστον· οὐ γὰρ ἔχει στέρνα ὡρισμένα καὶ διηρθρωμένα πλευράς τε καὶ τὰ λοιπά, ἀλλ᾿ ἀόριστα καὶ ἄδηλα, καὶ τούτου τοῦ κύτους ἔχει τοὺς πόδας ἔμπροσθεν περὶ τὴν κεφαλήν, ἐντὸς μέν, φησί, τῶν ὀφθαλμῶν, τουτέστιν οὐκ ἐγγὺς τῶν ὀφθαλμῶν, ἀλλ’ ὀλίγον πορρώτερον ἐπὶ τὸ ἔμπροσθεν, οἷον εἴ τις νοήσειε τὴν ἑαυτοῦ χεῖρα τὸ κύτος τοῦ πολύποδος, ἐν δὲ τῷ ἄκρῳ ἑνὸς τῶν δακτύλων τοὺς ὀφθαλμούς, ἐν δὲ τῇ καμπῇ τοῦ πρώτου κονδύλου τοῦ μετὰ τὸν ὄνυχα τοὺς πόδας καὶ λέγει ὅτι ἐντὸς τῶν ὀφθαλμῶν εἰσιν οἱ πόδες, τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῶν πολυπόδων· ἢ τὸ ἐντὸς ἀντὶ τοὐ ἔμπροσθε. ἔχουσι μὲν οὖν, ὡς εἴρηται, τοὺς πόδας ἐντὸς τῶν ὀφθαλμῶν, περὶ δὲ τὸ στόμα καὶ τοὺς ὀδόντας, τουτέστιν ἔχουσι μὲν ἐντὸς τῶν ὀφθαλμῶν, πλησίον δὲ καὶ ἐγγὺς τοῦ στόματος καὶ τῶν ὀδόντων· τὸ γὰρ περὶ τὸ στόμα ἴσον ἐστὶ τῷ πλησίον τοῦ στόματος. καὶ τὰ μὲν ἄλλα ζῷα, ὅσα ἔχει πόδας, τοὺς μὲν ἔχει ἔμπροσθεν, ὥσπερ τὰ τετράποδα, τοὺς δὲ ὄπισθεν, τὰ δὲ πάντας ἐκ τοῦ πλαγίου, ὡς τὰ ἄναιμα καὶ ὅλως τὰ πολύποδα. τὸ δὲ γένος τὸ τῶν πολυπόδων ἰδίως καὶ διαφερόντως παρὰ τὰ εἰρημένα ζῷα ἔχει τοὺς πόδας· πάντας γὰρ ἔχουσιν ἐπὶ τὸ καλούμενον ἔμπροσθεν. αἴτιον δὲ τοῦ πάντας ἔχειν τοὺς πόδας ἐπὶ τὸ καλούμενον ἔμπροσθεν, ὅτι τὸ ὄπισθεν συναχθὲν καὶ συναφθὲν τῷ ἔμπροσθεν καὶ ὡσπερεὶ κύκλος ἢ σφαῖρα τὸ ὅλον σῶμα γενόμενον ἀνάγκη καὶ τοὺς πόδας ἔχειν κύκλῳ. ὥσπερ γὰρ εἰ ἦν ὄφις ἐν θατέρῳ μέρει οἷον ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς οὐρᾶς ἔχων τρίχας, καὶ συνήγαγε τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν οἰκείαν οὐράν, ὥστε κύκλον ἀποτελέσαι, ἀνάγκη καὶ τὰς τρίχας κύκλον ἀποτελέσαι, οὕτω καὶ ἐπὶ τούτων συμβέβηκε τῶν πολυπόδων καὶ τοῖς ποσὶν αὐτῶν, [*](1 ἁλίσκεται S ἀθερίναις scripsi: ἀνθερίνις libri ἀμίαις, οὐ τοῖς a 2 καραβοειδῆ om. a μὴ supr. vers. add. P m. rec: om. P1Sa νευστικὸν P 3 πορευτικὸν P 4 πορευτικώτεροι P 5 ἐν τῷ Περὶ πορείας ζῴων] cf. C. 16 ἐν τῆ S ἡ τούτων ἐν τῶ π. ζ. πορείας αἰτία P 7 ἐπιπτέγματι P δασύτερα] ἀκριβέστερα S διὸ τὰ S 8 εὐρυχωρέστερα a Arist. 9 τό, τε κάτω S ἐπιπύγματι (sic) ex ἐπιπέγματι corr. P: πτύγματι S 16 πορρωτέρω S 18 κονδήλου P 19 τί om. S 27 τὸ om. S 28 ἔχουσιν] ἔχει S 30 καὶ συναχθέν τῷ a 31 καὶ om. P 32 ὄφεις a)

81
ὅπερ δὴ συμβέβηκε καὶ ἐπὶ τῶν ὀστρακοδέρμων τοῖς στρομβώδεσι· καὶ ἐπὶ τούτων γὰρ συνῆκται τὸ ὄπισθεν πρὸς τὸ ἔμπροσθεν. ὅλως γὰρ τὰ ὀστρακόδερμα κατά τι μὲν τοῖς μαλακοστράκοις ἐοίκασι, κατά τι δὲ καὶ τοῖς μαλακίοις. ᾗ μὲν γὰρ ἔξωθεν ἔχουσι τὸ γεῶδες, ἐντὸς δὲ τὸ σαρκῶδες, ἐοίκασι τοῖς μαλακοστράκοις (καὶ γὰρ καὶ οἱ κάραβοι καὶ οἱ καρκίνοι καὶ πάντα τὰ μαλακόστρακα ἐντὸς μὲν ἔχει τὸ σαρκῶδες, ἐκτὸς δὲ τὸ γεῶδες), κτὰ δὲ τὸ σχῆμα καὶ τὸ συναχθῆναι καὶ συναφθῆναι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν, καὶ οἱονεὶ κύκλον τὸ ὅλον αὐτῶν σῶμα γενέσθαι ἐοίκασι τοῖς μαλακίοις· τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦ τὸ δὲ σχῆμα τοῦ σώματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, καὶ διὰ τῶν ἑξῆς. ἀσαφῶς δὲ ἑρμηνευθὲν κατὰ μὲν τὴν διάνοιαν σεσαφήνισται ὅτι κατὰ τὸ κυκλικὸν σχῆμα ἔοικε τοῖς μαλακίοις, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτ’ ἄν εἴη· ‘κατὰ δὲ τὸ σχῆμα τοῦ σώματος πάντα συνέστηκε τὰ ὀστρακόδερμα τοῖς μαλακίοις, τουτέστι τὸν ὅμοιον τρόπον τοῖς μαλακίοις, καὶ τὰ μαλάκια τοῖς μαλακοστράκοις· ἀμφοτέρων γὰρ τὰ ὄπισθεν συνῆκται πρὸς τὰ ἔμπροσθεν, καὶ ἐοίκασι κύκλῳ· καὶ τρόπον μέν τινα κατὰ τὸ σχῆμα πάντα συνέστηκεν ὁμοίως τοῖς μαλακίοις, μάλιστα δὲ ἀπὸ τῶν στρομβωδῶν ὡμοίωται τοῖς μαλακίοις τὰ ἔχοντα τὴν ἑλίκην᾿. καὶ πῶς ὡμοίωται τὰ μαλάκια τῶν στρομβωδῶν τοῖς ἔχουσι τὴν ἑλίκην, καὶ ταῦτα τοῖς μαλακίοις, ἐπάγει λέγων ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις, λέγων ἀμφότερα τὰ στρομβώδη τὰ ἔχοντα τὴν ἑλίκην καὶ τὰ μαλάκια. ἀμφο|τέρων οὖν τῶν στρομβωδῶν καὶ τῶν μαλακίων ἡ φύσις τοῦτον ἔχει τὸν τρόπον, ὥσπερ εἴ τις νοήσειεν εὐθεῖάν τινα ὅπερ ἐφ’ ἡμῖν τε καὶ τοῖς τετράποσι καὶ ἄλλοις πάνυ πολλοῖς, τὴν Α Β Γ Δ, καὶ ἐπ’. μὲν τῷ ἄνω ἄκρῳ τῆς εὐθείας τῷ Α νοήσειε κείμενον τὸ στόμα, ἐπὶ δὲ τῷ Β τὸν στόμαχον, ἐπὶ δὲ τῷ Γ τὴν κοιλίαν, ἀπὸ δὲ τοῦ Γ ἄχρι τοῦ Δ τὸ λοιπὸν μέρος τοῦ σώματος ἅπαντος, ὡς νοεῖσθαι τὸ Δ ἐφ’ ἡμῶν μὲν τοὺς πόδας, ἐπὶ δὲ ὄφεων τὸ πέρας τῆς οὐρᾶς καὶ ἁπλῶς ἐπὶ πάντων τὸ ἔσχατον τοῦ σώματος ἑκάστου, ἔπειτα νοήσειε τὸ Δ ὅτι συνήχθη καὶ συνήφθη τῷ Α, καὶ γέγονεν ὁ Α Β Γ Δ κύκλος. ὡς οὖν ἐπὶ τούτων, τοιοῦτόν τι χρὴ νοεῖν καὶ ἐπὶ τῶν μαλακίων καὶ τῶν στρομβωδῶν, καὶ τὴν μὲν Α B Γ Δ εὐθεῖαν ὑπονοεῖν ἄνθρωπον ἢ ὄφιν ἢ ἄλλο τι τῶν προμηκῶν ζῴων, τὸν δὲ Α Β Γ Δ κύκλον τὰ μαλάκια καὶ τὰ εἰρημένα στρομβώδη, ἔχοντα συνηγμένα τὸ Δ ἤτοι τὸ κάτω πρὸς τὸ Α τὸ στόμα ἢ τὴν κεφαλήν. ἀλλὰ τὰ μὲν τῶν ἐναίμων τοῦτον ἔχει τὸν τρόπον, ὃν εἴπομεν ἐπὶ τῆς Α Β Γ Δ, καὶ περὶ τοῦτο, τουτέστι [*](2 πρὸς τὸ ὄπισθεν PS ὅλως] ὅλα a 3 καὶ om. Sa 11 ἀσαφές PS 13 τὰ] τὸ a τὴν om. a τοιοῦτ’ ἂν a 17 πάντα om. S 18 et 19 ὡμοίωνται Pa 21 ἀμφότερα λέγων coll. S 24 εὐθεῖαν] in marg. add. rectam lineam c. litt. α β γ δ Pa τοῖς τετράποσι in marg. S 25 νοήσει Pa 26 ἐπὶ δὲ τῷ Γ] τῶ δέ γ Sa 31 κύκλος] in maig. circulum lilt, α β γ δ notatum add. Pa νοεῖν om. PS 32 τῶν super vers. scr. P ὑπονοεῖν ex ὑπονοεῖ corr. m. al. P 35 ἢ] καὶ S ἀλλὰ τῶν μέν ἐναίμων P Comment. in Arist. XXII 2. Mich Ephes. in de part. mot. incess. anim. 6)
82
περὶ τὸ μέρος τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, ἔχουσί τε τὸ εἶναι, καὶ ἄνευ τούτου οὐδέν τι τῶν ζῴων δύναται εἶναί τε καὶ ζῆν. τὰ δὲ λοιπὰ μόρια, οἷον πόδες, χεῖρες, τούτων τε χάριν εἰσί, λέγω δὴ τῆς κεφαλῆς καὶ παντὸς τοῦ θώρακος, καὶ ἕνεκα τοῦ κινεῖσθαι. βούλεται δὲ καὶ ἐν τοῖς μαλακίοις καὶ μαλακοστράκοις καὶ ἐντόμοισ ἡ εὐθυωρία τῶν σπλάγχνων καὶ πάντων τῶν ἐντὸς τὸν αὐτὸν ἔχειν τρόπον, καὶ εἶναι πρῶτον μὲν τὸν στόμαχον, εἶτα τὴν κοιλίαν, εἶτα τὸ ἔντερον τὸ ἀπὸ τῆ κοιλίας ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, διατεῖνον· ἀλλὰ διὰ τὸ συνῆχθαι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν ἡ τὰ κάτω πρὸς τὰ ἄνω οὐ δοκεῖ τοῦτον ἔχειν τὸν τρόπον. καὶ τὰ μὲν ἐντὸς βούλεται ὁμοίως ἔχειν, τὰ δὲ ὄργανα οἷς χρῶνται πρὸς τὰς ὑπηρεσίας τὰς ἐκτὸς τά τε ἔναιμα καὶ τὰ μαλάκια καὶ τὰ στρομβώδη διαφέρουσι· καὶ πρὸς τούτοις, ὥσπερ εἴρηται, τὰ μαλάκια καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει μὲν ἑαυτοῖς, τουτέστιν ἀλλήλοις, παραπλησίως, τούτοις δὲ ἤγουν τοῖς ἐναίμοις δὲ ἀντεστραμμένως· τῶν μὲν γὰρ μαλακίων καὶ στρομβωδῶν κέκαμπρται πται τὰ κάτω πρὸς τὰ ἄνω, τῶν δὲ ἐναίμων οὐδαμῶς. σημειωτέον δὲ ὅτι τὴν Α Β Γ Δ εὐθεῖαν νῦν E ἐκάλεσε. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 685a14)

Λέγει δὲ τὰς σηπίας καὶ τὰς τευθίδας ἀνομοίως ἔχειν τοῖς πολύποσι διὰ τὸ τὰς μὲν νευστικὰς μόνον εἶναι, τοὺς δὲ πολύποδας καὶ νευστικοὺς καὶ πορευτικούς. καὶ λέγει πῶς ἀνομοίως ἔχουσιν, ὅτι αἱ μὲν σηπίαι καὶ αἱ τευθίδες ὀκτάποδες οὖσαι ὥσπερ καὶ οἱ πολύποδες (ὀκτάποδες γὰρ καὶ οὗτοι) αἱ μὲν οὖν τοὺς πόδας τοὺς ὑπάρχοντας ἄνωθεν τῶν ὀδόντων αὐτῶν ἔχουσι μείζους, καὶ τούτων ἤγουν τῶν ὑπαρχόντων ἄνωθεν τῶν ὀδόντων μᾶλλόν εἰσι μείζους οἱ ἔσχατοι, καὶ αὖ πάλιν τούτων τῶν ὀκτὼ ποδῶν μεγίστους ἔχουσι τοὺς κάτωθεν δύο, οἵτινες κάτωθεν δύο μείζονες τυγχάνουσι καὶ τῶν ἄνωθεν δύο μεγάλων, τοὺς δὲ λοιποὺς μικρούς· οἱ δὲ πολύποδες ἀνομοίως τοὺς μὲν μέσους τέσσαρας μεγάλους, τοὺς δὲ ἄκρους μικρούς. εἰπὼν δὲ τὰς τευθίδας καὶ σηπίας τοὺς κάτωθεν δύο πόδας μεγίστους ἔχειν καὶ μείζονας τῶν ἄνωθεν δύο μεγάλων, τὴν αἰτίαν τοῦ διὰ τί οὕτως ἔχουσιν ἐπήγαγεν εἰπὼν τὸ γὰρ φορτίον καὶ τὸ βάρος τοῦ ὅλου σώματος οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα· καὶ ἀπὸ τῶν μέσων δὲ μάλιστα οἱ ἔσχατοι δύο μείζους εἰσὶ τῶν πρὸ αὐτῶν, διό τι συνυπηρετοῦσι πρός τε τὸ βάρος ἔχειν τοῦ σώ μάτος καὶ πρὸς τὸ κινεῖν, διότι δὴ συνυπηρετοῦσι τοῖς ἐσχάτοις τοῖς οὖσι μείζοσι τῶν ἄνωθεν νεγάλων. ἔχουσιν οὖν οἱ πόδες τῶν τευθίδων καὶ σηπίων ὡς συναγαγόντα εἰπεῖν ὧδε. οἱ δύο οἱ ἄνωθεν ὄντες τῶν ὀδόντων εἰσὶ μείζους, οἱ δὲ ἐφεξῆς τούτων, οἵτινες καὶ κάτωθέν εἰσι τῶν ὀδόντων, ἐλάττονες. οἱ δὲ ἐφεξῆς δύο μείζονες τῶν πρὸ αὐτῶν διὰ τὸ συνυπηρετεῖν τοῖς ἐφεξῆς τούτων οὖσιν· [*](2 ἀφίεται] ambiguus S 5 καὶ ἐν τοῖς μαλακοστράκοις a 8. 9 διατεῖνον scripsi: διατείνοντος libri 9 ἢ] καὶ Sa 10 τοιοῦτον a 14 ἤγουν] ἢ S: ἤτοι a 15 δὲ om. P 22 τοὺς ὀκτὼ πόδας ὑπάρχοντας P 23 ἤτοι a 25 ὀκτὼ ποδῶν] ὀκταπόδων a 33 fort, πρὸς τό τὸ βάρος 35 συναγαγόντας P 36 οἱ post δύο om. Sa)

83
οἱ δὲ ἐφεξῆς πάλιν τούτων δύο εἰσὶ μείζους πάντων. ἔστωσαν δὴ οἱ μὲν ἄνωθεν τῶν ὀδόντων δύο πόδες ἐφ’ ᾧ τὸ Α, οἱ δὲ ἐφε|ξῆς τούτων ἐφ’ ᾧ Β, οἱ δὲ ἐφεξῆς τοῖς Β ἐφ’ ᾧ Γ, καὶ ἔτι οἱ ἐφεξῆς τοῖς Γ ἐφ’ ᾧ Δ. οἱ μὲν οὖν ἐφ’ ᾧ Δ, οἳ καὶ ἔσχατοί εἰσι, μείζους τῶν λοιπῶν τυγχάνουσιν ἕξ· οἱ δὲ ἐφ’ ᾧ Γ μείζους μὲν τῶν ἐφ’ ᾧ Β ὡς συνυπηρετοῦντες τοῖς ἐσχάτοις τοῖς ἐφ’ ᾧ Δ, ἐλάττονες δὲ τῶν ἐφ’ ᾧ Α. σαφῆ δὲ τὰ ἑξῆς. κοτυληδόνες δὲ καὶ πλεκτάναι ἐκ παραλλήλου κεῖνται τὸ αὐτὸ αὐτὸ σημαίνουσαι. ὥσπερ δέ, φησί, τὰ πλεγμάτια, ἃ ἐποίουν οἱ ἀρχαῖοι ἰατροί, δύναμιν εἶχον τοῦ κατέχειν καὶ μὴ ἐᾶν ἐξέρχεσθαι ἢ ὅλως κινεῖσθαι τὸν ἐμβληθέντα δάκτυλον ἐν αὐτοῖς, ὥστε τμηθῆναι ἢ καυθῆναι ἢ ἄλλως πὼς θεραπευθῆναι, οὕτω καὶ αἱ πλεκτάναι πεπλεγμέναι εἰσὶν ὑπὸ τῆς φύσεως ἐκ τῶν ἰνῶν, αἷς πλεκτάναις ἕλκουσι τὰ προσπίπτοντα· περιλαμβάνουσι γὰρ αἱ πλεκτάναι τὸ προσπῖπτον, ὅταν οἱ πολύποδες οὐκ ὦσιν ἐκτεταμένοι. οἷόν τι ἐθεασάμην καὶ ἐγὼ ποιοῦντας τοὺς παῖδας ἐν ταῖς παιδιαῖς· οὗτοι γὰρ ἔκαμπτον τὸν μέγαν δάκτυλον τῆς χειρός, εἶτα ἐν τῇ καμπῇ ἐτίθουν μικρὸν ξυλάριον ὄρθιον κατὰ κάθετον ἱστῶντες αὐτό, εἶτα ἐξέτεινον τὸν δάκτυλον ἐκ περιφεροῦς εὐθύ, καὶ οὕτως κατείχετο ὑπὸ τῆς τοῦ δακτύλου τάσεως, ὥστε ἵστατο ὄρθιον. τοιοῦτον δὴ συμβαίνει καὶ ἐπὶ τῶν πολυπόδων. ἅπτον· τᾶι γὰρ ἀλλήλων αἱ πλεκτάναι τεταμένων ὄντων τῶν ποδῶν· ἐπειδὰν δὲ κάμψωσιν αὐτούς, ἀνοίγονται καὶ ἀπ’ ἀλλήλων ἀφίστανται· ὅταν δὲ ἐντὸς τῶν διαλειμμάτων ἐμπέσῃ τι, ἐκτείνουσι καὶ συνέχεται τὸ ἐμπεσόν, ὥσπερ καὶ τὸ εἰρημένον ξύλον ὑπὸ τοῦ μεγάλου δακτύλου. λέγει δὲ καὶ τοὺς πολύποδας τοὺς ἔχοντας λεπτοὺς καὶ προμήκεις τοὺς πόδας, μονοκοτύλους εἶναι οὐ διὰ τὸ βέλτιον εἶναι τὸ μονοκοτύλους εἶναι τοῦ δικοτύλους (βέλτιον γὰρ μᾶλλον τὸ δικοτύλους εἶναι τοῦ μονοκοτύλους), ἀλλ’ ὅτι ἀνάγκη οὕτως ἔχειν διὰ τὸν ἴδιον τῆς οὐσίας λόγον· ἐν τούτῳ γὰρ τὸ εἶναι ἔχουσιν, ὥσπερ καὶ τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα. λέγει δὲ καὶ περὶ τῶν ἐλαττόνων τευθίδων ὅτι τοῦτο δὲ ἔχουσι, λέγων τοῦτο τὸ πλατὺ πτερύγιον· ἔχουσιν οὖν τὸ πτερύγιον πλατύ, ἵνα χρῶνται αὐτῷ ὥσπερ τινὶ κώπῃ πρὸς τὴν νεῦσιν. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 686a6)

Ἀνάγκη δέ, φησί, τοῦτο τὸ μόριον, λέγων τοῦτο τὸ μόριον τὸν ἐγκέφαλον, ἀνάγκη οὖν τὸν ἐγκέφαλον ὑπάρχειν τοῖς ἐναίμοις, ἵνα καταψύχῃ τὴν καρδίαν. ἀντικείμενον δὲ τόπον εἴρηκε τὴν κεφαλήν· ἡ γὰρ κεφαλὴ ἀντίκειται τῷ τόπῳ, ἐν ᾧ κεῖται ἡ καρδία, ὡς τὰ πρός τι· ἡ μὲν γὰρ ἄνω, ὁ δὲ κάτω. εἰπὼν δὲ καὶ περὶ τῆς κεφαλῆς καὶ τοῦ αὐχένος λέγει ἔτι δὲ τρίτον μόριον ὑπέθετο τὸ τὴν τῆς τροφῆς εἴσοδον δημιουργοῦν, τοῦτο δ’ ἐστὶ τὸ στόμα. καὶ λέγει τὰς αἰτίας δι’ ἃς τὸ στόμα ἐνταῦθα [*](2 ἑξῆς P 3 ἐφεξῆς τῆς β ἐφ’ ὧ τὸ γ Ρ ἐφεξῆς τῆς γ Ρ 4 οἲ καὶ—ἐφ᾿ ᾦ Δ (6) om. S 5 μὲν om. P 6 δὲ ante τῶν om. S 10 ἄλλως] ὅλως P 12 προσπίπτοντα] περιττώματα P 13 τὸν προσπίπτοντα P οἱ πόδες P ὦσιν ἰσὶν PS 15. 16 ξυλάριον μικρὸν coll. S 18 ἵστασθαι S 23. 24 μονοκοτύλους εἶναι] μονοδακτύλους a 28 λέγων τοῦτο το τὸ P 32 ὑπάρχειν] ὑπερέχειν S 35 ὁ δὲ] ἡ δὲ S καὶ pdst δὲ om. Ρ 36 τὸ om. Sa 36. 37 δημιουργοῦν om. Sa)

84
κεῖται, ἐν ᾧ ἔστι, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν, καί φησιν οὔτε γὰρ ἄνωθεν τῆς καρδίας καὶ τῆς ἀρχῆς ἐνεδέχετο τὴν κοιλίαν. εἰσὶ δὲ τὰ λεγόμενα διὰ τούτων τοιαῦτα· εἰ μὲν οὖν ἦν τὸ στόμα ἐν τῷ βρέγματι ἢ τῇ κορυφῇ, ἔδει τὴν κοιλίαν ἄνωθεν κεῖσθαι τῆς καρδίας. οὐ γὰρ εἰκὸς ἦν τὸ μὲν στόμα κεῖσθαι ἐν τῇ κορυφῇ ἢ τῷ βρέγματι, τὴν δὲ κοιλίαν εἶναι ὅπου νῦν ἐστιν· οὕτω γὰρ ἄν πόρρω λίαν ἀπ’ ἀλλήλων ἦσαν τὸ στόμα καὶ ἡ κοιλία, οὐκ ἐνδέχεται δὲ πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι, ὅπου γε ἔν τισιν, ὥσπερ τοῖς ἰχθύσιν, εὐθὺς μετὰ τὸ στόμα κεῖται. ἄνωθεν μὲν οὖν τοῦ ἐν ᾧ ἐστιν οὐκ ἐνδέχεται τὸ στόμα εἶναι· ἀλλὰ μὴν οὐδὲ τὴν κοιλίαν ἄνωθεν τῆς καρδίας δι’ ἃς εἴρηκε πρότερον αἰτίας. εἰ δὲ κάτωθεν τῆς καρδίας ἦν ἡ κοιλία, ὃν τρόπον καὶ ἐνδέχεται ἔχειν καὶ ἔχει, εἰ οὖν ὡς εἴρηται κάτωθεν ἦν τῆς καρδίας ἡ κοιλία καὶ τὸ στόμα ἔκειτο κάτωθεν τῆς καρδίας, ἀναγκαῖον ἦν τὴν κοιλίαν κατωτέρω κεῖσθαι, καὶ οὐχ οὗ νῦν κεῖται· εἰ δὲ τοῦτο, ἦν ἄν πολὺ τὸ μῆκος τοῦ σώματος καὶ ἀσύμμετρον. πρὸς δὲ τούτοις ἦν ἂν ἡ κοιλία καὶ πόρρω τῆς ἀρχῆς τῆς κινούσης καὶ πεττούσης· εἰ γὰρ τοῦ στόματος ὄντος κάτωθεν τῆς καρδίας ἀναγκαῖον ἦν τὴν κοιλίαν ἀφεστηκέναι τοῦ στόματος ὅσον καὶ νῦν ἀφέστηκε, πόρρω ἂν τῆς καρδίας | ἦν ἡ κοιλία. κοινὴν δὲ αἴσθησιν ἢ τὴν ἁφὴν λέγει (ταύτην γὰρ ἔχουσι πάντα τὰ ζῷα) ἢ ὅπερ οἶμαι, ὁμοῦ πάσας τὰς πέντε. ὅτι δὲ τοῖς ἀνθρώποις τὸ ἀπὸ τῆς κορυφῆς ἄχρι τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἔλαττόν ἐστιν τοῦ ἀπὸ τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἄχρι τῆς πτέρνης, δῆλον· ὅτι δὲ καὶ πολυσαρκότερα τὰ κάτω τῶν ἄνω, ἐκδηλότερον. τὰ γὰρ ἰσχία (εἰσὶ δὲ ἰσχία, ὡς προιὼν ἐρεῖ, ἡ εὐθὺς μετὰ τὴν ὀσφὺν πᾶσα σαρκώδης πρόσφυσίς τε καὶ προβολή, ὑφ’ ὧν καὶ τὰς καθέδρας ποιούμεθα, αἳ δὴ σάρκες καὶ ἰσχία καὶ πυγαὶ καλοῦνται) τὰ οὖν ἰσχία καὶ οἱ μηροὶ καὶ αἱ γαστροκνημίαι πολὺ τὸ σαρκῶδες πεπλουτήκασιν. ἀλλ᾿ ἐπὶ μὲν τῶν ἀνθρώπων οὕτως, ἐπὶ δὲ τῶν ἀλόγων καὶ τετραπόδων ἀνάπαλιν· τὸ μὲν γὰρ ἄνω μέγα (ἄνω λέγων τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς ἕδρας, δι᾿ ἧς ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις), τὸ δὲ κάτω ἐστὶ τὰ σκέλη ἄσαρκα καὶ νευρώδη. λέγει δὲ τοὺς ἵππους ἢ μᾶλλον τοὺς ὄνους ἐγὼ γὰρ ἑωράκειν ἵππον πρεσβύτην θίξαντα τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός), λέγει δὴ τοὺς ὄνους, νέους μὲν ὄντας, θιγγάνειν τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός, πρεσβυτέρους δ’ ὄντας ἀδυνατεῖν τοῦτο ποιῆσαι. ῆσαι. καὶ τὰ μὲν οὖν μώνυχα καὶ δίχηλά οὕτως ἔχουσι τὰ ἄνω καὶ τὰ κάτω. τὰ δὲ πολυδάκτυλα, οἷον κύνες καὶ τὰ ὅμοια τὴν τῶν ἄνω αὔξησιν πρὸς τὴν τῶν κάτω ἔλλειψιν σύμμετρον ποιοῦνται. λέγει δὲ καὶ πάντα τὰ ζῷα ἀφρονέστερα τῶν ἀνθρώπων εἶναι διὰ τὸ εἶναι νανώδη· καὶ ἐπ᾿ αὐτῶν δὲ τῶν ἀνθρώπων τὰ παιδία διὰ τὸ ωάνα εἶναι ἀφρονέστερά εἰσι τῶν ἀνδρῶν, [*](6 εἴησαν a 7 ἡ κοιλία καὶ τὸ στόμα coll. Sa 9 οὖν om. S 11 καὶ (post τρόπον) om. S 12 ὡς—κοιλία om. S 14 οὐχὶ S 16 κενούσης P 25 αἲ scripsi: αἱ libri δὲ Ρ τὰ μὲν οὖν S 31 θήξαντ’ τὴν κεφαλὴν P 34 διχα S 37 ἀπ’ αὐτῶν P)
85
καὶ τῶν ἀνδρῶν οἱ νᾶνοι, κἄν ἰσχυροὶ τύχωσιν ὄντες, ὅμως ἀφρονέστεροί εἰσι τῶν μὴ νάνων. λέγει δὲ καὶ ὅτι ἐλάττονος γινομένης τῆς θερμότητος καὶ τὰ σώματα τῶν ζῴων ἐλάττον γίνεται καὶ πολύποδα, καὶ τοῦτο εὐλόγως· οἱονεὶ γὰρ νεκρὰ ὄντα διὰ τὴν τοῦ θερμοῦ ὀλιγότητα δέονται πολυποδίας πρὸς τὸ κινεῖσθαι. δῆλα δὲ τὰ ἑξῆς.

[*](p. 687a7)

Τὸν δὲ Ἀναξαγόραν ἱστορεῖ λέγειν τὸν ἄνθρωπον φρονιμώτατον εἶναι διὰ τὸ χεῖρας ἔχειν· ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι μᾶλλον διότι φρόνιμός ἐστιν ἔχει χεῖρας, οὐ μὴν διότι χεῖρας ἔχει, ἐστὶ φρόνιμος. ὥσπερ γὰρ ὁ φρόνιμος ἄνθρωπος τὰ ὄργανα δίδωσιν οἷον κορύνην, σπάθην, τόξον τῷ δυναμένῳ τούτοις χρῆσθαι, ὁμοίως πρίονα τῷ δυναμένῳ πρίζειν, οὕτω καὶ ἡ φύσις δέδωκε χεῖρας τῷ δυναμένῳ χρῆσθαι αὐταῖς. εὔλογον γὰρ καὶ ἀναγκαῖον τῷ μείζονι καὶ κυριωτάτῳ, λέγω δὴ τῇ λογικῇ ψυχῇ, δοῦναι τὸ ἔλαττον ἤτοι τὰς χεῖρας, ἀλλ’ οὐ τῷ ἐλάττονι ταῖς χερσὶ δοῦναι τὸ μεῖζον τὴν λογικὴν ψυχήν. εἰ οὖν οὕτω βέλτιον δίδοσθαι τὰ ἐλάττονα τοῖς μείζοσι, καὶ οὐ τὰ μείζονα τοῖς ἐλάττοσιν, οὐχ ὡς Ἀναξαγόρας λέγει, ἔχει τὰς χεῖρας ὁ ἄνθρωπος, ἀλλ’ ὡς ὁ Ἀρισιοτέλης. ἡ δὲ χείρ, φησίν, οὐκ ἔστιν ἓν ὄργανον, ἀλλὰ πολλά· ἐπειδὴ γὰρ τὰ ὄργανα οὐ δύναται τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας χωρὶς τῆς χειρός, ὅσοις ἄρα ὀργάνοις χρῆται ἡ χείρ, τοσαῦτά ἐστιν ἡ χεὶρ ὄργανα· ἔστι γὰρ αὕτη πρότερον ὄργανον, καὶ μετ’ αὐτὴν τὰ οἷς χρῆται. ταῦτα μὲν πρὸς τὸν Ἀναξαγόραν. λέγει δὲ μὴ καλῶς λέγειν τοὺς λέγοντας οὐ καλῶς ἔχειν τὴν τοῦ ἀνθρώπου σύστασιν, διά τε τὸ ἀνυπόδετον εἶναι καὶ γυμνὸν καὶ μὴ ἔχειν μηδὲν ὅπλον πρὸς ἀλκήν, ὥσπερ οἱ κάπροι μὲν τοὺς χαυλιόδοντας, ἵπποι τὰς ὁπλάς, μέλισσαι τὰ κέντρα, καὶ ἄλλα τῶν ζῴων ἕτερα. εἰπὼν δὲ μὴ καλῶς αὐτοὺς λέγειν ταῦτα περὶ τοῦ ἀνθρώπου ἐπαινεῖ αὐτὸς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἅμα τε καὶ δείκνυσιν ὅτι καλῶς ἔχει, καί φησι τὰ μἐν γὰρ ἄλλα μίαν ἔχει βοήθειαν, οἷον κάπρος τοὺς χαυλιόδοντας μόνους καὶ μέλιττα τὸ κέντρον, καὶ ἁπλῶς ἅπαντα οὕτω, καὶ οὐ μόνον ἓν ἕκαστον τούτων ἔχει τὸ ὅπλον, ἀλλ᾿ οὐδὲ μεταλαβεῖν ὁ μὲν κάπρος ἀντὶ τῶν χαυλιοδόντων ἄλλο δύναται καὶ ἡ μέλιττα ἀντὶ τοῦ κέντρου ἕτερον· ἀλλ’ ἀναγκαῖον ἀεὶ καθεύδειν ὥσπερ εἰ νοήσομεν ἄνθρωπον ἀεὶ καθεύδοντα ὑποδεδεμένον ἢ ὡπλισμένον καὶ μηδέποτε δυνάμενον τὰ ὅπλα καταθέσθαι. ὁ δὲ ἄνθρωπος πολλὰς ἔχει τὰς βοηθείας καὶ δύναται τοῦτο μὲν καταλιπεῖν τὸ ὅπλον, λαβεῖν δ’ ἕτερον, καὶ διότι δύναται πλείονα ὄργανα λαμβάνειν, ἐμηχανήσατο ἡ φύσις καὶ τὸ τῆς χειρὸς εἶδος | τοιοῦτον. διαιρετὴν γὰρ αὐτὴν κατὰ τοὺς δακτύλους πεποίηκε καὶ πολυσχιδῆ, καὶ διαιρετὴν ποιήσασα αὐτὴν τρόπον τινὰ διὰ τῆς διαιρέσεως ἐποίησεν αὐτὴν καὶ σύνθετον καὶ ἡνωμένην. ἔνεστι γὰρ ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἡνωμένον· ἐπειδὰν γὰρ οἱ δάκτυλοι ἅψωνται ἀλλήλων, ὡσπερεὶ ἕν τι καὶ συνεχὲς γίνεται ἡ χείρ, [*](2 γενομένης a 7 λέγει om. S ὅτι om. P 8 ἔχει post χεῖρας om. S 11 πρίθειν a 14 δίδοσθαι] διδόναι a 16 ὁ ante Ἀριστοτέλης om. P 17 ἓν om. S 19 χρᾶται S 21 μὴ καλῶς ἔχειν τοὺς P τοὺς λέγοντας] cf. Plat. Protag. p. 32 1 C 22 ἀνυπόδητον a 25 τοῦ post περὶ om. a 35 τοιοῦτον] deficit S 36 ποιήσας libri 38 διαιρετὴ P 38. 39 γὰρ διδάκτθλοι a)

86
ὥστε ἐστὶν ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἁπτόμενον· ἐν δὲ τῷ συνθέτῳ καὶ συνεχεῖ τὸ διαιρετὸν οὐκ ἔνεστι. καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ ἑνὶ καὶ δυοῖν καὶ πολλαχῶς, τουτέστι καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ πρὸς μίαν πρᾶξιν καὶ δύο καὶ πολλάς. σαφῆ δὲ τὰ περὶ τῶν δακτύλων λεγόμενα. ἐκ πλαγίου δὲ βραχὺν καὶ παχὺν δάκτυλον λέγει τὸν καλούμενον μέγαν, ὅστις μέγας δάκτυλος ἄνωθεν κάτω πιέζει καὶ συνωθεῖ ὅπερ οἱ ἕτεροι κάτωθεν ἄνω· ἐκείνων γὰρ κάτωθεν ἄνω πιεζόντων καὶ τούτου ἄνωθεν κάτω, ἑδραίως συνέχεται τὸ πιεζόμενον. τὸ δὲ δεῖ δὲ τοῦτο συμβαίνειν, εἰ μέλλει ἰσχυρῶς ὥσπερ σύαμμα ἰσχυρὸν συνδεῖν ἴσον ἐστὶ τῷ ἰδεῖ δὲ τοῦτο τὸ βραχὺ καὶ παχὺ συμβαίνειν τῷ μεγάλῳ δακτύλῳ, ἵνα εἷς ὢν ἰσάζῃ τοῖς πολλοῖς᾿. τὸ γὰρ βραχὺ καὶ παχὺ ἐπὶ τῶν ὁμοειδῶν ἴσην ἔχει δύναμιν μακρῶν καὶ λεπτῶν. λέγει δὲ καὶ τὸν ἔσχατον δάκτυλον μικρόν, τὸν δὲ μέσον μακρόν· καὶ γὰρ καὶ αἱ μέσαι κῶπαι τῶν νεῶν μακρότεραι τυγχάνουσι τῶν ἄκρων. τὸ δὲ καὶ διὰ τοῦτο καλεῖται μέγας, μικρὸς ὢν περὶ τοὐ βραχέος καὶ παχέος εἴρηκεν. αἱ δὲ καμπαί, φησί, τῶν βραχιόνων ἐναντίως ἔχουσι τοῖς τετράποσιν. ἐκείνων μὲν γὰρ εἴσω κάμπτει τὰ ἐμπρόσθια κῶλα· ἡ γὰρ ὁπλὴ τοῦ προσθίου σκέλους, ὅταν τοῦτο κάμψῃ, πρὸς τὰ ὄπισθεν σκέλη ἄπεισι, τῶν δὲ ὄπισθεν πρὸς τὰ πρόσθια, ὥστε εἴσω καὶ πρὸς τὰ στέρνα κάμπτουσι. διὰ τί δὲ οὕτω κάμπτουσιν, εἴρηκεν ἐν τῷ Περὶ ζῴων πορείας. κάμπτουσιν οὖν οὕτως, ἵν ᾖ χρήσιμα πρὸς τὴν πορείαν, ἐπεὶ βούλεται καὶ ἐν τοῖς πολυδακτύλοις τῶν τετραπόδων μὴ μόνον εἴσω κάμπτειν, ἀλλὰ καὶ ἑλίσσεσθαι καὶ ὄπισθεν πρὸς τὴν ῥάχιν καὶ ἄνω πρὸς τὴν κεφαλήν, ὥσπερ καὶ αἱ χεῖρες· χρῶνται γὰρ ἀντὶ χειρῶν τοῖς προσθίοις ποσίν· ἀλλὰ διὰ τὸ μὴ εἶναι χρησίμους πρὸς τὴν πορείαν ἀλλὰ καὶ μᾶλλον ἀχρήστους, εἴπερ εἱλίσσοντο, οὐ δέδοται τοῦτο αὐτοῖς ὑπὸ τῆς φύσεως, ἀλλὰ τῶν τετραπόδων τὰ μὲν πολυδάκτυλα τοῖς προσθίοις σκέλεσιν ἀμύνεται, τὰ δὲ μώνυχα τοῖς ὄπισθεν. οὐ γὰρ ἔχει τοῖς μώνυξιν ἀνάλογον τὰ πρόσθια σκέλη τοῖς ἀγκῶσι, τῶν δὲ πολυδακτύλων ἔνια ἔχει ἀνάλογον τὰ πρόσθια τοῖς ἀγκῶσι, καὶ διὰ τοῦτο ἀμύνεται τοῖς προσθίοις· ἔχει γὰρ· αὐτὰ ὥσπερ ἀγκῶνας. ἰστέον δὲ ὅτι νῦν διὰ τοῦ ἀγκῶνος τὴν ἅπασαν χεῖρα δηλοῖ. ἐν δὲ τῇ λέξει τῇ ῥᾷον γὰρ ἀνείργει πρὸς τὸ μετεωρότερον τὸ ἀνείργει ἀντὶ τοῦ ἀνυψοῖ, μετεωρίζει εἴληπται. μεταξὺ δέ, φησί, τῶν ἀγκώνων, λέγων ἀγκῶνας καὶ νῦν καὶ πρότερον τόν τε βραχίονα καὶ τὸ ἐφεξῆς ἄχρι τῶν δακτύλων, μεταξὺ δὴ τῶν ἀγκώνων ἐστί, φησί, τὸ στῆθος ἐπὶ τῶν ἀνθρώπων, ἐπὶ δὲ τῶν τετραπόδων μεταξὺ τῶν προσθίων σκελῶν. λέγει δὲ καὶ ὅτι διήρθρωνται οἱ μαστοὶ ἐπὶ τῶν ἀνθρώπων, διὰ τὸ εἶναι σαρκώδεις· εἶναι δὲ καὶ τὸ στῆθος, ὅθεν ἔχουσι τὸ εἶναι, σαρκῶδες. καὶ τοῖς μὲν ἄρρεσιν ὑπάρχουσιν οἱ μαστοὶ διηρθρωμένοι [*](4 τὰ om. a 7 γὰρ ἄνωθεν κάτω πιεζόντων καὶ τούτου κάτωθεν ἄνω corr. m. rec. P 9 δὲ om. a 19. 20 ἐν τῷ Περὶ ζῴων πορείας] c. 12 25 ἐλίσσοντο a 28 τὰ πρόσθια—πολυδακτύλων iterat a 29 προσθίοις in ὀπισθίοις corr. al. m. P 34 δὴ] δὲ P 36 μασθοὶ a, itemque porro 37. 38 σαρκώδεις—εἶναι σαρκῶδες] . . κώδεις—εἶναι σαρ . . in marg. add. P)
87
τὰ περὶ τὸ στῆθος, ἵνα σκέπωσι τὴν καρδίαν· τοῦ δὲ στήθους διὰ τοῦτο σαρκώδους ὄντος ἕπεται καὶ ἡ τῶν μαστῶν διάρθρωσις, σαρκώδης οὖσα) τοῖς δὲ θήλεσιν ὑπάρχουσιν οἱ μαστοὶ δι’ ἃς σαφῶς λέγει αἰτίας. εἰσὶ δέ, φησίν, οἱ μαστοὶ σκληρότεροι μὲν τῆς ἄλλης σαρκός, διωρισμένοι δὲ καὶ κεχωρισμένοι ἀπ’ ἀλλήλων· εἰ γὰρ μὴ ἦσαν κεχωρισμένοι, ἀλλ’ ἡνωμένοι, οὔτ’ ἄν ἐν τῷ δεξιῷ μέρει ἔκειντο οὔτ’ ἄν ἐν τῷ ἀριστερῷ. ἐν οἷς γὰρ ἄρτι εὑρίσκεται τὰ μέρη, τὰ μὲν τοῖς δεξιοῖς τὰ δὲ τοῖς ἀριστεροῖς προσνενέμηνται μέρεσιν ὑπὸ τῆς φύσεως. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν ἐν οὐδενὶ τῶν εἰρημένων εἴησαν ἄν μερῶν. λοιπὸν ἦν ἄρα ἐν τῷ μέσῳ τοῦ στήθους κεῖσθαι αὐτούς, ᾗ | συνάπτουσιν αἱ πλευραί· ἀλλ’ ἦν ἄν ἐπίπονος ἡ φύσις τῶν μαστῶν ἐνταῦθα κειμένων· δεῖ δὲ μὴ ἐπίπονον εἶναι. ἦν δ ἄν ἐπίπονος πρῶτον μὲν διὰ τὸ ἄσαρκον εἶναι τὸ μέρος τοῦτο, καθ’ ὃ συνάπτουσιν αἱ πλευραί· τούτους δὲ δεῖ σαρκώδεις εἶναι διὰ τὸ τὴν φύσιν αὐτῶν εἶναι σάρκας· ὥστε ἐπιπόνως ἄν ἐκ τοῦ ἀσάρκου τὴν τροφὴν καὶ μετὰ πολλῆς τῆς σπάνης ἐλάμβανον. ἔπειτα καὶ ῥᾳδίως ἂν πολλοῖς προσετρίβοντο διὰ τὸ πρόχειρον τῆς τοῦ τοιούτου τόπου θέσεως. τὰ δὲ ἑξῆς δῆλα.

[*](p. 688b5)

Λέγει δὲ τοὺς ἐλέφαντας ἄνω πρὸς ταῖς μασχάλαις ἔχειν τοὺς μαστούς, ὅτι ἐν τοῖς πολυτόκοις καὶ πλείονας ἔχουσι τοὺς μαστοὺς πρῶτοι οἱ πρὸς ταῖς μασχάλαις εἰσί, καὶ τάχα διότι καὶ ἐν ἐκείνοις πρῶτοι οὗτοί εἰσιν, ἔχει καὶ ὁ ἐλέφας τοὺς πρώτους, οἱ δὲ πρῶτοι τῶν μαστῶν ἐν τοῖς ἔχουσι πλείονας μαστοὺς περισσότερον ἐκ τοῦ σώματος ἱμῶνται καὶ λαμβάνουσι γάλα τῶν ἄλλων μαστῶν· οἱ γὰρ ἄλλοι ὀλιγώτερον καὶ λαμβάνουσι καὶ ἔχουσι τὸ γάλα. ἐπεὶ οὖν, ὡς εἴρηται, οἱ πρῶτοι μαστοὶ πλέον ἔχουσι τὸ γάλα ἤπερ οἱ ἄλλοι, δεῖ.ται δὲ τὸ τοῦ ἐλέφαντος τέκνον πλείονος τροφῆς διὰ τὸ μέγεθος καὶ τὴν θερμότητα, δέδωκεν ἡ φύσις τοῖς ἐλέφασιν ἀπὸ τῶν μαστῶν τοὺς πλείονα δυναμένους χορηγεῖν τὴν τροφήν· οὗτοι δ᾿ εἰσίν, ὡς εἴρηται, οἱ πρῶτοι καὶ πρὸς ταῖς μασχάλαις ὄντες. ὅτι δὲ οἱ πρῶτοι τῶν μαστῶν πλέον τῶν ἄλλων ἱμῶνται γάλα, σημεῖόν φησι τὸ συμβαῖνον ἐπὶ τῶν ὑῶν· τοῖς γὰρ πρώτοις γενομένοις τῶν χοίρων ὡς μείζοσι καὶ διὰ τοῦτο πλείονος δεομένοις τροφῆς τοὺς πρώτους παρέχουστι μαστούς, φυσικῶς εἰδυῖαι τούτους πλέον ἔχειν τὸ γάλα. ἐπεὶ οὖν ἐπὶ τῶν πολυτόκων οὕτως ἔχει, καὶ οἱ πρῶτοι μαστοὶ τοῖς πρώτοις δίδονται παισίν, ἐφ’ ὧν ἄρα τὸ πρῶτον γενόμενον ἓν μόνον ἐστίν, ἀνάγκη τῷ τοιούτῳ τοὺς πρώτους ἔχειν. λέγει δὲ καὶ διὰ τί ἐν τοῖς μηροῖς ἔχει τοὺς μαστοὺς ἵππος, αἴξ, βοῦς καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα καί φησιν αἴτιον δὲ ὅτι τούτοις ἡ αὔξησις ἐπὶ τὸ ἄνω τοῦ σώματός ἐστι. καὶ ὅτι μὲν ἐπὶ τὸ ἄνω αὔξει ταῦτα πάντα, δῆλον· νανώδη γάρ εἴσιν. ὅτι δὲ καὶ τὸ γάλα περίττωμα αἵματός ἐστι, δέδεικταί ἐν τῷ Περὶ ζῴων γενέσεως. ὅτι δὲ καὶ [*](1 δῆλοι scripsi: δηλοῖ Pa 18 post λέγει δὲ add. διὰ P 27 πλείονας a 33 ἀφ’ ὧν a 34 τὸ τοιοῦτον a 37 μέν ἐπὶ τῷ ἄνω a 39 ἐν τῷ Περὶ)

88
πάντα τά περιττώματα, τά τε ὑγρὰ καὶ ξηρά, πρὸς τὸ κάτω βρίθει, καὶ τοῦτο ἴσμεν. τούτων οὖν προδιωρισμένων τὸ λεγόμενον τοιοῦτον ἂν εἴη· ἐν ᾧ δύναται συλλογὴ γενέσθαι τοῦ γινομένου περιττώματος ἀπὸ τοῦ αἵματος καὶ πλῆθος, ἐκεῖσε πεποίηκεν ἡ φύσις τοὺς μαστούς. δύναται δὲ συλλογὴ περιττώματος γίνεσθαι ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς· διὰ γὰρ τοῦ κάτω τόπου ἐκρεῖ τὰ περιττώματα. εἰκότως ἄρα ἐν τῷ τόπῳ τῷ κάτω γεγόνασιν οἱ μαστοί᾿. τὸ δὲ ὅπου γὰρ κίνησις γίνεται τῆς ἐντεῦθεν καὶ λαβεῖν ἐστιν αὐτοῖς δυνατὸν ταὐτόν ἐστι τῷ ῾ὅπου κίνησις καὶ χορηγία γίνεται τῆς τροφῆς, ἐντεῦθεν αὐτοῖς, ἤγουν τοῖς μαστοῖς, δυνατόν ἐστι λαβεῖν᾿. ἐπειδὴ οὖν ὅπου ἡ χορηγία, ἐκεῖθεν καὶ λαμβάνειν ἐστὶ δυνατόν, γίνεται δὲ ἡ τοιαύτη χορηγία ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς, εὐλόγως ἄρα ἐκεῖσε ἀπετέθησαν οἱ μαστοί, ἵνα εὐχερῶς τὴν τροφὴν λαμβάνωσι. σαφῆ δὲ τὰ ἑξῆς.

Ὕστέρας δὲ λέγει τὰς μήτρας, ἐν αἷς εἰσι τὰ ἔμβρυα. λέγει δὲ καὶ τὴν αἰτίαν διὰ τί ὅθεν ἐξέρχεται ἡ περίττωσις τῆς ὑγρᾶς τροφῆς, ἐκεῖθεν καὶ ἡ γονὴ καὶ τὰ καταμήνια. φησὶν οὖν ὅτι ἐπειδὴ ἡ γονὴ καὶ τὰ καταμήνια ὑγρά εἰσι καὶ περιττώματα, εἰσὶ δὲ καὶ οὖρα ὑγρὰ καὶ περιττώματα, εὔλογον ὅθεν ἐκρεῖ τὸ ἕτερον, ἐκεῖθεν ἐκρεῖν καὶ θάτερον. ἰστέον δὲ ὅτι καὶ τὸ τῶν γυναικῶν αἰδοῖον δύο ὀπὰς ἔχει, ὧν ἀπὸ τῆς μιᾶς ἔξεισι τὸ καταμήνιον, ἀπὸ δὲ τῆς λοιπῆς τὸ οὖρον. λέγει δὲ ὅτι καὶ τὸ τῶν ἀρρένων ὄργανον, δι’ οὗ ἀφιᾶσι τὴν τῆς ὑγρᾶς τροφῆς περίττωσιν, διαφορὰς ἔχει κατὰ τὰς τοῦ σώματος διαφοράς· οὐ γὰρ ὁμοίως ἅπαντα νευρώδη τὴν φύσιν ἐστίν, ἀλλὰ τὰ μὲν ἀκανθώδη, τὰ δὲ ὀστώδη, ὥσπερ εἴρηκε καὶ ἐν ταῖς Περὶ τῶν ζῴων ἱστορίαις. φησὶ δὲ καὶ ὅτι μόνον τὸ μόριον τὸ περὶ τὴν τῆς ὑγρᾶς περιττώσεως ἔξοδον ἄνευ νοσερᾶς μεταβολῆς αὔξησιν ἔχει καὶ ταπείνωσιν· ἐν μὲν γὰρ ταῖς ὀχείαις αὔξει καὶ τάσιν λαμβάνει, ἐπειδὰν δὲ ἀπο|σπερμήνῃ τὸ ὀχεῦον ζῷον, ταπεινοῦται. ἀμφοτέρων γὰρ τούτων, τῆς τε αὐξήσεως τοῦ τοιούτου μορίου καὶ τῆς ταπεινώσεως, ἡ μὲν αὔξησις χρήσιμος πρὸς ’τον συνδυασμὸν, ἡ ’δε ταπείνωσις πρός τε τὸ πορεύεσθαι ἀνεμποδίστως καὶ ἐξέρχεσθαι τὸ οὖρον καὶ τὰς ἄλλας τὰς τοῦ σώματος χρείας· εἰ μὲν γὰρ ἀεὶ ηὐξημένον ἦν, ἐνεπόδιζεν ἂν πρὸς τὴν πορείαν καὶ τὰ λοιπά, εἰ δ’ ἀεὶ τεταπεινωμένον, οὐκ ἂν συνήργει πρὸς τὰς ὀχείας. συνέστηκε δὲ τὸ τοιοῦτον τῶν ἀρρένων μόριον ἐκ χόνδρου καὶ νεύρου· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ ἐκ τοιούτων ὥστε δύνασθαι ταῦτα ἀμφότερα, τήν τε αὔξησιν καὶ τὴν ταπείνωσιν λαμβάνειν. τὰ γὰρ νεῦρα καὶ τείνεται καὶ ἀνίεται τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ἐκτεινομένου καὶ συστελλομένου. ὡς ἐν τῆ Περὶ ζῴων κινήσεως δέδεικται. συνεργεῖ δὲ καὶ πρὸς τὸ ἰσχυροτέραν γίνεσθαι τὴν τοιαύτην τάσιν καὶ ὁ χόνδρος. ὅταν δὲ ἐξελθὸν τὸ σπέρμα συνεξέλθῃ καὶ τὸ πνεῦμα, ταπεινοῦται. λέγει δὲ διαφέρειν καὶ τὰ ὄπισθεν τῶν ἀνθρώπων καὶ τὰ σκέλη πρὸς τὰ τετράποδα· [*](5 ἀκροὰς P: ἐκκροὰς (sic) corr. m. rec. P 6 ἐκρεῖ] ἐκεῖ P 6. 7 ἐν τῷ κάτω τόπῳ a 17 εἰσὶ δὲ καὶ—περιττώματα om. P 22 ἀκαθώδη a 23 ἐν ταῖς Περὶ τῶν ζῴων ἱστορίαις] Β 1 p. 500 b 19 sqq. καὶ post δὲ om. a 26 ἀποσπερμαίνῃ a 21 ἀμφοτέρου a 31 συνείργει a 33 διὰ τῶν a 36 ἐν τῇ Περὶ ζώων κινήσεως] cf. c. 10 37 γενέσθαι a 08 συνεξέλθοι a)

89
τὰ μὲν γὰρ τῶν ἀνθρώπων σκέλη σαρκώδη, τὰ δὲ τῶν τετραπόδων ἄσαρκα καὶ νευρώδη. ὅτι δὲ καὶ αἱ ὠμοπλάται καὶ τὰ ἐφεξῆς τῶν ἀνθρώπων διαφέρει πρὸς τὰ τετράποδα φανερόν. ἔχει δὲ πάντα σχεδὸν οὐ μόνον τὰ ζῳοτόκ, ἀλλὰ καὶ τὰ ᾠοτόκ κέρκον. καὶ γὰρ ἐπί τινων οὐκ ἔχει μέγεθος ἡ κέρκος, ὥσπερ καὶ ἐπὶ ἐλάφου καὶ δασύποδος καὶ ἄλλων πολλῶν, ἀλλὰ σμικροῦ γε ἕνεκα, τουτέστι τύπου γε ἕνεκα καὶ χάριν ἀποπληρώσεως κέρκου ἔχουσί βραχύτατον στόλον, λέγων στόλον τὸ ὀστῶδες ἀφ᾿ οὗ αἱ τῆς οὐρᾶς τρίχες ἐκφύονται. μόνος δὲ ὁ ἄνθρωπός ἐστιν ἄκερκος, ἔχει δ᾿ ἀντὶ κέρκου τὰ ἰσχία, τὴν μετὰ τὴν ὀσφὺν σαρκώδη οὐσίαν, δι᾿ ἧς τὰς καθέδρας ποιούμεθα. καὶ διὰ τοῦτο τῶν τετραπόδων οὐδὲν ἔχει ἰσχίον· εἰ γὰρ εἶχεν, ἠδύνατο ἂν καθέζεσθαι, ὥσπερ καὶ οἱ ἄνθρωποι. λέγει δὲ καὶ τὴν αἰτίαν δι᾿ ἣν ὁ μὲν ἄνθρωπος σαρκώδεις ἔχει τοὺς μηροὺς καὶ τὰς κνήμας, τὰ δὲ τετράποδα ἄσαρκα καὶ νευρώδη· φησὶν οὖν ὅτι τούτων μὲν πάντων αἰτία μία ὡς εἰπεῖν, ὅτι μόνος ἐστὶν ὀρθὸς τῶν ζῴων ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο ἔδει τὰ ἄνω ἄσαρκα ἔχειν καὶ κοῦφα, τὰ δὲ κάτω σαρκώδη καὶ ἰσχυρά, ἵνα ῥᾳδίως φέρηται. ἅμα δὲ ἐπεὶ οὐ ῥᾴδιον τοῖς ἀνθρώποις δι’ ὅλου ἵστασθαι, ἀφελοῦσα ἀπὸ τῶν ἄνωθεν τὸ σαρκῶδες πεποίηκε τὴν τῶν ἰσχίων φύσιν, ἵνα διὰ τούτων καθήμενοι ἀναπαυώμεθα. τοῖς δὲ τετράποσιν ἐφ᾿ ἕνα τόπον ἑστάναι, καὶ προσυπακουστέον τὸ ἀπέδωκεν, ἵν ᾖ τὸ πλῆρες ‘τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι ἀπέδωκεν᾿. γὰρ τῶν τεττάρων ποδῶν (τούτους γὰρ εἶπεν ἐρείσματα) δὲ ἄνωθεν τοῦ λοιποῦ παντὸς σώματος τρόπον τινὰ ὡσπερεὶ κατακείμενα διατελεῖ τὰ τοιαῦτα ζῷα. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ ἄνθρωπος ἄκερκός ἐστι καὶ ἔχει ἰσχία καὶ τὰ σαρκώδη σκέλη. οὐκ ἔχει δὲ κέρκον ὁ ἄνθρωπος καὶ διὰ τὸ τὴν μέλλουσαν καταναλίσκεσθαι εἰς τὴν κέρκον τροφὴν εἰς τὰ σκέλη ἀναλίσκεσθαι. ἔχει οὖν, ὥσπερ εἴρηται, ὁ ἄνθρωπος ἐναντίως τοῖς τετράποσιν· ὁ μὲν γὰρ τὰ κάτω σαρκώδη καὶ βαρέα, τὰ δὲ ἄνω κοῦφα καὶ ἄσαρκα, τὰ δὲ τετράποδα νανώδη ὄντα τὰ μὲν ἄνω ἔχει βαρέα καὶ σωματώδη, τὰ δὲ σκέλη ἀνίσχια, ἤτοι ἄσαρκα, καὶ σκληρά. σαφῆ δὲ τὰ ἑξῆς.

[*](p. 690a9)

Λέγει δὲ τὰ μώνυχα ὡς ἐπὶ πολὺ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ τὴν ὕλην τὴν μέλλουσαν καταναλίσακεσθαι εἰς γένεσιν ἀστραγάλων ἀναλίσκεσθαι εἰς γένεσιν ὁπλῶν καὶ ὀνύχων· διά τε οὖν τοῦτο λέγει αὐτὰ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ δυσκινητοτέραν εἶναι τὴν καμπὴν τοῦ ὄπισθεν σκέλους ἀστραγάλου ἐνόντος· τὰ γὰρ μίαν ἔχοντα γωνίαν ὥσπερ τά τε ἡμέτερα γόνατα καὶ αἱ χεῖρες θᾶττον εὐθύνεταί τε καὶ κάμπτει, βραδύτερον δὲ τὰ ἔχοντα πλείους γωνίας. ποιεῖ δὲ πολλὰς γωνίας ὁ ἀστράκαὶ [*](11 om. a 14 ἀπάντων a 16 ῥᾴδιον] ῥάδια Ρ 10 ἐφ’ ἕνα τόπον a Arist. SUY: ὑφ’ ἕνα τόπον Ρ: ἄκοπον Arist. vulg. 19. 20 καὶ προσυπακουστέον—ἑστάναι om. P 21. 22 παρακειμένου a 24 σκέλη σαρκώδη coll. a 31 ἐπιτοπολὺ a 32 καὶ om. a ἀναλίσκεσθαι a 33 καταναλίσκεσθαι a 35 μίαν Arist.: μὴ Pa ὥσπερ—οὕτος γὰρ (p. 90,1) iterat, sed praeter οὗτος γὰρ rursus del. P)

90
γαλος· οὗτος γὰρ ὥσπερ γόμφος ἐμβεβλημένος μεταξὺ τῶν δύο | ὀστῶν τοῦ τε ὑποκειμένου καὶ ὑπερκειμένου γωνίας ποιεῖ καὶ ἄνω καὶ κάτω, ὥσπερ καὶ οἱ ἀνέχοντες κίονες τὰς στοάς. κἀκεῖνοι γὰρ καὶ πρὸς τῇ υποκειμένῃ γῇ γωνίας ποιοῦσι καὶ πρὸς ταῖς ὑπερκειμέναις καὶ ὑπ᾿ αὐτῶν ἀνεχομέναις στοαῖς. ἀλλ᾿ εἰ καὶ δυσκινητοτέρους ποιοῦσι τοὺς πόδας οἱ ἀστράγαλοι βάρος τε παρέχουσιν, ἀλλ᾿ οὖν ἀσφαλεστέραν τὴν βάσιν ἀπεργάζονται. δῆλα δὲ τὰ ἑξῆς λέγει δὲ τὰ δίχηλά καὶ μὴ μώνυχα ἔχειν ἀστράγαλον, ὅτι ἡ ὕλη καὶ τὸ ὀστῶδες τὸ μέλλον ἀναλωθῆναι εἰς τὺ μώνυχα ἀποτελέσαι αὐτὰ καταδαπανᾶται εἰς γένεσιν ἀστραγάλων. οὐκ ἔχει δὲ τὰ πολυδάκτυλα ἀστράγαλον εὐλόγως· εἰ γὰρ εἶχεν ἀστράγαλον, τοσοῦτον ἄν ἐσχίζετο ὁ ποὺς αὐτῶν, ὅσον ἐπεῖχεν ὁ ἀστράγαλος· ἐπέχει δὲ ὁ ἀστράγαλος ὀλίγον πάμπαν τόπον, ὀλίγη ἄρα ἄν ἦν καὶ ἡ σχίσις· εἰ δὲ τοῦτο, οὐκ ἂν ἦν πολυδάκτυλα. λέγει δὲ ὅτι τὸ ἄσχιστον μόριον τοῦ ποδὸς τῶν δακτύλων ἐστὶ μ·όριον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ δεῖ δὲ τοῦτο τὸ μόριον νομίζειν εἶναι τὸ ἄσχιστον τοῦ ποδὸς τῶν δακτύλων· ἀναγνωστέον δὲ τὴν λέξιν οὑτωσὶ ‘τοῦτο τὸ ἄσχιστον μόριον τοῦ ποδὸς δεῖ νομίζειν μόριον εἶναι τῶν δακτύλων᾿. λέγει δὲ καὶ βραχεῖς εἶναι τοὺς τῶν ποδῶν δακτύλους καὶ οὐ μακροὺς εὐλόγως· εἰ γὰρ ἦσαν μακροί, προσέπταιον ἂν τοῖς λίθοις καὶ ἐβλάπτοντο. τὰ δὲ ἑξῆς δῆλα· ἰστέον δὲ ὅτι πολλάκις θέντες τὸ ‘τὰ δὲ ἑξῆς δῆλα᾿ καὶ ‘σαφῆ δὲ τὰ ἑξῆς᾿ οὐκέτι ἀλλὰ τὰ μὲν σαφῆ σιγῇ παραδραμοῦμεν, τοῖς δὲ δεομένοις σαφηνειας ἐπιστήσομεν.

[*](p. 690b13)

Λέγει δὲ τοὺς ὄφεις παραπλησίως ἔχειν τὴν μορφὴν τοῖς τετράποσι καὶ ᾠοτόκοις. τετράποδα δὲ καὶ ᾠοτόκά εἰσὶν αἵ τε σαῦραι καὶ ἄλλα πολλά. λέγει δὲ καὶ τοῖς ἰχθύσι διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτοὺς μασᾶσθαι μηδὲ προγεύεσθαι μὴ ἐγγίνεσθαι τὴν ἀπὸ τῆς γεύσεως καὶ μασήσεως ἡδονήν, ἀλλὰ μόνην τὴν ἀπὸ τῆς καταπόσεως. ἡ μὲν γὰρ γλῶττα αἴσθησιν ποιεῖ τῶν χυμῶν, οἷον γλυκέων, πικρῶν καὶ τῶν τοιούτων· οἱ δ᾿ ἰχθύες, γλῶτταν μὴ ἔχοντες, εὔδηλον ὡς οὐδ’ αἴσθησιν ἔχουσι τῶν χυμῶν· τῶν δὲ ἐδεστῶν οἷον λιπαρῶν καὶ θερμῶν καὶ τῶν ἄλλων τοιούτων ἐπειδὴ ἡ αἴσθησις, ὅταν καταπίνωμεν, ἐγγίνεται (ἐν γὰρ τῇ καταπόσει ἡ τῶν ἐγγίνεται αἴσθησις), καταπίνουσι δὲ καὶ οἱ ἰχθύες, αἰσθάνονται τῆς ἀπὸ τούτων ἡδονῆς ἐν τῇ καταπόσει. ἔχει μὲν οὖν καὶ τὰ ζῳοτόκ πρὸς τῇ ἀπὸ τῆς γεύσεως αἰσθήσει καὶ τὴν ἀπὸ τῆς καταπόσεως αἴσθησιν. καὶ σχεδὸν τῶν πλείστων ὄψων καὶ ἐδεστῶν ἡ χάρις καὶ ἡ ἡδονὴ γίνεται ἐν τῇ καταπόσει τεινομένου τοῦ οἰσοφάγου καὶ εὐρυνομένου. ὅτι δὲ ἡ ἀπὸ τῆς καταπόσεως ἡδονὴ καὶ αἴσθησις ἑτέρα ἐστὶ τῆς ἀπὸ τῆς γεύσεως, σημεῖον τὸ μὴ τοὺς αὐτοὺς εἶναι ἀκρατεῖς περί τε τοὺς χυμοὺς καὶ τὰ πόματα, [*](6. 7 ἐργάζονται P 8 τὸ post εἰς ex τὰ corr. Ρ1 11 post ἐσχίζετο add. καὶ a 12 ἄρα om. a ἣν ἄν coll. P 13 πολυδάκτυλον P post δὲ add. καὶ a 14 τὸ oin. a 16 τὸ cm. P 24 ᾠοτόκοις Pa Arist. PUY: ζῳότοκοις Arist. vulg. 26 προγεύεσθαι] προγενέσθαι a 28 καὶ] τε a 29 ὡς om. P 30 δὲ om. a)

91
ὧν χυμῶν καὶ πομάτων ἡ αἴσθησις ἐν τῇ γεύσει γίνεται, καὶ τὰ ὄψα καὶ τὴν ἐδωδήν, ὧν ὄψων καὶ ἐδωσῆς πάλιν ἡ αἴσθησις γίνεται ἐν τῇ καταπόσει. εἰ γὰρ ἦν ἡ ἀπὸ τῆς κα τἀπό σε ὡς αἴσθησις ἡ αὐτὴ τῇ ἀπὸ τῆς γεύσεως, πᾶς ὁ ἀκρατευόμενος περὶ μίαν τούτων ἠκρατεύετο ἄν καὶ περὶ θατέραν. καὶ τοῖς μὲν ἄλλοις ζῴοις πρὸς τῇ ἀπὸ τῆς καταπόσεως καὶ ἡ κατὰ τὴν γεῦσιν ὑπάρχει αἴσθησις, ἐκείνοις δὲ τοῖς τε ἰχθύσι καὶ τοῖς τετράποσι καὶ ᾠοτόκοις ἡ ἀπὸ τῆς καταπόσεως μόνη. πάντα δὲ τὰ ἔχοντα τὴν γλῶτταν δικρόαν εἰ καὶ λίχνα ἐστίν, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ διὰ τὸ μὴ εὐπορεῖν πολλῆς τῆς τροφῆς ἰσχνά ἐστι. λέγει δὲ καὶ περὶ τοῦ ποταμίου κροκοδείλου κινεῖν τὴν ἄνω σιαγόνα δι’ αἰτίαν τοιαύτην· ἐπειδὴ γάρ, φησίν, ἀχρήστους ἔχει τοὺς πόδας πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἀντὶ ποδῶν ἡ φύσις τὸ στόμα χρήσιμον αὐτῷ πεποίηκεν· ὅθεν οὖν χρήσιμον ἦν ἰσχυροτάτην γενέσθαι τὴν πληγήν, ἐκεῖθεν καὶ τὴν σιαγόνα κινεῖσθαι πεποίηκεν. ἰσχυροτέρα δὲ γίνεται ἡ πληγὴ ἀεὶ ἡ ἄνωθεν· εἰκότως ἄρα τὴν ἄνω σιαγόνα κινεῖσθαι πεποίηκε. καὶ τοῖς μὲν καρκίνοις καὶ <τοῖς> ἄλλοις, ὅσοις ἐνδέχεται σχολαίως τὴν λῆψιν ποιεῖσθαι διὰ τὸ μὴ ἐν ὑγρῷ εἶναι τὴν χρῆσιν τοῦ στόματος (τὰ γὰρ | ἔνυδρα καὶ τὴν λῆψιν καὶ τὴν κατάποσιν ταχεῖαν ποιεῖται) τοῖς μὲν δὴ καρκίνοις καὶ τοῖς τοιούτοις διῄρηται τὰ μόρια, καὶ ἄλλα μὲν ἔχει πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἄλλα δὲ πρὸς τὸ μασᾶσθαι· τοῖς δὲ κροκοδείλοις καὶ πρὸς τὸ λαμβάνειν καὶ πρὸς τὸ μασᾶσθαι τὸ στόμα πεποίηκεν ἡ φύσις χρήσιμον.

Λέγει δὲ τοὺς ὄφεις μὴ ἔχειν αὐχένα διὰ τάδε· ἐπειδὴ γὰρ ὁ αὐχὴν μεταξύ ἐστι κεφαλῆς καὶ ὤμων, οἱ δὲ ὄφεις ὤμους οὐκ ἔχουσιν, οὐδ’ ἂν αὐχένα ἔχοιεν· ὁ γὰρ αὐχήν, ὡς εἴρηται, τοῖς εἰρημένοις ἐσχάτοις, τουτέστι τῇ κεφαλῇ καὶ τοῖς ὤμοις διορίζεταί τε καὶ περιορίζεται. λέγει δὲ τοὺς ὄφεις στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ λοιποῦ σώματος. οὐ τοῦτο δέ φησιν ὅτι ἀκινητίζοντος πάμπαν τοῦ λοιποῦ σώματος στρέφει τὴν κεφαλήν (κινούμενος γὰρ τὴν κεφαλὴν αἴρει τε καὶ εἰς τοὔπισθεν στρέφει), τὸ ἠρεμοῦντος ἀντὶ τοῦ ἐν τῷ αὐτῷ σχήματι μένοντος, ἐν ᾧ τυγχάνει ὂν κινούμενον, εἴληπται· τυγχάνει δὲ κεκαμμένος· διὰ γὰρ καμπῶν τὴν κίνησιν ποιεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας εἴρηται. ἐν δὴ τῷ τοιούτῳ σχήματι ὢν καὶ κινούμενος αἴρει τε καὶ στρέφει τὴν κεφαλὴν καὶ φυλάττει τὸ ὄπισθεν. λέγει δὲ τὴν τῆς κεφαλῆς εἰς τοὔπισθεν στροφὴν ποιεῖσθαι διὰ δύο αἰτίας, διὰ μὲν τὴν ὑλικήν (ταύτην γὰρ ἀνάγκην εἶπεν), ὅτι ἐστι, καθάπερ καὶ τὰ ἔντομα, διὰ δὲ τὸ βέλτιστον καὶ τὸ οὗ ἕνεκα χάριν φυλακῆς τῶν ὄπισθεν βλαπτόντων. λέγει δὲ τὸν χαμαιλέοντα εἶναι ἰσχνότῇ [*](3 om. a 8 διχρόαν a 13 γίνεσθαι a 14 δὲ] γὰρ a 14. 15 τῶν ἄνω σιαγόνων P 15 καὶ post καρκίνοις om. a τοῖς addidi 17 ἔνυγρα a 20. 21 τοῖς δὲ—μασᾶσθαι om. P 24 ἔχοι P 29 τοὔπισθεν] τοῦ πίσω P 31 ὢν κινούμενος a καμπτῶν P 32 ἐν τοῖς Περὶ ζῴων πορείας] c. 9 33 τὴν] τὸ P 35 ἑλκτὸν Pa Arist. S: ἑλικτόν rede Arist. vulg.)

92
τατὸν διὰ τὸ δειλὸν εἶναι· τὸ γὰρ δειλὸν ψυχρόν, τὸ δὲ ψυχρὸν οὐ θερμόν, τὸ δὲ μὴ θερμὸν ὀλίγαιμον, τὸ δὲ ὀλίγαιμον ἰσχνόν· ἡ γὰρ εὐσαρκία διὰ πέψιν αἵματος γίνεται.

[*](p. 692b15)

οἱ δὲ ὄρνιθες, φησίν, ἔχουσι τὴν τοῦ ῥύγχους φύσιν περιττήν ἤτοι μεγάλην ἢ μᾶλλον εὖ ἔχουσαν πρὸς φυλακὴν τῶν ἐπιβουλευόντων. λέγει δὲ αὐτοὺς ἔχειν καὶ τὸν αὐχένα τεταμένον καὶ εὐθύτατον καὶ οὐχὶ κεκαμμένον. λέγει καὶ ὅτι εἰ εἶχον βραχὺν αὐχένα οἱ ὄρνιθες ἐπὶ σκέλεσι μακροῖς, οὐκ ἂν ὑπηρέτει αὐτοῖς πρὸς τὴν ἀπὸ τῆς γῆς νομήν. ὁμοίως δὲ ἄχρηστος ἂν ἦν, εἰ μακρὸς ἦν ἐπὶ σκέλεσι βραχέσιν· εἵλκετο γὰρ ἂν ἐπὶ 10 τῆς γῆς καὶ παρεῖχεν αὐτοῖς βάρος καὶ πόνον. μάλιστα δὲ ἀχρεῖος ἄν ἦν ἐπὶ τῶν σαρκοφάγων, εἰ μακρὸς ὑπῆρχεν αὐτοῖς, καὶ ἐναντίος πρὸς τὸν βίον. ὁ γὰρ μακρὸς αὐχὴν ἀσθενής, ὁ δὲ βραχὺς ἰσχυρός· δέονται δὲ ἰσχυροῦ διὰ τὸ τὸν βίον αὐτῶν καὶ τὸ ζῆν εἶναι ἐκ τοῦ κρατεῖν καὶ θηρεύειν. τὰ αὐτὰ δὲ εἴρηκεν ἅμα τε στεγανόποδα καὶ διῃρημένους ἔχοντα τοὺς πόδας καὶ σεσιμωμένους, διῃρημένους μέν, διότι οὔκ εἰσιν ὥσπερ οἱ τῶν χηνῶν καὶ νησσῶν, ἀλλ’ ἐσχισμένοι ὥσπερ καὶ τῶν ἀλεκτορίδων. διὰ τοῦτο οὖν αὐτοὺς εἶπε διῃρημένους, στεγανόποδα δὲ εἶναι αὐτά, διότι πλατυδάκτυλα ὄντα καὶ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους, τουτέστιν ὥσπερ σιμὴν ῥῖνα (ἡ γὰρ σιμὴ ῥὶς πλατεῖά ἐστι) πλατεῖς οὖν ἔχοντα τοὺς καὶ διὰ τὸ πλάτος ἁπτομένους ἀλλήλων οὐδὲν ἀποδέουσι τῶν στεγανοπόδων. ἁπλῶς δὲ στεγανόποδα λέγει τὰ κυρίως στεγανόποδα, οἷον χῆνας καὶ τὰ ὅμοια, κατὰ δὲ τὸ μόριον ταὐτὸ στεγανόποδά φησι τὰ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους. λέγει δὲ τὰ πρανῆ τοῦ σώματος καὶ τὰ ὕπτια καὶ τὰ ἐπὶ τῶν τετραπόδων καλούμενα θώρακος μέρη ἐπὶ τῶν ὀρνίθων εἶναι ὁλοφυῆ, τουτέστι περιφερῆ καὶ στρογγύλα. λέγει δὲ τὰς πτέρυγας ἔχειν ἀπηρτημένας ἀπὸ τῶν βραχιόνων, λέγων βραχίονας ἐπὶ τῶν ὀρνίθων τὸ μόριον τὸ ἀναλογοῦν τῷ ἡμετέρῳ βραχίονι, τὸ δὲ λοιπὸν τὸ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ (ὠλέκρανον δ᾿ ἐστὶ δι᾿ οὗ κάμπτεται ὁ βραχίων) τὸ δὴ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ ἄχρι τοῦ τέλους μέρος πτέρυγας ὀνομάζει. ἔχουσι δὲ οἱ ὄρνιθες τὰ τελευταῖα τῶν οἰκείων βραχιόνων τὰ προσπεφυκότα τοῖς νώτοις, ταῦτα δὴ ἔχουσιν ἀντὶ ὠμοπλάτης. ἔχουσι δὲ καὶ τὰ σκέλη κεκαμμένα εἴσω πρὸς τὴν κοίαν, καὶ οὐκ ἔξωθεν ὥσπερ ὁ ἄνθρωπος. τὰς δὲ πτέρυγας, ἀνθ’ ὧν ἔχουσι τὰ τετράποδα τὰ πρόσθια σκέλη, ἔχουσι κεκαμμένας ἐπὶ τὸ περιφερές. τί δὲ τὸ ἔσω καὶ ἔξω καὶ περιφερές, εἴρηταί μοι ἐν ταῖς εἰς τὸ Περὶ ζῴων πορείας σχολαῖς· ἐκείνης γὰρ οἰκεῖα ταῦτα· ἐκεῖ γὰρ οὗτος περὶ τούτων προηγουμένως λέ|γει. ἐπεὶ οὖν τὸ μὲν στῆθος ἔχουσιν οἱ ὄρνιθες ὀξύ, τὰς δὲ πτέρυγας καὶ τοὺς βραχίονας οὑτωσὶ κεκαμμένους, εἰκότως συμβαίνει τὸ σῶμα αὐτῶν εἶναι ὁλοφυές, ἤτοι περιφερὲς καὶ στρογγύλον. ἐπεὶ δὲ [*](2 δὲ ante μὴ om. a 7 λέγει δὲ ὅτι a 11 ἐναντίως P 19 ἔχοντες P 26 ἀπὸ Pa Arist. codd. plcrique: ἀντὶ Arist. vulg. 28 et 29 ὀλενοκράνῳ et ὀλενόκρανον a 32 post ἀντὶ add. τῆς a 34 κεκαμμένα P 35. 36 ἐν ταῖς εἰς τὸ Περὶ ζῴων πορείας σχολαῖς] Ald. fol. 176v 38 οὕτως)

93
πάντα τὰ ἔναιμα τέτρασι σημείοις κινεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, ἐξ ἀνάγκης ἐστὶ δίπουν τὸ τῶν ὀρνίθων γένος. εἰ γὰρ ἦν τετράπουν, ἐκινεῖτο ἄν πλείοσι τῶν τεττάρων σημείων, τοῖς τέτρασι ποσὶ καὶ ταῖς δυσὶ πτέρυξιν· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων σημείων κινεῖται, ὡς ἐν ἐκείνοις δέδεικται. ὅτι δὲ καὶ ὁ ἄνθρωπος τέτρασι σημείοις κινεῖται, δύο μὲν τοῖς ποσὶ καὶ δύο δὲ τοῖς ὤμοις, δέδεικται καὶ τοῦτο ἐν ἐκείνοις. λέγει δὲ τοὺς ὄρνιθας εἶναι τονικοὺς καὶ ἰσχυροὺς κατὰ τὰ πτερύγια. λέγει δὲ καὶ πάντα ὅσα ζῳοτοκεῖται ἢ ᾠοτοκεῖται ἐν τῇ γενέσει ἔχειν ὀμφαλόν, τῶν δ᾿ ὀρνίθων αὐξηθέντων ἄδηλός ἐστιν. λέγει δὲ τὴν ἀκριβῆ τούτων αἰτίαν εἰπεῖν ἐν τοῖς Περὶ ζῴων γενέσεως, ἀλλὰ καὶ ἐνταῦθα λέγει ὅτι ἐπὶ τῶν ὀρνίθων ἡ σύμφυσις τοῦ ὀμφαλοῦ εἰς τὸ ἔντερόν ἐστιν, οὐδὲν δὲ ἔντερον δύναται ἐκτὸς εἶναι τοῦ θώρακος· διὰ τοῦτο εἰσερχόμενος ἄδηλος γίνεται ἐπὶ τῶν ὀρνίθων ὁ ὀμφαλός. ἐπὶ δὲ τῶν ζῳοτόκων ἐπειδὴ μόριόν τι τῶν φλεβῶν τυγχάνει ὂν ὁ ὀμφαλός, αἱ δὲ φλέβες δύνανται ἐκτὸς εἶναι καὶ περὶ τὸ δέρμα, εὐλόγως ἐστὶ φανερός. λέγει δὲ τοὺς πτητικοὺς ὄρνιθα ὡς πρὸς τὴν ἀναλογίαν τοῦ οἰκείου σώματος μεγάλας ἔχειν τὰς πτέρυγας καὶ τὰ ἐν ταύταις πτερά· τοῖς δὲ γαμψώνυξιν ἄχρηστα εἶναι τὰ πλῆκτρα, ὑπάρχειν δὲ μᾶλλον ταῦτα ἐν τοῖς τῶν βαρέων ὀρνίθων σκέλεσι, διὰ τὸ χρήσιμα εἶναι ἐν ταῖς πεζαῖς μάχαις. τούτοις δὲ τοῖς βαρέσιν ὄρνισι καὶ πεζεύουσιν οὐ μόνον ἄχρηστοί εἰσιν οἱ γαμψοὶ ὄνυχες, ἀλλὰ καὶ βλαβεροί· ἐμπηγνύμενοι γὰρ ἐν τῆ γῇ οὐκ ἐῶσιν αὐτοὺς ἀνεμποδίστως πορεύεσθαι. διὸ καὶ τὰ γαμψώνυχα πάντα χαλεπῶς πορεύεται ἢ οὐδὲ πορεύεται, ἀλλὰ ἅλλεται. οὐδεὶς δὲ τῶν ὀρνίθων ἅμα πλῆκτρά τε ἔχει καὶ ῥύγχους μέγεθος, ὁμοίως δὲ καὶ ὀνύχων μέγεθος ἐπὶ τῶν ποδῶν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἅμα δ’ ἄλλοθι καὶ ἄλλοθι ἕκαστα τούτων οὐ ποιεῖ. ἀσθενὴς γὰρ γίνεται ἡ ὕλη εἰς πολλὰ διασπωμένη, καὶ οὐκ ἀρκεῖ ἅμα εἰς γένεσιν πολλῶν. εἰσὶ δὲ οἱ δάκτυλοι τῶν μὴ ἁπλῶς στεγανοπόδων οἷον πλάται καὶ κῶπαι συνεχεῖς. λέγει δὲ καὶ ὅτι κἄν ἢ τῶν ἰχθύων τὰ πτερύγια κοπῇ ἢ τῶν στεγανοπόδων οἱ πόδες σχισθῶσιν, οὐκέτι νέουσιν. ἔνιοι δὲ τῶν ὀρνίθων μακροσκελεῖς εἰσι διὰ τὸ τὸν βίον τῶν τοιούτων ἐν ἕλεσι καὶ τέλμασιν εἶναι. ἡ δὲ φύσις ποιεῖ τὰ ὄργανα ὁμοίως καὶ ἡ τέχνη ἐπιτήδεια πρὸς τὰ ἔργα, ἀλλ’ οὐ τὰ ἔργα πρὸς τὰ ὄργανα. διὰ μὲν οὖν τὸ μὴ πλωτὰ εἶναι τὰ ἐν ἕλεσι ζῶντα οὔκ εἰσι στεγανόποδα, διὰ δὲ τὸ ἐν ὑπείκοντι, τουτέστιν ἐν πηλοῖς καὶ τέλμασιν εἶναι τὸν βίον αὐτῶν μακροσκελῆ καὶ μακροδάκτυλα. εἰ μὲν γὰρ ἦν ἐν τῇ ξηρᾷ ὁ βίος αὐτῶν, ἦσαν ἂν βραχυδάκτυλα, ἵνα μὴ προσπταίοντα βλάπτοιντο· ἐπειδὴ δὲ ἐν ὑπείκοντι, ἤγουν τέλματι, πεποίηκεν αὐτὰ ἡ φύσις μακροδάκτυλα. ἐπεὶ δὲ πτητικὰ [*](1 ἐν τοῖς Περὶ ζῴων πορείας] c. 6. 7 5 ἐν ἐκείνοις] c. 6 p. 707 a 20 6 ἐν ἐκείνοις] c. 5 p. 706 a 26 δὲ τοῖς ὤμοις] τῶν ὤμων P 9 post ὀρνίθων add. τῶν P ἄδηλόν ἐστιν P 10 ἐν τοῖς Περὶ ζῴων γενέσεως] cf. Γ 2 12 εἰσερχόμενος scripsi: εἰσερχόμνον P: εἰσερχομένου a 13 ἄδηλον a 23 post ὠὰ add. καὶ a δὲ] γὰρ P τῶν supr. vers. add. P 25 τὸ] τὸ δ᾿ P 29 σχιθῶσιν a 31 ὁμοίως καὶ—τὰ ὄργανα (32) om. P 36 προσπταίνοτες a)
94
μὲν οὔκ εἰσι τὰ ἐν τέλμασι καὶ ἕλεσι ζῶντα, ἐκ τῆς δ᾿ αὐτῆς ὕλης εἰσὶ πάντα ἤτοι τὸ ὀρροπύγιον, τὸ ῥύγχος, τὰ σκέλη, <οἱ> ὄνυχες, τὰ (ἐκ τῆς γεώδους γάρ) ἡ μέλλουσα καταναλίσκεσθαι ὕλη εἰς αὔξησιν εἰς τὰ σκέλη καταναλισκομένη· τὰ μὲν σκέλη ηὔξησεν, ἐκεῖνο δὲ βραχύτατον ἐγεγόνει. καὶ τὰ μὲν μακροσκελῆ τὴν πτῆσιν ποιεῖται εἰς τὸ ὄπισθεν ἀποτείνοντα τὰ σκέλη (χρῆται γὰρ αὐτοῖς ἀντὶ πηδαλίου, ὥσπερ ἄλλα τῷ ὀρροπυγίῳ), τὰ δὲ βραχυσκελῆ τῷ μὲν ὀρροπυγίῳ, ὡς εἴρηται, χρώμενα ἀντὶ πηδαλίου, τὰ σκέλη ἔχουσι πρὸς τῇ γαστρί. ἀλλὰ τοῖς μὲν βραχυσκελέσιν ὄντα πρὸς τῇ γαστρὶ οὐκ ἐμποδίζει πρὸς τὴν πτῆσιν, τοῖς δὲ γαμψώνυξιν ὄντα ἐν αὐτῇ καὶ συμβάλλεται μεγάλα πρὸς ἁρπαγήν· ἐν τῇ γαστρὶ γὰρ κείμενα εὐκόλως ἁρπάζουσι τὰ διωκόμενα. λέγει δὲ τοὺς ἔχοντας λεπτὸν καὶ μακρὸν τὸν αὐχένα ἵπτασθαι συγκάμπτοντας αὐτόν· οὐδαμῶς γὰρ θραύεται, διὰ τὸ ὡσπερεὶ σκέπεσθαι καὶ φυλάττεσθαι ὑπὸ τῶν καμπῶν. πάντες δὲ οἱ ὄρνιθες ἔχουσιν ἰσχίον. ἐκεῖσε δὲ ἔχουσι τοῦτο κείμενον, ὅπου οὐκ ἂν ὑπονοήσειέ τις ὅλως εἶναι ἰσχίον· ἐντὸς γὰρ ἔχουσι τοῦτο τοῦ θώρακος κείμενον, ἐφεξῆς δὲ τῷ ἰσχίῳ τὸν μηρὸν συνεχῆ μὲν τῷ ἰσχίῳ, ἐκτὸς δὲ τοῦ | θώρακος. ἴσχει δὲ καὶ ἰσοδυναμεῖ τὸ τοιοῦτον ἰσχίον δύο μηροῖς· τείνει γὰρ μέχρι μέσης τῆς γαστρός. αἴτιον δὲ τοῦ τετάσθαι μέχρις αὐτῆς τὸ δίπουν εἶναι τὸ τῶν ὀρνίθων γένος καὶ μὴ ὀρθόν, ὥστε εἴ γε βραχὺ τὸ τῶν ὀρνίθων γένος εἶχε τὸ ἰσχίον καὶ ἀπὸ τῆς ἕδρας ἀρχόμενον καὶ μὴ ἐρηρεισμένον μέχρι μέσης τῆς γαστρός, εἶτα τὸ σκέλος εὐθὺ ἐχόμενον, ὥσπερ ἐν τοῖς ἀνθρώποις καὶ τετράποσιν ἔχει, εἰ δὴ οὕτως εἶχεν, ἠδυνάτει ἂν ὅλως ἑστάναι. ὁ μὲν γὰρ ἄνθρωπος, καίτοι οὕτως ἔχων δύναται ὀρθὸς ἑστάναι, ὅτι φύσει ἐστὶν ὄρθιος καὶ οὐ νανώδης· οἱ δὲ ὄρνιθες οὔτε ὄρθιοι καὶ νανώδεις, οὔτε πρόσθια σκέλη ἔχουσιν. ἀντὶ οὖν τῶν προσθίων σκελῶν μακρὸν ἡ φύσις τὸ ἰσχίον ποιήσασα εἰς μέσον προσήρεισεν. ὑπέθηκε δὲ ἡ φύσις τοῖς ὄρνισι τὰ σκέλη ὅπου καὶ κεῖνται, ὅπως μήτε ἔμπροσθεν τοῦ σώματος ῥέποντος μήτε ὄπισθεν, ἀλλ᾿ ἰσορρόπου τοῦ βάρους ὄντος, μικρὸν πάμπαν εἰς τοὔπισθεν παρεγκλίνοντος ἀνεμποδίστως δύνηται τὴν πορείαν ποιεῖσθαι. λέγει δὲ καὶ πάντας ὄρνιθας τέσσαρας ἔχειν τοὺς δακτύλους, τρεῖς μὲν ἔμπροσθεν, ἕνα δ᾿ ὄπισθεν. ἐπὶ δὲ τῶν μακρῶν δοκεῖ ἐλλείπεν ὁ ὄπισθεν δάκτυλος διὰ τὸ βραχύτατος εἶναι, ὥσπερ ἐπὶ τῆς κρεκὸς.

[*](p. 695b2)

Τὸ δὲ γένος, φησί, τῶν ἰχθύων μᾶλλον τῶν πτηνῶν κεκολόβωται καὶ ἐστέρηται τῶν ἐκτὸς μορίων. οἱ μὲν γὰρ ὄρνιθες κἄν ἐστέρηνται χειρῶν, ἀλλ᾿ ἔχουσιν ἀντ᾿ αὐτῶν πτέρυγας, οἱ δ᾿ ἰχθύες οὔτε σκέλη οὔτε πτέρυγας οὔτε χεῖρας ἔχουσι. τὸ δὲ ὅλον περὶ τῇ κεφαλῇ τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς ἴσον ἐστὶ τῷ ῾ἀλλ᾿ ὅλον τὸ κύτος [*](2 οἱ addidi 11 καμπτῶν P 15 ὅλως orn. P 24 ὀρθῶς P 28 ῥέποντα P 29 ὄντα Ρ παρεκκλίνοντος a 30 δύνανται P πάντα ὄρνιθα Ρ 37 περὶ τῇ κεφαλῇ P Arist. SU: περὶ τὴν κεφαλὴν a: ἀπὸ τῆς κεφαλῆς Arist. vulg. 38 ἴσον ἐστὶ τῷ—τῆς οὐρᾶς (p. 95,3) in marg. add. simulque ἐπήγαγε iterat P ὅλου a)

95
τὸ σῳμα τῶν ἰχθύων τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς συνεχὲς καὶ ἕν ἐστιν ὡσπερεὶ κύλινδρος, μὴ ἔχον διαρθρώσεις ποδῶν ἢ χειρῶν᾿. εἰπὼν δὲ ὅτι συνεχές ἐστι μέχρι τῆς οὐρᾶς, ἐπήγαγε ταύτην δὲ τὴν οὐρὰν οὐχ ὁμοίαν ἔχουσι πάντες οἱ ἰχθύες, ἀλλ᾿ οἱ μὲν παραπλησίαν, τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν, ὥσπερ βάτος. τὸ δὲ ἡ ἐκεῖθεν γὰρ αὔξησις γίνεται εἰς τὸ πλάτος δηλωτικόν ἐστι τοῦ ‘ἡ ὕλη μέλλουσα καταναλωθῆναι εἰς τὸ αὐξῆσαι καὶ μακρὰν ποιῆσαι τὴν οὐρὰν καταναλίσκεται εἰς τὸ πλάτος᾿. καὶ διὰ τοῦτο αἱ τρυγόνες καὶ εἴ τι ἕτερον τοιοῦτον σέλαχός ἐστιν, ἀντὶ μακροῦ καὶ ἀκανθώδους βραχὺ καὶ σαρκῶδες ἔχουσι τὸ οὐραῖον διὰ τὴν αὐτὴν αἰτίαν, <δι᾿> ἥνπερ καὶ αἱ νάρκαι. τὸ δὲ τῶν μὲν οὖν τοιούτων ἀκανθῶδες καὶ μακρὸν οὐ περὶ τῶν τρυγόνων εἴρηται καὶ ναρκῶν, ἀλλὰ καὶ περὶ ὧν πρὸ ὀλίγου εἴρηκεν εἰπὼν [δὲ] δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν. λέγει δὲ καὶ ὅτι οἱ βάτραχοι διὰ τὸ μὴ σαρκῶδες ἔχειν τὸ πλάτος τὸ ἐμπρόσθιον, τὸ ἀφῃρημένον ἐκεῖθεν σαρκῶδες πρὸς τὸ ὄπισθεν ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν. οὐκ ἔχουσι δὲ κῶλα ἀπηρτημένα οἱ ἰχθύες, ὅτι νευστική ἐστιν ἡ φύσις αὐτῶν καὶ οὐ πορευτική, τοῖς δὲ πορευτικοῖς ἁρμόζει τὰ κῶλα πρὸς τὴν πορείαν. ἄλλως τε ἐπειδὴ τέτταρα ἔχουσι πτερύγια, εἴπερ εἶχον καὶ πόδας, ἐκινοῦντο ἂν πλείοσιν ἢ τέτρασι σημείοις ἔναιμα ὄντα· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων κινεῖται σημείων. ἔχουσι δὲ τῶν ἰχθύων ὅσοι μὴ πλατεῖς τέτταρα πτερύγια· ὁ γὰρ βάτος καὶ ἡ τρυγὼν πλατεῖς εἰσι. λέγει δὲ τὰ ὀφιώδη τῶν ἰχθύων, οἷόν ἐστιν ἡ σμύραινα, μὴ ἔχειν πτερύγια, ἀλλὰ ταῖς καμπαῖς κινεῖσθαι, ὥσπερ καὶ οἱ ὄφεις· οἱ γὰρ ὄφεις καὶ ἐν τῇ γῇ τὴν πορείαν καὶ ἐν τῷ ὕδατι τὴν νεῦσιν διὰ τῶν καμπῶν ποιοῦνται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται. οἱ δὲ ὀφιώδεις τῶν ἰχθύων εἴπερ εἶχον πτερύγια, τέτταρα ἄν εἶχον αὐτά· πᾶν γὰρ ἔναιμον τέτταρσι κινεῖται σημείοις. ἢ οὖν πρὸς τῇ κεφαλῇ καὶ σύνεγγυς εἶχον ἂν αὐτά, καὶ μόλις ἄν ἐκινοῦντο διὰ τὸ πολὺ τὸ ὀπίσθιον εἶναι σῶμα, ἢ ὄπισθεν, καὶ τὸ αὐτὸ ἄν καὶ οὕτω συνέβαινεν, ἢ τὰ μὲν δύο πρὸς τῇ κεφαλῇ, τὰ δὲ δύο πρὸς τῇ οὐρᾷ, καὶ πάλιν κακῶς ἄν ἐκινοῦντο διὰ τὸ πολὺ εἶναι τὸ μεταξὺ τῶν κινητικῶν σημείων. τὰ δὲ προμήκη τῶν ὀφιωδῶν καὶ ἔχοντα δύο πτερύγια κέχρηνται τῇ κάμψει ἀντὶ δύο πτερυγίων. ὅτι δὲ καὶ διὰ τῶν κάμψεων κινήσεις γίνονται, ὥσπερ καὶ διὰ ποδῶν καὶ πτερύγων, δέδεικται ἐν τῷ Περὶ ζῴων πορείας. διὰ μὲν οὖν τὰς κάμψεις ἔνυδρα ὄντα ἕρπουσιν ἐν τῇ ξηρᾷ, διὰ δὲ τὸ ὀφιώδη εἶναι καὶ ζῶσιν ἐν αὐτῇ πολὺν χρόνον, καὶ τὰ μὲν οὐκ εὐθὺ ἀσπαρίζει καὶ θνήσκει, ἀλλὰ μετὰ βραχύν τινα χρόνον, τὰ δὲ ὄντα οἰκεῖα | τῆς πεζῆς φύσεως ἧττον, ἀντὶ τοῦ βραδέως, ἀσπαρίζει καὶ θνήσκει. τῶν δὲ ἐχόντων [*](2 ὥσπερ a κύλινδρος ex κύλινδρον corr. P ἔχων a ἡ] καὶ P 5 βάθος a ἡ ora. P 10 δι’ ἥνπερ Arist.: ἥνπερ libri 12 δὲ delevi 13 δὲ post τῶν om. a 15 πρὸς τἄ ὄπισθεν a 19 post ἂν add. καὶ a 22 μύραινα a πτερύγιον a 24 τῶν om. a 24. 25 et 33 ἐν τοῖς Περὶ ζῴων πορείας] c. 9 26 σημείοις κινεῖται coll. a 31. 32 κέκτηνται τὴν κάψιν a)
96
δύο πτερύγια ἐν τοῖς πρανέσιν ἔχει ταῦτα, ὅσα μὴ κωλύεται διὰ τὸ πλάτος. ἐπειδὴ γὰρ τὰ πτερύγια διὰ τὸ νεῖν ἔχει, εἴπερ ἔχει ταῦτα ἐν τῷ πρανεῖ καὶ οὐχ ὑπὸ τὴν κοιλίαν πλατέα ὄντα, κωλυόμενα τὰ πτερύγια ὑπὸ τοῦ πλάτους τοῦ ἰχθύος ἅπτεσθαι καλῶς καὶ ἐπιτηδείως πρὸς νεῦσιν τοῦ ὕδατος, οὐκ ἄν συνεργήσειε πρὸς τὴν νεῦσιν. ὥσπερ γὰρ εἰ ἦν ἥδε ἡ θύρα ἰχθύς, εἶχε δὲ ἐν τῷ πρανεῖ τὰ πτερύγια, οὐκ ἄν ἥπτοντο τοῦ ὕδατος, κἂν ἥπτοντο, ἀλλά γε πρὸς νεῦσιν οὐκ ἂν ἦν ἐπιτήδειος ἡ ἁφή, οὕτω καὶ ἐν ἐκείνοις συμβαίνειν ἔδει. ἰστέον δὲ ὅτι τὰ ἔχοντα δύο πτερύγια πρὸς τῇ κεφαλῇ ταῦτα ἔχει διὰ τὸ μὴ ἔχειν μῆκος τὸν τόπον τῆς κεφαλῆς, ὅπερ μῆκος καμπτόμενον ἀντὶ πτερυγίων τὴν κίνησιν ποιήσεται· εἰ γὰρ ἦν προμήκης ἡ κεφαλή, ἐκάμπτετο ἂν καὶ τὴν τῶν πτερῶν χρῆσιν ἀνεπλήρουν αἱ καμπαί. καὶ ἐν μὲν τῇ κεφαλῇ ἔχουσι τὰ πτερύγια διὰ ταύτην τὴν αἰτίαν, ἐν δὲ τῇ οὐρᾷ οὐκ ἔχουσι διὰ τὸ πρόμηκες εἶναι τὸ τῶν ἰχθύων σῶμα. οἱ δὲ βάτοι καὶ τὰ λοιπὰ σελάχη ἀντὶ τῶν πτερυγίων τῷ ἐσχάτῳ καὶ πρὸς τῇ οὐρᾷ πλάτει νέουσιν. ἡ δὲ νάρκη καὶ ὁ βάτραχος τὰ ἐν τῷ πρανεί κάτω, τουτέστι τὰ πτερά, ἅπερ ἔχουσιν ἐν τῷ πρανεῖ, κάτω καὶ πρὸς τῇ οὐρᾷ ταῦτα ἔχουσι. πλατεῖς γὰρ ὄντες πρὸς τῇ κεφαλῇ, εἴπερ εἶχον τὰ πτερύγια ἐν τῷ ἐν αὐτῇ πρανεῖ, οὐδὲν ἂν ὠφέλει αὐτοὺς πρὸς τὴν νεῦσιν. ἃ δὲ ἔχουσιν ἐν τοῖς ὑπτίοις πτερύγια, πρὸς τῇ κεφαλῇ ταῦτα ἔχουσιν· οὐ γὰρ κωλύει ταῦτα ὑπὸ τὴν γαστέρα ὄντα τὸ πλάτος ἅπτεσθαι τοῦ ὕδατος καὶ κινεῖσθαι· τῶν γὰρ ἐν τοῖς πρανέσιν ὄντων πτερυγίων ἐστὶ κωλυτικὸν τὸ πλάτος. τὸ δὲ ἀλλ’ ἀντὶ τοῦ ἄνω ἐλάττω ταῦτα τῶν ἐν τῶ πρανεῖ ἔχει τοιοῦτον ἄν εἴη· ‘ἐπειδὴ τὰ ἄνω μέρη τῶν ζῴων τιμιώτερά τῶν κάτω, τὰ τὸν ἄνω τόπον κατέχοντα πτερύγια πεποίηκεν ἡ φύσις ἐλάττω, τὰ δὲ κατὰ τὸν κάτω μείζω, κἀνταῦθα δὴ ἀντανίσωσιν ἡ φύσις ποιήσασα᾿.

[*](p. 696b2)

Εἰπὼν δὲ ὅτι τὰ ἔχοντα βράγχια τὰ μὲν ἐπικαλύμματα ἔχει ἐν τοῖς βραγχίοις, οὐκ ἀνταπέδωκε τὸν μέν σύνδεσμον πρὸς τὸν δέ. ἔχει οὖν πάντα τὰ σελάχη ἐπικαλύμματα τοῖς βραγχίοις· διὰ <γὰρ> τὸ χονδράκανθα καὶ διὰ τοῦτο μαλακόσαρκα ἀλλ’ οὐ σκληρόσαρκα οὐ κεκώλυται τὸ περὶ τὴν κεφαλὴν δέρμα κατέρχεσθαι καὶ ἐπικαλύπτειν τὰ βράγχια. ὁ γὰρ χόνδρος καὶ μάλιστα ὁ ἐν τοῖς ἰχθύσι μαλακός· εἰ δὲ οὗτος, καὶ ἡ λοιπὴ σάρξ· εἰ γὰρ ὁ χόνδρος ὁ ἀναλογῶν ὀστῷ μαλακός, δηλονότι καὶ ἡ λοιπὴ σάρξ. ἔτι αἱ κινήσεις τῶν μὲν ἀκανθωδῶν, ἤτοι τῶν μὴ ἐχόντων τὰς ἀκάνθας χονδρώδεις καὶ μαλακάς, ἀλλὰ σκληράς, τούτων αἱ κινήσεις βραδεῖαι τῷ μὴ ταχέως κάμπτεσθαι διὰ τὴν σκληρότητα· πᾶσα δὲ κίνησις, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, κατὰ ἔκτασιν καὶ κάμψιν τῶν κώλων γίνεται. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ τὰς κινήσεις τῶν ἐπικαλυμμάτων ταχείας εἶναι. ἐπειδὴ γὰρ ὥσπερ ἡμῖν αἱ ῥῖνες πρὸς ἀναπνοὴν καὶ ἐκπνοήν [*](1 κωλύονται P 5 συνεργήσειε scripsi: συνεργήσῃ libri 6 κἄν ἥπτετο a 10 post ἀντὶ add. τῶν a 16 τουτούστι P 22 τῶν] τῶ P 25 κατὰ τὸν κάτω] κτὰ P 27 οὐκ—τὸν δέ] cf. Arist. (p. 696b3) SU 28 γὰρ addidi 32. 33 εἰ γὰρ ὁ—λοιπὴ σάρξ in marg. add. P 33 μὲν ex μὴ coir. P: μὴ a 3() ἐν τοῖς Περὶ ζῴων πορείας] c. 9)

97
εἰσιν, οὕτω καὶ τοῖς ἰχθύσιν ἡ τῶν βραγχίων φύσις, ἀλλὰ μὴν ἡ ἐκπνοὴ ταχέως γίνεται, δεῖ ἄρα καὶ τὰ ἐπικαλύμματα τῶν βραγχίων τάχιστα κινεῖσθαι, ὅπως μὴ ἐμποδίζοι τὴν οἷον ἀναπνοὴν καὶ ἐκπνοὴν αὐτῶν. καὶ διὰ τὸ δεῖν ταχεῖαν τὴν τῶν ἐπικαλυμμάτων συστολὴν καὶ διαστολὴν γίνεσθαι διὰ τὴν ἐκπνοήν φησιν ὅτι ἐν τοῖς σελαχώδεσιν οὐ μόνον τὰ ἐπικαλύμματα ἀνοίγεται καὶ κλείεται, ἀλλὰ καὶ αὐτῶν τῶν πόρων, οὓς ἐν ἑαυτοῖς ἔχει τὰ βράγχια, συναγωγὴ καὶ διαστολὴ γίνεται ὅπως πλείων ᾖ ἡ ἐκπνοή ἀνοιγόμενοι γὰρ καὶ οἱ πόροι δέχονται τὸ ὕδωρ ὥσπερ καὶ τὰ ἐπικαλύμματα, κλειόμενοι δὲ ἀφ’ ἰᾶσι. δηλοῖ δὲ διὰ τῆς ἐκπνοῆς ἅμα καὶ τὴν εἴσπνευσιν. τοῦ δὲ τοὺς μὲν ἔχειν τῶν ἰχθύων τὰ βράγχια διπλᾶ, ὥσπερ τις πόλις δυσὶ τείχεσι περιπεφραγμένη, καὶ τοῦ μὲν ἐντὸς ὄντος καὶ περιεχομένου, τοῦ δ᾿ ἐκτὸς καὶ περιέχοντος, τοῦ μὲν δὴ τοὺς | μὲν ἔχειν ταῦτα διπλᾶ, τοὺς δὲ ἁπλᾶ αἴτιον ἡ ὀλιγότης καὶ τὸ πλῆθος τοῦ περὶ τὴν καρδίαν θερμοῦ. τὰ μὲν γὰρ ἔχοντα πολὺ τὸ θερμὸν δεῖται καὶ πλείονος τῆς ἐμψύξεως, γίνεται δὲ ἡ ἔμψυξις καὶ πλείων καὶ ταχεῖα ὑπὸ τῶν πλειόνων βραγχίων· διὰ τοῦτο οὖν ἔχουσι τὰ βράγχια διπλᾶ, τὰ δὲ ὀλίγον ἔχοντα τὸ θερμὸν ἀπλᾶ, διότι καὶ ἐλάττονος δεῖται τῆς καταψύξεως. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν θάττω γὰρ καὶ ἰσχυροτέραν τὴν κίνήσιν δεῖ εἶναι τοῖς πλείω ἔχουσι θερμότητα τὴν κίνησιν ἀντὶ τοῦ κατάψυξιν εἴληφε· δεῖ γὰρ θάττω καὶ ἰσχυροτέραν γίνεσθαι τὴν κατάψυξιν τοῖς ἔχουσι πολλὴν θερμότητα. ἔχει δὲ τὰ πλείω βράγχια φύσιν θάττω καὶ ἰσχυροτέραν ποιεῖν τὴν κατάψυξιν τῶν ἐλαττόνων· τὰ γὰρ ἐλάττονα βράγχια καὶ βραδεῖαν καὶ ἀσθενεστέραν ταύτην ποιεῖται. καὶ διὰ τοῦτο ἔνια τῶν ἐχόντων τὰ βράγχια ἐλάττω καὶ ἁπλᾶ καὶ ἧττον ἐγκρατῆ, τουτέστιν οὐδαμῶς ἰσχυρά, ἀλλὰ ἀσθενῆ (τὸ γὰρ ἧττον ἐγκρατῆ ἀντὶ τοῦ ἰσχυρὰ εἴληπται· ἰσχυρὰ μὲν γὰρ καὶ ἰσχυρὰν καὶ ταχεῖαν ποιεῖται τὴν κατάψυξιν τὰ διπλᾶ καὶ πολλὰ βράγχια, ἀσθενῆ δὲ ταύτην ποιεῖται τὰ ἁπλᾶ, καὶ ἐπὶ τούτῳ καὶ ἡ ἀπ’ αὐτῶν κατάψυξις ἀσθενής) διὰ τὸ ὀλίγον οὖν ἔχειν τὸ θερμὸν καὶ διὰ τοῦτο καὶ βράγχια ὀλίγα, ἔνια αὐτῶν ἔξω τοῦ ὕδατος δύνανται ζῆν πολὺν χρόνον. τὰ μὲν <οὖν> ἔχοντα πολλὰ διὰ τὸ περὶ τὴν καρδίαν πολὺ θερμὸν καὶ δεόμενα πολλῆς τῆς καταψύξεως ἅμα τῷ ἐξελθεῖν τοῦ ὕδατος θνήσκει· οὐ γὰρ δύναται ὁ ἀὴρ τοσαύτην αὐτοῖς τὴν κατάψυξιν ἐμποιεῖν ὁπόσην τὸ ὕδωρ· τὰ δὲ ἔχοντα βράγχια ὀλίγα διὰ τὸ καὶ θερμὸν ὀλίγον δύναται ἔξω πολὺν χρόνον ζῆν. διὰ τί; ὅτι οὐ δεῖται πολλῆς τῆς καταψύξεως. καὶ ταῦτα μὲν οὕτως.

[*](p. 696b23)

Τὰ δὲ στόματα τὰ μὲν ἔχει καταντικρὺ καὶ εἰς τὸ πρόσθεν, ὥσπερ λάβραξ, σκόμβρος, κέφαλος, τὰ δὲ ἐν τοῖς ὑπτίοις, ὥσπερ δελφὶς καὶ τὰ [*](3 ἐμποδίζοιεν a 7 ᾖ om. Ρ 9 κλειόμενα Ρ 10 post τοῦ δέ add. τὸ Ρ 13 τὰ δὲ a 14 τῆς om. a 17 καταψύχεως a 22 ἐλάττω a 24 τὰ supr. vers. P 27 ταύτην ποιεῖται fort, delendum 29 διὰ τοῦτο καὶ om. P 30 οὖν addidi 33 αὐτῆς a 34 καὶ τὸ θερμὸν a 37 λάβραξ scripsi: λαύρας· libri Comment. in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 7)

98
σελαχώδη. ταῦτα δὲ τὰ σελαχώδη τὸν μὲν ἄλλον ἅπαντα χρόνον, καθ’ ὅν τε νεῖ καὶ ἠρεμεῖ, τὰ μὲν ὕπτια ἔχοντα, ὥσπερ καὶ τὰ τετράποδα τῶν ζῴων, πρὸς τῆ γῇ, τὰ δὲ πρανῆ ἄνω καὶ πρὸς τὸν οὐρανόν, ὅταν μέλλῃ λαβεῖν τὴν τροφήν, στρέφεται, καὶ τὰ μὲν πρανῆ ἔχει πρὸς τῇ γῇ, τὰ δὲ ὕπτια ἄνω καὶ οὕτω θηρεύει. πεποίηκε δὲ ἡ φύσις τὰ σελαχώδη λαμβάνειν τὴν τροφὴν στρεφόμενα διὰ τρεῖς αἰτίας, μίαν μὲν διὰ τὴν σωτηρίαν τῶν ὑπ᾿ αὐτῶν ἀγρευομένων ἰχθύων. φεύγουσι γὰρ καὶ σώζονται βραδυνόντων τῶν σελαχωδῶν ἐν τῇ στρέψει· οὐ γὰρ τάχιον δύναται στρέφεσθαι πλατέα ὄντα· ὄντων οὖν ζῳοφάγων, ἀλλ’ οὐ ποηφάγων πάντων τῶν σελαχωδῶν, πρόνοιαν ποιουμένη ἡ φύσις τῶν ὑπ’ αὐτῶν θηρευομένων πεποίηκεν αὐτὰ στρεφόμενα λαμβάνειν τὴν τροφήν. διὰ μίαν μὲν οὖν αἰτίαν ταύτην στρέφεται τὰ σελαχώδη, <δι’> ἄλλην δὲ ἐπειδὴ ἀδηφάγα ἐστὶ καὶ λαίμαργα, στρέφεται, ἵν᾿ βραδέως λαμβάνοντα τὴν τροφήν, μὴ ἑτοίμως, ὀλιγοτροφῇ καὶ μὴ φθείρηται ὑπὸ τοῦ κόρου· εἰ γὰρ πρὸς τὴν ἐπιθυμίαν καὶ τὸ λαίμαργον αὐτῶν ἀναλόγως ἐδίδοτο αὐτοῖς ἡ τροφή, ἐφθείρετο ἄν. οὕτω γάρ ἐστιν ἡ τοὐ λόγου συνέχεια· ἀλλὰ καὶ γραπτέον αὐτὴν τοῦ σαφοῦς ἕνεκα ἀλλὰ καὶ πρὸς τὸ μὴ ἀκολουθεῖν τῇ λαιμαργίᾳ τῇ περὶ τὴν τροφήν· ῥᾷον γὰρ λαμβάνοντα διεφθείρετο ἀν’ ταχέως διὰ τὴν πλήρωσιν, καὶ προσυπακουστέον τοῦ ῾ πεποίηκεν αὐτὰ στρέφεσθαι’. τὸ δὲ πρὸς τούτοις περιφερῆ καὶ λεπτὴν ἔχοντα τὴν τοῦ ῥύγχους φύσιν οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν μεταξὺ παρεμβέβληται· ἔστι δὲ ἡ τρίτη αἰτία, δι’ ἣν στρεφόμενα λαμβάνει τὴν τροφήν. ὃ δὲ καὶ δι’ αὐτῆς λέγει, τοιοῦτόν ἐστι πρὸς δὲ τοῖς εἰρημένοις ἔχοντα τὰ σελαχώδη τὴν τοῦ ῥύγχους, τουτέστι τοῦ στόματος, φύσιν περιφερῆ καὶ στρογγύλην, ἀλλ’ οὐκ ὀξεῖαν ὥσπερ οἱ σκόμβροι καὶ τὰ ἄλλα, ἔχοντα οὖν τοιαύτην τὴν τοῦ στόματος φύσιν καὶ ὑπὸ τὰ ὕπτια, ἀλλ’ οὐκ ἔμπροσθεν, οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν, τουτέστιν οὐχ οἷόν τε κάλλιον οὕτως τὴν θήραν ποιεῖν, ἡ μᾶλλον οὐχ οἷόν τε καλῶς τὴν τροφὴν διαιρεῖν (ἐξέπιπτε γὰρ ἂν τοῦ στόματος), ἀλλὰ αὐτὴν κάλλιστα στρεφόμενοι’. ἔτι δὲ ἔχουσι διαφορὰς τὰ πρὸς ταῖς εἰρημέναις καὶ ἐν τῷ 1 τὰ μὲν ἀνερρωγὸς ἔχειν τὸ στόμα, τὰ δὲ μύουρον ἤτοι <μὴ> ἀνερρωγός, ἢ μύουρον ἀντὶ τοῦ ἐκ πλατέος εἰς λῆγον· τοιαύτη γὰρ καὶ ἡ τῶν μυῶν οὐρά. εἰπὼν δὲ καὶ ὅτι τὸ δέρμα οἱ μὲν ἔχ’ οὖσι λεπιδωτόν, λέγει καὶ διὰ τί πίπτει ἐξ αὐτῶν ἡ λεπίς· διὰ γὰρ λαμπρότητα, φησί, καὶ λεπτότητα. λαμπρὰ γὰρ οὖσα καὶ λεία καὶ καθαρά, καὶ μηδὲν ὅλως ἔχουσα γλίσχρον, ἵν’ ὑπ’ αὐτοῦ ὥσπερ ὑπὸ κόλλης συνέχηται, ἐκπίπτει. σαφὴς δ’ ἄν ἦν ἡ λέξις, εἰ ἀντὶ τοὐ ἡ γὰρ λεπὶς διὰ [*](2 τἄ καὶ coll. a 3 ante ὅταν add. καὶ P 7 αὐτῶν ex αὐτὴν corr. P 8 δύνανται a 9 ποοφάγων a 12 δι’ addidi ἀδδηφάγα P στρέφοντι a 13 post τροφήν adil. καὶ a 16 σαφοῦς ex σαφῶς corr. P 19 τοῦ] τὸ a 21 post μεταξὺ add. γὰρ a 23 post τουτέστι add. τὴν a 24 στόματος ex σώματος corr. Ρ 29 στρεφομένην (ex τρεφομένην corr.) P διάφορα a 31 μὴ addidi)
99
λαμπρότητα ῾ἡ δὲ λεπὶς διὰ λαμπρότητα᾿· οἶμαι γὰρ ὅτι τὸ γάρ οὐκ ἔστιν αἰτιολογικὸς σύνδεσμος, ἀλλ’ ἀντὶ τοῦ δέ συνδέσμου εἴληπται. οὐδεὶς δέ, φησί, τῶν ἰχθύων ἔχει ὄρχεις, διὰ τὸ μὴ ἔχειν μήτε κύστιν μηδὲ γίνεσθαι ἐν αὐτοῖς περίττωμα ὑγρόν, οὐδὲ οἱ ὄφεις ἔχουσιν ὄρχεις· αλλα καὶ οἱ ἰχθύες καὶ οἱ ὄφεις τὸν πόρον, ὃν ἔχουσιν εἰς τὴν ἄφεσιν τοῦ ἐκ τῆς τροφῆς περιττώματος, τὸν αὐτὸν ἔχουσι καὶ εἰς τὴν τῶν περὶ τὴν γένεσιν, ἤτοι τῶν σπερμάτων. αἱ δὲ φάλαιναι, φησί, καὶ οἱ δελφῖνες δεχόμενοι ἐν τῇ κατὰ τὸ στόμα εἰσόδῳ θαλάττιον ὑγρὸν ἀφιᾶσι τῇ κατὰ τὸν αὐλὸν ἐξόδῳ· δέχονται μὲν γὰρ διὰ τοῦ στόματος, ἀφιᾶσι δὲ διὰ τοῦ αὐλοῦ. ὁ δ’ αὐλὸς οὗτος κεῖται πρὸ τοῦ ἐγκεφάλου, ἤτοι ἐν τῷ μορίῳ τῷ ἀναλογοῦντι βρέγματι· εἴ γὰρ ἔκειτο ὄπισθεν κατὰ τὸ μόριον τὸ ἀναλογοῦν τῶ ἰνίῳ, διελάμβανεν ἄν ἀπὸ τῆς ῥάχεως αὐτόν, τουτέστι διεχώριζεν ἂν ὁ αὐλὸς τὸν ἐγκέφαλον ἀπὸ τοῦ ῥαχίτου μυελοῦ καὶ ἐνεπόδιζεν αὐτὸν ἅπτεσθαι αὐτοῦ. ἀλλ’ ἀνάγκη, ὥσπερ εἴρηται πρότερον, τὸν ῥαχίτην μυελόν, θερμὸν ὄντα, ἅπτεσθαι τοῦ ἐγκεφάλου, ἵνα εἰς συμμετρίαν ἄγῃ τὸ ἄγαν αὐτοῦ ψυχρόν. ἐπειδὴ δὲ τὸ θερμόν ἐστιν αἴτιον τοῦ κινεῖσθαι τὰ ζῷα, ἔχει ὁ δελφὶς καὶ τὰ μεγάλα τῶν θαλαττίων ζῴων πνεύμονα ὄντα πλήρη θερμότητος αἱματικῆς. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου. ὧδε μὲν οὖν πεπλήρωται πᾶσα ἡ Περὶ ζῴων μορίων Ἀριστοτέλους πραγματεία καὶ αἱ εἰς αὐτὴν σχολαί.

[*](1 δέ] sic Arist. vulg. 4 ἐν om. a 8 θαλάττιον scripsi: ἔλαττον libri 17 ὄντα om. P 18 ἕως—τέλους] ἐστὶ a 19 post μορίων add. ἡμῖν a 20 αὐτά P post σχολαί add. τέλος a, sed infra separatim haec subicit: Absolutis iam scholiis Ephesii, in quodam scripto codice haec praeterea inveni: quae cuicuimodi sunt, adscribere libuit. Videntur autem declarationes alicuius esse, qui explananda ceusuerit, quae, ut dilucida in extreme libro, reliquerat scholiastes.)[*](Εἰς τὸ [Αἱ φῶκαι καὶ αἱ νυκτερίδες διὰ τὸ ἐπαμφοτερίζειν αἱ μέν τοῖς ἐνύδροις πεζοῖς.] τῇ δὲ τὰ μέν κοινωνεῖν τοῖς ἐνύδροις φησὶ: τῇ δὲ τοῖς πεζοῖς τοιοῦτον ἐστὶν. τῇ μὲν, τοῖς πτηνοῖς: τῇ δέ τοῖς πεζοῖς. τὸ δὲ [Αἵ τε γὰρ φῶκαι ὡς μὲν ἔνυδροι πόδας ἔχουσιν: δὲ πεζαὶ, πτερύγια.] τοιοῦτον ἐστὶν: τὰς φώκας ἐπειδὴ ἔνυδροι εἰσὶν, ἔδει μὴ ἔχειν πόδας: οὐδὲν γὰρ ἔνυδρον πόδας ἔχει. ἐπειδὴ δ’ ἔχει, κοινωνεῖ κατὰ τοῦτο τοῖς πεζοῖς, καὶ εἰσὶ διὰ τοῦτο αὐτὸ πεζὰ. πάλιν ἐπειδὴ πτερύγια ἔχει, κοινωνεῖ τοῖς ἐνύδροις: ὑγρῶν γὰρ τὸ πτερύγιον ἔχειν, ἀλλ’ οὐ πεζῶν. ἰστέον δέ τὸ διὰ τί αἱ νυκτερίδες, τετράποδα. ἐν δὲ τῇ λέξει τῆ [Διὰ τὸ πτερὰ ὀρρούγια.] προσυπακουστέον, τὸ μὴ ἔχειν. διὰ γὰρ τὸ μὴ ἔχειν πτερὰ, ἔχει ὀρροπύγια. ἀλλὰ καὶ ἐν τῇ λέξει τῇ [Καὶ ψιλός ἐστι τὰ περὶ τὴν κεφαλὴν] λείπει πτερῶν τρίχας. οὐ πέταται δὲ διὰ τὸ ὡς τετράπουν ἔχειν μέγεθος· οὐ δεῖ δέ τὸ μέλλον πέτεσθαι, μέγεθος ἔχειν: τἀς δέ νυκτερίδας λέγει τετράποδα, διὰ τὸ ἔχειν κεφαλὴν ὁμοίαν τῷ μυὶ, καὶ διὰ τὸ ἔχειν ὦτα: οὐδέν δὲ πτηνὸν ὦτα ἔχει. extrema verba τὰς [om. δέ] νυκτερίδας—ὤτα ἔχει al. m. adscripta in inferiore marg. exh. P)