In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro)

Anonymi In Aristotelis Ethica Nicomachea

Anonymi In Aristotelis Ethica Nicomachea. In Ethica Nicomachea Paraphrasis (Commentaria in Aristotelem Graeca 19.2). Heylbut, Gustav, editor. Berlin: Reimer, 1889.

Ὅτι ἔστι τι ἔσχατον τέλος, πρὸς ὃ πᾶσαι τάττονται αἱ ἀνθρώ- πιναι πράξεις. κεφ. α .

Ἐν πάσῃ τέχνῃ καὶ μεθόδῳ ἀγαθόν τι ζητοῦμεν· καὶ προαιρούμεθα δὲ καὶ πράττομεν ἐκεῖνα, ὅθεν ἀγαθόν τι προσδοκῶμεν λαβεῖν. διὰ τοῦτο καλῶς ἀπεφήναντο ἐκεῖνο εἶναι τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. καὶ γὰρ οὐ μόνον τὰ λογισμῷ κινούμενα ἕνεκά τινος ἀγαθοῦ κινεῖται, ἀλλὰ καὶ τὰ φύσει κινούμενα πρός τι φέρεται τέλος ἀγαθὸν ἀλόγως, καθάπερ τὸ βέλος εἰς τὸν σκοπόν. ἔστι μὲν οὖν πάσης πράξεως καὶ κινήσεως τέλος. διαφορὰ φορὰ δέ τις φαίνεται τῶν τελῶν. ἔστι γὰρ πράξεως τέλος ἔργον, ὥσπερ τῆς ναυπηγικῆς τὸ πλοῖον· ἔστι δὲ π·άλιν πράξεως τέλος ἄλλη πράξις, ὥσπερ τῆς ἱππικῆς τὸ ἱππεύειν. ἐφ’ ὧν δὲ οὐχ ἡ πρᾶξις τέλος ἀλλὰ ἔργον, ἐπ’ ἐκείνων βέλτιον τὸ ἔργον τῆς πράξεως. πολλῶν δὲ πράξεων οὐσῶν πολλὰ γίνεται καὶ τὰ τέλη. ἰατρικῆς μὲν γὰρ τέλος ὑγίεια, ναυπηγι κῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. συμβαίνει δὲ πολλὰς πράξεις καὶ τέχνας ὑπὸ μίαν δύναμιν εἶναι καὶ τέχνην πολλάκις, ἡνίκα διὰ τὸ τέλος ἐκείνης τῆς τέχνης ἐκεῖναι ζητοῦνται, οἷον ἡ χαλινοποιητικὴ καὶ ἡ ἱππικὴ καὶ πᾶσα πολεμικὴ πρᾶξις τὸ τέλος ζητοῦσι τῆς στρατηγικῆς· πᾶσαι γὰρ ἕνεκα τῆς νίκης ἐπιτηδεδύονται. καὶ διὰ τοῦτο αἱ μὲν ὑπὸ τὴν στρατηγικὴν λέγονται εἶναι, ἡ δὲ στρατηγικὴ ἀρχιτεκτονικὴ πρὸς αὐτὰς καλεῖται· δύναται γὰρ ὅπερ ὁ ἀρχιτέκτων ἐν τοῖς τέκτοσι. καθάπερ γὰρ ἐκεῖνος ἀποβλέπων εἰς τὸ εἶδος τῆς οἰκίας ἐκεῖνα κελεύει ποιεῖν τοὺς τέκτονας, ἃ πρὸς ἐκεῖνο φέρει τὸ εἶδος, οὕτω καὶ ἡ στρατηγικὴ καὶ εἴ τις ἄλλη τοιαύτη ἀπὸ τοῦ ἰδίου τέλους ταῖς ἄλλαις δίδωσι τοὺς κανόνας. καὶ γὰρ καὶ τὸν χαλινὸν ὁ χαλινοποιὸς πρὸς τὴν νίκην ὥσπερ εἰς κανόνα ἀποβλέπων, τοιοῦτον ἐποίησεν, ὥστε αρμοττειν καὶ ἐπιτήδειον [*](1. 2 Ἀνωνύμου παράφρασις τῶν Ἀριστοτέλους ἠθικῶν Νικομαχείων h 4 capitum indices inscriptionihus praeponit h 7 ἐφίεται Β: ἐφίενται h 12 ναυπηγικῆς B: Comment. Arist. XIX 2. Heliodorus in Eth. 1)

2
εἷναι τῷ épeigomqen{v νικᾶν, καὶ τὴν ἐφεστρίδα ἕτερος, καὶ ἄλλοι ὅσοι τεχνῖται τῶν ἱππικῶν ὀργάνων εἰσί· καὶ ὁ ἱππικὸς οὕτω διέθηκεν ἑαυτόν. ὥστε δυνηθῆναι νικᾶν καὶ ὁ στρατιώτης καὶ ὅλως πάσας τὰς ὑπὸ τὴν στρατηγικὴν τὸ τέλος αὐτῆς διατίθησιν. ἔστι μὲν οὗν ἑκάστῃ τῶν ὑπὸ τὴν ἀρχιτεκτονικὴν τέλος. καθάπερ χαλινοποιητικῇ χαλινὸς καὶ ἱππικῇ τὸ ἱππεύειν καὶ ταῖς ἄλλαις ἄλλο τι. ἔστι δὲ καὶ τῇ ἀρχιτεκτονικῇ τέλος, καθάπερ τῇ στρατηγικῇ ἡ νίκη· ἀλλὰ τὸ τέλος ἰῆς ἀρχιτεκτονικῆς βέλτιον καὶ προτιμότερον τῶν ἄλλων τελῶν. διότι καὶ τὰ τῶν ἴλλων τέλη τῶν ὑπ’ αὐτὴν διὰ τὸ ταύτης τέλος ζη| τεῖται, καθάπερ εἴρηται. εἰ δὲ καὶ μὴ πράξεις εἶεν τὰ τῶν τῶν πράξεων ἀλλὰ ἔργα, οὐδὲν κωλύει βέλτιον εἶναι καὶ αἱρετώτερον καὶ αὐτῶν τῶν ἔργων τὸ τῆς ἀρχιτεκτονικῆς τέλος, καὶ πρᾶξις ὄν. ὥσπερ χαλινοποιητικῆς μὲν τέλος ἔργον· χαλινὸς γάρ· στρατηγικῆς δὲ τέλος πρᾶξις· νίκη γάρ. καὶ οὐδὲν κωλύει τὴν νίκην βελτίω εἶναι καὶ αίρετωτέραν ἰοῦ χαλινοῦ · τὸ γὰρ ἔργον βέλτιον τῆς πράξεως, οὐ πάσης, ἀλλὰ μόνης ἐκείνης, ἧς ἀποτέλεσμά ἐστι, διότι τέλος ἐκείνης ἐστί· τὸ δὲ τέλος ἀεὶ τιμιώτερον τοῦ πρὸς αὐτὸ τεταγμένου. ἔστι δὲ πολλαῖς ἓν τέλος, τὸ τῶν ἀρχιτεκτονικῶν· ἔστι δὲ καὶ πάσαις ὁμοῦ τέλος ἓν ἔσχατον, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, καὶ οὐκέτι ἐκεῖνο δι’ ἄλλο, ἀλλὰ αὐτὸ δι’ ἑαυτό. καὶ γὰρ εἰ μὴ ἕν τι εἴη ἔσχατον τέλος, ἀλλὰ ἀεί τι δι’. ἕτερον αἱρούμεθα καὶ ἐκεῖνο δι’ ἄλλο καὶ ἀεὶ ἐν τῷ παρόντι ἄλλο ζητήσομεν, οὐδέποτε ἐπιτευξόμεθα, οὗ ἐφιέμεθα· καὶ οὕτω συμβαίνει ματαίαν καὶ κενὴν τὴν ὄρεξιν εἶναι, οὐκ ὄντος ἐφ’ οὗ στήσεται φερομένη. τοῦτο δὲ ἄτοπον· οὐδεμία γὰρ φυσικὴ ἔφεσις μάτην. ἀνάγκη τοίνυν ἕν τι ἔσχατον εἶναι τέλος· τοῦτο δ᾿ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ὥστε καὶ ἡ γνῶσις αὐτοῦ μεγάλη ἡμῖν πρὸς τὸν βίον ἔσται βοήθεια· συμβήσεται γὰρ τοῦ δέοντος μᾶλλον ἐπιτυγχάνειν, καθάπερ τοξόταις εἰς τὸν σκοπὸν βλέπουσιν.

Οτι τῆς πολιτικῆς ἐστι τέλος τὸ ἔσχατον τέλος. κεφ. β'.

Εἰ δὲ τοῦτο οὕτως ἔχει, πειρατέον ὁρίσασθαι ὡς ἐν τύπῳ, τί ποτέ ἐστι τοῦτο τὸ ἔσχατον τ·έλος καὶ τίνος ἐστὶ προσ|εχῶς τῶν ἐπιστημῶν καὶ τῶν πράξεων. ἔστι μὲν γὰρ ἀπάσης τέχνης καὶ δυνάμεως κοινὸν τέλος, ἔστι δὲ καὶ προσεχῶς μιᾶς τινος δυνάμεως· καθάπερ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς ἐστι μὲν καὶ πασῶν τῶν ὑπὸ τὴν ἀρχιτεκτονικήν, ἔστι δὲ καὶ προσεχῶς αὐτῆς τῆς ἀρχιτεκτονικῆς. δοκεῖ τοίνυν εἶναι τέλος τῆς κυριωτάτης τῶν τεχνῶν καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δὲ ἡ πολοτική ταῖς γὰρ ἄλλαις τέχναις τὴν τάξιν καὶ τὸν καιρὸν αὐτὴ δίδωσι. ὅ γὰρ ἐπιστήμ·ας ἐν ταῖς πόλεσιν εἶναι προσήκει, καὶ τίνας ἀνθρώπους ποίας ἐπιστήμας δέον μανθάνειν καὶ μέχρι τίνος, μόνης τῆς πολιτικῆς ἐστι σκοπεῖν· μόνη γὰρ ἡ πολιτικὴ τὰς μὲν πονηρὰς τῶν τεχνῶν τῆς πόλεως [*](5 τό om. h 18 οὐκέτι Β: οὐκ ἔστι h 32 καὶ om. h)

3
ἀπελαύνει, τὰς δὲ λυσιτελούσας οὐ συγχωρεῖ πάντας μανθάνειν ἢ μαθόντας ἀεὶ μεταχειρίζεσθαι. οὐ γὰρ εἴ τις δυνάμενος στρατηγεῖν καὶ σῴζειν τὴν πόλιν, τοῦτον ἐᾷ σκυτοτομεῖν, οὐδὲ στρατιώτην εἶναι δίκαιον ἔτι ὄντα στρατηγὸν ἐποίησε· τῶ δὲ προσήκοντι τῇ τέχνῃ τοὺς καιροὺς ἀποδίδωσιν, ὥστε μὴ στρατηγεῖν, ὅτε ἡσυχίαν ἄγειν προσῆκεν. ὁ γὰρ πολιτικὸς πέμπει μὲν τὸν στρατηγὸν ὁπόταν δέῃ, κελεύει δὲ ἡσυχίαν ἄγειν ὅτε τούτου καιρός. εἰ γὰρ καὶ ὁ στρατηγὸς πολλάκις ἑαυτῷ δίδωσι τὸν καιρόν, ἀλλ’ οὖ τῇ στρατηγικῇ τέχνῃ. πάντες γὰρ οἱ τῆς τέχνης κανόνες τὸ τέλος τῆς τέχνης ἐκείνης μόνον σκοποῦσιν· ὃς δὲ πρὸς τοὐναντίον ἢ πρὸς ἄλλο φέρεται οὐκ ἔστι τῆς τέχνης ἐκείνης κανών. ὥστε ὁ στρατηγὸς σκοπῶν, ὁπότε δεῖ πολεμεῖν καὶ διὰ τοῦτο ἡσυχάζων πολλάκις καὶ περὶ εἰρήνης διαπρεσβευόμενος δῆλός ἐστιν οὐ τῷ κανόνι τῆς στρατηγικῆς κεχρημένος, ἀλλ’ ἑτέρας τινὸς | τέχνης μείζονος καὶ κυριωτέρας, ἥτις ἐστὶν ἡ πολιτική. ἐπεὶ τοίνυν καὶ τὰς τιμιωτάτας τῶν τεχνῶν ὑφ’ ἑαυτὴν ἡ πολιτικὴ ποιεῖται, ’) λέγω δὴ στρατηγικὴν οἰκονομικὴν καὶ ῥητορικήν, καὶ ταῖς λοιπαῖς τῶν πρακτικῶν χρῆται πρὸς τὸ οἰκεῖον δηλαδὴ τέλος (πάσας γὰρ τάττει πρὸς τὸ κοινὸν τῆς πόλεως ἀγαθὸν καὶ διὰ τοῦτο νομοθετεῖ, τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι), τὸ ταύτης τἑλος περιέχοι ἄν τὰ τῶν ἄλλων. ἐπεὶ δὲ πάντα τὰ τῶν ἄλλων τέλη ζητεῖται διὰ τὸ εὖ εἶναι τὸν ἄνθρωπον, τὸ δὲ τέλος ἐστὶ τῆς πολιτικῆς, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦντι, φανερὸν ὅτι τοῦτο ἄν εἴη τὸ ἀνθρώπινον ἁγαθόν. καὶ δῆλον μέν, ὅτι τὸ αὐτὸ ἀγαθὸν ζητεῖται καὶ παρὰ ἑνὸς ἀνθρώπου καὶ παρὰ πόλεως, ἀλλ’ ὅμως μεῖζον καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται ἀγαθὸν καὶ λαβεῖν καὶ λαβόντα διασῶσαι. ἔστι μὲν γὰρ καὶ τὸ ἐν ἑνὶ ἀνθρώπῳ τὸ ἀγαθὸν διασῶσαι ἀγαπητόν, ἄν τε ἐν ἑτέρῳ τις ἄν τε ἐν ἑαυτῷ δυνηθῇ φυλάξαι· κάλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν, ὅσον ἡ τῶν πολλῶν εὐδαιμονία τῆς ἑνὸς ἀμείνων ἐστίν. ὥστε δικαιότερον ἂν εἴη τὸ τῆς πολιτικῆς τέλος ἔσχατον εἶναι τέλος καὶ ἔσχατον ἀγαθόν, ἥτις οὐχ ἓν μόνον τέλος ἀλλὰ τῶν ἄλλων πασῶν σκοπεῖ ὡς οἰκεῖα, κοινή τις οὖσα τέχνη καὶ πολιτική.

Ὁτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς λόγοις ζητεῖν, ὅτι οὐ δίδωσιν ἡ κατ’ αὐτὴν ὕλη. κεφ. γ'.

Λέγειν δὲ περὶ τούτου τοῦ τέλους προθυμουμένοις ἱκανὸς ἄν γένοιτο περὶ αὐτοῦ λόγος ὁ τῇ ὑποκειμένῃ ὕλῃ προσήκων· οὐ γὰρ ὁμοίως ἐν πᾶσι λόγοις τὸ ἀκριβὲς ζητή|σομεν. οὐ γὰρ δυνατὸν ἐπὶ πάσης ὕλης ὁμοίως τὴν ἀκριβεστάτην ἀλήθειαν εὑρεῖν. ἀλλ’ ἐν μὲν τοῖς μαθηματικοῖς ἅτε ἀναγκαίαν ἔχουσιν ὕλην καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, ἀμιγὴς ἡ ἀλήθεια καὶ οὐδὲν ἡ ὕλη κωλύει τὸ ἀκριβές, ἐν δὲ τοῖς ἄλλοις, ἐν οἷς τὰ ὑποκεί- [*](5 ὅτε B: ὅτι h πέμπει Β: πέμψει h 6 κελεύει Β: κελεύσει h 29 ἀλλά τὰ τῶν ἄλλων desideres 1*)

4
μένα οὐκ ἄναγ’ καῖ’ οὐδὲ ἀεὶ ὁμοίως ἔχει, ἀρκετός ἐστι λόγος ὁ ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συνάγων. οὕτω δὲ καἰ ἐπὶ τῶν δημιουργικῶν τεχνῶν ἔχει· τὸ γὰρ τεχνητὸν εἶδος οὐχ ὁμοίως ἐφαρμόζει ταῖς ὕλαις, ἀλλ’ ἐν μὲν ταῖς ἐπιτηδειοτέραις ἀκριβέστερον, ἐν δὲ ταῖς ἑτέρως ἐχούσαις οὐχ ὁμοίως· τὸ γὰρ ἀνθρώπινον εἶδος οὐχ ὁμοίως ἐφαρμόσει> ταῖς ὕλαις ὅ τε πλάστης καὶ ὁ ζωγράφος· ὁ μὲν γὰρ ζωγράφος καὶ τὸ χρῶμα παρίστησι καὶ ὄγκον τινὰ δοκεῖ μιμεῖσθαι καὶ διάστασιν (ἡ γάρ ὕλη συγχωρεῖ), ὁ δὲ πλάστης τὸν μὲν ὄγκον ἐφαρμόζει τῇ ὕλῃ, τὸ χρῶμα δὲ ἀπὸ ἰῆς ὕλης οὐκ ἔχει δεῖξαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τοῦτο οὐ τὴν αὐτὴν ἀκρίβειαν παρὰ πάσης τέχνης ἀπαιτεῖν δεῖ, ἀλλ’ ὅσην ἡ ὕλη δίδωσι· τοιαύτη δέ ἐστι καὶ ἡ τῆς πολιτικῆς ὕλη πρὸς τὴν ἀλήθειαν. τὰ γὰρ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ καὶ ἅπερ ὕλην ποιεῖται, τ οσ α ύτην ἔχει διαφορὰν καὶ πλάνην, ὥστε καὶ δοκεῖ μὴ τὸ καλὸν φύσει καλὸν εἶναι μηδὲ τὸ δίκαιον φύσει δίκαιον, ἀλλὰ θέσει τινὶ καὶ νόμῳ· καὶ διὰ τοῦτο τὸ κατὰ ἀλήθειαν καλὸν καὶ δίκαιον δυσχερές ἐστι τοῦ δοκοῦντος διελεῖν. οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ τὰ ἀγαθά, ἐξ ὧν δοκεῖ συνίστασθαι ἡ εὐδαιμονία, ἀνδρείαν λέγω ἢ πλοῦτον ἢ τοιοῦτόν τι, καὶ αὐτὰ πλάνην ἔχει πολλὴν διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀπ’ αὐτῶν. ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτον, ἕτεροι δὲ δι’ ἀνδρείαν. ἀγαπητὸν οὖν περὶ τοιούτων λέγοντας καὶ τοῦ ἐκ τούτων τέλους παχυλῶς καὶ ὡς ἐν τύπῳ τὴν ἀλήθειαν ἐνδείξασθαι· καὶ καθόλου περὶ τῶν ἐνδεχομένων ὡς ἐπὶ τὸ πολὺ λέγοντα καὶ τοῦ ἐκ τούτων τέλους κανὸν ἂν εἴη τοιαῦτα καὶ συμπεραίνεσθαι. ὥσπερ δὲ ὁ περὶ τῆς πολιτικῆς λέγων οὐ δύναται ἀκριβεστέραν ἀλήθειαν εὑρεῖν ἢ ὅσην ἡ ὕλη δίδωσιν, οὕτω καὶ ὁ κρίνων τοὺς τοιούτους λόγους καλῶς ἂν κρίνοι, εἰ κατὰ τὸν ἴσον τρόπον μὴ ἀκρι- βεστέραν ἀλήθειαν ἀπαιτεῖ ἢ ὅσην ἡ ὕλη δίδωσιν, ἀλλὰ τὴν ἐνδεχομένην ἀποδέχεται· πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος μεθόδου, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται. ἔται. ἐν μὲν γὰρ τῷ τῶν μαθηματικῶν γένει, καθὼς εἴρηται, οὐδὲν ἐνδεχόμενον συγχωρήσει, ἐν δὲ τοῖς λογικοῖς ἡ τοῖς φυσικοῖς ἢ τοῖς ἄλλως ἔχουσιν οὐχ ὡσαύτως. παραπλήσιον γάρ ἐστι μαθηματικοῦ πιθαν ολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἄπο δείξεις ἀπαιτεῖν.

Ὅτι τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων ἔμπειρον εἶναι δεῖ τῶν κατὰ τὸν βίον πράξεων. κεφ. δ'.

Ἡ μὲν οὖν προσήκουσα κρίσις τῶν λόγων τοιαύτη. κρινεῖ δὲ ἐκεῖνα καλῶς ἕκαστος ἃ καλῶς γινώσκει καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής. [*](2 καὶ 0111. h 3 ἐφαρμόσει h 5 τὸ γὰρ — ἐφαρμόσει h: om. B 8 ἐφαρμόσει h 12 ὕλη h 13 δοκεῖν h (ut Arist.) 14 μηδὲ Mullach: οὐδὲ Bh 37 ἕκαστος om. h καλῶς (ante γινώσκει) om. h)

5
ὥστε καὶ ἐπὶ τῆς πολιτικῆς ἐκεῖνος κρινεῖ καλῶς, ὃς πεπαιδευμένος ἐστὶ τὰ πολιτικὰ καὶ ἀπὸ τοὺ χρόνου πεῖραν ἔλαβεν αὐτῶν· καὶ ὁ μὲν ἔν τισιμερικοῖς πεπαι| δευμένος ἐκεῖνα κρινεῖ καλῶς, ὁ δὲ περὶ πᾶν πεπαιδευμένος ἀξιόχρεως ἔσται περὶ πάντων κριτής. διὰ τοῦτο τῶν περὶ τὴς πολιτικὴς λόγων οὐκ ἔστιν ὁ νέος οἰκεῖς ἀκροατής· ἄπειρος γάρ τῶν κατὰ τὸν βίον πράξεων. οἱ δὲ τὴς πολιτικῆς λόγοι, οἱ μὲν περὶ τούτων διαλαμβάνουσιν, οἱ δὲ ἐκ τούτων συμπεραίνονται. ἔτι δὲ οὔπω κατὰ λόγον ζῶν ἀλλ’ ἔτι πάθεσι καὶ ἀνέσει καὶ συνηθείᾳ ἀκολουθῶν ματαίως ἀκούσεται καὶ ἀνωφελῶς· οὐ γὰρ πρὸς τὸ τέλος ἀφικέσθαι δυνήσεται τῶν λόγων καὶ τὸ ἦθος ἀμεῖψαι καὶ κατὰ λόγον ζῆν, ὑπὸ τῆς συνηθείας ἔτι κρατούμενος. τὸ γὰρ τέλος τῶν τοιούτων λόγων οὐ γνῶσις ἀλλὰ πρᾶξις. οὐ μόνον δὲ ὁ νέος ἀλλὰ καὶ ὁ νεαρὸς τὸ ἦθος. εἰ καὶ τὴν ἡλικίαν ὑπερέβη τῶν νέων, ὁμοίωί ἀνωφελῶς ἀκούσεται τῶν περὶ τῆς πολιτικῆς λόγων, ζῶν ἔτι τὴν προσήκουσαν τοῖς νέοις ζωήν. καὶ γάρ καὶ τῷ νέῳ τὴν ήλικίαν οὐ παρὰ τὸν χρόνον ἡ ἔλλειψις ἀλλὰ διά τὸ μὴ λογισμῷ διοικεῖσθαι ἀλλὰ κατὰ πάθος ἔτι ζῆν καὶ κατὰ πάθος πανία ζητεῖν. τοῖς γάρ τοιούτοις ἡ γνῶσις τῶν λόγων τούτων ἀνωφελής, καθάπερ τοῖς πάντῃ ἀκολάστοις καὶ περὶ τὰς ἡδονὰς ἀκρατέσι. τοῖς δὲ κατὰ λόγον τἀς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολλὴν ὠφέλειαν φέρει τὸ περὶ τῶν τοιούτων λόγων εἰδέναι. ἐν ἐκείνοις γὰρ ὁ λογισμός, ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων καὶ δυνήσεται ποιεῖν τῆς τῶν παθῶν δουλείας ὰπηλλαγμένος καὶ δυνάμενος ἤδη τῇ ἰδίᾳ χρῆσθαι δυνάμει.

Ὅτι τῆς πολιτικὴς τέλος ἐστὶν ἡ εὐδαιμον ία καὶ ὅτι ἐπιγνωσόμεθα αὐτὴν τίς ἐστιν ἁπὁ τῶν πράξεων τἡς πολιτικἡς. κεφ. ε'.

Ὁποῖον μὲν οὖν εἶναι δεῖ τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων καὶ πῶς κρίνειν δεῖ καὶ ἀποδέχεσθαι τοὺς λόγους καὶ τί τὸ προκείμενον ἡμῖν ἐν τῶ παρόντι, ἱκανῶς ἐπροοιμιασάμεθα. ἀναλαβόντες δὲ τὸν λόγον λέγωμεν ἤδη· ἐπειδὴ πᾶσά γνῶσι, καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται, τί ἑ ’στιν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι; καὶ πασῶν πράξεων ἐπί τι ἀγαθὸν φερομένων, καθὼς εἴρηται, πρὸς τί αὕτη φέρεται; καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτικῶν <ἀγαθῶν> ὃ τέλος ἐστὶ τῆς πολιτικῆς; τὸ μὲν οὖν ὄνομα αὐτοῦ ἓν παρὰ τῶν πλείστων καὶ τὸ αὐτὸ λέγεται καὶ ἐν τούτῳ καὶ οἱ πολλοὶ καὶ οἱ βέλτιστοι τῶν. ἀνθρώπων συμφωνοῦσιν. εὐδαιμονίαν γὰρ αὐτὸ ὀνομάζουσι πάντες. τὸ δὲ εὗ ζῆν καὶ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι ἰῷ εὐδαιμονεῖν. νεῖν. περὶ δὲ τοὐ τί ἐστιν ἡ εὐδαιμονία ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως τοῖς πολλοῖς οἱ σοφοὶ περὶ περὶ αὐτῆς. οἱ πολλοὶ γὰρ ἕν τι τῶν ἐναργῶν καὶ δοκούντων ἀγαθῶν τὴν εὐδαιμονίαν φασίν, οἷον ἡδονὴν ἡ πλοῦτον ἢ τιμήν· ἄλλοι δὲ ἄλλο τοιοῦτον. καὶ πολλάκις δὲ ὁ αὐτὸς οὐκ ἀεὶ τὸ αὐτὸ [*](31 ἀγαθῶν h et Arist.: om. B 35 καὶ τὸ εὖ Arist.)

6
εὐδαιμονίαν ὀνομάζει, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο· νοσήσας μὲν γὰρ τὴν ὑγίειαν, πενόμενος δὲ πλοῦτον, καὶ ὅλως ἀεὶ οὗ νῦν ἐπιθυμεῖ τις, εὐδαιμονίαν ὀνομάζει. οἱ δὲ σοφίας ἐρῶντες, ὧν ἑαυτοῖς συνίσασιν ἀγνοοῦσιν, ἐφίενται μανθάνειν καὶ ἰοὺς μέγα τι καὶ ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσιν. ἔνιοι δὲ ἐνόμισαν παρὰ τὰ πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι ἀγαθὸν εἶναι τὴν εὐδαιμονίαν, καθ’ ἑαυτὸ ὑφεστός, ὃ καὶ ἰοῖς ἄλλοις αἴτιον εἷναι τῆς ἀγαθότητος. ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς περὶ τῆς εὐδαιμονίας δόξας μάταιον ἴσως ἐστίν· ἱκανὸν δέ ἐστιν εἰ ἐξετάσομεν τὰς ἐπὶ τὸ πολὺ καὶ ὑπὸ πλειόνων νομιζομένας ἡ δοκούσας ἔχειν τινὰ λόγον. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος ἀρχὴ γὰρ καὶ αἰτία ἐστὶ τὸ τέλος τῶν πράξεων· δι' ἐκεῖνο γάρ τι πράττομεν), ζητητέον, πῶς δεῖ ποιήσασθαι τὸν περὶ αὐτῆς λόγον· ἔχει γὰρ διαφοράν. καὶ πρῶτον περὶ τῶν αἰτίων μικρὸν διαληψόμεθα. τῶν γὰρ αἰτίων τὸ μὲν τελικόν ἐστι, τὸ δὲ εἰδικόν, τὸ δὲ ὑλικόν, τὸ δὲ ποιητικόν. καὶ ποιητικὸν μὲν ἡ ἐνέργεια τοῦ τεχνίτου, ὑλικὸν δὲ τὰ ξύλα καὶ οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, εἰδικὸν δὲ τὸ εἶδος ἰῆς οἰκίας, τελικὸν δέ, δι’ ὃ ἡ οἰκία γέγονεν. ἐπεὶ δὲ ταῦτα αἴτιά εἰσι τοῖς πράγμασι τοῦ εἶναι, αἴτιά εἰσι καὶ τῆς γνώσεως αὐτῶν καὶ δι’ αὐτῶν δύνανται ἐκεῖνα γινώσκεσθαι. ἐὰν γάρ τις εἰδῇ τὴν τέχνην τοῦ τεχνίτου, καθ’ ἣν τὴν οἰκίαν ἐδημιούργησεν, εἴσεται τὴν οἰκίαν ἢ ἀγαθὴν ἀ φαύλην ἢ ὅσον τῇ τέχνῃ προσῆκε· καὶ ὁ τὴν ὕλην εἰδὼς καὶ ὁ τὸ εἶδος, ὁμοίως. πάλιν δὲ γινώσκοντες τί τὸ τέλος αὐτῆς, εἰσόμεθα ἢ ἀγαθὴν ἢ φαύλην. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν, ἀπὸ τοῦ εἰδέναι τὸ ἀποτέλεσμα τὰν αἰτίας γινώσκειν· ὁ γὰρ εἰδὼς τὴν οἰκίαν τὴν τέχνην εἴσεται τοῦ τεχνίτου, καὶ τὰ ἄλλα ὁμοίως. ὥστε τοὺς λόγους διχῶς ἀνάγκη γίνεσθαι· ἢ ἀπὸ τῶν ἀποτελεσμάτων τὰς ἀρχὰς ἀρχὰς ἀποδεικνύναι, ἡ ἀπὸ τῶν ἀρχῶν τὰ ἀποτελέσματα. χρησόμεθα δὲ ἑκατέρᾳ τῶν μεθόδων κατὰ καιρόν. καὶ ἀπὸ μὲν τῶν ἀρχῶν ἀποδείξομεν, ὅταν αὐταὶ δῆλαι ὦσιν· τὸ δὲ ἀνάπαλιν, ὅταν τὰ ὰποτελέσματα φανερώτερα ᾖ. διὰ τοῦτο καὶ Πλάτων’ καλῶς ἐζήτει τοῦτο καὶ ἠπόρει, ὡς οὐκ ἀδιάφορον ὂν ἐπὶ παντός, πότερον ἀπὸ τῶν ἀρχῶν ἡ προσήκουσα τῆς ἀποδείξεως ὁδὸς ἢ ἐπὶ τὰς ἀρχάς, ὥσπερ ἐν σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας τὸ τὸ ἀνάπαλιν. διττῆς οὖν οὔσης τῆς ὁδοῦ, πόθεν ἡμῖν ἀρκτέον; ἢ δῆλον ὅτι ἀπὸ τῶν ἀποτελεσματων, δηλονότι τῶν πολιτικῶν πράξεων, ὧν ἀρχὴ καὶ αἴτιον τὸ πολιτικὸν τέλος ἐστί. δεῖ γὰρ ἀπὸ τῶν γνωρίμων ἄρξασθαι οὐ τῇ φύσει ἀλλ’ ἡμῖν. φύσει μὲν γὰρ γνώριμα λέγονται αἱ ἀρχαὶ καὶ τὰ αἴτια· ἐκεῖνα γὰρ ἡ φύσις πρότερα παρίστησι καὶ πρὸς ἐκεῖνα πρώτως ὁρᾷ. ἡμῖν δὲ τὰ ἀποτελέσματα γνώριμα, ὅθεν ἀρκτέον· οὕτω γὰρ σαφὴς ἔσται ὁ λόγος ἀπὸ τῶν ἡμῖν γνωρίμων γινόμενος.

Ὅτι τὸν ἀλουσόμενον τῶν περὶ τῆς πολιτικῆς λόγων ἐν ἔθει δεῖ εἶναι τῶν ἀγαθῶν πράξεων. κεφ. ς΄.

Διὰ τοῦτο τὸν ἀκουσόμενον τῶν τοιούτων λόγων, εἰ μέλλει καλῶς αὐοἰκίαν [*](23 οἰκίαν B: αἰτίαν)

7
τοὺς γινώσκειν καὶ κρίνειν ὀρθῶς καὶ ἐκ τούτων ὠφελεῖσθαι, προσήκει ἐν ἔθει εἶναι τῶν καλῶν καὶ δικαίων πράξεων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἀρχῶν ἀπεδείκνυμεν τὰς πολιτικὰς πράξεις ἀγαθὰν εἶναι, καὶ τὸν μὴ πεπαιδευμένον μένον ἐν ταῖς τοιαύταις πράξεσιν ἐπείθομεν ἄν, λόγων ἀνάγκῃ δήσαντες· ἐπεὶ δὲ ἀπὸ τῶν ὑστέρων τὴν ἀρχὴν Βοῦ λόμεθα ἀποδεικνύναι, τῶν πολιτικῶν πράξεων δηλονότι, καὶ δεῖ ὑποκεῖσθαι περὶ αὐτῶν καθάπερ ἀρχὴν ὰποδείξεως ὅτι ἀγαθαί, φανερὸν ὅτι οὐ δύνανται πεισθῆναι, ἑ μὴ ὁ πείρᾳ. καλὰς καὶ δικαίας τὰ τοιαύτ·ας πράξεις εἰδώς. εἰ γὰρ τὸ τὸ ἀγαθαὶ αἱ πράξεις ἀρκούντως δέξαιτό τις, οὐδὲν δεησόμεθα τοῦ διότι· τὴν δὲ αἰτίαν, τὸ τέλος δηλονότι, ἢ γινώσκει ἤδη ἢ ἀκούσας ῥᾳδίως γ νώ σεται· ὃς δὲ οὐδέτερον ἔχει τούτων, καὶ μήτε αὐτὸς γινώσκει, μήτε παρ᾿ ἑτέρου δύναται μανθάνειν. ἀκοῦ σάτω τὦν Ἡσιόδου·
  1. ουτος μεν παναριστος, ος αυτος παντα νοήσῃ,
  2. ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
  3. ος δέ κε μήτ’ αὐτὸς νοέῃ μ·ήτ’ ἄλλου ἀκούων
  4. ἐν θυμῷ βάλλ·ηται, ὅδ’ αὖτ’ ἀχρήϊος ἀνήρ.
Ὁτι τρεῖς εἰσι Βίοι· ὁ καθ’ ἡδονήν. ὁ τὴν τιμὴν ζητῶν, ἐν οἰς καὶ ὁ χ ῥήματι στι κὸς θεωρεῖται, καὶ τρίτος ὁ θεωρῇ τι κὁς· καὶ ὅτι οὔτε ὁ τὴν ἡδονὴν οὔτε ὁ τἡν τιμὴν οὔτε ὁ τἁ χρήματα ζητῶν τὴν εὐδαιμονίαν ζητεῖ. <κεφ. ζ΄.>

Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξἑβημεν. ἦν δὲ ἡμῖν ὁ λόγος περὶ τοὺ ὅτι διαφόρους οἱ ἄνθρωποι περὶ τῆς εὐδαιμονίας ἔχουσι δόξας. ἥκαστος τοίνυν ἀκολούθως τῷ οἰκείῳ βίῳ τὴν· εὐδαιμονίαν όρίζεται· ὥστε καὶ ὁ πολλοὶ καὶ ἀκόλαστοι τὴν ἡδονήν φασι τὴν εὐδαιμονίαν εἷναι· διὰ τοῦτο καὶ τὸν βίον ἁγαπῶσι τὸν ἁπολαυστικὁν. οἱ γὰρ καθολικοὶ βίοι μάλιστα τρεῖς εἰσιν· ὅ τε καθ’ ἡδονὴν καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. ὁ μὲν οὖν πρῶτος βίος οὐδὲν ἱερόν· ἀνδραποδώδεις γὰρ ἐπιεικῶς οἱ τοῦ ἴον διώκοντε.ς καὶ βοσκημάτων βιοῦσι βίον. λόγου δέ τινος ἄξιος φαίνεται διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίαις τοῦτον αίρουμένους τὸν βίον ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. τὸν δὲ δεύτερον οἱ βελτίους τῶν ἀνθρώ- πων αἱροῦνται καὶ οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις ήγοῦνται τὴν τιμήν· σχεδὸν γὰρ καὶ πολιτικοῦ βίου τὸ τέλος οὐ τὸ ὂν λέγω ἀλλὰ τὸ παρὰ πάντων· ζητούμενον) ἡ τιμή ἐστι. φαίνεται δέ, ὅτι οὐ τοῦτό ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ τῶν δοκούντων καὶ αὐτό ἐστι καὶ φαινομένων ἀγαθῶν. τὸ γὰρ ἀληθῶς ἀγαθόν, δι᾿ οὗ τις εὐδαιμονεῖ, ἐν αὐτῷ δεῖ εἶναι· ἡ δὲ τιμὴ οὐκ ἔστιν ἐν τῶ τιμωμένω ἀλλὰ μᾶλλον ἐν τῶ τιμῶντι· οὐκ ἄρα [*](7 δύναται h 11 ἑτέρων h 12 Hesiod. Opp. 203 13 post πάντα νοήσῃ addit φρασσάμενος τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω h 17 καὶ ὁ τὴν τιμὴν h οἶς B: ᾧ h 20 κεφ. ζ' h (et Vaticani 272. 273): om. Β 28. 29 λόγου δέ τινος ὅλως ἄξιος h 32 καὶ B: τοῦ h et Arist. οὐ τὸ ὂν B: οὗτος ὃν h ἀλλὰ B: καὶ h)

8
ἐν τῇ τιμῇ ἡ εὐδαιμονία. δεῖ γὰρ τῷ εὐδαίμονι οἰκεῖον εἶναι τὸ ἀγαθὸν καὶ δυσαφαίρετον. ἔτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα πιστεύσῃ περὶ ἑαυτοῦ ὅτι ἀγαθός ἐστι· καὶ διὰ τοῦτο ζητεῖ ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ. παρ’ οἷς γινώσκεται, καὶ ἐπ’ ἀρετῇ. φαίνεται τοίνυν, ὅτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα ἀγαθὸς δοκῇ καὶ σπουδαῖος διὰ τὴν ἀρετήν· ὥστε δῆλον, ὅτι οὐ δι’ ἑαυτὴν ἡ τιμὴ διώκεται ἀλλὰ διὰ ἶν’ ἀρετήν. καὶ διὰ τοῦτο αὐτὴ μὲν οὐκ ἂν εἴη ἔσχατον τέλος ἀλλὰ μᾶλλον ἡ ἀρετή. ἔστι δὲ καὶ αὐτὴ ἀτελής, καὶ οὐκ ἄν εἴη ἐν αὐτῇ τὸ τέλειον ἀγαθὸν ἡ εὐδαιμονία· ὅτι δὲ ἀτελής ἐστι, δῆλον· δυνατὸν γάρ τινα ἕξιν ἀρετῆς ἔχειν καὶ μὴ ἐνεργεῖν κατ’ αὐτήν, ἢ καθεύδοντα ἢ ἄλλον τρόπον ἀπρακτοῦντα διὰ βίου ἢ κακοπαθοῦντα καὶ δυστυχοῦντα καὶ ἀτυχοοῦντα τὰ μέγιστα, καὶ οὕτως ἀτελῆ τὴν ἀρειὴν ἔχειν. τὸν δὲ οὕτω βιοῦντα οὐδεὶς ἂν εἰδαιμονίειεν, εἰ μή που αὐτὸ ὑπόθοιτο καὶ ὀνομάζοι εὐδαιμονίαν τὴν ἕξιν τῆς ἀρετῆς. | καὶ περὶ μὲν τοῦ καθ’ ἡδονὴν βίου καὶ τοῦ πολιτικοῦ εἴρηται. ἱκανῶς γὰρ ἐν τοῖς ἐγκυκλίοις περὶ αὐτῶν εἴπομεν· περὶ δὲ τοῦ βίου τοῦ θεωρητικοῦ μετὰ ταῦτα ἐπισκεπτέον· νῦν γὰρ τὸ προκείμενον ἄλλο. ἔστι δὲ καὶ ἄλλος βίος ἐν αὐτοῖς θεωρούμενος τοῖς εἰρημένοις, ὁ τοῦ χρηματιστοῦ· καὶ γὰρ καὶ ὁ τὴν ἡδονὴν καὶ ὁ τὴν τιμὴν διώκων χρήματα ἐθέλει συλλέγειν. καὶ διὰ τοῦτο τρεῖς ἔφαμεν τοὺς μάλιστα προέχοντας βίους. οὗτος γὰρ ἐν αὐτοῖς θεωρεῖται καὶ ἔστι βίαιος. οὔτε γὰρ τὸ ἀγαθὸν διώκει, ὃ τέλειόν ἐστιν, οὔτε πάνυ δοκεῖ διώκειν. ὅθεν οὐ πολλοῖς ἐστιν ἐραστός· ὀλίγοι γὰρ εἵλοντο πάσης τῆς ἐν βίῳ σπουδῆς τέλος τὰ χρήματα ἔχειν. ὅτι δὲ οὐδ’ αὐτὸς τὸ ἔσχατον ἀγαθὸν ζητεῖ, πρόδηλον· ὁ γὰρ πλοῦτος διὰ τὴν χρῆσίν ἐστιν ἀγαθὸς καὶ ἄλλου χάριν ζητεῖται, τιμῆς ἕνεκα ἢ ἡδονῆς· τὸ δὲ ἔσχατον ἀγαθὸν δι’ ἑαυτὸ δεῖ ἀγαθὸν εἶναι. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι, ἡδονὴν λέγω καὶ τὴν τιμήν· δι’ αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὰ τέλεια ἀγαθά· καίτοι πολλοὶ λόγοι περὶ αὐτῶν ἐγένοντο πολλοῖς τῶν παλαιῶν, τῶν μὲν τὴν ἡδονὴν τῶν δὲ τὴν τιμὴν λεγόντων ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὗν ἀφείσθω.

Ὁτι οὐκ ἔστι μία ἰδέα τοῦ ἀγαθοῦ. κεφ. η'.

Ἐπεὶ δὲ περὶ τοδ’ ἐσχάτου τέλους ὁ λόγος ἡμῖν, ὃ δοκεῖ καθόλου τι ἀγαθὸν εἶναι, σκεπτέον περὶ τοῦ καθόλου πῶς λέγεται καὶ εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ. καίτοι προ|σάντης ὁ λόγος οὗτος ἡμῖν διὰ τὸ φίλους εἶναι τοὺς εἰσενεγκόντας τὸν περὶ τῶν ἰδεῶν λόγον. ὁ δὲ λόγος, εἶναί τινα ἰδέαν ἑκάστου τῶν ὄντων, καθ’ ἑαυτὴν ὑφεστηκυῖαν. δόξειε δ’ ἄν ἴσως βέλτιον εἶναι καὶ δεῖν καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἐπὶ τῷ σῶσαι τὴν ἀλή- [*](10 καὶ μὴ ἐνεργεῖν κατ’ αὐτήν om. h 13 εἰ om. h 15 γὰρ καὶ ἐν h et Arist. 17 θεωρούμενος h: θεωρουμένοις Β 27 αὐτὰ Mullach ex Aristotele recte videtur restituisse: ἐκεῖνα Bh 31 κεφ. η'] κε. ζ' Bh 37 τῷ Mullach: τὸ Β)

9
ἵης τε ἀληθείας καὶ τοὺ περὶ τῶν ἰδεῶν εἰπόντος. ὅσι’ ὂν προτιμὰν τἡν ἅλ’ ἡ θείαν. οἱ δὲ ταύτην εἰσαγαγόντες τὴν δόξαν οὐκ ἔλεγον ἐκείνων τῶν ὄντων μίαν ἰδέαν εἶναι, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἦί. καὶ διὰ τοῦτο οὐδὲ τοῦ ἀριθμοῦ μίαν ἐποίουν ἰδέαν, ὅτι τὸ πρῶτον καὶ δεύτερον ἔχει. ἐπεὶ δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, φανερὸν ὅτι οὐ. ἂν εἴη μία αὐτοῦ ἰδέα. ὅτ‘ι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν ἰδεῖν ἐν τῷ ἀγαθῷ, δῆλον. ἔστι γὰρ τὸ ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ, οἷοι νοῦς ἢ θεός, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν τῷ ποσῷ τὸ σύμμετρον, καὶ ἐν τῷ ποῦ δίαιτα (ἡ γὰρ δίαιτα τόπος ἐν ᾧ εὖ διάγομεν), καὶ ἐν τῶ πότε καιρός (ἔστι γὰρ ὁ καιρὸς ὁ ἑκάστῳ χρόνος), καὶ ἐν τοί ἄλλοις ὁμοίως. ἐν τούτοις δὲ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν· ἡ γὰρ οὐσία προτέρα ἐστὶ τοῦ πρός τι, καὶ ὅτι ἡ μὲν καθ’ αὑτό ἐστι, τὸ δὲ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, καὶ ὅτι ἡ μὲν ἄσχετος, τὸ δὲ ἐν σχέσει ἐστί· παρ’ αφυάδι γὰρ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος. ἔτι ἐπεὶ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, πολλαχῶς δὲ λέγεται τὸ ὄν, πολλαχῶς ἂν λέγοιτο καὶ τὸ ἀγαθόν, ἇί οὐκ ἂν εἴη κοινόν τι καἰ καθόλου καὶ ἕν· οὐ γάρ ἂν ἐν πά|σαις ταῖς κατηγορίαις ἐλέγετο, καθὼς εἴρηται. ἀλλ’ ἐν μιᾷ μόνῃ. ἔτι ἐπεὶ μιᾶς ἰδέας μία ἐστὶν ἐπιστήμη, ἦν ἂν καὶ μία ἐπιστήμη τοῦ ἀγαθοῦ, εἴ γε ἦν μία ἰδέα. ὰλλὰ τοῦτο οὐκ ἔστιν· οὐκ ἄρα μία ἐστὶν ἰδέα τοῦ ἀγαθοῦ. ὅτι δὲ πολλαὶ ἐπιστῇμαι τοὐ ἀγαθοῦ, φανερόν. οὐ μόνον γάρ τῶν ἐν διαφόροις ὄντων κατηγορίαις οὐκ ἔστι μία ἐπιστήμη ἀλλά καὶ τῶν ὑπὸ μίαν, οἷον ἐν τῷ πότε τὸ ἀγαθὸν ὁ καιρός ἐστιν. οὗτος δὴ ὁ καιρὸς καὶ ἐν πολέμῳ ἐστὶ καὶ ἐν νόσω, οὐ τῆς αὐτῆς δὲ ἐπιστήμης· ἀλλ’ ὁ μὲν ἰατρικὸς τὸν ἐν τῇ νόσῳ καιρόν, ὁ δὲ στρατηγικὸς τὸν ἐν τῷ πολέμῳ γινώσκει. καὶ τὸ σύμμετρον, ὅ ἐστι ἰοῦ ποσοῦ, καὶ ἐν τροφῇ καὶ ἐν πόνοις· καὶ τὸ μὲν γυμναστικῆς, τὸ δὲ ἰατρικῆς εἰδέναι. ἔτι ἐπεὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ αὐτοανθρώπῳ εἷς καὶ ὁ αὐτὸς ὁρισμός ἐστι, καὶ ἐν τῷ ἵππῳ καὶ ἐν τῷ αὐτοίππῳ τῇ ἰδέα δηλονότι εἰ γὰρ διάφορος, πῶς ἂν εἴη αὐτοῦ ἰδέα), φανερὸν ὅτι οὐδὲν διαφέρει ὁ ἄνθρωπος ῇ ἄνθρωπος τοῦ αὐτοανθρώπου· καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τὸ ἀγαθὸν ᾗ ἀγα- θὸν οὐδὲν διαφέρει τοῦ αὐτοαγάθου. φανερὸν γάρ, ὅτι οὐ διοίσουσιν ώς ἀγαθά, ὅτι τὸ μὲν αὐτοαγαθὸν ἀίδιον, τὸ δὲ οὔ, ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκὸν τοῦ ἐφημέρου λευκότερον. οὐ. ἄρα οὔτε ἄλλου τινὸς τῶν ὄντων ἰδέα ἐστὶν ὑπὲρ αὐτὸ οὔτε τοὐ ἀγαθοῦ. οἱ δὲ Πυθαγόρειοι πιθανώτερον νώτερον ἐοίκασι λέγειν περὶ τοῦ ἀγαθοῦ· οὐ γὰρ ἓν ἔλεγον τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀνάπαλιν τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν ἔταξαν συστοιχίᾳ, οἷς δὴ καὶ Σπεύσιππος ἀκολουθῆσαι δοκεῖ. ἡ δὲ συστοιχία τῶν ἀγαθῶ, ἢν ἔλεγον, αὕτη· τὸ πέ·ρας τὸ περισσὸν τὸ ἓν τὸ δεξιὸν τὸ ἄρρεν τὸ εὐθὺ τὸ φῶς τὸ [*](4 καὶ τὸ ὕστερον h 18 καὶ καθόλου Bh: καθόλου Anstoteles 37 οὺ γὰρ—τῶν ἀγαθῶν (38) Β: τὸ γὰρ ἓν ἐν ᾗ ἔλεγον τοῦ ἀγαθοῦ h)
10
τετράγωνον τὸ ὴρεμοῦν τὸ ἀγαθόν· ᾗ τινι ἑτέραν ἐποίουν ἀντικειμένην τὸ ἄπειρον τὸ ἄρτιον τὸ πλῆθος τὸ ἀριστερὸν τὸ θῆλυ τὸ καμπύλον τὸ σκότος τὸ ετερομηκες τὸ κινουμενον τὸ κακὸν·

Ὁτι οὐκ ἔστιν ἰδ έα μία ἰῶν καθ᾿ ἑαυτὰ ἄγαθῶν. κεφ. θ᾿.

Ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔσται λόγος· ἐροῦμεν δὲ ἔτι περὶ τοὺ ἀγαθοῦ ἀκριβέστερον. τὰ γὰρ εἰργμένα δεῖταί τινος ἐξετάσεως καὶ ἀκριβείας διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ κατὰ μέρος εἰρῆσθαι τοὺς λόγους. νῦν δὲ διελόντες ἀκριβέστερον ποιήσομεν ἰὸν λόγον. διπλῶς τοίνυν λέγεται τὸ ἀγαθόν· τὰ μὲν γὰρ δι᾿ ἑαυτά εἰσιν ἀγαθὰ καὶ δι’ ἑαυτὰ ζητοῦνται καὶ ἀγαθὰ λέγονται καὶ ἀγαπῶνται, τὰ δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ δι ἐκεῖνα· διώκονται γάρ, ὅτι φυλακτικά εἰσι τιῶν δι’ ἑαυτὰ ἀγαθῶν ἢ ποιητικὰ ἢ τῶν ἐναντίων κωλυτικἁ. καὶ καθ’ ἑαυτά μὲν ὰγαθὰ ὑγίεια καὶ ἀρειὴ τὸ φρονεῖν τὸ ὁρᾶν, οὐ δι’ ἑαυτὰ δὲ ἀσκήσεις, ἃ πρὸς ἀρετὴν φέρει, γυμνάσια φαρμακεῖαι, ἃ τῆς ὑγιείαν ἕνεκα ζητοῦνται. ταύτᾳ δὲ καὶ ὠφέλιμα καλοῦνται. διελόντες οὖν ἀπὸ τῶν ὠφελίμων τὰ ἀγαθά, ἃ καθ᾿ ἑαυτά εἰσι, σκεψώμεθα εἰ μία ἰδέα τούτων ἐστί· φαίνεται τοίνυν μάταιον εἶναι, ἰδέαν λέγειν τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. τί γὰρ ἂν τούτων καὶ διαφέροι, εἴπερ καὶ ταῦτα καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καθάπερ ἐκείνη; τὸ γὰρ φρονεῖν καὶ ὁρᾶν καὶ ἡδοναί τινες, αἱ σώφρονες, καὶ τιμαί, εἰ καὶ δι’ ἄλλα ζητοῦνται, ἀλλ’ ὅμως καὶ χωρὶς τῆς ἐκείνων προσθήκης αὐτὰ αὐτὰ ἑαυτὰ καὶ αἱρετά εἰσι καὶ διωκτά· ὥστε κατὰ τοῦ το καθ’ ἑαυτὰ ἀγαθά εἰσι, καὶ οὐ μόνῃ τῇ ἰδέᾳ τοῦτο δώσομεν. ἔτι εἰ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν, αὐτὸς ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ <ἐφαρμόσει πᾶσι· καθάπερ ὁ ἐφαρμόζει λόγος ὁ τῆς λευκότητος ἔν τε χιόνι καὶ ψιμμυθίῳ· ἀλλ’ οὐκ ἔστι. φρονήσεως γὰρ καὶ ἡδονῆς, καθ’ ὃ ἀγαθά, διάφοροι οἱ ὁρισμοί· ἄλλο γὰρ τὸ τῆς ἡδονῆς ἀγαθὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως.

Ὀτι τὰ ἀγαθὰ κατ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται· καὶ ὄτι οὐδεμία βοήθεια τᾦ ἠθικῷ ἀπὸ τοῦ τὴν ἰδέαν αὐτὸν εἰδέναι. κεφ. τ΄.

Ἐπεὶ δὲ τὰ ἀγαθά, καθὼς εἴρηται, οὐ συνωνύμως λέγονται (οὐ γὰρ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν), ζητητέον πῶς λέγονται. ἢ γὰρ ὁμωνύμως ἢ ὡς τὰ ἀφ’ ἑνὸς ἢ πρὸς ἓν συντελοῦντα ἢ κατὰ ἀναλογίαν· ὥσπερ λέγεται ὁ νοῦς ὀφθαλμός, ὅτι τὸν αὐτὸν λόγον ἔχει πρὸς τὴν ψυχήν, ὃν ὁ ὀφθαλμὸς πρὸς τὸ σῶμα. δοκεῖ δὲ τὰ ἀγαθὰ κατὰ ἀναλογίαν ἑνὶ ὀνόματι λέγεσθαι. καθάπερ γὰρ ψυχὴν ἀγαθὴν λέγομεν, οὕτω καὶ χρόνον καὶ τόπον· [*](3 post finem capitis bonorum et malorum tabulas repetit B, illis ἡ τῶν ἀγθῶν συστοιχία, his ἡ τῶν κακῶν συστοιχία inseribens 4 κεφ. θ'] κε. η' Bh 5 ἔσται Bh, ut Arist. KbMb: ἔστω Arist. vulg. 23 ἐφαρμόσει—ὁ αὐτὸς h: om. B 29 κεφ. ι'] κε. θ' Bh)

11
ἔχει γὰρ ἀνάλογον· καὶ ὅπερ ἐν ψυχῇ ἀρετή, τοῦτο ἐν χρόνῳ καιρὸς καὶ τῆ ἠθικῇ ταῦτα προσήκει. ὁμοίως δὲ καὶ τὸ περὶ τῆς ἰδέας λέγειν καθόλου· θεολογικοῦ γάρ τινος καὶ τοῦτο καὶ οὐδὲν συντελεῖ τῷ ζητοῦντι τὸ πολιτικὸν ἀγαθόν. ἡ γὰρ ἰδέα τοῦ ἀγαθοῦ εἰ καὶ ἔστιν. ἥτις κοινῇ τῶν ἄλλων καὶ καθόλου κατηγορεῖται καὶ χωριστὸν τῶν ἄλλων καὶ καθ’ έαυτὸ ὑφεστός, δῆλον ὡς οὐκ ἂν εἴη δυνατὸν ἀνθρώπῳ πρᾶξαι τοῦτο ἢ κτήσασθαι· ἡμῖν δὲ περὶ τοιούτου ἀγαθοῦ ὁ λόγος. ἐν αὐτῷ γὰρ καὶ τὴν εὐδαιμονίαν συστῆναι δυνατόν· εὐδαιμονεῖ γάρ τις ἐν ᾧ ἔπραξεν ἢ ἐν ᾠ ἐκτήσατο. ὥστε οὐκ ἂν εἴη προσῆκον ἡμὶν περὶ ἰοῦ μὴ τοιούτου λέγειν· τάχα δέ τῳ δόξειεν ἂν τοὐναντίον, βέλτιον εἶναι μὰλλον καὶ συμφορώτερον εἰς τὸ πράξαι καὶ κτή σασθαι τὰ κτητά καὶ πρακτὰ ἀγαθά, τὸ 10 εἰδέναι αὐτὴν τὴν ἰδέαν τοῦ ἀγαθοῦ· καθάπερ γὰρ παραδείγματι χρώμενοι ταύτῃ γνωσόμεθα, ποῖα τῶν πρακτῶν καὶ κτητῶν εἰσιν ἡμῖν ἀγαθά· κἂν εἰδῶμεν, ἐπιτευξόμεθα αὐτῶν. πιθανότητα μὲν οὖν ἔχει τινὰ οὑτος ὁ λόγος· ἔοικε δὲ ταῖς ἐπιστῆμαις διαφωνεῖν· πᾶσαι γὰρ αἱ ἐπι- στῆμαι ἀγαθοῦ τινος ἐφίενται καὶ τὸ ἐνδεὲς ὰναπληρῶσαι ἐπιζητοῦσιν, ὥσπερ ἰατρικὴ μὲν τὸ ἐλλεῖπον τῆς ὑγιείας, γυμναστικὴ δὲ τῆς ἰσχύος καὶ τῆς ἀνδρίας. οὕτω δὲ ἔχουσαι πρὸς ἰὴν ζήτησιν τοὺ ἀγαθοῦ; τοῦ καθόλου τούτου ἀγαθοῦ τὴν γνῶσιν παραλιμπάνουσιν· οὐκ ἂν δὲ παραλίμπανον, εἰ βοήθειά τις ἦν αὐταῖς ἀπ’ αὐτοῦ. βοήθημα γὰρ τηλικοῦτον ἅπαντας ἀγνοεῖν τοὺς τεχνίτας καὶ μὴ ἐπιζητεῖν, οὐκ εὔλογον. ὥστε καὶ διὰ τοῦτο ματαίαν τινὰ τὴν ἰδέαν εἶναι. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ τέκτων πρὸς τἡν αὑτοῦ τέχνην, εἰ γινώσκει αὐτὸ τὸ ἀγαθὸν τὸ καθόλου, ἢ ἰατρὸς πῶς ἰατρικώτερος ἔσται ἢ στρατηγὸς πῶς ἂν γένοιτο στρατηγικώτερος, ὁ τὴν ἰδέαν αὐτὴν τοῦ ἀγαθοῦ τεθεαμένος· οὐ γὰρ τὸ καθόλου ὁ τεχνίτης | σκοπεῖ, ὥσπερ ὁ ἰατρὸς οὐ τὴν καθόλου ὑγίειαν σκοπεῖ ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ οὐδὲ τοῦ καθόλου ἀνθρώπου ἀλλὰ τὴν τοδ’ ἀτόμου· καθ᾿ ἔκαστον ’στὸν γὰρ ἰατρεύει.

Ὅτι τέλειόν τέλειόν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος καὶ αὔταρκες. κεφ. ια'.

Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. πάλιν δὲ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον, καὶ σκοπῶμεν τί ποτ’ ἂν εἴη· λέγω δὴ τὸ ζητούμενον τῇ πολιτικῇ τέλος. ἔστι μὲν γὰρ ἄλλο ἐν ἄλλῃ τέχνῃ ἀγαθόν· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ ἄλλο ἐν στρατηγικῇ καὶ ταῖς λοιπαῖς όμοίως· ἑκάστῃ δὲ ἀγαθὸν τὸ τέλος ἐστίν, οὗ ἕνεκα τὰ ἄλλα ποιεῖ· ὥσπερ ἐν ἰατρικῇ μὲν ὑγίεια τὸ ἀγαθὸν καὶ ἐν στρατηγικῇ νίκη καὶ ἐν οἰκοδομικὴ [*](24 δὲ om. h 28 ἰατρός. οὐ γὰρ τὴν h 32 κεφ. ια'] κε. ι' Bh 38 μικῇ h: οἰκοδομῇ B)

12
οὗ ἕνεκα τὰ ἄλλα γίνεται, τὸ τέλος δηλονότι, καὶ καθόλου εἰ εὑρήσομεν τὸ τέλος πασῶν τῶν πράξεων. οὗ ἕνεκα πάσας ποιοῦμεν, τοῦτο ἄν εἴη τὸ ἐν πάσαις ταῖς πράξεσιν ἀγαθόν· καὶ καθάπερ ἰατρικὸν ἀγαθὸν τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ στρατηγικὸν τὸ τέλος τῆς στρατηγικῆς, οὕτω καὶ πρακτικόν τι ἔσται ἀγαθὸν τὸ τέλος πασῶν τῶν πράξεων. εἰ δὲ καὶ μὴ ἓν ἀλλὰ πλείω εἴη, ταῦτα ἄν εἴη τὰ πρακτὰ ἀγαθά. τοῦτο δὲ τί εστι, πειρατέον ἔτι διασαφῆσαι· οὔπω γάρ τι περὶ αὐτοῦ σαφὲς εἴπομεν ἀλλ’ ἔτι ζητοῦμεν τί ἐστι· μεταβαίνων γὰρ ὁ λόγος οὐδὲν ἤνυσε πλέον ἀλλ᾿ εἰς τὸ αὐτὸ ἀφίκετο. ὃ καὶ ἐν τοῖς προοιμίοις ἐλέγομεν, ὅτι τὸ πάσης πράξεως τέλος τοῦτο ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ἐπεὶ τοίνυν πολλὰ φαίνεται τῶν πράξεων τὰ τέλη, τούτων δέ τινα οὐ δι’ ἑαυτὰ αἱρούμεθα, ὰλλὰ δι’ ἕτερα τέλη ἄλλων ἐπιστημῶν τῶν ὰρχιτεκτονικῶν. καθὼς εἴρηται, καί εἰσι χρήσιμα πρὸς ἐκεῖνα, ὥσπερ ὁ πλοῦτος, ὃ τοῦ χρηματιστοῦ ἐστι τέλος, χρησιμεύει τῷ πολιτικῷ εἰς τὸ ἴδιον τέλος, καὶ ὁ αὐλὸς τέλος μὲν τοὐ αὐλοποιοῦ, χρήσιμον δὲ τῷ αὐλητῇ διὰ τὸ αὐλεῖν, ὁμοίως δὲ καὶ πάντα τὰ ὄργανα. ἐπεὶ τοίνυν εἰσί τινα τῶν τελῶν μὴ δι’ ἑαυτὰ ἀγαθά, οὐκ ἂν εἴη πάντα τὰ τέλη τέλεια. τὸ δὲ ἀγαθόν, οὗ ἕνεκα πάντα πράττομεν, τέλειον δεῖ εἶναι· ὥστε οὐκ ἄν εἴη ἓν τῶν τοιούτων τελῶν, ἅπερ ἀτελῆ ὰλλ᾿ ἀλλ’ εἰ μὲν πολλά εἰσι τὰ τέλεια, τὸ τελειότατον τούτων· εἰ δὲ ἕν, ἐκεῖνό ἐστι τὸ ζητούμενον ἐν πάσαις ταῖς ἀνθρωπίναις πράξεσιν ἀγαθόν. καὶ τὸ μὲν δι’ ἑαυτὸ ζητούμενον τοῦ δι’ ἄλλο ζητουμένου τελειότερον λέγομεν· πάλιν δὲ ἐπεί τινα τῶν ἀγαθῶν καὶ δι’ ἑαυτὰ καὶ δι᾿ ἄλλα ζητοῦνται, ὥσπερ τὸ ὑγιαίνειν καὶ τὸ φρονεῖν, τελειότερον τούτων ἐστίν, ὅπερ δι’ ἑαυτὸ μόνον ζητεῖται, οὐδέποτε δὲ δι’ ἄλλο · καὶ οὐ μόνον κατὰ σύγκρισιν τελειότερον ἄλλου ἀλλὰ καὶ ἁπλῶς τέλειον ἀγαθὸν τοῦτό ἐστι. τοιοῦτον δὲ ἡ εὐδαιμονία μάλιστα εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ δ ι᾿ ἑ ἀυτήν· τιμὴν δὲ καὶ ἡδονὴν καὶ φρόνησιν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν δι’ ἑαυτά μηδενὸς γὰρ ἀποβαίνοντος ἄλλου ἀπὸ τῆς κτήσεως αὐτῶν ἑλοίμεθα ἂν ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δὲ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται διὰ ταῦτα ἢ ὅλως δι’ ἄλλο, ἀλλὰ μόνον δι’ ἑαυτήν· ὥστε ἡ εὐδαιμονία ἄν εἴη τὸ ζητοῦ μένον παρὰ ἰῶν ἀνθρωπίνων πράξεων ἀγαθόν. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον· καὶ γὰρ τὸ τέλειον ἀγαθόν, ὃ ζητεῖται, αὔταρκες εἷναι δοκεῖ · αυταρκες δέ, ὃ ἀρκεῖ οὐ μόνον ἑνί τινι ζῶντι βίον μονώτην ἀλλὰ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικί καὶ ὅλως τοῖς φίλοις· καὶ πολίταις. ἐπεὶ καὶ τοῦ ἐν τούτοις ἀγαθοῦ ὁ ἄνθρωπος χρήζει, φύσει πολιτικὸς ὢν καὶ κοινωνικός. καὶ ὅλως αὔταρκές ἐστιν, ὃ μονούμενον ἄρκιον καὶ αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι. φαίνεται ἄρα τὸ ζητούμενον ἀγαθὸν τὴν εὐδαιμονίαν εἶναι. ἔτι τὴν εὐδαιμονίαν οὐ λέγομεν σμναριθμεῖσθαι τοῖς [*](38 χρήσει h)
13
ἄλλοις ἀγαθοῖς· τῶν γὰρ αἱρετῶν ἡγούμεθα εἶναι τὸ ἄκρον· καὶ εἰ αύστοιχον αὐτὴν τοῖς ἄλλοις ποιήσομεν ἀγαθοῖς, φανερὸν ὅτι, εἰ προσθήσομέν τι τῶν ἄλλων αὐτῇ, αἱρετωτέραν ποιήσομεν, καὶ οὕτως οὐκ ἂν εἴη αὐτὴ τὸ ἄκρον τῶν αἱρετῶν· τὸ γὰρ προστιθέμενον τῶν ἀγαθῶν μετὰ ἰῆς εὐδαιμονίας ἀγαθόν τι ἀποτελέσει τῆς εὐδαιμονίας αἱρετώτερον· τοιοῦτον δὲ καὶ τὸ ζητούμενον ἀγαθόν ἐστιν, οὐ συναριθμούμενον τοῖς ἄλλοις ἀλλὰ τῶν αἱρετῶν ἄκρον ὑπάρχον· τέλειον γάρ ἐστι· τὸ δὲ τέλειον αἱρετώτατον· ἀεὶ γὰρ τὸ τελειότερον ἀγαθὸν μᾶλλον αἱρούμεθα· ἡ ἄρα εὐδαιμονία ἐστὶ τὸ ζητούμενον τέλος. ἔχει δέ τινα ἀπορίαν ὁ περὶ τοῦ αὐτάρκους λόγος, εἰ γὰρ τότε τὸ ἀγαθὸν αὔταρκές τινι, ὅταν αὐτῷ καὶ πᾶσι τοῖς οἰκείοις ἀρκέσῃ καὶ τοῖς πολίταις καὶ τοῖς φίλοις καὶ ἔτι τοῖ οἰκείοις καὶ συγγενέσιν ἐκείνων, ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν, οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν. ὥστε ἀνάγκη λαβεῖν τινα ὅρον τῶν οἰκείων, ἐφ’ οὓς δεῖ προιέναι τὸ ἀγαθόν. ἀλλὰ 1 τοῦτο μὲν εἰσαῦθις ἐπισκεπτέον· λέγωμεν δὲ περὶ τοῦ προκειμένου.

Οτι ἐν ἰῇ κατὰ λόγον τοὐ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία μονία συνίσταται καὶ ἔστι ψυχῆς ἐνέργεια κατ᾿ ἀρετὴν ἐν βίῳ τελείῳ. κεφ. ιβ'.

Γὸ μὲν οὖν λέγειν τὴν εὐδαιμονίαν αὐτὸ εἶναι τὸ ζητούμενον τῇ πολιτικῇ ἀγαθὸν τὸ ἄριστον, ὁμολογούμενόν τι φαίνεται. ποθεῖται δὲ λεχθῆναι περὶ αὐτῆς ἐναργέστερον, τί ἐστι. τοῦτο δὲ γένοιτ’ ἄν, εἰ τὸ ἔργο.ν εὑρή- σομεν τοῦ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. ὥσπερ γὰρ πανὸς τεχνίτου ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστι, καὶ αὐλητοῦ μὲν ἐν τῷ αὐλεῖν, ἀγαλματοποιοῦ δὲ ἐν τῷ ἀγάλματι, καὶ ὅλως ἐπὶ παντὸς ἔργου καὶ πράξεως οὕτως ἔχει, οὕτω καὶ τὸ ἀνθρώπινον ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστιν, εἴπερ τι ἔργον ἐστὶ τοὐ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. πότερον οὖν τέκτονος μὲν καὶ σκυτέως ἐστὶν ἔργα τινὰ καὶ πράξεις, ἀν- θρώπου δὲ οὐδέν ἐστιν, ἀλλ’. ἀργὸν πέφυκεν; ἢ καθάπερ ὀφθαλμοῦ καὶ χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις <ἂν> ἔργον τι. τί οὖν ἐστι τὸ τοῦ ἀνθρώπου ἔργον; τὸ μὲν οὖν ζῆν κοινόν ἐστι καὶ τοῖς φυτοῖς, ἡμεῖς δὲ τὸ ἴδιον τοῦ ἀνθρώπου ζητοῦμεν, ὥστε ἐατέον τὸν περὶ τούτου λόγον. ἐπεὶ δὲ μετὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ζωήν, τὴν φυτικὴν δηλονότι, ἑπομένη ἐστὶν ἡ αἰσθητική, ἔγγιον γὰρ τῆς λογικῆς, σκεπτέον καὶ περὶ αὐτῆς. ἀλλὰ καὶ αὕτη κοινὴ καὶ ἵππῳ καὶ βοί καὶ παντὶ ζώω. ὥστε οὐδὲ αὐτή ἐστι τὸ ζητούμενον ἔργον τοῦ ἀνθρώπου. λείπεται δὴ ἡ ἐν λόγῳ πρακτικὴ ζωή. καὶ αὕτη δὲ διπλῆ τις φαίνεται. τὸ μὲν γὰρ αὐτῆς ἄλογον μέν, ἐπιπειθὲς δὲ καὶ [*](6 ἀλλὰ Β: καὶ h 13 ὥστε h: ὥσπερ Β 18 κεφ. ιβ'] κε. ια(??) Bh 31 ἂν ex Arist. inserui)

14
ὑπεῖκον τῷ λόγῳ· τὸ δὲ λόγον ἔχον καὶ διανοούμενον. καὶ τὸ μὲν λόγον ἔχον καὶ διανοούμενον τάττει καὶ ῥυθμίζει, τὸ δὲ ἄλογον τάττε· καὶ ρυθμίζεται. ὥστε τὸ λογικὸν κυριώτερον ἀνθρωπίνη ἐνέργειά ἐστιν, ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνέργεια· θάτερον γὰρ παθητικὸν λέγεται. ἔστι τοίνυν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον, ὅταν διανοῆται, ἢ οὐκ ἄνευ λόγου, ὅταν κατὰ τὸ παθητικὸν μέρος κινῆται μετὰ λόγου. ἐπεὶ τοίνυν ἐνέργειά ἐστιν ἀνθρωπίνη ἡ κατὰ λόγον, εἰ καὶ εὖ καὶ καλῶς γίνοιτο, οὐδὲν κωλύει ἀνθρωπίνην ἐνέργειαν πάλιν εἶναι· οὐ γὰρ ἑτερογενῆ τὸ τοῦ κιθαριστοῦ ἔργον καὶ τὸ τοῦ σπουδαίου κιθαριστοῦ· κιθαριστοῦ μὲν <γὰρ> τὸ κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ κιθαρίζειν· καὶ οὐκ ἑτερογενῆ, ὥσπερ οὐδὲ ὁ ἵππος τοὐ ἀγαθοῦ ἵππου ἕτερος τῷ γένευ εἰ δ’ οὕτω ταῦτα, ἁ νθρώπου δ ἑ τίθεμεν ἔργον ζωήν τινα, ταύτην δἑ ψυχῆς ἐνέργειαν καὶ πράξεις μετὰ λόγου, σπουδαίου ἀνθρώπου ἄν εἴη ἔργον τὸ εὗ καὶ καλῶς κατὰ λόγον ἐνεργεῖν. εὖ δέ τι καὶ καλῶς γίνεται ἕκαστον κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν, καὶ ἡ ἀνθρωπίνη ἄρα ἐνέργεια εὖ καὶ καλῶς ἔσται κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν. τὸ δὲ προσῆκον αὐτῷ ἀγαθὸν ἡ ἀρειή ἐστιν, ὥστε τὸ ἀνθρώπινον ἀγαθὸν ἐκεῖνο ἂν εἴη, ψυχῆς ἐνέργεια κατ’ ἀρετήν· εἰ δὲ πολλαὶ αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην αὐτῶν καὶ τελειοτάτην. εὔρηται ἄρα τὸ ἀνθρώπινον ἀγαθόν. τὸ δὲ ἐν ἑκάστῳ ἀγαθὸν τὸ τέλος ἐστίν, ὥσπερ εἴρηται. εὕρηται ἄρα τὸ τέλος τῶν ἀνθρωπίνων πράξεων. τὸ δὲ τέλος τῶν ἀνθρωπίνων· πράξεων ἐδείχθη ταὐτὸν τῇ εὑ δαιμονίᾳ· ἡ εὐδαιμονία ἄρα εὕρηται, ὅπερ ἔδει ποιῆσαι. ’σαι. ἔτι δὲ προσήκει τὸ ἀνθρώπινον ἔργον, εἰ μέλλοι πάν τέλειόν εἶναι, ἐν βίῳ εἶναι τελείῳ· μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ οὐ δὲ μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδὲ ὀλίγος χρόνος. ὡρίσθω μὲν οὖν τὸ ἀγαθὸν τὸ ἀνθρώπινον ἡ εὐδαιμονία τοῦτον τὸν τρόπον, ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. δ εῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶτα τελείως γράψαι καθάπερ εἰκόνα τὸν περὶ τοῦ ἀγαθοῦ λόγον. τὸ δὲ τὰ καλῶς τυπωθέντα προαγαγεῖν εἰς τὸ βέλτιον καὶ διαρθρῶσαι δόξειεν ἂν εὔκολον εἶναι καὶ τοῦ βουλομένου παντός· συντελεῖ γὰρ καὶ ὁ χρόνος, εὑρετὴς ὢν καὶ συνεργὸς ἀγαθὸς τῶν τοιούτων. ἀπὸ τούτου γὰρ καὶ αἱ τῶν τεχνῶν ἐπιδόσεις γεγόνασι· παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον.

Οτι <δεῖ> κατὰ τὸ προσῆκον τῇ ὕλῃ τοὺς περὶ αὐτῆς ἀπαιτεῖν. καὶ ὅτι οὐκ ἐν ταῖς ἀρχαῖς τὸ διότι ζητήσομεν. Χρὴ δὲ καὶ τῶν προειρημένων λόγων μεμνῆσθαι καὶ τὴν ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἀπαιτεῖν, ἀλλ’ ἐν ἑκάστοις κατὰ τὴν ὑπο- [*](10 γὰρ h et Arist.: om. Β 30 εὔκολον B: εὔλογον h 34 δεῖ h: om. B 36 κεφ. ιγ'] κε. ιβ Bh)

15
καὶ τέκτων καὶ γεωμέτρης οὐχ ὁμοίως ἐπιζητοῦσι ἰὴν ὀρθήν· ἕκαστος γὰρ ἐπιζητεῖ, ὅσον χρησιμεῦσαι αὐτῷ πρὸς τὸ ἔργον , ὁ δὲ γεωμέτρης αὐτὴν τὴν ὀρθὴν ζητεῖ, τί ἐστι καὶ ποῖόν τι· οὐ γὰρ ἔργον τι κατα;σκευάσαι βούλεται δι’ αὐτῆς ἀλλὰ τὸν ὰληθῆ ζῆ τεῖ περὶ αὐτῆς λόγον. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον. ὅπως μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνηται. εἰ γὰρ τὸν τέκτονα ἀπαιτήσομεν τὸν περὶ τῆς ὀρθῆς λόγον, ὅπερ πάρεργόν ἐστιν αὐτῷ πρὸς τὸ ἔργον, πλείονος ζητήσεως αὐτῷ δεήσει ἢ τὰ πρὸς τὰ τέχνης ἔργα. οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν ὁμοίως ἐν ἅπασιν. ἱκανὸν γὰρ ἔν τισιν, εἰ δειχθεῖεν καλῶς ὅτι εἰσί καὶ εἰ μὴ προσθήσομεν τὸ διότι. τοῦτο δὲ συμβαίνει καὶ περὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν· ἐν αὐταῖς γὰρ οὐ τὸ διότι ζητήσομεν ἀλλὰ τὸ ὅτι μόνον. καὶ τοῦτο ἐν πάσαις ταῖς ἐπιστήμαις ἀρχή ἐστιν· εἰ γὰρ ζητήσομεν τῶν ἀρχ’ ὦν αἰτίαν . οὐδέποτε ἀρξόμεθα ἀλλ’ ἐπ’ ἄπειρον Βαδιούμεθα. φανερὸν δὲ γίνεται ἐν ταῖς ἀρχαῖς τὸ ὅτι ἡ ἐπαγωγῇ ἢ αἰσθήσει ἢ ἐθισμῷ · ἐπαγωγῇ μέν, ὥσπερ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· δείξομεν γὰρ ἀριθμούς τινας καὶ μεγέθη εἰσαγαγόντες· ἐπαγωγὴ γάρ ἐστιν ἡ ἀπὸ τῶν μερικῶν δεῖξις· αἰσθήσει δέ. ὅταν δεικνύῃ ὁ φυσικὸς τὸ πῦρ θερμὸν καὶ τὸ ὕδωρ ψυχρόν, ἅτινα ἀρχαί εἰσι τῆς ἐπιστήμης. ἐθισμῷ δὲ αἱ ἀρχαὶ τοῦ ἠθικοῦ γινώσκονται. καὶ γάρ ἀδύνατον εἰς γνῶσιν ἐλθεῖν τῶν περὶ ἀρετῆς λόγων μὴ ἐν ἔθει γενόμενον τῶν σπουδαίων πράξεων, ὡς ἐν τῷ ς(??) εἴρηται κεφαλαίῳ. πειρατέον δὲ μετέρχεσθαι ἑ·κάστην τῶν ἀρχῶν καθὼς πέφυκε δείκνυσθαι, καὶ σπουδαστέον, ὅπως ὄι ὁρισμοῦ φανῶσι καλῶς. μεγάλην γὰρ παρέχουσι βοήθειαν· ταῖς ἀποδείξεσι ταῖς ἑπομέναις αὐταῖς. καὶ διὰ τοῦτο φαίνεται πλέον ἢ τὸ ἥμισυ τῆς ἀπο- δείξεως δύνασθαι τὴν ἀρχήν, καὶ πολλὰ τῶν ζητουμένων ἐμφανῆ γίνεσθαι δι’ αὐτῆς· ἐν γὰρ τῇ μείζονι προτάσει ἀεὶ ἡ ἀρχὴ παραλαμβάνεται· ἡ δὲ μείζων πρότασις τὸ πᾶν δύναται τῆς ἀποδείξεως σχεδόν. καὶ ἴσως εἰ καὶ δι᾿ ἄλλην αἰτίαν, ἀλλὰ καὶ διὰ τοῦτο μείζων καλεῖται.

Ὀτι οὐ πάντῃ ἀπᾴδουσιν οἱ λεγόμενοι περὶ τ ῆ ς ε ὐ δ α ι μ ο ν ία ς παρὰ τῶν παλαιῶν λόγοι τῷ λεχθέντι αὐτῆς ὁρισμῷ. κεφ. ἰδ’.

Ταῦτα μὲν οὖν καθόλου περὶ τῶν ἀρχῶν εἴρηται. περὶ δὲ τῆς προκειμένης κειμένης ἡμῖν ἀρχῆς, τῆς εὐδαιμονία, δηλονότι, σκεπτέον ἔτι, οὐ μόνον τὸν ὁρισμὸν αὐτῆς ἐξετάσαντες καὶ τοὺς λόγους τοὺς συμπεράναντας αὐτόν, ἀλλὰ καὶ τοὺς λεγομένους περὶ αὐτῆς παρὰ τῶν παλαιῶν ἀληθεῖς λόγου , εἰ συνᾴδουσι τῷ ὁρισμῷ. τῷ μὲν γὰρ ἀληθεῖ ὁρισμῷ καὶ πάντα συνᾴδει T-y. προσόντα τὼ ὁριστῷ καὶ διὰ τοῦτο καὶ τἄλλα τὰ λεγόμενα περὶ αὐ- [*](4 χρησιμεύσει Mullach 5 τὴν om. h 14 ταῖς om. h 15 ἀρχῶν h: ἀρχαίων Β 32 κεφ. ιδ'] κε. ιγ(??) Bh 35 ἐξετάσαντες scripsi: ἐξετάσαντας Bh 38 τ᾿ ἄλλα h: πάντα B)

16
τοῦ, τῷ δὲ ψευδεῖ ταχὺ διαφωνεῖ τὸ ἀληθές. τῶν ἀγαθῶν τοίνυν εἰς τρία διαιρουμένων καὶ τῶν μὲν λεγομένων ἐκτός, τῶν δὲ περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα τὰ περὶ ψυχὴν ἀγαθὰ κυριώτατα καὶ μάλιστα ἀγαθὰ κοινῇ πάντες λέγομεν. περὶ ψυχὴν δὲ λέγομεν ἀγαθὰ τὰς πράξεις καὶ τὰς ἐνεργείας τὰς ψυχικάς. οὐκοῦν αἱ ψυχικαὶ πράξεις καὶ ἐνέργειαι αἱ ἀγαθαὶ κυριώτατα καὶ μάλιστά εἰσιν ἀγαθά. ἐν τῇ κατὰ ψυχὴν ἄρα ἀγαθῇ ἐνεργείᾳ τὸ κυριώτατον καὶ μάλιστα ἀγαθὸν συνίσταται. τοῦτο δέ ἐστιν ἡ εὐδαιμονία. ἔστιν ἄρα ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν καὶ κατὰ ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν φιλοσοφούντων. ὀρθῶς δὲ πράξεις τινὲς λέγονται καὶ ἐνέργειαι ἡ ἑώ δαιμονία· οὕτω γὰρ ἂν εἴη τὦν περὶ ψυχὴν ἀγαθῶν καὶ οὐ τῶν ἐκτός. 28 διὰ τοῦτο καὶ ὁ εὐδαίμων εὖ πράττειν λέγεται καὶ εὖ ζῆν, ἃ ἐνέργειαν καὶ πρᾶξιν δηλοῦσι. φαίνεται δὲ ὅτι καὶ τὰ ζητούμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν εὐδαιμονίαν ἐνυπάρχουσι τῷ λεχθέντι. τὰ ἐπιζητούμενα δὲ τοῖς μὲν ἀρετή, τοῖς δὲ φρόνησις, ἄλλοις δὲ σοφία τις· τοῖς δὲ καὶ πανία ταῦτα εὐδαιμονία εἶναι δοκεῖ, τοῖς δὲ τούτων τι μεθ’ ἡδονῆς, ἀλλὰ τῆς ἀπ’ αὐτῶν τούτων τικτομένης· ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσι. τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσι, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι ἄνδρες· ὧν οὐδετέρους εὔλογον τῆς ἀληθείας ἐν πᾶσι διαμαρτάνειν, ἀλλὰ καθ’ ἕν τι μόνον ἴσως, ἐν τοῖς πλείστοις δὲ ἀληθεύειν. τοῖς μὲν οὖν λέγουσι πᾶσαν ἀρετὴν τὴν εὐδαιμονίαν εἶναι ἢ τῶν ἀρετῶν τὴν ἀρίστην, συνῳδὸς ὁ ἡμέτερος περὶ αὐτῆς λόγος. κατὰ γὰρ τὴν τῆς ἀρετῆς ἐνέργειαν ἡ εὐδαιμονία ἐστί. διαφέρει δέ, ὅτι οἱ μὲν ἐν τῇ ἕξει καὶ κτήσει τῆς ἀρετῆς τὴν εὐδαιμονίαν εἶναί φασιν, ἡμεῖς δὲ ἐν τῇ χρήσει καὶ τῇ ἐνεργείᾳ. διαφορὰ δέ ἐστιν οὐκ ὀλίγη τοῦ ἐν κτήσει ἢ χρἡσει τὸ ἄριστον ὑπολαμβάνειν καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται ὑπάρχουσαν μηδὲν ἀποτελεῖν, οἷον τῷ καθεύδοντι ἢ ἄλλως πὼς ἐξηργηκότι· τὴν δ’ ἐνέργειαν οὐχ οἷόν τε. πράξει γὰρ ἐξ ἀνάγκης ὁ τὴν ἐνέργειαν ἔχων· καὶ εἰ τὴν ἀγαθὴν ἐνεργείαν ἔχει, εὖ πράξει. τοῦτο δέ ἐστι τὸ εὐδαιμονεῖν. ὥσπερ γὰρ Ὀλυμπίασιν οὐχ | οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦ νται ἀλλ’ οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες καὶ νικῶσιν), οὕτω καὶ τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν οὐχ οἱ δυνάμενοι πράττειν ὀρθῶς, ἀλλ’ οἱ πράττοντες ὀρθῶς ἐπήβολοι γίνονται.

Ὅτι ἥδιστος δι’ ἑαυτόν ἐστιν ὁ κατ’ ἀρετὴν βίος καὶ μάλιστα ἁγαθὁς καὶ καλὁς. κεφ. ιε'.

Ἐστι δὲ καὶ ὁ βίος αὐτῶν καθ’ ἑαυτὸν ἡδύς, οὐκ ἔξωθεν ἔχων τὴν ἡδονήν. ἐπεὶ γὰρ τὸ ἥδεσθαι τῆς ψυχῆς ἐστιν, οὐδὲν κωλύει τὴν τῆς [*](28 ἢ ἄλλως πὼς Bh et Arist. Mb: ἢ καὶ ἄλλως πὼς Arist. vulg. 32. 33 καὶ νικῶσιν Bh et Αrist. Mb: νικῶσιν Arist. vulg. 36 κεφ. ιε'] κε' ιδ Bh)

17
ψυχῆς κατ’ ἀρετὴν ἐνέργειαν μεθ’ ἡδονῆς εἶναι. ὅτι δὲ καὶ ἔστι, δῆλον. ἐπεὶ γὰρ ἑκάστῳ ἐκεῖνό ἐστιν ἡδύ, πρὸς ὃ λέγεται φιλοτοιοῦτος, οἷον ὁ ἵππος ἡδὺ τῷ φιλίππῳ καὶ θέαμα τῷ φιλοθεώρῳ, καὶ τῷ φιλαρέτῳ ἄρα ἡδεῖα ἡ ἀρετὴ καὶ αἱ κατ’ αὐτὴν πράξεις. τὰ μὲν οὖν δοκοῦντα ἰοῖς πόλοις ἡδέα μάχεται· ἄλλος γὰρ ἄλλο νομίζει ἡδὺ καὶ τὸ ἄλλο ἀηδές. αἴτιον δέ, ὅτι οὐκ ἔστι φύσει ἡδέα. τοῖς δὲ φιλοκάλοις ἠδέα δοκεῖ τὰ καὶ φύσει ἡδέα· ἀρίστοις γὰρ οὖσι τὰ ἀληθῶς ἡδέα διώκειν ἀκόλουθον. διώκουσι δὲ τὰς κατ’ ἀρετὴν πράξεις. ὥστε ὥστε ὅτι αἱ κατ’ ἀρειὴν πράξεις ἡδεῖαί εἰσι τοῖς φιλαρέτοις καὶ δι’ ἑαυτάς· τὸ γὰρ φύσει ἡδὺ οὐκ ἔστι δι’ ἕτερον ἡδύ. διὰ τοῦτο οὐ προσδεῖται ὁ βίος αὐτῶν ἄλλης ἔξωθεν ἡδονῆς καθάπερ τινὸς περιάπτου, ἀλλ’ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῶ. εἰ δέ τις εἴποι μὴ πάντας τοὺς σπουδαίους ἥδεσθαι τῇ ἀρετῇ εἰσὶ γὰρ οἳ οὐ μεθ’ ἡδονῆς ταύτην πράττουσιν), ἐροῦμεν, ὅτι οὐκ ἔστιν ἀγα θὸς οὐδὲ σπουδαῖος ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσιν. | οὔτε γὰρ δίκαιον οὐδεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν οὔτε ἐλευ- θέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δ’ οὕτω, δι’ ἑαυτὰς ἂν εἶεν αἱ κατ’ ἀρε- τὴν πράξεις ἡδεῖαι· ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· μὴ καλῶς γὰρ κρίνειν οὐκ εὔλογον· κρίνει δὲ ἀγαθὰς εἶναι καὶ καλάς. ἄριστον ἆ ῥα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία· καὶ οὐκ ἄλλο μὲν κάλλιστον, ἄλλο δὲ ἄριστον, ἄλλο δὲ ἥδιστον κατὰ τὸ Δη- λιακὸν ἐπίγραμμα
  1. κάλλιστον τὸ δικαιότατον, λῷστον δ’ ὑγιαίνειν,
  2. ἥδιστον δὲ πέφυχ’ οὗ τις ἔραται τυχεῖν.
ἅπαντα γὰρ ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις ὑπάρχει. ταύτας δέ φαμεν εἶναι τὴν εὐδαιμονίαν ἢ μίαν τούτων τὴν πασῶν ἀρίστην.

Ὁτι δεῖται καὶ τῶν ἔξωθεν ὁ μέλλων εὐδαιμονεῖν, εἰ καὶ μὴ ἐν τοῖς ἔξωθεν ἡ εὐδαιμονία. συνίσταται· καὶ ὅτι οὐκ ἔστιν ἀπὸ τύχης ἡ ἀνθρωπίνη εὐδαιμονία. κεφ. ις'.

Ἐστι μὲν οὖν τὸ εἶναι τῆς εὐδαιμονίας ἐν ταῖς ἀγαθαῖς πράξεσι· φαίνεται δ’ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴπομεν. ἀδύνατον γὰρ ἡ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν μὴ βοηθούμενον τοῖς ἔξωθεν. πολλὰ γὰρ τῶν ἀρίστων πράττεται διὰ τῶν ἔξωθεν, καθάπερ δι’ ὀργάνων ἢ διὰ φίλων ἡ διὰ πλούτου ἢ διὰ τῆς ἐν τῇ πόλει τιμῆς καὶ ἀρχῆς καὶ δυνάμεως. ὥσπερ καὶ οἵ τινων τούτων στερισκόμενοι ἀκαλλῆ τινα τὴν εὐδαιμονίαν ποιοῦσιν, οἷον εἴ τις στέροιτο εὐγενείας νείας ἢ εὐτεκνίας ἡ κάλλους‘ οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ τὴν θέαν πάν- [*](5 ἄλλο h: ἄλλῳ B 13 οὐ Β: μὴ h 25 ἔραται B: ἐρᾷ τὸ h : cf. lectiones Arist. 30 κεφ. ις'] κε ιε(??) Bh 34 πράττεσθαι h 37 ἀκαλὴ Β)

18
θοὺς ἀποβαλών· διὰ τοῦτό φαμεν, τὴν εὐδαιμονίαν προσδεῖσθαι καὶ τῆς τοιαύτης εὐημερίας. κα τούτου χάριν τινὲς τὴν διὰ τῶν ἔξωθεν εὐτυχίαν ταὐτὸν εἶναι ἐνόμισαν τῇ ζητουμένῃ εὐδαιμονιᾳ· ἔνιοι δέ φασιν εἶναι τὴν ἀρετήν. ὅτι καὶ ἀμφοτέρων χρεία τῷ κυρίως εὐδαίμονι. καὶ διὰ τοῦτο ὰπορεῖται, πότερον μαθητόν ἐστι καὶ διὰ μεθόδου τινὸς παραγίνεται ἢ ἐκ τοῦ ἐθίζεσθαι ταῖς κατ’ ἀρετὴν πράξεσιν ἢ δι᾿ ἄλλης τινὸς ἀσκήσεως ἢ θεόθεν δίδοται τοῖς ἀνθρώποιν ἢ ἀπὸ τύχης τινός. δοκεῖ δέ, ὅτι εἰ καὶ ἄλλο τι δώρημά ἐστι παρὰ θεοῦ τοῖς ἀνθρωποί, καὶ τοῦτο ἄν εἴη δικαίως· καὶ μάλιστα στᾶ δὲ τῶν ἄλλων εἴη ἂν ἡ εὐδαιμονία θεόσδοτος, ὅσῳ καὶ βέλτιστον τῶν ἀνθρωπίνων ἀπάντων. ἀλλὰ τὸ μὲν περὶ τούτων λέγειν τῶν περὶ προνοίας ἂν εἴη λόγων καὶ ἄλλης πραγματείας, ἡμῖν δὲ κατὰ τὸ προσῆκον τῇ προκειμένῃ μεθόδῳ σκεπτέον. φαίνεται τοίνυν, εἰ καὶ μὴ θεόσδοτός ἐστιν ἡ εὐδαιμονία, ἀλλὰ δι’ ἀρειὴν ἢ ἄλλην τινὰ ἄσ·κησιν παραγίνεται. γίνεται. ὅμως τῶν θειοτάτων εἶναι. τὸ γἁρ τῆς ἀρετῆς ἆθλον καὶ τέλος, ὅπερ ἐστὶν αὐτὴ ἡ εὐδαιμονία, ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ μακάριον· γένοιτο δ' ἂν καὶ πᾶσι κοινόν. δυνατὸν γὰρ πᾶσι τοῖς μὴ τὴν διάνοιαν βεβλαμμένοις καὶ πάντῃ ἀκινήτοις πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς διά τινος μαθήσεως καὶ ἐπιμελείας ὑπάρξαι τὴν εὐδαιμονίαν. εὔλογον δὲ ἀπὸ ἀσκήσεως μείζονα καὶ τελειοτέραν ὑπάρξαι τὴν εὐδαιμονίαν ἢ ἀπὸ τύχης· ὁμοίως δὲ καὶ τὰ <ἀπὸ> πάσης ἄλλης αἰτίας ἢ τεχνικῆς ἢ φυσικῆς βελτίω τῶν ἀπὸ τύχης γινομένων· καὶ μάλιστα τὰ ἀπὸ τῆς αρίστης αἰτίας γινόμενα, ἥτις ἐστὶν ἡ ἀρετή. ἄλλως τε τὸ μέγιστον ἀγαθὸν καὶ κάλλιστον τὴν εὐδαιμονίαν ἐπιτρέψαι τῇ τύχῃ λίαν πλημμελὲς ἄν εἴη. τοῦτο δὲ φανερόν ἐστι καὶ ἐκ τοῦ εἰρημένου τῆς εὐδαιμονίας ὁρισμοῦ· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατ’ ἁρετὴν ἐν βίῳ τελείῳ. τὰ δὲ λοιπὰ ἀγαθά, τά τε σωματικὰ αὐτοῦ τοῦ σώματος καὶ τὰ περὶ τὸ σῶμα, τὰ μἐν ἀναγκαῖα πρὸς τὴν εὐδαιμονίαν. τὰ δὲ καθάπερ ὄργανά εἰσι πρὸς αὐτήν· ἀναγκαῖα μέν, οἷον ὑγίεια σώματος καὶ ζωῆς ἐπίτασις καὶ τἄλλα. ὧν χωρὶς οὐκ ἔνι τελειωθῆναι ἰὴν εὐδαιμονίαν· ὄργανα δέ, ὥσπερ πλοῦτος καὶ φίλοι. εἰ τοίνυν οὗτός ἐστιν ὁ ὁρισμὸς τῆς εὐδαιμονίας, πῶς ἂν αἰτίαν ἔχοι τὴν τύχην; ἡ γὰρ ψυχικὴ ἐνέργεια οὖκ ἀπὸ τύχης. τούτῳ δὴ τῷ ὁρισμῷ καὶ τὰ εἰρημένα περὶ τοῦ τέλους τῆς πολιτικῆς ἀκόλουθα. τὸ γὰρ τῆς πολιτικῆς τέλος τὸ ἄριστον ἐλέγομεν εἶναι καὶ δια ουν ουτε υτο ἐν αυτη εἶναι τὴν ανθρωπίνην εύδαιμονίαν. εἰκότως οὖν οὔτε ἵππον οὔτε βοῦν οὔτε ἄλλο τι τῶν ζᾠων εὔδαιμον λέγομεν· 20 οὐδὲν γὰρ αὐτῶν οἶόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας. διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδἑ παῖς εὐδαίμων ἐστίν· οὔπω γὰρ πρακτικὸς τῶν τοιούτων διὰ τὴν ἡλικίαν. οἱ δὲ λεγόμενοι εὐδαιμονες παῖδες διὰ τὴν ἐλπίδα μακαρίζονται. ἵζονται. δεῖ γάρ, ὡς εἴπομεν. [*](21 ἀπὸ h: om. Β 30 ἔνι Β: ἔστι h 36 οὔτε βοῦν οὔτε ἵππον Aristoteles ἄλλο τι τῶν Bh, ut Α rist. H a Mb Ob: ἄλλο τῶν Arist. vulg. 40 ὡς Bh, ut Arist. Mb: ὥσπερ Arist. vulg.)
19
καὶ ἀρετῆς καὶ βίου τελείου. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα νοῦντα μεγά|λαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως, καθάπερ ἐν τοῖς ἡρωικοῖς περὶ Πριάμου μυθεύεται· τὸν δὲ τοιαύταις χ ρησάμενον τύχαις καὶ τελευτή σα ντα ἀθλίως οὐδεὶς εὐδαιμονίζει.

Εί δεῖ ζωντας μάκαρίζεῖ κεφ. ις.

Πότερ’ ὂν οὖν οὐδ’ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονίζειν ἄξιον ἕως ἄν ζῇ, ἀλλὰ χρεὼν τὸ τέλος ὁρᾶν, καθά φησι Σόλων; καὶ εἰ τοῦτο θήσομεν, ἔσται ἄρα τις εὐδαίμων τό τε ἐπειδὰν ἄποθάνῃ; ἢ τοῦ τό γε παντελῶς ἄτοπον ἐν τῷ τεθνάναι τὴν εὐδαιμονίαν λαβεῖν, ἄλλως τε καὶ ὅτι ἡ εὐδαιμονία ἔν τινι ἐνεργείᾳ ἐστίν. ἐκ τούτου δὲ φαίνεται μᾶλλον ἐν ἀργίᾳ παντελεῖ εἶναι. λέγομεν δέ, ὅτι ὅτι ἡμεῖς οὔτε ὁ Σόλων τὸν τεθνεῶτα μακαρίζει διὰ τὸ τεθνάναι. ἀλλ’ ὅτι μέχρι παντὸς ὁ βίος αὐτῷ μακάριος ἦν, καὶ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον, ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ δυστυχημάτων. πάλιν δὲ οὐκ ἀρκοῦσα ἡ λύσις δοκεῖ. ἀπορία γάρ ἐστιν ἔτι, εἰ λέγομεν εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν [τι] καὶ ἀγαθόν, μὴ αἰσθανομένῳ δέ. ὥσπερ ἰαὶ τῷ ζῶντι. μακαρίζεται γὰρ καὶ ταλανίζεται καὶ ἀτιμάζεται καὶ τιμᾶται· καὶ τέκνων δὲ καὶ ἀπογόνων εὐπραξίαι εἰς τὴν εὐδαιμονίαν αὐτοῖς λογίζονται· εὐδαίμενος γὰρ καὶ μακάριοι διὰ τὴν τῶν ἀπογόνων εὐ- δαιμονίαν, καθάπερ δυστυχεῖς διὰ τὴν αὐτῶν δυστυχίαν· ἀπορίαν γὰρ καὶ τοῦτο παρέχει. τῷ γὰρ έχει. τῷ γὰρ μα κα ρ ίως βεβιωκότι καὶ τελευτήσαντι κατὰ λόγον ἐνδέχεται πολλὰς μεταβολὰς ἐκβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τὸὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κατ’ ἀξίαν, τοὺς δὲ ἐξ ἐναντίας. ἄτοπον δὲ γένοιτ’ ἄν, εἰ σ υμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ποτὲ μὲν εὐδαίμων, πάλιν δ ἑ ἄθλιος. ἄτοπον δὲ πάλιν κἀκεῖνο δοκεῖ, τὸ μὴ κοινωνεῖν τοὺς ζῶντας τοῖς ἀπελθοῦσι τῆς τύχης διὰ τὴν ἐκ τοῦ γένους οἰκειότητα. ἀλλ’ ἑ πανιτέον ἐπὶ τὴν προτέραν ἀπορίαν καὶ ζητῶμεν, εἰ οὐ δεῖ ζῶντας ἀλλὰ μετὰ τελευτὴν μακαρίζειν· τάχα γὰρ ὅν ἐξ ἐκείνης θ εωρηθείη καὶ τὸ νῦν ἐπιζητούμενον. εἰ δὴ τὸ τέλος ὁρᾶν δεῖ καὶ τότε μακα- ρίζειν ἕκαστον, οὐχ ὡς ὄντα διὰ τὸ τεθνάναι μακάριον ἀλλ’ ὅτι πρότερον μακάριος ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτε ἐστὶν εὐδαίμων, μὴ ἀληθεύσεται κατ’ αὐτοῦ τὸ ὑπάρχον αὐτῷ, μηδὲ ἐροῦμεν αὐτὸν ἀληθῶς εὐδαίμονα, διὰ τὸ μὴ τὸ ὗς ζῶντας ἐθέλειν εὐδαιμονίζειν, νίζειν, σκοποῦντας ποῦντας τὰς τοῦ βίου μεταβολὰς τῷ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπολαμβάνειν καὶ μηδαμῶς εὐμετάβολον, τὴν δὲ τύχην πᾶν τοὐναντίον; φὴ- [*](6 κεφ. ιζ'] κέ ις(??) Bh 15 καὶ Bh, ut Arist. HaLbOb: καὶ τῶν Arist. vulg. 17 τι post κακόν uncinis inclusi μὴ Β: καὶ h 21 γὰρ Bh cum Arist. Mb: δὲ Arist. vulg. 26 συμμεταβάλλοι h et Arist.: συμμεταβάλοι B)

20
λον γάρ, ὡς, εἰ συνακολου θ οἴη μὲν ταῖς τύχαις, τὸν αὐτὸν εὐ·- δαίuονα καὶ πάλιν ἄθλιον ἐροῦμεν πολλάκις, χ α μὰ ι λέο ντά τινα τὸν εὐὸ αἰ l1ονα ἁ πο-̔́αίνο ντες κ α ὶ σὰ θοῶς ἱ δ ρ υ ’J. ἑ νο ν. λε͂́γουεν τοίνυν πρὸς τὴν ἀπορίαν, ὅτι τὸ μὲν ταῖς τύχαις ἐακολουθεῖν οὐδαμῶς ὀρθόν· οὐ γὰρ ἐν ταύταις ἡ εὐδαιμονία συνίσταται ἢ τοὐναντίον, ἀλλὰ προσδεῖται μὲν τούτων πρὸς τὴν εὐδαιμονίαν ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν· ἡ δὲ οὐσία τῆς εὐδαιμονίας οὐκ ἐν αὐταῖς ἀλλ' ἐν τῇ κατ' ἀρετὴν ἐνεργείᾳ συνίσταται, καθὼς εἴρηται. μόνιμον γὰρ δεῖ εἶναι τὴν εὐδαιμονίαν· καὶ διὰ τοῦτο οὐ δυνατὸν αὐτὴν ἐν τοῖς ἀπὸ τὐχης συνίστασθαι. καὶ τούτῳ | μαρτυρεῖ ἡ προκειμένη ζήτησις· ἀπὸ τούτου γὰρ ἔλαβε τὴν ἀρχὴν τοῦ ὑποκεῖσθαι τὴν εὐδαιμονίαν μόνιμον εἶναι. περὶ οὐδὲν γὰρ τῶν ἀνθρωπίνων ἔργων τοσαύτη βεβαιότης ὑπάρχει, ὡς ταὶς κατ' ἀρετὴν ἐνεργείαις, ἐν αὶς ἡ εὐδαιμονία· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὐται τυγχάνουσι. τούτων δὲ πάλιν τῶν ἀρετῶν αί τιμιώτεραι μονιμώτεραι διὰ τὸ ζῆν ἐν αὐταὶς τοὺς μακαρίους μάλιστα καὶ συνεχέστατα, μὴ διακοπτομένης ποτὲ οὐδ' ἐν ἐλαχίστῳ χρόνῳ τῆς περὶ τὰς πράξεις τῆς ἀρετῆς αὐτῶν ἐργασίας διὰ τὸ ἡδεῖαν αὐτοῖς τὴν τοιαύτην εἶναι ζωἡν. καθὼς εἴρηται. καὶ διὰ τοῦτο οὐδὲ λήθην αὐτῶν λαμβάνουσιν. ἐπεὶ τοίνυν οὐτκ ὲν τῇ τύχη ἡ εὐδαιμονία συνίσταται ἀλλ' ἐν ταῖς κατ' ἀρετὴν πράξεσιν, ὑπάρξει τὸ ζητούμενον τῷ εὐδαίμονι, τὸ μόνιμον δηλονότι αὐτῷ εἶναι τὸ ἀγαθόν, καὶ εσται διὰ βίου εὐδαίμων· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει τὰς κατ' ἀρετὴν πράξεις καὶ θεωρίας· καὶ πρὸς τὰς τύχας στήσεται καὶ ὑπὸ τῶν ἐναντίων οὐδεμίαν πείσεται μεταβολήν, ἀλλ' οἴσει τὰ ἐπιόντα κάλλιστα καὶ ἐμμελέστατα ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου. πολλῶν δὲ ὄντων τῶν ἐπερχομένων ἀπὸ τῆς τύχης καὶ τῶν μὲν μεγάλων ὄντων, τῶν δὲ μικρῶν, τὰ μὲν μικρὰ τῶν ἀτυχημάτων, ὁμοίως δὲ καὶ τῶν εὐτυχημάτων οὐ παρέξει πράγματα τῷ σποδαίῳ οὐδὲ ἐπάξει τῷ βίῳ μεταβολήν. τὰ δὲ μεγάλα καὶ πολλά, εὐτυχήματα μὲν ὄντα, μακαριώτερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπικοσμεῖ τὴν εὐδαιμονίαν· χρῆται γὰρ αὐτοῖς ὁ σπουδαὶος ἐπὶ τὰ κάλλιστα). | ἀτυχήματα δὲ ὄντα θλίβει μὲν καὶ λυμαίνεται τὸ μακάριον καὶ ἐμποδίζει πολλαῖς ἐνεργείαις, ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ καλόν, ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυχίας, οὐ δι' ἀναλγησίαν καὶ ἀναισθησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλόψυχος. εἰ γὰρ ἐν ταὶς κατ' ἀετὴν ἐνεργείαις ἡ μακαριότης ἔχει τὸ εἶναι καὶ αὖται κύριαί εἰσι τῆς τοῦ εὐδαίμονος ζωῆς, οὐδεὶς ἄν γένοιτο τῶν μακαρίων ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ μισητὰ καὶ φαὐλα. τὸν γὰρ ὡς ἀληθῶς καὶ ἔμφρονα καὶ ἀγαθὸν πάσας οἰόμεθα τὰς τύχας εὐ- [*](1 συνακολουθοίημεν B: συνακολουθείημεν h 7 εἴπομεν Bh cum Arist. HaLbMbOb: εἴαμεν Arist. vulg. 27 ἀτυχημάτων B: εὐτυχημάτων h 27. 28 εὐτυχημάτων B: ἀτυχημάτων h 39 καὶ ἔμφρονα καὶ ἀγαθὸν B: ἔμφρονα καὶ ἀγαθὸν h cf. lectionem libror. Arist.)
21
σχημόνως φέρειν· καὶ καθάπερ ὁ ἄριστος τεχνίτης ἀπὸ τῆς τυχούσης ὕλης τὴν ἰδίαν ἐπιδείκνυται τέχνην καὶ στρατηγὸς μὲν τῷ παρόντι στρατοπέδῳ. καὶ εἰ μὴ ἀξιόλογον εἴη, χρῆται πολεμικώτατα. καὶ ὁ σκυτοτόμος ὁ ἄριστος ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ ἄλλοι τεχνῖται ἅπαντες· οὕτω καὶ ὁ μακάριος οὐκ εὔροιαν ἀεὶ ζητήσει, ἀλλ’ ἐκ τῆς παρούσης τύχης ἀεὶ τὰ κάλλιστα πράξει. καὶ διὰ τοῦτο ἄθλιος μὲν οὐδέποτε γέ νοιτ᾿ ἂν, ἀλλά μόνον οὐ μακάριος τῆς γε τύχης ἕνεκα, ἐὰν Π ριαμικαῖς περιπέσῃ τύχαις. οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος ἔσται· οὔτε γ ὰρ ἀπὸ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως οὔτε ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ὑπὸ μεγάλων ἴσως καὶ πολλῶν· καὶ οὐδὲ ὑπὸ τούτων ῥᾳδίως. ἐπεὶ καὶ ἀπαλλαγεὶς τῶν δυστυχημάτων οὐκ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ τέλειον ἀγαθὸν μεταπεσεῖται. οὐ μικρὸν παρέκλινε, διὰ τὸ μὴ εὐκί|νητος εἶναι· ἀλλ’ ἐν πολλῷ χρόνῳ ἔσται τοιοῦτος, μεγάλων καὶ καλῶν ἐν τούτῳ γενόμενος επιτυχής. τί οὖν κωλύει τὸν τοιοῦτον ἄνθρωπον εὐδαίμονα λέγειν, ὃς κατ’ ἀρετὴν μὲν τελείαν ἐνεργεῖ, δυστυχήσας δὲ τοῖς ἔξωθεν πάλιν εἰς τὴν εὐτυχίαν ἐπανελεύσεται καὶ ἱκανῶς ὑπὸ τῶν ἐκτὸς χορηγηθήσεται ἀγαθῶν οὐ τὸν τυχόντα χρόνον ἀλλὰ τὸν μέχρι τελευτῆς, καὶ βιωσάμενος οὕτω καὶ τελευτήσας κατὰ λόγον. προστίθημι δὲ καὶ τὰ ἔξωθεν ἀγαθὰ διὰ τὸ τὴν εὐδαιμονίαν τέλος εἶναι τῶν ἀνθρωπίνων πράξεων καὶ διὰ τοῦτο προσήκειν τέλειον ἀγαθὸν εἶναι καὶ μηδενὸς ἐλλείπειν. εἰ δὲ τοῦτο οὕτως, οὐ μετὰ τὴν τελευτὴν μακαρίσομεν τοὺς εὐδαίμονας ἀλλὰ ζῶντας ἔτι, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα· μακαρίους δέ, ὡς ἀνθρώπους τὴν ἀνθρωπίνην μακαριότητα, ἥτις οὐ πάντῃ τέλειον ἔχει τὸ ἀγαθόν. καὶ τὸ μὲν ὅτι δεῖ ζῶντας τοὺς εὐδαίμονας μάκαρί ζεῖν, ἐπὶ τοσοῦτον εἰρήσθω.

Εἰ κοινωνοῦσι τῆς τύχης τῶν ἀπογόνων οἱ μακάριοι μετὰ τε- λευτην. κεφ. ιη'.

Ῥητέον δὲ πρὸς τὴν ἄλλην ἀπορίαν, εἰ ἐκ τῶν ἀπογόνων δυστυχούντων τῶν ἢ τῶν φίλων χείρονα δόξει τοῖς μακαρίοις τὰ πράγματα. τὸ μὲν οὖν μηδ’ ὁτιοῦν ἐκ τῶν ἀπογόνων ἡ ἄλλως οἰκείων εἰς τοὺς εὐδαίμονας ἔρχεσθαι ἢ εὐτυχίας ἢ δυστυχίας ἀκοινώνητόν ἐστι καὶ ἀλλότριον τῶν ἀν- θρωπίνων· κοινωνικὸν γὰρ ὁ ἄνθρωπος· καὶ πρός γε ἔτι καὶ ταῖς κοιναῖς δόξαις ἐναντίον· κοινὰ γὰρ τὰ τῶν φίλων εἶ ’ναι πᾶσι δοκεῖ. πολλῶν δὲ ὄντων τῶν συμβαινόντων τοῖς οἰκείοις τῶν μακαρίων καὶ παντοίας ἐχόντων διαφοράς, καὶ τῶν μὲν μᾶλλον συντελούντων εἰς τὴν εὐδαιμονίαν ἢ δυστυχίαν, τῶν δὲ ἧττον, τὸ μὲν κατὰ μέρος διαιρεῖν αὐτὰ μακρὸν καὶ ἄπειρον φαίνεται· εἰ δὲ ὁλοσχερῶς καὶ ὡς ἐν τύπῳ εἴποιμεν περὶ αὐτῶν, ἱκανὸν ἄν εἴη. διαιρήσομέν τοίνυν καὶ ταῦτα, καθάπερ τὰ συμβαίνοντα [*](10 οὗτε Bh, ut Arist. codd. HaKbLbOb: οὐδ’ Arist. vulg. 27 κεφ. η'] κε' ιζ' Bh 35 ἡ δυστυχίαν om. h)

22
δυστυχήματα τοῖς μακαρίοις, ὅτι τὰ μὲν μεγάλα καὶ ἀξιόλογα καὶ βάρος ἔχει πρὸς τὸν βίον, τὰ δὲ μικρὰ καὶ ἐλαφρότερα. ἔχει δὲ διαφορὸν ὅσα ζώντων ἔτι τῶν μακαρίων τοῖς οἰκείοις συμβαίνει τῶν συμβαινόντων μετὰ τὴν αὐτῶν τελευτήν, ὅσην ἔχει τὰ ἐν ταῖς τραγῳδίαις πλαττόμενα κακὰ τῶν προϋπαρξάντων πραγμάτων, ὦν ταῦτα σκιαί. σκεπτέον οὖν περὶ τῆς διαφορᾶς. βέλτιον δέ ἐστι ακέφασθαι. εἰ κοινωνοῦσιν οἱ μακάριοι τοῖς οἰκείοις· μετὰ τελευτὴν τῆς τύχης. φαίνεται τοίνυν. ὅτι εἰ καὶ ἔρχεταί τι πρὸς αὐτοὺς ἀπὸ τούτων, εἴτε ἀγθὸν εἴτε φαῦλον, ἀσθενὲς μέντοι καὶ μικρόν, ἢ διότι καὶ τῇ ἑαυτοῦ γύσει μικρόν ἐστιν ἢ ἐκείνοις μικρόν, κἂν μέγα ὑπάρχῃ, δὶὰ τὸ μὴ ζῆν τὴν ἐνταῦθα ζωήν· εἰ δ' ἔχει τινὰ δύναμιν, ἀλλλ'οὐ τοσαύτην γε καὶ τοιαύτην, ὥστε ποιεῖν εὐδαίμονας τοὺς μὴ τοιούτους ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι τὴν μακαριότητα. ὥστε ἔρχεται μέν τι ἀπὸ τῶν ζ;ντων τοῖς τεθνεῶσι· τοιαῦτα δὲ καὶ τοσαῦτα ὡς μηδεμίαν ἀπάγειν μεταβολήν.

Ὅτι τῶν τιμίων ἡ εὐδαιμονία. κεφ. ιφ'.

Διωρισμένων δὲ τούτων, σκεψώμεθα περὶ τῆς εὐδαιμονίας, πότερον τῶν δυνάμεών ἐστιν ἢ τῶν ἐπαινετῶν ἢ τῶν τιμίων ἡ εὐδαιμονία. καὶ δυνάμεις μέν εἰσιν αἱ ἕξεις τῶν τεχνῶν, οἶον κυβερνητικῆς ἢ ἰατρικῆς δηλονότι τὸ δύνασθαι ἰατρεύειν ἢ κυβερνᾶν, ἐπαινετὰ δὲ τὰ ἤδη κατορθωθέντα καὶ εἰς ἐνέργειαν ἐλθόντα ἀγαθά, τίμια δὲ τὰ θεῖα καὶ ὑπὲρ ταῦτα. τούτων οὕτως ἐχόντων, ζητητέον τί τούτων ἐστὶν ἡ εὐδαιμονία. δύναμις μὲν οὖν οὐκ ἔστιν· ἔστι γὰρ τέλειον ἀγαθόν· δὲ δύναμις ἀτελές. ἄλλως τε ἡ μὲν εὐδαιμονία οὐ συναριθμεῖται πολλοῖς, ἡ δὲ δάναμις τοιαύτη· πολλαὶ γὰρ δυνάμεις· ἡ εὐδαιμονία ἄρα οὐκ ἔστι δύναμις. καὶ μὴν οὐδὲ τῶν ἐπαινετῶν ἐστιν· ἐπαινεῖται γὰρ ἅ μετέχει τινὸς ἀγαθοῦ. τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν ἀγαθὸν καὶ τὴν ἀρετὴν ἐπαινοῦμεν διὰ τὸ ποιότητός τινος ἀγαθοῦ μετέχειν καὶ σχέσιν ἔχειν πρὸς ἀγαθόν τι καὶ σπουδαῖον. διὰ τοῦτο καὶ οἱ τοὺς θεοὺς ἐπαινοῦντες γελοῖοί εἰσιν, ἡμῖν αὐτοὺς ἐξισοῦντες. τοῦτο δὲ συμβαίνει διὰ τὸ γίνεσθαι τοὺς ἐπαίνους ἕνεκα τῆς πρὸς τὸ ἀγαθὸν ἀναφορᾶς καὶ σχέσεως. τὰ μὲν οὖν ἐπαινετὰ τοιαῦτα· ἡ εὐδαιμο;νια δὲ οὐ τοιοῦτον· ἔστι γὰρ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. τοῦ δὲ ἀγθοῦ καὶ τοῦ ἀρίστου οὐκ ἔστιν ἔπαινος· οὐ γὰρ πρός τι ἀναφέρεται ἀγαθόν. διὰ τοῦτο οὐδὲ τοῦς θεοὺς ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν καὶ εὐδαιμονίομεν· ὁμοίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους καὶ τὰ ἀγαθά, ὅσα δι’ ἑαυτά εἰσιν ἀγαθά, οἵα ἐστὶν ἡ εὐδαιμονία. οὐδεὶς γὰρ τὴν εὐδα. | μονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλ’ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζει. ἐπεὶ τοίνυν τὰ μὲν ἐπαινετὰ διά τι τέλος ἀγαθὸν ἐπαινοῦνται, ἡ δὲ εὐδαιμονία εἰς οὺδὲν ἀναφέρεται τέλος (ἔστι γὰρ αὐτὴ τὸ ἔσχατον τέλος), οὐκ ἂν εἴη τῶν ἐπαινετῶν· λείπεται δὴ τῶν τιμίων εἶναι. τούτῳ δὲ τῷ λόγῳ καὶ ὁ Εὔ- [*](4 an πραττόμενα? 15 κεφ. ιθ'] τη Bh 31 ἔστι h: ἔσται B)

23
δοξος μαρτυρεῖ· τὴν γὰρ ἡδονὴν βουλόμενος δεῖξαι ἄριστον εἶναι καὶ τέλειον ἀγαθόν, ἀπὸ τούτου ἔλεγε δείκνυσθαι, ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν ἀλλὰ βέλτιον τούτων, ἀπὸ τοῦ μὴ ἐπαινεῖσθαι ἀγαθὸν οὖσαν· τοιοῦτον δὲ ἔλεγεν εἶναι τὸν θεὸν καὶ τὸ ἀγαθόν. πρὸς ταῦτα γὰρ καὶ τἄλλα ἀναφερόμενα ἀγαθὰ λέγεσθαι καὶ ἐπαινετὰ εἶναι. ἐπαινεῖται μὲν γὰρ ἡ ἀρετή, ὅτι πρακτικοὶ γίνονται οἱ ἄνθρωποι τῶν καλῶν ἀπὸ ταύτης· ἐγκωμιάζονται δὲ τα ἔργα ὁμοίως τἀ ἀγαθά, τά τε σωματικὰ καὶ τὰ ψυχικά, ὅτι πρός τι τέλος φέρουσιν ἀγθόν· αὐτὴ δὲ ἡ εὐδαιμονία οὐκ ἂν ἐπαινεθείη· οὐ γὰρ πρός τι τέλος ἀγαθὸν φέρει· αὐτὴ γάρ ἐστι τὸ ἔσχατον τέλος, καθὼς εἰρηται. ἀλλὰ τὸ μὲν περὶ ἐπαίνων καὶ ἐγκωμίων λέγειν τίσιν ἁρμόττει, οὐκ ἔστιν ἡμῖν προκείμενον· οἰκειότερον γὰρ ἄλλοις· ἡμῖν δὲ περὶ τοῦ προκειμένου ῥητέον. φαίνεται μὲν οὖν ἁπὸ τῶν εἰρημένων, ὅτι ἐστὶ τῶν τιμίων καὶ τελείων· φαίνεται δὲ καὶ ἀρχὴ καὶ αἰτία τῶν ἄλλων ἀγαθῶν· ταύτης γὰρ χάριν τὰ ἄλλα πράττομεν· τὴν δὲ ἀρχὴν καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν.

Περὶ ἀρετῆς, ἐν ῷ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. κεφ. κ'.

Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχἠς ἐνέργεια κατ' ἀρετὴν τελείαν, σκεψώμεθα περὶ τἠς ἀρετὴς· ἡ γὰρ περὶ αὐτῆς σκέψις σαφέστερον ποιήσει τὸν περὶ τῆς εὐδαιμονίας λόγον. φαίνεται δέ. ὅτι καὶ ὁ κατὰ ἀλήθειαν πολιτικαὸς περὶ αὐτῆς σκέπτεται· βούλεται γὰρ ἀγαθοὐς ποιεἶν τοὺς πολίτας καὶ τῶν νόμων ὑπηκόους. καθάπερ οἱ Κρητῶν καὶ Λακεδαιμονίων νομοθέται. καὶ εἴ τινες ἔτεροι τοιοδτοι γεγένηνται· ὥστε δὴλον ὅτι ἡ ζήτησις αὕτη ἀκόλουθος ἂν εἴη τῷ ἐξ ἀρχῆς τοῦ λόγου σκοπῷ. ἦν γὰρ ἐκεῖνος περὶ τοῦ τέλους τῆς πολιτικῆς. περὶ ἀρετὴς τοίνυν ἐπισκεπτέον, ἀνθρωπίνης δηλονότι. ἐπεὶ καὶ ἐξ ἀρχῆς τὸ ἀνθρώπινον ἀγαθὸν ἐζητοῦμεν. ἐπεὶ τοίνυν ἡ ἀνθρωπίνη ἀρετὴ οὐ τοῦ αώματός ἐστιν ἀλλὰ τῆς ψυχῆς (καὶ τὴν εὐδαιμονίαν γὰρ ψυχῆς ἐνέργειαν λέγομεν), ὁ πολιτικὸς δὲ σκέπτεται περὶ τῆς ἀνθρωπίνης ἀρετῆς, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν εἰδέναι πῶς ἔχει τὰ περὶ ψυχήν, ὥσπερ καὶ τὸν μέλλοντα ὀφθαλμὸν θεραπεύσειν τοῦ σώματος παντὸς τὴν γνῶσιν ἔχειν ἀνάγκη· καὶ τοσούτῳ πλέον ὁ πολιτικὸς δικαίως εἴσεται τὰ περὶ ψυχὴν ἢ ὁ ἰατρὸς τὸ σῶμα, ὅσῳ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς καὶ τιμιωτέρα· καὶ οἱ βέλτιστοι δὲ τῶν ἰατρῶν πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶσιν. ὥστε εἰκὸς ἄν εἴη τὸν πολιτικὸν περὶ τὴς ψυχῆς εἰδέναι. θεωρητέον δὲ περὶ ψυχῆς τοσαῦτα, ὅσα ἀρχέσει ἠμῖν πρὸς τὸν προκείμενον περὶ ἀρετῆς λόγον· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακρι|βῶσαι περὶ ψυχῆς καὶ τὸν καθόλου περὶ αὐτῆς ἐκθέσθαι λόγον μεῖζον εργον ἐστὶ τῶν προκειμένων. περὶ ψυχῆς τοίνυνβ οὐ μόνον ἐν συγγράμμασιν ἀλλὰ καὶ ἀπὸ [*](15 τι om. h 16 κεφ. κ'] κε' ιθ' Bh 17 ένέργεια Bh cum Arist. Mb: ἐνέργειά τις Arist. vulg. 18 τελείαν h: τελεία B 31 τοσούτῳ h: τοσοῦτο B)

24
αὐτοῖς. λέγομεν· τοίνυν, ὅτι τῆς ψυχῆς τὸ μὲν λογικόν ἐστι, τὸ δὲ ἄλογον. ταῦτα δὲ πότερον κεχωρισμένα εἰσὶν ἀλλήλων, καθάπερ τὰ τοῦ σώματος μέρη καὶ τά ἄλλα τὰ μεριστά, ἢ πράγματι μὲν ἕν εἰσι, λόγῳ δὲ δύο, καθάπερ ἐν ἰῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον (ἓν μὲν γάρ εἰσι πρᾶγμα καὶ ἀχώριστα πέφυκε, τῷ ὁρισμῷ δὲ διαφέρουσιν· ἄλλος γὰρ ὁρισμὸς τῆς περιφερείας καθὸ κοίλης καὶ ἄλλος καθὸ κυρτῆς), τοῦτο μὲν οὖν ζητεῖν οὐδὲν συντείνει πρὸς τὴν προκειμένην μέθοδον. ἐροῦμεν δὲ περὶ τοῦ ἀλόγου. ἔστι τοίνυν τοῦ ἀλόγου τῆς ψυχῆς τὸ μὲν φυτικόν, λέγω δὲ τὸ θρεπτικὸν καὶ αὐξητικόν, ὅπερ κοινόν ἐστι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζῴοις πᾶσιν· αὕτη γὰρ ἡ δύναμις ἐν ἅπασι τοῖς τρεφο- μένοις ἐστὶ καὶ ἐν τοῖς ἐμβρύοις· ἡ αὐτὴ δὲ καὶ ἐν τοῖς τελείοις τῶν ἀνθρώπων ἐστίν· οὐ γὰρ ἄλλην εὔλογον λέγειν. ἐν ταύτῃ μὲν οὖν τῇ δυ’· νάμει οὐκ ἔστιν ἰδίως ἰδίως ἀρετὴν ἀνθρωπίνην ἀλλὰ κοινὴν ἅπασιν. ἡ γὰρ τοιαύτη ἀρειὴ τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ὑπνώττουσιν ἐνερ- γεῖται καὶ μάλιστα τότε, ἡ δὲ ἀνθρωπίνη ἀρετή οὐδαμῶς· ὁ γὰρ ἀγα θὸς καὶ κακὸς ἥκιστα διάδηλος ὑπνώττων. καὶ διὰ τοῦτό φασι μηδὲν δια- φέρειν τὸ ἠμὶ σὺ τὸ ὖ βίου, τὸν τοῦ ὕπνου καιρὸν δηλονότι, τοὺς εὖδαίμονας τῶν ἁ θλίων· καὶ εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος καὶ ἰῇ σπουδαίᾳ καὶ τῇ φαύλῃ ψυχῇ. πλὴν εἰ μή τις ἐκεῖνο εἴποι, ὅτι ὅτι καὶ οἱ ὕπνοι τῶν σπουδαίων βελτίους, τῶν μεθημερινῶν κινήσεων τρόπον τινὰ καὶ ἐπὶ ἰοὺς ὕπνους διερχομένων καὶ διὰ τοῦτο τῶν καθ’ ὕπνους· φαντασμάτων ἀμεινόνων τοῖς σπουδαίοις γινομένων ἢ τοῖς τυχοῦσιν· ἀλλὰ περὶ τούτων ἅλις. τὸ γὰρ θρεπτικὸν ἄμοιρον τῆς ἀνθρωπίνης ἀρετῆς, περὶ ἧς ἡμῖν ὁ λόγος. ἔστι δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς οὐ πάντῃ ἄλογος κατὰ τὴν εἰρημένην, ἀλλά πῃ μετέχουσα λόγου καὶ μαχομένη πρὸς ἰὸν λόγον. διὸ καὶ τὸν τοῦ ἐγκρατοῦς λόγον καὶ τὸν τοῦ ἀκρατοῦς δὲ ἐνίοτε ἐπαινοῦμεν, ὅτι ἀντέχουσι πρὸς τὸ ἀντιτεῖνον· ὁ μὲν μέχρις οὗ δεῖ, ὁ δὲ ἐνίοτε καὶ μέχρι τινός. καὶ διὰ τοῦτο φαίνεται ἄλλο τι ὂν ἐν αὐτοῖς παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ. ἀτεχνῶς γάρ, καθάπερ τὰ παραλελυμένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προ- αιρουμένων κινῆσαι, τοὐναντίον καὶ εἰς τὰ ἀριστερὰ παραφέρεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῇς. ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν φέρονται τῆς τοῦ λόγου κινήσεως. ἀλλ’ ἐν τοῖς σώμασι μὲν ὁρῶμεν τὸ παραφερόμενον, ἐπὶ δὲ τῆς ψυχῆς οὐχ ὁρῶμεν. εἰ δὲ καὶ μὴ ὁρᾶται, ὅμως ἐστὶ καὶ νομιστέον εἶναί τι παρὰ τὸν λό- γον ἐναντιούμενον τούτῳ καὶ ἀντιβαῖνον· πῶς δέ, πρὸς τὸ προκείμενον λέγειν οὐδὲν συντελεῖ. φαίνεται δὲ καὶ τοῦτο λόγου μετέχον, ὥσπερ εἴπομεν, καθόσον τῷ λόγῳ πειθαρχεῖ. καὶ γὰρ τῷ τοῦ ἐγκρατοῦς λόγῳ τοῦτο τὸ ἄλογον, τὸ θυμικὸν λέγω καὶ τὸ ἐπιθυμητικόν, ἄγεται καὶ πεί- θεται. ἔτι δὲ μᾶλλον πείθεται καὶ εὐηκοώτερόν ἐστι τῷ λόγῳ τοῦ σώ- [*](23. 24 περὶ μὲν τούτων Aristoteles 30 μάχεται καὶ Β et Arist. codd. Lb Ob: μάχεται τε καὶ Arist. vulg.)
25
φρονος καὶ ἀνδρείου· ἐν αὐτῷ γὰρ πάντα τῷ λόγῳ συμφωνεῖ. ὥστε φαίνεται τὸ ἄλογον τῆς ψυχῆς διττὸν εἶναι, τὸ μὲν πάντῃ ἄλογον τὸ φυτικόν. τὸ I αὐξητικὸν δηλονότι καὶ θρεπτικόν, τὸ δέ πῃ λόγου μετέχον, τὸ θομικὸν καὶ ἐπιθυμητικόν· τοῦτο γὰρ κοινωνεῖ λόγου καθ’ ὅσον καθ᾿ ὅσον κατήκοόν ἐστιν αὐτοῦ καὶ πειθαρχικόν. δὲ πείθεταί πὼς ὑπὸ λόγου τὸ ἄλογον, φανερὸν ἀπὸ τῶν νουθεσιῶν καὶ τῶν παρακλήσεων καὶ ἐπιτιμήσεων· ἀπὸ τούτων γὰρ πολλαὶ τῶν ἀλόγων κινήσεων ῥυθμίζονται. διττῶς δὲ λέγεται τὸ λόγου μετέχειν καθάπερ καὶ τὸ λόγον ἔχειν. λέγομεν γὰρ τοῦ πατρὸς καὶ τῶν φίλων λόγον ἔχειν τὸ ἐπιστρέφεσθαι πρὸς αὐτοὺς καὶοἰς κελεύουσιν ἐξακολουθεῖν, λέγομεν δὲ καὶ τῶν μαθηματικῶν λόγον ἔχειν τὸ εἰδέναι αὐτὰ καὶ γνῶσίν τινα καὶ ἐπιστήμην αὐτῶν ἔχειν. κατὰ τοῦτον τὸν τρόπον διπλῶς λέγεται καὶ τὸ λόγου μετέχειν· τὸ μὲν κυρίως καὶ <:έβ> ἑαυτῷ, ὥσπερ αὐτὸ τὸ λογικόν, τὸ δὲ διὰ τὸ ἐκείνῳ πειθαρχεῖν λόγου μετέχειν λέγεται, ὥσπερ τις ἰῷ πατρὶ πείθεται. διαιρεῖται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτὰς τὰς μὲν διανοητικάς, αἳ τοῦ λογικοῦ εἰσι, ἰὰς δὲ ἠθικάς, ἇί τοῦ θυμικοῦ καὶ ἐπιθομητικοῦ εἰσι. καὶ διανοητικαὶ μέν εἰσι σοφία σύνεσις καὶ φρόνησις, ἠθικαὶ δὲ ἐλευθεριότης καὶ σωφροσύνη. ὅταν γὰρ περὶ τοῦ ἤθους λέγωμεν οὐ λέγομεν τὸν ἄνθρωπον σοφὸν ἢ συνετὸν ἀλλὰ πρᾷον καὶ σώφρονα. ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν διά τὴν ἀγαθὴν ἕξιν, ἥτις ἐστὶν ἀρετή· τὰς γὰρ ἐπαινετὰς ἕξεις ἀρετὰς λέγομεν.

[*](12 ἐν ins. Mullach 18 λέγωμεν Mullach: λέγομεν Bh 20 καὶ om, h)
26

Ὅτι οὔτε φύσει οὔτε παρὰ φύσιν ἐν ἡμῖν γίνονται αἱ ἀρεταί, ἀλλὰ ἀπὸ τοῦ ἔθους. κεφ. α'.

Ἐπεὶ δὲ ἡ ἀρετὴ τῆς ψυχῆς ἐστι τελειότης, τῆς ψυχῆς δὲ τὸ μέν ἐστι λογικόν, τὸ δὲ ὀρεκτικόν, διττὴν ἀνάγκη καὶ τὴν ἀρετὴν εἶναι, καὶ τὴν μὲν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ σοφία καὶ ἡ φρόνησις, τὴν δὲ τοῦ ὀρεκτικοῦ, ἥτις ἠθικὴ καλεῖται. καὶ ἡ μὲν διανοητικὴ ἔχει μὲν καὶ ἀπὸ τῆς φύσεως τὴν ἀρχήν (δεκτικὸν γὰρ ὁ ἄνθρωπος ἐπιστήμης) καὶ ἀπὸ ἤθους αὔξησιν λαμβάνει τινά. τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας καὶ τὴν γένεσιν καὶ τήν αὔξησιν ἔχει, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίνεται. ἡ με[ν γὰρ γύσις ἐκεῖνο δίδωσι μόνον, τὸ δύνασθαι σπουδαίους γενέσθαι, ἡ δὲ διδασκαλία γινώσκειν ὅτι δέον γενέσθαι, τὸ δὲ καὶ ἐνεργείᾳ ἤδη γενέσθαι σπουδαίους μόνον τὸ ἔθος παρέχεται. ἀπὸ τούτου δὲ καὶ τὸ ὄνομα ἔλαβεν· ἠθικὴ γὰρ καλεῖται, μικρὸν παρεγκλῖνον ἀπὸ τοῦ ἔθους. ὥστε δῆλον. ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν γύσει ἡμῖν περιγίνεται. εἰ γὰρ γύσει σπουδαῖοι ὑπήρχομεν, οὐκ ἂν ἐκινούμεθα πρὸς τοὐναντίον ἀπὸ τοῦ ἔθους, νυνὶ δὲ κινούμεθα. [*](46) μεθα. οὐδεμία ἄρα τῶν ἠθικῶν ἀρετῶν γύσει ἡμῖν περιγίνεται· οὐδὲν γὰρ τῶν γύσει κινουμένων ὑπὸ τοῦ ἔθους ἐπὶ γὴν ἐναντίαν μεταβάλλει ῥοπήν. οὔτε γὰρ τὸν λίθον ἐθίσει τις ἄνω φέρεσθαι, κἂν μυριάκις ἄνω ῥίπτῃ, οὔτε τὸ πῦρ κάτω, οὐδὲ ἄλλο τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. οὔτ'ἄρα γύσει οὔτε παρὰ γύσιν ἡμῖν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ τὸ δύνασθαι μὲν ἀπὸ γύσεως ἔχομεν καὶ πεφύκαμεν δέχεσθαι τὰς ἀρετάς, δεχόμεθα δὲ καὶ τελειούμεθα διὰ τοῦ ἔυους, ἔτι τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα· τὴν γὰρ ὀπτικὴν ἢ ἀκουστικὴν δύναμιν τελείαν ἔχοντες ἐχρησάμεθα· οὐ γὰρ ἀπὸ τοῦ πολλάκις ἰδεὶν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλὰ τὸ ἀνάπολιν ἔχοντες ἐχρησάμεθα· τὰς δὲ ἀρετὰς λαμβάνομεν [*](1 Ἀριστοτέλους ἠθικῶν βιβλίον β h 15 παρεγκλῖνον Bh cum Arist. codd. KbNb: παρεκκλῖνον Arist. vulg.)

27
ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει τεχνῶν· ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ἀπὸ τοῦ ποιεῖν μανθάνομεν, οἷον οἰκοδομοῦντες μὲν οἰκοδόμοι γινόμεθα, κιθαρίζοντες δὲ κιθαρισταί. οὕτω δὴ καὶ τὰ δίκαια πράττοντες δίκαιοι γινόμεθα καὶ τὰ σώφρονα σώφρονες καὶ τὰ ἀνδρεῖα ἀνδρεῖοι. μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τῷ ἔθει ἀγαθοὺς τοὺς πολίτας ποιοῦσι. συνελαύνουσι γὰρ ἀμοιβαῖς ἀμοιβαῖς καὶ τιμωρίαις ἐπὶ τἀς ἀγαθὰς πράξεις καὶ οὕτω σπουδαίους ἀποτελοῦσιν. εἰ δὲ καὶ μὴ πάντες τοῦτο ποιοῦσιν, ἁμαρτάνουσιν· ἡ γὰρ ἐπαγγελία καὶ τὸ βούλημα παντὸς νομοθέτου τοῦτό ἐστι, τὸ τοὺς πολίτας ἐπὶ τὰς ἀγαθὰς πράξεις ἐθίζειν. οὐκ ἄρα ἀπὸ φῦ σεως ἀλλὰ ἀπὸ τοῦ ἔθους αἱ ἀρεταί. ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν ἐθῶν καὶ ἔργων καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· γίνεται μὲν ἀγαθῶν ὄντων τῶν ἐθῶν, φθείρεται δὲ ἀπὸ τῶν ἐναντίων. ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποτελοῦνται κιθαρισταί· ἐκ μὲν τοῦ καλῶς οἱ ἀγαθοί, ἐκ δὲ τοῦ κακῶς κιθαρίζειν κακοί· ὁμοίως δὲ καὶ οἱ οἰκοδόμοι καὶ πάντες ἄλλοι τεχνῖται ἀπὸ τῆς κατὰ τέχνην ἐνεργείας ἢ ἀγαθοὶ ἢ κακοὶ γίνονται· ἐκ μὲν γὰρ τοὐ εὖ οἰκοδομεῖν ἀγαθοὶ γίνονται οἰκοδόμοι, ἐκ δὲ τοῦ κακῶς κακοί. εἰ γὰρ μὴ ἀπὸ τῶν τοιῶνδε ἦν ἐνεργειῶν ἡ τοιάδε τέχνη, ἀλλὰ φύσι ἦν ἡ τὸν τεχνίτην ποιοῦσα, οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου πρὸς <τὴν> τέχνην, ἀλλὰ πάντες ἂν εὐθὺς ἐγίνοντο ἡ ἀγαθοί ἢ τοὐναντίον. δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. πράττοντες γὰρ τὰ συναλλάγματα τὰ πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι, τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ ἀπὸ τῆς ἐναντίας πολιτείας. πάλιν δὲ ἐπειδὰν δεινοῖς τισι περιπέσωμεν, ἐθιζόμεθα φοβεῖσθαι ἢ θαρρεῖν καὶ οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοὶ γινόμεθα. ὁμοίως δὲ καὶ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰς ὀργάς· ἀπὸ γὰρ τῶν ἐθῶν καὶ τῆς ἐν αὐτοῖς ἀναστροφῆς οἱ μὲν σώφρονες καὶ πρᾷοι γίνονται, οἳ δὲ ἀκόλαστοι καὶ ὀργίλοι· καὶ ἑνὶ λόγῳ τὸ πᾶν συνελόντα εἰπεῖν, πάσα ἕξις ἀπὸ τῆς ὁμοίας ἐνεργείας τίκτεται, ἀγαθὴ μὲν ἀγαθῆς, φαύλη δὲ φαύλης. διὰ τοῦτο οὐ δεῖ τῆς ἀγαθῆς ἕξεως ἐνέργειαν ἁπλῶς αἰτίαν λέγειν ἀλλ’ ἀγαθὴν οὐδὲ τῆς κακῆς ἁπλῶς ἐνέργειαν ἀλλὰ κα|κήν· ὥσπερ ἐπὶ τῆς οἰκοδομικῆς· οὐ γὰρ τῆς ἀγαθῆς οἰκοδομικῆς ἕξεως τὴν οἰκοδομικὴν ἀπλῶς ἐνέργειαν αἰτίαν ἐροῦμεν ἀλλά τὴν ἀγαθὴν οἰκοδομικὴν ἐνέργειαν τῆς ἀγαθῆς ναὶ τῆς φαύλης <τὴν> φαύλην αἰτ·ίαν καὶ τοιάσδε τινὰς ἀποδοτέον ἑκάστῃ τῶν ἕξεων τὰς ἐνεργείας. κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις. διὰ ταῦτα πολλὴ διαφορὰ πρὸς τὴν ἕξιν ἀπὸ τοῦ καλῶς ἢ κακῶς ἐκ νέων ἐθίζεσθαι· μᾶλλον δὲ πᾶσα ἡ τῶν ἕξεων διαφορὰ ἐκεῖθέν ἐστιν.

[*](2 μαθόντας Β: μαθόντες h 4 δὴ Bh et Arist. L b: δὲ Arist. vulg.: om. M b τὰ (ante δίκαια) om. h 7 ἀγαθῶν B: ἀγαθαῖς h 20. 21 πρὸς τὴν τέχνην h: πρὸς τέχνην B 27 καὶ περὶ Bh et Arist. codd. L b M b: καὶ τὰ περὶ Arist. vulg 28 ἐθῶν h: ἐθνῶν B 35 τὴν inserui: καὶ τὴν φαύλην καὶ τῆς φαύλης αἰτίαν h)
28

Ὅ αἱ κατ’ ἀρετὴν πράξεις μεσὁτητἑς εἰσι καὶ ὑπὸ ὑπερβολῆς καὶ ἐλλείψεως φθείρονιαι. κεφ. β'.

Ἐπεὶ οὗν ἡ προῦσα πραγματεία οὐκ ἔστι τοῦ θεωρητικοῦ τῆς φοσοφίας μέρους, ὃ τὴν θεωρίαν τῆς ηείας μόνον ἔχει τέλος. (καταγίνεται γίνεται γὰρ περὶ τὰ ὄντα, ἃ μόνον γνωστά εἰσιν, οὐ μέντοι καὶ πρακτά), ἀλλὰ τοῦ πρακτικοῦ μέρους ἐστίν . ὃ τέλος ἔ,χει τὸ ποιῆσαι, τὸ ἀγαθόν· οὐ γὰρ ἵν εἰδῶμεν τί ἐστιν ἀρετὴ σκεπτόμεθα, ἀλλ᾿ ἵν᾿ ἀγαθοὶ γενώμεα· ἐπεὶ εἰ οὕτως εἶχεν, οὐδὲν ἂν ἦν ὄφιοελος ἡμῖν τῆς σπουδῆς, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις. ἐπεὶ οὗν αἱ πράξεις τὸ τέλος, σκεψώμεθα τὰ περὶ τὰς πράξεις. αἳ κύριαί εἰσι, καθάπερ εἴρηται, τοὺ ἀγαθὰς ἢ πονηρὰς τὰς ἕξεις γενέσθαι, ὑπὲρ ὧν ὁ λόγος γόγος ἡμῖν. τὸ μὲν οὖν οὕτω διορίσασθαι τὰς ἀγαθὰς πρ́ξεις τὰς κατὰ τὸν ὀρὸν γινομένας λόγον, καὶ τὰς πονηρὰς τοὐναντίον , ἀληθὲς μέν, οὐκ ἔστι δὲ ἱκανὸν τὰς πράξεις σημᾶναι. τὸ γὰρ κατὰ τὸν ὀρὸν λόγον γίσαι, καθόλου τί ἐστι, τὸ δὲ τοιοῦτον ἀποδιδόμενον οὐχ ἱκανὸν | πρᾶγμα ἀγνοούμενον ἀποδεῖξαι. τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον. διὰ τοῦτο τοῦτο μὲν ὑπερκείσθω, ῥηθήσεται δὲ ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὀρθὸς λόγος, καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς. ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πάντα τὸν <περὶ τῶν πρακτῶν λόγον, δηλον‘ότι τὸν> περὶ τῶν πράξεων, τίνες αὐτῶν ἀγαθαὶ καὶ τίνες αἱ φαῦλαι, οὐκ ἀκριῶς ἀλλ’ ὡς ἐν τύπῳ γίνεσθαι δεῖ, ὥσπερ καὶ κατ᾿ ἀρχὰς εἴπομεν, ὅτι ταῖς ὕλαι ὕλαις ἀκολούθως τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀπαιτεῖν προσήκει, ἐπεὶ καὶ αἱ πράξεις καὶ τὰ ἐν αὐταῖς συμφέροντα οὐ τὰ αὐτά εἰσιν ἀεί, ὥσπερ οὐδὲ τὰ [νῦν] ὒγιεινά, ἀλλὰ νῦν μὲν τοῦτο νῦν δὲ τοὐννιίον ἅπαν (ταῖς γὰρ διαθέσεσι τῶν σωμάτων καὶ ταῖς τοῦ καιροῦ μεταβολαῖς συμμεταβάλλουσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν πράξεων ἔχει· αἱ αὐταὶ γὰρ νῦν μὲν βλαβεραί, νῦν δὲ ὠφέλειαν ἤνεγκαν, καὶ τοῖς αὐτοῖς ἀνρώποις πολλάκις. οὕτω δὲ ἀκριβῶς διωρίσθαι μὴ δυναμένου τοῦ περὶ τῶν καόλου λόγου, ἔτι μᾶλλον σφαλεμώτερος ρώτερος ὁ περὶ τῶν καθ’ ἕκαστα· τὰ γὰρ καθ᾿ ἕκαστα τῶν καθόλου ἧττον δυνάμεθα γινώσκειν· ἡ γὰρ περὶ ταῦτα σκέψις οὔτε ὑπὸ τέχνην ἐστί τινα οὔτε μέθοδον καὶ παραγγελίαν ὡρισμένην. καἰ διὰ τὸῦτο δέον ἐστὶ τοὺς πράττοντας πρὸς τὸν καιρὸν βλέπειν καὶ ἀπὸ τούτου ζητεῖν τὸν περὶ τῶν πράξεων λόγον· γνώσονιαι γὰρ εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ φαῦλαι τοῦτον τὸν τρόπον σκοποῦντες. ὥσπερ καὶ ἰατροὶ καὶ κυβερνῆται ποιοῦσι· τὰς γὰο κατὰ τὴν τέχνην πράξεις ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν. ἀλλὰ [*](3 τῆς om. h 7 ἀρετὴ Bh ut Arist. cod. Ob: ἡ ἀρετὴ Arist. vulg. 15 ἀποδεῖξαι B: ὑποδεῖξαι h 17 ὑπερκείσθω B et Arist. N b:ὑποκείσθω Arist. vulg. 18 ὀρθὸς λόγος Bh ut Arist. K b L b O b: ὁ ὀρθὸς λόγος Arist. vulg. 20 περὶ — τὸν b: om. B 22 κατ᾿ ἀρχάς] p.4,20 24 νῦν seclusi 25 ἅπαν corruptum videtur 29 τῶν h: αὐτῶν B)

29
καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου. πειρα τέον βοηθεῖν τῇ κατ᾿ αὐτὸν ἀληθείᾳ. καὶ πρῶτον τοῦτο θεωρητέον, ὅτι αἱ κατ᾿ ἀρετὴν πράξεις ὑπὸ ἐνδείας ἢ ὑπερβολῆς πεφύκασι φθείρεσθαι· ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν· δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις κεχρῆσθαι. τά τε γάρ ὑπερβάλλοντα γυμνάσια τὴν ἰσχὺν τοὺ σώματος διαφθείρει καὶ τὰ ἐλλείποντα τοῦ μετρίου· τὸν αὐτὸν δὲ τρόπον καὶ τά σιτία καὶ ἰὰ ποτὰ τά μὲν πλείω ἢ ἐλάττω τῶν δεόντων ἰὴν ὑγίειαν ἀπελαύνει. τὰ μέσα δὲ καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει· οὕτως οὗν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας ἔχει καὶ τῶν ἀρετῶν. ἀρετῶν. ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπομένων δειλ’ ὃς γίνεται, ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς. ἀνδρεῖος δἒ ὁ μέσος. ὁμοίως δὲ καὶ ἡ σωφροσύνη ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως φθείρεται· καὶ γὰρ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστός ἐστιν, ὁ δὲ πάσας φεύγων ὥσπερ οἱ ἄγροικοι ἀναίσθητος, ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. ὑπὸ τῆς μεσότητος γὰρ καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία σώζεται. οὐ μόνον δὲ αἱ ἐνέργειαι, δι᾿ ὧν αἱ γενέσεις καὶ αἱ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραί καταλλήλως ἔχουσι τοῖς ἀποτελουμένοις, ἀγαθαὶ μέν, εἰ γεννῶσι καὶ αὔξουσι, φαῦλαι δέ, εἰ φθείρουσιν, ἀλλὰ καὶ αἱ μετὰ τὰς ἕξεις τῶν ἀρετῶν ἐνέργειαι, ὧν αἴτιαί εἰσιν αἱ ἕξεις ὡσαύτως ἔχουσι· καὶ δῆλον ἀπὸ τῶν ὁμοίων τῶν φανερωτέρων. ἡ γὰρ ἰσχὺς γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν· καὶ πάλιν ἡ ἰσχὺς αἰτία γίνεται ταύτης τῆς ἐνεργείας· ὁ γὰρ ἰσχυρὸς δύναται μάλιστα πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ γὰρ ἐκ τοδ’ ἀπέχεσθαι τῶν ἡδονῶν σώφρονες γινόμεθα καὶ σώφρονες γενόμενοι δυνάμεθα τῶν ἡδονῶν ἡδονῶν μᾶλλον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν δεινῶν καὶ ὑπομένειν μένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι· γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά.

Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γ΄.

Ἐπεὶ δὲ καὶ πρὶν εἰς ἕξιν ἐλθεῖν ἀρετῆς καὶ μετὰ τὴν ἕξιν τὰς αὐτὰς ἐπιδεικνύμεθα ἐνεργείας, τί σημεῖον γένοιτ’ ἂν τῶν ἐχόντων τὰς ἕξεις ἢ τῶν μήπω κτησαμένων; οὐδὲν ἄλλο ἡ ἡ ἐπὶ τοῖς κατ’ ἀρετὴν ἔργοις ἡδονή ἔ καὶ λύπη. ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ τῷ ἀπέχεσθαι χαίρων οὗτος σώφρων ἐστίν, ὁ δὲ ἀχθόμενος ἀκόλαστος ἔτι· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλὸς ἔτι. περὶ ἡδονὰς γὰρ καὶ [*](5 κεχρῆσθαι Bh: χρῆσθαι Mullach ex Aristotele 15. 16 ἀναίσθητος Bh ut Arist. L b O b: ἀναίσθητός τις Arist. vulg. 28 δεινῶν B (et Heinsius ex coniectura) ἡδονῶν h: φοβερῶν Mullach 30 τὸ Bh: τῶ fort. scribendum)

30
λύπς ἐστὶν ἡ ἠθικὴ ἀρετή. ὸιὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλὦν ἀπεχόμεθα. διὰ τοῦτο δεῖ τῶν ἀγαθῶν ἐθῶν καὶ πράξεων εὐθυς ἐκ παίδων πολὺν ποιήσασθαι λόγον, ὡς ὁ Πλάτων φησί, καὶ ἀνάγεσθαι παῖδας ὄντας τοῖς τοιούτοις ἔθεσιν, ὥσιε δυνηθῆναι χαίρειν μὲν οἷ δεῖ, λυπεῖσθαι δὲ οἷς προσῆκεν λυπεῖσθαι· ἡ γὰρ ὀρθὴ καὶ κατὰ λόγον παιδία αὕτη ἐστίν. ἔτι, ἐπεὶ αἱ ἀρεταὶ περὶ πράξεις εἰσὶν ἢ πά|θῆ, οἷς δέ τις πράττει ἢ πάσχει ἢ χαίρει, ἐὰν βουλόμενος πράττῃ ἢ πάσχῃ, ἢ λυπεῖται, ἐὰν ἄλλου βιαζομένου, φανερὸν ὅτι πᾶσα ἀρετὴ περὶ ἡονὰς καὶ λύπας ἐστίν. ἔτι δὲ καὶ ἀπὸ τῶν ἐν ταῖς πολιτείαις κολάσεων φανερόν· τοὺς γὰρ τοῖς πονηροῖς ἡδομένους λυποῦντες οἱ νομοθέται πείθουσι τά μὲν φαῦλα μισεῖν, ἥδεσθαι δὲ τοῖς ἀγαθοῖς ἔργοις· καὶ οὅιως ἐντιθέασιν αὐτοῖς ἐθίζοντες τὴν ἐπ᾿ ἀρετῇ ἡδονήν. αἱ γὰρ τοιαῦται κολάσεις πρὸς τοὺς νοσοῦντας τὰ πολιτικὰ ἰατρειῶν ἐχουσι λόγον. καὶ καθάπερ ἐ.είναις ἐναντίαι αἱ νόσοι ἃς θεραπεύουσι, πεύουσι, καὶ ἐὰν ἴὸωμε̣ν ἰατρὸν ψυχρὰν προσάγοντα θεραπείαν, γινώσκομεν εὐθὺς τὴν νόσον ἀπὸ θέρμης συσιῆναι, οὕτω καὶ ἀπὸ τῶν κολάσεων ὀδυνηρῶν νηρῶν οὐσῶν γινώσκομεν, ὅτι θεραπευόμεναι κακίαι ἀπὸ ἡδονῆς γίνονται. ἔτι, καθὼς εἴρηται, πᾶσα ψυχῆς ἕξις, ὑφ᾿ ὧν τίκτεται καὶ βελτίων ἢ χείρων γίνεται, πρὸς ταὖτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει καὶ ἐν αὐτοῖς συνίσταται· ἀλλὰ ἀπὸ τῆς ῃδονῆς καὶ τῆς λύπης αἱ φαῦλαι γίνονται ἕξεις, δηλαδὴ τοῦ διώκειν τὴν ἡδονὴν ὥσπερ οὐ δεῖ, καὶ ὅτε οὐ δεῦ, καὶ πάλιν φεύγειν τὴν λύπην ὅτε οὐ δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅπου οὐ δεῖ· καὶ ὅσαι ἄλλαι περιστάσεις πονηρὰν ποιοῦσι τὴν ζήτησιν τῆς ἡδονῆς ἢ τὴν φυγὴν τῆς λύπης· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀρετῆς ἔχει· συνίσταται γὰρ ἀπὸ τοῦ διώκειν καὶ φεύγειν τὴν ἡδονὴν καὶ τὴν λύπην ὡς δεῖ καὶ ὅτε δεῖ. ὥστε φανερόν, ὅτι περὶ ταύτας αἱ ἕξεις τὴν φύσιν ἔχουσι καὶ ἐν αὐταῖς συνίσιανται. διὰ τοῦτο καί τινες ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας καὶ ἠρεμίας μίας εἶναι, ἀπὸ τῆς ἡδονῆς τὸν ὁρισμὸν λαμβάνοντες· καίτοι οὐ καλῶς ὁρίζονται, ὅτι ἁπλῶς ἄνευ | προσθήκης ποιοῦνται τὸν ὁρισμόν, μὴ προστιθέντες τῇ ἠρεμί̣ᾳ καὶ ἀπαθείᾳ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ τὰς ἄλλας περιστάσεις. ὑπόκειται ἅρα ἡ ἀρετὴ εἶναι ἡ ἕσις ἡ οὕτως ἔχουσα περὶ ἡδονὰς καὶ λύπας, καθὼς προσδιωρισάμεθα, τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. γνοίημεν δ᾿ ἂν ἔτι βέλτιον περὶ τῶν εἰρημένων, καὶ ἀπὸ τούτων τῶν λόγων. τριῶν γὰρ ὄντων δι᾿ ἅ τις αἱρεῖταί τι καὶ ιοσούτων δι᾿ ἅ τις φεύγει τι, καλοῦ συμφέροντος ἡδέος, αἰσχροῦ ἀσύμφόρου λυπηροῦ, ὁ μὲν ἀγαθὸς πᾶσι κατὰ τὸ εἰκὸς ἐπιβάλλει, διώκων μὲν τὰ ἄριστα, φεύγων δὲ ἃ βλάβη διώκειν, ὁ δὲ κακὸς ἁμαρτάνει περὶ κρίσιν αὐτῶν καὶ μάλιστα τὴν τοῦ ἡὸέος· ἡ γὰρ ἡδονὴ οὐ μόνον κοινή ἐστι πᾶσι τοῖς ζῴοις, ἀλλὰ καὶ πᾶσιν ἕπεται τοῖς εἰρημένοις αἱρετοῖς. ἃ γὰρ αἱρούμεθα, μέθᾳ, τούτοις πᾶσιν ἡδόμεθα. καὶ ἔστι τὸ καλὸν καὶ συμφέρον ἡδὺ τῇ [*](2 καλλῶν B 3 ἐθῶν h: om. B πολλὺν Β 4 Put. de Legg. II p. 653 B 5 προσήκει coni, Mullach 7 περὶ om. h 19 καὶ περὶ ταῦτα om. h 27 συνίσταται ed. 1617: συνίστανται Bh)
31
ἑαυτῶν φύσει· καὶ διὰ τοῦτο οἱ κακοὶ ἀπατῶνται, τὸ ἡδὺ καλὸν καὶ συμφέρον ἡγούμενοι πᾶν, διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν. τὸ δὲ οὐχ οὕτως ἔχει· συμβαίνει γὰρ πολλὰ τῶν ἡδέων αἰσχρὰ καὶ ἀσύμφορα εἶναι· ὥστε φανερόν. ὅτι περὶ ἡδονὰς καὶ λύπας αἱ ἀνθρώπιναι καταγίνονται πράξεις. ἔτι πᾶσιν ἡμῖν ἐκ νηπίου τοῦτο τὸ πάθος σύνεστι καὶ συντρέφεται. καθάπερ ἐγκεχρωσμένον τῷ βίῳ· καὶ τὰς ἀγαθὰς πράξεις καὶ τὰ πονηρὰς τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τἀς μὲν λύπην φέρειν, τας δὲ ἠδονήν, καὶ πάντες οὕτω κανονίζομεν τὰς ἐνεργείας, εἰ καὶ μὴ ὁμοίως, ἀλλὰ μᾶλλον καὶ ἦττον· ὥστε ἀνάγκη περὶ ἡδονὰς καὶ λύπας εἶναι τὴν πᾶσαν ταυτηνὶ πραγματείαν. οὐ γὰρ μικρὸν βοηθεῖ τῷ ζητοῦντι τῷ ζητοῦντι τὰ πρακτέα τὸ εἰδέναι, τί ἐστι τὸ καλῶς χαίρειν ἢ τὸ κακῶς ἢ τὸ καλῶς λυπεῖσθαι ἢ τὸ κακῶς· ἐπεὶ μηδὲ μικρὸν μέρος τῶν πράξεων τὸ ἥδεσθαι καλῶς ἢ λυπεῖσθαι ἢ δοὐναντίον. ἀπὸ τούτων γὰρ τὰ τῶν ἀνθρώπων ἤθη γινώσκομεν εἰ φαῦλα ἢ ἀγαθά. ἔτι ὅσα τῶν πρακτέων οὐκ εἰσὶ ρᾷδια, περὶ ταῦτα καὶ τέχνη καταγίνεται καὶ ἀρετή· πρὸς γὰρ τὰ ρᾷδια οὐδεμία χρεία πολυχρονίου ἔθους ἢ μεθόδου τεχνικῆς· ὥστε ὅσῳ χαλεπωτερα, τοσούτῳ μείζονος δεήσονται καὶ τέχνης καὶ ἀρετῆς· ἐπεὶ καὶ βέλτιον τὸ τὰ χαλεπώτερα διαθέσθαι καλῶς τοῦ τῶν ῥᾳδίων περιγενέσθαι· ἡ ἀρετὴ ἄρα μάλιστα ἐν ἰοῖς χαλεπωτέροις ἐστί καὶ περὶ ταῦτα κατὰγίνεται. ἐστι δὲ χαλεπώτερον τῷ σπουδαίῳ ἡδονῇ μάχεσθαι ἢ θυμῷ. καθα φησιν Ἠράκλειτος· καὶ διὰ τοῦτο ἄρα περὶ ἠδονὰς καὶ λύπας εἷναι ἀναγκη πάσαν τὴν πραγματείαν καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ καλως χρώμενος ἡδονῇ καὶ λύπῃ ἀγαθόν ὁ δὲ κακῶς κακός.

Ὅτι διαφέρει ὁ δίκαιος τοὺ ποιοῦντος τὰ δίκαια, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως κεφ. δ΄.

Ὅτι μὲν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστί. καὶ ὅτι ἐξ ὧν γίνεται, ἀπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται, καθ᾿ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων. καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἴρηται. ἀπορήσειε δ’ ἄν τις πῶς λέγομεν ὅτι τὸν Θέλοντα δίκαιον γενέσθαι δεῖ τὰ δίκαια ποιεῖν καὶ τὸν σώφρονα τὰ σώσρονα· οἱ γὰρ τὰ δίκαια πράττοντες δίκαιοι πάντως εἰσὶ καὶ οἱ τὰ σώφρονα σώφρονες, ὥσπερ οἱ πράττοντες τὰ μουσικὰ ἢ γραμματικὰ μουσικοί εἰσι καὶ γραμματικοί. λέγομεν δὲ πρὸς τοῦτο, ὅτι φαίνεταί τις οὖσα διαφορὰ τοῦ τὰ δίκαια ποιοῦντος καὶ τοῦ δικαίου; ὁμ·οίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἐνδέχεται γάρ τινα γραμματικόν τι ποιῆσαι ἠ ἀπὸ τυχῆς ἠ ἄλλου ὐποθεμένου καὶ μὴ γραμματικὸν εἶναι· ἔσται δὲ γραμματικος, ὅτε γραμματικον τι ποιήσει καὶ γραμματικῶς, τουτέστιν ἀκολουθῶν τῷ κανόνι τῆς ἐν αὐτῷ γραμματικῆς. οὕτω καὶ τὰ δίκαια ἐνδέχεται ποιῆσαί τινα καὶ μὴ δίκαιον εἶναι. μᾶλλον δὲ καὶ μείζων ἐστὶν ἐν τούτοις ἡ διαφορὰ ἐπὶ τῆς ἀρετῆς [*](7 λύπειν Β 11 τὸ κακῶς ἢ τὸ καλῶς om h 14 εἰ Β: ἢ h 18 περιγενέσθαι h: γενέσθαι Β 21 Heraclit. frg. CV Bywater)

32
ἢ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γάρ τῶν τεχνῶν ἀγαθὸν ἐν αὐταῖς ἐστι ταῖς ἐνεργείαις τῆς τέχνης, ὥστε ἐάν τις μουσικὰ ποιῇ μουσικὴν εἰδώς, οὐδὲν χωλύει μουσικὸν αὐτὸν ὀνομάζειν· ἔστι γὰρ μουσικός, καὶ ἐὰν μὴ προαιρούμενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου· ἐπὶ δὲ τῆς ἀρετῆς οὕτως. καὶ γὰρ ἐάν τις δίκαια ποιῇ, οὐκ ἂν εἴη δίκαιος, ἐὰν μὴ πρὸς τοῖς ἄλλοις καὶ πάνυ βουλόμενος ποιῇ καὶ ὑφ’ ἑαυτοῦ κινούμενος καὶ οὐχ ἑτέρου βιαζομένου. ιότε γὰρ ἔσται δίκαιος, πρῶτον μὲν ἐὰν πράττῃ τὰ δίκαια γινώσκων ἃ πράιτει, ἔπειτα ἐὰν προαιρούμενος αὐτὸς πράττῃ καὶ τρίτον εἰ βεβαίως καὶ ἁμετινίτως ἔχει πρὸς τὴν πρᾶξιν. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιος ὁ εἰὸὼς μὲν τὰ δίκαια καὶ πράττων ἑκών, οἰόμενος δὲ μὴ πάντα χρόνον καιρὸν εἰναι δικαιοσύνης. ταῦτα δὲ πρὸς μὲν τὸ λαβεῖν τὰς ἄλλας τείνας καὶ τεχνίτας εἶναι κατ᾿ αὐτὰς οὐ ζητοῦνται πλὴν τοῦ εἰδέναι· χωρὶς γὰρ τοῦ εἰδέναι πῶς ἄν τις εἴη τεχνίτης; εἰ δὲ μήτε προαιρούμενος τὴν τέχνην ποιεῖ μήτε | ἀκινήτως ἔχων πρὸς τὴν μεταχείρισιν τῆς τέχνης, οὐ διὰ τοῦτο κωλύεται τεχνίτης εἶναι· πρὸς δὲ τὴν ἀρετὴν τὸ μὲν εἰδέναι περὶ αὐτῆς πάντα ἃ προσῆκεν εἰδέναι μικρὸν ἢ οὐδὲν συντελεῖ πρὸς τὸ σπουδαῖόν ιινα γένεσι, τὰ δ᾿ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύναται· καὶ γὰρ ἐνδέχειαι μηδὲν ἀκριβὲς περὶ ἀρε- τῆς εἰπεῖν εἰδότα σπουδαῖον εἶναι. χωρὶς δὲ τοῦ προαιρεῖσθαι καὶ ἀκινήτως νήτως ἔχειν πρὸς ἀρειὴν ἀδύνατον εἶναι σπουδαῖον, ἅτινα ἐκ τοῦ πολλάκις ποιεῖν ἰὰς ἐνεργείας περιγίνεται, καθὼς εἴρηται, τὰ μἐν οὖν πράγματα <δίκαια καὶ σώφρονα, ὅταν ᾖ τοιαῦτα>, ο ἴα ἄν ὁ δίκαιος ἢ ὁ σώφρων ποάξειε· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων πᾶς, ἀλλὰ ὁ οὕτω πράττων ὥσπερ οἱ δίκαιοι καὶ οἱ σώφρονες πάττουσιν. ὥστε καλῶς λέγεται, ὅτι ἐκ τοῦ τὰ δίκαια ποιεῖν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰσώφρονα ὁ σώφρων· ὃς δὲ μὴ πράττει ταῦτα, οὐδέποτε γίνεται ἀγαθὸς οὐδὲ μελλήσει ποιὲ γενέσθαι. ἀλλ’ οἱ πλείους τῶν ἀνθρώπων ταῦια μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὴν σοφίαν καταφούγοντες καὶ τοὺς λόγους οἴονται διὰ τοῦτο φιλοσοφεῖν καὶ οἴονται σπουδαῖοι δάιοι εἶναι, ὅτι μόνον περὶ ἰῆς ἀρετῆς ἀκριβῶς γινώσκουσιν εἰπεῖν, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δὲ οὐδὲν τῶν προσταττομένων. ὥσπερ τοίνυν τοίνυν ἐκείνοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις, οὕτως οὐδὲ οὗτοι τὴν ψυχὴν καλλίω ποιήσουσιν οὕτω φιλοσοφοῦντες. |

Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης, κεφ. ε'.

Μετὰ δὲ ταῦτα σκεπτέον τί ἐστιν ἡ ἀρετή. τρία γάρ ἐστι τὰ ἐν τῇ ψυχῇ, πάθη δυνάμεις ἕξεις. καὶ πάθη μέν εἰσιν ἐπιθυμία ὀργή φόβος θράσος φθόνος χαρὰ φιλία μῖσος πόθος ζῆλος ἔλεος, ὅλως οἷς ἕπεται [*](1 τὸ μὲν γὰρ τῶν τεχνῶν ἀγαθὸν B: ἀγαθὸν γὰρ h 14 μήτε (prius) h: μή τι B ἀμετακιήτως Mullach 15 μεταχείρησιν Β 19.20 ἀμετακινήτως Mullach 22 δίκαια—τοιαῦτα h: om. Β 23 πράξειε B: πράξει h)

33
ἡδονὴ ἢ λύπη. δυνάμεις δὲ αἱ πρὸς ταῦτα ἐπιτηδειότητες τῆς ψυχῆς, καθ’ ἃς πα θητικοὶ τούτων λεγόμεθα, οἷον καθ’ ἅς ἐσμεν δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι. ἕξεις δὲ οἱ τρόποι, καθ’ οὓς πάσχομεν τὰ πάθη, δηλονότι τὸ πάσχειν αὐτὰ καλῶς ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς καὶ ἀσχέτως ἔχομεν ἢ τοὐναντίον ἀνειμένως καὶ μαλακῶς, κακῶς ἔχομεν, εἰ δὲ μέσως, καλῶς· ὁμοίως δὲ καὶ πρὸς τὰ ἄλλα. τούτων δὲ τῶν τριῶν τί ἐστιν ἡ ἀρετή, πάθος ἢ δύναμις ἢ ἕξις; πάθος μὲν οὖν οὐκ ἔστιν οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. κατὰ μὲν γὰρ τὴν ἀρετὴν σπουδαῖοι λεγόμεθα καὶ κατὰ τὴν κακίαν φαῦλοι, κατὰ δὲ τὰ πάθη οὐδαμῶς· οὐδεὶς γὰρ φαῦλος ἢ σπουδαῖος διὰ μόνον τὸ ὀργίζεσθαι· ἡ ἀρετὴ ἄρα ἢ ἡ κακία οὐκ ἔστι πάθος. ἔτι, κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ φοβούμεθα ἀπροαιρέτως καὶ τὰ ἄλλα πάσχομεν ὁμοίως, ἐπὶ δὲ τῆς ἀρετῆς καὶ τῆς κακίας οὐχ οὕτως· οὐκ ἄρα εἰσὶ πάθη. ἔτι πρὸς τὰ πάθη οὐ λεγόμεθα διακεῖσθαι ἀλλά μᾶλλον κατ’ αὐτὰ κινεῖσθαι, πρὸ δὲ τὴν ἀρετὴν διακεῖσθαι λεγό|μεθα καὶ πρὸς ἰὴν κακίαν· οὐκ ἄρα εἰσὶ πάθη. διὰ τὰ αὐτὰ δὲ οὐδὲ δυνάμεις εἰσίν. οὔτε γὰρ φαῦλοι ἡ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι ὀργισθῆναι ἀπλῶς οὔτε ἐπαινούμεθα ἢ ψεγόμεθα. οὔτε τῷ προαιρεῖσθαι δυνάμεθα ὀργισθῆναι, καθάπερ ἐπὶ τῆς ἀρετῆς ἔχει, ἀλλὰ μᾶλλον τῷ πεφυκέναι· ἀγαθοὶ γὰρ ἢ κακοὶ οὐ γινόμεθα φύσει, καθὼς ἐν τοῖς προειρημένοις ἐδείχθη. εἰ οὖν μήτε πάθη αἱ ἀρεταὶ μήτε δυνάμεις, λείπεται τῶν ἕξεων αὐτὰς εἶναι. τί μὲν οὖν ἐστιν ἀρετὴ τῷ γένει, εἴρηται· ἔστι γὰρ ἕξις. δεῖ δὲ μὴ μόνον ἕξιν αὐτὴν εἶναι λέγειν, ἀλλὰ προστιθέναι τὸ τοιάδε τις, τουτέστιν ἀγαθή· ἡ γὰρ κακία ἕξις ἐστὶ πονηρά. ῥητέον οὖν περὶ τῆς ἀρετῆς ἐκεῖνο, ὅτι πάσα ἀρετὴ αὐτό τε κοσμεῖ τὸ ἔχον τὴν ἀρετὴν καὶ καλῶς ἔχειν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ τὸ δι’ αὐτῆς ἐνεργούμενον εὖ διατίθησιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ καὶ αὐτὸν τὸν ὀΦθαλμὸν τελειοῖ καὶ ποιεῖ ἀγαθὸν καὶ τὸ ἔργον αὐτοῦ, δηλονότι τὸ ὁρᾶν· τῆ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως καὶ ἡ τοῦ ἵππου ἀρετὴ αὐτόν τε τὸν ἵππον κοσμεῖ καὶ ἀγαθὸν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· καὶ γὰρ τῇ τοιαύτῃ ἀρετῇ δύναται ἐνεγκεῖν καλῶς ἐπιβάτην καὶ δραμεῖν καὶ μεῖναι τοὺς πολεμίους. ἐπεὶ δὲ οὕτως ἐπὶ πάντων ἔχει, καὶ ἡ ἀνθρωπίνη ὁμοίως ἂν ἔχοι, καὶ εἴη ἂν ἡ ἀνθρωπίνη ἀρετὴ ἕξις ἀφ’ ἧς ὁ ἄνθρωπος ἀγαθὸς γίνεται καὶ ἀφ’ ἧς τὸ ἀνθρώπινον ἔργον εὖ καὶ καλῶς ἀποτελέσει. πῶς δὲ ἔσται ἡμῖν ἡ τοιαύτη ἕξις, εἴρηται μὲν καὶ πρὸ ὀλί- γου (ἐλέγομεν γὰρ τῆς μεσότητος ἀεὶ στοχάζεσθαι τῶν ἐπὶ τὰ πάθη κινήσεων, καὶ ἑαυτὸν ἐθίζειν | ἐν τοῖς τοιούτοις τὸν ἐν ἀρετῇ ζῆν προαιρούμενον), ἔτι δὲ καὶ ἀπὸ τῶν λεχ θησομένων ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φυσις της ἀρέτης. σκοπῶμεν οε οὕτως. ἐν παντὶ συνεχεῖ, οἷον γραμμῇ ἐπιφανείᾳ σώματι ἢ λόγῳ ἢ χρόνῳ καὶ ὅλως ἐν παντὶ δυναμένῳ διαιρεθῆναι λαβεῖν ἔστι τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον, τὸ δὲ ἴσον, οἷον ἐπὶ τοῦ συνεχοῦς, εἰ τὸ μὲν δεκάπηχυ πολύ, τὸ δὲ δίπηχυ ὀλίγον, ἴσον ἔσται τὸ ἓξ ἔχον πήχεις, ὃ καὶ μέσον καλεῖται, ὅτι [*](Comment. Arist. XIX 2. Heliodorus in Eth. 3)
34
ᾦ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ διωρισμένου ποσοῦ· εἰ γὰρ τὰ εἴκοσι πολύ, τὰ δὲ δέκα ὀλίγον. ἴσον ἔσται τὰ δεκαπέντε, ὅτι ᾧ ἐλλείπει τοῦ μείζονος ὑπερέχει τοῦ ἐλάττονος· τὸ δὲ τοιοῦτον ἴσον μέσον καλεῖται καὶ ἡ τοιαύτη τάξις ἀριθμητικὴ ἀναλογία. καὶ ἐπὶ μὲν τοῦ διωρισμένου ποσοῦ οὐκ ἀνάγκη ἐπὶ παντὸς λαβεῖν τὴν τοιαύτην ἀναλογίαν (οὑ γάρ ἐστιν ἐπ’ ἄπειρα διαιρετέον)· ἐπὶ δὲ συνεχοῦς ἐπὶ παντὸς δυνατόν ἐστιν, ἅτε ἀπειράκις δυναμένου διαιρεθῆναι. τοῦτο δὴ τὸ μέσον οὐχ ὁμοίως ἀεὶ κρίνομεν, ἀλλὰ ποτὲ μὲν κατ’ αὐτὸ τὸ πρᾶγμα, ποτὲ δὲ πρὸς ἡμᾶς. καὶ καῖ’ αὐτὸ μὲν τὸ πρᾶγμα μέσον ἐστὶ τὰ ἓξ τοῦ δέκα καὶ δύο ἴσον ὑπερέχοντα καὶ ἐλλείποντα (ἀπ᾿ γὰρ τῶν πραγμάτων λαμβάνεται ἡ διαφορά), πρὸς ἡμᾶς δέ, ὅταν ἀφ’ ἡμῶν ἡ μεσότης καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις λαμβάνηται, οἶον εἴ τινι πολὺ τὸ δέκα μνᾶς φαγεῖν, δύο δὲ ὀλίγον, οὐκ ἀνάγκη τὰς ἓξ μνᾶ τὴν μεσότητα ψυλάττειν καὶ προσηκούσας εἶναι τῷ τι· δυνατὸν γὰρ ἢ πλείους ἢ ἐλάττους ἀρκεῖν. πρὸς μὲν οὖν αὐτὸ τὸ πρᾶγμα αἱ ἓξ μναῖ τὸ μέσον καὶ ἴσον ἐστί, πρὸς | ἡμᾶς δὲ ἑπτὰ ἴσως ἢ πέντε, ἤγουν ὅσαις τὸ σῶμα προσήκει. αἱ δὲ ἓξ Μίλωνι μὲν ἄιε ἱκανῶς γευμνασμένῳ ὀλίγη ἔσται τροφὴ καὶ ὁ ἀλείπτης πλείω παρέξει, τῷ δὲ ἀρχομένῳ τῶν γυμνάσίων πολύ. ὁμοίως δὲ καὶ ἐπὶ δρόμου καὶ πάλης ἔχει· καὶ ἐπὶ τούτων γὰρ ἀπὸ τῶν γυμναζομένων τὸ ἴσον κρίνομεν. ἔτι δὲ καὶ πᾶς τῆς ἡστινοσοῦν προϊτάμενος ἐπιστήμης τὸ μέσον ἀεὶ ζητεῖ, τὴν ὑπερβολὴν καὶ τῆν ἔλλειψιν φεύγων· μέσον ἐκεῖνο δηλονότι διώκων, ὃ πρὸς ἡμᾶς οὐ πρὸς τὸ πρᾶγμα μέσον ἐστί. καὶ τοῦτον τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθειρουσῶν τὸ τῶν ἔργων ἀ.γαθόν, τῆς δὲ μεσότητος μόνης σωζούσης. ἐπεὶ δὲ ἡ ἀρετὴ πα σὴς τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστί, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἂν καὶ αὕτη σκοποίη. ἀρετὴν δὲ λέγ·ω οὐ τὴν διανοητικήν (ἄλλως γὰρ τὸ κατ’ αὐτὴν ἔχει) ἀλλὰ ἰὴν ἠθικήν· αὕτη ἐστι περὶ πάθη καὶ πράξεις, ἃ καὶ πλείω καὶ μείζω τοῦ δέοντος καὶ ἐλάττω δυνατὸν εἶναι. καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστὶν ἐν αὐτοῖς, δηλονότι τὸ ἴσον. καὶ γὰρ ἔστι καὶ φόβη θῆναι καὶ θαρρῆσαι καὶ ἐπιθομῆσαι καὶ μισῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι θῆναι μᾶλλον καὶ ἦττον καὶ ἀμφότερα οὐ καλῶς. τὸ δὲ παθεῖν ταῦτα πάντα ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ πρὸς οὓς δεῖ καὶ οὗ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. ὁμοίως δὲ ἔχει καὶ περὶ ἰὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν | πράξεις· ἔστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἐπεὶ τοίνυν ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πρά- [*](12 ἡ ante ἔλλειψις Β: om. h λαμβάνεται h 30 ἐθικὴν h 34 καὶ μισῆσαι Bh: om. Arist. vulg.: καὶ ἀποστραφῆναι Arist. Mb)
35
ξέων τὸ μέσον ἀεὶ καὶ κατόρθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἅπερ ἄμφω τῆς ἐστὶν ἡ ἀρετή, τὸ μέσον ἀεὶ σκοποῦσα. ἔτι τὸ μὲν ἁμαρτάνειν πολοειδές ἐστιν, ὡς εἰπεῖν· πολλαχῶς γάρ τις δύναται ἁμαρτάνειν. τὸ γὰρ κακὸν ἄπειρον, ὡς οἱ Πυθαγόρειοι ἔλεγον, τὸ δὲ ἀγαθὸν ὡρισμένον τι καὶ πεπερασμένον· καὶ διὰ τοῦτο καὶ τὸ κατορθοῦν ἁπλοῦν τί ἐστι καὶ μονοειδές. ὅθεν καὶ τὸ μὲν ἁμαρτάνειν ῥᾴ.διόν ἐστιν, ὥσπερ τοξόταις τὸ ἀποτογχάνειν τοῦ σκοποῦ, τὸ δὲ κατορθοῦν χαλεπόν, ὥσπερ τὸ βάλλειν κατὰ σκοπόν. φαίνεται ἄρα καὶ διὰ τοῦτο τὴν μὲν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῆς κακίας εἶναι (ἁόριστα γὰρ ἑκάτερον), τὴν μεσότητα δὲ ἀρετῆς, ὡρισμένην καὶ μίαν οὖσαν·

Ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί.

Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ ᾦ καὶ ὡς ἂν ὁ φρόνιμος ορισειε. ὁρίσειε. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν· τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει διὰ τὸ τὴν μὲν τῶν κακιῶν ὑπερβάλλειν τὸ δέον, τὴν δὲ ἐλλείπειν τοῦ δέοντος, τὴν δὲ ἀρετὴν τὸ δέον μόνον ζητεῖν, δηλονότι τὸ μέσον, καὶ τοῦτο μόνον αἱρεῖσθαι. ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγαθὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί.|

Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ μέρος περὶ τοῦ τίς ἀρετὴ τίνων κακιῶν μέση ἐστί. κεφ. ς.

Προσήκει δὲ καὶ ἐκεῖνο γινώσκειν, ὅτι οὐ πᾶσα πρᾶξις οὐδὲ πᾶν πάθος μεσότητα ἐπιδέχεται τὴν ζητουμένην, τὸ δέον δηλονότι· ἔνια γὰρ ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν, οἷον ἐν μὲν πάθεσιν ἀναισχυντία καὶ φθόνος, ἐν δὲ πρά- ξεσι μοιχεία κλοπὴ ἀνδροφονία· καὶ πάντα ταῦτα οὐ διὰ τὸ ὑπερβάλλειν τὴν ἐν αὐτοῖς μεσότητα ἢ ἐλλείπειν αὐτῆς φαῦλα λέγονται, ἀλλὰ αυ ὐτὰ καθ’ ἑαυτὰ πονηρά εἰσιν. οὐκ ἔστιν οὑν οὐδέποτε τὸ δέον ἐν τοῖς τοιούτοις, οὐδὲ κατορθοῦν ἔστιν ἐν αὐτοῖς ἀλλὰ ἀεὶ ἁμαρτάνειν· οὐδ’ ἔστιν ἐν αὐτοῖς προσδιορίζειν, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πάθεσι, τὸ ὡς δεῖ καὶ ὅτε δεῖ. οὐ γὰρ προσδιοριστέον, τοὺς τοιχωρύχους πῶς δεῖ κλέπτειν καὶ πότε καὶ τίνα καὶ παρὰ τίνων, ἀλλὰ ἀπλῶς τό τι τούτων ποιεῖν ἁμαρ- τάνειν ἐστίν. οὐ τοίνυν ἐστὶν ἐν τοῖς τοιούτοις μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ὥσπερ οὐδὲ ἀδικίας ἢ δειλίας ἢ ἀκολασίας. τούτων γὰρ αἱ μὲν ὑπερβολαί εἰσιν, αἱ δὲ ἐλλείψεις ἀρετῆς· ὑπερβολῆς δὲ καὶ ἐλλείψεως ὑπερβολὴ καὶ ἔλλειψιν καὶ μεσότητα ζητεῖν, σφόδρα ἄτοπον· ἀλλ’ ὥσπερ μεσότητος οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, τῆς ἀρετῆς λέγω, [*](7 τοξόταις B: τοξότῃ h 17 ἐλλείπειν τοῦ δέοντος Β: ὑπερβάλλεσθαι h 36 ἐλλεί- 3*)

36
καὶ ἐλλείψεων μεσότης καὶ ὑπερβολὴ καὶ ἔλλειψις γένοιτ’ ἄν, ἀλλὰ ἀεὶ καὶ καθ’ ὃν ἂν τρόπον πράττωνται, ἁμαρτάνον|ται· καὶ καθόλου εἰπεῖν, οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστὶν οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις.

Δεῖ δὲ μὴ μόνον καθόλου λέγειν τὴν ἀρειὴν μεσότητα, τὴν δὲ κακίαν τὰ ἄκρα. ἀλλὰ καὶ κατὰ μέρος, τίς ἀρετὴ τίνων κακιῶν μεσότης ἐστί. τῶν γὰρ περὶ τὰς πράξεις λόγων οἱ μὲν καθολικοὶ κοινότεροι καὶ πλείοσιν ἐφαρμόζουσιν, οἱ δὲ μερικοὶ ἀληθινώτεροι, ἅτε διὰ τοῦτο προσεχῶς ταῖς πράξεσιν ἐφαρμόζοντες, αἵτινες ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται· οἷς δὴ μερικοῖς οἱ ἀληθεῖς συμφωνοῦσι λόγοι· ληψόμεθα δὲ τὰ ζητούμενα ἐκ τῆς ἐκτεθείσης διαγραφῆς· ἐν ἑκάστῳ μὲν οὗν τῆς ψυχῆς πάθει πλὴν τῶν καθ’ αὑτὰ πονηρῶν, καθὼς εἴρηται, ὑπερβολῆς καὶ ἐλλείψεως μεταξύ ἐστιν ἡ ἀρετή. καὶ ἐν μὲν τῷ φόβῳ καὶ τῶ (πάθη γὰρ τῆς ψυχῆς) μέση ἐστὶν ἀνδρεία, ἄκρα δὲ ἔλλειψις μὲν δειλία, ὑπερβολὴ δὲ θρασύτης. ἀπὸ γὰρ τοῦ φόβου οὐκ ἔστιν ὄνομα τῇ ὑπερβολῇ ἀλλὰ ἀπὸ τοῦ θάρρους μόνον. πολλὰ δὲ καὶ ἄλλα ἀνώνυμά ἐστιν· ἐπεὶ καὶ τῇ ἐλλείψει οὐκ ἔστιν ἀπὸ τοῦ θάρρους ὄνομα, ἀλλὰ ἀπὸ τοῦ φόβου μόνον· δειλία γάρ, ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι. καὶ ἐν ταῖς ἡδοναῖς δὲ καὶ ταῖς λύπαις αἱ ἀκρότητες καὶ μεσότητες ὡς ἐπὶ τὸ πλεῖστον ἀνώνυμοί εἰσι, μάλιστα δὲ ἐν ταῖς λύπαις. περὶ δὲ τὰς ἐν σώματι ἡδονὰς μεσότης μὲν σωφροσύνη, ὑπέρβη δὲ ἀκολασία, ἔλλειψις δέ, ἐπεὶ οἱ πάντῃ τῶν ἡδονῶν ἀπεχόμενοι ὀλίγοι εἰσί, διὰ τοῦτο ἀνώνυμός ἐστι· καλείσθω δὲ ἀν·αισθησία. | ἐν δὲ τῷ πάθει, ὃ πάσχομεν ἐν τῷ διδόναι καὶ λαμβάνειν τὰ χρήματα, μεσότης μὲν ἐλευθεριότης, ἄκρα δὲ ὑπερβολὴ μὲν ἀσωτία, ἔλλειψις δὲ ἀνελευθερία. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν τὴν μὲν ἀσωτίαν ἔλλειψιν εἶναι, τὴν δὲ ἀνελευθερίαν ὑπερβολήν· ἐν μὲν γὰρ τῷ διδόναι χρήματα ἡ μὲν ἀσωτία ὑπερβολή ἐστιν, ἔλλειψις δὲ ἡ ἀνελευθερία· ἐν δὲ τῷ λαμβάνειν ἡ μὲν ἀνελευθερία ὑπερβολή ἐστιν, ἡ δὲ ἀσωτία ἔλλειψις. νῦν μὲν οὖν κεφαλαιωδῶς περὶ αὐτῶν λέγομεν καὶ ὡς ἐν τύπῳ, ἀρκούμενοι αὐτῷ τούτῳ· μετὰ δὲ ταῦτα ἀκριβέστερον ἐροῦμεν περὶ αὐτῶν. εἰσὶ δὲ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν τῶν χρημάτων καὶ ἄλλη μεσότης καὶ ἄκρα. καὶ ἔστιν ἄλλη μεσότης μὲν μεγαλοπρέπεια (διαφέρει γὰρ τῆς ὅτι ἡ μὲν μεγάλα τινὰ τροΐεται, ἡ δὲ μικρά), ὑπερβολὴ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις μικροπρέπεια· καὶ αὗται γὰρ διαφέρουσι τῶν τῆς ἐλευκοινότεροι [*](8 Bh cum Arist. codd. K b L b Mb Nb: κενώτεροι Arist. vulg. 24 post ἀναισθησία haec habet Β: δειλία. ἀνδρία. θρασύτης. ἀναισθησία. σωφροσύνη. ἀκολασία. ἀνελευθερία. ἐλευθεριότης. ἀσωτία. μικροπρέπεια. μεγαλοπρέπεια. χαυνότης. ἀφιλοτομία. φιλοτιμία. ἀνώνυμος. ἀοργησία. πραότης. ὀργιλότης. εἰρωνεία. ἀλήθεια ἀλαζονεία. ἀγροικία. εὐτραπελία. βωμολοχία. δυσκολία. φιλία. κολακεία. ἀρέσκεια. ἀναισχυντία. αἰδώς. κατάπληξις. ἐπιχαιρεκακία. νέμεσις. φθόνος. quae olim ad verba ἐκ τῆς ἐκτεθείσης διαγραφῆς (11) in margine adscripta fuisse videntur 25 τὰ om. h 31 λέγομεν Β: λέγωμεν h)

37
θεριότητος ἄκρων. αἱ δὲ διαφοραὶ μετὰ ταῦτα ῥηθήσονται. ἐν δὲ τῷ περὶ τὴν τιμὴν καὶ ἀτιμίαν πάθει μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία. ὡς δὲ ἐλέγομεν διαφέρειν τὰς περὶ τὰ χρήματα διαθέσεις, τὴν ἐλευθεριότητα δηλαδὴ καὶ μεγαλοπρέπειαν, τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν, οὕτω καὶ περὶ τὴν τιμὴν ἔστι τις διάθεσις διαφέρουσα τῆς μεγαλοψυχίας τῷ τὴν μὲν περὶ μικρὰ εἷναι, τὴν δὲ μεγαλοψυχίαν περὶ μεγάλα. ἔστι γὰρ ὀρέγεσθαι τιμῆς ὡς δεῖ καὶ ἔστιν ὀρέγεσθαι πλέον ἢ π·ροσήκει καὶ ἦττον τοῦ δέοντος· λέγεται γὰρ ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος καὶ ἡ διάθεσις φιλοτιμία, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ἡ δὲ διάθεσις ἀνώνυμος· ἡ δὲ μεσότης καὶ αὐτὴ ἀνώνυμος, ἥτις διαφέρει τῆς μεγαλοψυχίας τῇ εἰρημένῃ διαφορᾷ. καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει, καὶ ποτὲ μὲν φιλότιμον αὐτὸν καλοῦμεν, ποτὲ δὲ ἀφιλότιμον· καὶ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον. ποτὲ δὲ τὸν ἀφιλότιμον. τίνος δὲ χάριν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν παθῶν λέγωμεν, ζητοῦντες ἐν ἑκάστῳ τὴν μεσότητα καὶ τὰ ἄκρα. ἔστι τοίνυν ἐν τῇ ὀργῇ μεσότης μὲν πραότης (ὁ γὰρ μέσος λέγεται), τὰ δὲ ἄκρα ἀνώνυμα. καλείσθω δὲ ἡ μὲν ὑπερβολὴ ὀργιλότης καὶ ὀργίλος ὁ ὑπερβάλλων, ἡ δὲ ἔλλειψις ἀοργησία καὶ ὁ ἐλλείπων ἀόργητος. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, αἳ κατά τι μὲν κοινωνοῦσιν, ἔχουσι δὲ καὶ διαφοράν. τῶν γὰρ πράξεων καὶ λόγων, ἃ λέγομεν καὶ πράττομεν ἐν τῇ πρὸς τοὺς ἀνθρώπους κοινωνίᾳ, τὰ μὲν πρὸς ἀλήθειαν λέγομεν καὶ πράττομεν, τὰ δὲ πρὸς ἡδονήν· καὶ τῶν πρὸς ἡδονὴν τὰ μὲν παιδιᾶς λέγονται καὶ πράττονται κάριν, τὰ δὲ ἕνεκα τῆς λοιπῆς τῆς ἐν τῷ βίῳ ἡδονῆς· ὥστε ἱρεῖς εἶναι τὰς μεσότητας ἐξ ἀνάγκης. καὶ τῶν μὲν πρὸς ἀλήθειαν λεγομένων ἢ πραττομένων ἡ μεσότης καὶ ἀλήθεια ὀνομάζεται, τῶν δὲ πρὸς ἡδονὴν ἡ μὲν περὶ ἰὴν παιδιὰν εὐτραπελία, ἡ δὲ περὶ τὴν λοιπὴν ἡδονὴν φιλία. κοινωνοῦσι μὲν οὖν ἀλλήλαις, ὅτι πᾶσαί εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δέ, ὅτι οὐ περὶ τὰ αὐτά, καθὼς εἴρηται. τὰ δὲ ἄκρα αὐτῶν ἀνώνυμα· ὀνοματοποιήσομεν δὲ καὶ ἐν αὐτοῖς σαφηνείας ἕνεκα καὶ τοῦ ῥᾳδίως τῷ λόγῳ παρακολουθεῖν τοὺς ἀκροωμένους. καλείσθω δὲ τὰ ἄκρα τῆς ἀληθείας ἡ μὲν ἐπὶ τὸ μεῖζον προσποίησις ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δὲ ἐπὶ 35 τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων· τῆς δὲ εὐτραπελίας ἡ μὲν ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ἡ δὲ ἐπὶ τὸ ἔλαττον ἀγροικία καὶ ὁ ἔχων ἄγροικος· τῆς δὲ φιλίας ὁ μὲν ὑπερβάλλων καὶ οὐδενὸς ἕνεκα ἄρεσκος καλείσθω, εἰ δὲ ἕνεκα τῆς αὑτοῦ ὠφελείας κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἄχρις ἐν πάσι δύσερίς τις καὶ δύσκολος. οὐ μόνον δὲ ἒν τοῖς·· πάθεσιν αὐτοῖς ἀλλὰ καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητές εἰσ·ι, καθάπερ ἐπὶ τῆς αἰδοῦς φαίνεται. καὶ γὰρ ἡ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἔστι πάθους μεσότης, ἀλλὰ τῶν περὶ τὸ πάθος·· τῶν ἐπαινου- [*](38 αὑτοῦ h: αὐτῶ B)
38
μένων δέ ἐστιν. ὁ γὰρ δἰδήμων ἐπαινεῖται καὶ παρ᾿ ἑκάτερα καὶ ὑπερβολὴν ἔχει καὶ ἔλλειψιν· καὶ αὐτὴ μεσότης ἐστί· καὶ ὁ μὲν ὑπερβάλλων αἰδοῖ καταπλὴξ καλεῖται, ὁ δὲ ἐλλείπων ἢ ὁ μηδὲ ὅλως αἰδούμενος ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων. ἔστι δὲ καὶ ἐν τῇ λύπῃ μεσότης, ὅτε λυπεῖται ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν, ἥτις νέμεσις καλεῖται. καὶ ὑπερβολὴ δέ ἐστι παρ’ ἑκάτερα καὶ ἔλλειψις· ὑπερβολὴ μέν, ὅταν τις ἐπὶ πᾶσι τοῖς εὐτυχοῦσι λυπῆται· καὶ ἡ τοιαύτη κακία φθόνος καλεῖται καὶ ὁ ἔχων φθονερός· ἔλλειψις δέ, ὅταν τις οὐ μόνον οὐ λυπῆται, ἀλλὰ καὶ χαίρῃ ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν κακῶς πράττουσι· καὶ ὁ τοιοῦτος ἐπιχαιρέκακος καλεῖται καὶ ἡ ἔλλειψις ἐπιχαιρεκακία· τῆς δὲ μεσότητος νεμέσεως καλουμένης, ὁ ἔχων νεμεσητικὸς καλεῖται. ἀλλὰ περὶ μὲν τῆς μεσότητος καὶ τῶν ἄκρων καὶ μετὰ ταῦτα ἀκριβέστερον ἐροῦμεν. καὶ περὶ τῆς δικαιοσύνης, ἐπεὶ διπλῆ τίς ἐστι, καὶ δεῖ αὐτῇ μακροτέρων λόγων, νῦν μὲν οὐκ εὔκαιρον λέγειν, ἐν δὲ τοῖς ἑξῆς διελόντες περὶ ἑκατέρας διαληψόμεθα, πῶς μεσότητές εἰσι καὶ τίνων. ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν·

Περὶ τῆς ἐναντιότητος τῶν παρ’ ἑκατέρων τῆς ἀρετῆς κακιῶν, ἥν τε πρὸς ἀλλήλας ἔχουσι καὶ πρὸς τὴν ἀρειήν. κεφ. ζ΄.

Νῦν δὲ ἐροῦμεν περὶ τῆς ἐναντιότητος τῶν ἄκρων πρὸς ἄλληλα καὶ πρὸς τὴν μεσότητα. τριῶν γὰρ διαθέσεων οὐσῶν, μιᾶς μὲν ἀρετῆς, ἥτις μεσότης ἐστί, δύο δὲ κακιῶν, τῆς μὲν ὑπερβαλλούσης, δὲ ἐλλειπούσης, ἐν πάσεις ἐστί τις ἀντίθεσις· καὶ αἱ μὲν ἄκραι ἐναντίως ἔχουσι πρὸς ἀλλήλας, ἡ δὲ μέση πρὸς ἑκατέραν τῶν ἄκρων. ὥσπερ γὰρ τὸ ὄσον καὶ πρὸς τὸ μεῖζον ἀντικείμενόν ἐστι καὶ πρὸς τὸ ἔλαττον (τοῦ μὲν γὰρ ἔλαττόν ἐστι, τοῦ δὲ ἐλάττονος μεῖζον), οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις ὑπερβολαί εἰσι, πρὸς δὲ τὰς ὑπερβολὰς #x003E;. ὃ καὶ ἐν πάθεσι καὶ ἐν πράξεσιν ὁμοίως ἔχει· ἐν πάθεσι μὲν ἀνδρεία μεσότης, ἐν πράξεσι δὲ ἡ κατὰ τὴν ἀνδρείαν πρᾶξις· καὶ διὰ τοῦτο ὁ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς | φαίνεται, πρὸς δὲ τὸν. θρασὺν δειλός. ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος·. ὁ δὲ ἐλευθέριος ἄσωτος μὲν πρὸς τὸν ἀνελεύθερον, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. κἄ ὅλως ἑκάτερος τῶν ἄκρων τῷ ὀνόματι θατέρου τὸν μέσον καλεῖ· καὶ ὁ μὲν θρασὺς τὸν ἀνδρεῖον δειλὸν καλεῖ, ὁ δὲ δειλὸς θρασύν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, πρὸς ἄλληλα μείζων ἐστὶν αὐτῶν ἡ ἐναντιότης· πορρωτέρω γὰρ ἀλλήλων ἐστὶν ἢ τοὐ μέσου, καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλέον [*](4 et 7 λυπῆται Β: λυπεῖται h 9 χαίρῃ B: χαίρει h κακῶς h: εὖ B 12 καὶ περὶ τῆς δικαιοσύνης δὲ h 17 ἐκατέρων Β: ἑκάτερον h 18 ἀλλήλας B: ἀλλήλους h 19 ἄλληλα h: ἀλλήλας Β 26 ὑπερβολαὶ—ἐλλείψεις h: om. Β 28 τοῦτο Β: τούτων h 33 θατέρου Β: ἑτέρου h 36 καὶ πρὸς ἄλληλα h)

39
ἀντίκειται πρὸς ἄλλη·λα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι. ἔτι πρὸς μὲν τὸ μέσον ἔστι τις ὁμοιότης ἐν ἑκατέρῳ τῶν ἄκρων, ὥσπερ τῇ θρασύτητι πρὸς τὴ.ν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς ἰὴν ἐλευθεριότητα, ἐν δὲ τοῖς ἄκροις οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων· τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα. τὰ ἄ.ρα ἄρα πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· οὐκ ἐπ’ ἴσης δὲ ἀντίκειται ἄκρων ἑκάτερον, ἀλλ’ ἐπί τινων μὲν ἡ ἔλλεψις πλέον ἀντίκειται πρὸς τὸ μέσον ἢ ἡ ὑπερβολή, ἐπί τινων δὲ ἡ ὑπερβολὴ μᾶλλον ἢ ἡ ἔλλειψις. νεύουσι γὰρ αἱ μεσότητες προὸς τὸ ἕτερον τῶν ἄκρων πλέον ἢ πρὸς τὸ ἕτερον καὶ ὁμοιότεραί εἰσι ποιὲ μὲν ἐλλείψει ποιὲ δὲ ὑπερβολῇ, οἷον ἡ ἀνδρεία μᾶλλον ὁμοιοῦται τῇ θρασύτητι ἢ τῇ δειλίᾳ καὶ διά τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ δειλίᾳ ἢ τῇ θρασύτητι. ἡ δὲ σωφροσύνη μᾶλλον ὁμοία ἐστὶ τῆ ἀναισθησίᾳ ἢ τῇ ἀκολασίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ ἀκολασίᾳ ἢ τῇ ἀναισθησίᾳ. ἔστι δὲ οὐ μόνον ἡ πρὸς τὸ ἕτερον ἰῶν ἄκρων ὁμοιότης αἰτία τῆς πρὸς τὸ ἕτερον ἐναντιότητος, ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν τὸ τοιοῦτον συμβαίνει. ἐπεὶ γὰρ ὁ πόλεμος τῷ σπουδαίῳ πρὸς τὰ ἄκρα γίνεται τὴν μεσότητα ζητοῦντι, πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναντιώτερον τῷ μέσῳ δοκεῖ. μείζων δὲ ἡ μάχη, πρὸς ὃ μᾶλλον πεφύκαμεν καὶ εἰς ὃ πλέον κινούμεθα, ὥστε εἰς ὃ πλέον αὐτοὶ #x003E; ἐκεῖνο ἐναντιώτερόν ἔστι τῷ μέσῳ. καθάπερ τῶν ἰῆς σωφροσύνης ἄκρων πλέον εἰς ἀκολασίαν κινούμεθα ἢ εἰς ἀναισθησίαν, ὅτι πρὸς ἡδονάς πεφύκαμεν μᾶλλον ἢ πρὸς τοὐναντίον· καὶ διὰ τοῦτο πρὸς τὴν ἀκολασίαν ἀκολασίαν ὁ πόλεμος καὶ αὕτη ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ ἢ ἡ ἀναισθησία. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει.

Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνειν. κεφ. ἡ.

Ὅτι μὲν οὖν ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστὶ δύο κακιῶν τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ᾿ ἔλλειψιν, διὰ τὸ τὸ μέσον ἀεὶ ζητεῖντῶν παθῶν καὶ τῶν πράξεων, ἱκανῶς εἴρηται. τὸ δὲ ἐπ·ίστασθαι λαβεῖν τὸ μέσον καὶ γενέσθαι σπουδαῖον ἐργῶδές ἐστιν. ἐν παντὶ γὰρ πράγματι τὸ μέσον εὐρεῖν δύσκολόν ἐστιν, ὥσπερ τοῦ κύκλου τὸ μέσον, δηλονότι τὸ κέντρον, οὐ πᾶς εὑρεῖν δύναται, ἀλλὰ μόνος ὁ γεωμετρεῖν ἐπιστάμενος· οὕτω γὰρ καὶ ἐπὶ τῶν παθῶν καὶ τῶν πράξεων ἔχει. τὸ μὲν γὰρ ὀργισθῆναι ῥᾴδιον καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι, τὸ δὲ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ πρὸς τίνα καὶ ὅσον καὶ τίνος ἕνεκα, ὅπερ ἐστὶ τὸ μέσον, καὶ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν, τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός. διὰ τοῦτο προσήκει τὸν βουλόμενον σπουδαῖον γενέσθαι καὶ ζητοῦντα τὸ μέσον πρῶτον φεύγειν πάσῃ δυνάμει τῶν ἄκρων τὸ μᾶλλον ἐν- [*](1 ἔτι B: καὶ h 6 τὰ ἄκρα ἄρα B: τὰ δὲ ἄκρα h 7 δὲ transpos. post μέσον B 20 ὥστε—κινούμεθα h: om. Β 24 τῇ ἀναισθησίᾳ coui. Mullach 29 ex διὰ τὸ τὸ corr. διὰ τὸ B)

40
αντίον τοῦ μέσου· δηλονότι, πρὸς ὃ μᾶλλον εὐκινητότερός ἐστι τῶν παρ ἑκάτερα τῆς μεσότητος κακῶν· καθάπερ καὶ ἡ Καλυψὼ παρῄνει τὸ
  1. τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νηα·
καὶ γὰρ ἁμαρτάνομεν μέν, πρὸς ὅπερ ἂν πέσοιμεν τῶν ἄκρων· ἀλλ’ οὐχ ὁμοίως· μείζων γὰρ ἔσται ἡ ἁμαρτία ἐν τῷ ἐναντιωτέρῳ τῶν ἄκρων ἢ ἐν τῷ ἧττον ἐναντίῳ. ἐπεὶ οὖν ἄκρως τοῦ μέσου τυχεῖν χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα τῶν κακῶν αἱρεῖσθαι προσήκει. τοῦτο δὲ ἔσται, εἰ διακείμεθα πρὸς τὰ ἄκρα τοῦτον τὸν τρόπον, ὃν ἔφην. δεῖ δὲ μὴ μόνον σκοπεῖν πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ἕκαστος ἡμῶν πρὸς ποῖον πέφυκε ζητητέον (ἄλλοι πρὸς ἅλλα πεφύκαμεν)· γνωσόμεθα δὲ τοῦτο, ἐξετάσαντες τίσιν ἡδόμεθα καὶ τίσι λυπούμεθα. εὑρόντες δὲ πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν, ἐπὶ τὸ ἐναντίον αὐτοῦ διὰ σπουδῆς ἡμᾶς αὐτοὺς ἀφ’ ἀφελκύσωμεν῎ φεύγοντες γὰρ σφόδρα τοῦτο τὸ ἄκρον εἰς τὸ μέσον ἥξομεν. ὥσπερ ποιοῦσιν οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθῶσαι σπουδάζοντες· κλίνουσι γὰρ εἰς τοὐναντίον. μάλιστα δὲ τῶν ἄλλων παθῶν ἡ ἡδονὴ καὶ τὸ ἡδὺ βίαιον. καὶ διὰ τοῦτο πολλῆς χρεία τῆς ἀκριβείας καὶ τὴν ἀπάτην πάντα τρόπον φυλάττεσθαι δεῖ, ὅτε τὴν πονηράν τῆς ἄγα θῆς ἡδονῆς ἐθέλομεν διακρίνειν· χαλεπὸν γὰρ ἀδέκαστον εἶναι τῶν τοιούτων κριτήν· ὅπερ οὖν οἱ δημογέροντες τῶν Τρώων πρὸς ἰὴν Ἑλένην ἔπαθον, καλὴν μὲν εἰπόντες αὐτὴν καὶ τοῦ κάλλους θαυμάσαντες, ψηφισάμενοι δὲ καὶ οὕτως ἔχουσαν ἀποπέμψαι πρὸς τοὺς Ἕλληνας, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν. οὕτω γὰρ αὐτὴν ἀποπεμεπόμνοι ἧττον ἁμαρτησόμεθα. αὕτη ἐστὶν ἡ μέθοδος ὡς ἐν κεφαλαίῳ καὶ τύπῳ, δι’ ἧς μάλιστα τυχεῖν δυνησόμεθα τῆς μεσότητος. καὶ οὕτω δὲ ὅμως χαλεπόν ἐστι, καὶ μάλιστα ἐν τοῖς μερικοῖς. οὐ γὰρ ὡρισμένη τίς ἐστιν ἡ κρίσις τούτων ἀλλὰ ἄλλοτε ἄλλη· ἐπεὶ μηδὲ αὐτὰ ὡρισμένα, οἷον τὸ ὀργισθῆναι· οὐ γὰρ. ῥᾴδιον διορίσαι τίσι καὶ πῶς καὶ πότε ὀργιστέον· καὶ γὰρ ἡμεῖς ἀπὸ τοῦ καιροῦ κρίνοντες καὶ τῶν ἄλλων περιστάσεων ἄλλοτε ἄλλα ἀποφαινόμεθα· καὶ ποτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοιῦμεν καὶ πρᾴους φαμέν, ποτὶ δὲ τοὺς ὑπερβάλλοντας ὀργῇ καὶ καλοῦμεν ἀνδρώδεις. ἀλλ’ ὁ μὲν μικρὸν τῆς μεσότητος ἐκκλίνας οὐ ψέγεται· καὶ γὰρ οὔτε ὑπερβάλλειν οὔτε ἐλλείπειν δοκεῖ· ψέγεται δὲ ὁ τοσοῦτον τῆς μεσότητος παρακλίνας, ὅσον μὴ λαθεῖν. τὸ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον τοῦ ὀρθοῦ παρεκβάντες ψεγόμεθα, οὐκ ἔσαν ἑνὶ καθολικῷ διορίσασθαι λόγῳ, ἐπεὶ μηδὲ ἄλλο μηδέν, ὅπερ ἐν τοῖς μερικοῖς εὑρίσκεται καὶ ἄλλοτε ἄλλως ἔχει· ἡ γὰρ τούτων κρίσις μερικῶς καὶ αἰσθήσει γίνεται. φαίνεται τοίνυν, ὅτι ἐν πᾶσιν ἡ μέση ἕξις ἐπαινετή. δεῖ δέ, καθὼς εἴρηται, ἀποκλίνειν ποτὲ μὲν ἐπὶ τὴν ὑπερβολήν, ποτὲ δὲ ἐπὶ τὴν ἔλλειψιν, δηλονότι ἐπὶ ταύτην τῶν ἀκροτήτων, ἥτις ὁμοιοτέρα ἐστὶ τῇ μεσότητι. οὕτω γὰρ ῥᾷστα τῆς μεσότητος τευξόμεθα καὶ τοῦ ἀγαθοῦ.

[*](1 εὐκινητότερός B: εὐαινητότερός h 3 Homer. Od. μ 219 τοῦ Bh: τούτου Arist. 14 ἀφελκύσομεν h 21 Homer. II. Γ 149)
41

Περὶ ἑκουσίου καὶ ἀκουσίου. κεφ. α΄.

Ἐπερὶ δὲ ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστί, καὶ ἔστιν ἀρετὴ πρᾶξις ἀγαθὴ ἑκούσιος καὶ ἡ κακία τοὐναντίον, καὶ ἐν τῷ ὁρισμῷ κακίας καὶ ἀρετῆς καὶ τὸ ἑκούσιον παραλαμβάνεται, διὰ τοῦτο τῷ λέγοντι περὶ ἀρετῆς καὶ κακίας ἀνάγκη περὶ ἑκουσίου καὶ ἀκουσίου διαλαβεῖν· τῷ γὰρ ἑκουσίῳ καὶ ἀκουσίῳ τὰς πράξεις κρίνομεν. καὶ τὰς μὲν ἐπαινετὰς λέγομεν, τὰς δὲ συγγνωστάς, ἰὰς δὲ ψόγου ἀξίας. καὶ τὰς μὲν ἑκουσίως γινομένας ἀγαθὰς ἐπαινοῦμεν, τὰς δὲ ἑκουσίως πονηρὰς ψέγομεν, τὰς δὲ ἀκουσίως πονηρὰς νηρὰς οὐ ψέγομεν ἀλλὰ συγγνώμης ἀξιοῦμεν, τὰς δὲ ἀκουσίως πονηρὰς καὶ ἐπὶ βλάβῃ τῶν ποιούντων γινομένας ἐλέου ἀξίας ἡγούμεθα. διὰ τοῦτο, ἐπεὶ περὶ τῶν ἐπαινετῶν καὶ τῶν ψόγου ἀξίων ὁ λόγος ἡμῖν, δέον εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου. ὁ δὲ περὶ τούτων λόγος καὶ τοῖς νομοθε | τοῦσι χρήσιμος· ἀπὸ τούτων γὰρ εἴσονται τίνας τε κολάζειν ἄξιον καὶ τίνας τιμᾶν καὶ τίνας ἀξιοῦν συγγνώμης ἢ ἐλέου· ὃ δὴ τῆς ἐν πολιτείᾳ τέχνης κεφάλαιόν ἐστι. διοριστέον δή, τί ἐστιν ἑκούσιον καὶ τί ἀκούσιον. δοκεῖ τοίνυν ἀκούσιον εἶναι τὸ βίαιον ἢ δι’ ἄγνοιαν γινόμενον, βίαιον δέ, οὗ ἡ ἀρχὴ οὐκ ἐν τῷ ποιοῦντι ἀλλὰ ἔξωθεν, ἐν ᾗ οὐδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχ’ ὢν· οἷον εἴ τινα κινήσει τὸ πνεῦμα καὶ ἀπὸ τόπου εἰς τόπον ἀγάγοι ἢ ἄνθρωποι κύριοι ὄντες καὶ δυνάμενοι κινεῖν μὴ βουλόμενον. ἑκούσιον δὲ τοὐναντίον, οὗ ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι πάσα. εἰσὶ δέ τινα μήτε ἀκούσια ὄνια κυρίως μήτε ἑκούσια ἀλλὰ μέσα τινά· εἰσὶ δὲ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, οἰον εἰ τύραννος προστάττει αἰσχρόν τι ποιῆσαι κύριος ὢν καὶ αὐτοῦ καὶ γονέων καὶ τέκνων καὶ δυνάμενος πράττοντα μὲν σῴζειν καὶ αὐτὸν καὶ τοὺς αὐτοῦ, μὴ πράττοντα δὲ ἀποκτεῖναι. τοῦτο γὰρ ἀμφισβήτησιν ἔχει, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. τοιοῦτον δέ ἐστι καὶ τὸ γινόμενον ἐν τοῖς κλυδωνίοις ὑπὸ τῶν ἐπιβατῶν· ῥίπτουσι γὰρ τὰ ἀγώγιμα· ὅπερ οὔτε [*](1 Ἀριστοτέλους ἠθικῶν βιβλίον γ΄ h 24 προστάττει Β et Arist. cod. M b: προστάττοι h et Arist. vulg.)

42
ἑκούσιον εἴποι τις ἂν τελείως οὔτε ἀ·κούσιον ἀλλ’ ἑκάτερον παρὰ μέρος. τοῦ γὰρ ἐστὶ ἐστὶ μὲν καὶ ἀρχὴ ἔξωθεν, ὁ κλύδων δηλονότι, ἔστι δὲ καὶ σωτηρία καὶ αὐτῶν καὶ τῶν συμπλεόντων οἵ γε νοῦν ἔχοντες· ὥστε τὰς τοιαύτας πράξεις μικτὰς εἷναι καὶ ἑκουσίου καὶ ἀκουσίου μετέχειν. δοκοῦσι δὲ μᾶλλον τοῦ ἑκουσίου μετέχειν ἢ τοῦ ἑτέρου· καὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ κλύδωνος αἱ τοιαῦται πράξεις αἱρεταί εἰσι· καὶ τὸ τέλος αὐτῶν, εἴ τις κατὰ τὸν καιρὸν σκοπεῖ, σκοπεῖ, ἀγαθόν ἐστι καὶ θελητόν. ἐπεὶ καὶ τὸ ἑκάστης πράξεως τέλος κατὰ τὸν καιρὸν αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ καιροῦ ἢ ἀγαθὸν ἢ πονηρὸν γίνεται, ὥστε καὶ τὸ ἑκούσιον ἢ τὸ ἀκούσιον κατὰ τὸν καιρὸν ὅτε πράττεται ζητητέον· κατ’ ἐκεῖνον τοίνυν τὸν καιρὸν ἑκὼν πράττει ἃ πράττει, εἰ καὶ ἐν ἄλλῳ καιρῷ, γαλήνης οὔσης, οὐκ ἄν ποιήσειε βουλόμενος ταῦτα. καὶ γὰρ τὰ ὀργανικὰ μέρη καὶ χεῖρες καὶ πόδες οὐκ ἔξωθεν ὑπ’ ἄλλης ἀρχῆς κινοῦνται ἀλλ’ ὑπὸ τῆς ἐν αὐτῷ ἰῷ ποιοῦντι· ἃ δέ τις ποιεῖ ὑφ’ ἑαυτοῦ κινούμενος. κύριός ἐστι καὶ ποιεῖν καὶ μή· τὰ τοιαῦτα δὲ λέγεται. ἔστι τοίνυν ἑκούσιον μὲν αὐτὴ ἡ πρᾶξις, δηλονοτι μετὰ τῶν περιστατικῶν· ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης ἀκούσιον· χωρὶς γὰρ τῆς περιστάσεως οὐδεὶς ἂν ἕλοιτο τοιαῦτα ποιεῖν. τινὲς δὲ τῶν τοιούτων πράξεων καὶ ἐπαίνων ἀξιοῦνται, ἔνιαι δὲ καὶ ψόγων· ἐπαίνων μέν, ὅταν τις αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένῃ ἀντὶ καλῶν καὶ μεγάλων, ψόγων δέ, ὅταν φαύλων ἕνεκα. φαῦλος γὰρ ὁ τὰ αἴσχιστα ὑπομένων ἐπὶ μηδενὶ καλῷ ἢ μετρίῳ. ἔστι δὲ ἃς οὔτε ἐπαίνων οὔτε ψόγων ἀξιοῦμεν, καθὼς εἴρηται, ἀλλὰ συγγνώμηςἢ ἐλέου, ὅτε τις τὰ μὴ δέοντα πράττει, δέει μεγάλων δεινῶν καὶ μειζόνων ἢ δύνασθαι ὑπομεῖναι φύσιν ἀ.νθρωπίνην. ἔνια δὲ οὕτως εἰσὶν αἰσχρά, ὥστε οὐδεμία ἐστὶ τῷ ποιοῦντι παραίτησις ἀλλὰ δεῖ φεύγειν τὴν πρᾶξιν τούτων πάσῃ δυνάμει, κἂν δέῃ ἀποθανεῖν πάντα παθόντα τὰ δεινότατα. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα γελοῖα φαίνεται τὰ ἀναγκάσαντα μητροκτονῆσαι. ἧσαι. ἐνίοτε δὲ χαλεπόν ἐστι διακρῖναι, τίνων δεινῶν φόβῳ τίνα τῶν αἰσχρῶν ὑπομένειν ἄξιον, καὶ τίνα ἀνά τίνων αἱρησόμεθα· ἔτι δὲ χα|λεπώτερον τὸ εὑρόντα τὸ προσῆκον ἐμμεῖναι ἰοῖς δεδογμένοις. καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἃ μὲν ἀναγκαζόμεθα ποιεῖν, μᾶλλον αἰσχρὰ ἢ λυπηρά· ἃ δὲ προσδοκῶντες ποιοῦμεν, λυπηρά· διὰ τοῦτο γενναίου ἀνδρός ἐστι κατατολμῆσαι τῶν λυπηρῶν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν ὑπομεῖναι ποιῆσαι. ὅθεν ἐν ταῖς τοιαύταις πράξεσι καὶ ἐπαινοῦμέν τινας καὶ ψέγομεν ἐνίους καὶ οὐδέτερον τούτων, ἀλλὰ συγγνώμης ἀξιοῦμεν. ἔστι τοίνυν ἀπλῶς μὲν ἀκούσια, ὁπόταν ἡ αἰτία αὐτῶν ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται πρὸς τὴν πρᾶξιν, ἑκούσια δέ, ὀπόταν ἡ αἰτία τῶν πράξεων πᾶσα ᾖ ἐν τῷ ποιοῦντι. ἃ δὲ δι’ ἑαυτὰ μὲν οὐκ εἰσὶ θελητά, θέλομεν δὲ αὐτὰ κατά τινα καιρὸν καί τινων ἄλλων ἕνεκα, καθ’ ἑαυτὰ μὲν ἀκούσιά εἰσι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια. μᾶλλον δὲ δοκεῖ ἑκούσια εἶναι ἢ ἀκούσια· αἱ γὰρ πρά- [*](15 τὰ om. h 16 λέγεται Β: λέγονται h 23 ὅτε Β: ὅταν h 30 δὲ om. h)
43
ξεις ἀεὶ ἐν τοῖς μερικοῖς γινονται, ἐν οἷς ἀεὶ καὶ ὁ καιρὸς καὶ ὁ τόπος καὶ ἡ αἰτία· ταῦτα δὲ ἑκόυσίους τὰς τοιαύτας πράξεις ποιοῦσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν, δηλονότι τὸ περὶ τὰ μερικὰ εἷναι τὰς πράξεις, οὐκ ἔστιν εὐχερὲς ἀποδοῦναι, ποῖα αἰσχρὰ ποίων λυπηρῶν προκρίνειν ἄιον· πολλαὶ γὰρ διαφοραὶ ἐν τοῖς μερικοῖς.

Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεωρουμένων. κεφ. β΄.

Δοκεῖ δὲ καὶ τὰ καλὰ καὶ ἰὰ ἡδέα βίαιά τινα εἶναι, ὅτι αὐτὰ κινεῖ καὶ ἀναγκάζει ποιεῖν ἰοὺς ποιοῦντας ἰῷ κάλλει καὶ τῇ ἡδονῇ, ἔξωθεν ὄντα· οὐκ ἔστι δέ. εἰ γὰρ τοῦτο δώσομεν, πάντα ἂν εἴη βίαια· πανία γὰρ ὅσα πράττομεν, | ἕνεκα τοῦ νομίζειν, ὅτι καλὰ ἢ ἡδέα πράττομεν. καὶ τινὰ μὲν λυπούμενοι πράττομεν ὅσα ποιοῦμεν ἔξωθεν βιαζόμενοι, τινὰ δὲ μεθ’ ἡδονῆς, ὅσα ἑκόντες αὐτοὶ ποιοῦμεν τοῦ ἡδέος ἕνεκα. πάντα δὲ ἕνεκά τινος καλοῦ ἢ ἡδέος ποιοῦμεν· καὶ γὰρ καὶ ἃ λυπηρὰ ποιοῦμεν ἀναγκαζόμενοι, τῆς ἡδονῆς ἕνεκα ποιοῦμεν· ποιοῦμεν γάρ, ἵνα φύγωμεν τὰ λυπηπότερα· τοῦτο δὲ τὴν ἡδονήν ἐστι διώκειν. διὰ τοῦτο οὐ δεῖ τὰ καλὰ καὶ ἡδέα βίαια λέγειν· ἄλλως τε καὶ γελοῖόν ἐστιν, αἴτια νομίζειν τῶν πράξεων τὰ ἔξωθεν καλὰ καὶ ἡδέα καὶ μὴ ἑαυτὸν ὑπὸ τούτων ῥᾳδίως ἁλισκόμενον. ἀλλὰ τῶν μὲν καλῶν πράξεων πολλάκις τις ἑαυτὸν αἰτιᾶται, τῶν δὲ αἰσχρῶν οὐχ ἑαυτὸν ἀλλὰ τὴν ἡδονήν. οὐκ ἔστι δέ· ἀκούσιον γάρ ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν, οὐδὲν πρὸς τὴν πρᾶξιν συντλοῦντος τοῦ πράττοντος, τὰ δὲ δι’ ἄγνοιαν γινόμενα ζητητέον <εἰ> ἑκούσιά εἰσιν ἢ δὲ οὐ πάντα ὁμοίως· ἀλλὰ τὰ μὲν ἀκούσιά εἰσι, <τὰ δὲ ἑκούσια,> οὔτε ἑκούσια οὔτε ἀκούσια, ἀλλὰ καλείσθω οὐχ ἑκούσια. καὶ ἀκούσια μέν ὅσα ποιήσαντες λυπούμεθα, γνόντες μετὰ τὸ ποιῆσαι, καὶ μεταμελόμεθα, οὐχ ἑκούσια δέ, ὅσα ποιοῦντες οὐ λυπούμεθα, καὶ μετὰ ἰὴν πρᾶξιν οὐ μεταμελόμεθα· ὁ γὰρ δι’ ἄγνοιαν πράττων καὶ μετά τὸ γνῶναι μὴ δυσχεραίνων τῇ πράξει οὔτε ἑκὼν ἔπραξεν ὅ γε μὴ ᾔδει, οὔτε ἄκων· οὐ γὰρ γνοὺς ἑαυτῷ δυσχεραίνει· διὰ τ·οῦτο οὐχ ἑκούσια τὰ τοιαῦτα καλείσθω. διαφέρει δὲ τὸ δι’ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα πράττειν. καὶ διὰ τοῦτο τὸ μὲν δι’ ἄγνοιαν πράττειν ἢ ἀκούσιόν ἐστιν ἢ οὐχ ἑκούσιον, τὸ δὲ ἀγνοοῦντα πράττειν ἑκούσιόν ἐστι. καὶ γὰρ τὸ ἀγνοοῦντα πράττειν ἐστίν, ἐπάν τις ὀργίζηται ἢ μεθύῃ ἢ ἄλλην τινὰ ποιῇ πονηρίαν· οὗτος γὰρ οὐ δι’ ἄγνοιαν ἀλλὰ διὰ ἡδονὴν ἢ ἄλλο τι ποιεῖ ὃ ποιεῖ, ἀγνοῶν δέ. πᾶς οὖν μοχθηρὸς μοχθηρὸς ἀγνοεῖ, τίνα δεῖ πράττειν, καὶ τίνων ἀπέχεσθαι· καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν οἱ ἄνθρωποι ἄδικοι ἢ ὅλως κακοὶ γίνονται. αἱ δὴ τοιαῦται πράξεις οὔκ εἰσιν ἀκούσιοι· ἡ γὰρ ἐν τῇ προαιρέσει ἄγνοια, ἥτις ἐστὶν αἴρα τῶν κακιῶν, οὐκ ἔστιν αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας. οὐ γὰρ τὸ καθόλου περὶ τῆς μέθης ἀγνοεῖν ὅτι πονηρόν, [*](2 ἑκουσίους h: ἑκουσίως Β 11. 12 τινὰ μὲν B: μέν τινα h 22 εἰ h: om. B 23 τὰ δὲ ἑκούσια h: om. Β)

44
αἴτιον γίνεται τοῦ ἀκουσίου, ἀλλὰ τὸ ἀγνοῆσαι μερικῶς τήνδε τὴν μέθην· οἷον, φέρε εἰπεῖν, οὐκ εἰδότα μέχρι πόσου πιόντας ἔνι μεθύειν. τοῦτο γὰρ καὶ συγγνώμης ἀξιοῦται καὶ ἐλέου, ὁ γὰρ οὕτως ἀγνοήσας δι’ ἄγνοιαν ποιεῖ ὃ ποιεῖ καὶ ἀκουσίως πράττει. δεῖ δὲ διορίσαι τίνα καὶ ’πό σὰ ἐστίν; ἃ ἀγνοοῦντες ἀκουσίως πράττομεν, τὸ αὐτοῦ πρόσωπον τοῦ πρὸς ὅν τις ποιεῖ ὃ ποιεῖ, τὸ πρᾶγμα ὃ ποιεῖ, ἐνίοτε δὲ καὶ τὸ διὰ τίνος ὀργάνου ποιεῖ, καὶ τὸ οὗ ἕνεκα, οἷον σωτηρίας, καὶ πῶς, δηλαδ·ὴ τὸν τρόπον, οἷον ἠρέμα ἢ σφόδρα. ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειεν, εἰ μὴ μαίνοιτο. ἐνδέχεται δέ τινα τούτων ἀγνοεῖν καὶ σωφρονοῦντα· ὥσπερ ἀγνοεῖ τις πολλάκις αὐτὸ τὸ πρᾶγμα ὃ πράττει, καθάπερ οἱ ἐξειπόντες τὰ μυστήρια. λέγοντας γὰρ περὶ ἄλλων συγχυθῆναί φασι καί τι καὶ περὶ τῶν μυστηρίων παραφθέγξασθαι, μὴ συνορῶντας ὃ λέγουσιν ἢ καὶ ἀγνοουντας ὅτι ἀπορρητα ἦν. οὔτοι γὰρ αὐτὸ τὸ πραγμα γινόμενον· οὐ γὰρ γινώσκουσιν, ὅτι τὰ μυστήρια ἐξάγουσι. καί τις ἀφῆι πρός τινα καταπέλτην δεῖξαι βουλόμενος αὐτόν, καὶ τυχὼν ἀπέκτεινε. καί τις τὸν υἱὸν τὸν ἑαυτοῦ οἰηθεὶς πο|λέμιον εἶναι, ὥσπερ ἡ Μερόπη· ἢ λελογχωμένον μένον τὸ δόρυ νομίσας ἄνευ λόγχης εἶναι, ἢ κίσσηριν τὸν λίθον ὑπολαβών, ἐπὶ σωτηρίᾳ πέμψας, ἀπέκτεινεν. ὁ τοίνυν τι τούτων ἀγνοῶν, ἐν οἷς ἡ πρᾶξις, ἄκων ἐποίησε· κυρίως δὲ ἄκων, ὅταν τὰ κυριώτατα ἀγνοῇ τῶν περὶ τὸ πρᾶγμα· κυριώτατα δέ τὰ πρόσωπα καὶ τὸ ἔργον, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ἅτινα εἰ ἀγνοεῖ καὶ προσέτι μεταμέλει αὐτῷ ἐφ’ οἷς ἐποίησε, κυρίως ἄκων ἐποίη σε. τοιούτου δὲ ὄντος τοῦ ἀκουσίου; τὸ ἑκούσιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, ἐν οἶς ἡ πρᾶξις. γὰρ καλῶς λέγεται ἀκούσια εἶναι, ἃ ποιοῦν ὑπὸ θυμοῦ κινούμενοι νούμενοι ἢ ἐπιθυμίας, γινώσκοντες πάντα τὰ κατὰ μέρος, δι’ ὧν καὶ ἐν οἷς πράττομεν. εἰ γὰρ τοῦτο δοίημεν, πρῶτον μὲν οὐδὲν τῶν ἀλόγων ζῴων ἑκούσιόν τι πράττειν ἐροῦμεν (ἀεὶ γὰρ ἐπιθυμίᾳ καὶ θυμῷ πράττει), δὲ καὶ τοὺς παῖδας· ἔπειτα καὶ ἐφ’ ἡμῖν ἄτοπον συμβαίνει· ἢ γὰρ οὐδὲν ἑκουσίως πράττομεν τῶν δι’ ἐπιθυμίαν ἢ θυμόν, ἡ τὰ καλὰ μὲν ἑκουσίως, τά δὲ φαῦλα ἀκουσίως· τῶν γὰρ ἀπὸ ἐπιθυμίας ἢ θυμοῦ τὰ μὲν ἀγαθά, τὰ δὲ φαῦλα. εἰ μὲν οὗν τὰ καλὰ μόνον ἑκουσίως πράττομεν, τὰ φαῦλα δὲ ἀκουσίως, γελοῖον εἰπεῖν· ἓν γὰρ τὸ αἴτιον, θυμὸς ἢ ἐπιθυμία. τὸ δὲ ἑκούσιον καὶ ἀκούσιον ἡ διαφορὰ τοῦ αἰτίου ποιεῖ τῷ τὸ μὲν ἔνδον εἶναι, τὸ δὲ ἔξωθεν. εἰ δὲ πάντα ἀκούσια, πῶς οὐκ ἄτοπον, ἀκουσίως ὀρέγεσθαι λέγειν, ὧν δεῖ ὀρέγεσθαι; ἔστι γὰρ εἰς δέον χρήσασθαι τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, καὶ δεῖ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινων, οἷον ὑγιείας ἢ μαθήσεως, ἅπερ ἀκούσια λέγειν οὐκ εὔλογον· τὰ γὰρ ἀκούσια λυπηρά, τὰ δὲ κατ’ ἐπιθυμίαν ἡδέα. ἔτι, εἰ ἀκούσια ἦν τὰ κατὰ θυμὸν ἁμαρτηθέντα, διέφερεν ἄν τῶν ἀπὸ τοῦ λογισμοῦ ἁμαρτανομένων κατὰ ἰὴν ἑκουσίου καὶ ἀκουσίου διαφοράν· διαφέρει δὲ οὐδέν· καὶ [*](1 μέθην B: μέθοδον h 11 συγχεθῆναι B 12 συνορῶντες h 12. 13 ἀγνοοῦντες h 21 μεταμέλοι h 23 τὰ Β: τὸ h 28 ἡμῖν h: ἡμῶν B 30 φαῦλα δὲ h)
45
γὰρ ταῦτα ὁμοίως ἐκείνοις φευκτά, ὃ τοῦ ἑκουσίου ἐστὶ καὶ ψόγων ἄξια οὐδὲν ἧττον· ὅπερ οὐκ ἄν ἦν, εἰ διέφερεν ὡς ἑκούσιον ἀκουσίου. ἔτι δὲ τὰ ἄλογα πάθη καὶ ἀνθρωπικά εἰσιν, ὥσπερ ὁ λογισμός· ἀπὸ τούτων δὲ τῶν παθῶν, θυμοῦ δηλονότι καὶ ἐπιθυμίας, πᾶσαι αἱ ἀνθρώπιναι γίνονται πράξεις· ταύτας τοίνυν ἀκουσίους λέγειν ἄτοπον.

Περὶ προαιρέσεως. κεφ. γ'.

Ἐπεὶ δὲ περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα, μετὰ ταῦτα ἀκόλουθον ἂν εἴη περὶ τῆς προαιρέσεως διαλαβεῖν. ἡ γὰρ προαίρεσις οἰκείως ἔχει πρὸς τὴν ἀρετὴν καὶ τῷ ταύτης κανόνι δυνησόμεθα κρίνειν τά ἤθη καὶ τὰς πράξεις. ἡ προαίρεσις τοίνυν ἑκούσιον μέν ἐστιν, οὐκ ἔστι δὲ αὐτὸ τὸ ἑκούσιον ἀλλά τι τῶν τοῦ ἑκουσίου· τὸ γὰρ ἑκούσιον ἐπὶ πλέον ἐστὶ τῆς προαιρέσεως. καὶ δῆλον· τὸ μὲν γὰρ ἑκούσιον καὶ ζῴοις ἀλόγοις καὶ παισὶ καὶ τελείοις τὸν νοῦν πρόσεστι (ποιοῦσι γὰρ καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα ἑκουσίως), ἡ δὲ προαίρεσις μόνοις τοῖς κρίνειν δυναμένοις καὶ βουλεύεσθαι εἰδόσι πρόσεστιν· ἡ γὰρ μετὰ βουλῆς ὄρεξις προαίρεσις καλεῖται, ἄλλως τε καὶ τὰ ἐξαίφνης ὑφ’ ἡμῶν γινόμενα μὴ προβουλευσαμένων ἑκούσια μὲν λέγονται, προαιρετὰ δὲ οὐδαμῶς. οὐ γάρ ἐστιν ἡ προαίρεσις θυμὸς ἢ ἐπιθυμία ἢ βούλησις ἢ δόξα, καθώς τινες ὑπειλήφασιν. | ὁ μὲν θυμὸς καὶ ἡ ἐπιθυμία κοινή ἐστι καὶ ἡμῖν καὶ τοῖς ἀλόγοις, προαίρεσις δὲ οὐδαμῶς. ἔτι δὲ καὶ ὁ ἀκρατὴς οὐ λέγεται προαιρούμενος πράττειν ἃ πράττει ἀλλ’ ἐπιθυμῶν· ὁ δὲ ἐγκρατὴς λέγεται πράττειν προαιρούμενος, οὐκ ἐπι- θυμῶν. ἔτι προαιρέσει μὲν ἐπιθυμία ἐναντίον ἐστί· καὶ γὰρ προαιρούμεθα πολλάκις ἐναντία ὧν ἐπιθυμοῦμεν· ἐπιθυμία δὲ ἐπιθυμίας οὐκ ἔστιν ἐναντίον· ἡ ἄρα προαίρεσις οὐκ ἔστιν ἐπιθυμία. ἔτι ἡ μὲν ἐπιθυμία λυπηρά ἐστι καὶ τὸ ἡδὺ ἀεὶ ἀντικείμενον ἔχει (πρὸς αὐτὸ γὰρ ἀεὶ φέρεται), ἡ δὲ προαίρεσις οὔτε λυπηρά ἐστιν οὔτε τὸ ἡδὺ ἀντικείμενον ἔχει. ἔτι δὲ οὐδὲ ὁ θυμὸς προαίρεσίς ἔστι, καὶ πολλῷ μᾶλλον ἢ ἡ ἐπιθυμία· ἥκιστα γὰρ τὰ διὰ θυμὸν γινόμενα κατὰ προαίρεσιν εἶναι δοκεῖ. ἀλλὰ μὴν οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις· καίτοι ἔγγιστα εἶναι ταῦτα δοκεῖ. ἡ μὲν γὰρ προαίρεσις οὐκ ἔστι τῶν ἀδυνάτων· οὐ γὰρ προαιρούμεθα ἵπτασθαι ἢ ἀθάνατοι εἶναι ἀλλὰ βουλόμεθα (ὁ γὰρ τὰ τοιαῦτα δοκοίη ἂν ἠλίθιος εἶναι)· ἡ προαίρεσις ἄρα οὐκ ἔστι βούλησις. καὶ βουλόμεθα μὲν πολλάκις ἅπερ οὐχ ἡμεῖς αὐτοὶ ἀλλ’ ἕτεροι ποιοῦσιν, οἷον ὑποκριτήν τινα νικᾶν τῶν ἐν τῇ σκηνῇ ἢ ἀθλητήν· προαιρεῖται δὲ ταῦτα οὐδεὶς ἀλλ’ ὅσα οἴεται γενέσθαι ἂν δι’ αὑτοῦ. ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶν ἀεί, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος φερόντων· βουλόμεθα μὲν γὰρ τὴν ὑγίειαν, προαιρούμεθα δὲ ἃ πρὸς αὐτὴν φέρει, κ·αὶ δι’ ὧν ἔστιν ὑγιαίνειν· καὶ τὴν μὲν εὐδαιμονίαν καὶ βου- [*](3 ἀνθρωπικά Β: ἀνθρώπινά h 15 μετὰ βουλῆς Β (et Heinsius ex coni.): μεταβολῆς h 18 ὁ μὲν γάρ θυμὸς h 20 ἀκρατής h: ἀκροατής Β 28 τὰ om. h 35 αὐτοῦ Mullach ex Arist.: αὐτοῦ Bh)

46
λόμεθα καί φαμεν βούλεσθαι, | προαιρεῖσθαι δὲ οὐ λέγομεν, ἐπεὶ μηδὲ ἁρμόζει. καὶ ὅλως ἔοικεν ἡ προαίρεσις τῶν ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ μὴν οὐδὲ δόξα ἐστίν. ἡ μὲν γὰρ δόξα περὶ πάντα ὁμοίως ἐστὶ καὶ τὰ ἀίδια καὶ τὰ ἐφ’ ἡμῖν καὶ τὰ ἀδύνατα, ἡ δὲ προαίρεσις τῶν ἐφ’ ἡμῖν ἐστι μόνον. ἔτι ἡ δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διαιρεῖται· τὴν μὲν γὰρ τῶν δοξῶν ἀληθῆ λέγομεν, τὴν δὲ ψευδῆ· ἡ δὲ προαίρεσις τῷ ἀγαθῷ καὶ τῷ κακῷ μᾶλλον διαιρεῖται· τὴν μὲν γὰρ τοῦ ἀγαθοῦ λέγομεν, τὴν δὲ τοῦ κακοῦ. τῇ μὲν οὖν καθόλου δόξῃ ταὐτὸν εἶναι τὴν προαίρεσιν οὐδενὶ δοκεῖ· οὐ μόνον δὲ τῆ καθόλου δόξῃ οὐκ ἔστι ταὐτόν, ἀλλ’ οὐδέ τινι. ἀπὸ μὲν γὰρ τῆς προαιρέσεως ποιοί τινες γινόμεθα· τῷ γὰρ προαιρεῖσθαι τὰ κακὰ κακοὶ γινόμεθα, καὶ τῷ προαιρεῖσθαι τὰ ἀγαθὰ ἀγαθοί· ἀπὸ δὲ τῆς δόξης οὐκέτι. ἔτι προαιρούμεθα μὲν πράττειν τι ἢ μὴ πράττειν, λαβεῖν τι ἢ φυγεῖν ἢ τι τῶν τοιούτων· δοξάζομεν δὲ τί ἐστιν ὃ προαιρούμεθα ἢ ἄλλο τι, ἢ τίνι συμφέρει ἢ πῶς· λαβεῖν δὲ ἢ φυγεῖν τι ἢ ἑλέσθαι οὐκ ἔστι τῆς δόξης· ἡ ἄρα προαίρεσις οὐκ ἔστι δόξα. ἒ ἡ μὲν προαίρεσις ἐπαινεῖται, ὅταν προαιρώμεθα ἃ δεῖ· ἡ δὲ δόξα ἐπαινεῖται, ὅταν δοξάζωμεν ἰὰ ἀληθῆ. ἔτι προαιρούμεθα μέν, ἃ σφόδρα γινώσκομεν ἀγαθὰ εἶναι, δοξάζομεν δὲ ἃ οὐ πάνυ γινώσκομεν ἀληθῆ εἷναι. ἔτι ὁ αὐτὸς οὐχ ὁμοίως προαιρεῖται καὶ δοξάζει· δοξάζει μὲν γὰρ πολλάκις καλῶς δοξάζων τὰ ἀληθῆ, προαιρεῖται δὲ τὰ φαῦλα· οὐκ ἄρα ταὐτὸν δόξα καὶ προαίρεσις. εἰ δὲ πολλάκις ἡ δόξα προηγεῖται τῆς προαιρέσεως ἢ παρακολουθεῖ, οὐ διὰ τοῦτο ταὐτὸν ἔσται | δόξα καὶ προαίρεσις· τοῦτο γὰρ οὐδὲν κωλύει διάφορα εἰναι.

Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίνα, καὶ περὶ βουλεύσεως. κεφ. δ΄.

Ἐπεὶ δὲ οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις οὔτε θυμὸς οὔτε βούλησις οὔτε δόξα, ζητητέον τί ἐστιν ἢ ποῖόν τί ἐστι. φαίνεται μὲν οὖν, ὅτι ἑκούσιόν ἐστιν, οὐκ αὐτὸ τὸ ἑκούσιον, καθὼς εἴρηται· οὐ γὰρ πᾶν ἑκούσιον προαιρετόν, ἀλλὰ τῶν ἑκουσίων ἐκεῖνο μόνον προαιρετὸν καλεῖται, ὃ προβουλευόμενοι ποιοῦμεν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας. φαίνεται δὲ καὶ ἀπὸ τοῦ ὀνόματος· τὸ γὰρ προαιρετὸν δοκεῖ σημαίνειν τὸ πρὸ ἑτέρων αἱρετόν. τούτων δὲ ὑποκειμένων, ζητητέον πότερον περὶ πάντων δυνατὸν βουλεύσασθαι ἢ περὶ ἐνίων οὐ δυνατόν; ἵνα γνῶμεν ἐντεῦθεν, τίνων ἐστὶν ἡ προαίρεσις καὶ τίνων οὐκ ἔστι. τῶν γὰρ βουλευτῶν καὶ ἡ προαίρεσίς ἐστι. βουλευτὸν δὲ λέγω, περὶ οὗ βουλεύεται οὐκ ἠλίθιος ἢ μαινόμενος ἀλλ’ ὁ νοῦν ἔχων. ἡ τοίνυν βουλὴ οὔτε περὶ τῶν ἀιδίων ἐστίν, οἷον περὶ τοῦ κόσμου (οὐδεὶς γὰρ βουλεύεται πῶς κινεῖσθαι τὰ οὐράνια σώματα), ἢ περὶ τῶν ἀδυνάτων ἄλλως εἶναι, οἷον περὶ τῆς πλευρᾶς τοῦ τετραγώνου καὶ τῆς διαμέτρου, ποιῆσαι λόγον τινὰ [*](13 ἢ post φυγεῖν om. h 16 προαιρώμεθα h: προαιρούμεθα Β 19 μὲν θῶ h)

47
ἔχειν πρὸς ἀλλήλας, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν οὔτε περὶ τῶν κινουμένων ἀεὶ ὡσαύτως ἢ ἀνάγκῃ ἢ φύσει ἢ δι’ ἄλλην τινὰ αἰτίαν, οἷον τροπῶν καὶ ἀνατολῶν ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων βουλευσόμεθα οἷον αὐχμῶν καὶ ὄμβρων. οὐδὲ <περὶ> τῶν ἀπὸ τύχης, οἶον θησαυροῦ εὑρέσεως· ὅτι οὐδὲν τούτων ἐφ᾿ ἡμῖν ἐστιν οὐδὲ ἀνθρώπινον. καὶ μὴν οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων βουλευσόμεθα ἀλλὰ μόνον περὶ τῶν ἐφ’ ἡμῖν καὶ ἅπερ ἂν αὐτοὶ πράξαιμεν ἢ δι’ ἡμῶν αὐτῶν ἡ δι’ ἑτέρων· οὐ γὰρ Λακεδαιμόνιοι περὶ τῆς τῶν Σκυθῶν πολιτείας βουλεύσονται, πῶς ἂν Σκύθαι ὀρθῶς πολιτεύοιντο. οὐδὲν γὰρ τῶν εἰρημένων δι’ ἡμῶν ἂν γένοιτο. βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν, ἅτινα γνωσόμεθα οὕτω. τρία εἰσὶ τὰ αἴτια ἐν τοῖς οὖσι φύσις ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου, οἷον τέχνη ἢ ἄλλη τις πρᾶξις. οἱ δὲ ἄνθρωποι βουλεύονται οὔτε περὶ ὧν αἰτία ἡ φύσις οὔτε περὶ ὧν ἡ ἀνάγκη αἰτία ἢ ὧν ἡ τύχη, ἀλλὰ περὶ μόνων ἐκείνων, ὧν αἰτία ἐστὶν ἡ ἀνθρωπίνη μέθοδος καὶ ἡ πρᾶξις. ἔτι δὲ οὐδὲ περὶ πασῶν τῶν ἀνθρωπίνων μεθόδων οἱ ἄνθρωποι βουλεύονται. περὶ γὰρ τὰς ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλή, οἷον περὶ τῶν γραμμάτων· οὐ γὰρ διστάζομεν πῶς γραπτέον, ὅτι ἐγνωσμένον ἐστὶν ἀκριβῶς καὶ ὡρισμένα εἰσὶ τὰ σ·ημεῖα. ἀλλ’ ὅσα γίνονται ὑφ’ ἡμῶν δυνάμενα πολλαχῶς γενέσθαι, περὶ τούτων βουλευόμεθα, οἷον περὶ τῶν κατὰ τὶν ἰατρικὴν πράξεων, αἵτινες οὐ πάνυ εἰσὶν ὡρισμέναι ἢ τὴν χρηματιστικήν (πολλαχῶς γὰρ· δυνατὸν ἢ τὴν κυβερνητικὴν ἢ γυμναστικήν· καὶ μᾶλλον <περὶ> τῶν τὴν κυ|βερνητικὴν βουλευσόμεθα ἢ τὴν γυμναστικήν, ἐπεὶ καὶ ἔλαττόν ἐστιν ἀκριβὴς ἡ κυβερνητική· καὶ περὶ τῶν λοιπῶν ὁμ·οίως. πλέον δὲ περὶ τῶν κατὰ τὰς τέχνας βουλευσόμεθα ἢ τὰς ἐπιστήμας· πλέον γὰρ διστάζομεν ἐν ταῖς τέχναις, ὅτι ἔλαττόν εἰσιν ὡρισμέναι τῶν ἐπιστημῶν. τὸ δὲ βου- λεύεσθαί ἐστι μὲν τῶν ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένων γίνεσθαι· ὅταν δὲ καὶ ἐπὶ τούτων ὁ τρόπος ἄδηλος ᾖ, πῶς δηλονότι γενήσεται καὶ ἐν οἷς, οὐκ ἔστι δυνατὸν τὴν βούλευσιν ὡρισμένην εἶναι. διὰ τοῦτο καὶ συμβούλους παραλαμβάνομεν ὅταν ᾖ περὶ μεγάλων ἡ βουλή· καὶ γὰρ ἀπιστοῦμεν ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς περὶ τοῦ πράγματος διαγνῶναι. βουλευόμεθα δὲ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὁ γὰρ ἰατρὸς οὐ βουλεύσεται δοῦναι τὴν ὑγίειαν τῷ κάμνοντι (οὐ γὰρ πρὸς ἄλλο τι βλέπειν τὸν ἰατρὸν καὶ τούτου χάριν οὐ χρείαν ἕξει βουλεύσεως), ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν ὑγίειαν, περὶ τούτων βουλεύσεται, ἅτινα πολλαχῶς ἐνδέχεται γενέσθαι· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ οὐ βουλεύσεται περὶ τῆς πειθοῦς ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν πειθώ, καὶ ὁ πολιτικὸς οὐ καθίζει τὴν βουλήν, ἵνα γνῷ περὶ τῆς εὐνομίας (εἰ καλῶς τὰ πράγματα αὐτὸν διοικῆσαι), ἀλλὰ περὶ τῶν συνιστάντων τὴν εὐνο- [*](4 περὶ ins. Mullach 11 ἅ τινα γνωσόμεθα. οὕτω τρία εἰσὶ h 18 τῶν om. Arist. 23 περὶ h: om. B 32 διαγνῶναι Mullach: διαγνῶσαι Bh 33 τῶν om. h 36. 36 βουλεύσεται Β: βουλεύεται h 39 εἰ δεῖν Β: δεῖ γὰρ h)
48
μίαν βουλεύσεται. καὶ ὅλως πάντες οἱ τοιοῦτοι τὸ μὲν τέλος ὑποτιθέασι, ζητοῦσι δὲ πῶς καὶ διὰ τίνων ἀφίξονται πρὸς αὐτό. καὶ πολλῶν ὄντων δι᾿ ὧν ἔστι τυχεῖν τοῦ σκοποῦ, ζητοῦσι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα τὸ τέλος εὑρήσουσιν. ὅταν δὲ δι᾿ ἑνὸς | ἐνδέχηται μόνου, τότε οὐ τοῦτο ζητοῦσιν, ἀλλὰ τὸν τρόπον πῶς χρησόμεθα αὐτῷ, καὶ τίνι πράξει μεταχειρισάμενοι, διὰ τούτο τοῦ τέλους τευξόμεθα. καὶ πάλιν ἐκείνην τὴν πρᾶξιν διὰ τίνος ἐργασόμεθα κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ ἀμέσως γινόμενον καὶ οὐ δι᾿ ἄλλου, ὅ ἐστι τὸ πρῶτον αἴτιον τοῦ τέλους, ὅπερ τελευταῖον εὑρίσκεται. οὕτω γὰρ ὁ βουλευόμενος ἀπὸ τοῦ τέλους ἀρχόμενος διὰ τῶν πρὸς τὸ τέλος ὁδεύει, μέχρι τοῦ πρώτου αἰτίου τὴν πρᾶξιν πᾶσαν ἀναλύων, καθάπερ οἱ μαθηματικοὶ τὰ διαγράμματα. ἔστι τοίνυν ἡ μὲν βούλευσις ζήτησίς τις· οὐ πᾶσα δὲ ἡ ζήτησις βούλευσις. ἡ γὰρ μαθηματικὴ ζήτησις οὐκ ἔστι βούλευσις, καίτοι, καθὼς εἴρηται, τρόπον τινὰ ὁμοίως καὶ ὁ βουλευόμενος καὶ ὁ μαθηματικὸς ἀναλύει· καὶ ὃ ἔσχατον εὑρίσκεται ἀναλύοντι, τοῦτο ἔργον πρῶτον γίνεται τῷ βουλευομένῳ, καθάπερ ὁ μαθηματικὸς πρὸς ὃ ἔσχατον ἀφίξεται ἀναλύων, τοῦτο ὑποτιθεὶς καὶ ἀπὸ τούτου διὰ τῶν ἄλλων ὁδεύων ἀποδείκνυσι τὸ προκείμενον. καὶ ἄμφω δὲ εἰ ἀναλύοντες ἀδυνάτοις ἐντύχοιεν ἀφίστανται τοῦ ζητήματος, οἶον εἰ χρημάτων δεήσει πρὸς τὸ ζητούμενον τέλος, ὃ τούτων ἄνευ οὐκ ἔνι γενέσθαι, ἀδύνατον δὲ φανείη ταῦτα πορισθῆναι, περὶ τοῦ τρόπου οὐκέτι ζητοῦσιν ἀλλ᾿ ἀφίστανται· εἰ δὲ δυνατόν, ἐγχειροῦσι πράττειν. ἐκεῖνα δὲ δυνατὰ καλοῦμεν, ἃ δι᾿ ἡμῶν γένοιτ᾿ ἄν· τὰ γὰρ διὰ τῶν φίλων τρόπον τινὰ δι᾿ ἡμῶν γίνονται· ἡ γὰρ αἰτία καὶ τούτων ἐν ἡμῖν ἐστι· βουλευόμεθα δέ, καθὼς εἴρηται, ποτὲ μὲν περὶ τῶν ὀργάνων, ποτὲ δὲ περὶ τῆς χρήσεως αὐτῶν, καὶ ἁπλῶς, ποτὲ μὲν περὶ τῶν φερόντων εἰς <τὸ> | τέλος πῶς ἂν ληφθεῖεν, ποτὲ δὲ περὶ τοῦ τρόπου πῶς χρησόμεθα αὐτοῦ ἢ διὰ τίνος. φαίνεται δὴ ἀπὸ τῶν εἰρημένων, μὴ εἶναι τὸ τέλος βουλευτόν. βουλευτὰ μὲν γάρ εἰσιν, ὧν κύριος ὁ ἄνθρωπός ἐστι ποιῆσαι ἢ μή· ὧν δὲ ὁ ἄνθρωπος κύριός ἐστιν, ἐκεῖνα πράξεις ἀνθρώπιναί εἰστιν· αἱ δὲ ἀνθρώπιναι πράξεις ἄλλων ἕνεκα γίνονται· ἃ δὲ ἄλλων ἕνεκα γίνονται, οὐκ εἰσὶ τέλη· τὸ βουλευτὸν ἄρα οὐκ ἔστι τέλος. οὔτε τοίνυν τὸ τέλος ἐστὶ βουλευτόν, οὔτε τῶν πρὸς τὸ τέλος ὅσα καθ᾿ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο, εἰ πέπεπται, εἰ πεποίηται ὡς δεῖ· ταῦτα γὰρ αἰσθήσει γινώσκομεν, οὐ βουλῇ καὶ κρίσει· εἰ δὲ περὶ τούτων ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. τὸ μὲν οὖν βουλευτὸν τοῦτό ἐστι· τὸ δὲ προαιρετόν ἐστι βουλευτὸν ὡρισμένον· τὸ γὰρ ἀπὸ τῆς βουλῆς προκριθὲν προαιρετὸν καλεῖται· μετὰ γὰρ τὸ προκρῖναι ὃ δέον γενέσθαι, οὐκέτι περὶ τοῦ πράγματος βουλευόμεθα, ἀλλὰ γινώσκομεν ὡρισμένως ὡς δεῖ ποιεῖν· ἀνάγομεν γὰρ τὴν μὲν τοῦ πράγματος τοῦ ζητουμένου ἀρχὴν εἰς τὴν ἡμετέραν βούλησιν, τὴν δὲ ἡμετέραν κρίσιν καὶ βούλησιν εἰς τὴν προαίρεσιν, ἥτις ἐστὶν ἀρχὴ ἤδη τῆς [*](4 ἐσνδέχηται Mullach: ἐνδέχεται Bh 5 τίνα πρᾶξιν Mullach 12 οὐ πᾶσα—οὐκ ἔστι βούλευσις B: πᾶσα δὲ ἡ ζήτησις οὐκ ἔστι βούλευσις h 26 τὸ om. B 29 ἐκεῖνα B: ἐκεῖναι h 33 cf. lectiones librorum Arist.)
49
πράξεως. τοῦτο δὲ δῆλον καὶ ἀπὸ τῶν ἀρχαίων πολιτειῶν, ἃ Ὅμηρος ἐν ταῖς ῥαψῳδίαις ἐμιμεῖτο· εἰσάγει γὰρ τοὺς βασιλεῖς μετὰ τὴν βουλὴν τὸ προκριθὲν ἀπαγγέλλοντας τῷ δήμῳ ὥσπερ τῇ προαιρέσει, ὥστε πραχθῆναι. ἐπεὶ τοίνυν τὸ προαιρετὸν βουλευτόν ἐστιν, ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν δηλονότι, ὃ μετὰ τὴν βουλὴν ὀρεγόμεθα δυνάμενοι τοῦτο ποιῆσαι, φανερόν, ὅτι ἡ προαίρεσις εἴη ἂν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν. ἐκ | τοῦ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθά [τι] κατὰ τὴν οὗτος μὲν οὖν ὁ ὁρισμὸς τῆς προαιρέσεως ὡς ἐν τύπῳ. εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι τὰ πρὸς τὸ τέλος.

Περὶ βουλήσεως καὶ βουλητοῦ. κεφ. ε΄.

Δεῖ δὲ καὶ περὶ τῆς βουλήσεως εἰπεῖν ἤδη. ὅτι μὲν οὖν ἡ βούλησις τοῦ τέλους ἐστίν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ἀμφισβητεῖται δὲ πότερον παντὸς τέλους, οὗ τις ἂν ἐθέλοι τυχεῖν, ἡ βούλησίς ἐστιν, ἢ τοῦ ἀγαθοῦ μόνου. καὶ τοίνυν οἱ μὲν λέγουσιν αὐτὴν ἰοῦ ἀγαθοῦ μόνου, οἱ δὲ τοῦ δοκοῦντος, ἢ ὄντος δὲ ἢ μὴ ὄντος. συμβαίνει δὲ τοῖς μὲν λέγουσι τὸ ἀγαθὸν μόνον βουλητὸν εἶναι τὸ κακὸν λέγειν μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν· καίτοι β·ουλητόν ἐσιιν αὐτῷ. τοῖς δὲ λέγουσι τὸ δοκοῦν ἀγαθὸν ἐκεῖνο εἶναι τὸ βουλητόν, οὐ δι᾿ ἑαυτό, ἀλλὰ μόνον τὸ ἑκάστῳ δοκοῦν, ἐπειδὴ ἄλλῳ ἄλλο δοκεῖ ἀγαθόν, καὶ τὸ αὐτὸ τῷ μὲν ἀγαθὸν δοκεῖ, τῷ δὲ κακόν, ἢ ὁ αὐτὸς ἄνθρωπος τὰ ἐναντία ἀγαθὰ νομίζει πολλάκις, καὶ οὕτως οὐδὲν ἔσται βουλητὸν φύσει καὶ δι’ ἑαυτό. εἰ δὲ ταῦτα οὐ δοκεῖ εἰκότα εἶναι, ἐκεῖνο ἐροῦμεν· βουλητὸν μὲν εἶναι φύσει καὶ ἀλ·ηθείᾳ καὶ δι’ ἑαυτὸ τὸ ἀγαθόν· πὴ δὲ καὶ ἑκάστῳ τῶν ἀνθρώπων τὸ δοκοῦν ἀγαθὸν βουλητόν ἐστιν. εἰ γὰρ καὶ τῇ ἀληθείᾳ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κατά τινα περίστασιν ἀγαθόν ἐστιν, οἷον τὸ λωποδυτεῖν κακὸν μέν ἐστι τῇ φύσει, τῷ λωποδύτῃ δὲ καὶ κατά τινα καιρὸν ἀγα|θόν· διὰ τοῦτο καὶ δοκεῖ ἀγαθὸν ἁπλῶς εἶναι· καθόσον δὲ ἀγαθὸν καὶ βουλητόν ἐστιν. ὥστε συμβαίνει τὸ δοκοῦν ἀγαθὸν πὴ εἶναι βουλητόν· τῷ μὲν οὖν σπουδαίῳ τὸ ἀληθῶς ἀγαθὸν βουλητόν ἐστι, τῷ δὲ φαύλῳ τὸ τυχόν. ὥσπερ ἔχει καὶ ἐπὶ τῶν σωμάτων· τοῖς μὲν ὑγιαίνουσι καὶ εὖ ἔχουσι τὰ σώματα ὑγιεινὰ δοκεῖ τὰ κατὰ ἀλήθειαν ὑγιεινά, τοῖς δὲ ἐπινόσοις ἕτερα· ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα τοῖς μὲν ὑγιαίνουσι τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα τοιαῦτα δοκεῖ· ὁμοίως καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα· τοῖς δὲ νοσοῦσι τὰς αἰσθήσεις ἑτεροῖα. οὕτω τοίνυν καὶ ἐπὶ τῶν ἀγαθῶν καὶ ἡδέων καὶ κακῶν ὁ μὲν σπουδαῖος τὰ ὄντα νομίζει καὶ τὰ ἀληθῆ, ὁ δὲ φαῦλος τἀναντία πολλάκις· καθ’ ἑκάστην γὰρ τῶν ψυχικῶν διαθέσεων ἐστί τι ἴδιον ἀγαθὸν καὶ ἡδύ. καὶ τούτῳ διαφέρει τῶν φαύλων ὁ σπουδαῖος, ὅτι διακρίνει τὸ ἀγαθὸν τοὐ ἡδέος καὶ τὸ ἀληθὲς ἐν πᾶσιν ὁρᾷ, καθάπερ κανὼν καὶ μέτρον αὐτῶν γινόμενος· οἱ δὲ φαῦ- [*](1 πολιτειῶν h: πολιτῶν Β 7 τι Β: om. h et Arist. 9 aut ὅτι περὶ τὰ aut ex Arist. ὅτι τῶν restituendum Comment, Arist. XIX 2. Heliodorus in Eth. 4)

50
λοι, μὴ δυνάμενοι τὸ ἀληθὲς συνιδεῖν, ὑπὸ τῆς ἡδονῆς ἀπατῶνται, νομίζοντες ἀγαθὰ τὰ ἡδέα, οὐκ ὄντα φύσει ἀγαθά· ὁμοίως δὲ καὶ τὰ λυπηρὰ φεύγουσιν, οὐκ ὄντα φύσει πονηρὰ καὶ φευκτά.

Ὄτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ. ς΄.

Ἐπεὶ δὲ τὰ μὲν τέλη βουλητά, τὰ δὲ πρὸς τὰ τέ· βουλευτὰ καὶ προαιρετά, φανερὸν ὅτι αἱ πράξεις αἰ περὶ τὰ βουλευτὰ καὶ προαιρετὰ κατὰ προαίρεσιν εἷεν ἂν ἑκούσιοι. τοιαῦται δὲ αἱ κατ’ ἀρετὴν πράξεις· περὶ γὰρ τὰ βουλευτὰ καὶ προαιρετὰ γίνονται. ἐφ’ ἡμῖν ἄρα ἐστὶν ἡ ἀρειὴ καὶ ἡ κακία· αἱ γὰρ πράξεις, δι’ ὧν ἐθίζομεν ἑαυτοὺς εἰς τὴν ἀρετήν, προαιρεταὶ καὶ ἐφ’ ἡμῖν εἰσιν. εἰ δὲ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν ἐστιν· ἐν οἷς γὰρ τὸ μή, καὶ τὸ ναί. καὶ εἰ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν ἐστιν, ἀγαθὸν ὄν, καὶ τὸ μὴ πράττειν αὐτό, αἰσχρόν ὄν, ἐφ’ ἡμῖν ἔσται· καὶ εἰ τὸ μὴ πράττειν τὸ κακόν, ἀγαθὸν ὄν, ἐφ’ ἡμῖν ἐστι, καὶ τὸ πράττειν τὸ κακόν, αἰσχρὸν ὄν, ἐφ’ ἡμῖν ἐστι. ταῦτα δὲ ἡμᾶς ἀγαθοὺς ἢ. κακοὺς ποιεῖ· ὥστε ἐφ᾿ ἡμῖν ἐστι τὸ ἐπιεικέσιν εἶναι ἢ πονηροῖς. τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς δοκεῖ, τὸ δὲ ψεῦδος. τὸ μὲν γάρ, οὐδεὶς ἄν γένοιτο μακάριος ἄκων, ἀληθές, ψεῦδος δὲ τὸ πρῶτον. ἡ γὰρ μοχθηρία οὐδαμῶς ἀκούσιον· δέδεικται γὰρ ἀπὸ τῶν εἰρημένων, τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων πράξεων· ὧν δὲ αἱ ἀρχαὶ ἐν ἠμῖν, ταῦτα ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσια· ὥστε διὰ τοῦτο πᾶσαν ἀνθρωπίνην πρᾶξιν ἑκούσιον εἶναι, ὁμοίως τήν τε ἀγαθὴν καὶ τὴν πονηράν. τούτῳ δέ τῷ λόγῳ καὶ οἱ νομοθέται καὶ οἱ νομοθέται μαρτυροῦσι, δι’ ὧν πράττουσι· καὶ γὰρ τιμωροῦνται μὲν καὶ κολάζουσι τοὺς ποιοῦντας τὰ πονηρά, ἐὰν μὴ ποιῶσιν ἑτέρωθεν βιασθέντες, ἢ ἀγνοοῦντες ἄγνοιαν ἧς οὔκ εἰσιν αἴτιοι αὐτοί· καθάπερ εἴ τις μεθύων πονηρόν τι ποιήσειεν ἀγνοήσας· οὗτος γὰρ καὶ τῆς ἀγνοίας αἴτιος ἐγένετο ἑαυτῷ· ἰοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ἵνα τοὺς ἄλλους προτρέψωνται μὲν ἐπὶ τὰ ἀγαθά, κωλύσωσι δὲ ποιεῖν τὰ φαῦλα. ὅθεν δῆλον, ὅτι νομίζουσιν ἐφ’ ἡμῖν εἶναι πονηροῖς τε εἶναι καὶ γενέσθαι ἀγαθοῖς, καὶ διὰ τοῦτο | πείθειν τὰ τοιαῦτα ἐπιχειροῦσιν. ἃ γὰρ μήτε ἐφ’ ἡμῖν ἐστι μήτε ἑκούσια, οὐδεὶς πράττειν προτρέπεται νοῦν ἔχων· οὐδεὶς γὰρ πείθει τινὰ μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, ὧν οὔκ ἐσμεν αὐτοὶ κύριοι· οὐ γὰρ δυνατὸν γενέσθαί τι πλέον ἀπὸ τῆς παρακλήσεως, οὐδ’ ἄν αὐτοὶ οἱ παρακαλούμενοι σφόδρα βουλώμεθα· οὐδὲν γὰρ ἧττον πεισόμεθα αὐτά. ὁμοίως δὲ καὶ εἴ τις ἄκων ἀγνοεῖ μὴ δυνάμενος εἰδέναι, τοῦτον οὐδεὶς προτρέψεται δυνηθῆναι εἰδέναι· οὐ γάρ ἐστιν ἐπ’ αὐτῷ εἰδέναι καὶ ἀγνοεῖν· ὃς δὲ αἴτιός ἐστιν ἑαυτῷ τῆς ἀγνοίας, δι’ ἧς ἐποίησε τὸ πονηρόν, [*](7 ἑκούσιοι Β et Arist. N b: καὶ ἑκούσιοι h et Arist. vulg. 18 ὡς οὐδεὶς h 31. 32 προτρέπεται πράττειν h et Aristoteles 34 τι Β: τὸ h)

51
κολάζεται· καὶ γὰρ ἑκουσίως φαίνεται ἀγνοῶν, ὅτι ἐπ’ αὐτῷ ἐστιν εἰδέναι καὶ ἀγνοεῖν, καθάπερ ὁ μεθύων ἡ ὁ δι’ ἀμέλειαν ἀγνοῶν τὸν νόμον, ὃν ἐδύνατο ῥᾳδίως μαθεῖν· κἀκεῖνος γὰρ αἴτιός ἐστιν ἑαυτῷ καὶ τῆς ἀγνοίας καὶ τῆς μοχθηρίας καὶ ἑκών ἐστι μοχθηρός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἃ δυνατὸν μαθεῖν, οὐ γινώσκοντες ἁμαρτάνομεν· καὶ τούτων ἕνεκα δίδομεν δίκην τοῖς νομοθέταις. κύριοι γάρ ἐσμεν τοῦ μὴ ἀγνοεῖν, ὅτι ἐφ’ ἡμῖν ἐστι μὴ ἀμελεῖν ἀλλὰ ἐπιμεληθῆναι μαθεῖν. εἰ δέ τις καὶ τοιοῦτός ἐστιν, οἷος μὴ δύνασθαι ἐπιμεληθῆναι, οὐ διὰ τοῦτο φεύξεται τὴν δίκην· κολασθήσεται μὲν οὖν διὰ τοῦτο, ὅτι καὶ τοῦ μὴ δύνασθαι ἐπιμεληθῆναι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο, ἀκρατῶς καὶ ἀνειμένως διαιτώμενος· ἀφ’ ης διαίτης καὶ οἱ πλείους μοχθηροὶ γίνονται καὶ ἄδικοι καὶ ἀκόλαστοι. καὶ γὰρ γίνονται μὲν καὶ ἀπὸ τῶν ἀδίκων καὶ ἀκολάστων πράξεων ἐθιζόμενοι ἄδικοι καὶ ἀκόλαστοι· γίνονται δὲ καὶ ὅταν αὐτὸ μὲν μὴ προ|κείμενον ἔχωσι τὸ κακουργεῖν, ζῶσι δὲ βίον ἀνειμένον καὶ τρυφῇ χαίρωσιν· ἀπὸ ταύτης γὰρ τῆς διαίτης καὶ ἐπὶ τὸ κακουργεῖν ἔρχονται. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνεργειῶν ἐθιζόμενοι, καθὼς προείρηται, πονηροὶ ἢ ἀγαθοὶ γινόμεθα, ἢ ἄλλην τινὰ ἕξιν λαμβάνομεν. καθάπερ ὁρῶμεν καὶ τοὺς ἐθέλοντας γυμνικοὺς γενέσθαι ἢ ἄλλην τινὰ πρᾶξιν ἢ ἀγωνίαν ἀσκῆσαι ἐνεργοῦντας καὶ γυμναζομένους ἐν πράξεσι, δι’ ὧν εἰς ἐκεῖνα ἀφίξονται. καὶ οὐδεὶς ἀγνοεῖ τοῦτο, ὅτι ἀπὸ τῶν ἐνεργειῶν εἰς ἕξιν ἐρχόμεθα κακιῶν ἢ ἀρετῶν, εἰ μὴ λίαν εἴη ἀναίσθητος. εἰ δὲ τοῦτο δῆλον ἅπασι, φανερόν ἐστιν ὅτι πάντες γινώσκουσι τὰ ἑαυτῶν ἔργα καὶ τὰς πράξεις, εἴτε πρὸς κακίαν φέρουσιν εἴτε πρὸς ἀρετήν. εἰδότες δὲ ἃ ποιοῦσιν, ἑκόντες εἰσὶν ἢ ἀγαθοὶ. ἢ πονηροί. πάνυ γάρ ἐστιν ἄλογον τὸν ἀδικοῦντα λέγειν ὅτι οὐ βούλεται ἄδικος εἶναι ἢ τὸν ἀκόλαστον ὅτι οὐ βούλεται ἀκολασταίνειν· εἰ γὰρ καὶ βουλόμενος δίκαιος καὶ σώφρων γενέσθαι οὐ δύναται τῷ μακρῷ ἔθει κρατούμενος, καὶ οὕτως ἑκών ἐστι πονηρός. καὶ γὰρ καὶ ὁ διαίτῃ διεφθαρμένῃ χρώμενος καὶ ἀπειθῶν τοῖς ἰατροῖς καὶ διὰ τοῦτο νοσήσας ἑκὼν μὲν νοσεῖ· καὶ γὰρ ἐπ’ αὐτῷ ἦν ἡ δίαιτα· βουλόμενος δὲ ἀπαλλαγῆναι, οὐ δύναται· πρὶν μὲν γὰρ νοσῆσαι, ἐπ’ αὐτῷ ἦν τὴν ὑγίειαν φυλάττειν· προεμένῳ δὲ διὰ τῆς ἀκρατοῦς διαίτης οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν ὑγίειαν ἐπαναγαγεῖν, ὥσπερ λίθον μέν τις δύναται κατὰ πελάγους ἀφεῖναι, ἀφεὶς δὲ οὐ δύναται πάλιν ἐπαναλαβεῖν· ἀλλ’ ὅμως ἑκὼν ἔρριψε τὸν λίθον, ἐπ’ αὐτῷ γὰρ ἦν ῥῖψαι καὶ μή. οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἀδίκου καὶ τοὐ ἀκολάστου· πρὶν μὲν γὰρ πονηροὺς γενέσθαι καὶ εἰς ταύτην τὴν ἕξιν ἐλθεῖν ἐξῆν μὴ | γενέσθαι, γενόμενοι δὲ οὐ δύνανται μὴ εἶναι. οὐ μόνον δὲ αἱ ψυχικαὶ κακίαι ἑκού- σιοί εἰσιν, ἀλλ’ ἐνίοις τῶν ἀνθρώπων καί τινες σωματικαὶ ἑκουσίως γίνονται, δι’ ἃς καὶ ἐπιτιμῶνται. τοῖς μὲν γὰρ κατὰ φύσ.ιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ νοῦν ἔχων, τοῖς δὲ δι᾿ ἀγυμνασίαν καὶ ἀμέλειαν ἢ μοχθηρίαν τὰ σώματα διαφθείρασι, τούτοις μεμφόμεθα· ὃς μὲν γὰρ ἀπὸ φύσεως τυφλὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ πληγῆς, τοῦτον οὐκ ὀνειδίζομεν ἀλλὰ [*](16 cf Β 1 21 τοῦτο om. h 34 πρὶν B: πρὸς h 4*)
52
μᾶλλον ἐλεοῦμεν, ὃς δὲ ἐξ οἱνοφλυγίς ἢ ἄλλης τινὸς μοχθηρίας διέφθειρε τοὺς ὀφθαλμούς, τούτῳ μεμφόμεθα καὶ ἐπιτιμῶμεν. φαίνεται τοίνυν, ὅτι τῶν σωματικῶν κακιῶν αἱ μὲν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ ἀκούσιοι οὐδαμῶς· ὥστε καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἄν ἔχοι· ἃς μὲν <γὰρ> κολάζομεν καὶ ὑπὲρ ὧν αἱ τιμωρίαι, πᾶσαί εἰσιν καὶ ἐφ’ ἡμῖν, αἱ δὲ μὴ τοιαῦται ἀκούσιοι· ἡ κακία ἄρα ἑκούσιον. δοκεῖ δὲ τῷ λόγῳ ἐκεῖνο ἐναντιοῦσθαι, ὅτι ἡ μὲν κακία γίνεται ἀπὸ τοῦ τιθέναι τοῖς ἔργοις τέλος πονηρόν· τοῦτο δὲ γίνεται ἀπὸ τοῦ νομίζειν, ὅτι ἀγαθόν ἐστι· τὸ δὲ νομίζειν τὸ ἀγαθὸν ἢ τοὐναντίον οὐκ ἔστιν ἐφ’ ἡμῖν. πάντες μὲν γὰρ ἐφιέμεθα τοῦ φαινομένου ἀγαθοῦ, τῆς φαντασίας ταύτης οὔκ ἐσμεν αὐτοὶ κύριοι· ἡ ἄρα ἄρα οὐκ ἔστιν ἑκούσιον. πρὸς δὴ τοῦτο ἐκεῖνο λέγομεν, ὅτι καὶ ἐπὶ ἰῆς ἀρετῆς ταῦτα ὁμοίως ἔχει, ἀλλ’ ἑκούσιόν ἐστιν· οὐδεὶς γὰρ ἄκων μακάριος. εἰ μὲν γὰρ ἀπὸ τῆς ἕξεωςτῆς πονηρᾶς ἡ ἄγνοια γίνεται τοῦ ἀγαθοῦ καὶ ἀπὸ τῆς ἀγαθῆς ἡ γνῶσις τοῦ ἀγαθοῦ, φανερὸν ὅτι ἑκουσίως καὶ ἀγαθοὶ καὶ πονηροὶ γινόμεθα· τῆς γὰρ ἕξεως ἡμεῖς ἡμῖν αὐτοῖς αἴτιοι. εἰ δὲ ἡ γνῶσις τοῦ τέ|λους οὐκ ἔστιν ἀπὸ τῆς ἕξεως οὐδ’ ἔστι προαιρετή, ἀλλ’ ὥσπερ ὄψις ἀγαθὴ ἢ ἄλλο τι τῶν φυσικῶν ἐστιν, ὅπερ μὴ ἔχοντα οὐκ ἔνι λαβεῖν ἑτέρωθεν οὐδὲ αὐτόν τινα κτήσασθαι οἴκοθεν, ἀλλὰ φῦναι ἀνάγκη μετὰ τῆς τοιαύτης κρίσεως εἰ μέλλει κρίνειν καλῶς, ὅ ἑ ’στιν ἡ τελεία καὶ ἀληθινὴ εὐφυία· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν. ἡ γὰρ γνῶσις τοῦ τέλους ὡσαύτως ἐστὶ καὶ τῷ φαύλῳ καὶ τῷ σπουδαίῳ, εἴτε ἀπὸ τῆς ἕξεως γινώσκεται ἢ ἀγνοεῖται, ἢ φύσει καθὼς εἴρηται. εἰ δὲ τὴν ἀρετὴν ἑκούσιον λέγομεν, ὅτι τὸ μὲν τέλος φύσει, ἐστὶ καὶ γινώσκεται τῷ σπουδαίῳ, τὰ δὲ πρὸς τὸ τέλος ἐπ’ αὐτῷ ἑλέσθαι καὶ μή, τί κωλύει καὶ τὴν κακίαν διὰ ταῦτα ἑκούσιον εἶναι; καὶ γὰρ καὶ τὰ πρὸς τὸ τέλος ἀγονία φαῦλον ἐφ’ ἡμῖν ἑλέσθαι καὶ μή. εἰ δὲ πάλιν ἑκούσιόν ἐστιν ἡ ἀρετή, ὅτι καὶ ἡ γνῶσις τοῦ τέλους ἀπὸ τῶν ἕξεων γίνεται τῶν ἀγαθῶν, ὧν αὐτοί πὼς συναίτιοί ἐσμεν, εἴη ἄν καὶ ἡ κακία διὰ τοῦτο ἑκούσιον, ὅτι ἀπὸ τῶν πονηρῶν ἕξων ἀγνοεῖται τὸ τέλος.

Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ ἀνδρείας. κεφ. ζ΄.

Τί μὲν οὖν ἐστιν ἡ ἀρετή, καθόλου καὶ ὁλοσχερῶς εἴρηται, ὅτι μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν ἐλλείπουσα, τὴν δὲ ὑπερβάλλουσα· <καὶ> ὅτι ἕξις ἐστίν· ἔτι δὲ εἴρηται καὶ ὑπὸ τίνων γίνεται· καὶ ὅτι ὑφ’ ὧν ἐνεργειῶν καὶ πράξεων γίνεται, ταύτας πράττομεν μετὰ τὸ κτήσασθαι τὴν ἀρετήν· ἐδείχθη δὲ ὅτι καὶ ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσιος. νῦν δὲ ῥητέον, ὅτι οὐχ ὁμοίως ἐστὶν ἑκούσιον ἡ πρᾶξις καὶ ἡ ἕξις (καὶ γὰρ ἐδείχθη | καὶ ἄμφω ἑκούσια εἶναι)· τὰς μὲν οὖν πράξεις ποιοῦμεν γινώσκοντες κατὰ μέρος, [*](5 γὰρ h: om. B 31 καὶ αἱ ἕξεις h 34 καὶ h: om. Β 37 νῦν δὲ εἴη ῥητέον h)

53
καὶ διὰ τοῦτο κύριοί ἐσμεν καθάπαξ αὐτῶν ποιῆσαι ἢ μὴ ποιῆσαι ἀπ’ ἀρχῆς αὐτῶν μέχρι τέλους· καί εἰσιν ἑκούσιοι κυρίως· ἡ δὲ ἕξις οὐ γινώσκεται παντελῶς. γνώριμος γὰρ ἡ ἕξις οὐ δι’ ἑαυτήν ἐστιν ἀλλὰ διὰ τὰς πράξεις ἐξ ὧν γίνετα.ι· τὰς μὲν γὰρ πράξεις σφόδρα γινώσκομεν ὅθεν τὴν ἕξιν λαμβάνομεν, τὴν δὲ ἕξιν οὐκέτι. καθάπερ καὶ ἐπὶ τῶν ἀρ’ ἀρρωστιῶν γίνεται· τὴν μὲν γὰρ δίαιταν γινώσκοντες αἱρούμεθα, ἡ δὲ ἀρρωστία λεγηθότως ἐπακολουθεῖ. λέγεται τοίνυν ἡ ἕξις ἑκούσιος διὰ τὸ τὰς ἐνεργείας ἐξ ὧν γίνεται ἑκουσίους εἶναι· ταύτας γὰρ δυνατὸν ἦν μὴ ποιῆσαι. δεῖ δὲ ἤδη καὶ περὶ τῶν ἕξεων κατὰ μέρος διεξελθεῖν, τίς τέ ἐστιν ἑκάστη καὶ περὶ ποῖα πάθη τῆς ψυχῆς καὶ πῶς γίνεται· ἅμα δὲ ἀπὸ τούτων δῆλον ἔσται καὶ πόσαι εἰσί. καὶ πρῶτον περὶ τῆς ἀνδρείας διαληψόμεθα. ὅτι μὲν οὖν περὶ φόβους καὶ θάρρη ἐστὶ καὶ ὅτι μεσότης τούτων ἐστὶν ὑπερβάλλουσα μὲν τὴν δειλίαν, ἐλλείπουσα δὲ τῆς θρασύτητος, διὰ τῶν προειρημένων ἐφάνη· ῥητέον δέ, τίσιν ἀντίκειται. ὁ μὲν οὖν φόβος πρὸς τὰ φοβερὰ λέγεται καὶ τούτοις ἀντίκειται. φοβερὰ δέ εἰσι καθόλου πάντα τὰ δοκοῦντα κακά· διὸ καὶ τὸν φόβον ὁριζόμενοί φασιν εἶναι προσδοκίαν κακοῦ. φοβούμεθα οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον· ἡ δὲ ἀνδρεία οὐ τούτοις πᾶσιν ἀντίκειται· οὐ γὰρ περὶ πάντα #x003E; ὁ ἀνδρεῖος εἶναι. φοβεῖται γὰρ ὁ ἀνδρεῖος, ἃ δεῖ φοβεῖσθαι· οὐ πάντα δὲ ταῦτα δέον μὴ φ.οβεῖσθαι ἀλλ’ ἔνια, οἷον ἀδοξίαν φοβεῖσθαι μὲν καλόν, μὴ φοβεῖσθαι δὲ αἰσχρόν, μὲν γὰρ αἰδήμονός ἐστιν ἀνθρώπου, τὸ δὲ ἀναισχύντου· εἰ καὶ ἀνδρεῖος ὁ τοιοῦτος καλεῖται κατὰ μεταφοράν, ὅτι ἔχει τι τοῦ ἀνδρείου, τὸ μὴ πάντα φοβεῖσθαι δηλονότι· ἄφοβος γάρ τίς ἐστι καὶ ὁ ἀνδρεῖος. πενίαν δὲ καὶ νόσον ἴσως οὐ δεῖ φοβεῖσθαι καὶ πάντα ὅσα μὴ ἀφ’ ἡμῶν αὐτῶν ἡμῖν συμβαίνουσιν ἢ διὰ κακίαν. ὥσπερ δὲ ὁ μὴ φοβούμενος ἃ δέον φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, εἰ μὴ κατὰ μεταφοράν, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι, ἀνδρεῖός ἐστιν, ἀλλὰ καθ’ ὁμοιότητα μόνον λέγεται ἀνδρεῖος· καὶ γὰρ πολλοὶ ταῦτα μὴ φοβούμενοι ἀλλὰ ἐλευθέριοι ὄντες καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχοντες δειλοί εἰσιν ἐν τοῖς πολεμικοῖς κινδύνοις. ὥσπερ δὲ ὁ φοβούμενος ἃ δεῖ μὴ φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ δεῖ φοβεῖσθαι ἀνδρεῖός ἐστιν, οἷον τὴν περὶ παῖδας ἢ γυναῖκα ὕβριν ὁ μὲν φοβούμενος οὐκ ἔστι δειλός, ὁ δὲ μὴ φοβούμενος οὐκ ἔστιν ἀνδρεῖος· ἢ ἐάν τις μέλλων μαστιγοῦσθαι οὐ φοβῆται ἀλλὰ θαρρῇ· οὗτοι γὰρ ἃ δεῖ φοβεῖσθαι μὴ φοβούμενοι οὔκ εἰσιν ἀνδρεῖοι. ἔστι τοίνυν ἀνδρεῖος ὁ τὰ μέγιστα μὲν τῶν δεινῶν μὴ φοβούμενος· οὐδεὶς γὰρ καρτερικώτερος τοῦ ἀ‘νδρείου· οὐκ ἀεὶ δὲ ὁμοίως· τινὰ γὰρ τῶν δεινῶν διὰ τὸν τρόπον καθ’ ὃν ἐπάγονται φοβερά εἰσι καὶ τῷ ἀνδρείῳ, οἷον ὁ θάνατος μὲν δοκεῖ εἶναι τὸ ἔσχατον τῶν κακῶν, ὅτι πέρας ἐστὶ τοῦ βίου καὶ οὐ δυνατὸν τῷ τεθνεῶτι ἢ ἀγαθ’ ὂν ἢ κακὸν γενέσθαι· καὶ τούτου ἕνεκα δοκεῖ μέγιστον εἶναι δεινὸν καὶ τοῖς ἀγαθοῖς καὶ τοῖς φαύλοις. ἀλλ’ ὁ [*](7 ἡ om. h 9 τίς B: τί h 19 δοκεῖ inserui ex Arist. 20 μὴ om. h)
54
μὲν ἀπὸ αἰσχρῶν γινόμενος αἰτιῶν φοβερός ἐστι τῷ ἀνδρείῳ, ὁ δὲ ἀπὸ τῶν ἀρίστων, οἷός ἐστιν ὁ ἐν πολέμῳ συμβαίνων, οὐκέτι, ἀλλὰ καὶ σφόδρα ἀγαπητός ἐστιν· ὁ δὲ ἐν νόσῳ ἢ ἐν θαλάττῃ θάνατος, καθόσον μὲν οὐκ ἐπῆλθε κατὰ σεμνοῦ τινος, φοβερὸς ἔσται τῷ ἀνδρείῳ, καθόσον δὲ λυπηρός ἐστιν, οὐδαμῶς. ὥστε λέγοιτο ἄν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἢ τὸν μὴ αἰσχρὸν ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει αἰφνιδίως ἐπερχόμενα, οἷά εἰσι τὰ ἐν τῷ πολέμῳ. ὁ γὰρ τὰ αἰφνιδίως ἐπερχόμενα δεινὰ καρτερῶν ἀπόδειξιν ἐναργῆ παρέχεται τοῦ πρὸς ἕξιν ἀνδρείας ἐληλακέναι. κυρίως δὲ ἀνδρεῖος ὁ τὸν ἄριστον θάνατον καρτερῶν· ὥσπερ καὶ ἐπὶ τῶν τιμῶν ἔχει· τῶν μὲν γὰρ παρὰ τοῖς τυράννοις τιμῶν ὡς οὐδὲν ὅσιον ἐχουσῶν οὐδὲ βέβαιον ὁ ἀνδρεῖος καταφρονήσει, τῶν δὲ ἐν ταῖς πόλεσι ταῖς εὐνομουμέναις ὡς ἐννόμων καὶ δικαίων οὐκέτι. εἰσὶ δὲ καὶ οἱ θαλάττιοι πρὸς τὸν θάνατον ἀδεεῖς, ἀλλ’ οὐχ ὁμοίως τῷ ἀνδρείῳ· οἱ μὲν γὰρ δοκοῦσι καρτερεῖν διὰ τὸ καθάπαξ ἀπεγνωκέναι τὴν σωτηρίαν, οἱ δὲ διὰ τὴν ἐμπειρίαν ἐλπίζοντες περιγενέσθαι τῶν ἀπὸ τῆς θαλάσσης κακῶν. ἐπεὶ οὐδὲ δυνατὸν κυρίως ἐν τοῖς τοιούτοις ἀνδρίζεσθαι· ἀνδρίζεται γάρ τις ἐν οἷς χρεία τόνου τινὸς καὶ ὁρμῆς ἢ ὁ θάνατος σεμνός ἐστιν· ἐν κλύδωνι δὲ ἢ ἐν νόσῳ τὰ τοιαῦτα χώραν οὐκ ἔχει· οὔτε γὰρ ὁ θάνατος ἀγαθοῦ τινός ἐστιν αἴτιος οὔτε ὁρμῇ τινι χρώμεθα καὶ ἀλκῇ πρὸς αὐτόν. ἔτι τοίνυν ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ οὐχ ὁμοίως ἔχει. εἰσί γὰρ ἄλλα ἄλλοις φοβερώτερα· οἱ μὲν γὰρ τὴν τῶν χρημάτων ἀποβολὴν μάλιστα φοβοῦνται, ὅσοι φιλοχρήματοι, οἱ δὲ τὴν ἀδο|ξίαν, ὅσοι δόξης μάλιστα τῶν ἄλλων ἐρῶσιν, καὶ τὰ ἄλλα ὁμοίως (ἅτινα οἱ μὲν σφόδρα φοβοῦνται, δὲ ἔλαττον, οἱ δὲ οὐδαμῶς)· εἰσὶ δέ τινα, ἃ οὐδείς ἐστιν ἀνθρώπων, ὃς οὐ φοβεῖται, οἷά ἐστι τὰ ὑπὲρ ἄνθρωπον κακά, οἷον σκηπτοὶ καὶ σεισμοὶ καὶ θαλάσσης ἐκδρομαί· ταῦτα γὰρ πᾶσι τοῖς νοῦν ἔχουσι φοβερά. ταῦτα καὶ ὁ ἀνδρεῖος φοβεῖται μέν, ὡς ὁ εῖ δέ, καὶ καθὼς ὁ λόγος προστάττει, καὶ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος ὁ σπουδαῖος ποιεῖται τῶν ἰδίων παθῶν καὶ τῶν πράξεων καὶ διὰ τοῦτο πᾶσα ἀρετή. καὶ ταῦτα δὲ οὐχ ὁμοίως πᾶσίν εἰσι φοβερά, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὥσπερ καὶ τὰ κατὰ ἄνθρωπον, ἅπερ οὐ πᾶσίν εἰσι φοβερά, οἷον πενία καὶ ἀδοξία καὶ τὰ τοιαῦτα, ἅτινα καὶ ὁ σπουδαῖος, ὅτε δεῖ, φοβηθήσεται, καθὼς εἴρηται, καὶ ὡς δεῖ. ὁ γὰρ φαῦλος διὰ τοῦτο ἁμαρτάνει, ὅτι οὐ φοβεῖται καθὼς δεῖ ἢ ὅτε δεῖ ἢ ἔνθα δεῖ· ὁμοίως δὲ καὶ θαρρῶν οὐ κατὰ τὸν προσήκοντα τρόπον καὶ χρόνον θαρρεῖ. ὁ μὲν οὖν θαρρῶν ἢ φοβούμενος ἃ καὶ οὗ ἕνεκα καὶ ὅτε προσήκει θαρρεῖν καὶ φοβεῖσθαι, ἀνδρεῖος· κατὰ τὸ εἰκὸς γὰρ θαρρεῖ καὶ φοβεῖται καὶ ὥσπερ ὁ λόγος τῆς ἀνδρείας ἔχει. τοῦτο γὰρ τέλος ἐστὶ πάσης ἐνεργείας τῆς κατ’ ἀρετήν, τὸ κατὰ τὸν λόγον τῆς ἕξεως γίνεσθαι, οἷον αἱ κατὰ δικαιοσύνην πράξεις τέλος ἔχουσι τὸ κατὰ τὸν λόγον τῆς ἕξεως τῆς δικαιοσύνης πράττεσθαι καὶ αἱ κατὰ τὴν ἀνδρείαν κατὰ τὸν λόγον τῆς ἕξεως τῆς ἀνδρείας. τέλος μὲν γὰρ ἁπάσης πράξεως [*](7 ἐπερχόμενα h: ἐπερχομένῳ 17 ὁ om. h 19 καὶ ἀλκῇ χρώ·μεθα h 26 ταῦτα (ante καὶ) om. h)
55
τὸ καλόν· καλὸν δὲ τῷ ἀνδρείῳ ὁ τῆς ἀνδρείας λόγος καὶ τῷ δικαίῳ ὁ τῆς δικαιοσύνης καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τοῦτο γάρ ἐστιν ὁ λόγος τῶν πράξεων, τὸ κατὰ τὴν ἕξιν γίνεσθαι· ὅρος γάρ ἐστιν ἑκάστῳ τὸ τέλος αὐτοῦ· ὁ μὲν οὖν ἀνδρεῖος ἐν τῷ δέοντι καὶ τῷ προσήκοντι ἕστηκε· τῶν δὲ ὑπερβαλλόντων ὁ μὲν τῷ μὴ φοβεῖσθαι ὑπερβαλὼν, ἀνώνυμος· εἴρηται δ’ ἡμῖν ἐν τοῖς πρότερον, ὅτι πολλά ἐστιν ἀνώνυμα· καλοῖτο δ’ ἄν ὁ τοιοῦτος μαινόμενος ἢ ἀνάλγητος, εἰ μηδ’ ἐν φοβοῖτο, μήτε σεισμὸν μήτε κύματα, καθάπερ φασὶ τοὺς Κελτούς· ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύς. δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς εἶναι ἀνδρείας· χρηματίζεται γὰρ ἀνδρεῖος εἶναι· ὡς γὰρ ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχει, οὕτως ὁ θρασὺς βούλεται φαίνεσθαι. ἐν οὖν δύναται, μιμεῖται· διὸ καί εἰσιν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν τούτοις γὰρ θρασυνόμενοι, τὰ φοβερὰ οὐχ ὑπομένουσιν. ὁ δὲ τῶ φοβεῖσθαι ὑπερβάλλων δειλός, ὅτι ἃ μὴ δεῖ φοβεῖται καὶ οὐχ ὡς δεῖ· ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν, ὑπερβάλλει δὲ ἐν ταῖς λύπαις, καὶ δύσελπίς τίς ἐστιν ὁ δειλός· πάντα γὰρ φοβεῖται. ὁ δὲ ἀνδρεῖος ἐναντίος· εὔελπις γάρ ἐστι· τὸ γὰρ θαρρεῖν ἀπὸ τοῦ τὰ χρηστὰ ἐλπίζειν γίνεται. περὶ τά αὐτὰ μὲν οὖν καὶ ὁ δειλὸς καὶ ὁ θρασύς ἐστι καὶ ὁ ἀνδρεῖος· εἰσὶ γὰρ περὶ τὰ φοβερὰ καὶ θαρραλέα, ἀλλ’ οὐχ ὁμοίως· διαφόρως γὰρ ἔχουσι πρὸς αὐτά· οἱ μὲν γὰρ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν, ὁ δὲ μέσως ἔχει καὶ ἐπὶ τοῦ δέοντος ἵσταται. καὶ οἱ μὲν θρασεῖς πρὸ πετεῖς καὶ πρὸ τῶν κινδύνων ὁρμῶντες, καὶ σφόδρα βουλόμενοι τὰ δεινά, ἐν αὐτοῖς δὲ γενόμενοι ἀποπηδῶσιν, οἱ δὲ ἀνδρεῖοι τοὐναντίον ἐν αὐτοῖς μὲν τοῖς ἐργοις ὀξεῖς, πρότερον δὲ ἡσυχίαν ἄγουσι. καθάπερ οὗν εἴρηται, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, καθὼς δεῖ· καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει καὶ ὅτι μὴ αἱρεῖσθαι καὶ ὑπομένειν αἰσχρὸν. τὸ δὲ ἀποθνήσκειν βουληθῆναι διὰ πενίαν ἢ διὰ ἔρωτα οὐκ ἔστιν ἀνδρείας ἀλλὰ μᾶλλον δειλίας· τὸ γὰρ γεύγειν τὰ ἐπίπονα μαλακίας καὶ χαυνότητος. οὐ γὰρ αἱρεῖταί τις τὸν τοιοῦτον θάνατον ὅτι καλός, ἀλλ’ ὅτι ἀπαλλαγή ἐστι κακοῦ, ὃ φέρειν οὐ δύναται· τὸ δὲ οὕτως ἔχειν δειλίας. ἡ μὲν οὖν ἀνδρ.εία τοιοῦτόν τι.

Περὶ ἀνδρείας. κεφ. η΄.

Λέγονται δὲ καὶ ἕτεραι ἀνδρεῖαι κατὰ πέντε τρόπους. πρώτη ἡ π·ολιτική, καθ’ ἣν οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτ.ίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμὰς ὑπομένουσι τοὺς ὑπὲρ τῆς πόλεως κινδύνους. καὶ δοκοῦσιν ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ [*](7. 8 φοβοῖτο h: φοβεῖτο B 8 μήτε κύματα Bh et Arist. cod. K b: μήτε τὰ κύματα Arist. vulg. 17 ἐναντίος Bh et Arist. codd. N b N b O b: ἐναντίως Arist. vulg. 33 et p. 58,17 ἔτι περὶ ἀνδρείας h)

56
δὲ ἀνδρεῖοι ἔντιμοι, οἵους καὶ Ὅμηρος ἐν τοῖς ποιήμασιν ᾄδει· οἷον τὸν Διομήδη καὶ τὸν Ἔκτορα·
  1. Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει·
καὶ Διομήδης,
  1. Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων,
  2. Τυδείδης ὑπ’ ἐμεῖο.
ἔοικε δὲ αὕτη ἡ ἀνδρεία τῇ πρότερον εἰρημένῃ, ὅτι καθάπερ ἐκείνη τοῦ καλοῦ ἕνεκα, οὕτω καὶ αὕτη διά τινα γίνεται ἀρετήν. διὰ τὴν αἰδῶ γὰρ καὶ τὴν τοῦ καλοῦ ὄρεξιν καὶ διὰ τὴν φυ|γὴν τοῦ ὀνείδους, αἰσχροῦ ὄντος, οἱ πολῖται ἀνδρίζονται· αἰδούμενοι γὰρ τοὺς νόμους καὶ τιμῆς ὀρεγόμενοι τοὺς κινδύνους ὑπομένουσι. δευτέρα δὲ ἀνδρεία, καθ’ ἣν ἀνδρίζονται οἱ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζόμενοι τοὺς πόνους καρτερεῖν, καὶ πρὸς τοὺς κινδύνους ἀνδρείως ἔχειν. χείρων δὲ αὕτη τῆς πολιτικῆς, ὅτι διὰ φόβον καὶ οὐ δι’ ἔρωτα ἀγαθοῦ γίνεται καὶ οἱ κατ’ αὐτὴν ἀνδριζόμενοι οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρὸν φεύγουσιν. ἀναγκάζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ Ἕκτωρ
  1. ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω,
  2. οὐ οἱ ἄρκιον ἐσσειται φυγέειν κύνας.
κἂν μὴ παρῶσι δὲ οἱ στρατηγοὶ τῇ παρατάξει καὶ ἀναγκάζωσι τοὺς στρατιώτας τοὺς κινδύνους καρτερεῖν, ἀλλὰ φόβον αὐτοῖς ἐνθέντες, δι’ ὧν πολλάκις ἐτύπτησαν λιπόντας τὴν τάξιν, τὸ αὐτὸ δρῶσι· καὶ οὕτω δι’ ἀνάγκην ἀνδρεῖοι δοκοῦσιν εἶναι· δεῖ δὲ οὐ δι’ ἀνάγκην αἱρεῖσθαι τὴν ἀνδρείαν ἀλλ’ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα ἐμπειρία ἀνδρεία εἶναι. διὰ τοῦτο καὶ ὁ Σωκράτης τὴν ἀνδρείαν ἐπιστήμην ἐνόμισεν εἶναι. ἄλλοι μὲν οὖν ἐν ἄλλοις ἐπιστήμονες ὄντες ἀνδρεῖοι ἄν περὶ ταῦτα καλοῖντο· ἐν δὲ τοῖς πολεμικοῖς οἱ στρατιῶται. δοκεῖ γὰρ εἶναί τινα ἐν τῷ πολέμῳ κενά, ἃ μάλιστα συνεωράκασιν οὗτοι, καὶ τῶν ἄλλων μὴ εἰδότων οἷς συμπλέκονται, αὐτοὶ ἀνδρεῖοι δοκοῦσιν. ἐκ γὰρ τῆς ἐμπειρίας ταύτης δύνανται ποιῆσαι τοὺς ἀντιπάλους κακῶς καὶ μηδὲν παθεῖν ὑπ’ ἐκείνων, καὶ φυλάξασθαι μὲν τὰ βέλη καὶ τὰ δόρατα, πατάξαι δὲ αὐτοὺς εὐχερῶς διὰ τὸ I δύνασθαι χρῆσθαι τοῖς ὅπλοις καλῶς καὶ τοιαῦτα ἔχειν τὰ ὅπλα, ὁποῖα ἂν γένοιτο ἐπιτήδεια καὶ πρὸς τὸ πατάξαι τοὺς ἀντιπάλους καὶ πρὸς τὸ μηδὲν παθεῖν δεινὸν ὑπ’ ἐκείνων· μάχονται γοῦν ὥσπερ ὡπλισμένοι ἀνόπλοις. καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν ἀλλ’ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες καὶ τὴν ἐμπειρίαν ἄριστοι· δειλοὶ δὲ γίνονται οἱ τοιοῦτοι, ὅταν ὑπερβάλλῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ οἱ ἔμπειροι φεύγουσιν. οἱ δὲ ἀνδριζόμενοι κατὰ τὰ πολιτικὰ μένοντες ἀποθνήσκουσιν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ [*](3 Homer. II. X 100 5 Homer. II. Θ 148 τρώεσσ᾿ h: τειν Β Η κ᾿ h: κεν Β πτώσσοντα h: πτώσοντα Β 17 Homer. Il. Β 391. 393 18 ἐσσεῖται h: ἐσεῖται Β 21 ἐτύπτησαν λιπόντας Β: ἐτύπησαν λιπόντες h 34 γὰρ om. h 37 λείπωνται h: λείπονται B)
57
συνέβη. οἱ μὲν γὰρ παραταττόμενοι στρατιῶται ἔφυγον, αἰσθόμενοι τοῦ κινδύνου μείζονος, οἱ δὲ πολῖται μείναντες ἀπέθανον· ὁ γὰρ θάνατος αὐτοῖς αἱρετώτερος ἐδόκει τῆς σωτηρίας ταύτης· οἱ δὲ στρατιῶται ἠνδρίζοντο μέν, οἰόμενοι κρείττους εἶναι καὶ πλείους τῶν ἀντιπάλων· ἐπεὶ δὲ ἔγνων ἐλάττονες ὄντες καὶ χείρονες, ἔφυγον, τὸν θάνατον μᾶλλον φοβηθέντες ἡ τὸ αἰσχρόν. ὁ δὲ ἀνδρεῖος οὐ τοιοῦτος. λέγεται δὲ ἀνδρεία καὶ ὁ θυμὸς παρά τισι· καὶ ἀνδρεῖοι καλοῦνται, καθά.περ τὰ θηρία, ἐπὶ τοὺς τρώσαντας φερόμενοι, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς. ἰδ’ εῖς. ὁ γὰρ θυμὸς ὁρμητικόν ἐστι πρὸς τοὺς κινδύνους· ὅθεν καὶ Ὅμηρός φησι.
  1. σθένος ἔμβαλε θυμῷ
καὶ
  1. μένος <καὶ> θυμὸν
καὶ
  1. δριμὺ δ’ ἀνὰ ῥῖνας μένος
καὶ
  1. ἔζεσεν αἶμα·
πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. ὁ μὲν οὖν ἀνδρεῖος καλοῦ τινος ἕνεκα πάντα ποιεῖ, ἄγεται δὲ ὑπὸ τοῦ θυμοῦ οὐδαμῶς, ἀλλὰ χρῆται τούτῳ συνεργῷ καθάπερ ὀργάνῳ. οἱ δὲ λεγόμενοι ἀνδρεῖοι διὰ τὴν ὁρμὴν τοῦ θυμοῦ οὐ διὰ τὸ καλὸν πράττουσιν ἀλλὰ διὰ λύπην, ὥσπερ τὰ θηρία διὰ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, οὐ χρώμενα τῷ θυμῷ ἀλλ’ ὑπ’ αὐτοῦ μᾶλλον ἀγόμενα· οἵτινες, πρὶν πληγῆναι ἢ φοβηθῆναι, οὐδεμίαν ἐπιδείκνυνται ὁρμήν· ἐπεὶ καὶ τὰ θηρία, ἐὰν ἐν ὕλῃ ᾖ ἢ ἐν ἕλει, οὐ προσέρχονται οὐδὲ ὁρμῶσιν. οὐκ ἔστι τοίνυν ἀνδρεῖός ὁ δι’ ἀλγηδόνα ἢ θυμοῦ κινοῦντος ἢ ἄλλου τινὸς πάθους πρὸς τὸν κίνδυνον ὁρμῶν, καὶ μηδὲν τῶν δεινῶν προορώμενος, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι καλοῖντο δικαίως πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν· ἀλλ’ οὔκ· εἰσιν ἀνδρεῖοι οὔτε οἱ ὄνοι οὔτε ἄνθρωποι θρωποι οἱ δι’ ἀλγηδόνος ἢ θυμοῦ ἢ ἄλλου τινὸς πάθους ἐξελαυνόμενοι πρὸς τὸν κίνδυνον. ἡ δὲ φυσι·κωτάτη καὶ ἡ κυρίως ἀνδρεία ἐκείνη ἐστίν, ὅταν κινώμεθα μὲν διὰ τοῦ θυμοῦ, μετὰ προαιρέσεως δὲ καὶ ἕνεκα τοῦ ἀγαθοῦ. οἱ δὲ διὰ τὰ προειρημένα ὀργιζόμενοι οὐκ ἀνδρεῖοί εἰσιν ἀλλὰ μάχιμοι· οὐ γὰρ διὰ τὸ καλὸν ὁρμῶσι καὶ ὀργίζονται ἀλλὰ διὰ τὸ πάθος· καὶ οὐχ ὡς δέον ἐστὶ καὶ ὁ ὀρθὸς ἀπαιτεῖ λόγος, ἀλλ’ ὡς ἂν κινήσειε τὸ πάθος. δοκοῦσι δὲ καὶ οἱ εὐέλπιδες πάντες ἀνδρεῖοι εἶναι, οὐκ εἰσὶ δὲ πάντες. δυνατὸν γὰρ εὐέλπιδας εἶναι οὐ διὰ τὸ μὴ φοβεῖσθαι τὰ λυπηρὰ τοῦ ἀγαθοῦ ἕνεκα ἀλλὰ διὰ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι καὶ διὰ τοῦτο | θαρρεῖν, ὡς οὐ περιπεσοῦνται τοῖς κακοῖς· δοἠνδρίζοντο [*](3 ἠνδρίζοντο h: ἠνδρίζονται Β 4 ἔγνων B: ἑώρων h 10 ἔμβαλλε h de Ηομεριψισ cf. Bonitz Ind. Arist. p. 507b49 sqq. 12 καὶ b: om. Β 22 ἀγόμενα h: ἀγόμενοι Β 24 προέρχονται Β et Arist. Lb; προσέρχονται h et Arist. vulg. 37 εὐέλπιδας B: εὐέλπιδες h)
58
κοῦσι δὲ ὰνὸρεῖοι διὰ τὸ ἐοικέναι τοῖς ἀνδρείοις κατὰ τὸ θαρρεῖν. ἁ λ·Η οἱ μὲν ἀνδρεῖοι θαρροῦσι διὰ τὰ προειρημένα, οὗτοι δὲ διὰ τὸ οἴεσθαι μηδὲν πείσεσι λυπηρόν. οὕτω δὲ καὶ οἱ μεθυσκόμενοι εὐέλπιδές εἰσιν, ὅτι οἴονται πάντα αὐτοῖς καθ’ ἡδονὴν ἀπαντήσειν διὰ τοῦτο καὶ ἐπειδὰν ἐναντίοις ἐντύχωσι τῶν προσδοκωμένων, ἀποπηδῶσιν· ὁ δὲ ἀνδρεῖος ἐρχόμενα καὶ φαινόμενα τὰ λυπηρὰ ὑπομένει, ὅτι ἀγαθόν ἐστιν ὑπομένειν ἢ αἰσχρὸν τὸ μὴ ὑπομένειν. διὰ τοῦτο καὶ ἐν τοῖς ἀνδρείοις ἐκεῖνος μᾶλλον 10 ἀνδρεῖός ἐστιν, ὃς ἐν τοῖς αἰφνιδίοις ἀτάραχος καὶ ἄφοβός ἐστιν ἢ ἐν τοῖς σφόδρα προδήλοις καὶ πρὸ ὀφθαλμῶν οὖσιν· ὁ μὲν γὰρ προγινώσκων τὰ 10 λυπηρὰ λογισμῷ καὶ κρίσει προπαρασκευασάμενος ὑπομείνειεν ἄν, ὁ δὲ μὴ προγινώσκων, εἶτα ἐπιόντα ὑπομένων, δῆλός ἐστιν εἰς ἕξιν ἀνδρείας ἐλθών. λέγονται δὲ ἀνδρεῖοι καὶ οἱ δι᾿ ἄγνοιαν τῶν ἀπαντησόντων κακῶν εἰς τοὺς κινδύνους ὁρμῶντες. καὶ σχεδὸν τῶν εὐελπίδων οὐδὲν διαφέρουσι, πλὴν ὅσον οἱ μὲν εὐέλπιδες ὑπομένουσι τὰ δεινὰ χρόνον τινά, οἱ δὲ ἀποοὐντες, ἐπειδὰν γνῶσι, φεύγουσιν· ὥσπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις.

Περὶ ἀνδρείας, ὅτι ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ καὶ λυπηρά ἐστι μᾶλλον ἢ περὶ τὰ θαρραλέα καὶ ἡδέι κεφ. θ΄.

Τίνες μὲν οὖν οἱ ἀληθῶς ἀνδρεῖοι καὶ τίνες οἱ δοκοῦντες εἴρηνται. ἐπεὶ δὲ περὶ θάρρη καὶ φόβους ἐστὶν ἡ ἀνδρεία οὐχ ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ | φοβερά. ὁ γὰρ περὶ τὰ φοβερὰ ἀτἀραχος μᾶλλον ἀνὸρεῖός ἐστιν ἢ ὁ περὶ τὰ θαρραλέα. uείζΦν γὰρ ὁ ἀγὼν οὗτος ἢ ἐκεῖνος· τὸ γὰρ ὑπομεῖναι λύπην χαλεπώτερόν ἐστιν ἢ τῶν ἡδέων. ἀπέχεσθαι. διὰ τοῦτο καὶ λυπηρὸν ἡ ἀνδρεία, ὅτι ἀνδρεῖοί εἰσιν οἱ τὰ λυπηρὰ ὑπομένοντες· τούτου δὴ χάριν καὶ ἐπαινεῖται. εἰ γὰρ καὶ ἡδονὴν ἔχει ιινὰ ὁ ἀνδρεῖος διὰ τὸ τέλος (τὸ γὰρ τέλος ἡδύ), ἀλλ᾿ ὅμως ὑπὸ τῶν λυπηρῶν οἷς παλαίει καὶ ταύτην ἀφανίζεσθαι συμβαίνει. καθάπερ καὶ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἔχει· τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ (στέφανος γὰρ καὶ τιμαί), τὸ δὲ τύπτεσθαι ἀλγεινόν (σάρκινοι γάρ)· τοῖς δὲ τοιούτοις λυπηρὸν πᾶς πόνος. ὅτι τοίνυν τὰ μὲν λυπηρὰ μεγάλα, τὸ δὲ ἡδὺ μικρόν, οὐδὲν ἡδὺ δοκοῦσιν ἔχειν· τοιοῦτον δή τι xal ἐπὶ τῶν ἀνδρείων συμβαίνει. ὁ μὲν γὰρ θάνατος καὶ τὰ τραύματα λυπηρά ἐστιν αὐτοῖς καὶ διὰ τοῦτο καὶ ἀκούσια· ὑπομένουσι δὲ αὐτά, ὅτι καλὸν τὸ ὑπομένειν ἢ ὅτι αἰσχρὸν μὴ ὑπομένειν. καὶ τοσοῦτον μᾶλλον δοκοῦσιν, ὅσον ἄν εἶεν ἀγαθοὶ καὶ ἀνὸοεῖοι καὶ εὐδαίμονες καὶ πᾶσαν μετελθόντες ἀρετήν· τοῖς γὰρ ιοιούιοις μάλιστα ὁ θάνατος λυπηρόν, ὅτι τὸ ζῆν πολλοῦ τινος ἄξιον ἦν διὰ τὸ ἄριστα ζῆν καὶ ὡς προσῆκεν ἀνθρώπῳ, καὶ ὁ θάνατος νατος αὐτοὺς πολλῶν ἀποστερήσει τῶν ἀγαθῶν. διὰ τὸ μέγεθος τοίνυν τῶν λυπηρῶν δοκεῖ τὸν ἀνδρεῖον μηδεμίαν ἡδονὴν ἔχειν· τὸ δὲ οὕτως ἀλγεῖν καὶ δάκνεσθαι ὑπὸ τῶν λυπηρῶν οὐδὲν κωλύει ἀνδρεῖον εἶναι. xo μὲν γὰρ ἡττᾶσαι τῶν λυπηρῶν καὶ ὑποχωρεῖν οὐκ ἀνδρείου, τὸ δὲ ὸάκνεσθαι καὶ λυπεῖσθαι οὐκέτι· ὅσον γὰρ μᾶλλον λυπεῖται καὶ λυπού-

59
μένος ὑπομένει διὰ τὸ ἀγαθόν, τοσοῦτον | ἀνδρεῖος ἂν εἴη κυρίως. ἐπεὶ [*](105) καὶ ἐν πάσαις ταῖς ἄλλαις ἀρεταῖς οὐδεμία ἐνέργεια μεθ’ ἡδονῆς ἐστι καθ’ ἑαυτήν, ἀλλὰ μόνον, διότι πρὸς τὸ τέλος ἀγαθὸν ἄγει, ἡδεῖα δοκεῖ τῷ ἐνεργοῦντι. ἐν δὲ τοῖς στρατιώταις ἴσως οὐκ ἀνάγκη πᾶσα ἰὸν ἀκριβῆ τῆς ἀνδρείας ὅρον ζητεῖν· μᾶλλον δὲ χρησιμώτεροι ἂν εἶεν πρὸς τὸν πόλεμον οἱ ἀνδρείας μὲν οὐ πάνυ μετέχοντες, τῶν ἄλλων δὲ ἀγαθῶν ἐστερημένοι· ἑτοιμότεροι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους καὶ τὸν βίον μικρῶν ἕνεκα κερδῶν προδιδόασιν. οἱ γὰρ κυρίως ἀνδρεῖοι, φρόνιμοι ὄντες καὶ τὰ ἄλλα σπουδαῖοι, χαίρουσι μὲν τῷ βίῳ ἑαυτῶν ἀγαθῷ ὄντι, προίενται δὲ αὐτὸν οὐ πάνυ ῥαδίως. περὶ μὲν οὗ οὖν ἀνδρείας ἱκανῶς εἴρηται· ῥᾴδιον δὲ ἅπα τῶν εἰρημένων καὶ ὁρισμὸν αὐτῆς ἀποδοῦναι ὡς ἐν τύπῳ.

Περὶ σωφροσύνης. κεφ. ι΄.

Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης λέγομεν· ὁμοταγὴς γάρ ἐστι τρόπον τινὰ τῇ ἀνδρείᾳ, καθόσον τοῦ ἀλόγου μέρους εἰσὶν ἀμφότεραι. ὅτι μὲν οὖν ἡ σωφροσύνη μεσότης ἐστὶ περὶ ἡδονάς, εἴρηται ἡμῖν· περὶ ἡδονὰς δὲ λέγω, ὅτι εἰ καὶ περὶ λύπας ἐστίν, ἀλλ’ ἧττον καὶ οὐχ ὁμοίως ὡς περὶ τὰς ἡδονὰς ἔχει· ἐν τούτοις δὲ καὶ ἡ ἀκολασία φαίνεται. ὅτι μὲν οὖν περὶ ἡδονάς ἐστιν ἡ σωφροσύνη, εἴρηται· νὺν δὲ ἀφορίσωμεν περὶ ποίας ἐστὶ τῶν ἡδονῶν. τῶν ἡδονῶν δὲ αἱ μέν εἰσι σωματικαί, αἱ δέ ψυχικαί. ἐν γὰρ φιλοτιμίᾳ καὶ φιλομαθείᾳ ἡδοναί εἰσι ψυχικαί· ἑκάτερος γὰρ ὅ τε φιλότιμος καὶ ὁ φιλομαθὴς ἥδεται ᾧ φιλεῖ, [*](106) μηδὲν πάσχοντος τοῦ σώματος ἀλλὰ μᾶλλον ἰῆς διανσίας· οἱ δὲ περὶ τὰς τοιαύτας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται. ὁμοίως δὲ οὐδ’ οἱ περὶ τὰς ἄλλας ὅσαι οὔκ εἰσι σωματικαί· τοὺς γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τὰ τυχόντα κατα- τρίβοντας τὰς ἡμέρας ἀδολέσχους ὀνομάζομεν, ἀκολάστους δὲ οὐδαμῶς, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις, ὅταν ἢ τούτους ἢ ἐκεῖνα ζημιωθῶσι. περὶ μὲν οὖν τὰς ψυχικὰς ἡδονὰς οὐκ ἔστιν ἡ σωφροσύνη· περὶ δὲ τὰς σωματικὰς εἴη ἄν· οὐ περὶ πάσας δὲ οὐδὲ ταύτας. οἱ γὰρ χαίροντες τοῖς ἡδέσι τῶν ὁρατῶν, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, οὐδ’ ὅσοι ψόφων τινῶν καὶ μελῶν ἐρῶσιν, οὐδ’ ὅσοι τῶν ἡδέων ὀσμῶν. καίτοι καὶ ἐν τούτοις εἰσὶ καὶ μεσότητες καὶ τὸ ὡς δεῖ καὶ ὑπερβολαὶ καὶ ἐλλείψεις τοῦ δέοντος· ἀλλ’ ὅμως οὔτε τοὺς μέσους σώφρονας λέγομεν οὔτε τοὺς ὑπερβάλλοντας ἀκολάστους. εἰ δὲ τῶν περὶ τὰς ὀσμὰς τοὺς μὲν μήλων ὀσμῆς ἐρῶντας ἢ ῥόδων ἢ θυμιαμάτων οὐ λέγομεν ἀκολάστους, ἀλλὰ τοὺς μύρων καὶ ὄψων ἀκολάστους καλοῦμεν· ἀλλὰ κατὰ συμβεβηκός· [*](13 ταῦτα Β ut Arist. cod. Mb; ταύτην Arist. vulg. λέγομεν B et Aiist. codd. L b N b: λέγωμεν h et Arist. vulg. 14 ἀμφότεραι Β: ἀμφότεροι h 17 ἐν τούτοις Bh ut Arist. codd. L b M b N b: ἐν τοῖς αὐτοῖς Arist. vulg. 26 ἀδολέσχους Bh, ut Arist. cod. Ob; ἀδολέσχας Arist. vulg. 32 καὶ (post καίτοι) om. h)

60
χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἑ ἐπιθυμητῶν. ἴδοι δ’ ἄν τις καὶ τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσιν, ἡδομένους τῇ τῶν βρωμάτων ὀσμῇ. ὅθεν δῆλον, ὄα οἱ ταῖς τοιαύταις ὀσμαῖς ἡδόμενοι κατὰ συμβεβηκὸς ἥδονται, ὅτι ἀνάμνησις αὐτοῖς γίνεται τῶν βρωμάτων καὶ τῆς ἄλλης φλυαρίας, οἷς ἥδονται οἱ ἀκόλαστοι. οὐκ ἔστι τοίνυν οὔτε τῷ ἀνθρώπῳ οὔτε ἄλλῳ τινὶ ζῴῳ κατὰ τὰς εἰρημένας αἰσθήσεις | ἡδονή, εἰ μὴ κατὰ συμβεβηκός. ἡδονὰς δὲ λέγω, [*](107) περὶ ἃς ὁ ἀκόλαστός ἐστιν ἢ <ὁ> σώφρων. καὶ γὰρ οἱ κύνες, εἰ καὶ ταῖς ὀσμαῖς τῶν λαγωῶν, ἀλλ’ οὐ δι’ αὐτὰς ἀλλὰ διὰ τὴν βρῶσιν· ἀπὸ γὰρ τῆς ὀσμῆς αἴσθησιν λαμβάνοντες ἰῆς θήρας διώκουσιν. ὁμοίως δὲ καὶ ὁ λέων οὐχ ἥδεται τῇ ὀσμῇ τοῦ βοὸς ἢ τῇ φωνῇ ἀλλὰ τῇ βρώσει· ὅτι δὲ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο· οὐδὲ χαίρει ὅτι εἶδεν ἢ εὗρεν ἔλαφον ἢ ἄγριον αἶγα, ἀλλ’ ὅτι βορὰν ἕξει. περὶ τὰς ἡδονὰς τοίνυν, ὧν κοινωνοῦμεν καὶ τοῖς λοιποῖς ζῴοις, ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστίν· αἱ δέ εἰσιν ἁφὴ καὶ γεῦσις. διὰ τοῦτο θηριώδεις τινὲς <καὶ ἀνδραποδώδεις> οἱ ἀκόλαστοι φαίνονται, ὅτι οἷς ἥδονται τὰ θηρία, ταῦτά εἰσιν ἀκρατεῖς. τούτων δὲ μᾶλλον τῇ ἀφῇ ἥδονται ἢ τῇ γεύσει· μᾶλον δὲ τῇ γεύσει μὲν οὐδαμῶς ἀλλὰ τῆ ἁφῇ μόνον, ὥς γε ἀκόλαστοι οὐ μόνον ἐν ταῖς ἄλλαις ἡδοναῖς ἀλλὰ καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς. καὶ τούτοις γὰρ οὐχ ὡς γευστοῖς μόνον χαίρουσι (γεύσεως γάρ ἐστι τὸ τοὺς χυμούς, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ οἱ τὰ ὄψα ἀρτύοντες) ἀλλὰ μᾶλλον ὡς ἁπτοῖς. διὰ τοῦτο καί τις Φιλόξενος ὁ Ἐρύξιος, ὀψοφάγος ὤν, ηὔξατο τὸν φάρυγγα αὑτοῦ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος ἰῇ ἀφῇ τῶν ὄψων. κοινοτάτη γάρ ἐστιν ἡ ἁφὴ ἐν πάσαις ταῖς αἰσθήσεσιν· ἐπεὶ καὶ ἁφῇ τινι πᾶσαι αἱ αἰσθήσεις αἰσθάνονται. περὶ ταύτην δὴ τὴν ἁφὴν ἡ ἀκολασία ἐστί· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι συμβαίνει ἡμῖν οὐ καθόσον ἐσμὲν ἄν- θρωποι ἀλλὰ καθὸ ζῷα· τὸ δὲ τὸ ἲς τοιούτοις χαίρειν καὶ τούτων μάλιστα ἐφίεσθαι θηριῶδες. καίτοι εἰσὶ καὶ κατὰ τὴν ἁφὴν ἐλευθέριοι ἡδοναί, [*](108) ἃς ὁ ἀκόλαστος ἀφῄρηται, οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γινόμεναι· οὐ γὰρ περὶ πάσαν ἁφὴν ὁ ἀκόλαστος· οὐ γὰρ περὶ πᾶν τ.ὸ σῶμα ἀλλὰ περί τινα μέρη.

Περὶ ἐπιθυμίας. κεφ. ια΄.

Επεὶ δὲ περὶ ἐπιθυμιῶν ἀκόλουθον εἰπεῖν, ῥητέον ποσαχῶς ἡ ἐπιθυμία. ἡ μὲν οὗν ἐστι κοινὴ καὶ φυσική, ἡ δὲ ἰδία καὶ ἐπίθετος. κοινὴ μὲν οὖν ἐπιθυμία ἐστὶ τὸ ὀρέγεσθαι τροφῆς ξηρᾶς ἢ ὑγρᾶς, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, ἰδία δὲ καὶ ἐπίθετος τὸ τοιᾶσδε ὀρέγεσθαι ἢ τοιᾶσδε. τοῦτο γὰρ οὐκέτι φυσικὸν οὐδὲ κοινόν· οὐ γὰρ τῶν αὐτῶν πάντες. ὀρέγονται [*](8 ὁ σώφρων h: σώφρων Β 15. 16 καὶ ἀνδραποδώδεις h: om. B 18 ὥσγε Bh: ὥστε Mullach 21 οἱ τὰ Β: σῖτα h 22. 23 Ἐρύξιος Bh et Arist. libri Ob et corr. K b 31 οὐ γὰρ—ὁ ἀκόλαστος om. h)

61
οὐδὲ ὁμοίως, ἀλλ’ οἱ μὲν ταύτης, οἱ δὲ ἐκείνης· καὶ οἱ τῆς αὐτῆς ὀρεγόμενοι οὐχ ὁμοίως ὀρέγονται, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. ὥστε ἡ τοιαύτη ἐπιθυμία οὐκ ἔστι κοινὴ οὐδὲ φυσικὴ ἁπλῶς, ἀλλὰ ἐπίθετος, ὑφ’ ἡμῶν ἐπινοηθεῖσα. καίτοι κατά τινα τρόπον καὶ φυσική ἐστι, διὰ τὸ ἀκολούθως ἕκαστον τῆ ἑαυτοῦ φύσει καὶ τὴν ἐπιθυμίαν ἔχειν. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ καθ’ ἕνα τρόπον, ὅταν χρῶνται ταῖς τοιαύταις ἐπιθυμίαις πλέον ἢ προσήκει, οἷον ὅταν πλείω τῶν μετρίων ἐσθίωσιν, ὥσπερ οἱ γαστρίμαργοι, οἵτινες παρὰ τὸ δέον πληροῦσι τὴν φυσικὴν ἐπιθυμίαν. τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδραποδώδεις. ἐν δὲ ταῖς ἐπιθέτοις καὶ ἰδίαις ἐπιθυμίαις πολλοὶ ἁμαρτάνουσι καὶ κατὰ πολλοὺς τόπους ἐπεὶ πολλαὶ ἰδέαι τῶν τοιούτων ἐπιθυμιῶν· πολλαὶ γὰρ ἰδέαι τροφῶν καὶ πόσεων καὶ ἐνδυμάτων καὶ τῶν ἄλλων φυσικῶν ἐπιθυμητῶν· καὶ διὰ τοῦτο καὶ πολλαχῶς περὶ τὰς τοιαύτας ἐπιθυμίας [*](109) ἁμαρτάνουσιν ἢ χαίροντες οἷς μὴ δεῖ ἢ πλέον ἡ κατὰ τοὺς πολλούς. οἱ γὰρ ἀκόλαστοι κατὰ πάντα ὑπερβάλλουσι· χαίροντες γὰρ οἷς οὐ δεῖ, ἐάν ποτε καὶ τὰς δεούσας τῶν ἡδονῶν ἕλωνται, πλέον ἢ προσήκει καὶ οὐχ ὡς οἱ πολλοὶ χαίρουσιν αὐταῖς.

Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία. κεφ. ιβ΄.

Ὅτι μὲν οὖν ἡ περὶ τὰς ἡδονὰς ὑπερβολή, ἡ ἀκολασία, ψεκτόν, δῆλον· ἐν δὲ ταῖς λύπαις, οὐ καθάπερ ἐπὶ τῆς ἀνδρείας ἐλέγετο, ὅτι τὸ μὴ ὑπομένειν μηδὲ φέρειν δειλία ἐστίν, οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης τὸ μὴ ὑπομένειν ἀκολασία ἐστὶν ἢ τὸ φέρειν σωφροσύνη· ἀλλ’ ἔστιν ἀκολασία περὶ τὰς λύπας, ὅταν τις λυπῆται τῶν ἡδέων οὐ τυγχάνων πλέον ἢ δεῖ καὶ <οὐχ> ὡς δεῖ· καὶ σωφροσύνη ὁμοίως, ὅταν τις ὅσον δεῖ λυπῆται ὡς δεῖ καὶ ἐφ’ οἶς δεῖ καὶ μηδεμίαν αὐτῷ λύπην ἐπάγῃ ἡ τῶν ἡδέων ἀπουσία. ὁ γὰρ ἀκόλαστος ἐπιθυμεῖ τῶν ἠδέων πάντων ἢ τῶν μάλιστα καὶ ἄγεται ἄγεται ὑπὸ τῆς ἐπιθυμίας, ὥστε ἀντὶ πάντων τὰ ἡδέα αἱρεῖσθαι. διὸ καὶ λυπεῖται ἀποτυγχάνων τῶν ἐπιθυμητῶν· μετὰ λύπης γὰρ ἡ ἔπι θυμία. ὥστε καὶ ἄτοπόν τι δοκεῖ τὸ δι’ ἡδονὴν λυπεῖσθαι καὶ αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ· ἀκολασία ἐστίν, ὡς εἴρηται. ἡ δὲ ἔλλειψις ὄνομα οὐκ ἔχει διὰ τὸ μὴ πάνυ εὑρίσκεσθαι. οἱ γὰρ περὶ τὰς ἡδονὰς ἐλλείποντες καὶ τοῦ δέοντος | ἔλαττον ἐπιθυμοῦντες αὐτῶν οὐ πάνυ γίνονται· σχεδὸν γὰρ [*](110) ἔξω τῆς ἀνθρωπίνης φύσεως ἐστιν ἡ τοιαύτη ἀναισθησία. καίτοι καὶ τὰ ἄλογα ζῷα διακρίνει τὰ βρώματα καὶ χαίρει μὲν τοῖς ἡδέσι, τοῖς δὲ μὴ τοιούτοις οὐδαμῶς. εἰ δέ τις· οὐδὲν ἡδὺ νομ·ίζει εἶναι οὐδὲ γινώσκει διαφορὰν· τῶν ἡδέων καὶ τῶν ἐναντίων, πόρρω ἄν εἴη τοῦ ἄνθρωπος εἶναι. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ἢ λύπας ἔλλειψις ἢ ὑπερβολὴ 40 κακία ἐστίν, ἀρετὴ δὲ τὸ μέσον, ἡ σωφροσύνη. ὁ γὰρ σώφρων οὔτε ἥδε- [*](25 οὐχ h: om. Β)

62
ται μάλιστα οἷς ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει πᾶσιν, οἷς οὐ δέον ἐστὶ χαίρειν· οὔτε οἷς χαίρει, μᾶλλον χαίρει τοῦ δέοντος οὔτε λυπεῖται τῶν ἡδέων ἀπόντων, οὐδ’ ἐπιθυμεῖ τῶν ἡδέων ἢ ἐπιθυμῶν μετρίως ἐπιθυμεῖ καὶ οὐ πλέον ἢ δεῖ οὐδὲ ὅτε μὴ δεῖ. ὅσα μέντοι πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν συντελοῦντα, ἡδέα ὄντα, ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα τῇ ὑγιείᾳ καὶ τῇ εὐεξίᾳ, τούτων ὀρέγεται μέν, μετρίως δὲ καὶ καθὼς δεῖ. ὁ γὰρ ἡδονῶν ἐπιθυμῶν, αἵτινες αὐτω π·ρὸς τὸ εἶναι ἐμποδὼν γίνονται ἢ πρὸς τὸ εὖ εἶναι, παρὰ [δὲ] τὸ δέον ἐπιθυμεῖ. ὁ δὲ σώφρων οὐ τοιοῦτος, ἀλλ᾿ ὡς ὁ ὀρθὸς λόγος.

Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλία. κεφ. ιγ΄.

Ἐπεὶ δὲ καὶ ἡ ἀκολασία καὶ ἡ δειλία ἑκούσια, ζητητέον, εἰ ὁμοίως εἰσὶν ἑκούσια. δοκεῖ δὲ μὴ ὁμοίως, ἀλλὰ τὴν ἀκολασίαν μᾶλλον ἑκούσιον εἶναι. τῆς μὲν γὰρ δειλίας ἡ λύπη αἰτία· διὰ γὰρ τὸ φοβεῖσθαι τὴν λύπην δειλοὶ γινόμεθα. τὴν δὲ ἀκολασίαν ἡ ἡδονὴ ποιεῖ· ὧν ἡ μὲν ἡδονὴ αἱ|ρετόν, ἡ δὲ λύπη φευκτόν. ὃ δὲ διὰ τὸ αἱρετὸν ποιοῦμεν, μᾶλλόν ἐστιν [*](111) ἑκούσιον τοῦ διὰ τὸ φευκτὸν γινομένου. καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτον ποιεῖ. διὰ τοῦτο καὶ ἐπονειδιστότερον ἡ ἀκολασία τῆς δειλίας. ἐπεὶ γὰρ διὰ τὸ ἑκούσιον ἀγαθὸν ἢ κακὸν ἐπαινεῖταί τις ἢ ψέγεται, φανερὸν ὅτι τὸ κακὸν ἢ τὸ ἀγαθόν, καθόσον ἐστὶν ἑκούσιον. κατὰ τοσοῦτον ἐπαινεῖται μᾶλλον ἢ ψέγεται. ἐπεὶ καὶ εὐκολώτερόν ἐστι ἰῆς ἀκολασίας ἀποστῆναι ἢ τῆς δειλίας· οἱ γὰρ ἐθισμοί, δι’ ὧν τὰ τοιαῦτα κατορθοῦνται, ἐπὶ μὲν τῆς δειλίας ἐπικίνδυνοί εἰσιν (οἱ γὰρ ἐν τῷ πολέμῳ ἐθισμοὶ καὶ ἐν ἅλοις τισὶ φοβεροῖς, δι’ ὧν τὴν δειλίαν ἐκβάλλομεν, οὐ πόρρω κινδύνων), οἱ δὲ σώφρονες ἐθισμοὶ καθάπαξ εἰσὶν ἀκίνδυνοι· ὥστε καὶ διὰ τοῦτο μᾶλλον ἑκούσιόν ἐστιν ἡ ἀκολασία τῆς δειλίας. δόξειε δ’ ἂν οὐχ ὁμοίως ἑκούσιον εἶναι τὴν δειλίαν τὸ ἲς καθ’ ἕκαστον. ἡ μὲν γὰρ δειλία, αὐτὴ δηλονότι ἡ ἕξις, ἄλυπός ἐστιν· οὐ γὰρ ἀναγκαζόμεθα παρ’ οὐδενὸς λυπηροῦ δειλοὶ εἶναι· ὥστε μᾶλλον ἑκούσιόν ἐστι· τὰ δὲ κατὰ τὴν δειλίαν ἔργα, ἃ ποιοῦμεν διὰ λύπην καὶ φόβον, ἀνάγκῃ τινὶ ποιοῦμεν, ἥτις ἐξίστησιν ἡμᾶς καὶ πείθει τὰ ὅπλα ῥίπτειν καὶ τὰ ἄλλα ἀσχημονεῖν· καὶ τούτου χάριν ἧττον ἑκούσιά εἰσι τὰ καθ’ ἕκαστον. ἐπὶ δὲ τῆς ἀκολασίας τὸ ἀνάπαλιν ἔχει. αὐτὴν μὲν τὴν ἀκολασίαν οὐδεὶς ἐπιθυμεῖ οὐδὲ βούλεταί τις ἀκόλαστος εἶναι. τὰ δὲ κατὰ τὴν ἀκολασίαν ἔργα σφόδρα ὀρεγόμενοι ποιοῦσιν, ὥστε τὴν ἀκολασίαν ἧττον ἑκούσιον εἶναι τῶν καθ᾿ ἕκαστα. | τοῦτο δὲ τὸ ὄνομα τῆς [*](112) ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν καὶ τοὺς ἁμαρτάνοντας τῶν παίδων ἀκολάστους καλοῦμεν. ἔχουσι γὰρ αἱ τοιαῦται ἁμαρτίαι πρὸς τὴν εἰρημένην ἀκολασίαν ὁμοιότητά τινα· πότερον δὲ ἀπὸ ποτέρου καλεῖται ζητεῖν, οὐδὲν πρὸς τὸν λόγον τὸν προκείμενον συντελεῖ· πλὴν ἐκεῖνο εἰπεῖν εἰκός, ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου καλεῖσθαι καλεῖσθαι μᾶλ- [*](8 δὲ Β: 0111. h 11 ἑκούσιά εἰσιν h)

63
λον προσήκει, καὶ ἀπὸ τῶν παιδικῶν ἁμαρτιῶν ἐπὶ ταύτην τὴν ἀκολασίαν τὸ ὄνομα μετενεχθῆναι. ἔοικε δὲ οὐ κακῶς ἀλλὰ καὶ λίαν προσηκόντως μετενεχθῆναι τὸ ὄνομα· ὥσπερ γὰρ κολάζειν δεῖ τὸν παῖδα τῶν αἰσχρῶν ὀρεγόμενον, καὶ συστέλλειν εἴσω τοῦ μετρίου τὴν ὄρεξιν αὐτοῦ, οὕτω καὶ τὴν ἐπιθυμίαν κεκολάσθαι δεῖ, πολλὴν αὔξησιν ἔχουσαν. ὅ τε γὰρ παῖς, εἰ μὴ παιδαγωγοῖτο, τ·ὴν ὄρεξιν τοῦ ἡδέος ἄπληστον ἔχων καὶ μάλιστα διὰ τὴν ἡλικίαν, ἔξω τοῦ δέοντος πεσεῖται· ἥ τε ἐπιθυμία, εἰ μὴ ὑπὸ λόγου κολάζοιτο.. ἐπὶ πολὺ ἥξει καὶ ὑπὸ τῶν κατ’ ἐπιθυμίαν ἐνεργειῶν αὐξανομένη καὶ τὸν λογισμὸν ἐκκρούει πολλάκις. διὸ δεῖ μετρίας τὰς ἐπιθυμίας καὶ ὀλίγας εἶναι, καὶ τῷ λόγῳ μηδὲν ἐναντιοῦσθαι. τἀς δὲ τοιαύτας εὐπειθεῖς λέγομεν καὶ κεκολασμένας· ὥστε εἰκότως τοὐναντίον ἐπί τε τῶν παίδων καὶ τῆς ἐπιθυμίας ἀκολασία καλεῖται. ὥσπερ γὰρ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα τοῦ παιδ·αγωγοῦ ζῆν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν λόγον· διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυμητικὸν συμφωνεῖν τῷ λόγῳ· σκοπός γὰρ ἀμφοῖν τὸ καλόν. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε· οὕτω δὲ τάττει καὶ ὁ λόγος. ταῦτ’ οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνης.

64

Περὶ ἐλευθεριότητος. κεφ. α΄.

μετὰ τὴν σωφροσύνην περὶ ἐλευθεριότητος λέγομεν. ἔστι δὲ ἐλευθεριότης ἡ περὶ χρήματα μεσότης, ὅταν οὔτε πλέον τοῦ δέοντος οὔτε ἔλαττον ἀναλίσκωμεν ἀλλ’ ὡς δεῖ καὶ ἐφ’ οἷς προσήκει καὶ ὧν ἕνεκα· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς οὐδ’ ἐν οἷς ἐπαινεῖται ὁ σώφρων οὐδ’ αὖ ἐν ταῖς κρίσεσιν ὥσπερ ὁ δίκαιος, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν. μᾶλλον δὲ ἐπαινεῖται ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν. πάντα, ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. ἡ μὲν οὖν περὶ χρήματα μεσότης ἡ ἐλευθεριότης ἐστίν, ἡ δὲ ὑπερβολὴ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἀσωτίαν δὲ οὐ μόνον τὴν περὶ τὰ χρήματα ὑπερβολὴν καλοῦμεν ἀλλὰ ἐνίοτε καὶ τοὺς ἀκολάστους ἀσώτους καλοῦμεν, οἵτινες πολλὰ δι’ ἀκολασίαν δαπανῶσι, καὶ ἀσωτίαν τὴν τοιαύτην κακίαν ὀνομάζομεν. διὰ τοῦτο καὶ φαυλότ|ατοί εἰσιν οἱ τοιοῦτοι, πολλὰς ἅμα κακίας ἔχοντες καὶ περὶ [*](114) χρήματα δὲ καὶ ἡδονὰς διεφθαρμένοι· διὰ τοῦτο οὐδὲ οἰκείως προσαγορεύονται ἑνὶ ὀνόματι μίαν κακίαν δηλοῦντι· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἐν τι κακὸν ἔχων, τὸ φθεῖρον τὴν οὐσίαν· ἄσωτος γὰρ ὁ δι᾿ ἑαυτὸν ὀλλύμενος· δοκεῖ γὰρ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐσίας φθορά, ὡς τοῦ ζῆν διὰ τῶν χρημάτων ὄντος. ἀσώτους μὲν οὖν καὶ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς καλοῦμεν, ἀνελευθέρους δὲ μόνους τοὺς πλέον ἡ δεῖ τῶν χρημάτων ἀντεχομένους καὶ πρὸς τὴν ἐλευθεριότητα ἐλλείποντας. ἐπεὶ τοίνυν πᾶσιν, ὧν χρεία τίς ἐστιν, οἷον δόξης ἢ ἡδονῆς ἢ τροφῆς, τούτοις δυνατὸν χρῆσθαι καὶ εὖ καὶ κακῶς (τοιοῦτον δὲ καὶ ὁ πλοῦτος, καὶ τούτου γάρ χρεία τίς ἐστιν ἐν τῷ δυνατὸν ἄρα χρῆσθαι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς· ἐπεὶ δὲ ἑκάστῳ πράγματι ἐκεῖνος χρῆται καλῶς, ὁ ἔχων τὴν περὶ αὐτὸ ἀρετήν, καὶ τῷ πλούτῳ [*](1 Ἀριστοτέλους ἠθικῶν βιβλίον Δ h 18 φθεῖρον Bh et Arist. cod. L b: φθείρειν Arist. vulg. 19 nescio an ex Arist. ἀπολλύμενος restiuas γαρ] δὲ Arist. 24 ἢ ἡδονῆς om. h, fortasse recte)

65
ἐκεῖνος χρήσεται ἄριστα, ὁ ἔχων τὴν περὶ αὐτὸν ἀρειήν· οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. ἡ δὲ χρῆσις τῶν χρημάτων οὐδὲν ἄλλο ἐστὶν ἢ δαπάνη καὶ δόσις. ἡ δὲ λῆψις καὶ φυλακὴ οὐ χρῆσις δοκεῖ ἀλλὰ μᾶλλον κτῆσις. διὰ τοῦτο ὁ ἐλευθέριος περὶ τὴν δαπάνην ἐστὶ τῶν χρημάτων μᾶλλον ἢ περὶ τὴν λῆψιν· καὶ μᾶλλον αὐτῷ προσήκει τὸ εἰδέναι, ὅπως δεῖ δαπανᾶν καὶ ὧν ἕνεκα καὶ πρὸς οὗς ἢ ὅπως δεῖ λαμβάνειν καὶ ὧν ἕνεκα καὶ παρ’ ὧν δεῖ. ἔστι μὲν γὰρ περὶ τὴν χρῆσιν τοῦ πλούτου, καθὼς εἴρηται· χρῆσις δὲ ἡ δόσις μᾶλλόν ἐστιν ἢ ἡ λῆψις. ἔτι μᾶλλον δοκεῖ ἀρετὴ εἶναι τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν καὶ τὸ τὰ καλὰ πράττειν ἢ τὸ τὰ αἰσχρὰ μὴ [*](115) πράττειν· ἕπεται δὲ τῇ μὲν δόσει τὸ εὖ ποιεῖν καὶ τὸ τὰ καλὰ πράττειν τῇ δὲ λήψει τὸ εὖ πάσχειν καὶ τὸ τὰ αἰσχρά μὴ πράττειν. τὸ γὰρ λαβεῖν ὅθεν δεῖ εὖ πάσχειν ἐστίν, καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ δεῖ τὸ μὴ αἰσχρὰ πράττειν ἐστίν. ἔτι, ὃ μᾶλλον ἐπαινεῖται, τοῦτο μᾶλλον μᾶλλον προσήκει, μᾶλλον δὲ ἐπαινεῖται τὸ ὡς δεῖ διδόναι ἢ τὸ ὡς δεῖ λαμβάνειν· ἡ γὰρ χάρις καὶ ὁ ἔπαινος τῷ διδόντι μᾶλλον ἢ τῷ μὴ λαμβάνοντι. ἔτι περὶ τὸ δυσχερέστερόν ἐστιν ἡ ἀρετή· δυσχερέστερον δέ ἐστι διδόναι καλῶς ἢ λαμβάνειν ἢ μὴ λαμβάνειν καλῶς· τὸ γὰρ οἰκεῖον προέσθαι πολλῷ δυσχερέστερον τοῦ τὸ ἀλλότριον ἀποπέμψασθαι· μᾶλλον ἄρα προσήκει τῷ ἐλευθερίῳ διδόναι καλῶς ἢ οὐ λαμβάνειν ἢ λαμβάνειν καλῶς. ἐπεὶ καὶ ἐλευθερίους οὐ τούτους καλοῦμεν, ὅσοι οὐ λαμβάνουσιν ὅθεν οὐ δεῖ, ἀλλὰ ὅσοι διδόασιν οἷς δεῖ· ἐκεῖνοι γὰρ μᾶλλον δοκοῦσι δίκαιοι ἢ ἐλευθέριοι καὶ διά τοῦτο ἐπαινοῦνται· οἱ δὲ λαμβάνοντες ὅθεν δεῖ οὐδὲ ἐπαινοῦνται· ἐπαινεῖται γὰρ ὃς δυσχερές τι ποιεῖ διὰ τὸ ἀγαθόν, ὁ δὲ λαμβάνων ὅθεν δεῖ οὐδὲν δυσχερὲς ὑπομένει. ἔτι φιλοῦνται οἱ ἐλευθέριοι μάλιστα τῶν ·σπουδαίων, ὅτι ὠφέλιμοί εἰσι· τὸ δὲ ὠφέλιμον οὐκ ἐν τῷ μὴ λαβεῖν κακῶς ἀλλ’ ἐν τῷ δοῦναι καλῶς. ὁ ἄρα ἐλευθέριος περὶ ἰὴν δόσιν εἰναι δοκεῖ μᾶλλον ἢ περὶ τὴν λῆψιν· ἔστι τοίνυν ἐλευθέριος ὁ διδοὺς οἷς δεῖ καὶ τοῦ καλοῦ ἕνεκα. πᾶσαι γὰρ αἱ κατ’ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα καὶ οὐ μόνον τοὐ καλοῦ ἕνεκα καὶ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τἄλλα πάντα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει ἀλλὰ καὶ ἡδέως ἢ ἀλύπως. ὁ γὰρ μετὰ λύπης διδοὺς οὔπω ἐλευθέριος· ἐλευθε|ρίου μὲν γὰρ ἔργον ποιεῖ, ἐλευθέριος δὲ οὔπω [*](116) ἐστίν· οὔπω γὰρ εἰς ἕξιν ἦλθεν· οὐ γὰρ ἂν ἐλυπεῖτο. τὰ γὰρ κατ᾿ ἀρετὴν ἔργα ἢ ἡδέα ἐστὶν ἢ ἄλυπα, ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τινα ἄλλην αἰτίαν οὐκ ἐλευθέριος ἀλλὰ ἄλλος τις ῥηθήσεται· ὁμοίως δὲ οὐδὲ ὁ μετὰ λύπης διδούς, καθὼς εἴρηται. ὁ γὰρ τοιοῦτος προτιμᾷ τὰ χρήματα τῆς καλῆς πράξεως· τοῦτο δὲ οὐκ ἐλευθερίου. ὁ γὰρ ἐλευθέριος δώσει μέν, ὡς ὁ ὀρθὸς τάττει λόγος, λήψεται δὲ οὐδαμῶς παρ’ ὧν οὐ δεῖ λαβεῖν, ἅτε μὴ τιμῶν τὰ χρήματα, οὔτε αἰτήσεται· οὐ γὰρ εὐχερῶς εὐεργετεῖται ὁ φιλῶν τὸ εὐεργετεῖν· λήψεται δὲ ἀφ’ ὧν δεῖ, δηλονότι ἀπὸ τῶν οἰκείων κτημάτων, οὐχ ὅτι καλὸν ἡγεῖται τὸ χρηματίζεσθαι ἀλλ᾿ ὅτι ἀναγκαῖον πρὸς τὸ διδόναι· καὶ διὰ τοῦτο [*](8 καὶ ἔτι h 11 τὰ om. h 23 ὃς—ποιεῖ B: ὁ—ποιῶν h 36 τοῦτο B: διὰ τοῦτο h ἐλευθερίου scripsi ex Arist.: ἐλευθέριος Bh 38 ὅτε Β: ὅτε h Comment. Arist. XIX 2. Heliodorus in Eth. 9)
66
κεῖν. οὐδὲ τοῖς τυχοῦσι δώσει, ἵνα ἔχη διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν· ἔστι δὲ σημεῖον τοῦ σφόδρα ἐλευθερίου καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει τοσοῦτον, ὥστε καταλείπειν ἑαυτῷ τὰ ἐλάττω. τὸ γὰρ μὴ πρὸς τὴν οἰκείαν χρείαν ὁρᾶν τῆς μεγίστης ἐλευθεριότητος σημεῖόν ἐστιν. οὐ γὰρ πρὸς τὸ μέγεθος ἢ τὸ πλῆθος τῶν διδομένων ἡ ἐλευθεριότης κρίνεται ἀλλὰ κατὰ τὴν ἀναλογίαν, ἣν ἔχουσι τὰ διδόμενα πρὸς τὴν οὐσίαν τοῦ διδόντος ἀπὸ τούτου γὰρ ἡ ἕξις τῆς ἐλευθεριότητος δείκνυται), ὥστε οὐδὲν κωλύει ἐλευθεριώτερον εἶναι τοῦ τὰ πολλὰ διδόντος τὸν ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλάττονος οὐσίαν διδῷ. συμβαίνει δὲ τοὺς μη κτησαμενους οὐσίαν πονοις ἀλλα οιαοεςαμενους παρ᾿ ἄλλων, [*](117) ἐλευθεριωτέρους δοκεῖν· οἱ γὰρ τοιοῦτοι ἄπειροί εἰσι τῆς ἐνδείας καὶ διὰ τοῦ τὸ οὐ ἀγαπῶσι τὸν πλοῦτον καὶ ὅτι, καθάπερ οἱ γονεῖς καὶ οἱ ποιηταί, μᾶλλον ἀγαπῶσι τὰ χρήματα οἱ κτησάμενοι. οἱ δὲ ἐλευθέριοι οὐ δύνανται σφόδρα πλουτεῖν· οὔτε γὰρ εὐχερεῖς εἰς τὸ λαμβάνειν εἰσὶν οὔτε εἰς τὸ φυλάττειν τὴν οὐσίαν προνοητικοί· ἀλλὰ μᾶλλον προετικοὶ τῶν ὄντων καὶ οὐ τιμῶντες δι᾿ ἑαυτὰ τὰ χρήματα ἀλλ’ ἕνεκα τῆς δόσεως. διὸ καὶ ἐγκαλοῦμεν τῇ τύχῃ, ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευθέριοι, πλούτου καὶ χρημάτων ὄντες ἄξοι. τοῦτο δὲ οὐ συμβαίνει ἀλόγως· τὸν γὰρ μὴ ἐπιμελούμενον ὅπως ἔχῃ χρήματα πῶς οἷόν ἴε πλουτεῖν; ὥσπερ οὐδ’ ἄλλο τι κτήσασθαι δυνατὸν τὸν μὴ ἐπιμελούμενον ὅπως κτήσηται. διὰ τοῦτο οὐδὲ ὁ ἐλευθέριος δυνήσεται πλουτεῖν, μήτε ἑτέρωθεν χρήματα συλλέγων καὶ τὰ οἴκοι σκορπίζων. ἔτι καὶ μὴ δίδωσιν οἶς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ. ἵνα μὴ εἰς τὰ μὴ δέοντα ἀναλώσας ἐνδεὴς εὑρεθῇ πρὸς τά δέοντα οντα καὶ δῷ δῷ οἶς δεῖ καὶ ὅτε δεῖ. ἐλεοθέριος γάρ ἐστι, καθὼς εἴρηται, ὁ κατὰ τὴν ἀναλογίαν τῆς οὐσίας δαπανῶν εἰς ἃ δεῖ· ὁ δὲ ὡς ἔτυχε διδοὺς ἄσωτος. διὰ τοῦτο τοὺς τυράννους οὐ λέγομεν ἀσώτους, καίτοι πολλὰ καὶ ἄμετρα διδόντας· τὸ γὰρ πλῆθος τῆς κτήσεως τὸ πλῆθος τῶν δόσεων ὑπερβάλλειν δοκεῖ, καὶ πλείω εἶναι τὴν οὐσίαν τῆς δαπάνης συμβαίνει ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης μεσότης ἐστὶ περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις ὁμοίως, | καὶ ἀμφότερα ἡδέως ποιήσει, τό τε δοῦναι καὶ τὸ λαβεῖν κατὰ τὸν προσήκοντα λόγον· μεσότης γάρ ἐστιν ἡ ἐλευθεριότης περί τε λῆψιν καὶ δόσιν, ἕπεται <δὲ> τῷ διδόντι καλῶς καὶ λαμβάνειν καλῶς, καὶ ἄμφω μεθ’ ἡδονῆς. ὡστε λυπήσεται, ἐὰν μὴ δῷ ἢ μὴ λάβῃ κατὰ τὸν προσήκοντα λόγον· καὶ τοῦτο δὲ μετρίως καὶ ὡς δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ εὐκοινώνητος ἐν τοῖς χρήμασι καὶ ἡδύς ἐστιν ἐν ταῖς περὶ τὰ χρήματα κοινωνίαις, ὅτι χρημάτων καταφρονῶν οὐ πάνυ ἄχθεται ἀδικούμενος καὶ ζημιούμενος. μᾶλλον γὰρ ἄχθεται εἴ τι προσῆκον ἀναλῶσαι οὐκ ἀνάλωσεν ἢ εἰ τι προσῆκον μὴ ἀναλῶσαι ἀνάλωσε. τὸ μὲν γὰρ δαπανῆσαί σαί ποτε παρὰ τὸ δέον περὶ χρήμετά ἐστιν ἡ ζημία, καὶ οὐ τοσοῦτον λυπεῖ τὸν ἐλευθέριον· τὸ δὲ μὴ εἰς [*](34 δὲ h: om. Β)
67
τὸ δέον δαπανῆσαι περὶ τὸ δέον καὶ τὴν ἀρετὴν ἡ ζημία γίνεται, καὶ διὰ τοῦτο μᾶλλον λυπεῖ· ὥστε οὐδὲ τὴν Σιμωνίδου δέχεται παραίνεσιν τἀναντία ὑποτιθεμένου. ὁ δὲ ἄσωτος περὶ τὴν ἡδονὴν ἀεὶ καὶ τὴν λύπην διαμαρτάνει· ἥδεται γὰρ καὶ λυπεῖται ἐφ’ οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ· φανερώτερον δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται.

Ὅτι χεῖρον κακὸν ἡ ἀνελεῦ θεριότης τῆς ἀσωτίας. κεφ. β΄.

Ἔστι μὲν οὖν ἡ ἐλευθεριότης ἡ μεσότης, ὑπερβολὴ δὲ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει. ἡ δὲ ἀνελευθεριότης τῷ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ διδόναι ἐλλείπει. ἀμφοτέρων δὲ οὐσῶν ἔξω τοῦ δέοντος, χείρων ἐστὶν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. ἡ [*](119) γὰρ ἀσωτία πρῶτον μὲν οὐ δύναται παραμένειν ἀλλὰ εὐχερῶς ἀφίσταται, τῆς ὕλης ὕλης δαπανηθείσης· ὁ γὰρ πλοῦτος ταχέως ἐπιλείπει τοὺς δαπανῶντας ἰδιώτας, διδόντας μὲν ἀμέτρως, λαμβάνοντας δὲ οὐδαμόθεν· ἡ δὲ ἀνελευθεριότης οὐδαμῶς· οὔτε γὰρ αὐξανομένου τοῦ πλούτου βελτίων ὁ ἀνελεύθερος γίνεται, καὶ δαπανωμένου πολλῷ χείρων. ἔπειτα καὶ ὑπὸ τῆς ἡλι- κίας καὶ ὑπὸ τῆς πείρας· τῶν ἀπὸ τῆς ἀπορίας κακῶν ἰαθῆναι τὸν ἄσωτον δυνατὸν καὶ πρὸς τὸ μέσον ἐλθεῖν· ἐγγὺς γάρ ἐστι τοῦ μέσου καὶ ἐλευθερίῳ ἔοικε μάλιστα· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, εἰ καὶ μὴ ὡς δεῖ καὶ οἷς οὐ δεῖ· ὥστε εἰ τοῦτο μόνον ἐθισθείη, διδόναι οἷς δεῖ καὶ ὡς δεῖ, εἴη ἂν ἐλευθέριος· καὶ δώσει οἷς δεῖ καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ. διὰ τοῦτο ὁ ἄσωτος οὐ δοκεῖ φαῦλός τις εἶναι τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ καὶ ἀγεννοῦς τὸ ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν, ἠλιθίου δέ. διὰ τοῦτο βελτίων ὁ ἄσωτος τοῦ ἀνελευθέρου. καὶ διὰ τὰ εἰρημένα καὶ ὅτι ὁ μὲν ἄσωτος πολλοὺς ὠφελεῖ, ὁ δὲ ἀνελεύθερος οὐδένα ἀλλ’ οὐδὲ ἑαυτόν. ἄσωτον δὲ λέγω, ὃς ὑπερβάλλει μὲν τῷ διδόναι, ἐλλείπει δὲ τῷ μὴ διδόναι, ὃν ὑπεθέμεθα ἄκρον εἶναι πρὸς ἰὸν ἐλευθέριον. πολλοὶ γὰρ ἄσωτοι καὶ ἀνελεύθεροί εἰσιν, ὑπερβάλλοντες ὁμοίως καὶ τῷ λαμβάνειν καὶ τῷ διδόναι· ληπτικοὶ γάρ εἰσι διὰ τ·ὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο #x003E; ποιεῖν· ταχέως γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα καὶ ἀναγκάζονται ἑτέρωθεν πορίζειν· ἅμα δὲ καὶ διὰ τὸ μὴ φροντίζειν τίζειν τοῦ δέοντος πανταχόθεν καὶ ὡς ἔτυχε λαμβάνουσι. διδόναι γὰρ ἐπιθυμοῦσι μόνον· τὸ δὲ πῶς δεῖ καὶ πόθεν λαμβάνοντας οὐδὲν προσπεριεργάζονται. διὰ τοῦτο οὐδὲ ἐλευθέριοί εἰσιν αἱ δόσεις αὐτῶν· οὐ γὰρ [*](120) καλαὶ οὐδὲ τοῦ καλοῦ ἕνεκα οὐδὲ ὡς δεῖ· ἀλλ’ ἐνίοτε οὓς δει πενεσθαι, τούτους πλουσίους ποιοῦσι, τοῖς δὲ μετρίοις τὰ ἤθη οὐδὲν ἄν δοῖεν. τοῖς· κόλαξι δὲ ἢ ἄλλην τινὰ ἡδονὴν αὐτοῖς προξενοῦσι πολλὰ παρέχουσιν. διὸ καὶ ἀκόλαστοί εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἄσωτοι. διὰ γὰρ τὸ μὴ ζῆν κατὰ λόγον πρὸς τὰς ἡδονὰς ἀποκλίνουσι, διὰ διὰ δὲ τὸ ἐθιἥδεται—οὐ [*](4 δεῖ B: οὔτε γὰρ ἥδεται ἐφ’ οἷς δεῖ h 18. 19 καὶ ἐλευθερίῳ ἔοικε μάλιστα om. h 30 μὴ h: om. Β)

68
σθῆναι πολλὰ δαπανᾶν καὶ εἰς τὰς ἀκολασίας δαπανηροὶ γίνονται, ὥστε σφόδρα ἀκόλαστοι εἶναι. ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γινόμενος εἰς τοσοῦτον ἔρχεται πονηρίας, παιδαγωγηθεὶς δὲ καὶ τυχὼν ἐπιμελείας εἰς τὸ δέον ἀφικέσθαι δύναται. ἡ δὲ ἀνελευθεριότης ἀνίατός ἐστιν· οὐ γάρ ἐστιν ἐλπὶς ἀπὸ πλείονος πείρας ἢ ἡλικίας τινὸς βελτίονα γενέσθαι τὸν ἀνελεύθερον. τὸ γὰρ πεῖραν λαβεῖςν τῶν ἐν τῷ βίῳ καὶ τὸ γῆρας καὶ τὰ ἐν τοῦ γήρως κακὰ καὶ πᾶσα ἀδυναμία καὶ κακοπάθεια πολλῷ μείζω ποιεῖ τὴν ἀνελευθεριότητα. καὶ ἄλλως δὲ μᾶλλον πεφύκασιν οἱ ανθρωποι πρὸς τὴν ἀνελευθεριότητα ἢ πρὸς τὴν ἀσωτίαν· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων φιλοχρήματοι καὶ ἀνελεύθεροί εἰσι· διδόασι δὲ οὐ σφόδρα πολλοί· ἐλάχιστοι δὲ οἱ ἄσωτοι. διὰ τοῦτο τοίνυν πολλῷ βελτίων ἡ ἀσωτία τῆς ἀνελευθεριότητος· φαίνεται γὰρ ἀπὸ τούτων ἐγγύτερον οὖσα τοῦ μέσου. καὶ χωρὶς δὲ τούτων καὶ πολυειδές τι κακὸν ἡ ἀνελευθεριότης· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθεριότητος εἶναι. ἐπεὶ γὰρ περὶ λῆψιν καὶ δόσιν ἐστίν, οἰ μἐν γὰρ οὔτε οὐδενὶ διδόασιν οὔτ λαμβάνειν [*](121) βούλονται παρ' οὐδενός, οἱ μὲν διά τινα ἐπιείκειαν καὶ ἵνα μὴ ἀναγκασθῶσι πρᾶξαί τι αἰσχρόν, οἱ δὲ φοβούμενοι, μήποτε καὶ δοῦναί ποτε ἀναγκασθῶσι διότι λαμβάνουσιν· ἀγαπῶσιν οὖν τὸ μήτε λαμβάνειν μήτε διδόναι. καλοῦνται δὴ οὖτοι φειδωλοὶ γλίσχροι κίμβικες, ὅσοι τῇ δόσει ἐλλείπουσι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης. ἕτεροι δὲ τῇ λήψει ὑπερβάλλουσιν, ὅσοι πάντα τὰ αἰσχρὰ καὶ ποιοῦσι καὶ πάσχουσιν, ἵκα τι λά βωσιν οὐχ ὡς δεῖ οὐδὲ πρα' ὦν δεῖ. οὖτοι δὲ πάντες αἰσχροκερδεῖς καλοῦνται, οἶοί εἰσιν οἱ πορνοβοσκοὶ καὶ οἱ τοκισταὶ καὶ οἱ κυβευταὶ καὶ οἱ λωποδύται καὶ οἱ λῃσταί· πάντες γὰρ ἕνεκα κέρδους καὶ τούτου μικροῦ μεγάλα ὑπομένουσιν ὀνείδη. οἱ γὰρ μεγάλων ἔνεκα κερδῶν τὰ τοιαῦτα ὑπομένουντες καὶ λαμβάνοντες ὅθεν οὐ δεῖ οὐδὲ ὡς δεῖ οὐκ αἰσχροκερδεῖς ἀλλὰ πονηροὶ καὶ ἀσεβεῖς καὶ ἄδικοι καλοῦνται, οἶοί εἰσιν οἱ τύραννοι καὶ οἱ τὰς πόλεις πορθοῦντες καὶ ἱερὰ συλῶντες. ὁ γὰρ κυβευτὴς λαμβάνει μὲν ὅθεν οὐ δεῖ· παρὰ τῶν φίλων φάρ, οἶς δεῖ διδόναι· μικρὰ δὲ καὶ διὰ τοῦτο αἰσχροκερδής· καὶ ὁ λῃστὴς μεγάλους μὲν ὑπομένει κινδύνους ἀλλὰ μικροῦ λήμματος ἕνεκα· ὁμοίως καὶ ὁ λωποδύτης καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰκότως οὖν ἡ ἀνελευθεριότης τῇ ἐλευθεριότητι ἐναντίον λέγεται, ὅτι τε μᾶλλον ἀφέστηκεν αὐτῆς ἢ ἡ ἀσωτία (ἐναντιώτερον γάρ ἐστιν αὐτῆς, διότι μεῖζον κακόν ἐστιν ἢ ἡ ἀσωτία), καὶ ὅτι κατὰ πλείονας τρόπους ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ ταύτην ἢ περὶ τὴν ἀσωτίαν.

Περὶ μεγαλοπρεπείας. κεφ. γ'.

[*](122)

Περὶ μὲν νὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτα εἰρήσθω· ἀκόλουβου δ' ἀν εἴη μετὰ ταῦτα περὶ μεγαλοπρεπείας διεξελθεῖν· ἔοικε γὰρ ἡ μεγαλοπρέπεια τῇ ἐλευθεριότητι, καθόσον καὶ αὐ- [*](19 τὸ ed. 1697: τῷ Bh 25 λοποδῦται Β 29 συλλῶντες B 32 λοποδύτης B)

69
τὴ περὶ χρήματά ἐστι καὶ περὶ δαπάνας χρημάτων. Διαφέρει δέ. ὅτι ἡ δὲν ἐλευθεριότης καὶ περὶ δόσεις καὶ περὶ λήψεις καὶ δαπάνας ἐστίν. ἡ Δὲ μεγαλοπρέπεια περὶ δαπάνας μόνον· καὶ ἡ μὲν ἐλευθεριότης περἰ δαπάνας ὀλίγων χρημάτων καὶ μικρῶν, ἡ δὲ μεγαλοπρέπεια περὶ μεγάλων καὶ πολλῶν· καθάπερ δηλοῖ καὶ αὐτὸ τὸ ὄνομα τῆς μεγαλοπρεπείας· ἔστι Γὰρ δαπάνη μεγέθει πρέπουσα. τὸ δὲ μέγεθος οὐκ ἔστι τὸ αὐτὸ πᾶσι τῆς δαπάνης· <οὐ> γἀρ τὸ αὐτὸ μέγεθος πᾶσι προσήκει ἀλλὰ ἀνάλογον. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προσήκει τριηράρχῳ καὶ τῷ ἀρχιθεώρῳ· ἀλλ' ἑκατέρῳ τὸ πρέπον τῷ μεγέθει τῆς ἀρχῆς, ὅπερ ἑκάτερος ἀναλώσας ὡς δεῖ καὶ περὶ ἅ δεῖ μεγαλοπρεπὴς λέγται. ὁ γὰρ τὰ πρέοντα μὲν δαπανῶν καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι, μὴ μεγάλα δέ, οὐ λέγεται μεγαλοπρεπὴς ἀλλὰ ἐλευθέριος, οἶός ἐστιν ὁ λέγων
  1. πολλάκι δόσκον ἀλήτῃ,
ἀλλ' ὁ μεγάλα δαπανῶν καὶ πρέποντα καὶ ἑ αυτῷ καὶ τῷ λαμβάνοντι. ὥστε τὸν μὲν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι. τὸν δὲ ἐλευθέριον οὐ πάντως μεγαλοπρεπῆ. ταύτης δὲ τῆς ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται, αἵτινες γίνονται οὐ διὰ τὸ ὑπερβάλλειν τὴν [*](123) μεγαλοπρέπειαν τῷ μεγέθει τῆς δαπάνης τῆς προσηκούσης, ἀλλὰ τῷ δαπανᾶν ἐν οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ. καὶ περὶ μὲν τῶν παρ' ἑκάτερα τῆς μεγαλοπρεπείας κακιῶν ὕστερον ἀκριβέστερον ἐροῦμεν· λέγομεν δὲ περὶ τῆς μεγαλοπρεπείας. ἔστι τοίνυν ὁ μεγαλοπρεπὴς καθάπερ ἐπιστήμων, θεωρῶν πάντα κατὰ λογον καὶ τάττων μετὰ τοῦ πρέποντος κανόνος· δαπανήσει γὰρ τὰ μεγάλα ἐμμελῶς καὶ ὡς προσῆκεν. αἱ γὰρ κατὰ τὴν ἕξιν ἐνέργειαι τῇ ἕξει ἀκολουθοῦσι, καὶ διὰ τοῦτο ἡ ἔξις ταῖς ἐνεργείαις γνωρίεται. καθὼς εἴρηται ἐν ἀρχῇ· ὥστε καὶ αὐτοῦ <τοῦ> μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέπουσαι τῷ μεγαλοπρεπεῖ καὶ τῷ ἔργῳ. οὖ ἕνεκα δαπανῶνται, μεγάλῳ καὶ αὐτῷ ὄντι. καὶ οὕτως ἔσονται αἱ δαπάναι μὲν τῲ ἔργῳ πρέπουσαι, τὸ δὲ ἔργον ταῖς δαπάναις προσῆκον. εἰ δὲ δεῖ τὸ ἕτερον ὑπερβάλλειν. τὸ ἔργον· τοῦτο γὰρ μᾶλλον προσήκει τῷ μεγαλοπρεπεῖ. ταῦτα δὲ ὁ μεγαλοπρεπὴς δαπανήσει, πρῶτον μὲν τοῦ καλοῦ ἔνεκα (ὅπερ κοινότερόν ἐστι πᾶσι τοῖς σπουδαίοις), ἔπειτα ἡδέως καὶ προετικῶς, μηδὲν ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. ὁ δὲ μεγαλοπρεπὴς περὶ μὲν τοῦ ἔργου σκέψεται, ὅπως ἄριστον γένοιτο καὶ πρεπωδέστατον, καὶ τούτου χάριν ὁ πλεῖστος λόγος αὐτῷ. περὶ δὲ τῆς δαπάνης, ὅση προσήκει τῷ ἔγρῳ, καὶ περὶ τοῦ μηδὲν πλέον ἀναλωθῆναι, ἀλλὰ γενέσθαι δι' ὅσων μάλιστα ἐνδέχεται ἐλαχίστων, οῦ τοσοῦτον ποιεῖται λόγον· μικροπρεπὲς γὰρ τὸ τοιοῦτον. ἀνάγκη δέ, καθὼς εἴρηται, τὸν μεγαλοπρεπὴ καὶ ἐλευθέριον εἶναι, εἰ καὶ ὁ ἐλευθέριος οὐκ ἔστι μεγαλοπρεπής· | <δαπανᾷ γὰρ ὁ μεγαλοπρεπὴς> [*](124) [*](7 οὐ γὰρ h: γὰρ B 13 Homer. Od. ρ 420 πολλάκις Β ἁλήτῃ Β ut Arist. codd. H a K b 21 λέγωμεν h 25 γνωρίζεται Β: ὁρίζεται h 26 ἐν ἀρχῇ] p. 26 τοῦ h: om. B 31 κοινότερόν Β: κοινόν h, fortasse recte 39 δαπανᾷ γὰρ ὁ μεγαλοπρεπής h: om. B)
70
ἃ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· τοῦτο δέ ἐστιν ὁ ἐλευθέριος· μεγάλα δὲ καὶ μεγάλων ἕνεκα ὅπερ ἐστὶν ἴδιον τοῦ μεγαλοπρεπους. πολλάκις γὰρ καὶ διὰ τῆς αὐτῆς δαπάνης ὁ μεγαλοπρεπὴς οὐ τὸ αὐτὸ ἔργον ποιεῖ τῷ ἐλευθερίῳ ἀλλὰ μεγαλοπρεπέστερον, οἷον, φέρε εἰπεῖν, θεραπεῦσαι τὸ θεῖον δεῆσαν, ὁ μὲν ἐλευθέριος χρυσοῦν τι σκεῦος ποιήσει καὶ λίθους τιμίους ἐγκολλήσει τῷ σκεύει, ὁ δὲ μεγαλοπρεπὴς ναὸν μέγαν καὶ καλὸν οἰκοδομήσει ἢ ἀνδριάντας ἀναστήσει ἢ γεφύρας οἰκοδομήσει ἢ ἄλλο τι μέγα καὶ θαυμαστὸν διὰ τῆς ἴσης δαπάνης ἐργάσεται· καὶ τὸ μὲν τοῦ μεγαλοπρεπους ἔργον κυρίως ἔργον ἔσται. τὸ δὲ τοῦ ἐλευθερίου κτῆμα μᾶλλον ἢ ἔργον. οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου, ἀλλὰ κτήματος μὲν τὸ πλείστου ἄξιόν εἶναι καὶ τιμιώτατον, οἷος ὁ χρυσὸς καὶ οἱ τίμιοι λίθοι, ἔργου δὲ ἀρετὴ τὸ μέγα εἶναι καὶ καλὸν καὶ θαυμαστόν, ὃ τῷ μεγαλοπρεπεῖ μάλιστα προσήκει· ἔστι γὰρ ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει. ἔργα δὲ μεγαλοπρεπῆ καὶ τίμια, οἷον τὰ περὶ τὸ θεῖον ἀναθήματα, κατασκευαὶ θυσιῶν καὶ ναῶν, φιλοτιμίαι πρὸς τὸ κοινόν, χορηγίαι χορηγίαι ἢ τριηραρχίαι, ἢ καὶ τὸ ἑστιᾶν τὴν πόλιν δεῆσαν· οὐ μόνον δὲ τὰ ἔργα δεῖ εἶναι μεγαλοπρεπῆ καὶ τὰς δαπάνας προσκούσας καὶ μεγαλοπρεπεῖς ἀλλὰ καὶ τῷ ποιοῦντι πρεπούσας μάλιστα μὲν διὰ τὴν οὐσίαν· πένης γὰρ οὐκ ἂν εἴη μεγαλοπρεπής· εἰ δ’ ἐπιχειροίη μεγάλοις ἔργοις, ἠλίθιος ἔσται, παρὰ τὴν ἀξίαν καὶ τὸ δέον ἐπιχειρῶν. ἔπειτα πρέπειν δοκεῖ καὶ τοῖς πολλάκις τοιαῦτα πεποιηκόσιν ἢ ὧν οἱ πρόγονοι μεγαλοπρεπεῖς ἦσαν. τῶν δὲ ἔργων τὰ πλείω μὲν εἰς τὸ κοινὸν καὶ εἰς τὸ θεῖον· ταῦτα γὰρ [*](125) μεγαλοπρεπῆ· τινὰ δὲ καὶ ἴδια, ὅσα εἰσάπαξ γίνονται, οἷον γάμοι καὶ οἰκίαι καὶ ἄλλο τοιοῦτον. τῷ γὰρ μεγαλοπρεπεῖ μάλιστα προσήκει τὸ δαπανᾶν εἰς τὸ κοινόν ἢ εἰς τὸ θεῖον, ἐλάχιστα δὲ εἰς ἑαυτόν. ἔσται δὲ μεγαλοπρεπὲς ἔργον καὶ τὸ πολυχρόνιον· τὰ γὰρ τοιαῦτα ἔργα θαυμαστά εἰσι καὶ καλά. δεῖ δὲ καὶ ἐν τοῖς ἔργοις καὶ ἕτερον τρόπον τὸ πρέπον ζητεῖν καὶ σκοπεῖν τίνα ἔργα τίσιν ἁρμόζει· οὐ γὰρ τὰ αὐτὰ πρέπει τῷ θείῳ καὶ τῷ κοινῷ· οὐδὲ ταὐτὰ προσήκει ἱερῷ καὶ τάφῳ· ὥστε εἶναι τὰ ἔργα τοῦ μεγαλοπρεποῦς μεγάλα καὶ θαυμαστά, πρὸς τὰ ὁμογενῆ συγκρινόμενα· τάφων μὲν οἰκοδομήματα πρὸς τάφους, ναῶν δὲ πρὸς ναοὺς καὶ γεφύρας πρὸς γεφύρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ γὰρ μεγαλοπρεπὴς οὐ μόνον σκοπεῖ τὸ μέγεθος, ὃ προσήκει τῷ γένει τοῦ ἔργου· οὐ γὰρ ταὐτὸν μέγα εἶναι ἁπλῶς διὰ τὴν δαπάνην καὶ μέγα εἶναι πρὸς τὰ ὁμογενῆ συγκρινόμενον, ἀλλὰ διαφέρει· καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰ μέν εἰσι διὰ τὴν δαπάνην· εἰσὶ δὲ μεγαλοπρεπῆ δῶρα τῶν παίδων, καί εἰσι μεγάλα πρὸς τὰ παιδικὰ συγκρινόμενα δῶρα· ἐπεὶ ἐπεὶ διαφέρει τὸ ἐν τῷ γένει μέγεθος τοῦ ἐν ταῖς δαπάναις, ἀνάγκη σκοπεῖν ἀμφότερα τὸν μεγαλοπρεπῆ καὶ ποιεῖν μεγαλοπρεπῶς κατὰ τὴν προσήκουσαν ἑκάστῳ γένει μεγαλοπρέπειαν. οὕτω γὰρ γενόμενον τὸ ἔργον μέγα ἔσται καὶ θαυμαστὸν καὶ καλὸν καὶ οὐδὲ εὐχερῶς ὑπὸ ὁμογενοῦς ὑπερβληθήσεται. τοιοῦτος μὲν οὖν ὁ μεγαλοπρεπής. ὁ δὲ ὑπερβάλλων καὶ βά- [*](126) [*](38 τῶ om. h)
71
vαυσος παρὰ τὸ δέον ἀναλίσκει καὶ ὥσπερ οὐ δεῖ καὶ ἐφ᾿ οἶς ὐ δεῖ· καὶ διὰ τοῦτο ὑπερβάλλειν λέγεται τὸν μεγαλοπρεπὴ. καὶ γὰρ φαύλων ἕνεκα ἔργων, ὦν ἡ δαπάνη δοκεῖν, παρὰ τὸ εἰκὸς καὶ τὸ προςὴκον τῇ μεγαλοπρεπείᾳ, οἷον ἐρανιστὰς ἑστιᾷ πολοτελέστατα, ὥσπερ εἰ γάμους ἐποίει· καὶ τοῖς κωμῳδοῖς χορηγῶν παριοῦσι καὶ χρήματα φιλοτίμως ἀναλίσων ἐν αὐτοῖς ὥσπερ εἰς κοινὸν ὄφελος· ἢ ἐν ταῖς κωμῳδίαις ἀντὶ κωδίων. ἅ παρατετάσματα ὴν ἐπὶ τῆς σκηνῆς. προφυρίδας ἔχει. καθάπερ οἱ Μεγαρεῖς. Καὶ ταῦτα ποιεῖ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλ᾿ ἵνα μόνον ἐπιδείξηται τὸν πλοῦτον. οἴεται γὰρ ἀπὸ τούτου θαυμαστός τις εἶναι δόξαι· καὶ ἐν οἷς μὲν Πολλῆς χρεία δαπάνης. ὀλίγα ἀναλίσκει. ἐν οις δὲ ὀλίγης, πολλά. τοιοῦτος μὲν οὖν ὁ ὑπερβάλλων τὸν μεγαλοπρεπὴ, ὃς καὶ βάναυσος καλεῖται. ὁ δὲ ἐλλείπων, ὃς καὶ μικροπρεπὴς καλεῖται, περὶ πάντα ἐλλειπής ἐστιν. ἀναλίσκων γὰρ οὐδὲ τοῦ καλοῦ ἕνεκα, ἕπειτα σκοπεῖ, πως ἂν ὅσον ἐνδέχεται ἐλάχιστα ἀναλώσαι· καὶ πολλάκις τὰ πλείως τῆς δαπάνης ἀναλώσας, καὶ πρὸς τὴν τελείωσιν ἤδη βλέποντος τοὐ ἔργου, ὑπ᾿ ἀκριβολογίας ἀτέλεστον ἀφίησι διὰ μικρὰν δαπάνην. Καὶ πάντα δέ, ὅσα ποιεῖ, ἀεὶ μέλλων καὶ σκοπων ποιεῖ, καὶ οἰόμενος καὶ πλείω τοῦ δέοντος ἀναλίσκειν, καὶ ὀδυρ ύμενος ὅτι πολλὰ ἀνάλωσεν. αὖται μὲν οῦν αἱ ἕξεις, ἥ τε μικροπρέπεια καὶ βαναυςία, κακίαι εἰσίν, ὀνείδη δὲ οὐκ ἐπιφέρουσι· διότι οὔτε βλαβεραί εἰσι τῶν πέλας, οὔτε λίαν αἰσχραὶ καὶ ἀσχήμονες.

Περὶ μεγαλοψυχίας. Κεφ. δ᾿.

Δέγομεν δὲ ἤδη καὶ περὶ μεγαλοψυχίας. ἔστι τοίνυν ἡ μεγαλοψυχία περὶ μεγάλα, ὡς καὶ τὸ ὄνομα δίδωσιν εἰκάζειν. περὶ ποῖα δὲ μεγάλα, σκοπῶμεν. φανερὸν δὲ ὅτι ταὐτόν ἐστι τὸ περὶ μεγαλοψυχίας καὶ τὸ περὶ μεγαλοψύχου σκοπεῖν· οὐδὲν γὰρ διαφέρει τὴν ἕξιν εἰδέναι ἢ τὸν ἔχοντα Τὴν ἕξιν. ἔστι τοίνυν μεγαλόψυχος περὶ μεγάλα· μεγάλα δὲ τὰ αὐτῷ προςήκοντα, ὅταν μεγάλων ἄξιος ὤν καὶ αὐτὸς κρίνῃ ἑαυτὸν μεγάλων ἄξιον εἶναι. ὁγὰρ μικῶν ἄξιος ὢν καὶ μικρῶν ἑαυτὸν αξιῶν οὐ λέγεται μεγαλόψυχος ἀλλὰ σώφρων· ἡ γὰρ μεγαλοφυχία ἐν μεγέθει ἐστί. τοιοῦτον Γὰρ λόγον ἔχει πρὸς τὸν σώφρονα ὁ μεγαλόψοχος, οἷον ὁ καλὸς πρὸς τὸν ἀστεῖο· ὁ μὲν γὰρ καλὸς μετὰ γεγέθους ἔχει τὸ κάλλος, ὁ δὲ ἀσεῖος μετὰ σμικρότητος, ὃς καὶ σύμμετρος καλεῖται, καλὸς δὲ οὐδαμῶς· ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. τῶν δὲ παρ᾿ ἑκάτερα ὁ μὲν ὑπερβάλλων χαῦνος· χαῦνος γὰρ ἐστιν ὁ μεγάλων ἑαυτὸν ἀξιῶν οὐκ ἄξιος ὤν· ὁ δὲ ἄξιος μὲν ὢν πολλῶν, πλειόνων δὲ ἀξιῶν ἑαυτόν, οὐ πάντῃ χαῦνος. ἐλλείπων δὲ ὁ μικρόψυχος· ἔστι γὰρ μικρόψυχος ὁ πολλῶν μὲν ἄξιος ἐλαττόνων δὲ κρίνων ἑαυτὸν <ἄξιον, ἢ ὁ ὀλίγων ἄξιος, ἔτι δὲ ἐλαττόνων ἀξιῶν ἑαυτόν.>. [*](3 πάνυ om. h 8 ἔχει B: ἔχειν h: ἔχων Mullach 14 οὐδὲ B: οὐὃὲν h 23 λέγωμεν h 25 τὸ prius B: τῷ h 27 μεγάλα B: μεγάλων h 28 κρίνῃ Mullach: κρίνει Bh 38 ἄξιον—ἐαυτόν h: om. B)

72
τούτων δὲ μᾶλλόν ἐστι μικρόψυχος ὁ πολλῶν ἄξιος ὤν, εἶτα τῆς οἰκείας ἄξιος ἦν; εἰσὶ μὲν οὖν οἱ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων ὁ δὲ ἐλλείπων. [*](128) ὁ δὲ μεγαλόψυχος, καθόσον μὲν περὶ μεγάλα ἐστίν, ἄκρος δοκεῖ, καθόσον δὲ ἐπὶ τοῦ δέοντος ἕστηκεν ἀεὶ καὶ οὔτε ὑπὲρ τὸ δέον ζητεῖ οὔτε παρὰ τὸ δέον, δία τοῦτο μέσος ἐστιν.

Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά ἐστιν αὐτοῦ. κεφ. ε΄.

Ἐπεὶ δὲ περὶ τὰ ἔξω ἀγαθὰ ὁ μεγαλόψυχός ἐστιν, ὧν παρὰ τῶν ἄλλων ἀξιοῦται κατὰ τὸ προσῆκον αὐτῷ, εἴη ἂν πάντως ἢ περὶ χρήματα ἢ περὶ ἡδονὴν ἢ περὶ τιμήν· ἐπεὶ δὲ περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν (ἔστι γὰρ μεγαλόψυχος ὁ τῶν μεγίστων ἑαυτὸν ἀξιῶν ὤν), εἴη ἂν περὶ τὴν τιμήν, ἥτις δοκεῖ μέγιστον εἶναι τῶν ἀνθρωπίνων καὶ τῶν ἔξωθεν ἀγαθῶν· καὶ διὰ τοῦτο τῷ θείῳ ταύτην μάλιστα ἀπονέμομεν. ὥστε περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν, ὡς δεῖ καὶ χωρὶς δὲ τούτων ἀπὸ ἰῆς ἐπαγωγῆς φανερόν ἐστι. ὁρῶμεν γὰρ πάντας τοὺς μεγαλοψύχους τιμῆς μάλιστα ἐφιεμένους τῆς ἀξίας ἑαυτῶν· ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτόν (ἐλάττω γὰρ τῆς ἀξίας φρονεῖ ἑαυτοῦ)· ἐλλείπει καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει (μείζω γὰρ φρονεῖ τῆς τῆς ἑαυτοῦ), τὸν δὲ μεγαλόψυχον οὐχ ὑπερβάλλει τῷ φρονήματι. ὁ γὰρ μεγαλόψυχος τῶν μεγίστων ἑαυτὸν ἀξιοῖ, τῶν μεγίστων ἄξιος ὤν· ὥστε ἀνάγκη τὸν μεγαλόψυχον ἄριστον εἶναι καὶ σφό|δρα ἀγαθὸν ἰοὺς τρόπους, [*](129) καὶ ἀνδρεῖον καὶ δίκαιον καὶ τὴν ἄλλην ἀρετὴν ἄκρον. ὁ γὰρ μικρὰ ἡγούμενος πάντα καὶ οὐδαμῶς ἄξια ἑαυτοῦ καὶ οὐ ψευδόμενος, ἀλλὰ ἀληθεύων ἐν τῇ τοιαύτῃ ψήφῳ, τίνος ἕνεκα αἰσχρόν τι ποιήσει καὶ ἄτιμον; ἢ πῶς δυνατόν; ἐναντίον γάρ ἐστι τῷ λόγῳ τοῦ μεγαλοψύχου τὸ τοιοῦτον. πῶς γὰρ ἄν εἴη τιμῆς ἄξιος ὁ φαῦλος; εἰ δὲ τιμῆς ἑαυτὸν ἀξιοῖ φαῦλος ὢν καὶ ἰοῖς αἰσχροῖς ἁλισκόμενος, γελοῖος ἂν δόξειεν εἶναι· ἡ γὰρ τιμὴ τῆς ἀρετῆς ἐστιν ἆθλον καὶ τοῖς ἀγαθοῖς ἀπονέμεται μόνοις δικαίως. ὥστε ὁ μεγαλόψυχος πάσας συλλαβὼν ἔχει τὰς ἀρετὰς καὶ ἔστιν ἡ μεγαλοψυχία οἷον κόσμος τις τῶν ἀρετῶν. καὶ οὐ γίνεται μὲν ἄνευ ἐκείνων, μείζους δὲ καὶ καλλίους αὐτὰς ποιεῖ· κρίνει γὰρ αὐτὰς ἀξίας εἶναι ὧν εἰσιν ἄξιαι. διὰ τοῦτο σφόδρα χαλεπὸν μεγαλόψυχόν τινα γενέσθαι· οὐ γὰρ δυνατὸν μεγαλόψυχον εἶναι ἄνευ πασῶν τῶν ἀρετῶν· τὸ δὲ πάσας κτήσασθαι καὶ ταύτας εἰς ἄκρον σφόδρα χαλεπὸν. ἔστι μὲν οὖν ὁ μεγαλόψυχος περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται. καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ μεγάλων ἥδεται, ὡς τῶν οἰκείων τυγχάνων καὶ ὧν ἄξιος ἢ καὶ ἐλαττόνων τῆς ἀξίας· τῆς γὰρ τελείας ἀρετῆς οὐκ ἄν ποτε γένοιτο παρὰ τῶν ἀνθρώπων ἀξία τιμή. οὐ μὴν ἀλλ’ εἰ καὶ ἥδεται, διὰ τοῦτο ἥδεται, [*](19 ἐλλείπει insiticium videtur 24 γὰρ Β: δὲ h)

73
δὲ παρὰ τῶι τυχόντων τιμῆς καθάπαξ ὀλιγωρήσει· καὶ μάλιστα ὅταν ἐπὶ μικροῖς αὐτὸν τιμῶσιν, οἷον, εἴ τις ἐτίμα τὸν Ἀχιλλέα ὅτι καλῶς ῄδει καθαρίζειν· ὁμοίως δὲ καὶ περὶ τὰς ἀτιμίας κατὰ τὸ προσῆκον αὐτῷ. ἔστι τοίνυν ὁ μεγαλό|ψυχος μάλιστα μὲν περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται, [*](130) ἔστι δὲ ἑπομένως καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πάσαν εὐτυχίαν καὶ ἀτυχίαν· καὶ περὶ ταύτας γὰρ μετρίως ἕξει καἰ ὡς προσῆκε· καὶ οὐδὲν αἰσχρὸν πείσεται πρὸς τὴν ἐν τούτοις μεταβολήν· καὶ οὔτε εὐτυχῶν περιχαρὴς ἔσται οὔτε ἀτυχῶν περίλυπος· οὐ γὰρ μέγιστον ἡγήσεται τὴν τιμὴν καὶ οὕτω περὶ αὐτὴν ἕξει ὡς μέγιστον ὄν. οὕτω δὲ ἔχων περὶ τὴν τιμὴν πολλῷ μᾶλλον περὶ τὸν πλοῦτον ὀλιγώρως ἕξει καὶ τὰς δυναστείας· αἱρετώτερον γὰρ ἡ τιμὴ δυναστείας καὶ πλούτου· διὰ γὰρ <τὴν> τιμὴν ἀγαπητά εἰσιν ὁ πλοῦτος καἰ ἡ δυναστεία· καὶ γὰρ οἱ ἔχοντες αὐτὰ τιμᾶσθαι δι’ αὐτῶν βούλονται. ὁ δὲ ἰὴν τιμὴν μικρὸν ἡγούμενος πολλῷ μᾶλλον τὰ ἄλλα. διὰ τοῦτο καὶ οἱ μεγαλόψυχοι ὑπερόπται δοκοῦσιν εἶναι, ὅτι οὐδὲν ἰῶν ἀνθρωπίνων σφόδρα τιμῶσιν. ἐπεὶ δὲ καὶ τὰ εὐτυχήματα τιμῆς ἄξια δοκοῦσιν εἶναι, καὶ ταῦτα συντελοῖεν ἂν πρὸς τὴν μεγαλοψυχίαν. τὸ γὰρ ὑπερέχον ἐν ἀγαθοῖς ἐντιμότερον· ὑπερέχει δὲ ἐν ἀγαθοῖς ὁ εὐτυχής· διὸ καὶ τὰ τοιαῦτα τὴν μεγαλοψυχίαν συνίστησιν. ὁ γὰρ εὐτυχὴς ἄξιον ἑαυτὸν μεγάλης τιμῆς ἡγεῖται διὰ τὴν ἀγαθὴν τύχην· τιμᾶται γὰρ παρ’ ἐνίων· κατ’ ἀλήθειαν δὲ μόνος ὁ ἀγαθὸς τοὺς τρόπους ἄξιός ἐστι τιμῆς. ᾧ δὲ ἄμφω πρόσεστι καὶ ἡ ἀρειὴ καὶ τὰ ἔξωθεν ἀγαθά, μᾶλλον ἀξιοῦται τιμῆς τοῦ τὴν ἀρετὴν μόνον ἔχοντος· ὃς δὲ μόνον εὐτυχής ἐστι καὶ τοῖς ἔξωθεν ἀγαθοῖς εὐθηνεῖ, πρὸς δὲ <τὴν> ἀρετὴν κοινὸν ἔχει, ὁ τοιοῦτος οὔτε δικαίως τιμᾶται οὔτε αὐτὸς δικαίως εαυτὸν μεγάλης ἀξιοῖ τῆς] τιμῆς οὔτε κατὰ τὸν ὀρθὸν λόγον μεγαλόψυχος [*](131) λέγεται. ἄνευ γὰρ ἀρετῆς τελείας ἀδύνατόν τινα μεγαλόψυχον εἶναι, καθὼς εἴρηται. διὰ τοῦτο οἱ ἐν εὐτυχίᾳ ὄντες ὡς ἐπὶ τὸ πλεῖστον ὑπερόπται καὶ ὑβρισταὶ γίνονται· χωρὶς γὰρ ἀρετὴς οὐ ῥᾴδιον φέρειν τὰ εὐτυχήματα ἐμμελῶς καὶ μετρίως, οὐ δυνάμενοι δὲ φέρειν τὴν εὐτυχίαν καλῶς, οἴονται μὲν τῶν ἄλλων ὑπερέχειν, καὶ πάντων καταφρονοῦσιν· αὐτοὶ δὲ ἀσυλλογίστως πάντα ποιοῦσιν, ὡς ἔτυχε. βούλονται γὰρ μιμεῖσθαι τὸν μεγαλόψυχον, καίτοι παντελῶς ἀνόμοιοι ὄντες· ὁ γὰρ μεγαλόψυχος καταφρονεῖ μέν, ἀλλὰ δικαίως (τὰ ἀληθῆ γὰρ περὶ ἑαυτοῦ οἴεται), καὶ μεγάλοις ἐπιχειρεῖ καὶ μεγάλων κινδύνων κατατολμᾷ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα καὶ πρὸς μεγάλα τινὰ ἀφορῶν· οἱ δὲ τὰ ἔξω μόνον ἀγαθοὶ τὴν μὲν ἀρετὴν οὐ τιμῶσιν οὔτε βούλονται κατορθοῦν, τῶν δὲ ἄλλων καταφρονοῦδι καὶ τὰς ἄλλας δὲ] πράξεις αὑτῶν βούλονται ἀφομοιοῦν πρὸς τὰς τοῦ μεγαλοψύχου πράξεις, ὅση δύναμις· οὐκ ἀφομοιοῦσι δέ, διὰ τὸ μὴ ἔχειν τὴν ἀρετήν. ἔστι ὁ μεγαλόψυχος οὐ πυκνοκίνδυνος μέν· οὐ γὰρ συνεχῶς [*](3 αὐτὸν h: αὐτοὺς Β 12 τὴν h: om. 15 24 τὴν h: om. B 26 τῆς τιμῆς Β: τιμῆς h 38 τὰς ἄλλας δὲ Β: τὰς ἄλλας h 40 πυκνοκίνδυνος Bh, ut Arist. codd, H a L b M b O b: μικροκίνδυνος Arist. vulg.)
74
εἰς κινδύνους ἑαυτὸν ἐμβάλλει διὰ τὸ μὴ τιμᾶν τὰ τυχόντα καὶ μικρῶν τινων καὶ ὀλίγων προκινδυνεύειν), μεγαλοκίνδυνος δέ· ὅταν γὰρ μεγάλων τινῶν ἀγαθῶν προκινδυνεύῃ, οὐδὲ τῆς οἰκείας φείδεται ζωῆς. καὶ εὐεργετῶν μὲν χαίρει, εὐεργετούμενος δὲ αἰσχύνεται. τὸ μὲν γὰρ εὐεργετεῖν ὑπερέχοντος, τὸ δὲ εὐεργετεῖσθαι ὑπερεχομένου· ὁ δὲ μεγάλα περὶ ἑαυτοῦ φρονῶν ἄχθεται τῇ ἐλάττονι ἐλάττονι μοίρα εἰ δὲ εὐεργετηθεὶς ἀντευεργετεῖν ἐθελήσει, πλείονα δίδωσιν, ἵνα ὀφειλέτην ἑαυτῷ ποιήσῃ τὸν ὑπάρξαντα [*](132) τῆς εὐεργεσίας. δοκεῖ δὲ ὁ μεγαλόψυχος τῶν μὲν εὗ παρ’ αὐτοῦ παθόντων ἐθέλειν ἀεὶ μεμνὴσθαι, παρ᾿ ὧν δὲ αὐτὸς εὗ πέπονθεν ἐπιλελῆσθαι· οὐκ ἀγνωμοσύνῃ τινί (πῶς γάρ, ὃς μείζω δίδωσιν ἢ λαμβάνει;), ὅτι οἰκειότερον αὐτῷ καὶ μᾶλλον προσῆκον τὸ εὖ ποιεῖν ἢ τὸ εὗ πάσχειν· καὶ διὰ τοῦτο τὸ μὲν εὐεργετεῖν, ὅτι ἄριστον καὶ τοιῷδε πρέπον λόγου καὶ μνήμης ἀξιοῦται, τὸ δὲ εὖ πάσχειν οὐδαμῶς· βούλεται γάρ ἀεὶ ὑπερέχειν καὶ ἄλλου δὲ διηγουμένου τὸ μὲν ἡδέως ἀκούει, τὸ δὲ ἀηδῶς· διὰ τοῦτο καὶ ἡ Θέτις παρ’ Ὁμήρῳ οὐ λέγει τὰς εὐεργεσίας τῷ Διὶ οὐδὲ μέμνηται πρὸς αὐτὸν ὧν εὗ ἐποίησεν αὐτόν, ἀλλ’ ὧν εὖ πέπονθε παρ’ αὐτοῦ· ὁμοίως δὲ καὶ οἱ Λάκωνες βουλόμενοι χαρίζεσθαι τοῖς Ἀθηναίοις τὰς εἰς αὐτοὺς τῶν Ἀθηναίων εὐεργεσίας εἰς μέσον ἄγουσι. καὶ τοῦτο δὲ ἴδιον μεγαλοψύχου, τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, αὐτὸν δὲ τοῖς ἄλλοις ἃ βούλονται ὑπηρετεῖν πρόθυμον εἶναι. καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι μέγαν εἶναι, διὰ τὸ μηδὲν ἡγεῖσθαι σεμνὸν τῶν τοιούτων ἀγαθῶν, ἐξ ὦν ἀξιοῦσιν οἱ ἐν ἐξουσίαις φοβεροί τινες εἶναι· πρὸς δὲ τοὺς μέσους μέτριον διὰ τὸ σωφρονεστέρους καὶ ἐπιεικεστέρους τοὺς τοιούτους εἶναι. ἄλλως τε τὸ μὲν τῶν ἐν ἀξιώματι ὑπερέχειν καὶ ἐργῶδές ἐστι καὶ σεμνόν, καὶ διὰ τοῦτο τῷ μεγαλοψύχῳ προσήκει· τὸ δὲ τῶν μέσων, καὶ ῥᾴδιον καὶ οὐδὲν μέγα· καὶ ἐν ἐκεινοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν· ὥσπερ εἴ τις ἐπεδείκνυτο τὴν τοὺ σώματος ῥώμην ἐν τοῖς ἀσθενέσι καὶ ὑπὸ νόσου ἢ γήρως | διεφθαρμένοις. [*](133) ἔτι δὲ ὁ μεγαλόψυχος οὐδὲ περιελεύσεται ζητῶν οὗ τιμηθήσεται (μικρὸν γὰρ καὶ τοῦτο), οὐδὲ ἐθελήσει ποτὲ παραγενέσθαι ὅπου ἄλλοι, ἵνα μὴ τύχ’ ᾖ τῶν δευτερείων, τῶν πρωτείων ἄξιος ὤν. ἔστι δὲ οὐδὲ ἕτοιμος εἰ τἄ πράξεις, ἀλλὰ ἀργός τις καὶ μέλληι ζητεῖ γὰρ ἀεὶ πράττειν μεγάλα καὶ μεγάλων ἕνεκα καὶ ὅθεν μεγάλη γίνεται τιμή· ταῦτα δὲ σπανίως συμπίπτει· καὶ διὰ τοῦτο ὀλίγα μὲν πράττει, μεγάλα δὲ καὶ ὀνομαστά. οὓς δὲ ἢ φίλους ἡγεῖται ἢ ἐχθρούς, φανερῶς καὶ μισεῖ καὶ φιλεῖ· γινώσκει γὰρ ἀσφαλῶς, ὅτι κατὰ τὸ δέον ἀμφότερα ποιεῖ, καὶ οὐ δέδοικε τὴν παρὰ τῶν πολλῶν ἀδοξίαν· μᾶλλον γὰρ φροντίζει τῆς ἀληθείας καὶ τοῦ δέοντος ἢ τῆς δόξης. καὶ διὰ τοῦτο φανερόμισός ἐστι καὶ φανερόφιλος· καὶ πάντα δέ, ἃ λέγει καὶ πράττει, φανερῶς καὶ λέγει καὶ πράττει, διά τὸ καταφρονεῖν ὡς εἴρηται τῆς παρὰ τῶν πολλῶν. δόξης. διὰ τοῦτο καὶ παρρησιαστικός ἐστι καὶ ἀεὶ ἀληθεύει, εἰ μή που εἰρωνεύοιτο [*](1 ἐμβάλλει Β: ἐκβάλλει h 7 ἐθελήσει h: ἐθελήσοι B 15 Hom. II Α 503 24 τὸ μὲν τῶν Β: τῶν μὲν τῶν h)
75
πρὸς τοὺς πολλοὺς καὶ τὰ μικρὰ λέγοι περὶ ἑαυτοῦ διὰ τὸ μὴ βούλεσθαι παρὰ φαύλων ἀνθρώπων τιμᾶσθαι. συζῇ δὲ καὶ συνδιάγει οὐ οὑ τῷ τυχόντι ἀλλὰ τῷ φίλῳ· τὸ γὰρ τῷ μὴ φίλῳ συνεῖναι καὶ τραπέζης καὶ στέγης κοινωνεῖν οὐ μεγαλόφυχον ἀλλὰ δουλικὸν καὶ κολακικὸν καὶ ταπεινόν· ταπεινοὶ γάρ οἱ κόλακες καὶ τὸ ἀνάπαλιν οἱ ταπεινοὶ πάντες κόλακές εἰσιν. ἔτι δὲ οὐδὲ θαυμαστικός τις ὁ μεγαλόφυχός ἐστι, τὰ τυχόντα ὑπερθαυμάζων· οὐδὲν γὰρ αὐτὸς νομίζει μέγα. ἀλλ’ οὐδὲ μνησίκακος· μικρὰν γὰρ καὶ τὴν παρά τῶν ἐχθρῶν βλάβην ἡγεῖται. καὶ μηδὲν αὐτῷ δυναμένην λυμήνασθαι διὰ τὸ μέγεθος τῆς ἀρετῆς, ἄλ|λως τε καὶ τὸ ἀπομνημονεύειν [*](134) καὶ τῶν παρεληλυθότων ποιεῖσθαι λόγον, καὶ ταῦτα καὶ κακῶν, Μικροφύχου τινός ἐστι· τὸ δὲ παρορᾶν μεγαλοφύχου. ὃς γὰρ ὧν εὖ πέπονθεν οὐδαμῶς ἀξιοῖ μεμνῆσθαι, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται, διὰ τὸ μὴ μέγα εἰναι και ἄξιον αὐτοῦ τὸ εὖ πάσχειν, πολλῷ μᾶλλον ὧν κακῶς πέπονθε παρά τινων οὐ μνησθήσεται. ἔτι δὲ οὐδὲ πράξεις τινὰς ἢ ἄλλων ἀνθρώπων ἀνέχεται καταλέγειν ἡ ἑαυτοῦ· οὔτε γὰρ τῶν ἐπαίνων αὐτῷ μέλει τῶν ἑαυτοῦ ουτε τῶν ἄλλων. οὐδὲ πάλιν σπουδὴν ἔχει, ἵνα οἱ ἄλλοι φέγωνται. οὐ τοίνυν οὔτε ἐπαινετικός ἐστιν οὔτε κακολόγος· οὐδὲ τοὺς ἐχθροὺς διασύρει, εἰ μη που παρόντας· τὸ γὰρ ἀπόντας λοιδορεῖσθαι οὐ μεγαλοφύχου. περὶ δὲ ἀναγκαίων ἢ μικρῶν οὐ σφόδρα ἱκετεύει ἢ ὀλοφύρεται, ἐάν τινος δεηθῇ· ὁ γὰρ μηδὲν μέγα ἡγούμενος, μηδὲ σπουδάζων περὶ οὐδὲν τῶν ἀνθρωπίνων, πῶς δύναται οὕτως ἀγεννῶς ἔχειν; ἀεὶ δὲ τὸ καλὸν τοῦ κέρδους προτιμῶν βελτίω νομίζει τὰ καλὰ καὶ ἄκαρπά τῶν καρπίμων καὶ ωφελιμων, ἄν μὴ καλὰ ὦσιν. ὁμοίως ἐπί τε κτημάτων καὶ δένδρων καὶ οἰκε- τῶν· οὐ γὰρ χρηματικστὰς ἀλλὰ τοὺς καλοὺς καὶ ἀγαθοὺς κτήσεται τῶν οἰκετῶν. καὶ κίνησις δὲ τοῦ μεγαλοφύχου βραδεῖᾳ δοκεῖ εἶναι καὶ ἡ φωνὴ βαρεῖα καὶ λέξις στάσιμος· οὐ γὰρ δυνατὸν σπεύδειν τὸν περὶ ὀλίγων φροντίζοντα (ὀλέγα γὰρ αὐτῷ ἃ θαυμάζουσιν οἱ πολλοί), οὐδὲ σύντονον τὸν οὐδὲν μέγα οἰόμενον· σπεύδουσι γὰρ καὶ ὀξυφωνοῦσιν οἱ περί τι σφοδρα ἐπτοημένοι καὶ πολλὴν αὐτοῦ ποιούμενοι φροντίδα. ὁ μὲν οὐν μεγαλόφυχος λόφυχος τοιοῦτος. | ὁ δὲ ἐλλείπων μικρόψυχος, ὁ δὲ ὑπερβάλλων [*](135) χαῦνος· οὐκ εἰσὶ δὲ οὐδὲ οὗτοι κακοί· οὐ γὰρ κακοποιοί εἰσιν ἀλλὰ μόνον ἡμαρτημένοι, καθόσον τοῦ δέοντος ἐκπίπτουσι καὶ τοὺ μέσου. ὁ μὲν γὰρ μικρόφυχος ἄξιος ἄξιος ὢν ἀγαθῶν, ἀγνοεῖ ἑαυτὸν καὶ ἀποστερεῖ ἑαυτὸν ὧν ἐστιν ἄξιος. καὶ τοῦτο τὸ μέρος κακός ἐστιν ἑαυτῷ, μὴ εὑ ποιῶν ἑαυτὸν διὰ τὸ ἀγνοεῖν τὰ αὑτῷ προσήκοντα· εἰ γὰρ ᾔδει, ὠρέγετο ἄν, ἀγαθῶν ὄντων· ὁ τοιοῦτος δὲ ἠλίθιος μὲν οὐκ ἂν λέγοιτο ἀλλὰ μᾶλλον νωθρός. οὐ μόνον δὲ τοῦτο τὸ μέρος ὁ μικρόφυχος ἑαυτὸν βλάπτει ἀλλὰ καὶ ἕτερον τρόπον· καὶ γὰρ διὰ τὸ ἀγνοεῖν ἑαυτὸν καὶ χείρων γίνεται τοὺς τρόπους· τῶν γὰρ ἀγαθῶν καὶ γενναίων πράξεων καὶ τῶν κλῶν ἐπιτηόευμάτων μάτων ἀφίσταται, ὡς ἀνάξιος ὢν αὐτῶν· ὁμοίως δὲ καὶ ἴων ἐκτὸς ἀγαθῶν ἀπέχεται, νομίζων ὑπὲρ τὶν ἀξίαν αὐτοῦ ταῦτα εἶναι. ὁ δὲ χαῦνος. καὶ ἠλίθιος καὶ ἑαυτὸν αγνοῶν τοῖς ὑπὲρ τὴν ασιαν ἐπιχείρει· [*](4 καὶ ταπεινόν om. h)
76
ἀρετῇ μὲν οὐκ ἔχων κοσμεῖσθαι, κοσμούμενος δὲ ἐσθῆτι καὶ σχήματι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· καὶ σεμνός τις εἷναι διὰ τούτων νομίζων, εὐτυχής τις ἐθέλει δοκεῖν· καὶ πειρᾶται φανερὰ ποιεῖν ἀεὶ τὰ εὐτυχήματα ἑαυτοῦ καὶ περὶ αὐτῶν ἀεὶ λέγει, ὡς διὰ τούτων τιμηθησόμενος, ἀμφοτέρων τερῶν δὲ ἀντικειμένων τῇ μεγαλοφυχίᾳ, τῆς τε μικροψυχίας καὶ τῆς χαυνότητος, ἡ μικροφυχία μᾶλλον ἀντίκειται, ὅτι μᾶλλον γίνεται, καὶ χεῖρόν τι κακόν· τοὺ γὰρ ἔχοντος τὸ ἦθος χεῖρον ποιεῖ καὶ τὴν ἀρετὴν ἐλαττοῖ, [*](136) τοῖ, καθὼς εἴρηται· ἡ δὲ χαυνότης φαῦλον μέν ἐστι δι᾿ ἑαυτήν, τὸν δὲ ἔχοντα οὐ ποιεῖ κατὰ τὰ ἄλλα φαυλότερον· οὐδὲν γὰρ ἀγαθόν, ὧν ἔχει, ὁ ἀπόλλυσι ἀπόλλυσι διὰ τὴν χαυνότητα, ἀλλὰ μᾶλλον ἐνίοτε διὰ τοῦτο καὶ καλοῖς καὶ ἀγαθοῖς ἔργοις ἐπιχειρεῖ, ἄξιον ἑαυτὸν ἡγούμενος τῶν τοιούτων. ἔτι δὲ ἥ μὲν χαυνότης οὐκ ἀεὶ αὔξει· ἀπὸ γὰρ τῆς πείρας ὁ χαῦνος ἐπιγνώμων ἑαυτοῦ γίνεται· ἣν γὰρ ζητεῖ τιμὴν οὐ λαμβάνων ὡς ἐπὶ τὸ πλεῖστον, ἀναγκάζεται σωφρονεῖν. καὶ διά τοῦτο ἡ χαυνότης εὐαπάλλακτόν ἐστι, καὶ οὐ δύναται παραμένειν· ἡ δὲ μικροφυχία ἀεὶ προχωρεῖ. τοῦ γὰρ ἤθους, ὥσπερ εἴρηται, χεῖρον διατεθέντος, καὶ τὸ φρόνημα ἐλαττοῦται· τοῦ φρονήματος δὲ ἐλαττωθέντος, καὶ ὁ τρόπος γίνεται χείρων καὶ τὸ φρόνημα διὰ τοῦτον· καὶ οὕτως ἡ μικροψυχία ἀεὶ προχωρεῖ. καὶ ἀπὸ τῆς πείρας δὲ ὁ μικρόφυχος οὐ γίνεται βελτίων· οἷς γὰρ ἔργοις ἐπιχειρεῖ, ῥαδίως ταῦτα περαίνων (μικρὰ γὰρ καὶ τῆς δυνάμεως ἐλάττω) τὴν ἰδίαν ὥσπερ ἀγνοεῖ. καὶ τιμὴν δὲ ζητῶν ἐλάττω τῆς ἀξίας οὐδένα λυπεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐξελεγχόμενος θεραπεύεται, καθάπερ ὁ χαῦνος. διὰ ταῦτα τοίνυν ἡ μικροψυχία χεῖρόν ἐστι κακὸν τῆς χαυνότητος καὶ δυσαπαλλα- κτότερον· ὅθεν μᾶλλον ἀντίκειται τῇ μεγαλοψυχίᾳ.

Περὶ τῆς ἐν φιλοτιμίᾳ μεσότητος. μεσότητος. κερ. ς'.

H μὲν οὗν μεγαλοφυχία περὶ τιμὴν μεγάλην ἐστί, καθὼς εἴρηται. ἔστι δὲ καὶ ἄλλη τις ἀρετὴ περὶ ἰὴν τιμήν. ἥτις λόγον ἔχει πρὸς τὴν μεγαλοφυχίαν, ὃν ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν· ὡς [*](137) γὰρ ἡ μεγαλοπρέπεια διαφέρει τῆς ἐλευθεριότητος ἰῷ μεγάλῳ, περὶ τὰ χρήματα καὶ αὐτῆς οὔσης, οὕτως ἡ μεγαλοφυχία τῆς τοιαύτης ἀρετῆς διαφέρει, τῷ περὶ μεγάλας εἶναι τιμάς, αὐτῆς περὶ τὰς μικρὰς οὔσης. ὥσπερ γὰρ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, οὕτω καὶ ἐν τῇ τιμῆς τῆς τιμῆς ἔνι λαβεῖν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. ἔστι γᾶρ δυνατὸν ἐφίεσθαι τιμῆς πλέον ἢ δεῖ καὶ ἔλαττον τοῦ δέοντος καὶ πάλιν κατὰ τὸ δέον καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· φέγομεν γὰρ καὶ ἐπαινοῦμεν πολλοὺς ἐπὶ τιμῆς ὀρέξει, ὅθεν δῆλον, ὅτι οἱ μὲν ὡς δεῖ ταύτης ἐφίενται, οἱ δὲ οὐχ ὡς δεῖ· τούτων δὲ οἱ μὲν ὑπερβαίνουσι τὸ δέον, οἱ δὲ ἐλλείπουσι. καὶ γὰρ ψέγομεν τὸν φιλότιμον ὡς πλέον ἢ δεῖ τιμῆς ἐφιέμενον· ψέγομεν δὲ καὶ τὸν ἀφιλότιμον ὡς μηδὲ ἐπὶ τοῖς καλοῖς ἐθέλοντα τιμᾶσθαι. ἐνίοτε δὲ καὶ τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀνἐπὶ [*](36 τιμῆς Β: ἐπὶ τῆς τ. h: ἐπὶ τῆ τῆς τ. Mullach)

77
δρώδη καὶ φιλόκαλον, τὸν δὲ ἀφιλότιμον ὠς νέτριον καὶ σώφρονα, ὡς καὶ ἐν τοῖς πρώτοις εἴπομεν· γίνεται γὰρ τοῦ το διὰ τὸ ἐοικέναι ἰὰ ἄκρα τῇ μεσότητι καὶ διὰ τὸ τὴν μεσότητα ἀνώνυμον εἶναι καὶ διὰ τοῦτο ὀνομάζεσθαι ἀπὸ τῶν ἄ.ρων. καὶ οὐδὲν κωλύει τὴν μεσότητα φιλοτιμίαν ὀνομάζεσθαι ἢ ἀφιλοτιμίαν. ὁ γὰρ φιλότιμος καὶ ὁ φιλοχρήματος πολλαχῶς δύναται λέγεσθαι, ἐπεὶ καὶ τὸ φιλεῖν κατὰ πολλοὺς τρόπους δύναται εἶναι· ἔστι γὰρ καὶ ὑπὲρ τὸ δέον φιλεῖν τι καὶ παρὰ τὸ δέον καὶ ὡς δεῖ· ὥστε καὶ τὸ ὄνομα οὕτως ἄν ἔχοι, καὶ λέγοιτο ἄν φιλοτοιοῦτος εἰκότως καὶ ὁ ὡς δεῖ καὶ ὁ μὴ ὡς ὡς φιλῶν· ὥστε ὅταν τινὰ [*](138) φιλότιμον ὀνομάζοντες ἐπαινῶμεν, νομίζομεν ὑπερβάλλειν μὲν ἐν ἰῇ τῆς τιμῆς ὀρέξει, ἀλλ’ οὐ τὸ δέον ἀλλὰ τοὺς πολλούς· ὅταν δὲ φέγωμεν τὸν φιλότιμον, τὸν ὑπερβάλλοντα τὸ δέον φιλότιμον ὀνομάζομεν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀφιλοτίμου ἔχει. ἔστι τοίνυν μεσότης ἐν τῆ τῆς μετρίας τιμῆς ὀρέξει, εἰ καὶ ἀνώνυμός ἐστιν· ἐν οἶς γάρ ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἀνάγκη καὶ τὸ μέσον εἶναι· ὥστε ἐπεὶ ὀρέγονται τιμῆς καὶ πλέον τοῦ δέοντος καὶ ἔλαττον. ἀνάγκη καὶ τὴν μέσην ὄρεξιν εἶναι τὴν ·κατὰ τὸ δέον γινομένην, ἥτις ἐπαινεῖται. καὶ ἔστιν ἀρετὴ ἀνώνυμος· φαίνεται δὲ πρὸς μὲν ἰὴν φιλοτιμίαν τὴν ἀκρότητα συγκρινομένη ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία· πρὸς ἀμφοτέρας δὲ τὴν φιλοτιμίαν καὶ τὴν ἀφιλοτιμίαν συγκρινομένη ἀμφότερα δοκεῖ, καθόσον ἀμφοτέρων μετέχει· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γίνεται. ἀεὶ γὰρ ἡ μεσότης τῶν ἄκρων μετέχουσα τοῖς ὀνόμασιν αὐτῶν ὀνομάζεται· καθόσον γὰρ φεύγει τὸ ἕτερον. πρὸς τὸ ἕτερον ἀποκλίνειν δοκεῖ· ἐπὶ ταύτης δὲ μᾶλλον διότι διότι ἀνώνυμός ἐστι. διὰ τοῦτο δὲ οὐδὲ ἀντικεῖσθαι δοκοῦσι τὰ ἄκοα μέσω τινί, ἀλλὰ μᾶλλον ἀλλήλοις· ἡ γὰρ ἀφιλοτιμία τῇ φιλοτιμία φαίνεται ἀντικεῖσθαι.

Περι πραότητος. κεφ. ζ .

Η δὲ π.ραότης περὶ τὰς ὀργάς ἐστι μεσότης, ἧς ἡ μὲν ὑπερβάλλουσα ἕξις ὀργιλότης καλεῖται ἡ δὲ ἐλλείπουσα ἀνώνυμος. τὸ μὲν οὗν πάθος, περὶ ὃ ἡ πραότης, ὀργή ἐστι·· τὰ δὲ κινοῦντα τὴν ὀργὴν πολλὰ καὶ [*](139) διαφέροντα. ὄντα. ὁ μὲν οὖν ὡς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ ὀργιζόμενος ἐπαινεῖται· ὃς δὴ ὁ πρᾷός ἐστι. δοκεῖ γὰρ πρᾷος εἶναι ὁ ἀτάραχος καὶ μὴ ἀγόμενος ὑπὸ τοὐ πάθους ἀλλ’ αὐτὸς ἄγων τὸ π·άθος, καθὼς ὁ ὀρθὸς προστάττει λόγος· δοκεῖ δὲ μᾶλλον πρὸς τὴν ἔλλειψιν ἀποκλίνειν, καθόσον οὐ ἐστιν ἁ ἀλλὰ μᾶλλον σὺ συγγνωμονικός. ἡ δὲ ἔλλειψις κακίζεται, εἴτε ἀοργησία καλεῖται εἴτε ὁτιδήποτε· τὸ γὰρ ἐν οἷς δέον μὴ ὀργίζεσθαι καὶ περιορᾶν προηλακιζόμενον καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους ἠλίθιον καὶ ἀνδραποδῶνδες. ἡ δὲ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται· καὶ γὰρ ὅτε παρὰ τὸ δέον καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος καὶ τοῦ προσώπου καὶ τῶν ἄλλων περιστάσεων ὀργίζεταί τις, ὑπερἔχοι [*](8 B: ἔχειν h 11 ψέγωμεν B: ψέγομεν h 22 γὰρ B: καὶ h)

78
βάλλει. <οῦ μὴν ἀεὶ ό ὑπερβάλλων καὶ πάντῃ ὑπερβάλλει>· σχεδὸν δὲ καὶ ἀδύνταον τοῦτο· τὸ γὰρ κακόν, εἰ κατὰ μηδένα τροπον ἀραθὸν εἴη, οὐ δύναται συστῆναι ἀλλὰ καὶ ἑαυτὸ ἀπόλλυσι· κὂν ὁλόκληρον ᾖ, ἀρόρητον γίνεται. οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν ὀργίζονται καὶ οῖς οὐ δεῖ, παύνται δὲ ταχέως· ὂ καὶ βέλτιστον ἔχουσι· τοῦτο δὲ πάσχουσιν. ὅτι οὐ κατέχουσι τῆν ὀργὴν οὐδὲ κρύπτουσιν ἀλλὰ ἐξάγονται καὶ ἀμύνονται εὐθὺς δι᾿ ὦν ἔξεστιν· ἀμυνάμενοι δὲ ταχέως διὰ τὴν ὀξύτητα παύονται εὐθὺς τῆς ὀργῆς. καθ᾿ ὑπερβολὴν δέ εἰσιν ὀξεῖς οἱ ἀκρόχολοι καὶ πρὸς πᾶν ὀργίλοι καὶ ἐπὶ παντί· ὅθεν καὶ τὸ ὄνομα ἔχουσιν ἀπὸ τοῦ ἄκρου παρηγμένον. οἱ δὲ πικροὶ καὶ δυσδιάλυτοι καὶ πολὺν χρόνον ὀργίζονται· οὐ γὰρ εὐδὺς φανεροῦσι τὸν |θυμὸν ἀλλὰ κατέχοντες κρύπτουσι· παύονται δὲ τοῦ θυμοῦ. ἐπειδὰν ἀνταποδώσωσι κακὰ τοῖς λελυπηκόσιν. ή γὰρ τιμωρία ἡδονὴν αὐτοῖς ἐμποιεῖ καὶ διὰ τοῦτο τῆς λύπης ἀφίστηςι· τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσι καὶ περιφέρουσι τὴν ὀργήν. διὰ γὰρ μὴ φανεροῦν τὴν ὀργὴν οὐδὲ παπαμυθίας παρὰ τῶν ἀνθρώπων τυγχάνουσιν οὐδὲ παρακαλεῖ τις αὐτούς· ὅθεν καὶ κατέχουσιν ἀυτήν. μέχρις ἂν αὐτὴ ὑφ᾿ έαυτῆς διαλυθῇ καὶ περθῇ· τοῦτο δὲ διὰ χρόνου γίωεται. οἱ τοιοῦτοι δὲ καὶ έυτοῖς εἰσιν ὀχληροὶ καὶ τοῖς μάλιστα φίλοις. οὗτοι δὴ καὶ χαλεποὶ καλοῦνται, οἵτινες χαλεπαίνουσιν ἐφ᾿ οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ καὶ ὅσον οὐ δεῖ καὶ πλεῖστον ὀργίζονται χρόνον καὶ οὐ διαλλάττονται, εἰ μὴ ἀντιλυπήσουσι τοὺς λελυπηκότας. οὗτοι δὲ καὶ σονοικῆσαι χαλεποὶ καὶ βαρεῖς τοῖς ὁμοδιαίτοις. ἡ μὲν οὖν μεςόητς ἡ πραότης ἐστίν, ὑπερβολὴ δὲ ἡ ὀργιλότης, ἔλλειψις δὲ ἀναισθηςία τις ἂν καλοῖτο καὶ ἠλιθιότης ἢ ἀοργησία. ἀμφοτέρων δὲ ἀντικειμένων τᾖ μεσότητι μᾶλλον ἀντίκειται ἡ ὀργιλότης ἢ ἡ ἀοργησία· χεῖρον γὰρ κακόν ἐστιν ἡ ὀργιλότης τῆς ἀοργησίας, ὅτι μᾶλλον γίνεται· ἐλάχιστοι γὰρ οἱ ἀόργητοι· καὶ ὅτι συνοικῆσαι ὁ μὲν ἀόργητος ἡδύς, ὁ δὲ ὀργίλος χαλεπός, καὶ διὰ τοῦτο χεῖρον τὸ κακόν· τὸ γὰρ ἥμερον τῶν ἀνθρώπων καὶ φιλάλληλον ἀναιρεῖ. ὅτι μὲν οὖν ἡ μεςότης ἐστὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, αἱ δὲ παρ᾿ ἑκάτερα ὑπερβολαὶ καὶ ἐλλείψυεις κακά, δῆλον· καὶ εἴρηται ὅτι τὁ ὡς δεῖ ὀργισθῆναι καὶ ἐφ᾿ οἷς δεῖ καὶ ὅτε, τοῦτό ἐστιν ἡ μεσότης. μέχρι δὲ τίνος ὀργιζόμενοι καὶ ἐπὶ τίσι τὰ δέοντα ποιήσομεν καὶ τίς ὁ δέων τῆς ὀργῆς καιρὸς | καὶ ὁ τόπος καὶ τὸ πρόσωπον καὶ τὰ τοιαῦτα, οὐ δυνατόν ἐστι διορίσαθαι· τὰ γὰρ κατὰ μέρος καὶ τὰ καθ᾿ ἕκαστα δόριστα, καθὼς καὶ περὶ τὰς ἀρχὰς εἴρηται· καὶ ἄλλοτε ἄλλα εἰσὶ τὰ προςήκοντα καὶ οὐδὲν τούτων ἐπὶ τοῦ αὐτοῦ ἕστηκε. τοῦτο δὲ μόνον δυνατὸν εἰπεῖν, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, αἱ δὲ ὑπερβολαὶ καὶ ἐλλείψεις ἐπὶ παντὸς πάθους κακίζονται· καὶ αἱ μὲν μικρὸν ἀφιστάμεναι τοῦ μέσου οὐ πάνυ γίνονται φανεραὸ καὶ διὰ τοῦτο οὐδὲ πάνυ ψέγονται, αἱ δὲ πλεῖστα καὶ πλεῖστα δοκοῦσι καὶ σφόδρα κακίζονται· ὅθεν δῆλον, ὅτι τῆς μέσης ἕξεως ἀνθεκτέον.

[*](1 οὐ μὴν —ὑπερβάλλει h: οm. B 17 ὑφ᾿ h: ἐφ᾿ B 27 ὁ μὲν h: μὲν ὁ Β 29 ἡ οm. h ἐστὶ B: τις h 30 αἱ B: τὰ h 32 ἡ B: καὶ h 35 εἴρηται] p. 4,1)
79

Περὶ φιλίας καὶ τῶν παρ᾿ ἑκάτερα κακιῶν δυσκολίας καὶ κολακείας. κεφ. η΄.

Αἱ μὲν οὖν περὶ τὴν ὀργὴ ἕξεις εἴρηνται. εἰσὶ δὲ καὶ ἄλλαι ἕξεις ἐν ταῖς τῶν ἀνθρώπων κοινωνίαις ταῖς πρὸς ἀλλήλους, αἵτινες ἐν λόγοις καὶ ἐν πράγμασι γίνονται· περὶ ταύτας τοίνυν τὰς κοινωνίας δυνατὸν ἐπαινεῖσθαί τινα καὶ ψέγεσθαι. ἐπεὶ δὲ ἡ μὲν μεσότης ἐπαινετόν. ψεκτὸν δὲ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, φανερὸν ὅτι ἐν ταῖς κοινωνίαις ταύταις ὑπερβολὴ καὶ ἔλλειψίς ἐστι καὶ μεσότης· οἱ μὲν γὰρ ἄλλυποι παντάπασι βούλονται εἶναι τοῖς ἐντυγχάνουσι καὶ πάντα ἐπαινοδσι καὶ πᾶσιν ἀρέσκεσθαι βούλονται δοκεῖν καὶ οὐδενὶ περὶ οὐδενὸς ἀντιλέγουσιν· οἱ δὲ ἐκ διαμέτρου τούτοις ἔχουσι καὶ πάντας λυποδσι καὶ πάντα ψέγουσι καὶ οὐδὲν αὐτοις τῶν γινομένων ἀρέσκει καὶ πᾶσι περὶ παντὸς ἀντιλέγουσιν. οὖτοι δὴ ἄμφω κακίζονται. ἐπαινεῖται δὲ ὁ κατὰ τὸ δέον ταῦτα ποιῶν καὶ ἃ μὲν δεῖ ψέγων, ἃ δὲ δεῖ ἐπαινῶν, καὶ ἀρεσκόμενος οἰς ἀρέσκεσθαι δεῖ. καλεῖται τοίνυν ὁ μὲν πάντα ἐπαινῶν ἄρεσκός τις καὶ κόλαξ, ὁ δὲ πᾶσιν ἐπιτιμῶν δύσκολος, ὁ δὲ τὸ γινόμενον σῴζων περὶ ἄμφω φίλος ὰν καλοῖτο· ἔοικε γὰρ τὸ κατ᾿ αὐτὸν φιλίᾳ· ὄνομα γὰρ ἴδιον τῆς τοιαύτης μεσότητος οὐκ ἔστιν ἀλλὰ ἀπὸ τοῦ ὁμοίου καλεῖται. ἡ γὰρ τοιαύτη ἕξις τὸ στέργειν προσλαβοῦσα φιλία ἐστί· διαφέρει γὰρ τῆς φιλίας. ὅτι ἄνευ τῆς στοργῆς γίνεται. οὐ γὰρ διὰ τὸ στέργειν ἢ ἐχθαίρειν ἀοδέχεται τὰ λεγόμενα καὶ πραττόμενα ἢ ψέγει. ἀλλ᾿ ἁπλῶς τοῦ ἀγαθοῦ ἕνεκα καὶ ὅτι τοιαύτην ἔλαβεν ἕξιν· ὁμοίως γὰρ διάκειται πρός τε τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ πρὸς τοὺς συνήθεις καὶ ἀσυνήθεις κατὰ ταύτην τὴν ἕξιν. ἐπαινεῖ γὰρ ἀεὶ καὶ ψέγει ἃ δεῖ καὶ ὅσον δεῖ, πλὴν οὐχ ὁμοίως παντάπασιν· ἐν οἷς γὰρ δεῖ λυπεῖν οὐχ ὁμοίως λυπήσει τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ τοὺς συνήθεις καὶ ἀσυνήθεις· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἡδονῆς· οὐ γὰρ τὰ αὐτὰ ἁρμόξει. καὶ διὰ τοῦτο πρὸς τὸ ἀγαθὸν ἀποβλέπων ἀεὶ καὶ τὸ συμφέρον ὁ σπουδαῖος καὶ λύπην ποιήσει καὶ ἡδονὴν τοῖς ἐντυγχάνουσιν. ἔστι γὰρ ἡ τοιαύτη ἕξις περὶ ἡδονὰς καὶ λύπας τὰς ἐν ταῖς ὁμιλίαις γινομένας. καὶ ὅσαι μὲν ἡδοναὶ οὐ πρὸς τὸ ἀγαθὸν ἀποβλέπουσι, ταύταις οὐ συνησθήσεται τοῖς ἐντυγχάνουσιν ἀλλὰ μᾶλλον ἡδομένοις δυσχερανεῖ· καὶ προαιρήσεται λυπηρὸς ὀφθῆναι μᾶλλον ἢ ἡδύς, τοῦ ἀγαθοῦ ἕνεκα, μάλιστα ἂν ἡ ἡδονὴ αἰσχύνην φέρῃ καὶ βλάβην τῷ ποιοῦντι μεγάλην· τότε γὰρ αἰρήσεται μᾶλλον λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ τῆς μείζονος ἀπαλλάξαι λύπης καὶ αἰσχύνης ἢ μικρὸν εὐφράνατα διὰ τοῦ συνησθῆναι τῇ μείζονι λύπῃ περιβαλεῖν. οὐχ ὁμοίως δὲ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσιν, ἀλλ᾿ ἑκάστῳ ἀποδώσει τὸ πρέπον, καὶ κατὰ τὰς ἄλλας δὲ διαφορὰς τῶν ἐντυγχανόντων καὶ αὐτὸς διαφέρουσαν τὴν ὁμιλίαν ποιήσεται καὶ ἐπαινέσει ὡς δεῖ ἕκαστον καὶ ἐπιτιμήσει ὁμοίως ἐφ᾿ οἷς δεῖ καὶ ὅτε δεῖ· τὸ μὲν συνηδύνειν μάλιστα ζητῶν καὶ τοῦτο καὶ [*](29 ἡ om. h 37 ἐν h: ἐξ B)

80
καθ’ ἑαυτὸ αἱρούμενος. τὸ δὲ λυπεῖν ἐλάχιστα καὶ μετρίως καὶ οὐ δι’ ἑαυτό ἀλλὰ τοῦ συμφέροντος ἕνεκα. καὶ γὰρ ὅτε λυπεῖ ἕνεκά τινος με. γαλῆς ἡδονῆς, μετρίως λυπεῖ, τὸ φορτικὸν ἀεὶ εὐλαβούμενος. ὁ μὲν #x003E; περὶ τὰς ἐν ταῖς ὁμιλίαις ἡδονὰς καὶ λύπας μέσος τοιοῦτος· οὐκ ὠνόμασται δὲ ἰδίῳ ὀνόματι ἀλλὰ φίλος καλεῖται διὰ τὴν πρὸς ἰὴν φιλίαν ὁμοιότητα, καθὼς εἴρηται. τῶν δὲ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα πάντα ἐπαινῶν καὶ πᾶσιν ἀρεσκόμενος τὸ ἡδ·ὺς εἶναι μόνον ζητεῖ ἄρεσκος καλεῖται, εἰ δὲ ὅ πὼς ὠφέλειά τις αὐτῷ γένηται εἰς χρήματα μάτα ἢ ὅσα διὰ χρημάτων, κόλαξ. ὁ δὲ ἐλλείπων δύσκολος καὶ δύσερις, ὃς πᾶσι δυσχεραίνει καὶ πᾶσιν ἐπιτιμᾷ. ὅτι δὲ καὶ ἐνταῦθα ἡ μεσότης ὃν εἴρηται τρόπον ἀνώνυμός ἐστιν, οὐ δοκεῖ μέσῳ τινὶ ἀντικεῖσθαι τὰ ἄκα ἀλλὰ ἀλλήλοις.

Περὶ ἀληθείας καὶ τῶν ἑκάτερα ἑκάτερα κακιῶν. κεφ. θ'.

[*](144)

Περὶ ταύτας δὲ πρὸς ἀνθρώπους ὁμιλίας καὶ ἕτεραι γίνονται ἕξεις. ἡ γὰρ πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλία διπλῆ ἐστιν·· ἢ γὰρ περὶ τῶν λόγων ἢ τῶν ἔργων τοῦ συντυγχάνοντος γίνεται ἢ ἑκάστου περὶ τῶν ἑαυτοῦ. καὶ περὶ μὲν τὴν πρώτην αἱ εἰρημέναι γίνονται ἕξεις, περὶ δὲ τὴν δευτέραν ἄλλαι. ἢ γὰρ φεύδεταί τις περὶ ἑαυτοῦ λέγων καὶ τῶν ἰδίων ἔργων ἢ ἀληθεύει· καὶ εἰ φεύδεται, ἢ ἐλάττω λέγει τῶν ὄντων ἢ μείζω· εἰ μὲν οὖν ἀληθεύει καὶ οὔτε μείζω λέγει τῶν ὄντων οὔτε ἐλάττω, ἡ τοιαύτη ἕξις ἀλήθεια καλεῖται καὶ ὁ ἔχων ἀληθευτικός. εἰρωνεία δὲ καὶ ἀλαζονεία καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστα ἐπιτηδεύονται μὲν παρ ἐνίων καὶ τινὸς ἕνεκα, οἷον δόξης ἢ πλούτου ἢ ἄλλου τινὸς τῶν τοιούτων· εὑρίσκονται δὲ παρά τισι καὶ οὐδενὸς ἕνεκα. καί τινες ἐλάττω περὶ ἑαυτῶν λέγουσιν ὧν εἰσιν ἄξιοι καὶ αὖθις ἕτεροι μείζω, οὐχ ὅτι βούλονται οὕτω δοκεῖν ἀλλ’ ὅτι ἑαυτοὺς ἀγνοοῦσι· τοῦτο δὲ ἐλάχιστα συμβαίνει. ὡς γὰρ ἐπὶ τὸ πολύ, ἐάν τις οὐδενὸς ἕνεκα λέγῃ ἢ πράττῃ, οἷός ἐστι, τοιαῦτα καὶ λέγει καὶ πράττει καὶ οὕτω ζῇ. ἐπεὶ τοίνυν τὸ μὲν ψεῦδος ψεκτόν ἐστι καθ᾿ ἑαυτό, ἡ δὲ ἀλήθεια ἐπαινετόν, διὰ τοῦτο μεσότης μὲν κἀνταῦθα τὸ ἐπαινετόν, ἡ ἀλήθεια· ὑπερβολὴ δὲ καὶ ἔλλειψις τὰ ψεκτά, τὰ ψεύδη δηλονότι, ὧν ἡ μὲν ἀλαζονεία ὑπερβάλλει, ἡ δὲ εἰρωνεία ἐλλείπει. ἐροῦμεν δὲ περὶ ἑκατέρου ἀκριβέστερον· πρότερον δὲ περὶ τοῦ μέσου ἐροῦμεν. ἔστι τοίνυν ἀληθευτικὸς οὐχ ὁ ἀληθεύων ἐν ταῖς συμ|φωνίαις καὶ ἄλλοις τοιούτοις, 145 ὅσα εἰς δικαιοσύνην ἢ ἀδικίαν συντείνει (τοῦτο γὰρ ἄλλης· ἐστιν τῆς), ἀλλ’ ὅστις ἄνευ ἀνάγκης ἢ νομίμου ἢ δικαίου ἢ ἄλλου τινὸς πολιτικοῦ #x003E; καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει, διὰ μόνον τὸ ἔχειν τῆς τοιαύτης ἀρετῆς καὶ τοῦ ἀγαθοῦ ἕνεκα· καὶ τοιαῦτα περὶ ἑαυτοῦ λέγει καὶ τοιοῦτος τοῖς ἄλλοις ἐθέλει δοκεῖν οἷος κατὰ ἀλήθειάν ἐστιν. οὗτος δὲ καὶ ἐπιεικὴς ἂν εἴη. ὁ γὰρ φιλαλήθης καὶ ἐν οἷς οὐκ ἔστιν ἀνάγκη [*](2 καὶ γὰρ καὶ ὅτε h 3 οὖν h: nm. Β 36 ἀγαθοῦ h:. om. B 39 οἱ γὰρ φιλαλήθεις h)

81
πολλῷ μᾶλλον ἐν οἷς ἀληθεύειν εὕειν ἀνάγκη διὰ τὸ πολιτικὸν ἀγαθόν· ὃς γὰρ εὐλαβεῖται τὸ ψεῦδος καθ’ ἑαυτό, διότι κακόν, ὅταν καὶ αἰσχρὸν τὸ αὐτὸ γένηται, καὶ οὐ μόνον ἦ κακόν, ἀλλὰ καὶ τοῖς ἄλλοις δοκῇ τοιοῦτον, πῶς οὐ φεύξεται πάσῃ δυνάμει; ὁ μὲν οὖν ἀληθευτικὸς, τοιοῦτος, καὶ ἔστιν ἐπαινετός, τὸ κακὸν καὶ αἰσχρὸν εὐλαβούμενος· ὃς εἰ δεήσει παρεκκλῖναι τοῦ μέσου, πρὸς τὴν ἔλλειφιν, οὐ πρὸς τὴν ὑπερβολὴν νεύσει· τοῦτο γὰρ ἐμμελέστερον δοκεῖ θατέρου διὰ τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι. ὁ δὲ ἀλαζὼν ὁ μείζω τῶν ὑπαρχόντων προσποιούμενος καὶ λόγοις καὶ ἔργοις. οὗτος δή, εἰ μὲν οὐδενὸς ἕνεκα προσποιεῖται, φαῦλος μὲν ἔοικεν εἶναι· οὐ γὰρ ἄν ἔχαιρε τῷ ψεύδει· μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός· εἰ δὲ τινὸς ἕνεκα προσποιεῖται, εἰ μὲν δόξης ἢ τιμῆς, οὐ λίαν ψεκτὸς ὁ ἀλα- ζών· ὁ δὲ ἕνεκα ἀργυρίου ἢ ὅσα εἰς ἀργύριον ἔρχεται, ἀσχημονέστερος. οὐ γάρ ἐστιν ἐν τῇ δυνάμει τοῦ ἀλαζόνος ἡ ἀλαζονεία· εἰ γὰρ οὕτως εἶχεν, οὐκ ἂν ἦν ψεκτόν· οὐ γὰρ ἂν ἦν τῶν ἑκουσίων καὶ ἐφ’ ἡμῖν, ἀλλ᾿ ἐν τῇ προαιρέσει ἐστί. καὶ διὰ τοῦτο καὶ αἰσχρόν ἐστι καὶ φέγεται· ἕξις γάρ τίς ἐστιν ἡ ἀλαζονεία· καὶ κατά τινα ἕξιν ὁ ἀλαζὼν γίνεται, ὥσπερ [*](146) καὶ ὁ ψεύστης, ὃς οὐ δόξης ἕνεκα ἢ χρημάτων προσποιεῖται, ἀλλ’ αὐτοῦ τοῦ ψεύδους ἕνεκα μόνον. οἱ μὲν οὖν δόξης ἕνεκα ἀλαζονευόμενοι τοιαῦτα προσποιοῦνται, ὅθεν ἔπαινος ἀκολουθεῖ ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους ἕνεκα ἀλαζονευόμενοι ἐκεῖνα προσποιοῦνται ὅσα τοὺς πέλας ὠφελοῦσιν, οἷον ἰατρικὴν ἢ μαντείαν. προσποιοῦνται γὰρ ἰατροί τινες εἶναι ἢ μάντεις σοφοί, ἵνα δόξαντες ὠφέλιμοι εἶναι τοῖς κεχρημένοις παρακερδαίνωσι τὰ 10 ἐκείνων. τοιοῦτος μὲν οὖν ὁ ἀλαζών. εἴρων δέ ἐστιν ὁ τὰ ἐλάττω τῶν ὄντων προσποιούμενος. ουτος δὴ χαριεστερος του ἀλαζόνος δόκει· οὐ γὰρ κέρδους ἕνεκα προσποιεῖται ἀλλὰ φεύγων τὸ ὀγκηρὸν καὶ τὸ μέγας εἶναι δοκεῖν. ὃς μὲν οὖν εἰρωνευόμενος τὰ ἔνδοξα ἀπαρνεῖται, ὥσπερ καὶ Σωκράτης ἐποίει, χαρίεις χαρίεις εἶναι δοκεῖ, ὃς δὲ οὐ μόνον ἰὰ μεγάλα καὶ ἔνδοξα ἀλλὰ καὶ τὰ μικρὰ ἀπαρνεῖται, καὶ ἃ δῆλός ἐστι δυνάμενος ταῦτα προσποιεῖται μὴ δύνασθαι, ὁ τοιοῦτος βαυκοπανοῦργος λέγεται καὶ εὐκαταφρός ἐστιν. ἐνίοτε δὲ καὶ ἀλαζὼν διὰ ταῦτα καλεῖται, οἷα ἐποίουν ἐν τοῖς ἱματίοις οἱ Λάκωνες· καὶ γὰρ καὶ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλει- ψις ἀλαζονικόν. οἱ δὲ μετρίως χρώμενοι τῆ εἰρωνείᾳ χαρίεντες φαίνονται, οἵτινες οὐ περὶ τὰ λίαν εὐτελῆ καὶ σφόδρα φανερὰ εἰρωνεύονται. οὕτω δὲ τῷ ἀληθευτικῷ τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος ἀντικειμένου, μᾶλλον ἀντίκειται ὁ ἀλαζὼν ἢ ὁ εἴρων· χεῖρον γὰρ ἡ ἀλαζονεία, ὡς φα- νερόν ἐστιν ἐκ τῶν εἰρημένων.

Περὶ εὐτραπελίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. ι'.

[*](147)

Ἐπεὶ δέ ἐστιν ἄνεσίς τις καὶ ἀνάπαυσις ἐν τῷ βίῳ καὶ ἐν ταύτῃ τῇ ἀνέσει ἐστί τις διαγωγὴ μετὰ παιδιάς, δοκεῖ καὶ ἐνταῦθα εἶναί τις ὁμιλία [*](8 ὁ om. h 25. 26 μέγα εἶναι δοκοῦν h Comment. Avist. XIX 2. Heliodorus in Eth.)

82
ἀγαθὴ καὶ ἐμμελής, καὶ λέγειν οἷα δεῖ καὶ ὡς δεῖ τὸν ἀναπαύσεως δεόμενον· ὁμοίως δὲ καὶ οἷα δεῖ ἀκούειν καὶ ὡς δεῖ καὶ ὅτε δεῖ. διαφέρει γὰρ τὸ τοιαῦτα λέγειν τοῦ τοιούτων ἀκούειν, ὅθεν δῆλον ὅτι ἔστι καὶ ἐν ταύτῃ τῇ ὁμιλία καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἡ μὲν οὖν ὑπερβολὴ βωμολοχία καλεῖται καὶ οἱ ἔχοντες βωμολόχοι καὶ φορτικοί, οἳ τῷ γελοίῳ ὑπερβάλλουσι καὶ μᾶλλον ζητοῦσι τὸ γέλωτα ποιῆσαι ἢ τὸ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον. ἔλλειψις δὲ σκληρότης καὶ ἀγριότης καὶ οἱ ἔχοντες ἄγριοι καὶ σκληροί, οἵτινες οὔτε αὐτοὶ γελοῖον οὐδὲν λέγουσι καὶ τοὺς λέγοντας δυσχεραίνουσι καὶ μισοῦσιν. ἡ δὲ μεσότης εὐτραπελία καὶ οἱ ἔχοντες εὐτράπελοι, οἷον εὔτροποι· καὶ γὰρ τοῦ ἤθους εἶναι δοκοῦσιν αἱ τοιαῦται κινήσεις· οὗτοι δέ εἰσιν οἱ παίζοντες παίζοντες καὶ ὡς δεῖ καὶ ὅτε. ὥσπερ γὰρ αἱ κινήσεις τὰ σώματα χαρακτηρίζουσιν, οἷον πῦρ μὲν ἡ εἰς τὸ ἄνω κίνησις καὶ πᾶν κοῦφον, βαρὺ δὲ ἡ εἰς τὸ μέσον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ἀπὸ τῶν ἔξω καὶ φαινομένων τοῦ ἀνθρώπου κινήσεων αἱ ἕξεις τῆς ψυχῆς φαίνονται καὶ τὰ ἤθη. ἐπεὶ δὲ οἱ μὲν σκληροὶ ἐλάχιστα γίνονται, πλεῖστοι δέ εἰσιν οἱ χαίροντες παιδιᾷ καὶ σκώμμασι, καὶ τὸ γελοῖον ἀγαθὸν δοκεῖ μᾶλλον ἢ τὸ σκυθρωπόν, διὰ τοῦτο οἱ βωμολόχοι εὐτράπελοι λέγονται, ι ὡς χαρίεντες καὶ ἡδεῖς· ὅτι [*](148) δὲ οἱ βωμολόχοι τῶν εὐτραπέλων οὐ μικρῷ διαφέρουσι, καὶ ἐκ τῶν εἰρημένων δῆλον. οὗτοι δὲ οἱ εὐτράπελοι καὶ ἐπιδέξιοί εἰσι καὶ εὐτραπελία ἐπιδεξιότης ἄν εἰκότως καλοῖτο· τοῦ ἐπιδεξίου γάρ ἐστιν ἐκεῖνα καὶ λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθέρῳ ἁρμόττει. ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παιδιᾶς μέρει καὶ ἀκούειν· ἡ γὰρ τοῦ ἐλευθέρου παιδιὰ διαφέρει τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ ταῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. τοῦτο δὲ ἀπὸ τῶν κωμῳδιῶν γίνεται δῆλον τῶν τε παλαιῶν καὶ τῶν νέων· ἐν γὰρ ταῖς κωμῳδίαις οἱ μὲν φαύλους τινὰς καὶ ἀνδραποδώδεις ὑποκρινόμενοι γελοῖα καὶ ἡδέα ἡγοῦνται τὰ αἰσχρά, οἱ δὲ ἐλευθερίους τινὰς καὶ ἐπιδεξίους καὶ ἐπιεικεῖς ὑποκρινόμενοι τὰ μεθ’ ὑπονοίας· ταῦτα δὲ οὐ μικρῶ τινι διαφέρει ἀλλήλων πρὸς εὐσχημοσύνην. τίνα οὖν ἐροῦμεν εἶναι τὸν μέσον ἐν ταῖς παιδιαῖς; τὸν εὖ σκώπτοντα καὶ ὡς δεῖ ἄνθρωπον ἐλεύθερον, ἢ τὸν μὴ λυπηρὸν τοῖς ἀκούουσιν, ἢ καὶ χαρίεντα καὶ ἡδύν; καὶ τοῦτο ὁρισμὸς ἔσται τοῦ ἐν ταῖς παιδιαῖς μέσου. ἀλλὰ ἀόριστός τις καὶ οὗτος ὁ ὁρισμὸς εἶναι δοκεῖ· οὐ γὰρ τὸ αὐτὸ πάντες μισοῦσιν οὐδὲ τοῖς αὐτοῖς χαίρουσιν· ἀλλὰ ἄλλοις ἄλλα δοκεῖ ἡδέα καὶ λυπηρά· καὶ οἷς ἕκαστος χαίρει, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ ἐν ταῖς πρὸς ἄλλους ὁμιλίαις· καὶ ἃ σκώμματα ἀκούων ἀνέχεται, ταῦτα καὶ λέγει· οὐ γὰρ πάντα ἐρεῖ. καὶ γὰρ καὶ οἱ νομοθέται ἔ ἔνια λοιδορεῖν κωλύουσι· λοιδόρημα δέ τί ἐστι καὶ τὸ σκῶμμα. ὅτι τοίνυν ἀόριστά εἰσιν ἃ μισοῦμεν καὶ οἷς χαίρομεν, διὰ τοῦτο χαλεπόν ἐστιν ἀκριβῶς ὁρίσασθαι τὸν ἐν ταῖς παιδιαῖς μέσον· ἀλλ’ αὐτὸς ὁ ἐλευθέριος καὶ 149 [*](11 αἱ om. h 17 σκώμασι Β uliique 22 ἐλευθέρῳ Hh et Arist. cod Ha Lb Mb: ἐλευθερίῳ Arist. vulg. 29 μεθ’ h: καθ’ Β .33 καὶ om. h 40 ὁ om. h)
83
χαρίεις οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτῷ. τοιοῦτος μὲν οὖν ὁ μέσος, εἴτε εὐτράπελος εἴτε ἐπιδέξιος λέγεται. ὁ δὲ βωμολόχος σφόδρα ἐρῶν τοὐ γελοίου οὐδενὸς φείδεται τῶν γέλωτα ποιούντων οὔτε ἔργων οὔτε ῥη- μάτων καὶ οὔτε ἑαυτοῦ οὔτε τῶν ἀκουόντων ἀπέχεται, ἀλλ’ ἵνα μόνον κινήσῃ γέλωτα, καὶ ἑαυτὸν αἰσχύνει καὶ τοὺς ἀκούοντας, ἐκεῖνα λέγων καὶ πράττων, ὧν οὐδὲν οὔτε εἴποι ἂν οὔτε ποιήσειεν ὁ χαρίεις· ἔνια δὲ οὐδὲ ἀνάσχοιτο ἂν ἀκοῦσαι. ὁ δ’ ἄγριος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος· οὔτε γὰρ αὐτὸς ἡδύς ἐστι καὶ τοὺς ἄλλους οὕτως ἔχοντας δυσχεραίνει· καὶ οὗτος δὲ κακίζεται διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς τὸν ἀνθρώπινον βίον καὶ τὴν ἀνάπαυσιν καὶ τὴν παιδιάν. τρεῖς γάρ εἰσι μεσό- τητες ἐν τῷ βίῳ περὶ τὰς πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλίας· μία μὲν περὶ ·τὴν ἀλήθειαν, ἥτις παρ’ ἑκάτερα τήν τε ἀλαζονείαν καὶ τὴν εἰρωνείαν ἔχει, δύο δὲ περὶ τὸ ἡδύ· ὧν ἡ μέν ἐστιν ἡ λεγομένη φιλία, ἥτις παρ’ ἑκάτερα τήν τε κολακείαν καὶ τὴν δυσκολίαν ἔχει, ἑτέρα δὲ ἡ εὐτραπελία καὶ ἐπιδεξιότης, ἧς παρ’ ἑκάτερα ἡ βωμολοχία καὶ ἡ σκληρότης καὶ ἡ ἀγριότης ἐστίν· ἄμφω γάρ ἡδονήν τινα ποιοῦσι τῷ βίῳ, ὅ τε φίλος καὶ ὁ εὐτοάπελος.

Περὶ αἰδοῦς, ὅτι οὐκ ἔστιν ἀρετή. κεφ. ἰὰ. Ἡ δὲ αἰδὼς οὐκ ἔστιν ἀρετή· οὐ γάρ ἐστιν ἕξις ἀλλὰ μᾶλλον πάθος· ὃ δῆλον ἀπὸ τοῦ ὁρισμοῦ· ὁρίζεται | γὰρ φόβος ἀδοξίας. συμβαίνει γὰρ [*](150) τῷ αἰδουμένῳ παραπλήσιον τῷ περὶ τά δεινά φοβουμένῳ· ἐρυθραίνεται γάρ, ὥσπερ ὠχριᾷ ὁ φοβούμενος τὸν θάνατον· ἄμφω γὰρ σωματικά πὼς φαίνονται εἶναι, ἥ τε αἰσχύνη καὶ ὁ φόβος τῶν δεινῶν· τὰ τοιαῦτα δὲ πάθη μᾶλλον δοκοῦσιν, οὐχ ἕξεις λέγονται. τοῦτο δὲ τὸ πάθος οὐ πάσῃ ἡλικίᾳ ἁρμόζει ἀλλὰ τῇ νέᾳ μόνον· δεῖ γὰρ τοὺς νέους αἰδήμονας εἶναι διὰ τὸ πολλὰ ἁμαρτάνειν· πολλὰ γὰρ ἁμαρτάνουσιν οἱ νέοι διὰ τὸ πάθει μᾶλλον ἄγεσθαι ἢ λόγῳ· συστελλόμενοι γὰρ ὑπὸ τῆς αἰδοῦς ἀμείνους γίνονται. διὰ τοῦτο τῶν μὲν νέων ὅσοι αἰδήμονες ἐπαινετοί, πρεσβύτερον δὲ οὐδεὶς ἄν ἐπαινέσειεν ὅτι ὅτι αἰσχυντηλός· οὐ δεῖ λό’ οὐ δεῖ γάρ τὸν πρεσβύτερον ἐκεῖνα πράττειν ἐφ’ οἷς αἰσχύνη ἐστίν· οὐ γάρ ἐστιν ἡ αἰσχύνη τοῦ ἐπιεικοῦς, εἴπερ ἐστὶν ἐπὶ τοῖς φαύλοις. ἐπεὶ γὰρ τὰ μέν εἰσι κατὰ ἀλήθειαν αἰσχρά, τὰ δὲ οὐκ εἰσὶ μέν, δοκοῦσι δέ, δέον ἐστὶ φεύγειν ἀμφότερα τὸν ἐπιεικῆ· φεύγων δὲ τὰ αἰσχρὰ οὐδέποτε αἰσχυνθήσεται. τὸ γὰρ οἴεσθαι αὐτὸ τοῦτο ἐπιεικοῦς εἶναι τὸ αἰσχύνεσθαι, εἰ πράξειέ τι τῶν αἰσχρῶν καὶ τὸν οὕτως ἔχοντα ἐπιεικῆ νομίζειν ἄτοπον· ἡ γὰρ αἰδὼς ἐπὶ τῶν ἑκουσίων αἰσχρῶν γίνεται, ὁ δὲ ἐπιεικὴς οὐδὲν αἰσχρὸν οὐδέποτε πράξειεν ἂν ἑκου- σίως. φαίνεται δὴ μὴ. εἶναι τὴν αἰδῶ ἀρετήν τινα ἀλλὰ μᾶλλον πάθος· οὐ γὰρ ἀεὶ ἐπαινετόν ἐστιν οὐδὲ ἁπλῶς καὶ καθ’ ἑαυτὸ ἐπιεικὲς ἄν λέγὰρ [*](22 (post ἄμφω) Β δὲ h)

84
γοιτο, ἀλλ’ ἐξ ὑποθέσε οἶον εἰ γένοιτο ἁμαρτεῖν τινα, ἐπιεικὲς ἐστιν αἰδεῖσθαι· οὐχ οὐτῶ δὲ ἔχουσιν αἱ ἀρεταί· ἕξεις γάρ εἰσι διὰ παντὸς ἐγκείμεναι τῇ ψυχῇ. | εἰ δὲ καὶ μεσότης τις εἶναι δοκεῖ καὶ ἔστι μεταξὺ [*](151) τῆς τε καταπλήξεως καὶ τῆς ἀναισχυντίας, καὶ ἐπαινεῖται μὲν ὁ αἰδήμων, κακίζονται δὲ οἵ τε ἀναίσχυντοι περὶ τὰ αἰσχρὰ καὶ οἱ πλέον τοῦ δέοντος αἰδήμονες, οἱ λεγόμενοι καταπλῆγες, οὐδὲν μᾶλλον διὰ τοῦτο ἀρετή ἐστιν ἡ αἰδώς· ἡ μὲν γὰρ ἀρετὴ μεσότης, ἡ δὲ μεσότης οὐ πάσα ἀρετή· οὐ γὰρ ἀντιστρέφει. οὐκ ἔστι δὲ οὐδὲ ἡ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον. νῦν δὲ περὶ δικαιοσύνης εἴπωμεν.

85

Περὶ δικαιοσύνης. κεφ. α'. εὑρίσκονται καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη καὶ τὸ δίκαιον τίνων μέσον καὶ τίνα τὰ παρ’ ἑκάτερα τοῦ δικαίου. σκεφώμεθα δὲ κατὰ τὴν αὐτὴν μέθοδον, μεθ’· ἧς· καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἐσκεφάμεθα. ὁρῶμεν δὴ πάντας δικαιοσύνην ὀνομάζοντας ἕξιν τινά, ἣν ἔχοντες πρακτικοὶ τῶν δικαίων ἐσμὲν καὶ δικαιοπραγοῦμεν καὶ βουλόμεθα τὰ δίκαια. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τῆς· ἀδικίας· ἀδικίαν γὰρ ὀνομάζουσι, καθ’ ἣν ἀδικοῦμεν καὶ τὰ ἄδικα βουλόμεθα. ταύτας δὴ τὰς κοινὰς περὶ δι- καιοσύνης καὶ ἀδικίας δόξας ὑποθώμεθα· καὶ ἔστω δικαιοσύνη καὶ ἀδικία ὡς ἐν τύπῳ ἕξις ἀφ’ ἧς βουλόμεθα τὰ δίκαια καὶ ἕξις ἀφ’ ἧς οὐ βουλόμεθα. δεῖ γὰρ προσκεῖσθαι ἀεὶ ταῖς ἀρεταῖς ταῖς ἠθικαῖς τὸ βούλεσθαι, καὶ ἀδύνατον ἄλλως ὁρισθῆναι· ὁρισθῆναι· διὰ τὸ βούλεσθαι γὰρ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὁ δίκαιος καὶ ὁ σώφρων γίνεται. ἐπὶ μὲν γὰρ τῶν ἐπιστη- μῶν καὶ δυνάμεων τὸ δύνασθαι μὲν | ἀναγκαῖον, τὸ βούλεσθαι δὲ οὐκ [*](153) ἀναγκαῖον· εἰ γάρ τις δύναιτο ὑγιάζειν ἰατρός ἐστι,. κἄν μὴ βούληται ὑγιάζειν· τὴν γὰρ ἕξιν τῆς ἰατρ·ικῆς οὐδὲν κωλύει τὸ μὴ βούλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ἀνάπαλιν ἔχει. τὸ μὲν γὰρ δύνασθαι δίκαια πράττειν δυνατόν ἐστι καὶ τῷ ἀδίκῳ πολλάκις, τὸ δὲ βούλεσθαι μόνον ἐστὶ τοῦ δικαίου. ὅθεν δίκαιός ἐστι καὶ ὁ μὴ δυνάμενος μὲν πράττειν τὰ δίκαια, βουλόμενος δὲ καὶ ἕξιν ἔχων δικαιοσύνης· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἄδικος ἔχει. ἔτι δὲ πᾶσα δύναμις καὶ ἐπι- στήμη τῶν ἐναντίων ἐστί· μιᾷ γὰρ ἐπιστήμῃ δυνατὸν τὰ ἐναντία εἰδέναι· μία γὰρ γνῶσίς ἐστι τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἡ ἰατρική, καὶ μιᾷ δυνάμει τὰ ἐναντία γίνονται, μία δὲ ἕξις οὐκ ἔστι τῶν ἐναντίων πρακτική· οὐ γὰρ ἀπὸ τῆς δικαιοσύνης τὰ ἄδικα πράττομεν καὶ δίκαια, ὥσπερ οὐδὲ αἱ νοσωδεις κινήσεις ταῖς ὑγιειναῖς αἱ αὐταί· γινώσκονται μέντοι αἱ ἐναντίαι ἕξεις [*](1 Ἀριστοτέλους ἠθικῶν βιβλίον (??) h 3 ἤδη δὲ σκεπτέον h 17 ἰατρὸς—ὑγιάζειν (18) om. h)

86
κός, εἴσεται τὴν καχεξίαν εἶναι μανότητα σαρκός. γινώσκονται δὲ αἱ ἕξεις καὶ ἀπὸ τῶν ἑκτῶν· ἕξις μὲν γάρ, φέρε εἰπεῖν, ἡ ὑγίεια· ἑκτὸν δὲ τὸ ὑγιεινόν, ὃ πρὸς ὑγίειαν φέρει· εἰ γὰρ γινώσκομεν ὑγιεινὸν εἶναι τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί, γινώσκομεν εὐεξίαν εἶναι τὴν ἐν σαρκὶ πυκνότητα. ἀκολουθεῖ δὲ κἀκεῖνο ταῖς ἕξεσιν ὡς ἐπὶ τὸ πλεῖστον· καὶ γὰρ ἐὰν πλεοναχῶς λέγηται ἡ ἑτέρα τῶν ἐναντίων ἕξεων, καὶ ἡ ἑτ·έρα πλεονα- χῶς λέγεται, οἷον εἰ ἡ σωφροσύνη πολυσήμαντόν ἐστιν, καὶ ἡ ἀκολασία πολυσήμαντον ἔσται· καὶ εἰ ἡ δικαιοσύνη ὁμώνυμός ἐστι καὶ ἐπὶ πλειόνων λέγεται, καὶ ἡ ἀδικία τοῦτον ἕξει τὸν τρόπον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἴρηται, | ὅτι καὶ ἔστιν ἐν αἷς τῶν ἕξεων τὸ τοιοῦτον οὐ συμβαίνει, οἷον [*](154) τὸ φιλεῖν τῷ μισεῖν ἐναντίον ἐστίν, ἀλλὰ τὸ μὲν φιλεῖν οὐχ ἁπλοῦν ἐστι· σημαίνει γὰρ τό τε ἀγαπᾶν καὶ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι· τ·ὸ δὲ μισεῖν ἓν μόνον σημαίνει, τὴν ἔχθραν. τοιοῦτο δὲ ἐλάχιστα συμβαίνει· μάλιστα δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ τὸ πλεοναχῶς λέγεσθαι τὴν ἕξιν, τῆς ἐναντίας πλεοναχῶς λεγομένης. ἐπεὶ τοίνυν καὶ ἡ δικαιοσύνη τῶν πλεοναχῶς λεγομένων μένων ἐστί, καὶ ἡ ἀδικία τῶν πλεοναχῶς λεγομένων ἂν εἴη. δοκεῖ δὲ ἕν τι σημαίνειν τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν διὰ τὸ ἰά σημαινόμενα μὴ σφόδρα διαφέρειν ἀλλήλων· τότε γὰρ ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον γίνεται δῆλα, ὅτε τὰ σημαινόμενα πράγματα πολλὴν ἔχουσι πρὸς ἄλληλά τὴν διαφοράν, οἷον κλεὶς λέγεται ἥ ἴε ὑπὸ τὸν αὐχένα τοῦ ζῴου καὶ ᾗ τὰς θύρας κλείομεν· ἐνταῦθα γὰρ διὰ τὸ πολλὴν εἶναι τῶν πραγμάτων τὴν διαφοράν, φανερά ἐστιν ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον. ἐπεὶ τοίνυν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ἡ ἀδικία, εἰλήφθω ποσαχῶς λέγεται ὁ ἄοικος· ἐντεῦθεν γὰρ ληψόμεθα καὶ τὰ σημαινόμενα τῆς δικαιοσύνης. λέγεται τοίνυν ἄδικος ὅ τε παράνομος καὶ ὁ πλεονέκτης καὶ ὁ ἄνισος, ὥστε καὶ δίκαιος ἂν εἴη ὅ τε νόμιμος καὶ ὁ ἴσος· καὶ δίκαιον μὲν τὸ νόμι- μον καὶ τὸ ἴσον, ἄδικον δὲ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ καὶ πλεονέκτης ἐστὶν ὁ ἄδικος, ἡ δὲ πλεονεξία περὶ τί ἐστιν ἀγαθόν, εἴη ἄν καὶ αὐτὸς περί τι πλεονεκτῶν ἀγαθόν. ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν· οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶ|ναι οὐδὲ ἰῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευθερίων [*](155) ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθ’ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἡ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ οὐχ οὕτω ποιεῖν, ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειλέγηται [*](7 B: λέγεται h 12 ἁπλοῦν h: ἁπλῶς Β 17 τῶν om. h λεγομένη 41 ἀγαθῦναι h: ἀγαθῆναι Β 41 p. 86,1 προσκειμένης h)
87
μένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ οὐτοῖς ἀγαθὰ καὶ ὅσα εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀ.εὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγαθόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης ἕκτη εἶναι. ἔστι δὲ ὁ ἄδικος ἄνισος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι ὁ νόμιμος δίκαιος, φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκα ἴον εἶναί | φαμεν· ὥστε περὶ ὅσα ἄσιν οἱ νόμοι, περὶ ταῦτα [*](156) καὶ τὴν δικαιοσύνην συνῆν εἶναι συμβαίνει. ἀλλ’ οἱ νόμοι περὶ ἁπάντων ἀγορεύουσι, στοχαζόμενοι τοῦ συμφέφοντος ταῖς πολιτείαις ἀπάσαις, εἴτε δημοκρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάττοντες δὲ πάντα τά κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώφρονος φρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν· ὁμοίως δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγορεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον. ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δ᾿ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιοσύνη σύνῃ περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιεχειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθ᾿ ἑαυτὴν μόνον, ἡ δὲ δικαιοσύνη τελεία ἐστ’ ἱν ὀξὶς, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ἕτερον ἀναφερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθ’ ἕσπερος οὔθ’ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς [*](157) ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν

ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετή ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς εστιν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ᾿ οὐ μόνον καθ’ αὑτόν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὼφελοῦσιν, λοῦσιν, ἄλλοις δὲ δι’ αὐτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ τοῦ Βίαντος λόγος ι ἀρχὰ δείξει ἄνδρα᾿· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ [*](1 προκρίνειν h: προκρίνει B 9 ὁ πλεονέκτης h 10 κακουργεῖν Bh: κακηγορεῖν Arist. vulg.: κατηγορεῖν Arist. codd. MbOb 22 τιθεὶς Bh: τεθεὶς Mullach 35 Theogn. v. 147 ἔνι Β ut Arist. Kb Lb Ob: ’στι h et reliqui Arist. codd.)

88
ἢ ἡ πρὸς ἴλλους τῶν ἀρετῶν κοινωνία. καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὗν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρεταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ’ ὅλη ἐστὶν ἡ ἀρειή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλ’ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται.

Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. β'.

Ἐστι δὲ καὶ ἄλλη τις δικαιοσύνη, ἥτις ἐστὶ μερικὴ ἀρετή, ὥσπερ καὶ ἀδικία, ἥτις ἐστὶ μερικὴ κακία. σημεῖον δὲ τοὐ καὶ μερικὴν εἶναι δικαιοσύνην καὶ ἀδικίαν ἐκεῖνο ἂν εἴη· ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθη- ρίας ἄδικος μὲν λέγοιτο ἄν, λεονέκτης δὲ οὐδαμῶς· οἷός ἐστιν ὁ ῥίψας [*](158) τὴν ἀσπίδα διὰ ἰὰ δειλίαν ἢ ὁ λοιδορησάμενος τὸν πέλας διὰ χαλεπότητα καὶ τὸ μὴ δύνασθαι θυμοῦ κρατεῖν καὶ ὀργῆς, ἢ ὁ μὴ βοηθήσας χρή- μασι δι’ ἀνελευθεριότητα· οὗτοι γὰρ πάντες ἄδικοί εἰσι, πλεονέκται δὲ οὐδαμῶς. ὥστε ὁ πλεονέκτης περὶ ἄλλην τινά ἐστι πονηρίαν, ὅτι μήτε περὶ μίαν τούτων ἐστὶν οὔτε περὶ πάσας· ψέγεται δὲ ὡς ἄδικος· ἔστιν ἄρα ἄλλη τις ἀδικία μερική, ὡς μέρος οὖσα τῆς ὅλης ἀδικίας, καὶ ἄδικόν τι μερικὸν μέρος τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ ὁ μὲν κέρδους δοὺς ἕνεκα μοιχεύει καὶ προσλαμβάνει, ὁ δὲ ἡδονῆς ἕνεκα, καὶ διὰ τοῦτο ζημιοῦται καὶ ἀναλίσκει τὰ ὄνια, ὁ μὲν ἀκόλαστος ἂν λέγοιτο καὶ οὐ πλεονέκτης, ὁ δὲ πλεονέκτης καὶ ἄοικος, ἀκόλαστος δὲ οὐδαμῶς· ὥστε ἀδικία τίς ἐστι μὴ περιέχουσα τὴν ἀκολασίαν· καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῇ καθόλου ἀδικίᾳ ἀλλὰ μερική. ἔτι πᾶσα μὲν πονηρὰ πρᾶξις ἐπί τινα κακίαν ἀναφέρεται, οἷον τὸ μὲν μοιχεύειν εἰς ἀκολασίαν ἀνάγεται, τὸ δὲ φυγεῖν καὶ ῥῖψαι τὴν ἀσπίδα ἐπὶ δειλίαν, τὸ δὲ λοιδορήσασθαι καὶ πατάξαι ἐπὶ ὀργήν, τὸ δὲ κερδᾶναι τὰ ἑτέρων καὶ οὐδαμόθεν ἑαυτῷ προσήκοντα κοντα εἰς οὐδὲν ἕτερον ἀναφέρεται ἢ ἐπὶ τὴν ἀδικίαν. ὥστε φανερόν, ὅτι ἔστι τις ἀδικία ἄλλη μερικὴ συνώνυμος τῇ καθόλου· καὶ γὰρ ὁ ὁρισμὸς ἑκατέρας ἐν τῷ αὐτῷ ἐστι γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον χρῆσθαι τῷ ἀγαθῷ τὸ εἶναι ἔχουσι· διαφέρει δὲ ἡ μερικὴ τῆς καθόλου, ὅτι ἡ μὲν μερικὴ περὶ χρήματα ἢ σωτηρίαν ἢ δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ἢ εἴ τί ἐστιν ὄνομα κοινὸν τούτων ἀπάντων· ἡ δὲ. καθόλου [*](159) περὶ ἅπαντά ἐστι, περὶ ὅσα ὁ σπουδαῖος καταγίνεται. ὅτι μὲν οὖν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ὅτι ἔστι τις ἄλλη μερικὴ δικαιοσύνη παρὰ τὴν καθόλου ἀρετήν, δῆλον ἀπὸ τῶν εἰρημένων· τίς δέ ἐστιν αὕτ·η ἡ μερικὴ δικαιοσύνη, τοῦτο ἤδη ῥητέον. διωρισάμεθα μὲν οὖν, ὅτι τὸ ἄνισον [*](7 ἡ (ante ἀδικία) om. h 17 ἄδικοι μέν εἰσι h 34 δι’ B: περὶ h)

89
καὶ τὸ παράνοuόν ἐστι τὸ ἄδικον, δίκαιον δέ ἐστι τὸ νόμιμον καὶ τὸ ἴσον· ἡ μὲν οὖν καθόλου δικαιοσύνη ἐστὶ περὶ τὸ νόμιμον καὶ ἡ καθόλου ἀδικία περὶ τὸ παράνομον καὶ τὸ ἄνΦον. ἐπεὶ δὲ τὸ πλέον οὐ ταὐτόν ἐστι τῷ ἀνίσῳ, ἀλλ’ ἔστι τὸ μὲν ἄνισον ὥσπερ ὅλον, τὸ δὲ πλέον ὡς μέρος (τὸ γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον), ἔστι τις ἀδικία περὶ τὸ πλέον, καὶ περὶ τὸ ἄνισον ἄλλη· αἳ οὐκ ἄν εἶεν αἱ αὐταὶ ἀδικίαι, ἀλλ’ ἡ μὲν περὶ τὸ πλέον μερικὴ ἔσται ἀδικία, ἡ δὲ περὶ τὸ ἄνισον ἀδικία καθόλου. ἡ ἄρα μερικὴ ἀδικία, ἥτις ἔχει πρὸς τὴν τελείαν ἀδικίαν ὡς μέρος πρὸς ὅλον, περὶ τὸ πλέον ἐστί· καὶ αὕτη ἐστὶν ἡ λεγομένη πλεονεξία. ἀπὸ τούτων δὲ γινώσκεται καὶ ἡ μερικὴ δικαιοσύνη τί ἐστιν, ὡς ἐν τύπῳ· λεκτέον δὲ ἔτι περὶ αὐτῶν ἀκριβέστερον.

Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνης. κεφ. γ'.

Ἡ μὲν οὖν καθόλου δικαιοσύνη, καθὼς εἴρηται, τελεία ἐστὶν ἀρειὴ καὶ χρῆσις τῆς ὅλης ὰρειῆς (ὥσπερ καὶ ἡ ἀδικία παντελὴς κακία καὶ γὰρ νόμιμός ἐστιν. ὁ δὲ νόμος οὐ μόνον τὰς πράξεις ἀπάσης ἀρέτης κελεύει ποιεῖν, ὡς ἐν τοῖς εἰρημένοις ἐδείχθη, ἀλλὰ καὶ παιδεύει σπου- δαίους | τοὺς πολίτας γενέσθαι καὶ εἰς ἕξιν τῆς ὅλης ἐλθεῖν ἀρετῆς. οὐ [*](160) γὰρ ταὐτὸν πράξεις ποιεῖν ἀρετῆς καὶ ἀρετῆς ἕξιν ἔχειν· καὶ διὰ τοῦτο ἄλλο ἐστὶ τὸ πολίτην εἶναί τινα ἀγαθὸν καὶ ἕτερον ἄνδρα εἶναι ἀγαθόν. ἀνὴρ μὲν γὰρ ἀγαθός ἐστιν ὁ ἕξιν ἀρετῆς ἔχων, πολίτης δὲ ἀγαθὸς ὁ πράττων ἀρετῆς ἔργα, δι’ ὧν τοὺς ἑαυτοῦ πολίτας ὠφελήσει κοινῇ, καὶ ὅλως ὁ πρὸς τοὺς πολίτας ὢν ἀγαθός. ὅθεν ἀπο·ρήσειεν ἄν τις, πῶς τῆς πολιτικῆς ἐστιν ἡ παιδεία, καθ’ ἣν γίνεταί τις ἀνὴρ ἀγαθός· περὶ οὗ ὕστε- ρον ἐροῦμεν. ἡ μὲν οὖν καθόλου δικαιοσύνη καὶ ἀδικία τοιαύτη· τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ’ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, ὅταν διανέμειν δεήσῃ χρήματα ἢ τιμὴν ἢ ἄλλο τι τῶν ὅσα μερίζονται πρὸς τοὺς ἐν ταῖς πολιτείαις (ἐν τούτοις γάρ ἐστι καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ ἔλαττον καὶ τὸ μεῖζον· καὶ διὰ τοῦτο τὸ ὗς δεῖ μερίζειν καὶ διανέμειν δικαιοσύνης εἶδός ἐστιν), ἕτερον δὲ τὸ ἐν τοῖς σὺ συναλλάγμασι διορθωτικόν. τούτου δὲ μέρη δύο διὰ τὸ καὶ τὰ συναλλάγματα εἰς δύο διαιρεῖσθαι μέρη. τῶν γὰρ συναλλαγμάτων τὰ μέν ἐστιν ἑκούσια, τὰ δὲ ἀκούσια. ἑκούσια μὲν πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις (ὅταν τις ἐπὶ μισθῷ τὴν οἰκίαν ἢ τὸ ζῷον δώσῃ τινὶ χρήσασθαι), παρακαταθήκη μίσθωσις ἢ δούλου ἢ τεχνίτου· ἑκούσια δὲ λέγεται ταῦτα, ὅτι λαβὼν μέν τις ἢ χρησάμενος καὶ ἑκουσίως ἀποδώσει, καταρχὰς μέντοι ἑκουσίως ἔλαβε καὶ παρ’ ἑκόντος καὶ βουλομένου τοῦ διδόντος· καὶ διὰ τοῦτο ἑκούσια λέγονται· ἀκούσια δὲ ἡ μὲν λαθραῖα λέγονται, τὰ δὲ βίαια· λαθραῖα μέν, οἷον κλοπὴ | μοιχεία φαρμακεία προαγωγεία, τὸ δοῦλον ἀπατῆσαί τινος, [*](161) [*](5. 6 περὶ τὸ πλέον om. h 19 τὸ ἄνδρα h 31 μέρη διαιρεῖσθαι h 32 ἐστιν B: εἰσιν h)

90
δολοφονία φευδομαρτυρία· βίαια δέ, οἷον πληγαὶ δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός. συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· δὲ ἐν τῷ δικαστηρίῳ ἢ ζημίαν ἢ θάνατον ἡ τὸ αἰκισθῆναι ἢ τὸ ἀτιμασθῆναι. εἰσὶ τοίνυν δικαιοσύνης εἴδη δύο, τό τε περὶ τὴν διανομὴν καὶ τὸ περὶ τὰ συναλλάγματα· τοῦ δὲ περὶ τὰ #x003E; τὸ μὲν περὶ τὰ ἑκούσιά ἐστι συναλλάγματα, τὸ δὲ περὶ τὰ ἀκούσια. ἐροῦμεν δὲ ἀκριβέστερον περὶ ἑκάστου.

Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοὐ διανεμητικοῦ εἴδους τοῦ δικαίου. δικαίου. κεφ. δ᾿.

Ἐστι τοίνυν τὸ δίκαιον καὶ μέσον καὶ ἴσον καὶ ἀνάλογον καὶ ἡ δικαιοσύνη μεσότητος καὶ ἰσότητος καὶ ἀναλογίας ποιητική. καὶ μέσον μέν ἐστι τὸ δίκαιον ὅτι θεταξύ ἐστι τοῦ τε πλείονος καὶ ἐλάττονος καὶ τοῦ ὑπὲρ τὸ δέον καὶ παρὰ τὸ δέον δέον, ὥσπερ καὶ πᾶσαι αἱ ἀρεταί. καὶ τοῦτο κοινόν ἐστι τῇ δικαιοσύνῃ πρὸς τὰς ἄλλας ἀρειάς· τὸ δὲ ἴσον ἴδιόν ἐστι τὴς δικαιοσύνης, ὅτι ἑκάστῳ τὸ ἁρμόζον καὶ τὸ προσῆκον ἀποδίδωσι · καἰ ὃ δίδωσι τῷ λαμβάνοντι ἴσον ἐστί· τὰ γὰρ ἐφαρμόζοντα ἴσα. τὸ δὲ προσῆκον τρόπον τινὰ ἐφαρμόζει. ἄλλως τε ἐπεὶ ἡ ἀδικία ἀνισότης ἐστὶ καὶ τὸ ἄδικον ἄνισον, εἰκὸς ἄν εἴη τὴν δικαιοσύνην ἰσότητα εἶναι καὶ τὸ δίκαιον καῖον ἴσον· μέσον γάρ ἐστι τοῦ πλείονος καὶ τοῦ ἐλάττονος· ἐν ὁ ποία [*](162) γὰρ πράξει τὸ πλέον ἐστὶ καὶ τὸ ἐλατοὶ, ἀνάγκη καὶ τὸ ἴσον εἶναι· καὶ χωρὶς δὲ λόγου τινὸς οὕτω πᾶσι δοκεῖ τὸ δίκαιον ἴσον εἶναι. ἀνάλογον δέ ἐστιν, ὄτι κατὰ τὴν διανομὴν ἀνάλογα τίθησι τὰ διανεμόμενα τοῖς λαμβάνουσι. καὶ τοῦτον τὸν λόγον ἔχει τὰ διδόμενα πρὸς ἄλληλα, ὃν οἱ λαμβάνοντες πρὸς ἀλλήλους· εἰ γὰρ ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων; φέρε εἰπεῖν, κατὰ τὴν ἀρειήν, ἡ πρὸς τὸν Ἀχιλλέα τιμὴ τῆς πρὸς τὸν Αἴαντα διπλασίων δοθήσεται παρὰ τοὺ δικαίου. καὶ καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι, τὰ γὰρ ἔξω τοῦ μέσου ἐγγὺς ὄντα καὶ πόρρω μᾶλλον καὶ ἧττον πολλά, καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι, τοῦ γε λαμβάνοντος καὶ τοῦ δώρου· τὸ γὰρ ἴσον τῶν πρός τι ὂν ἀεὶ δύο τινῶν ἐστι· καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν· ἡ γὰρ ἀναλογία ἀεὶ τεσσάρων· ἡ γὰρ ἀναλογία δύο λόγων ἐστὶν ἰσότης, ὁ δὲ λόγος ἐν δυσίν ἐστιν ὅροις· ὥστε ἀνάγκην εἶναι τὴν ἀναλογίαν τεσσάρων εἶναι, οἷον λόγος ἐστὶν ὁ διπλάσιος, φέρε εἰπεῖν, ἢ ὁ τριπλάσιος· ὁ δὲ διπλάσιος δύο τινῶν ἐστι σχέσις τοῦ μὲν ὄντος διπλασίου, τοῦ δὲ ἡμίσεως, ὥσπερ ὁ εἴκοσι τοῦ δέκα· ὥστε δύο ἀνάγκη ὅρους ἐν τῷ ἑνὶ εἶναι λόγῳ. εἰ δὲ λάβοιμεν καὶ τὸν αὐτὸν λόγον ἐν ἄλλοις δυσὶν ὅροις, οἷον τῷ ιβ' καὶ ζ', ἀναλογίαν ποιήσομεν, καὶ ἔσται ὡς ὁ κ' πρὸς τὸν ι' ὁ ιβ' πρὸς ζ'· καὶ οὕτως ἀεὶ [*](2 καὶ om. h 3 βίαια post τοιαῦτα add. h 4 ἢ (ante ζημίαν) B: ἢ διὰ h 6. 7 τοῦ δὲ περὶ τὰ συναλλάγματα h: om. B 34 ὁ δὲ διπλάσιος om. h 35 ἡμίσεος Β 36 ἐν om. h 38 κ' Β: ἁ h τὸν om. h)

91
ἔσται ἡ ἀναλογία ἐν τέσσαρσι τὸ ἐλάχιστον· δυνατὸν γὰρ καὶ ἐν πλείοσιν εἶναι. εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι· ὥσπερ γὰρ ὁ κ' πρὸς ι', ὁ ι' ε' · ἀλλ’ ὅτι τὸν δέκα δὶς λαμβάνομεν, τέσσαρες γίνονται πάλιν. καλεῖται δὲ ἡ μὲν τοιαύτη ἀναλογία συνεχής, ἡ δὲ | διὰ τεσσάρων ὅρων, διῃρημένη. ἑκατεραν φεωμετρικὴν ἀναλογίαν [*](163) οἱ μαθηματικοὶ καλοῦσι διὰ τὸ καὶ ἄλλην ἀναλογίαν εἶναι, ἥτις ἀριθμητικὴ ἀναλογία καλεῖται. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τὸ ἁ ὑπερέχῃ τοῦ β' τοσοῦτον, ὅσον τὸ γ' ὑπερέχει τοῦ δ'. τὸ δὲ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· τὸ δὲ αἴτιον ἐροῦμεν. ὑποκείσθω δὴ τὸ μὲν διανεμόμενον τιμή, πρὸς οὓς διανέμενται ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας· δεῖ δὴ λόγον ἔχειν τὴν τιμὴν πρὸς τὴν τιμήν, ὃν ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν ἡ τιμὴ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀχιλλέα, ἡ τιμὴ ἰοῦ Αἴαντος πρὸς τὸν Αἴαντα· καὶ συνθέντι, ὃν ἔχει λόγον ὁ τετιμημ·ένος Ἀχιλλεὺς πρὸς τὸν Ἀχιλλέα, τοῦτον ὁ τετιμημένος Αἴας πρὸς τὸν Αἴαντα· ἰαὶ ἐναλλάξ, ὃν λόγον ἔχει ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν τετμημένον Αἴαντα, τοῦτον ἔχει τὸν λόγον ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· αὕτη δὴ πᾶσα ἡ ἀναλογία τῷ διανεμητικῷ δικαίῳ προσήκει. ἥτις εὑρεθῆναι οὐ δύναται ἐν τῇ ἀριθμητικὴ ἀναλογίᾳ, ἀλλ’ ἐν τῇ γεωμετρικῇ μόνον. καὶ ὅτι μὲν ἐν τῇ γεωμετρικῇ ἀναλογίᾳ ταύτα τὰ εἴδη πάντα τῶν ἀναλογιῶν εὑρίσκονται, δείκνυσιν ὁ γεωμέτρης. ὅτι δὲ ἐν τῇ ἀριθμητικῇ οὐ δύναται εὑρεθῆναι, δῆλον ἐκεῖθεν· ἔστωσαν γὰρ ἀριθμοὶ τέσσαρες ἐν ἀριθμητικῇ ἀναλογίᾳ, ὁ δ΄ καὶ ὁ δ΄ καὶ ὁ ς΄ καὶ ὁ ε΄ · ὑπερέχει δὴ ὁ δ΄ τοῦ γ΄ ὅσον ὑπερέχει ὁ ς΄ τοῦ ε΄· ἀλλὰ συνθέντι οὐκ ἔσται ἀνάλογον ἀριθμητικῶς· συντεθέντα γὰρ ὁ ς΄ καὶ ὁ ε΄ ὑπερέξει τοῦ ε΄ τῷ ς΄· ὁ δὲ ς΄ καὶ γ΄ συντεθέντα ὑπερέξει το.ῦ γ΄ τῷ δ΄· καὶ οὕτω διῃρημένα μὲν ἀνάλογον ἔχει ἀριθμητι|κῶς· κῶ· ἡ αὐτὴ γὰρ ὑπεροχὴ τοῦ δ΄ [*](164) πρὸς τὸ γ΄, ἥτις ἐστὶ τοῦ ς΄ πρὸς ε΄· συντεθέντα δὲ οὐκέτι ἀνάλογόν ἐστι· μᾶλλον γὰρ ὑπερέχει ὁ ια΄ τοῦ ε΄, ἢ ὁ ζ΄ τοῦ γ΄ διὰ ταῦτα δὴ τὸ δια- νεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν καὶ οὐ κατὰ τὴν . συνημμένην ἀλλὰ κατὰ τὴν διῃρημένην· τέσσαρας γὰρ εἶναι δεῖ τοὺς ὅρους τῷ ἀριθμῷ· οὐ γὰρ· δυνατὸν τὸ γὰρ] διδόμενον καὶ τὸν λαμβάνοντα ἓν εἶναι τῷ ἀριθμῷ. καὶ τὸ δίκαιον ἐκεῖνο ἀνάλογόν ἐστιν, ὅσον ἐστὶν ἐν ταῖς διανομαῖς, ὅταν ἕκαστος λάβῃ τὸ κατ’ ἀξίαν, ἢ τιμὴν ἢ χρήματα ἢ ἄλλο τι τῶν μεριζομένων· ὅθεν εἰρήνη γίνεται καὶ τάξις ταῖς πολιτείαις· ἀπὸ γὰρ τῶν ἐναντίων αἱ στάσεις καὶ μάχαι καὶ ἰὰ ἐγκλήματα, ὅταν ἢ οἱ ἴσοι μὴ ἴσα λάβωσιν, ἢ μὴ ἴσοι ἴσα. ὅτι δὲ ἀναλογίαν ζητεῖ ὁ μετὰ δικαιοσύνης ποιούμενος τὴν διανομήν, καὶ ἀπὸ τούτου δῆλον· τὸ γὰρ κατ’ ἀξίαν ἑκάστου, τοῦτο πάντες νομίζουσι δίκαιον· τὴν ἀξίαν δέ, δι’ ἥν τις τιμᾶται, οὐ τὴν αὐτὴν πάντες λέγουσιν· ἀλλ’ οἱ μὲν δημοκρατικοὶ τὴν ἐλευθερία λέγουσιν, οἱ δὲ ὀλιγαρχικοὶ τὸν πλοῦτον, οἱ δ’ ἀριστοκρατικοὶ ἀρετήν. ἐπεὶ τοίνυν διάφοροί εἰσιν αἱ ἀξίαι, εἴ τις μετὰ δικαιοσύνης [*](25 δ΄ prills h: τέταρτος B 27 τὸ om. h 31 τὸ γὰρ διδόμενον Β: τὸ διδόμενον h 34 ταῖς om. h 35 καὶ αἱ μάχαι h)
92
βουληθείη τιμὴν διανεῖμαι κατὰ τὴν ἀξίαν ἑκάστῳ, οὐκ ἴσην ποιήσεται τὴν διανομὴν ἀλλὰ ἀνάλογον. τὸ μὲν οὖν δίκαι·ον ἀνάλογον, καθὼς τὸ ἄδικον δὲ τὸ ἔξω τοῦ· ἀναλόγου, ὅταν ἡ διανομὴ κατὰ τὸ πλεῖον τῆς ἀξίας καὶ τὸ ἔλαττον γίνηται, ὅπερ καὶ ἐπὶ τῶν ἔργων τῶν ἄλλων τῆς ἀδικίας συμβαίνει. καὶ γὰρ ὁ ἀδικῶν τοῦ ἀδικουμένου πλεῖον ἀγαθὸν ἔχειν ζητεῖ, ὁ δὲ ἀδικούμενος ἔλαττον ἔχει· καὶ ἐπὶ τοῦ κακοῦ δὲ τὸ ἀνά|παλιν, [*](105) ὁ μὲν ἀδικῶν ἔλαττον κακὸν ἔχει, ὁ δὲ ἀδικούμενος μεῖζον· διότι τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, καὶ ὡς μεῖζον ἀγαθὸν τὸ ἔλαττον κακὸν ζητεῖται. τὸ μὲν οὖν διανεμητικὸν εἶδος τοῦ δικαίου τοῦτό ἐστι. λέγομεν δὲ ἤδη περὶ θατέρου.

Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’ αὐτὸ ἀναλογίας. κεφ. ε΄.

Τὸ δὲ δεύτερον εἶδος τοῦ δικαίου τὸ διορθωτικόν, ὃ περὶ τὰ συναλλάγματά ἐστι, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ τὰ λαθραῖα καὶ τὰ βίαια. ἔστι μὲν καὶ αὐτὸ κατὰ ἀναλογίαν τινά, ἀλλ’ οὐ κατὰ τὴν γεωμετιρικήν, καθ’ ἣν ὑπῆρχε τὸ πρῶτον εἶδος, τὸ διανεμητικόν, ἀλλὰ κατὰ ἀριθμητικήν. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον ἀπὸ τῶν κοινῶν εἰς τοὺς πολίτας ποιούμενον τὴν διανομήν, ἀναλόγως ἑκάστῳ δίδωσι κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὴν εἰσφοράν, ἣν εἰς τὸ κοινὸν συνετέλεσεν· ἐπεὶ οὐ πάντες ὅμοιοι οὐδὲ πάντες ὁμοίως εἰσφέρουσιν· ὅθεν οὐ τὰ ἴσα ἀλλὰ τὰ ἀνάλογα δέχονται· τὸ δὲ διορθωτικὸν τῶν συναλλαγμάτων δίκαιον ὅρους μὲν ἔχει τὸν ἠδικηκότα καὶ τὸν ἠδικημένον. δίδωσι δὲ ἑκάστῳ οὐ τὸ ἀνάλογον ἀλλὰ τὸ ἴσον· τὴν γὰρ ἰσότητα, ἣν ὁ ἀδικῶν διαφθείρει, ἀφαιρούμενος ἀγαθόν τι τοῦ ἠδικημένου καὶ προστιθεὶς ἑαυτῷ, ταύτην ὁ δίκαιος ἀνακαλεῖται ζημιῶν τὸν ἀδικήσαντα τοσοῦτον ὅσον ἠδίκησε· καὶ οὕτως ἑκατέρῳ τὸ ἴσον δίδωσιν. οὕτω δέ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν | ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ, συμβαίνει [*](166) ἀναλογίαν εἶναι ἀριθμητικήν. ᾧ γὰρ ὑπερέσχεν ὁ ἀδικήσας τοῦ ἠδικημένου, τούτῳ ὑπερέχειν ποιεῖ ὁ δικαστὴς τοῦ ἀδικήσαντος τὸν ἠδικημένον· καὶ οὕτω συμβαίνει εἰκόνα τινὰ τῆς τοιαύτης ἀναλογίας τὸ διορθωτικὸν δίκαιον εἶναι. καὶ γὰρ εἰ καὶ ἐπιεικὴς μὲν ὁ ἀποστερῶν, φαῦλος δὲ ὁ ἀποστερηθείς, οὐδὲν πρὸς τὸ τοιοῦτον δίκαιον διαφέρει, οὐδὲ εἰ ὁ μὲν μοιχεύσας φαῦλος, ὁ δὲ ἀδικηθεὶς ἐπιεικής, ἀλλ’ ἀεὶ τὴν ἰσότητα ζητητέον τῷ διορθωτῇ· ὡς ἀδικηθεὶς γὰρ μόνον καὶ ὡς ἀδικούμενος ἑκάτερος λαμβάνεται· καὶ ὃ ἐκέρδανεν ὁ ἀδικήσας ἢ ἡδονῆς ἡ χρημάτων ἢ δόξης παρὰ τοῦ ἠδικημένου, καὶ διὰ τοῦτο ὑπερέσχεν αὐτοῦ, τοῦτο ἀποδίδωσιν ὁ δικαστὴς τῷ ἠδικημένῳ, ἢ ζημιώσας τὸν ἠδικηκότα ἢ ἀτιμάσας ἢ αἰκισάμενος ἢ ἀποκτείνας. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν [*](2 τὸ ἀνάλογον h 10 λέγομεν B: λέγωμεν h 13 ὃ Β: ἢ· h 32 ὁ (post δὲ) om. h)

93
ταύτῃ τῇ δικαιοσύνῃ κατιοειν, συνέχεις ποιησάμενον τοὺς ὄρους· ἐστι γὰρ ὡς ὁ ἀδικήσας πρὸς τὸν ἠδικημένον, οὕτως ὁ δικαστὴς πρὸς τὸν ἀδικήσαντα· οἷς γὰρ ἐποίησε πρὸς τὸν ἠδικημένον ὁ ἀδικήσας, τὰ ἴσα πάσχει παρὰ τοῦ δικαστοῦ. ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μεῖζον καὶ τὸ ἔλαττον εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι (ὅς τὸ μεῖζον ἀγαθὸν ζητεῖ, τὸ ἔλαττον κακὸν αἱρεῖται), ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, φανερὸν ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. καλεῖσθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλεονετῖν, ἄν τε εἰς χρήματα, ἄν τε εἰς δόξαν, Ι ἄν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. ἔστι τοίνυν τὸ ἀπανομρθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶτσιν, ἐπὶ τὸν δικαστὴν κατα- φεύγουσιν, οἰόμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθῆναι. ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδᾶναι ἀλλά τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν εἶναι · νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν· καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευξόμενοι. ἔνιοι δὲ οὐχ ἕνα μόνον ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαίνονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταὐτὸν ὂν τὸ μέσον ζητεῖν καὶ τὸ δίκαιον· καῖον· μέ σὸν ἄρα τὸ δίκα ἴον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσότητα τητᾷ καὶ τὸ δίκαιον εἰσάγων καὶ ἐπανισῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα. καὶ ὥσπερ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ ἰῆς μείζονος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερέχει τῆς ἐλάττονος τῆς δᾶ, τὴν γδ, καὶ προσθεὶς τῇ δᾶ, τὴν ἂγ· ἴσην ἐποίησε τῇ γβ καὶ εὗρε τὴν διχοτομίαν τῆς αβ, οὕτω καὶ ἐπὶ τῆς ἀνισότητος σότητος τῆς ἀδικίας συμβαίνει. τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὥσπερ ἄν εἴ τις εἴποι δίζαιον· καὶ ὁ δικαστὴς διχαστής. καὶ ὥσπερ ἐπὶ τῆς γραμμῆς ἔχει, ὅταν δίχα διαιρεθῇ, ὅτι ἡ ἑτέρα τῶν ἴσων εὐθειῶν μέση ἀνάλογόν ἐστι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, οὕτω καὶ τὸ - δίκαιον μέσον ἐστὶ τοῦ κέρδους καὶ τῆς ζημίας, τοῦ | μείζονος ἢ ἀγαθοῦ [*](168) ἢ κακοῦ καὶ τοῦ ἐλάττονος· ἔλαττον μὲν τοῦ μείζονος, μεῖζον δὲ τοῦ ἐλάττονος. ὅτι δὲ ἐπὶ τῆς γραμμῆς· οὕτως ἔχει, καθὼς εἴρηται, φανερόν· ἡ γὰρ βδ ὑπερέχει τῆς γα τῇ γδ· ἡ #x003E; γα ὑπερέχει τῆς ἅδ’ τῇ τῇ γδ· ὥστε αἱ μὲν βδ, γα, ἅδ’ ἀνάλογον ἔχουσι κατὰ ἀριθμητικὴν ἀναλογίαν· μέση δέ ἐστιν ἡ γα, ἡ ἴση τῆ γβ, ἥτις ἐλάττων μέν ἐστι τῆς βδ, μείζων δὲ τῆς ἅδ’, τῇ αὐτῇ τῇ γδ ἐλαττουμένη καὶ ὑπερέχουσα. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον, τὸ δίκαιον καὶ τὸ ἴσον μέσον ἀνάλογον εἶναι τῆς ζημίας καὶ τοῦ κέρδους, κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ἔστωσαν τρεῖς εὐθεῖαι ἴσαι ἀλλήλαις, αἱ ἄα, ββ, γγ· τετμήσθω δὲ ἡ ἄα δίχα κατὰ τὸ ε, ἥ τε [*](14 μηδὲν h: μηδὲ Β 19 ἄρα τὸ Bh et Arist. cod. Mb: ἄρα τι τὸ Arist. 27 προστεθὲν Mullueli: προσθέν Bh 35 γδ h: δγ Β ἡ δὲ γα h: ἡ γα Β)
94
γγ κατὰ τὸ ζ· καὶ ἀφῃρήσθω ἀπὸ ἰῆς ἄα ἡ ἄε· φανερὸν δή, ὅτι ἡ γγ μείζων ἔσται τῆς ἔα τῇ γζ· προσκείσθω δὲ ἡ ἀφαιρεθεῖσα τῆς ἄα τῆ γγ, καὶ ἔστω ἡ δγ· φανερὸν δή, ὅτι ἡ δγ μείζων ἐστὶ τῆς ἔα τῇ τε τῇ καὶ τῇ εἰ εἰ τοίνυν δεήσει τῶν ἄκρων εὐθειῶν τὴν ἰσότητα ἐπαναγαγεῖν, διὰ τῆς ββ τοῦτο ποιήσομεν· ὥσπερ γὰρ κανόνα τῇ γδ ἐφαρμόσαντες τὴν ὑπεροχὴν ἀφελοῦμεν· ἐφαρμόσαντες δὲ τῇ ἄα, τὸ ἐλλεῖπον πρόσ’ θήσομεν· καὶ οὕτως ἔσονται πάλιν αἱ ἄκραι ἴσαι ἀλλήλαις. αὕτη δὴ ἡ τὴν ἰσότητα ἐπανάγουσα ββ μέση ἀνάλογόν ἐστι κατὰ ἀριθμητικὴν τῇ δγ καὶ ἔα· ἡ μὲν γὰρ δγ τῆς ββ ὑπερέχει τῇ δγ, ἡ δὲ ββ τῆς ἔα ὑπερέχει τῇ αὐτῇ τῇ δγ· ὅτι δὲ καὶ ἐπὶ τοῦ διορθωτικοῦ δικαίου τὸ αὐτὸ συμβααίνει, φανερὸν ἐκ τῶν εἰρημένων. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνῶν συμβαίνει. τότε γὰρ εὗ ἔχουσι καὶ συνίστανται, ὅταν ἐν χρεία τούτων γενώμεθα, καὶ τοσοῦτον τεχνιτῶν δεώμεθα, ὅσον αὐτοὶ περὶ τὴν τέχνην πονοῦσι καὶ ζημιοῦνται· [*](169) οὕτω γὰρ δυνατὸν συνιστάνται τοὺς τεχνίτας, τὴν ἔνδειαν παρὰ τῶν δεομένων ἀνπληροῦντας. εἰ δὲ οἱ μὲν πονοῦσι καὶ ποιοῦσι τὰς τέχνας, οἱ πάσχοντες δὲ αὐτάς, οἱ δεόμενοι αὐτῶν δηλονότι, οὐχ οὕτω πά· σχοῦσιν ὡς ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πολλῷ ἔλαττον, ο.ὐδὲν κωλύει πάσας ἀπολέσθαι. διὰ τοῦτο κἀνταῦθα τὸ μέσον καὶ τὸ ἴσον ἀναγκαῖόν ἐστιν, ὅ ἐστι μεταξὺ ζημίας καὶ κέρδους. ταῦτα δὲ τὰ ὀνόματα, ἡ ζημία καὶ τὸ κέρδος, λέγεται μὲν κυρίως ἐπὶ τῶν ἑκουσίων συναλλαγατων, ἐλήφθη δὲ καὶ ἐπὶ τῶν ἀκουσίων. λέγεται γὰρ ἁπλῶς κερδαίνειν τὸ πλείονα πλείονα ὧν τις κέκτηται· ὁμοίως καὶ ζημιοῦσθαι τὸ κτήσασθαι ἐλάττονα ὧν εἶχεν ἐξ ἀρχῆς· τὸ δὲ τὰ ὄντα ἔχειν οὔτε ζημία οὔτε κέρδος ὀνομάζεται ἀλλά τι μέσον· ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δίκαιόν ἐστι· λέγω δὲ τῶν ἐν τοῖς ἀκουσίοις συναλλάγμασιν, ὅταν ὅταν τις τοσαῦτα λάβῃ, ὅ σὰ εἶχε πρὶν ἀδικηθῆναι ἢ ἀδικήσαι, τοῦτ᾿ ἔστι κερδάναι ἢ ζημιωθῆναι. τὸ γὰρ ἐν τοῖς ἑκουσίοις συναλλάγμασι κέρδος οὔτε ἄδικόν ἐστιν οὔτε εὐθύνεται· τούτων γὰρ ἄδειαν ἔδωκεν ὁ νόμος.

Ὀτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20 ἀναλογίαν ἡ ἀντιπεπόνθησις γένοιτο. κεφ. ς΄·

Οἱ δὲ Πυθαγόρειοι ἔλεγον δίκαιον εἶναι τὸ ἀντιπεπονθός, τὸ τὰ αὐτὰ πάσχειν ἃ ποιεῖ τις· καὶ πρὸς τοῦτο φέρειν καὶ τὸ τοῦ Ῥαδαμάνθυος επος εἰ κε πάθοι τά κ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο. τοῦτο δὲ τὸ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὐδενὶ εἴδει τοῦ δι|καίου. οὔτε [*](170) γὰρ τὸ διανεμητικὸν δίκαιον τοιοῦτόν ἐστιν οὔτε τὸ διορθωτικόν· ἐπὶ μὲν γὰρ τῆς διανομῆς οὐ δυνατὸν ἀεὶ τὸν πολίτην ἐκεῖνα πάσχειν εὖ ἀπὸ τοῦ κοινοῦ ἅπερ ἐποίησεν· εἰ γὰρ τύραννον ἀπέκτεινε, πῶς τὸ αὐτὸ πείσεται; ἐπὶ δὲ τοῦ διορθωτικοῦ δικαίου πολλαχοῦ διαφωνεῖ· εἰ γάρ τις ἄρχοντα [*](8 ἀριθμητικὴν h: ἀριθμητικῶς Β τῇ Β: τῆς h 14 συνιστάναι h: συνεστάναι B 34 Hesiod. frg. 212 Mark.)

95
ἐπάταξεν, οὐ δίκαι.ον πληγῆναι μόνον ἀλλὰ καὶ κολασθῆναι· καὶ εἴ τις ἄρχων ὤν τινα τῶν ἀρχομένων ἐπάταξεν, οὐ δίκαιον τὰ ἴσα παθεῖν· εἰ δέ τις καὶ ἀκουσίως καὶ ἀγνοῶν ἔβλαψε τὸν πέλας, οὐ δίκαιόν ἐστιν ὁμοίως ἀντιβλαβῆναι. δυνατὸν δὲ τὴν τοιαύτην ἀντιπάθειαν δικαίαν εἶναι ἐν ταῖς ἀλλακτικαῖς κοινωνίαις; οἷον ἐν τῷ εὖ ποιεῖν ἀλλήλους καὶ κακῶς ποιεῖν καὶ ἐν τοῖς ἰῶν τεχνῶν πρὸς ἀλλήλας συναλλάγμασι· πλὴν τὴν ἀντιπάθειαν οὐ κατὰ τὸ ἴσον ἐκλαβεῖν δεῖ ἀλλὰ κατὰ τὸ ἀνάλογον. ὁ γὰρ τὸν ἄρχοντα τυπτήσας τὴν τάξιν τῆς πολιτείας ἀνεῖλε, καὶ οὐ τυπτηθήσεται ἀλλὰ ἀποκτανθήσεται· καὶ ὁ τὸν γάμον τοῦ πέλας διαφθείρας πείσεται μὲν καὶ αὐτὸς κακῶς, οὐ τά αὐτὰ δέ, ἀλλά κατὰ τὸ ἀνάλογον· εἴτε γὰρ μὴ πείσεται κακῶς ὁ δράσας κακῶς, δοθυλεία τις ἔσται καὶ τυραννὶς ἡ πολιτεία· εἴτε ·τὰ αὐτὰ πείσεται ἅπερ ἔδρασεν, ἄτοπόν τι καὶ αἰσχρόν. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν χαρίτων καὶ τοῦ εὗ ποιεῖν καὶ εὓ πάσχειν· πρὸς μὲν γὰρ τῆν’ ἰσότητα τῆς πολιτείας ἀναγκαῖόν ἐστι τὸν εὗ παθόντα καὶ εὖ ποιῆσαι καὶ τὴν χάριν ἀμείφασθαι καὶ ἔτι δευτέρων ἄρξαι χαρίτων· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀπολεῖται ἡ μετάδοσις, ἥ συνέχει ἰὴν πολιτείαν καὶ τὴν ὁμόνοιαν. διὰ τοῦτο καὶ Χαρίτων ἱερὸν ἐν ἑκάστῃ τῶν πόλεων ἵδρυται, | ἵνα αἱ [*](171) χάριτες τιμῶνται διὰ τῆς ἀντχάριτος. οὐ δυνατὸν δὲ τὴν χάριν τὴν αὐτὴν εἶναι τῇ ἀντιχάριτι ἀλλὰ ἀνάλογον· δίδωσι δίδωσι γάρ τίς τινι οὗ δεῖται ὁ λαμβάνων, καὶ λαμβάνει παρ’ ἐκείνου, οὗπερ αὐτὸς ἐν χρείᾳ καθέστηκε· καὶ οὕτω χαίρει καὶ χαίρειν ποιεῖ· εἰ δὲ τὰ αὐτὰ λήφεται ἃ δέδωκε, τίς ἡ χάρις; ὥστε τὸ εὖ ποιεῖν καὶ εὖ πάσχειν οὐ κατὰ τὸ αὐτὸ ἀλλὰ κατὰ τὸ ἀνάλογον γίνεται. τοῦτο δὲ καὶ ἐκεῖθεν φανερώτερον γένοιτ’ ἄν. αἱ υεταδόσεις καὶ ἀντιδόσεις κοινωνίαι τινές εἰσιν· αἱ δὲ κοινωνίαι. τῶν ἐν 10 χρείᾳ· ἐκείνου γάρ τις ζητεῖ κοινωνεῖν, οὗ χρείαν ἔχει· τὸ δὲ ἐν χρείᾳ εἶναι τῶν ἀνομοίων ἐστίν· οὐ γὰρ δεῖταί τις ἑαυτοῦ ἢ τῶν ἑαυτοῦ ἢ ὧν αὐτὸς δύναται ποιεῖν ἀλλ’ ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν· ὁ γὰρ σκυτοτόμος οὐ δεῖται τοῦ σκυτοτόμου οὐδὲ ὁ ἰατρὸς τοῦ ἰατροῦ ἀλλ’ ὁ σκυτοτόμος ἰατροῦ καὶ ὁ ἰατρὸς σκυτοτόμου, ὥστε φανερόν, ὅτι αἱ χάριτες τῶν ἀνομοίων εἰσίν. αἱ ἄρα μεταδόσεις καὶ ἀντιδόσεις οὐχ αἱ αὐταὶ ἔσονται., ἀλλ’ ἵνα καὶ κατὰ τὸ δίκαιον γίνωνται, κατὰ τὸ ἀνάλογον τὴν ἰσότητα ἐκληπτέον· ὁ γὰρ σκυτοτόμος τῷ οἰκοδόμῳ ὑπόδημα δώσει, λήψεται δὲ ὅσα εἰς οἰκίαν φέρει ἀναλόγως τῇ χάριτι· καὶ ὁ ἰατρὸς τῷ γεωργῷ ἄλλα μὲν δώσει, ἄλλα δὲ παρ’ αὐτοῦ λήψεται κατὰ ἀναλογίαν. ἐνδέχεται γὰρ τὸ ἑτέρου ἔργον τιμιώτερον τιμιώτερον θατέρου· οὐ γὰρ ἀντὶ οἰκίας ὑποδήματα δώσει ὁ σκυτοτόμος τῷ οἰκοδόμῳ, ἀλλὰ τοσοῦτον δεῖ εἰσενεγκεῖν τὸν σκυτοτόμον εἰς τὴν ἀντίδοσιν, ὅσον ἐκεῖνος εἰς τὴν οἰκίαν ἐζημιώθη· εἰ δὲ μή, ἄνισα ἔσται τὰ ἀλλάγματα καὶ αἱ χάριτες ἀνώμαλοι. δεῖ τοίνυν ἐν ταῖς | χάρισι τηρεῖν ἰὴν ἰσότητα· πλὴν κατὰ [*](172) τὴν ἀναλογίαν. ἣν ποιεῖ ἡ κατὰ διάμετρον σύζευξις· διάμετρος μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς γωνίας τοῦ παραλληλογράμμου ἐπὶ τὴν ἀπεναντίον γωνίαν [*](6 ἀλλήλας B: ἀλλήλους h 8 τυπτηθήσεται B: τυπτήσεται h 22 ὥστε καὶ h 30. 31 καὶ αἱ ἀντιδόσεις h 31 αἱ αὐταὶ Mullach: ἑαυταὶ Β: αὐταὶ h)
96
(??) ἐπιζευγνυμένη εὐθεῖα. ἔστω δὲ ὥσπερ τετράγωνον οί τέσσαρες ὅροι· ὁ οἰκοδόμος ὁ σκυτοτόμος τὸ ὑπόδημα ἡ οἰκία· ὁ οἰκοδόμος μέν, ἐφ’ οὗ τὸ α, σκυτοτόμος δέ, ἐφ’ οὗ τὸ γ, οἰκία, ἐφ’ οὗ τὸ β, ὑπόδημα, ἐφ’ οὗ τὸ δ· ἐπεὶ τοίνυν ὑπὸ τὸν σκυτοτόμον τὸ ὑπόδημα τίθεται ὥσπερ τὸ δ ὑπὸ τὸ γ, καὶ ὑπὸ τὸν οἰκοδόμον ἡ οἰκία, ὥσπερ τὸ β ὑπὸ τὸ α, ἐν ταῖς πρὸς ἀλλήλους κοινωνίαις συναφθήσεται μὲν ὁ οἰκοδόμος τοῖς ὑποδήμασιν, ὥσπερ συνάπτεται τὸ α τῷ δ, ὁ δὲ σκυτοτόμος τῇ οἰκίᾳ, ὥσπερ τὸ γ τῷ β· καὶ οὕτως ἔσονται αἱ κοινωνίαι κατὰ διάμετρον, οὐ κατὰ τὰ αὐτὰ ἀλλὰ κατὰ τὰ ἀνάλογα. διὰ τοῦτο δεῖ τὰ ἀλλασσόμενα λόγον ἔχειν καὶ συμμετρίαν πρὸς ἄλληλα· εἰσὶ γὰρ ἔνια, ἃ οὐδὲ δύναται σχδὸν | ἀλλαγῆναί διὰ τὸ [*](173) ἀσύμμετρα εἶναι, οἷον τὸ τοῦ αὐλητ·οῦ ἔργον καὶ τὸ τοῦ οἰκοδόμου. διά τοῦτο παρελήφθη τὰ νομίσματα, ἅτινα πρὸς πᾶν ἔρηγον δύνανται ἀλλαγῆναι καὶ παντὸς ἔργου τὴν ἀξίαν μετροῦσιν· ἀπὸ τούτων γὰρ γινώσκομεν πόσων ὑποδημάτων ἡ οἰκία ἀξία ἐστὶν ἢ πόσης τροφῆς ἢ ἄλλων ἔργων· εἰ γὰρ μὴ ἡ ἀξία ἑκάστου γινώσκοιτο, οὐ δύναται συστῆναι ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία· τὸ γὰρ μὴ διδόναι καὶ λαμβάνειν ἀξίως οὐκ ἔστιν ἀλλαγὴ οὐδὲ κοι- νωνία. διὰ τοῦτο ἀνάγκη εἶναί τι ἓν μέτρον κοινὸν ἁπάντων, ᾧ πάντα δυνάμεθα μετρεῖν καὶ δι’ οὗ τὴν ἀξίαν ἑκάστου γινώσκομεν. ἔστι δὲ φύσει μὲν καὶ ἀληθείᾳ ἡ χρεία μέτρον ἁπάντων· καθόσον γάρ τις δεῖταί τινος, κατὰ τοσοῦτον βούλεται αὐτῷ κοινωνεῖν· εἰ γὰρ μὴ δέοιτο τῶν ἑτέρου ἢ μὴ ὥσπερ ἄλλος τῶν ἐκείνου ἀλλὰ ἔλαττον, οὐκ ἔσται ποτὲ ἀλλαγή· δεόμενος δὲ τὰ ἑαυτοῦ δίδωσι καὶ λαμβάνει τὰ τῶν ἄλλων. ἡ μὲν οὖν χρεία φύσει καὶ ἀληθείᾳ μέτρον ἐστὶ τῶν πραγμάτων· αὕτη γὰρ πάντας εἰς ἓν συνάγει· νόμῳ δὲ καὶ κατὰ συνθήκην τὸ νόμισμα· καὶ διὰ τοῦτο καὶ νόμισμα καλεῖται, ὅτι οὐκ ἔστι φύσει, ἀλλὰ παρ’ ἡμῶν ἐτέθη, καὶ ἐφ’ ἡμῖν ἔστι μεταβαλεῖν αὐτὸ καὶ ποιῆσαι ἄχρηστον. ἔστι τοίνυν καὶ τὸ νόμισμα μέτρον, ὡς εἴρηται, τῆς τῶν πραγμάτων ἀξίας, καὶ αὐτοῦ μὲν οὐκ ἔστι χρεία δι’ ἑαυτό, ἔστι δὲ ὥσπερ ὑπάλλαγμα τῆς χρείας· διὰ τούτων [*](7 ἐφ’ (ante οὗ τὸ γ) h: ὑφ’ in rasura Β 20 ἀζίως B: ἀξίωμα h 21 ᾦ h: ὦν B 32 ἑαυτό B: ἑαυτῆς h)
97
ἰσόρροπος ἔσται κατὰ τὸ ἀνάλογον. ἡ δὲ ἀναλογία ἔσται ἀντιπεπονθότως· [*](174) οὕτω γὰρ δυνατὸν ἰσασθῆναι τὴν ἀλλαγήν. ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς, ὅταν ᾖ ὡς τὸ α πρὸς τὸ β, τὸ γ πρὸς τὸ δ· καὶ ὡς τὸ α πρὸς τὸ γ, τὸ δ πρὸς τὸ β· εἰ τοῦτον τοίνυν τὸν τρόπον ἀνάλογον ἔσται τὰ ἀλλασσόμενα καὶ οἱ ἀλλάσσοντες, δι·καία ἔσται ἡ ἀλλαγή. ἔστω γεωργος σχυτοτομος γὰρ σκυτοτόμος, ἐφ’ οὗ γ, γεωργός, ἐφ’ οὗ α, ὑποδήματα, ἐφ’ οὗ δ, σῖτος, ἐφ’ οὗ β· κείσθω δὴ τὸν γεωγρὸν πρὸς τὸν σκυτέα διπλάσιον λόγον ἔχειν, ἔσται δὲ καὶ ὁ σῖτος διπλάσιος τῇ ἀξίᾳ τῶν ὑποδημάτων· εἰ τοίνυν ἔσται ὡς ὁ γεωγρὸς πρὸς τὸν σκυτέα τὰ ὑποδήματα πρὸς τὴν τροφὴν ἢ τὸν σῖτον, διπλασίονα ἔσται τὰ ὑποδήματα τοῦ σίτου καὶ οὕτως ἔσονται ἄξια τοῦ σίτου.· εἰ δὲ μὴ οὕτως ἡ ἀλλαγὴ γένοιτο, οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά, οὐ γὰρ δυνατὸν ἰσασθῆναι. εἰ γὰρ μὴ ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὸ ἔργον τοῦ γεωργοῦ, ὃ λαμβάνει ὁ σκυτεύς, πρὸς τὸ ἔργον τοῦ σκυτέως, ὃ λαμβάνει ὁ γεωργός, οὐκ ἔσται ἰσότης, ἀλλ’ ὅταν ἀντιπεπονθότως ἔχωσι, τότε ἀλλαγὴ κυρίως καὶ κοινωνία γίνεται. ὅτι ὁὲ ἡ χρεία συνέχει τὰς πολιτείας καὶ αὕτη τὰς κοινωνίας ποιεῖ καὶ τὰς ἑνώσεις, καθάπερ ἕν τι ὄν, δῆλον· καὶ γὰρ ὅταν μὴ χρείαν ἔχωσιν ἀλλήλων, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσιν ἀλλήλοις ἢ ὅταν ὁ μὲν δέηται θατέρου, ἅτερος δὲ θατέρου χρείαν οὐκ ἔχῃ, καὶ τότε γὰρ ὁμοίως ακοινώνητοί εἰσιν· ὥσπερ τοὐναντίον, ὅταν οὗ μὲν ἔχει αὐτὸς δέηταί τις, αὐτὸς δὲ χρῄζῃ ὧν ἐκεῖνος δοῦναι δυνατός. ἐπεὶ δὲ πολλάκις ὁ μὲν γεωργὸς δεῖται τοῦ ἔργου τοῦ τέκτονος, ὁ δὲ τέκτων οὐ δεῖται του γεωργικοῦ, ἴνα τὰ ἀλ|λάγματα καὶ αἱ κοινωνίαι μηδὲ τότε κωλύωνται, παελήφθη θῆ τὸ νόμισμα· [*](175) καὶ τοῦτο διδοὺς ὁ γεωργὸς τῷ τέκτονι λαμβάνει παρ’ ἐκείνου τὸ ἐκείνου ἔργον. ὃ δὴ τὸ νόμισμα καθάπερ ἐγγυητής ἐστι πρὸς τὸν τέκτονα, ὅτι ἐπειδὰν ἴων τοῦ γεωργοῦ δεηθῇ, δι’ αὐτοῦ λήψεται παρὰ ἰοῦ γεωρδὲ [*](13 δὲ B: δὴ h 14 ὁ om. h 17 μὴ om. h 23 σέηται mullach: δεῖται Bh 24 ἔχῃ ἔχει B 20 χρίζῃ Mullach : χρῄζει B 28 μήδε τότε Bh: μηδέποτε Mullacb 31 γεωργικοῦ h Comment. Ari-t-. XIX 2. Heliodunis in Eth.)
98
γοῦ, ὧν ἐν χρείᾳ κατέστη. καὶ οὕτω κἀνταῦθα διὰ τὴν μέλλουσαν τοῦ τέκτονος χρείαν ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία γίνεται. καὶ τὸ νόμισμα δυνάμει ἐστὶ πάντα σχεδόν, ὧν δεῖται ἕκαστος ἑκάστου· καὶ ἡ τούτου χρεία μάλιστα μένει, εἰ καὶ μὴ ἀεὶ ὁμοίως καὶ γὰρ ἐν μὲν ταῖς εὐθηνίαις πολλή τίς ἐστιν ἡ χρεία τοῦ νομίσματος, ἐν δὲ ταῖς σιτοδείαις οὐκέτι· οὐ γὰρ ἄν τις ἕλοιτο ὀλίγον προέσθαι σῖτον πολλῶν νομισμάτων. ὅμως δὲ δι’ ἃ εἴρηται μᾶλλον μένει ἡ τούτου χρεία ἢ ἡ τῶν ἄλλων· διὸ δεῖ πάντα τιμᾶσθαι· οὕτω γ.ὰρ δυνατὸν εἶναι ἀεὶ ἀλλαγὴν καὶ κοινωνίαν. ἀπὸ γὰρ τοῦ πάντα μετρεῖσθαι καὶ τιμᾶσθαι νομίσματι ἡ ἰσότης γίνεται· ἀπὸ δὲ τῆς ἰσότητος ἀλλαγὴν γενέσθαι #x003E;, ἰσότητα δὲ οὐκ ἀεὶ δυνατὸν ἄνευ νομίσματος τινά γὰρ ἔργα τεχνῶν οὕτως ἀλλήλων διαφέρει, ὥστε παντελῶς ἀσύμμετρα εἶναι καὶ μηδένα λόγον ἔχειν πρὸς ἄλληλα· ὅθεν οὐ δυνατὸν ἰσότητα εὑρεῖν ἐν αὐτοῖς. ὅτι δὲ ἑκάτερος ἑκατέρου δεῖται, διὰ ταύτην τὴν χρείαν παρελήφθη ἕν τι κοινὸν μέτρον, ὃ πάντα μετρεῖ, τὸ νόμισμα· ὃ φύσει μὲν καὶ ἀληθείᾳ οὐ μετρεῖ (οὐ γάρ ἐστι μέρος μετρουμένων), νόμῳ δέ τινι ἡμετέρῳ καὶ συνθήκῃ· καὶ οὕτως ἐν μέσῳ γενόμενον τῶν ἀσυμμέτρων, σύμμετρα ποιεῖ καὶ ἰσάζει. τοῦτο δὲ ἔσται οἰκία μναῖ δέκα κλίνη καὶ ἀπὸ τοὐ διαγράμματος σαφέστερον. ἔστω τὸ α οἰκία, τὸ δὲ β μναῖ δέκα, τὸ δὲ γ I κλίνη. ἔστω δὲ ἡ οἰκία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς· [*](176) ὥστε αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι, τῆς δὲ οἰκίας διπλάσιον· ἡ ἄρα οἰκία ἡμ·ίσειά ἐστι τῶν δέκα μνῶν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκία ἥμισυ, ἡ δὲ κλίνη δέκατον τοῦ αὐτοῦ, τὸ δὲ ἥμισυ τοῦ δεκάτου πενταλπλάσιον,. ἡ ἄρα οἰκία ἰῆς κλίνης πενταπλασίων· σύμμετρος ἄρα ἡ οἰκία γέγονε τῇ κλίνῃ διὰ μέσου τοῦ νομίσματος, ὃ κοινὸν ἐγένετο μέτρον. εἰ δὲ σύμμετρος, καὶ ἴση γενέσθαι δυνατόν· εἰ γὰρ πενταλπλασιασθῇ. ἴση ἔσται τῇ οἰκίᾳ. τί μὲν οὖν τὸ ἄδικον, καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται, κατά τε διανομὴν καὶ διόρθωσιν, ἤτοι τὸ διανεμητικὸν καὶ διορθωτικόν.

Ὅτι ἡ δι.καιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι. κεφ. ς'.

Τούτων δὲ οὕτω διωρισμένων, φανερόν ἐστιν, ὅτι ἡ δικαιοπραγία μεδυνατόν [*](10 h: om. B 24 δεκάτου Bh: δεκαπλασίου Miillach 25 πενταπλασίων B: πενταπλάσιος h)

99
σότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἐστί, τὸ δὲ ἔλαττον· τὸ μὲν γὰρ ἀδικεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν, ὅπου τὸ ἴσον ἔδει· τὸ δὲ ἀδικεῖσθαι, τὸ ἔλαττον ἔχειν. καὶ ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς· τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη μέση ἐστὶ δύο κακιῶν, τὴν μὲν ὑπερβάλλουσα τῆς δὲ ἐλλείπουσα· ἡ μὲν γὰρ σωφροσύνη μεταξὺ τῆς ἠλιθιότητος καὶ τῆς ἀκολασίας ἐστίν, ἡ δὲ ἀνδρεία μεταξὺ τῆς δειλίας καὶ τῆς θρασύτητος, καὶ αἱ ἄλλαι ὁμοίως· ἡ δὲ δικαιοσύνη οὐκ ἔχει παρ’ ἑκάτερα δύο κακίας, αἷς ἀντίκειται,, ἀλλὰ μόνῃ τῇ ἀδικίᾳ ἀντίκειται· μέση δέ ἐστιν, ὅτι ἰῆς ἀδικίας τὴν ἀνισότητα εἰσαγούσης, τὸ ἴσον αὐτὴ ζῆ τεῖ, καὶ τούτου ἐστὶ [*](177) ποιητική. ὃ δὴ ἴσον μέσον ἐστὶ τοὐ μείζονος καὶ τοῦ ἐλάττονος, καὶ διὰ τοῦτο αὐτὴ μὲν μεσότης ἐστίν, ἡ δὲ ἀδικία ἀκρότης, ὅτι τῶν ἄκρων ἐστί. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν ἕξις, καθ’ ἣν ὁ δίκαιος κατὰ προαίρεσιν πρακτικός ἐστι τοῦ δικαίου καὶ διανεμητικός, ὥστε καὶ ἑαυτῷ νομοθετεῖν προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς, οὐχ ἑαυτῷ μὲν πλέον τοῦ ἀγαθοῦ παρέχων ἐν τῇ διανομῇ, ἔλαττον δὲ τῷ πλησίον, ἢ τοῦ βλαβεροῦ ἑαυτῷ μὲν ἔλαττον, πλέον δὲ τῷ πλησίον, ἀλλὰ τὸ ἴσον τοῦ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἄλλω νομοθετῶν τὰ ἴσα ποιεῖν ἐν ταῖς διανομαῖς. τοιαύτη μὲν ἡ δικαιοσύνη. ἡ δὲ ἀδικία πᾶν τοὐναντίον· ὑπερβολὴ γὰρ καὶ ἔλλειψίς ἐστι τοὐ ὠφελίμου βλαβεροῦ καὶ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. ὁ γὰρ ἄδικος ἐν ταῖς διανομαῖς ὑπερβάλλει μὲν τὸν πλησίον ἐν τοῖς ὠφελίμοις, ἐλλείπει δὲ αὐτοῦ ἐν τοῖς βλαβεροῖς· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν ἢ ἐλλείπειν, ἀλλ’ ὡς ἔτυχεν· ὥστε εἶναι καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἐν τοῖς ἀδικήμασι τὸ μεῖζον καὶ τὸ ἔλαττον· καὶ μεῖζον μέν ἐστι τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι. ὧν μέσον ἐστὶ τὸ ἴσον, ἤτοι τὸ δίκαιον.

Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι. εἶναι. κεφ. η'.

Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, καὶ τίς ἑκατέρα τουτων ἡ φύσις, καὶ περὶ δικαίου καὶ ἀδίκου, καθόλου εἴρηται· ἐκεῖνο δὲ νῦν ζητητέον· ἐπεί εἰσί τινα ἀδικήματα, ἃ ποιῶν | τις ἀδικεῖ μέν, ἄδικος [*](178) δὲ οὖκ ἔστι, τίνα ταῦτα. πρῶτον δὲ ἐκεῖνο δείξομεν, ὅτι δυνατὸν ἀδικεῖν τινα καὶ μὴ ἄδικον εἶναι, οἷον κλέπτειν καὶ μὴ κλέπτην εἶναι καὶ μοι- χεύειν καὶ μὴ μοιχὸν εἶναι. ὁ γὰρ κλέψας τὴν μάχαιραν τοῦ μαινομένου, ἵνα μὴ ἑαυτὸν ὁ μαινόμενος ἀποσφάξῃ, ἔκλεψε μέν, κλέπτης δὲ οὐκ ἐστι· καὶ ὁ μοιχεύων, ἵνα δυνηθῇ πλουτεῖν, μοιχεύει μέν, μοιχὸς δὲ οὐκ ἔστιν, ἀλλὰ φιλοχρήματος· καὶ εἴ τις ἰατρὸς ἀπατῴη τὸν νοσοῦντα ἐφ’ ᾦ σώσει, ἀπατᾷ μέν, ἀπατεὼν δὲ οὐκ· ἔστι. ὅτι οὖν ἐστι δυνατόν τινα ἀδικεῖν καὶ [*](14 ἑαυτῷ h: ἑαυτῶν Β 18 τὸ ἴσον h: τοῦ ἴσου Β 19 ἄλλῳ h: ἄλλων B 29 ἑκατέρας scribe cum Arist. 35 ἀποσφάζῃ h 38 ὅτι μὲν οὑν h)

100
μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν ἧς τὸ ἔργον ποιεῖ, δῆλον. τίνα δέ ἐστι ταῦτα τὰ ἀδικήματα, ἑνὶ καθολικῷ λόγῳ ῥητέον· ὅσα ἀδικεῖ τις οὐχ ἕνεκα τοῦ τέλους, ὃ προσήκει ᾗ ἀδικίᾳ. ἐκείνῃ, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἄλλου τέλους ἕνεκα, ἢ ἀγαθοῦ ἢ φαύλου, κατ’ ἐκεῖνα ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστιν. ἀπατᾷ μὲν γὰρ ὁ ἰατρός, ἀπατεὼν δὲ οὐκ ἔστιν· οὐ γὰρ τέλος· ἔχει τὴν ἀπάτην τοῦ νοσοῦντος ἀλλὰ τὴν σωτηρίαν· ὁμοίως καὶ ὁ κλέφας τὸ ξίφος τοῦ μαινομένου οὐ ζητεῖ τὸ πλέον λαβεῖν ἑαυτῷ καὶ λάθρα παρακερδᾶναι τοῦ πλησίον ὥσπερ ὁ κλέπτης, ἀλλὰ τέλος ἔχει τὴν τοῦ μαινομένου σωτηρίαν. πᾶσα δὲ πρᾶξις ἀπὸ τοῦ τέλους τὸ εἶδος λαμβάνει καὶ τὸν ὁρισμόν, κα διὰ τοῦτο καὶ τὸ ὄνομα· τὸ γὰρ ὄνομα συνεσταλμένος ὁρισμός ἐστιν. οὐδὲ γὰρ τὸν στρατηγὸν ἑλεπόλεις κατσκευάζοντα πολλάκις καὶ ὁρμητήρια ἐν πολιορκίαις οἰκοδόμον ἐροῦμεν ἢ τέκτονα· τὰ μὲν γὰρ οἰκοδόμου καὶ τοῦ τέκτονος ποιεῖ καὶ οἰκοδομεῖν λέγεται, ὅτι δὲ οὐ πρὸς τὸ τέλος ἀποσκοπεῖ τοῦ οἰκοδόμου ἀλλὰ τὸ τοῦ στρατηγοῦ, οὐκ οἰκοδόμος ἀλλὰ στρατηγός ἐστι καὶ καλεῖται· καὶ ὁ τὸν γάμον μὲν τοῦ πλησίον ἀδικῶν, μὴ δι’ ἀκολασίαν δὲ αὐτὸ τοῦτο προαιρούμενος ἀλλὰ διὰ φιλοχρηματίαν, οὐκ ἂν εἴη μοιχὸς ἀλλὰ φιλοχρήματος. δυνατὸν τοίνυν τινὰ ἀδικεῖν, καὶ μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἢ οὐδαμῶς ἄδικον, ὥσπερ ὁ ἰατρός, ἢ καθ’ ἑτέραν ἀδικίαν ἄδικον, ὥσπερ ὁ μοιχός. κατὰ τίνα δὲ τρόπον, εἴρηται. δυνατὸν δὲ καὶ ἄλλως ἀδικοῦντα μὴ ἄδικον εἶναι, ὅταν ἀκουσίως τις ἀδικῇ· ὁ γὰρ νυκτὸς ἀγνοήσας τὸν κλέπτην καὶ τὸν μὴ κλέπτην ἀποκτείνας ἡδίκησε μέν, ἄδικος δὲ οὐκ ἔστι.

Περὶ δικαίου, ὃ κυρίως οὐκ ἔστι δίκαιον. κεφ. θ'.

Περὶ μὲν οὖν τοῦ ἀντιπεπονθότος, τίνα τρόπον γινόμενον δίκαιον ἔσται, εἴρηται πρότερον. ἔστι δὲ καὶ ἄλλο δίκαιον, ὃ οὐκ ἔστι κυρίως δίκαιον, ὥσπερ δὴ τὸ πατρικὸν καὶ δεσποτικόν· ταῦτα γὰρ οὔκ εἰσι κυρίως δίκαια ἀλλὰ ὅμοιά πὼς τῷ πολιτικῷ δικαίῳ. λέγω δὲ πατρικὸν δίκαιον, ὃ προσήκει πατρὶ πρὸς παῖδα ποιεῖν, καὶ δεσποτικόν, ὃ δεῖ δεσπότην πρὸς δοῦλον. κυρίως τοίνυν καὶ ἀληθῶς δίκαιόν ἐστι τὸ διανεμητικὸν καὶ τὸ διορθωτικόν, ὅπερ ἐστὶ τὸ πολιτικόν, ὅπερ ἢ κατὰ γεωμετρικὴν ἀναλογίαν γίνεται, καθὼς εἴρηται, ἢ κατὰ ἀριθμητικήν. ἐν ἐκείνοις γάρ ἐστι δίκαιον, ἐν οἷς καὶ νόμος τίθεται· νόμος δὲ τίθεται ἐν ἐκείνοις, οὓς δυνατὸν καὶ ἀδικεῖσθαι καὶ ἀδικεῖν· ὁ γὰρ νόμος καὶ ἡ δίκη διάκρισίς ἐστι τοῦ δικαίου καὶ τοῦ ἀδίκου. ταῦτα δὲ ἁρμόζει τοῖς πολίταις· οὗτοι γὰρ ἀλλήλους δύνανται ἀδικεῖν τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἀπλῶς [*](180) ἀγαθῶν, ἔλαττον δὲ τῷ πλησίον, καὶ τῶν βλαβερῶν τὸ ἀνάπαλιν· διὰ τοῦτο οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον πόλεως, δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς ἑπόμενον, ἀλλὰ τοὺς νόμους ἄρχοντας ποιούμεθα, ἵνα μὴ ἑαυτοῦ ἕνεκα [*](16 καὶ μὴ h)

101
ἄρχῃ μηδὲ τὸ πλέον ἑαυτῷ παρέχῃ ᾖ ἐν ταῖς διανομαῖς τῶν ἀγαθῶν, ἀλλὰ τὸ ἀνάλογον· εἰ γὰρ μὴ οὕτως ἔχει, τύραννος ἔσται. ὁ γὰρ ἄρχων οὐδὲν ἄλλο βούλεται ἢ φυλάττειν τὸ δίκαιον, ἤτοι τὸ ἴσον καὶ τὸ ἀνάλογον· οὐ γὰρ ἑαυτοῦ ἕνεκα ἄρχει, καθὼς εἴρηται, ἀλλὰ διὰ τὸ συμφέρον τῶν ἄλλων. διὰ τοῦτο καὶ τὴν δικαιοσύνην ἀλλότριον ἀγαθὸν ὀνομάζουσιν. ὅθεν καὶ μισθοὶ πολλοὶ κεῖνται τοῖς ἀγαθοῖς ἄρχουσιν· οἱ δέ εἰσι τιμαὶ δημόσιαι καὶ γέρα· ὃς δὲ οὐκ· ἀρκῖται τοῖς τοιούτοις μισθοῖς, τυραννίδι ἐπιχειρεῖ, τὸ μὲν οὖν δίκαιον δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. τὸ δὲ πατρικὸν <καὶ δεσποτικὸν> οὐκέτι· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖταί τις βλάπτειν· ἔστι δὲ ὥσπερ τι μέρος τῷ πάτοι τὸ τέκνον, ἕως ὑπ’ αὐτόν ἐστι καὶ ἰῆς αὐτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφέλειά τις τοῦ δεσπότου ἐστί, καθόσον ἐστὶ δοῦλός καὶ ἕως ἂν ᾐ· οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελείᾳ ἐπιβουλεύει. ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἷναι οὐδὲ τὸ κυρίως δίκαιόν ἐστιν, ὅ ἐστι τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἔστι νόμος, ὅτι μηδὲ ἀδικία, ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρ|χειν καὶ [*](181) ἄρχεσθαι· διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἢ πρὸς υἱὸν καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον καὶ μᾶλλον ἔοικε τῶ πολιτικῷ, ἔστι δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν.

Περὶ τοὺ φυσικοῦ καὶ τοὐ νομικοῦ δικαίου, τί ἐστιν ἑκάτερον· κεφ. ι'.

Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικον εστι, το οε νομικόν· καὶ φυσικὸν μὲν λέγεται, ὃ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν καὶ πᾶσι δίκαιον δοκεῖ, οἷον τὸ τὸν δανεισάμενον τὸ δάνειον ἀποδοῦναι (πᾶσι γὰρ δοκεῖ δίκαιον εἶναι τὸ ἕκαστ·ον ἔχειν τὰ ἑαυτοῦ), νομικὸν δέ, ὅπερ πρὶν νομοθετηθῆναι ἀδιάφορον ἦν καὶ οὔτε δίκαιον οὔτε ἄδικον ἐδόκει, μετὰ δὲ τὸ νομισθῆναι δίκαιόν ἐστιν.. ὥσπερ τὸ πιπράσκειν τὸν δοῦλον μιᾶς μνᾶς·. πρὶν μὲν γὰρ τεθῆναι τὸν νόμον, ἀδιάφορος ἦν ἡ πρᾶσις τῶν οουλων καὶ ὡς ἕκαστος τῶν δεσποτῶν ἐβουλήθη, μετὰ δὲ τὸ τεθῆναι τοῦτον τὸν νόμον, οὐκέτι ἀδιάφορος, ἀλλὰ τὸ δίκαιόν ἐστι τὸ τοσοῦδε πωλεῖν· τοιαῦτα δέ εἰσι καὶ τὰ ἐπὶ τῶν μερικῶν, οἷα τὰ ψηφίσματα, οἷον ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τὸν Δημοσθένη στεφανῶσαι ἢ τὸν Θεμιστοκλέα καλεῖν Ὀλύμπιον· ταῦτα γὰρ πρὶν ψηφισθῆναι ἀδιάφορα ἦν, ψηφισθέντα ’δε δικαίᾳ δοκεῖ. τινὲς δὲ νομίζουσι, μηδὲν δίκαιον εἶναι φύσει ἀλλὰ πάντα νομικὰ· πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ παντακοῦ καὶ ἑκάστοτε θερμαίνει καὶ παρ’ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως, τὰ δὲ δίκαια παντα μετα|βάλλονται· τὸ γὰρ δανείζεσθαι καὶ μὴ ἀποδιδόναι πάρα τισι δίκαιον [*](182) [*](6 δημόσιαι h: δημόσιοι B 9 καὶ δεσποτικὸν h: om. B 11 τι om. h 34 Δημοσθένην B)

102
δοκεῖ, καὶ τἄλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι καὶ οὐδὲν φυσικόν. πρὸς δὴ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει εἰ γὰρ καὶ παρ’ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρά γε τοῖς θεοῖς ἀνάγκη εἷναι δίκαιον ἀμετάβλητον, ὥστε εἶναί τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρ’ ἀνθρώποις, τοῖς τε ὀρθῶς καὶ ὑγιῶς ἔχουσιν, ἔστι δίκαιον ἀκίνητον, ὃ φυσικὸν λέγεται. εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει, οὐδὲ γὰρ ὁ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι ἰοῖς νοσοῦσιν οὐ τοιοῦτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ μέν τισι δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι. ἀλλὰ τὸ μὲν πρῶτον φυσικόν ἐστι καὶ ὑγιαινόντων ἀνθρώπων, τὸ δὲ δεύτερον παρὰ φύσιν καἰ μαινομένων ἀνθρώπων· ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον <οὐ> νομίζουσιν αὐτό, δῆλον. ἐπεὶ δὲ καὶ τὸ δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν ὃν εἴρηται τρόπον, τίνι διακριθήσονται καὶ ἀμφότερα κινούμενα; καὶ ἔστιν ἡ διάκρισις φανερά. αὐτὸ γὰρ ἐξετασθήσεται τὸ δίκαιον καθ’ ἑαυτό, εἰ συμφέρει πᾶσιν ἀκίνητον ὄν, καὶ εἰ κατα- λυθὲν βλάβην ἐπενεγκεῖν δύναται. ει οὕτως ε χει. φυσικον διαιὸν ἐστιν, εἰ ’δε μὴ τοιοῦτον, νομικόν· καὶ γὰρ ενοεχεται μὲν πανίας τῇ ἀρι- στερᾷ χειρὶ ὡς δεξιᾷ χρήσασθαι, ἡ μέντοι δεξιὰ φύσει φαίνεται κρείττων εἶναι τῆς ἀριστερᾶς· ἰὰ δὲ νομικὰ δίκαια κατὰ συνθήκην τηρούμενα ὅμοιά ἐστι τοῖς μέτροις, ἅπερ ἄλλα ἀλλαχοῦ γίνονται· τὰ γὰρ οἰνηρὰ καὶ σι|τηρὰ [*](183) μέτρα οὐ πανταχοῦ εἰσιν ἴσα, ἀλλ’ οὗ μὲν ὠνοῦνται τὸν οἶνον ἢ τὸν σῖτον, μείζω τὰ μέτρα ποιοῦσιν, οὗ δὲ πωλοῦσιν, ἐλάττω· τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ τὰ μὴ φυσικὰ ἀλλὰ ἀνθρώπινα καὶ κατὰ συνθήκην γινόμενα δίκαια. οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ· ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη. ὥσπερ καὶ τὸ φυσικὸν δίκαιον ἓν πανταχοῦ ἐν ταῖς εὐνομουμέναις πολιτείαις. καὶ οὕτως ἔχει πρὸς τὰς ἐν αὐταῖς πράξεις ὡς τὸ καθόλου πρὸς τὰ καθ’ ἕκαστα· τὰ μὲν γὰρ πραττόμενα πολλά, τὸ δὲ δίκαιον ἢ τὸ νόμιμον ἕν· καθόλου γάρ ἐστιν· οὐ γὰρ τόνδε τὸν ἀριστέα κελεύει τιμᾶσθαι καὶ τοιάνδε τιμήν, ὠὰ καθόλου πάντα ἀριστέα ἁπλῶς τιμᾶσθαι.

Τί ἐστι δικαίωμα καὶ οικαιοπραγημα καὶ αδικοπραγημα. κεφ. ια΄.

Διαφέρει δὲ τὸ δικαίωμα τὸ ὗ’ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· δίκαιον μὲν γάρ ἐστιν, ὅπερ ἁπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸν ἀνδροφόνον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δίκαιον ἐν τοῖς καθ’ ἕκαστα γένηται καὶ ὅδε ὁ ἀνδροφόνος τόνδε τὸν τρόπον ἀποθάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδικήμάτος ἔχει. καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, κἄν τε [*](5 δίκαιον εἶναι h 11 ὑγιαινόντων Β: ὑγιεινὸν τῶν h: ὑγιεινῶν Mullach 13 οὐ h: om. Β 36 οἷον τὸ τὸν h)

103
ἀδικίας ἔκτισις ᾖ, κἄν τε ἀρετῆς ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία. ὁποῖα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ δικαιωμάτων εἰσίν, ὕστερον ἐπισκεφόμεθα. νὺν δὲ ἐκεῖνο λέγομεν. οὕτως οὖν ἐχόντων τῶν δικαίων καὶ τῶν ἀδίκων, ὡς εἴρηται, ἀδικεῖ μὲν ἢ δικαιοπραγεῖ, [*](184) ὅταν ἑκών τις· αὐτὰ πράττῃ, ὅταν δὲ ἄκων, δὲ ἄκων, οὔτε ἀδικεῖ δικαιοπραγεῖ καιοπραγεῖ καθ’ αὑτό, ἀλλ’ ἢ κατὰ συμβεβηκός. αἱ γὰρ πράξεις καθ’ ἑαυτὰς οὔκ εἰσιν ἄδικοι οὔτε δίκαιαι, οὐ γὰρ ἐφαρμόζει αὐταῖς ὁ ὁρισμὸς τοῦ ἀδικοπραγήματος, ὃς. συνίσταται ἐν τῷ ἑκουσίῳ· ἀκούσιοι γάρ εἰσιν. ἀλλ’ ὅτι συμβέβηκεν αὐταῖς ἡ ἰσότης τῆς δικαιοσύνης ἢ ἡ ἀνισότης τῆς ἀδικίας, διὰ τοῦτο ἄδικοι <ἢ δίκαιαι> λέγονται κατὰ συμβεβηκός, πράττοντες αὐτάς ἀδικοπραγεῖν ἢ δικαιοπραγεῖν. καθ’ αὑτὸ δέ, ὅταν ἑκούσιον ᾖ τὸ ἔργον, τότε ἀδίκημα ἔσται καὶ ἀδικοπράγημα· χωρὶς δὲ τοῦ ἑκουσίου ἄδικον μὲν ἔσται πεποιηκώς, ἡ πρᾶξις δὲ οὐκ ἔσται ἀδίκημα· αὐτὸς γὰρ οὐκ ἔστιν ἄδικος, εἰ καὶ ἄδικα ποιεῖ, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη δυνατὸν εἶναι ἄδικα μὲν ποιεῖν, ἄδικον δὲ μὴ εἶναι. τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπ’ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα, οἷον τίνα τύπτει καὶ τίνος ἕνεκα· ταῦτα δὲ ἐν τοῖς περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δίκαια ποιούντων ἐστί· τότε γάρ τις δίκαιός ἐστι καὶ τὸ ἔργον δικαιοπράγμηα καθ’ αὑτό, ὅταν ἑκουσίως γίνηται· ὁ γὰρ τὴν παρακαταθήκην ἀποδοὺς διὰ φόβον οὔτε δικαιοπραγεῖ οὔτε δίκαιός ἐστιν, ἀλλ·ὰ κατὰ συμβεβηκὸς λέγεται. ταῦτα δὲ ἔτι διαιρετέον ἀκριβέστερον.

Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγγνώστων. κεφ. ι β'.

Αἱ γὰρ ἐν ταῖς κοινωνίαις βλάβαι αἱ μὲν ἑκούσιοί εἰσιν, αἱ δὲ ἀκούσιοι. καὶ τῶν ἀκουσίων αἱ μὲν ἁμαρ|τήματα λέγονται, αἱ δὲ ἀτυχήματα. 1 [*](185) καὶ ἁμάρτημα μέν ἐστιν, ὅταν τις βλάψῃ τινά ἀκουσίως μέν, παρασχὼν δέ τινα τῆς βλάβης αἰτίαν; οἷον εἴ τις ἐν ὁδῷ τοξεύων, ἐν ᾗ ἐνεδέχετο ἄνθρωπον παριέναι, ἐφόνευσέ τινα· οὗτος γὰρ ἄκων μὲν ἀπέκτεινε τὸν ἄνθρωπον, παρέσχε δὲ αἰτίαν τοῦ φόνου τὸ ἐν τοιούτῳ τόπῳ τοξεύειν. ἀτύχημα δέ ἐστιν, ὅταν παρὰ πᾶσαν προσδοκίαν ἡ βλάβη συμβῇ, οἷον εἴ τις τοξεύων ἐπ’ ἐρημίας, οὕτω συμβάν, παριόντα τινὰ ἀπέκτεινεν· ἐνταῦθα γὰρ παράλογός τις ἡ βλάβη συνέβη καὶ παράδοξος, καὶ οὐδὲν ἐς αὐτὸ συνετέλεσεν ὁ βλάφας, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἔξωθεν ἡ αἰτία πᾶσα τοῦ φόνου. τῶν δὲ ἑκουσίων τὰ μὲν ἐκ προαιρέσεως λέγονται, τὰ δὲ οὐκ ἐκ προαιρέσεως ἀδικήματα. καὶ ἐκ προαιρέσεως μὲν τὰ προβεβουλευμένα, ὅταν τις σκεψάμενος καὶ βουλευσάμενος τὴν βλάβην ποιήσῃ δι’ αὐτὸ τοῦτο, [*](3 λέγωμεν h 6 καθ’ αὑτὸν Mullach ἀλλ’ ἢ B: ἀλλὰ h 7 ἐφαρμόσει h 10 ἢ δίκαιαι inseruit διωρισάμεθα] 12 τότε καὶ ἀδίκημα h ὡς γὰρ ἐν h 18 τοῖς B: τῷ h διωρισάμεθα] cf. p. 41 sqq. 27 ἁμάρτημα h: ἁμαρτήματα B 33 αὐτῇ Β)

104
ἵνα βλάφῃ· οὐκ ἐκ προαιρέσεως δέ, τὰ ἐκ πάθους τινὸς γινόμενα καὶ μὴ προβεβουλευμένα, οἷον ὅταν τις βλάψῃ τὸν πέλας ἀθρόον τῷ θυμῷ συσχεθείς, ἢ ὑπὸ ἐνδείας τυραννούμενος κλέφῃ, οὐκ αὐτὸ τοῦτο βουλόμενος κακουργεῖν, ἀλλὰ τὴν ἔνδειαν παραμυθήσασθαι. ταῦτα δὲ ἑκάτερα τά τε ἐκ προαιρέσεως καὶ οὐκ ἐκ προαιρέσεως ἀδικήματα λέγοντι. τῶν δὲ πραττόντων αὐτὰ ὁ μὲν ἐκ προνοίας βλάπτων ἄδικός ἐστι καὶ πονηρός; ὁ δὲ ὑπὸ πάθους κινηθεὶς ἢ φυσικοῦ, οἷον ὀργῆς ἢ λύπης ἢ ἀναγκαίου, ὥσπερ πείνης ἢ φόβου, ὁ τοιοῦτος οὐκ ἔστιν ἄδικος οὐδὲ πονηρός. διὰ τοῦτο καὶ διακρίνεται παρὰ τοῖς δικασταῖς ὁ ἀμυνάμενος τοῦ προκατάρξαντος. ἄρχει δὲ οὐχ ὁ θυμῷ ποιῶν | ἀλλ’ ὁ κινήσας αὐτὸν εἰς ὀργήν, ὃς καὶ ἐγκαλεῖται ὡς ἄδικος· οὗτος γὰρ ἐγένετο τῆς βλάβης αἴτιος. καὶ τούτου χάριν ὁ μὲν προκατάρξας ἀπαρνεῖται μὴ προκατάρξαι. ὁ δὲ ἀμυνάμενος τὴν βλάβην μὲν ὁμολογεῖ ἣν ἔβλαψε τὸν ἄρξαντα, ἄμυναν δὲ καὶ ἀνταπόδοσιν ὀνομάζει διὰ τὸ μὴ οἴκοθεν ἀλλὰ παρὰ τοὐ βλαβέντος εἰς τὴν ὀργὴν κινηθῆναι. οὐ γάρ, ὥσπερ ἐν τοῖς ἑκουσίαοις συνάλλαγμασιν ἔχει, οὕτω κἀνταῦθα ἡ ἀμφισβήτησις γίνεται· ἐν ἐκείναις μὲν γὰρ ἡ πρᾶξις ἀμφισβητεῖται, οἷον εἰ ἔλαβε τὴν παρακαταθήκην ἢ τὸ δάνειον, καὶ λαβὼν οὐκ ἀπέδωκε, κἂν τοῦτο δειχθῇ, πονηρὸς εὐθὺς καὶ ἄδικός ἐστὶν, εἰ μὴ ἐπιλαθόμενος ἀρνεῖται· ἐνταῦθα δὲ ἡ μὲν πρᾶξις ὁμολογεῖται καὶ φανεφά ἐστιν· ὃ γάρ τις ὀργῇ ποιεῖ, φανερῶς ποιεῖ· ἀμφισβητεῖται δέ, εἰ δικαίως ἐπάταξεν ἢ ἀδίκως. ὥστε ὁ μὲν προκατάρξας καὶ ἐπιβουλεύσας ἄδικος οἴεται εἷναι καὶ διὰ τοῦτο οὐχ ὁμολογεῖ προκατάρξαι, ὁ δὲ ὀργισθεὶς παρ’ ἐκείνου μὴ ἄδικος εἶναι νομίζει καὶ δᾶ τοῦτο τὴν βλάβην ὁμολογεῖ. φαίνεται δὴ καὶ ἀπὸ τούτου, ὅτι ὅσα διὰ θυμὸν ἢ ἄλλα πάθη καὶ οὐ διά. μοχθηρίαν ἀδικεῖ τις, κατ’ ἐκεῖνα οὐκ ἔστιν ἄδικος, ὁ δὲ ἐκ προνοίας ἄδικός ἐστι καὶ πονηρός, οὐ μόνον ἐν τῷ διορθωτικῷ δικαίῳ, ἀλλὰ καὶ ἐν τῷ διανεμητικῷ, ἐάν τις μὴ κατὰ τὸ ἴσον καὶ ἀνάλογον διανέμῃ. ὁμοίως ὁ ἑ καὶ δίκαιός ἐστιν ἐν ἑκατέρῳ τῶν δικαίων ὁ μὴ διὰ πάθος ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα τὸ δίκαιον ποιῶν· ὁ γὰρ ὑπὸ πάθους κινηθεὶς ἢ λύπης ἢ ἔρωτος, καὶ δικαιοπραγήσας δίκαια μὲν ἐποίησε, δίκαιος δὲ οὐκ ἔστιν. | ἐπεὶ δὲ τῶν ἀκουσίων ἀδικημάτων τὰ μὲν συγγνώμης τυγχάνει, τὰ δ’ οὔ, [*](187) ῥητέον τίνα τὰ συγγνωστὰ καὶ τίνα τὰ ἀσύγγνωστα. ὅσα μὲν οὖν τις ἁμαρτάνει καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν, συγγνωστά· ὅσα δὲ ἀγνοῶν μέν, οὐ δι᾿ ἄγνοιαν δέ, ἀλλὰ διὰ πάθος, ὃ μήτε φυσικόν ἐστι μήτε ἀνθρωπικόν, οἷον φόβον ἢ λύπην ἢ πεῖναν ἡ ἄλλην ἀνάγκην, ἀλλὰ τροφήν τινα, οἷον διὰ τὸ ὀρέγεσθαι πιεῖν ἀνθοσμίου καὶ φαγεῖν πέρδικος, τὰ τοιαῦτα οὐ συγγνωστά ἐστι. ἔστι δὲ τὸ μὲν δι’ ἄγνοιαν καὶ ἀγνοοῦντα ἁμαρτάνειν, οἷον ὅταν τις ἀγνοῶν, ὅτι κακὸν τὸ τὸν πατέρα ἀπελαύνειν, νυκτὸς ἀγνοήσας τὸν πατέρα ἀπελαύνῃ τῆς οἰκίας· ὁ μὲν γὰρ μὴ εἰδὼς τὸ καθόλου ἀγνοῶν λέγεται ποιεῖν· ὁ δὲ μὴ εἰδὼς τὸ μερικόν, δι’ ἄγνοιαν· ὁ δὲ ἄμφω μὴ γινώσκων καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν λέγεται ἁμαρτάνειν., ὃς καὶ συγγινώ- [*](2 προβεβουλευμένως h 9 ἀμυνόμενος h 14 βλάψαντος Bh:. βλαβέντος Mullach 36 τοιαῦτα οὐ συγγνωστά B: τοιαῦτ' ἀσύγγωστά)
105
κακὸν τὸ κλέπτειν, κλέπτῃ δὲ οὐ διότι ἀγνοεῖ, ἀλλὰ διὰ μοχθηρίαν καὶ πάθος, ὃ οὔτε ἀναγκαῖόν ἐστιν οὔτε φυσικόν, καθὼς εἴρηται.

Ὀτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθαι. κεἲ. ιγ΄.

Δόξειε δ’ ἂν μὴ ἱκανῶς διωρίσθαι περὶ δικαίου καὶ ἀδίκου. ἐπεὶ γὰρ τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι ἀντίκειται, διείλομεν δὲ τὸ ἀδικεῖν εἴς τε τὸ ἑκούσιον καὶ ἀκούσιον, διαιρετέον ἂν εἴη καὶ τὸ ἀδικεῖσθαι εἰς ἑκούσιον καὶ ἀκούσιον, ὃ καὶ Εὐριπίδῃ δοκεῖ. φησὶ γὰρ εἶναί τι ἀδικεῖσθαι ἑκούσιον, λέγων πὼς

  1. μὴ τέρα κατέκτα τὴν ἐμήν, βραχὺς λόγος,
  2. ἑκὼν ἑκοῦσαν, καὶ θέλουσαν οὐχ ἑκών.
δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἡ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ καὶ ἀδικεῖσθαι [*](188) πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διηρῆσθαι, ἵνα θατέρῳ θάτερον ἀντικέηται. τὸν αὐτὸν δὲ τρόπον δοκεῖ καὶ ἐπὶ τοδ’ δικαιοῦν καὶ δικαιοῦσθαι· ἀλλὰ τὸ μὲν νομίζειν πᾶν ἀδικεῖσθαι ἢ δικαιοῦσθαι ἑκούσιον εἶναι, ἄτοπον· καὶ γὰρ καὶ ἄκων πολλάκις τις δικαιοῦται, ὅταν ἀδικήσας κολασθῇ· ὁμοίως δὲ καὶ τὸ εἶναί τι ἑκούσιον ἀδικεῖσθαι, οὐδὲ τοῦτό ἐστιν ἀληθές· ἀεὶ γὰρ ἀκουσίως τις ἀδικεῖται· δικαιοῦται δὲ ποτὲ μὲν ἀκουσίως, ποτὲ δὲ ἑκουσίως· ὁ μὲν γὰρ ἀδικῶν κολαζόμενος ἀκουσίως δικαιοῦται, ὁ δὲ ἀδικούμενος ἐκδικούμενος ἑκουσίως δικαιοῦται. ἀλλὰ περὶ μὲν τοῦ δικαιοῦσθαι τὰ εἰρημένα ἀρκείτω· περὶ δὲ τοῦ ἀδικεῖσθαι,. ὅτι ο.ὐ δυνατὸν ἑκούσιον εἶναι, ῥητέον ἔτι σαφέστερον. καἰ πρῶτον ἐροῦμεν τοὺς λόγους, ὅθεν δοκεῖ συνάγεσθαι ἑκουσίως τινὰ δύνασθαι ἀδικεῖσθαι. ἐπεὶ γὰρ ἑκουσίως ἐστὶν ἀδικεῖν τὸ βλάπτειν ἀδίκως τινά, εἰδότα καὶ τὴν βλάβην καὶ τὸν βλαπτόμενον, καὶ μηδὲν ἀγνοοῦντα τῶν περὶ τὸ πρᾶγμα 1 καὶ ἔτι οἱκοθεν κινούμενον καὶ οὐκ ἔξωθεν βιαζόμενον, εἴη ἂν τὸ ἑκουσίως ἁδικείσθαι τὸ βλάπτεσθαι παρὰ τὸ δίκαιον, εἰδότα τὴν βλάβην καὶ τὸν βλάπτοντα, καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, καὶ ἀνέχεσθαι, δυνάμενον· ἀποσείσασθαι. τοῦτο δὲ ὅτι γίνεται, φανερόν· ὁ γὰρ ἀκρατὴς καὶ ὑφ’ ἑτέρου βλάπτεται, εἰδὼς πάντα, καὶ ἀνέχεται, δυνάμενος ἀποσείσασθαι· δυνατὸν ἄρα ἐστὶν ἑκόντα τινὰ ἀδικεῖσθαι· ἔτι δὲ καὶ αὐτὸς ἑαυτὸν ὁ ἀκρατὴς βλάπτει καὶ ἑκουσίως· ἑκουσίως ἄρα | ἑαυτὸν ἀδικεῖ· ἔτι ἀδικεῖσθαί ἐστι τὸ ἄδικκ [*](189) πάσχειν· πάσχει δέ τις ἄδικα ἑκών· οἱ γὰρ ἐπιεικέστεροι ἐν ταῖς οιανομαῖς ἐλάττω τῆς ἀξίας λαμβάνουσι βουλόμενοι, ὅπερ ἄδικον μέν ἐστιν, ἐκούσιον δέ. ἀδικοῦνται ἄρα ἑκουσίως· ἔστιν ἄρα τι ἀδικεῖσθαι ἑκούσιον. ἀλλὰ τοὐναντίον ἐστίν, ἀδύνατον εἶναι ἀδικεῖσθαί τινα ἑκουσίως. τότε γάρ τις ἀδικεῖται, ἅΤε τι πάσχει ἄδικον παρὰ τὴν αὑτοῦ βούλησιν· τὸ γὰρ πάσχειν τι παρὰ τὴν ἑαυτοῦ βούλησίν τινα ἐναντίον ἐστὶ τῷ λόγῳ τοῦ ἑκουσίου· [*](2 κλέπτῃ Mullach: κλέπτει Bh 7 καὶ (ante τὸ) om. h 11 καὶ Bh: Aristoteles Eurip. fig. 69 Nauck 33 ἀδικεῖ ἔτι om. h)
106
ὥστε οὖ δυνατὸν βούλεσθαί τινα ἀδικισθαι, οὐδὲ τὸν ἀκρατῆ. καὶ οὗτος γὰρ ἀγαθὰ βούλεται ἑκυτῷ, καὶ οὐκ ἀνέχεται ἀδικεῖσθαι ἁπλῶς· ταύτης δὲ τῆς βλάβης ἀνέχεται, οἴεται γὰρ μὴ βλάπτεσθαι· καὶ οἴεται μὲν δέον εἷναι πράττειν ἃ ὠφελήσει, πράττει δὲ τὰ βλάπτοντα, οἰόμενος μὴ βλάπτοντα εἶναι· ὥστε οὐ δυνατόν ἐστιν ἀδικεισθαά τινα ἑκόντα. ἀπὸ τούτου δὲ καὶ τὰ ἐκ τοῦ ἐναντίου ἐπιχειρήματα λύεται. καὶ γὰρ ἀδικεῖ τις, ὅταν βλάπτῃ τινὰ ἑκὼν παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν· ὁμοίως δὲ καὶ ἀδικεῖται, ὅταν ἄδικα πάσχῃ παρὰ τὴν ἑαυτοῦ βούλησιν. τὸ δὲ ἑκόντα ἄδικα πάσχειν οὐκ ἔστιν ἀδικεισθαι· ὥσπερ γὰρ τὸ ἄδικον ποιεῖν οὐ πᾶν ἐστιν ἀδικεῖν οὐδὲ ὁ ἄδικα ποιῶν ἄδικος, ὡς ἀνωτέρω δέδεικται, οὕτως οὐδὲ πᾶς ὁ πάσχων ἄδικα ἀδικεῖται· ἀλλ’ ὥσπερ ὁ ἀπατῶν τὸν νοσοῦντα ἰατρὸς ἢ ὁ κλέπτων τὴν τοῦ μαινομένου μάχαιραν ἄδικα μὲν ποιεῖ, ποιεῖ, δὲ οὐκ ἔστι, πρὸς πρὸς σωτηρίαν ὁρᾷ τοῦ νοσοῦντος καὶ οὐ ζημιοῖ ἀλλὰ κερδαίνειν ποιεῖ, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἐλάττω λαμβάνων ἰῆς ἀξίας οὐκ ἀδικεῖ ἑαυτόν, εἰ καὶ ἄδικα πάσχει· οὐ γὰρ ἵνα βλάψῃ ἑαυτὸν ἀνέχεται τῶν ἐλαττόνων ἀξιούμενος, ἀλλ’ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος [*](190) καὶ ἐπιεικείας λαβόντα. ἔπειτα εἰ καὶ βλάπτειν ἑαυτὸν ἀνέχεται, οὐκ ἀδικεῖται· κεῖται· οὐ γὰρ παρὰ τὴν αὑτοῦ βούλησιν τὰ ἄδικα πάσχει· τοῦτο γάρ ἐστιν ἀδικεῖσθαι. ὁ γὰρ ἀλλαξάμενος τὰ βελτίω τῶν ἐλαττόνων, ὥσπερ φησὶν Ὅμηρος τὸν Γλαῦκον τῷ Διομήδει δοῦναι
  1. χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων,
οὐκ ἀδικεῖται· βουλόμενος γὰρ ἔδωκεν· ὁ δὲ ἀδικούμενος ἀκουσίως βλάπτεται. οὐκ ἄρα δυνατὸν ἀδικεῖσθαί τινα ἑκόντα, βλάπτεσθαι δὲ ἑκόντα δυνατον.

Περὶ τοὐ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαπβάνων. κεφ. ιδ΄·

Ῥητέον δὲ ἐκεῖνο, πότερος ἀδικεῖ ὁ διανέμων ἀδίκως καὶ μὴ κατὰ τὸ ἀνάλογον ἢ ὁ λαμβάνων τὸ πλέον τῆς ἀξίας τῆς ἑαυτοῦ. φαίνεται δέ, ὅτι ὁ διανέμων ἀδικεῖ καθ’ αὑτό, ὁ δὲ λαμβάνων κατὰ συμβεβηκός· ἐκεῖνος γὰρ ἀδικεῖ καθ’ αὑτό, ὃς ἑκὼν τοῦτο ποιεῖ. ἑκὼν δέ τις ποιεῖ, ὅταν ᾖ παρ’ αὐτῷ τῆς πράξεως ἡ αἰτία καὶ ἡ ἀρχὴ τοῦ ποιεῖν· τῆς δὲ διανομῆς ἡ ἀρχὴ παρὰ τῷ διανέμοντι· ὁ ἄρα διανέμων τὸ πλέον ἀδικεῖ καθ’ αὑτό, ἀλλ’ οὐχ ὁ δεχόμενος· οὐ γὰρ ἐπ’ αὐτῷ ἐστιν ἡ ἀρχή, καθὼς εἴρηται. οὐ γὰρ ὁ ποιῶν τὰ ἄδικα ἀδικεῖν λέγεται, εἰ μὴ κατὰ συμβεβηκός· ὥσπερ λέγεται καὶ ἡ χεὶρ φονεύειν ἢ μάχαιρα ἢ λίθος, παρ’ οἷς οὐκ ἔστιν ἀρχὴ τοῦ φόνου, οὐδὲ ἀφ’ ἑαυτῶν πράττουσιν· ἄδικα μὲν γὰρ ποιοῦσιν, ἀδικοῦσι δὲ οὐδαμῶς. ὁ δὲ διανέμων ἀδίκως, εἰ μὲν ἀγνοῶν τοὺς νόμους ἔξω τοῦ νομικοῦ δικαίου ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸν νόμον, οὐδὲ ἄδικος ἡ κρίσις ἐστίν· ἕτερον δὲ τρό|πον ἀδικεῖ, λέγω δὴ κατὰ τὸ φυσικὸν δίκαιον. ἄλλο [*](191) [*](13 ζημιοῖ B: ζημιοῦν h 21 Homer. II. Z 230 27 πότερος Β. πότερον h τὸ om. h)

107
γὰρ τὸ νομικὸν δίκαιον καὶ ἄλλο τὸ φυσικόν, οἷον νόμου ὄντος τὸν ἀριστέα πλέον ἔχειν ἐν ταῖς διανομαῖς, ὁ διανέμων ἀγνοήσας τὸν νόμον τῶν ἴσων τοῖς ἄλλοις ἠξίωσεν· οὗτος τοίνυν κατὰ μὲν τὸ νομικὸν διαιὸν οὐκ ἠδίκησεν, ἠγνόησε γὰρ τὸν νόμον· ὁ δι᾿ ἄγνοιαν ἄγνοιαν ἰὰ ἄδικα πράττων οὐκ ἀδικεῖ· ἐπεὶ δὲ καὶ φυσικὸς νόμος ἐστὶ τοὺς εὐεργέτας ἀντευποιεῖν, καὶ μὴ ἀγνοῶν, ἅτε φυσικὸν ὄντα, παρέβη, κατὰ τοῦτον ἄδικός ἐστιν· εἰ δὲ καὶ τὸν νόμον γινώσκων καὶ τὸ φυσικὸν δίκαιον παρέβη, καὶ ἀδίκως ἔκρινε, καὶ τὸ πλέον ἔνειμεν ᾧ μὴ. προσῆκεν, οὐ μόνον ἰὸν λαβόντα πλεονεκιτῖν ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς πλεονεκτεῖ. καὶ γὰρ εἴτε διὰ φιλίαν ἢ δι’ ἔχθραν ἡ διὰ δῶρα ἠδίκησε, συμμερίζεται τὸ ἀδίκημα· πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου, καὶ διὰ τοῦτο καὶ αὐτὸς κοινωνεῖ τοῦ ἀδικήματος τῷ πλέον λαβόντι· καθάπερ γὰρ εἰ ἀγρόν τις ἀδίκως, ᾧ μὴ προσῆκεν, ἔδωκεν ἀργυρίου, συμμερίσασθαι λέγεται τὸν ἀγρὸν τῷ λαβόντι (καίτοι οὐκ καίτοι ἔλαβεν ἀργύριον), οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἀδικήσας, ἵνα ἢ ἑαυτῷ ἢ φίλῳ χαρίσηται; μετέχει τοῦ πλεονεκτήματος καὶ συμμερίζεται τὸ ἀδίκημα· καὶ ὁ μὲν λαβὼν πλέον μὲν ἔχει καὶ ἄδικα ἐποίησεν, οὐκ ἠδίκησε δέ, εἰ μὴ δώροις ἢ ἄλλῃ τινὶ πειθοῖ τὸν διανομέα παρέπεισεν, ὁ δὲ διανομεὺς καὶ τὸ πλέον ἔχει ὃν εἴρηται τρόπον καὶ ἄδικός ἐστι.

Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἷναι. κεφ. ιε΄·

[*](192)

Τινὲς δὲ τὸ ἀδικεῖν ἢ δίκαιον εἶναι ῥᾴδιον νομίζουσι, καὶ ἅμα τῶ θελῆσαι δυνατὸν εἶναι δίκαιον ἢ ἄδικον γενέσθαι· τοῦτο δὲ οὐχ οὕτως ἔχει. τὸ μὲν γὰρ πρᾶξαι τὰ δίκαια ἢ τὰ ἄδικα καὶ ἢ δοῦναι ἀργύριον ἢ πατάξαι τὸν πλησίον ῥᾴδιόν ἐστι καὶ τοῦ βουλομένου· τὸ δὲ ἢ δικαιοσύνης ἕξιν ἔχειν ἢ ἀδικίας, ὃ χρόνου καὶ ἀσκήσεως δεῖται, δι’ ἃς ἕξεις ἢ δίκαιός τις ἢ ἄδικος λέγεται, τοῦτο δὲ οὐκ ἔστιν ἐφ’ ἡμῖν, ὥστε ἅμα τῷ βούλεσθαι καὶ ῥᾴδιον εἶναι κτήσασθαι. ὁμοίως δὲ νομίζουσι καὶ τὴν γνῶσιν τῶν δικαίων καὶ τῶν ἀδίκων ῥᾳδίαν εἶναι, καὶ τὸ δύνασθαι ταῦτα γινώσκειν οὐδὲν οἴονται σοφὸν εἶναι· ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν, οὐ χαλεπὸν συνιέναι. ταῦτα δὲ εἶναί φασι τὰ δίκαια· οὐκ εἰσὶ δέ, εἰ μὴ κατὰ συμβεβηκός· οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν ἑκάστοτε καὶ ὡς ἔτυχε τελούμενος καὶ παρ’ ὧν, ἀλλ’ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρ᾿ ὧν δεῖ. τὸ δὲ ταῦτα καθ’ ἕκαστον τῶν νόμων εἰδέναι δυσχερέστερόν ἐστι τοῦ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ τούτων ἕκαστον πρὸς τὴν ὑγίειαν τάξαι, καὶ τίνι προσενεκτέον καὶ πότε, τοσοῦτον ἔργον, ὅσον ἰατρὸν εἶναι. διὰ ταῦτα δὴ καὶ τὸν δίκαιον νομίζουσι δύνασθαι ἀδικεῖν οὐδὲν ἔλαττον τοῦ ἀδίκου ἀλλὰ καὶ πλέον, διὰ τὸ ἄδικα δύνασθαι πράττειν· δύναιτο γὰρ ἂν καὶ πατάξαι τὸν οὐδὲν ἠδικηκότα κότα καὶ ὑφελέσθαι τὰ ἀλλότρια, καὶ ὁ ἀνδρεῖος ῥῖψαι τὴν ἀσπίδα καὶ [*](1 γὰρ h: μὲν B 2 πλέον Mullach: πλέα Bh)

108
φυγεῖν· ἀλλ’ οὗ τὸ τὰ ἄδικα πράττειν | ἀδικεῖν ἐστιν οὐδὲ τὰ τοὐ δειλοῦ [*](193) πράττειν δειλαίνειν ἐστί, πλὴν κατὰ συμβεβηκός· ἀλλ’ ἁ τὸ μετὰ τῆς ἕξεως ταῦτα πράττειν, τοῦτό ἐστι τὸ δειλαίνειν ἢ ἀδικεῖν· ὅταν τις οὐκ ἐθέλων άπλῶς, ἀλλὰ πάθει κινούμενος δειλίας φεύγῃ ἢ τῷ ἕξιν ἔχειν ἀδικίας ἀδικῇ, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν, οὐ τὸ τέμνειν ἢ φαγρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ, ταῦτα ποιεῖν ἕξιν ἰατρικῆς ἔχοντα. τὸ μὲν οὗν ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, περὶ ὧν εἰπεῖν προὔκειτο, τίνα ἐστὶ καθ’ αὑτὰ καὶ ὅπως ἔχει, διωρισάμεθα. μέθᾳ. νῦν δὲ ῥητέον ἐστί, πῶς ἔχει τὸ δίκαιον πρὸς τὸ ἐπιεικὲς καὶ ἡ δικαιοσύνη πρὸς τὴν ἐπιείκειαν, ἐκεῖνο μόνον τῷ περὶ τοῦ δικαίου λόγῳ προσθέντες, ὅτι τὸ διανεμητικὸν καὶ διορθωτικὸν δίκαιον ἐν ἐκείνοις ἐστίν, οἳ μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, οἷον πλούτου #x003E; δόξης, ἐν οἷς καὶ ἔλλειψις εὑρίσκεται· ἐν γὰρ δόξῃ καὶ ὑπερβάλλειν δυνατὸν τὸ δέον καὶ ἐλλείπειν ὁμοίως καὶ ἐν πλούτῳ· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἡ ἰσότης καὶ ἡ ἀναλογία ζητεῖται· καὶ τοῖς μετέχουσι τούτων τοῦ διανεμητικοῦ δικαίου χρεία καὶ τοὐ διορθωτικοῦ. ἀλλ’ ἐν μὲν τοῖς θεοῖς οὐκ ἔχει χώραν ἡ ἀνισότης οὐδὲ ὑπερβολή ἐστιν ἐν ἐκείνοις οὐδὲ ἔλλειψις, ὅθεν οὐδὲ χρεία τῆς τοιαύτης δικαιοσύνης, ἀλλ’ οὐδὲ ἐν τοῖς φαύλοις παντάπασι τῶν ἀν’· θρώπων καὶ ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης μοχθηρίας διεφθαρμένοις· τοῖς γὰρ ὑγιάζεσθαι μέλλουσιν ἀνάγκη τι μόριον ὑγιὲς ἔχειν, ἵν’ ἐκεῖθεν ὁ τρὸς ἀπανακαλέσηται τὴν ὑγίειαν· οἱ δὲ παντάπασι διαφθαρέντες οὐ δύνανται θεραπευθῆναι· ὅθεν οὐδ’ ἐν αὐτοῖς ἔχει χώραν τὸ δί|καίον· ἐν [*](194) ἐκείνοις δέ ἐστι τῶν ἀνθρώπων, ὅσοι βούλονται τὰ δίκαια καὶ ποιοῦσι κατὰ τὴν ἀνθρωπίνην δύναμιν καὶ αὖθις ἁμαρτάνουσιν ὅσον ἀνθρώποις προσῆκε.

Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιζ.

Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς πῶς ἔχει ἡ μὲν ἐπι- είκεια πρὸς δικαιοσύνην. τὸ δ’ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἀκό- λουθόν ἐστιν εἰπεῖν. καὶ γὰρ οὔτε πάντῃ ταὐτά ἐστιν οὔτε ἕτερα τῷ γένει. καθόσον μὲν γὰρ τὸ ἐπιεικὲς ἐπαινεῖται μᾶλλον τοῦ δικαίου, καὶ ὁ ἐπιεικὴς ἀνὴρ τοῦ δικαίου βελτίων δοκεῖ· ἔτι δὲ καὶ ἐπὶ τὰ ἄλλα μεταφέρομεν, ὅταν ἐπαινεῖν δέῃ τινὰ τῶν ἀρετῶν· καὶ γὰρ ἐπιεικεστέραν τήνδε ἐκείνης λέγομεν, τὸ βέλτιον δηλοῦντες, οὐ τὸ δικαιότερον· κατὰ τοῦτο ἄλλη τις δοκεῖ εἶναι παρὰ τὴν δικαιοσύνην ἡ ἐπιείκεια. πάλιν δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον, εἰ τὸ ἐπιεικὲς ἄλλο παρὰ τὸ δίκαιον ὅν ἐπαινετόν ἐστιν· εἰ γὰρ ἐπαινετόν, δίκαιόν ἐστι· πᾶν γὰρ ἐπαινετὸν δίκαιον, καὶ ἡ δικαιοσύνη τελεία ἐστὶν ἀρετή, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται· εἰ δὲ οὐκ ἔστι δίκαιον, οὐδὲ ἐπαινετόν· ἢ εἰ τὸ ἐπιεικὲς ἐπαινετόν, τὸ δίκαιον οὐκ ἔστιν ἐπαινετόν· ἡ μὲν οὖν ἀπορία σχεδὸν διὰ ταῦτα συμβαίνει, ἔχει [*](1 οὐδὲ τὸ τὰ τοῦ h 4 τῷ h : τὸ Β 11 προσθέντες Bh: προσθεῖσιν Mullach 12 οἲ Β: ἃ h ἢ h: om. Β 29 πάντη B: πάντα h 37 cf. p. 87,27)

109
δὲ καὶ ἀμφότερα ὀρθῶς, τό τε ἓν εἶναι τὸ δίκαιον καὶ τὸ ἐπιεικὲς καὶ τὸ διαφέρειν, καὶ οὐδὲν ἀλλήλοις ἐναντιοῦνται. τὸ γὰρ ἐπιεικὲς καὶ δίκαιόν ἐστι καὶ δικαίου τινὸς βέλτιον· καὶ οὐχ ὡς ἑτερογενὲς τοῦ δικαίου βέλτιόν ἐστιν αὐτοῦ, ἀλλ’ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς· καὶ σπουδαίου ὄντος καὶ αὐτοῦ καὶ δικαίου, τὸ ἐπιεικὲς δίκαιον σπουδαιότερόν ἐστι. ταύτην δὲ τὴν | ἀπορίαν εἰσήγαγεν, ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ κατὰ [*](195) νόμον δέ· οὐ γὰρ περιέχεται ὑπὸ νόμου, ἀλλ’ ἔστιν ἐπανόρθωμα δικαίου νομίμου. τὸ δὲ αἴτιον τῆς διορθώσεως, ὅτι ὁ μὲν νόμος ἅπας καθόλου διορίζεται· ἐπ’ ἐνίοις δὲ τῶν καθ’ ἕκαστα οὐ δυνατὸν ἐφαρμόζειν κατὰ τὸν ὀρθὸν λόγον διὰ τὸ τὸν μὲν νόμον ὡρισμένον εἶναι καὶ εἰς ὡρισμένον τι σκοπεῖν, τὰ δὲ καθ’ ἕκαστα ἀόριστα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷον ὁ νόμος κελεύει καθόλου πάντα τὸν ἐπὶ τὸ τεῖχος ἀνελθόντα ξένον ἀποθνήσκειν· ἀνελθὼν <δέ> τις ἠρίστευσεν· εἰ τοίνυν ἐφαρμόσομεν τὸν νόμον τῷ ἀριστεῖ καὶ ἀποκτείνομεν, παρὰ τὸν ὀρθὸν λόγον καὶ τὸ δίκαιον ποιήσομεν. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν ἔχει· τοῦτο δὲ τὸ ἁμάρτημα οὐκ ἔστιν ἐν τῷ νόμῳ οὐδὲ ἐν τῷ νομοθέτῃ ἀλλ’ ἐν τῇ τῶν πραγμάτων φύσει. ὁ γὰρ νόμος, ἐπεὶ ἀδύνατον τὰ κατὰ μέρος πάντα περιλαβεῖν ἀόριστα ὄντα, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει καὶ πρὸς τοῦτο βλέπων νομοθετεῖ· καὶ οὐκ ἀγνοῶν τὸ ἁμάρτημα ὁ νομοθέτης ἀπροσθιόριστον ἀφῆκε τὸν νόμον ἀλλὰ διὰ τὸ μὴ δυνατὸν εἶναι τὴν τῶν πραγμάτων φύσιν διορισμῷ καθυποβληθῆναι ἄλλοτε ἄλλως ἐχόντων. ἀόριστος γάρ ἐστιν ἡ τῶν πρακτῶν ὕλη καὶ πολλὰς ἔχει τὰς μεταβολάς. διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαινόντων οἱ νομοθέται στοχάζονται· τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι, ἐπ’ ἐλάχιστα συμβαίνει, πλέον δὲ ἐνδέχεται κατὰ τῆς πόλεως ἀνέρχεσθαι. ἐπεὶ τοίνυν ἀναγκαῖον εἰδέναι πῶς δεῖ τοὺς τοιούτους νόμους τηρεῖν καὶ ὅτε καὶ ἐπὶ τίσιν, ἔδει τινὰ ἕξιν εἶναι καθ’ ἣν δυνησόμεθα τὰ τοιαῦτα ἐπανορθοῦν ἁμαρτήματα· αὕτη δέ ἐστιν ἡ ἐπιείκεια, καθ’ ἣν τὸ ἐλλεῖπον ἀναπληροῦται τοῦ [*](196) νόμου καὶ τὸ ἁμάρτημα ἐπανορθοῦται καὶ ὁ προσδιορισμός, ὃν ἐκεῖνος παρέλιπε, διὰ τὸ πάντα τὰ κατὰ μέρος οὐκ εἰδέναι, προστίθεται· ἐρεῖ γὰρ ὁ ἐπιεικής, πάντα τὸν ἀνιόντα ξένον ἀποθνήσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω· ταῦτα δὲ καὶ αὐτὸς ἄν εἶπεν ὁ νομοθέτης, εἴγε παρῆν· καὶ εἰ ᾔδει, ἐνομοθέτησεν ἄν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τοὺς ὁμοίους νόμους ὁ ἐπιεικὴς ἐπανορθώσεται. διὰ τοῦτο ἡ ἐπιείκεια δίκαιον μέν ἐστι καὶ βέλτιόν τῖόν τινος δικαίου, οὐ τοῦ καθόλου δικαίου ἀλλὰ τοῦ νομικοῦ, τοῦ διὰ τὸ καθόλου ἁμαρτάνοντος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς ἐπανόρθωμα τοῦ νόμου, καθ’ ὅσον ἁμαρτάνει καὶ ἐλλιπής ἐστι διὰ τὸ καθόλου· τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα τὰ δικαίως γινόμενα κατὰ νόμον εἶναι, ὅτι καθόλου καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον οἱ νόμοι. καὶ διὰ τοῦτο [*](1 καὶ τὸ ἐπιεικὲς om. h 13 δὲ h: om. Β ἐφαρμόσωμεν h 14 ἀποκτείνωμεν h 29 ὁ προσδιορισμὸς Mullach: τὸν προσδιορισμόν Bh 30 τὰ om. h 31 ἐμβουλεύσων h 35 καὶ om. h)
110
μασιν, ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι· τῶν γὰρ ἀορίστων ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδιος κανών, ὃς μετεκινεῖτο πρὸς τὸ σχῆμα τοῦ τοῦ λίθου· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὰ ψηφίσματα πρὸς τὰ πράγματα μεταβάλλονται. τί μὲν οὖν ἐστι τὸ ἐπιεικὲς καὶ ἡ ἔπιε ἷκε ία, καὶ ὅ τι δίκαιον, καὶ πῶς ἔχει πρὸς τὸ καθόλου δίκαιον, καὶ τίνος βέλτιον δικαίου, εἴρηται. δῆλος δὲ ἀπὸ τούτων καὶ ὁ ἐπιεικὴς τίς ἐστιν· ἔστι γὰρ ὁ τῶν εἰρημένων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ [ὁ] ἐπὶ τὸ χεῖρον ἀλλὰ ἐλαττωτικός, | καίπερ ἔχων τὸν [*](197) νόμον βοηθόν· καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, καὶ οὐκ ἄλλη τις παρὰ ταύτην καὶ διάφορος ἕξις.

Ὄἰὶ οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντα. κέω. ἵζ’.

Ῥητέον δὲ περὶ τοῦ ἀδικεῖσθαι τελεώτερον, εἰ δύναταί ποτε ἑκούσιον εἶναι. ἐπεὶ τοίνυν ἡ δικαιοσύνη καὶ ἡ ἀδικάς ἡ μὲν καθολική τίς ἐστι καὶ τελεία ἀρετή, καθὼς δέδεικται, ὁμοίως δὲ καὶ ἡ ἀδικία κακία, ἡ δὲ μερική, φανερὸν ὅτι οὔτε κατὰ τὴν καθόλου οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν δυνατόν τινα ἑαυτὸν ἀδικεῖν· δοκεῖ δὲ δυνατὸν εἶναι. διὰ ταῦτα, τοῦ νόμου μὴ κελεύοντος ἑαυτόν τινα ἀποκτείνειν, παράνομόν ἐστι τὸ ἑαυτόν τινα ἀποικτείνειν· ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει· τὸ δὲ· παράνομον ἄδικον, καὶ ἀδικεῖ ὁ ἑαυτὸν ἀποκτείνας· ὁ δὲ ἀδικῶν τινὰ ἀδικεῖ. δῆλον δὴ ὅτι ἑαυτὸν ἀδικεῖ· τοῦτο δὲ καὶ ἑκουσίως ἐποίησεν· ἑκουσίως ἄρα ἀδικεῖται. ἔτι δὲ καὶ ὁ παρὰ τὸν νόμον βλάπτων τινὰ καὶ μὴ ἀμυνόμενος καὶ ἀντιβλάπτων, ἀλλὰ προκατάρχων τῆς βλάβης, ἑκὼν ἀδικεῖ, ὅταν καὶ γινώσκῃ τὴν βλάβην καὶ τὸν βλαπτόμενον καὶ τἄλλα τὰ περὶ τὸ πρᾶγμα· ὁ δὲ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάξας οὔτε ἀμύνεται ἑαυτὸν καὶ γινώσκει καὶ τὴν καὶ τὴν βλάβην καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, ἑκὼν ἄρα ἀδικεῖ· εἰ δὲ ἑκὼν ἀδικεῖ, καὶ ἑκὼν ἀδικεῖται. διὰ ταῦτα μὲν οὖν δοκεῖ δυνατὸν εἶναι ἑκουσίως ἀδικεῖσθαί τινα κατὰ τὴν καθόλου ἀδικίαν, ἥτις ἐστὶν ἐναντία τῇ καθόλου δικαιοσύνῃ, ἥτις χρῆσίς ἐστι πάσης ἀρετῆς. τὸ γὰρ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάττειν ἐναντίον ἐστὶ τῷ | κατὰ τὴν πραότητα [*](198) νόμῳ. τοῦτο δὲ ὅτι ἀδύνατόν ἐστιν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· 6 γὰρ ὁρισμὸς τοῦ ἀδικεῖσθαι ἐναντίος ἐστὶ τῷ τοῦ ἑκουσίου λόγῳ. ἑ δὲ ἐναντίος λόγος, καθόσον μὲν ἑκουσίως ἀδικεῖν φησι τὸν ἀποσφάξαντα ἑαυτόν, ἀληθεύει, καθόσον δέ φησιν αὐτὸν ἑαυτὸν ἀδικεῖν, ψεύδεται·. οὐ γὰρ αὐτὸς ἀδικεῖται, οὐ γὰρ παρὰ τὴν βούλησιν αὐτοῦ τὸ κακόν, ἀλλὰ ἡ πόλις, ἥ ζημιοῦται στρατηγὸν ἢ στρατιώτην ἢ οἰκοδόμον ἡ πολίτην ἁπλῶς, καὶ παρὰ τὴν· αὐτῆς βούλησιν. διὰ τοῦτο καὶ ὡς ἠδικημένη δίκας ἀπαιτεῖ παρ᾿ αὐτοῦ, ἀμυνομένη αὐτὸν δι’ ὧν ἔξεστιν· οὐ γὰρ ἐᾷ θάπτειν τὸ σῶμα. [*](2 ἔχοντα ἄλλοτε ἄλλως om. h γὰρ B: δὲ h 9 ὁ μὴ ὁ B: ὁ μὴ h 13 ἑκόντα B: ἑαυτόν h)

111
κατὰ μὲν οὖν τὴν καθόλου ἀδικίαν, ὅτι οὐχ ἑκούσιον τὸ ἀδικεῖσθαι, δέδεικται· κατὰ δὲ τὴν μερικήν, ἥτις ἐστὶν ἡ πλεονεξία, πῶς δυνατὸν ἑαυτόν τινα ἀδικεῖν; εἰ γὰρ τὸ ἀδικεῖν κατὰ ταύτην τὴν ἀδικίαν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν θατέρου, ἕξει αὐτὸς ἑαυτοῦ πλέον ὁ ἑαυτὸν ἀδικῶν. εἰ δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον· καὶ εἴη ἄν τὸ αὐτὸ καὶ προσθήκη αὐτῷ καὶ ἀφαίρεσις, ὅπερ ἀδύνατον· ἀνάγκη γὰρ τὸ τοιοῦτον δίκαιον τὸ ἐλάχιστον ἐν δυσὶν εἶναι· οὕτω γὰρ δυνατὸν καὶ ἀφαίρεσιν καὶ προσθήκην γενέσθαι· καὶ <τὸ> ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν. ἔτι δὲ ἀνάγκη ἀδικοῦντα τοῦ ἀδικουμένου πρότερον τὴν βλάβην ποιεῖν, καὶ ἑκουσίως καὶ ἐκ προαιρέσεως βλάπτειν· ὁ γάρ, διότι ἔπαθε, τὸ αὐτὸ ἀντιποιῶν, οὐ δοκεῖ ἀδικεῖν. τὸν δὲ ἑαυτὸν ἀδικοῦντα ἀνάγκη κατὰ ταὐτὸν καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· διὰ τὸ τὸν αὐτὸν εἶναι καὶ ἀδικοῦντα καὶ ἀδικούνενον καὶ ἅλλα καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· δεῖ | ἄρα ἐν πλείοσιν εἶναι ταύτην τὴν ἀδικίαν· [*](199) οὐκ ἄρα δυνατὸν αὐτόν τινα ἑαυτὸν ἀδικεῖν. πρὸς δὲ τούτοις ὁ ἀδικῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ποιῶν τὰ κατὰ μέρος ἀδικήματα· καὶ χωρὶς τῶν καθ’ ἕκαστα οὐ δύναταί τις ἀδικεῖν οὔθ’ ὅλως ἄλλο τι ποιεῖν. τὰ δὲ κατὰ μέρος κλοπὴ ὕβρις πληγαὶ τοιχωρυχία· οὐδεὶς δὲ ἢ κλέπτει τὰ ἑαυτοῦ ἢ τὸν ἑαυτοῦ τοῖχον διορύττει ἢ ἑαυτὸν ὑβρίζει ἢ πλήττει. ὅλως δὲ ἐλέγχεται ψεῦδος εἶναι τὸ ἑαυτόν τινα ἀδικεῖν καὶ ἑκουσίως ἀδικεῖσθαι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ ἰὴν αὑτοῦ βούλησιν.

Ὁτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι. κεφ. ιη΄.

Φανερὸν δέ, ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν, καὶ γὰρ ἄμφω τοῦ μέσου ἔξω πίπτουσι, καὶ τὸ μὲν ἀδικεῖν πλέον ἐστί, τὸ δὲ ἀδικεῖσθαι ἔλαττον, τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον, ὥσπερ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ καὶ τὸ εὐεκτικὸν ἐν γυμναστικῇ· ἄμφω μὲν οὖν φαῦλα, χεῖρον δέ ἐστι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἀδικεῖν καὶ κακόν ἐστι καὶ ψέγεται· καὶ κακὸν ἢ κατὰ τελείαν κακίαν, ἤτοι τὴν καθόλου ἀδικίαν, ἢ τὴν μερικήν· καὶ ἢ ἑκουσίως καὶ μετὰ προαιρέσεως, ὅ ἐστι τὸ τελείως ἀδικεῖν ἢ ἑκουσίως μέν, οὐ μετὰ προαιρέσεως δέ, ὅπερ ἐγγύς ἐστι τοῦ ἀδικεῖν, καὶ οὐ τέλειον· οὐ γὰρ ἅπαν ἑκούσιον βλαβερὸν τοὐ πλησίον καὶ ἄδικον. τὸ δὲ ἀδικεῖσθαι κακὸν μέν ἐστιν, οὐ ψέγεται δέ, ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις. καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον κακόν ἐστι τοῦ ἀδικεῖν· κατὰ συμβε|βηκὸς δὲ οὐδὲν [*](200) δὲν κωλύει καὶ χεῖρον εἶναι, διότι συνέβη πολλάκις τὸ ἀδικεῖσθαι μείζονος βλάβης αἴτιον γενέσθαι ἢ τὸ ἀδικεῖν· ὥσπερ εἴ τις διὰ τὸ ἀδικεῖσ·θαι ὀργισθεὶς πῦρ ἀνῆψε τῇ τοῦ ἀδικοῦντος οἰκίᾳ, ἐκεῖθεν δὲ συνέβη πᾶσαν εμπρησθηναι τὴν πόλιν. ὅμως δὲ καὶ ουτω μεῖζον κακὸν τὸ αοικειν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα· ἐπεὶ οὐδὲ πλευρῖτις [*](8 τὸ ex Aristotele addidi τὸ (altermu) Β: om. h 31 τοῦ Bh: τῷ Mullach)

112
ἔλαττον κακὸν τοῦ προσπταισυατος. διότι συνέβη τινὰ πρσπταίσαντα ὑπὸ τῶν πολεμίων ληφθῆναι καὶ ἀποθανεῖν. τὸ μὲν οὖν κυρίως δίκαιον καὶ ἄδικον καὶ δικαιοσύνη καὶ ἀδικία τὰ εἰρημένα ἐστί. λέγεται δὲ καὶ ἄλλο οὐ κυρίως ἀλλὰ κατὰ μεταφορὰν καὶ ὁμοιότητα τοῦ δικαίου, ὅπερ ἔχει τις πρὸς τὰ ἑαυτοῦ, ὥσπερ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν. καθ’ ὃ καὶ ἡ ψυχὴ πρὸς ἰὰ ἑαυτῆς μέρη δικαία λέγεται ἢ ἄδικος· καὶ τὸ λογικὸν τοῦ ἀλόγου διέστηκε· καὶ τὸ μὲν λογικὸν ἄρχει καὶ τάττει, τὸ δὲ ἄλογον ἄρχεται καὶ τάττεται. πρὸς ὃ δή τινες βλέποντες νομίζουσιν ἀδικεῖν τινα ἑαυτὸν καὶ δικαιοῦν· ὅτι ποτὲ μὲν ὁ λόγος ἀκολουθεῖ τῷ ἀλόγῳ, ποτὲ δὲ ἀντίκειται, ὅταν τις ποιῇ παρὰ τὰς ἑαυτοῦ ὀρέξεις· καὶ ἔχουσιν ὥσπερ ἄρχον πρὸς [τὸ] ἀρχόμενον· καὶ δίκαιόν ἐν αὐτοῖς, ὅπερ ἐν ἀρχομένῳ καὶ ἄρχοντι. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων τῶν ἠθικῶν ἀρετῶν διωρίσθω τὸν τρόπον τοῦτον.

[*](11 πρὸς τὸ ἀρχόμενον Β: πρὸς ἀρχόμενον· h)
113

Ὅτι λοιπὸν περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου τίς ἐστιν. κεφ. α.΄

Ἐπεὶ δὲ ἐν τοῖς προειρημένοις περὶ τῶν ἀρετῶν λόγοις ἐκεῖνο κεφάλαιον ἐποιούμεθα, ὅτι τὸ μέσον ἐστὶν ἐν παντὶ πάθει καὶ πάσῃ πράξει τὸ ἐπαινετὸν καὶ τὸ ἄριστον καὶ τοῦτο δέον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν ἢ τὴν ἔλλειψιν, μέσον δὲ εἶναι ἐλέγομεν, ὅπερ ὁ ὀρθὸς λόγος κελεύει, ῥητέον ἄν εἴη, τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἢ ἕξεων ἐστί τις σκοπός, πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων καὶ ὑπ’ αὐτοῦ ταττόμενος αὐξάνει μὲν τὰ ἐλάττω τοῦ δέοντος, συστέλλει δὲ τὰ ὑπὲρ τὸ δέον, εἴτε πάθη εἶεν εἴτε πράξεις εἴτε ἄλλο τι τῶν δυνατῶν καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι· καὶ ἔστι τις κανὼν καὶ ὅρος, δι’ οὗ τὸ μέσον γινώσκεται, ὃ λέγομεν κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καὶ μεταξὺ εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως· ἀνάγκη τοίνυν τοὺς μέλλοντας γινώσκειν περὶ τοῦ μέσου τὸν ὅρον αὐτοῦ γινώκειν καὶ τὸν κανόνα· τοῦτο δὲ ὁ ὀρθός ἐστι λόγος. τὸ γὰρ οὕτως ἁπλῶς εἰπεῖν, μέσον ἐστὶ τὸ κατὰ τὸν ὀρθὸν γινόμενον λόγον, ἀληθὲς μέν, οὐδὲν δὲ σαφές· ἄδηλον γάρ ἐστι [*](202) τὸ μέσον τοῖς μὴ τὸν ὀρθὸν γινώσκουσι λόγον. καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις πράξεσι καὶ σπουδαῖς, ἐν αἷς ἐστιν ἐπιστήμη, ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε πλείω τοῦ δέοντος οὔτε ἐλάττω δεῖ πονεῖν ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος· οὐ δυνατὸν δὲ ἀπὸ τούτου μόνου τὸ δέον μαθεῖν. οὐδὲ γὰρ τὰ ἰατρικὰ καὶ ὑγιεινὰ γνώσεταί τις καὶ οἷα δεῖ προσάγειν τῷ νοσοῦντι, εἰ μόνον ἀκούσεται ὅτι ὑγιεινά. ἐστι καὶ ἰατρικά, ἅπερ ἂν ἡ ἰατρικὴ καὶ ὁ ταύτην ἔχων ἰατρὸς κελεύοι ποιεῖν· καὶ γὰρ ἀληθὴς μὲν ὁ λόγος, ἄδηλον δὲ τὸ ζητούμενον οὐδὲν ἦττον. τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν μέσων ἕξεων τῆς φυχῆς οὐκ ἀληθῆ λόγον μόνον εἰπεῖν ἀναγκαῖον ἀλλὰ καὶ δη- λωτικόν‘ τοῦτο δέ ἐστι τὸ περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου, τίς τέ ἐστι [*](1 Ἀριστοτέλους ἠθικῶν βιβλίον ζ h 12 μέσον B: μέγαν h 15 τὸν (altenim) h: τὸ B 16 γὰρ B: δὲ h Ι7 ἐστι Β: ἔτι h 26 ἕξεων om. h)

114
καὶ τίς ὁ ὅρος αὐτοῦ· λέγωμεν τοίνυν περὶ τοῦ ὀρθοῦ λόγου, ἄνων ἀρξάμενοι.

Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς· καὶ τίνα ἐν ἡμῖν τὰ κύρια πρἀξεως. κεφ. β'.

Ἐν τοῖς προειρημένοις διελόντες τὰς τῆς ψυχῆς ἀρετάς, τὰς μὲν ἠθικὰς ἐλέγομεν εἶναι, ὅσαι τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, τὰς δὲ διανοητικάς, ὅσαι τῆς διανοίας εἰσί. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν ἤδη λέγομεν· ἐν αὐταῖς γὰρ τὸν ὀρθὸν εὑρήσομεν λόγον, ἐκεῖνο πρῶτον εἰπόντες περὶ τῆς ψυχῆς. πρότερον <μὲν> οὖν δύο τῆς ψυχῆς εἴπομεν εἶναι, τό τε λόγον ἔχον καὶ τὸ ἄλογον, | νῦν δὲ τὸ [*](203) λόγον ἔχον διαιροῦντες, λέγομεν δύο εἶναι τὰ λόγον ἔχοντα, ἓν μέν, δι᾿ οὗ τὰ ἀναγκαῖα γινώσκομεν καὶ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἃ μὴ ἐνδέχεται ἄλλως ἔχειν, ἄλλο δέ, δι’ οὗ τὰ ἐνδεχόμενα γινώσκομεν καὶ ἄλλοτε ἄλλως ἔχοντα. καὶ γὰρ ἐπεὶ τὰ γνωστὰ διάφορά εἰσι καὶ τῷ εἴδει ἕτερα, καὶ τὰς γνώσεις ἕπεται διαφόρους εἶναι τῷ εἴδει. τὴν γὰρ γνῶσιν ὁμοίαν εἶναι τῷ γινωσκομένῳ καὶ ἀναγκαίαν μὲν τὴν τοὐ ἀναγκαίου, ἐνδεχομένην δὲ τὴν τοῦ ἐνδεχομένου, πᾶσα ἀνάγκη· καὶ γὰρ ἐνδεχομένη γνῶσίς ἐστιν, ἥτις οὐκ ἀεὶ ἀληθεύει· ψεύδεται δὲ ἡ γνῶσις, ὅταν τὸ γινωσκόμενον μὴ οὕτως ἔχῃ ὥσπερ γινώσκεται· τὸ δὲ μὴ οὕτως ἔχειν ὥσπερ εἶχε τῶν ἐνδεχομένων ἐστὶ καὶ ἄλλοτε ἄλλως ἐχόντων· τῶν ἐνδεχομένων· ὄρα ἡ γνῶσις ἐνδεχομένη ἐστί. διὰ τὰ αὐτὰ δὴ καὶ τῶν ἀναγκαίων ἀναγκαία ἣ γνῶσις· πᾶσα γὰρ γνῶσις καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα γίνεται· καὶ γὰρ ἐφαρμογή τίς ἐστι καὶ ἐπαφὴ τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος. ἐπεὶ τοίνυν διττὴ ἡ γνῶσις, ἡ μὲν ἀναγκαία, ἡ δὲ ἐνδεχομένη, καλείσθω ἡ μὲν ἀναγκαία ἐπιστημονική, ἡ δὲ ἐνδεχομένη λογικὴ ἢ βουλευτική. τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν· ἔστι γὰρ ἡ βούλευσις περὶ τὰ ἐνδεχόμενα· οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν· ἀνάγκη γὰρ ὁμοίως ἔχειν, καὶ οὐδὲν ἡ βουλὴ κινήσει οὐδὲ μεταβαλεῖ. ἐπεὶ τοίνυν περὶ τὰ ἐνδεχόμενα τὸ βουλευτικόν, περὶ δὲ τὰ ἐνδεχόμενα αὐτό φαμεν εἶναι τὸ λογιστικόν, ταὐτὸν ἄν εἴη τὸ λογιστικὸν καὶ βουλευτικόν. | ἔστιν ἄρα τὸ βουλευτικὸν τὸ ἕτερον [*](204) μέρος τοῦ λογικοῦ. ἐπεὶ δὲ περὶ τῶν διανοητικῶν ἀρετῶν ὁ λόγος ἡμῖν, τουτέστι τῶν οὐσῶν ἐν τῇ διανοίᾳ, ἰῷ λογικῷ, τὰ δὲ μέρη τοῦ λογικοῦ τὸ ἐπιστημονικόν ἐστι καὶ βουλευτικόν, ἐν αὐτοῖς τοῖς μέρεσι τοὐ λογικοῦ ζητητέον ἡμῖν τὰς διανοητικὰς ἀρετάς· ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου. ἐπεὶ δὲ ἡ ἀρετὴ ἐν τοῖς οἰκείοις ἔργοις θεωρεῖται, ζητητέον τίνα τὰ ἔργα τὰ προσήκοντα τῷ ἐπιστημονίκῷ καὶ βουλευτικῷ. τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ [*](3. 4 κυρία τῆς πράξεως h 8 λέγωμεν h 9 μὲν h: om. Β 22 τινα καὶ B: καὶ κατ’ h 25 λογική Β et Arist. cod. Kb: λογιστική h et Aiist. vulg-. 32 λογιστικοῦ b 33 λογιστικῷ h)

115
κύρια πράξεως καὶ ἀληθείας. ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνῶσίς ἐστιν· ἡ δὲ γνῶσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δὲ ἡ ὄρεξις· ἐν αὐτῇ γάρ ἐστι πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία. ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τόδε τι δέον ποιῆσαι, ἡ δὲ εἰς τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὀρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστιν ἀρχὴ πράξεως. δῆλον δὲ ἀπὸ τῶν ἀλόγων· καὶ γὰρ αἴσθησιν ἔχοντα οὐ δύνανται πρᾶξιν ἔχειν· πρᾶξις γάρ ἐστιν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὄρεξις πασῶν πράξεών εἰσιν ἀρχή, ὁ μὲν τὰ δέοντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν κινοῦσα. ὃν δὲ ἔχει λόγον ἐν τῇ διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτον ἔχει ἐν τῇ ὀρέξει δίωξις καὶ φυγή· ὥστε ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις ἐστὶ προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική (προαίρεσις γάρ τὸ θελῆσαι καὶ ἑλέσθαι τὸ βουλευθέν), πᾶσα ἀνάγκη, εἴπερ ἡ προαίρεσις ἀγαθή ἐστι καὶ σπουδαία, ἐκεῖνα αἱρεῖσθαι, ὅσα σπουδαῖα, καὶ τὴν | ὄρεξιν [*](205) ὀρθὴν εἶναι τὸ ἀγαθὸν βουλομένην. οὐ δύναται δὲ ἡ προαίρεσις τὸ ἀγαθὸν ἐθέλειν, μὴ τῆς βουλεύσεως διδασσκούσης· ὥστε ἀνάγκη εἶναι· τὴν μὲν βούλευσιν ἁλωθῇ λέγειν, τὴν δὲ προαίρεσιν ἑλέσθαι· καὶ τὴν ὄρεξιν τὸ ἀγαθὸν διώκειν, καὶ τὸ αὐτὸ τὴν μὲν βούλευσιν λέγειν, τὴν ὄρεξιν δὲ διώκειν. αὕτη μὲν οὖν ἡ διάνοια, τὸ λογιστικὸν δηλονότι καὶ βουλευτικόν, καὶ ἡ κατ’ αὐτὴν ἀλήθεια πρακτικὴ καλεῖται, διότι τέλος ἔχει τὴν πρᾶξιν τοῦ ἀγαθοῦ· καὶ ἔστιν αὐτῆς ἔργον ἡ εἰρημένη ἀλήθεια, ἥτις ἐστὶ περὶ τὸ ἀγαθὸν καὶ κακόν· τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς ἔργον ἐστὶν ἡ ἀλήθεια καὶ τὸ ψεῦδος. καὶ τέλος ἔχει ἰὴν γνῶσιν τοῦ ἀληθοῦς· τοῦτο γάρ ἐστιν ἔργον παντὸς διανοητικοῦ, καθόσον ἐστὶ διανοητικός. ὃς δὲ διανοητικὸς καὶ πρακτικός ἐστιν, ἐκείνην τὴν ἀλήθειαν ἔργον ἔχει, ἥτις σύμφωνός ἐστι τῇ σπουδαίᾳ πράξει καὶ τῇ ὀρθῶς ἐχούσῃ καὶ σπουδαίως ορεζει.

Ὅτι η πρακτικὴ οιανοια αρχη ἐστι της προαιρεσεως. εκφ. γ',

Ἡ μὲν οὖν προαίρεσις αἰτία καὶ ἀρχὴ πράξεως· αἰτία δὲ οὐ τελική (οὐ γὰρ ἕνεκα τῆς προαιρέσεως πράττομεν) ἀλλὰ ποιητικὴ μᾶλλον· πρὶν γὰρ πρᾶξαι προαιρούμεθα, τὸ δὲ τέλος μετὰ τὴν πρᾶξιν· προαιρέσεως δὲ ἀρχὴ ὄρεξις καὶ λόγος, ἥτις ἐστὶν ἡ βούλευσις. τὸ ἕτερον τοῦ λογικοῦ μέρος τὸ λογιστικὸν καὶ βουλευτικόν, ὃ τὴν ἀλήθειαν ζητεῖ μέν, οὐ δι’ ἑαυτὴν δέ, ἀλλὰ τῆς πράξεως τοῦ ἀγαθοῦ χάριν· διὰ τοῦτο δέ, ὅτι ὁ λόγος καὶ ἡ ὄρεξις τῆς προαιρέσεως εἰσιν ἀρχαί, οὐδὲ δυνατὸν προαίρεσιν εἶναι ἄνευ διανοίας καὶ ἠθικῆς ἕξεως· ἀπὸ γὰρ τῆς ἠθικῆς ἕξεως ἡ [*](206) ὄρεξις γίνεται τοῦ ἀγαθοῦ ἢ τοῦ κακοῦ. καθὸ δὲ θεωρητικὴ ἡ διάνοια, οὐδενός ἕσα ἀρχή, οὐδὲν γὰρ κινεῖ, ἀλλὰ μόνον καθὸ πρακτικὴ τῶν εἰρη- μένων ἐστὶν ἀρχὴ τῆς τε ὀρέξεως καὶ τῆς προαιρέσεως καὶ τῆς πράξεως· ἔτι δὲ καὶ τῆς ποιητικῆς ἀρχή ἐστιν ἡ πρακτικὴ αὕτη διάνοια. διαφέρει [*](21 εἰρημένη Β: ᾑρημένη h περί τε τὸ h 28 ὅτι h: ἔτι Β)

116
γὰρ ποιητικὴ πρακτικῆς· ἡ μὲν γὰρ πρακτικὴ τοὺ ἀγαθοῦ τέλος ἔχει αὐτὸ τὸ εὑ πράττειν τὸ ἀγαθόν, καὶ μέχρι τούτου σκοπεῖ, ὅπως εὖ πράξει τὰ τῇ ὀρέξει δοκοῦντα, ἡ δὲ ποιητικὴ αὐτό ἐστι τὸ πράττειν εὖ τὸ ἀγαθὸν καὶ τέλος ἔχει τὴν ἀνθρωπίνην εὐδαιμονίαν. καὶ τὸ μὲν τέλος τῆς πρακτικῆς καθ’ αὑτό ἐστι, τὸ δὲ τέλος τῆς ποιητικῆς πρός τι· καὶ γὰρ πρὸς τὸν ἄνθρωπον ἀναφέρεται· τὴν γὰρ ὠφέλειαν τοῦ ἀνθρώπου ζητεῖ. ἐπεὶ τοίνυν ὅπερ ἔχει τέλος ἡ πακτικὴ διάνοια καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία, τὴν πρᾶξιν τοῦ ἀγαθοῦ, τοῦτο ἀρχὴν ἔχει τοῦ ἰδίου τέλους ἡ ποιητική (ἀπὸ γὰρ ἀγαθῆς πράξεως πράξεως ἡ ἀνθρωπίνη εὐδαιμονία). διὰ τοῦτο καὶ αὐτῆς ἀρχὴ λέγεται. ἐπεὶ δὲ ἀρχή ἐστιν ἡ διάνοια τῆς ὀρέξεως, ἣ 03 ὄρεξις τῆς προαιρέσεως, εἴη ἄν ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἢ ὄρεξις διανοητική· ταῦτα δ’ ἂν εἴη ἐν μόνῳ τῷ λογικῶ ζῴῳ, ὅς ἐστιν ἄνθρωπος.

Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι διαφέρει τῶν λοιπῶν ἡ ἐπιστήμη. κεφ. δ΄.

Ἡ μὲν οὖν προαίρεσις τοιαύτη, προαιρετὰ δέ, δηλονότι ἃ δυνάμεθα προαιρεῖσθα, τὰ ἐνδεχόμενά εἰσι, καὶ τούτων τὰ μέλλοντα· περὶ γὰρ τῶν παρελθόντων οὐδεὶς βουλεύεται εἰ δεῖ ποιῆσαι· περὶ ὧν δὲ οὐδεὶς βουλεύεται οὐδὲ προαιρεῖται· τὰ γὰρ βουλευτὰ καὶ προαιρετά, ὡς ἐν τοῖς περὶ προαιρέσεως εἴρηται· οὐδεὶς γὰρ προαιρεῖται Ἴλιον πεπορθηκέναι· διὸ ὀρθῶς Ἀγάθων εἶπε

  1. μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται,
  2. ἀγενῆ τὰ ποιεῖν ἅσσ’ ἄν ᾖ πεπραγμένα.
καὶ ταῦτα μὲν οὕτως ἔχει· λέγομεν δὲ περὶ τοῦ ἔργου τοῦ τε ἐπιστημονικοῦ διανοητικοῦ καὶ τοῦ βουλευτικοῦ ἀκριβέστερον. τὸ μὲν γὰρ ἔργον ἑκατέρων, ὡς δέδεικται, ἀλήθειά ἐστι· τοῦ ἔργου δὲ δειχθέντος ἑκατέρου, φανερά ἐστιν αὐτῶν ἡ ἀρετή· ἑκάστου γὰρ ἡ ἀρετὴ ἐν τῷ οἰκείῳ ἔργῳ αὐτοῦ συνίσταται· τὸ γὰρ εὖ καὶ καλῶς ποιῆσαι τὸ ἔργον, τοῦτό ἐστιν ἡ ἀρετή· αἶ τοίνυν ἕξεις καθ’ ἅς δυνήσεται ἑκάτερον αὐτῶν τὴν οἰκείαν ἀλήθειαν ἀληθεύειν, ὡς ἔνι μάλιστα δυνατόν, αὗταί εἰσιν αἱ ἀρεταὶ ἑκατέρου. ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμεν. ἐπεὶ περὶ τῆς ἀληθείας ὁ λόγος ἡμῖν, ζητητέον ποσαχῶς ἡ ψυχὴ δύναται ἀληθεύειν ἐν τῷ καταφάσκειν καὶ ἀποφάσκειν, καὶ πόσαι εἰσὶν αἱ ἕξεις κα ἃς ἀληθεύομεν. εἰσὶ τοίνυν πέντε τὸν ἀριθμόν, τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦς· τὴν γὰρ ὑπόληφιν καὶ τὴν δόξαν, ὡς ἐνδεχομένως ἀληθεύουσαν, παραλείπομεν. τῶν γὰρ εἰρημένων πέντε δυνάμεων νοῦς μὲν οὐδέποτε φεύδεται οὐδὲ ἡ ἐπιστήμη· τοῦτο γάρ ἐστιν αὐτοῖς τὸ εἶναι, τὸ ἐξ ἀνάγκης ἀληθεύειν· τέχνη δὲ καὶ φρόνησις καὶ σοφία ψεύδονται μέν ποτε, [*](2 πράξῃ h 8 post πρᾶξιν add. λέγω h 18 εἰ δεῖ—βουλεύεται (19) h (et Parisin. om. Β 21 vide p. 48,35 Agath. fr. 5 N. ὁ Ἀγάθων h 24 λέγωμεν Mullach 27. 28 αὐτοῦ ἔργῳ h)
117
ἀλλ’ οὐ δι’ ἑαυτάς, ἀλλὰ διὰ τὴν ἰῆς ὕλης ἀὶωuα λίαν· τότε γάρ τις μέθοδος ψεύδεται δι’ ἑαυτήν, ὅταν ἀπὸ τῶν κανόνων αὐίης τὸ ὐͅεὺδος συνάγηται· εἰ δ’ αὐτὴ μὲν περὶ τοὺς οἰκείους ὶ̀ανόνας ὑγιῶς ἔχει, τὰ δὲ πράγματα ἄλλοτε ἄλλως ἔχονια τὸ ψεῦδος ποιοὗσ-́ν, οὐκ αὐτὴ λέγοιτο ἄν δικαίως ψευδής, ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα· καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόνιων αὐιὴ ψεύδεται, ὅθεν δῆλον ὅτι οὐ δι᾿ ἑαυτὴν ψεύδεται, ὥσπερ τὸ οἴεσθαι τὸν ἥλιον ποὸιαῖον εἶναι ἢ ἰὴν σελήνην οἴκοθεν ἔχειν τὸ φῶς· ιούτων γὰρ ὡς ἔχουσιν ἀεὶ ὁμοίως ἐχόντων ἡ περὶ αὐτῶν δόξα καὶ ὑπόληψις ψεύδειἀι. τὰ μὲν οὖν ἀληθεύοντα πέντε εἰσὶν ὡς εἴρηται· ῥητέον δὲ τί ἐστιν ἕκαστον αὐτῶν· καὶ γὰρ εἰ καὶ ὁμοιότητας ἔχουσι πρὸς ἄλληλα (καὶ γὰρ πολλὰ <κοινὰ> τέχνῃ καὶ ἐπιστήμῃ καὶ αὖθις ἐπιστήμῃ καὶ σοφίᾳ καὶ ἰοῖς ἄλλοις ὁμοίως), ἀλλ’ ὅμως ἀκριβῶς σκοποῦσι περὶ αὐτῶν καὶ διάφορά εἰσι καὶ διάφορος ὁ ἑκάστου λόγος. ἐπισήμη μὲν οὖν ἐστι Uῶσις τῶν ἀναγκαίων· ἐκεῖνο γὰρ λέγομεν ἐπίστασθαι, ὃ οὐκ ἐνδέ- χεται ἄλλως ἔχειν καὶ οὗ βεβαίως ἐστὶν ἡ ἀλήθεια παρ᾿ ἡμῖν διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν· ἡ γὰρ περὶ τὰ ἐνδεχόμενα ἀλήθεια οὐχ οὕτω βε- βαία· μεῖά γὰρ τὸ γνωσθῆναι μεταβάλλεται καὶ πολλάκις λανθάνει ἀπο- γινόμενον, ὥστε μηδὲ τὸν περὶ αὐτοῦ λόγον καὶ ἰὴν ἀλήθειαν ἑστάναι, ἀλλὰ ἄλλοτε ἄλλως ἔχειν· οὗ δὲ ἡ γνῶσις βεβαία καὶ ἕσιηκεν, ἐκεῖνό ἐστι τὸ ἀναγκαῖον καὶ ὁμοίως ἔχον ἀεί. τοιαῦτα δέ εἰσι τὰ ἀίδια· ἀνάγκη ἄρα τὸ ἐrιστητὸν ἀίδιον εἶναι καὶ τὴν ἐπιστήμην γνῶσιν εἶναι τῶν ἀιδίων. ἔτι πᾶσα ἐπιστήμη διδακτή ἐστι καὶ τὸ ἐπιστητὸν μαθητόν. πᾶσα δὲ διδασκαλία καὶ μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν· πάσης ἄρα ἐπιστήμης εἰσὶν ἀρχαί. καὶ αἱ μὲν τῶν ἐπιστημῶν ἀρχὰς ἔχουσιν ἀμέσους καὶ ἀναποδείκτους δι᾿ ἐπαγωγῆς δεικνυμένας, οἷαί εἰσιν αἱ ἰῆς γεωμετρίας ἀρχαί, τινὲς δὲ ἐξ ἀρχῶν ὁρμῶνται ἀποδεικτῶν. αἳ συλλογισμῷ δείκνυνται, ἄλλης ἐπιστήμης ὑψηλοτέρας, οἵα ἐστὶν ἡ ὀπτική, καθάπερ ἀρχαῖς χρωμένη ταῖς ἀποδείξεσι τῆς γεωμετρίας. ἡ μὲν οὖν ἐπαγωγὴ καθάπερ ἀρχή ἐστι καὶ τῶν ἀναποδείκτων ἀρχῶν, αἳ καθόλου μέν εἰσι, γινώσκονται δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, ὁ δὲ συλλογισμός, ὃς πιστοῦται τὰς ἀποδείκτους ἀρχὰς ἐνίων ἐπιστημῶν, ἀρχὰς ἔχει τὰς κα- θόλου καὶ ἀναποδείκτους ἐννοίας· εἰσὶν ἄρα ἀρχαὶ ἐπιστήμης αἱ καθόλου καὶ κοιναὶ ἔννοιαι, ἐξ ὧν ὑποτιθεμένων συλογιζόμεθα, ἃς οὐ πιστοῦται συλλογισμὸς ἀλλ᾿ ἐπαγωγή, ὑφ᾿ ἦς ἐπιστῆήμης ἄλλη ἀποδείκνυται ἐπισιήμη, ἥτις καὶ ὑπ’ αὐτὴν εἶναι λέγεται. καὶ διὰ τοῦτο πᾶσα ἐπιστήμη ἀπὸ αὐτοπίστων τῶν ἐσχάτων ἀρχῶν ἀποδείκνυται. ἔστιν ἄρα ἐπιστήμη ἕξις ἀποδεικτικὴ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτό, καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος ἀποτελουμέὶrι, καθάπερ ἐν τοῖς Ἀναλυτικοῖς διωρισάμεθα. καὶ γὰρ ὅταν τις ὑποθέσεις τινὰς πιστεύῃ καὶ γνώριμοι αὐιῷ ὦσιν αἱ τοὺ πράγματος ἀρχαί, τότε ἐπίστασθαι αὐτὸ δύναται· εἰ γάρ τις μὴ τὰς ἀρχὰς [*](11 κοινὰ h: om. Β 14 τῶν ἁ finis libri B 16 ἐπὶ τοῦ D: om. h 22 δι- κακτή h et Arist.: διδακτική D 23 cf. Anal. post. Α 1 p. Tlal 38 cf. Anal, post. Α 2 p. 71b 21)
118
κατὰ συμβεβηκὸς ἔχει τὴν ἐπιστήμην· οὐ γὰρ δι’ ἑαυτοῦ ὁ τοιοῦτος ἐπίσταται καὶ διὰ τὴν ἐγκειμένην αὐτῷ τῶν ἀρχῶν | γνῶσιν, ἀλλὰ παρ’ ἄλλων ἴσως ἀκούσας· εἰ γὰρ οὕτως ἐγίνωσκε διὰ τὰς ἀρχὰς τὸ συμπέρασμα, μᾶλλον ἄν ἐγίνωσκε τὰς ἀρχὰς ἢ τὸ συμπέρασμα· δι’ ὃ γὰρ ἄλλο γνωστόν, ἐκεῖνο μᾶλλον γινώσκεται. περὶ μὲν οὖν ἐπιστήμης διωρί- σθω τὸν τρόπον τοῦτον.

Περὶ τέχνης. κεφ. ε΄

Ῥητέον δὲ περὶ τῆς τέχνης. τῶν ἐνδεχομένων γὰρ καὶ ἄλλοτε ἄλλως ἐχόντων τὰ μέν εἰσι ποιητά, τὰ δὲ πρακτά· καὶ ποιητὰ μέν, περὶ ἃ ἡ ποίησις, πρακτὰ δέ, περὶ ἃ ἡ πρᾶξίς ἐστι· καὶ ποίησις μέν ἐστιν, ἧς τὸ * * * ἐπεὶ δὲ ἕτερόν ἐστι ποίησις τῆς πράξεως, ἕτερον ἄν εἴη ἡ μετὰ λόγου ἕξις πρακτικὴ τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἕτερα δέ εἰσιν οὐχ οὕτως, ὥστε περιέχεσθαι ὑπ’ ἀλλήλων, ὡς τὸ μερικὸν καὶ τὸ καθόλου, ἀλλ’ ὥσπερ ἵππος καὶ βοῦς· οὕτε γὰρ ἡ πρᾶξις ὑπὸ τὴν ποίησιν ἀνάγεται (οὐ γάρ ἐστι ποίησις), οὔτε ἡ ποίησις ὑπὸ τὴν πρᾶξιν (οὐ γάρ δῆλον δὲ ἀπὸ τῶν ὁρισμῶν ἑκατέρας· ἄλλος γὰρ πράξεως ὁρισμὸς καὶ ἄλλος ποιήσεως. ἔστι δὲ τέχνη μὲν ἕξις μετὰ λόγου ποιητική ὥσπερ ἡ οἰκοδομική· φρόνησις δὲ ἕξις μετὰ λόγου πρακτική, ὡς μετὰ ταῦτα ῥηθήσεται· ἡ ἄρα τέχνη καὶ τῆς ἐπιστήμης διαφέρει (καὶ γὰρ περὶ καταγίνεται), καὶ τῆς φρονήσεως, ὅτι ποιητική ἐστιν οὐ πρακτική· ἡ γὰρ τέχνη πᾶσα ἕξις ἐστὶ μετὰ. λόγου ἀληθοῦς ποιητική· καὶ ἥ ἐστι τοιαύτη ἕξις, τέχνη ἐστίν· ἀντιστρέφει γάρ. πᾶσα δὲ τέχνη περὶ γένεσίν ἐστιν ἐκείνων, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, οἷον ἡ οἰκοδομικὴ περὶ τὸ γενέσθαι οἰκίαν καὶ ἡ ναυπηγικὴ περὶ τὸ γενέσθαι πλοῖον, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι. πλὴν οὐκ ἔστι περὶ πάντα τὰ ἐνδεχόμενα γενέσθαι, ἀλλὰ περὶ ἐκεῖνα μόνον, ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐν τῷ ποιοῦντι καὶ οὐκ ἐν τῷ ποιουμένῳ ἐστίν, οἷά ἐστι τὰ φυσικά· τῶν γὰρ κατὰ φύσιν ἡ ἀρχὴ τῆς γενέσεως ἐν αὐτοῖς ἐστι· καί εἰσι μὲν ἐνδεχόμενα, τεχνητὰ δὲ οὔκ εἰσιν· οὐκ ἔχουσι γὰρ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔξωθεν, ὥσπερ οἰκία τὸν οἰκοδόμον καὶ πλοῖον τὸν ναυπηγόν. ἔστι δὲ ἡ τέχνη καὶ ἡ τύχη σχεδὸν περὶ τὰ αὐτὰ ὑποκείμενα· καὶ γὰρ καὶ ἡ τύχη περὶ ἐνδεχόμενά ἐστι καὶ ἄλλοτε ἄλλως ἔχοντα καὶ ὧν ἡ αἰτία τῆς ὑπάρξεως ἔξωθεν· εἰ γὰρ ἐν αὐτοῖς εἶχον τὰ τυχηρὰ τὰς ἀρχὰς τῆς ὑπάρξεως, οὐκ ἄν ἐδόκει παράδοξα· νῦν δὲ διὰ τοῦτο θαυμάζονται, ὅτι ἡ αἰτία αὐτῶν οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ὅθεν ἂν οὐδεὶς προσεδόκησε· τὸ γὰρ σκάπτειν τοῦ πλουτεῖν αἴτιον ὑπῆρξε πολλάκις· θεμελίῳ γάρ τις βόθρον ὀρύττων περιέτυχε [*](1 γινώσκοι scripsi: γινώσκῃ Dh 12 lac. Dh: ἔργον μετὰ τὴν ποίησιν suppl. Heiusius: fort. τέλος ἕτερόν ἐστιν scrib. δὲ h om. om. D 25 τὸ πλοῖον h 32 καὶ (ante ἡ τύχη) om. h 32. 33 περὶ ἐνδεχόμενα—καὶ ὧν D: ἐν τούτοις ὧν h 37 ἐν θεμελίῳ Mullach)

119
θησαυρῷ· παρὰ προσδοκίαν δέ ἐστι, διότι καθ’ αὑτὸ οὐκ ἔστιν αἴτιον τὸ σκάπτειν τοῦ πλουτεῖν (ᾖ γὰρ ἄν πάντες ἐπλούτουν οἱ σκάπτοντες), κατὰ συμβεβηκός· τὰ γὰρ κατὰ συμβεβηκὸς αἴτια. ὧν εἰσιν αἴτια, οὐ προσεδοκῶντο γενέσθαι· ἐκεῖνα γάρ τις περὶ τοῦ πράγματος προσδοκᾷ, ὅσα ἐν τῷ αὐτοῦ περιέχονται λόγῳ, ἢ δυνάμει ἢ ἐνεργείᾳ· τὰ δὲ κατὰ συμβεβηκὸς οὐ τοιαῦτα. ἔστι τοίνυν τέχνη καὶ τύχη τρόπον τινὰ περὶ τὰ αὐτά. τρόπον τινὰ δὲ λέγω, ὅτι τῶν ἐνδεχομένων μέν ἐστι καὶ ἄλλοτε ἄλλως ἐχόντων· οὐκ ἔστι δὲ καθ’ αὑτὸ τούτων αἰτία ἀλλὰ κατὰ συμβεβηκός, ἡ δὲ τέχνη καθ’ αὑτό ἐστιν αἰτία τῶν τεχνητῶν. ἡ μὲν οὖν τέχνη, ὡς εἴρηται, ἕξις ἐστὶ μετὰ λόγου <ἀληθοῦς> ποιητικὴ περὶ τὰ ἐνδεχόμενα, ὧν ἡ αἰτία ἐν τῷ ποιοῦντι· ἀτεχνία δὲ τοὐναντίον ἴον μετὰ λόγου φευδοῦς ποιητικὴ ἕξις περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν.

Περὶ φρονήσεως. κεφ. ς΄.

Νῦν δὲ λέγομεν περὶ φρονήσεως. γένοιτο δ’ ἂν σαφὴς ὁ περὶ τῆς φρονήσεως λόγος, εἰ θεωρήσομεν, τίνας λέγομεν εἶναι φρονίμους. δοκεῖ δὴ φρόνιμος εἶναι, ὃς δύναται καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ περὶ τῶν μερικῶν ἀγαθῶν σκοπούμενος, οἷον περὶ ὑγιείας ἡ ἰσχύος ἢ ἄλλου τινὸς καὶ τῶν πρὸς ταῦτα φερόντων, ἀλλὰ περὶ τοῦ εὖ ζῆν ἁπλῶς καὶ ὅσα συντελεῖ πρὸς εὐδαιμονίαν, ὅ ἐστι τὸ ἀνθρώπινον πίνον τέλος. ὅτι δὲ οὕτως ἔχει, δῆλον· φρονίμους γὰρ ὀνομάζομεν τοὺς πρός τι τέλος ἀγαθὸν τὰς ἰδίας πράξεις τάττοντας καὶ καλῶς βουλευομένους περὶ αὐτῶν καὶ ὡς ἂν δι’ αὐτῶν δυνηθεῖεν τοῦ σπουδαίου τέλους τυχεῖν, ἐκεῖνα πράττοντας, ὧν οὐκ ἔστι τέχνη· ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός· εἰ δὲ βουλευτικός, περὶ τὰ ἐνδεχόμενά ἐστιν. οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν ἀναγκαίων καὶ μὴ δυναμένων ἄλλως ἔχειν, ἔτι δὲ οὐδὲ περὶ τῶν ἐνδεχομένων μὲν γενέσθαι ὅλως, ὑπ’ αὐτοῦ δὲ γενέσθαι οὐκ ἐνδεχομένων· ὁμοίως γὰρ οὐδὲ περὶ αὐτῶν βουλεύεταί τις, ἀλλὰ μόνον περὶ τῶν δυνατῶν ὑπ’ αὐτοῦ πραχθῆναι. φανερὸν δὴ ἐκ τῶν εἰρημένων, ὅτι ἡ φρόνησις ἄλλο ἐστὶν οὐ μόνον παρὰ τὴν τέχνην, ὡς δέδεικται, ἀλλὰ x003E; παρὰ τὴν ἐπιστήμην, ὅτι ἡ μὲν περὶ τὰ ἀναγκαῖά ἐστιν, ἡ δὲ φρόνησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. ἔστι γὰρ φρόνησις ἕξις ἀληθὴς μετὰ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπου ἀγαθὰ καὶ κακά. τῆς τέχνης δὲ διαφέρει, καθὼς εἴρηται, ὅτι ἄλλο πράξις καὶ ἄλλο ποίησις· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ἄλλο ἐστὶ παρὰ τὴν ποίησιν· ἄλλο γάρ ἐστι ναυπηγικὴ καὶ ἕτερον τὸ πλοῖον· τῆς δὲ πράξεως τὸ τέλος οὐκ ἔστιν ἄλλο παρὰ τὴν πρᾶξιν ἀεί· καὶ γὰρ ἐνίοτε αὐτὴ ἡ πρᾶξις τέλος ἐστὶν ἑαυτῆς, τῆς, ὅταν εὖ καὶ καλῶς πράττηται· τῆς γὰρ ἱππικῆς τέλος τὸ εὖ καὶ καλῶς ἱππεύειν. ἔστι τοίνυν φρόνησις ἕξις περὶ τὰ ἀνθρώπου ἀγαθὰ ἢ κακά. διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα [*](7 μέν om. h 10 ante μετὰ add. μὲν h 10 ἀληθοῦς Heinsius suppl.: om. Dh 14 λέγωμεν h 28 μόνον h: μόνων D 30 καὶ om. D)

120
εἰνὶ, διότι τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρώποις ἐδίό· νντο θεωρεῖν· τοιούτους δὲ εἶναι ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ π,οκλιτiι- κούς. τοῦτο δὲ καὶ ἀπὸ τοῦ ὀνόματος τῆς σωφροσύνης γίνεται δῆλον· ὁ γὰρ σώφρων φυλάττων τὸ ἑαυιοῦ ἀγαθόν, τὴν φρόνησιν λέγεται σώζειν· καὶ ἰὴν σωφ ροσύνην , ὡς σώζουσαν τὴν φρόνησιν, τούτῳ προσαγορεύομεν τῷ ὀνόματι. καὶ γὰρ ὁ ἀκόλαστος οὐδεμίαν τῶν ἄλλων γνώσεων τῆ ἡδονῇ διαφθείρει, εἰ μὴ τὴν φρόνησιν μόνην· ἀλλ’ οὔτε τὴν ἐπιστήμην οὔτε ἰὴν τέχνην οὔτε ἄλλην τινὰ τῶν ἀπηριθμημένων· ἡ γὰρ ἡδονὴ οὐδὲν κωλύει εἰδέναι τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ὅπερ ἐστὶ τῆς ἐπιστήμης, οὐδὲ πῶς δεῖ ναῦν οἰκοδομῆσαι ἢ ἄλλο τι ποιῆσαι τεχνητόν· ἀλλὰ μόνον τὸ | πρακτὸν διαστρέφει, περὶ ὃ ἡ φρόνησίς ἐστιν· αἱ γἀο ἀρχαὶ καὶ τὰ αἴτια τῶν πρακτῶν τά τέλη εἰσίν, ὧν ἕνεκα πράττονιαι· τέλος δέ ἐστιν ἑκάστῳ πρά κτῶ τὸ ἀγαθὸν τοῦ πράττοντος προσεχῶς, ὅπερ εἰ ἀγνοηθήσεται, τὸ πρακτὸν διστρέφεται· ἀγνοεῖται δέ, ὅτε τις ὑφ᾿ ἡδονῆς ἢ λύπης διαφθαρεὶς ἢ ἄλλου τινὸς πάθους οἴεται τὴν ἡδονὴν εἶναι τὸ ἀγαθὸν ἰαὶ τὸ τέλος τὸ προσῆ- κον αὐτὸ νομίζει καὶ εἰς αὐιὴν τάττει τὰς πράξεις· καὶ οὕτω διαφθείρει τὸ ἑαυτοῦ ἀγαθόν, ὅ ἐστι τὸ τέλος καὶ ἡ προσήκουσα τῶν πρακτῶν ἀρχή· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς. καὶ διὰ ιοῦτο τοῦ ἀκολάστου φθείροντος τὴν φρόνησιν, ὁ διασώζων σώφρων καλεῖται· ὥστε ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτι- ὶήν. δῆλον μὲν οὖν καὶ ἀπὸ τούιων, ὅτι ἄλλο ἐστὶ παρὰ τὴν ἐπιστήμην καὶ τὴν τέχνην καὶ τὰς ἄλλας γνώσεις. ἔτι δὲ τ·ῆς μὲν τέχνης ἐστὶ καὶ κακία καὶ ἀρειήι· καὶ γὰρ δυνατὸν καὶ ἀγαθὸν εἷναι τεχνίτην1 καὶ πονηρόν· φρονήσεως δὲ οὔτε κακία ἐστὶν (ἀδύνατον γὰρ φρόνιμόν τινα φαῦλον εἶναι) οὕτε ἀρετή· αὐιὴ γάρ ἐστιν ἀρειή· ἀρετὴ δὲ ὰρετῆς οὐκ ἔστιν, οὐ γὰρ μεσόιης μεσότητος. ἔτι ὁ μὲν κατὰ τὴν τέχνην ἑκὼν ἁμαρτάνων βελτίων τοῦ ἄκοντος ἁμαρτάνοντος, καθόσον ἐστὶ τεχνίτης· ἐπὶ δὲ τῆς φρονήσεως οὐχ οὕτως ἀλλὰ τοὐναντίον· ὁ γὰρ ἑκὼν τὴν φρόνησιν διαφθείρων χείρων τοῦ ἄκοντος. δῆλον οὅν, ὅτι ἡ φρόν ἥσις ἀρετή τίς ἐσιι καὶ οὐ τέχνη· ἀρετὴ δέ ἐστι τοδ’ δοξασιικοῦ. δυοῖν γὰρ ὄντοιν τῶ.ν λόγον ἐχόντων τῆς ψυχῆς μερῶν, τοῦ τε διανοητικοῦ καὶ τοῦ δοξαστικοῦ, ἤτοι τοῦ βουλευτικοῦ, | τὸ δεύτερον περὶ τὰ ἐνδεχόμενά ἐστι, περὶ ἃ καὶ ἡ φρόνησις. ἔστι 215 δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον μετὰ λόγου ἀληθής, ὥσπερ ἡ τέχνη, ὅταν μὴ ποιῇ ὁ ιεχνίτης τὰ τεχνητά (οὐδὲν γὰρ κωλύει καὶ μὴ ποιοῦντα τεχνίτην εἶναι καὶ τέχνην τὴν μετὰ λόγου ἕξιν ἀληθῆ), τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι πᾶσα ἀνάγκη· τὰ μὲν γὰρ ὑποκείμενα καὶ ἡ ὕλη τῆς τέχνης οὐκ ἀεὶ πάρεστι τῷ τεχνίτῃ· τὰ δὲ τῆς φρονήσεως ὑποκείμενα οὐδέποτε τὸν φρόνιμον ἐπιλείπει· τὰ γὰρ τῆς ψυχῆς πάθη καὶ ἀνθρώπιναι πράξεις καὶ αἱ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαι καὶ τἄλλα, περὶ ἃ πᾶσα ἀρειή ἐστι καὶ ἡ φρόνησις, ταῦτα τοίνυν ἔξω τοῦ ἀνθρωπίνου βίου γενέσθαι [*](4 φρόνησιν h: σωφροσύνη D 13 ἀγνοήσεται h 17 ὅιε scripsi: ὅταν Dh 14 διαφθαρεὶς h: διαφθαρῇ D 25 οὔτε ἀρετή b: οὔτε ἀρετήν D 30 ὄντων h)
121
ἀδύνατον· διὰ τοῦτο καὶ λήθη τῆς μὲν τέχνης ἐστι, φρονήσεως δὲ οὐκ ἐστιν. περὶ μὲν οὖν φρονήσεως εἴρηται.

Περὶ τοὺ νοῦ. κεφ. ζ΄.

Ῥητέον δὲ ἤδη περὶ τοῦ νοῦ, περὶ τίνα ἐστὶ τῶν γνωστῶν. ἐπεὶ τοίνυν ἡ ἐπιστήμη γνῶσίς ἐστι τῶν καθόλου καὶ τ.ῶν ἐξ ἀνάγκης ὄντων, μετὰ λόγου καὶ ἀποδείξεως, ἡ δὲ ἀπόδειξις ἀρχὰς ἔχει, ἃς δεῖ προϋποκεῖσθαι τῆς ἀποδείξεως τῷ· ἐπιστήμονι, ζητητέον τίνος τῶν ἀπηριθμημένων σεως ἢ σοφίας ἢ νοῦ. ἐπιστήμης μὲν οὖν οὐ δυνατὸν εἶναι· ἡ γὰρ ἐπιστήμη ἀποδεικτική· αἱ δὲ ἀρχαὶ οὐκ ἀποδεικταί· ἀλλ’ οὐδὲ φρονήσεως, οὐδὲ τέχνης· αἱ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενα, αἱ δὲ ἀρχαὶ οὐ τοιαῦται· ἔτι δὲ οὐδὲ τῆς σοφίας ἐστὶ τὸ τὰς ἀρχὰς εἰδέναι· καὶ γὰρ καὶ σοφία ἐστί, τὸ ἀποδεικτά τινα εἰδέναι· αἱ δὲ ἀρχ’ αἰ ἄμεσοι. λείπεται δὴ τὸν νοῦν εἶναι γνῶσιν τῶν ἀρχῶν, καὶ τοῦτό ἐστι νοῦς.‘ ᾧ τὰς ἀρχὰς γινώσκομεν τῆς ἐπιστήμης.

Περὶ σοφίας. κεφ. η΄.

Ἡ δὲ σοφία διχῶς λέγεται· ἔστι γὰρ ἡ μὲν μερικὴ σοφία, ἡ δὲ καθόλου· καὶ μερικὴ μέν ἐστιν ἡ ἑκάστης τέχνης ἀρειὴ καθ᾿ ἣν τοῦτον ἢ ἐκεῖνον τὸν τεχνίτην σοφὸν λέγομεν κατὰ τὴν αὑτοῦ τέχνην, οἷον τὸν Φειδίαν λιθουργὸν σοφὸν λέγομεν, ὅτι ἄριστός ἐστι τὴν λιθουργικήν, καὶ Πολύκλειτον σοφὸν ἀνδριαντοποιόν. καθόλου δὲ σοφία ἐστί, καθ’ ἣν οὐ κατά τι λέγομέν τινας σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ

  1. τὸν δ’ οὔτ’ ἄρ’ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα
  2. οὔτ’ ἄλλως τι σοφόν·
ὥστε δῆλον, ὅτι ἡ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἂν εἴη ἡ σοφία, κἄν τε τὴν μερικὴν εἴπῃ τις κἄν τε τὴν καθόλου· ἥ τε γὰρ μερικὴ αὐτὸ τοῦτό ἐστιν ἀκριβὴς ἐπιστήμη καὶ τέχνη, καὶ ἡ καθόλου διὰ τὸ καθόλου εἶναι ἀκριβεστέρα ἐστὶ τῶν ἄλλων; καθόσον μᾶλλόν ἐστιν ὡρισμένη. ἐπεὶ τοίνυν καθόλου τί ἐστιν ἡ σοφία, δεῖ τὸν σοφὸν τὸν κατ’ αὐτὴν σοφὸν μὴ τὸ μὲν τῶν γνωστῶν εἰδέναι, τὸ δὲ ἀγνοεῖν· καὶ διὰ τοῦτο μὴ μόνον τὰ ἀποδεικτὰ ὁ σοφὸς εἴσεται ἀλλὰ καὶ τὰς ἀρχάς, ὅθεν αἱ ἀποδείξεις, καὶ τὸν ἐγχωροῦντα περὶ αὐτῶν ἀποδώσει λόγον. ὥ ’στε εἴη ἄν ἡ σοφία νοῦς καὶ ἐπιστήμη· καὶ οὕτως ἔσται ἐπιστήμη ἡ τιμιωτάτη, καθάπερ κεφαλὴν ἔχουσα τὰς ἀρχάς. ἐν γὰρ τῷ αὐτῆς λόγῳ καὶ τὰ ἀποδεικτὰ καὶ αἱ ἀρχαὶ λαμβάνονται· ἐπὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν οὐχ οὕτως ἔχει· [*](13. 14 τοῦ νοῦ coni. Mullach 16 capitis inscriptionem om. D: κεφ. θ΄. περὶ σοφίας h, quod numero correcto recepimus, quoniam ultimum huius libri caput numero (??) indicatum a paraphrasta affertur libri X cap. 9, ubi ne D quidem disseutit 26 εἴπῃ Mullach: εἴποι Dh 30 γνωστῶν h: γνωστὸν D)
122
οὐ γὰρ ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ γνῶσις τῶν ἀρχῶν παραλαμβάνεται, ἀλλὰ τῶν ἀποδείκτων μόνον. διαφέρει δὲ ἡ σοφία φρονήσεως, ὅτι ἡ μὲν φρόνησις πολιτική ἐστιν, ἡ δὲ σοφία ἡ τῶν ἄλλων ἐπιστημῶν σπουδαιοτάτη· οὐ γὰρ ἡ φρόνησιςκ σπουδαιοτάτη· σπουδαιοτάτη γάρ ἐστιν, ἥτις περὶ τὸ ἄριστον καταγίνεται· ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται· ὁ δὲ ἄνθρωπος καὶ τὰ αὐτοῦ ἀγαθὰ οὐκ ἔστι τὸ ἄριστον. ἔτι φρόνιμόν ἐστι τὸ εὑρετικὸν τοῦ ἰδίου ἀγαθοῦ· ἀγαθὸν δὲ οὐ πᾶσι τὸ αὐτό· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ὑγιεινὸν καὶ ὠφέλιμον· φρόνιμον ἄρα οὐ παρὰ πᾶσι τὸ αὐτό· σοφὸν ὸὲ τὸ αὐτὸ παρὰ πᾶσιν. τὸ γὰρ ἐπιστητὸν σοφόν· τὸ δὲ τό τρίγνων δύο ὀρθὰς ἔχειν, επιστητόν ἐστι, καὶ τὸ αὐτὸ δοκεῖ παρὰ πᾶσιν ἐπιστητὸν εἶναι, καθάπερ καὶ τὸ αὐτὸ εὐθὺ καὶ τὸ αὐτὸ λευκὸν παρὰ πᾶσιν· φρόνιμον δὲ οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, τὸ θεωρεῖν ἕκαστον τὰ ἑαυτοῦ ἀγαθὰ καὶ πράττειν· ὅθεν καὶ ἔνια τῶν θηρίων φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίενται δύναμιν προνοητικήν· φανερὸν τοίνυν, ὅτι οὐκ ἄν εἴη ἡ σοφία καὶ ἡ φρόνησις ἡ αὐτή. εἰ γὰρ τὴν πρακτικὴν τῶν ἑαυτοῖς ὠφελίμων ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· πολλὰ γὰρ τὰ ὠφέλιμα ἑκάστῳ· καθάπερ καὶ ἰατρικὴ οὐ μία περὶ πάντα τὰ ζῷα διότι ἄλλοις ἄλλα ὑγιεινὰ ἢ νοσώδη· εἰ δὲ φαῖεν βέλτιστον εἶναι τὸν ἄνθρωπον τῶν ἄλλων ζῴων καὶ διὰ τοῦτο τὴν πολιτικήν, ἤιοι τὴν φρόνησιν, σπουδαιοτάτην εἶναι, καθάπερ ἡ σοφία, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολλῷ θειότερα τὴν φύσιν, οἷα τὰ προδήλως συνιστάντα τὸ πᾶν, λέγω δὴ ἐξ ὧν ὁ κόσμος συνέστηκεν. ἐκ τῶν εἰρημένων δὲ δῆλον ὅτι σοφία ἐστὶ νοῦς καὶ ἐπιστήμη, περὶ τὰ φύσει τιμιώτατα, ἅ εἰσι τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μὲν λέγουσι, φρονίμους δὲ οὐδαμῶς, διότι τὰ μὲν αὑτοῖς συμφέροντα ἠγνόουν καὶ τὰ πρὸς τὸν βίον χρήσιμα, ἐγίνωσκον δὲ περιττά τινα καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια. ἡ μὲν οὖν σοφία περὶ ταῦτα· φρόνησις δὲ περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθαι. τοῦ γὰρ φρονίμου μάλιστα τοῦτό φαμεν ἔργον εἶναι, τὸ εὖ βουλεύεσθαι· οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων βουλεύεται καὶ ἅπερ οὐ δύναται ἄλλως ἔχειν, οὐδὲ ὅσα μὴ ἔχουσι τέλος τὸ πρακτὸν ἀγαθόν ἡ δὲ σοφία τέλος ἔχει τὴν καθόλου ἀλήθειαν, καὶ ἡ μὲν ὑποκείμενον ἔχει τὸ καθόλου ἐπιστητὸν καὶ τὰς ἀρχὰς ἁπάσης ἐπιστήμης, ἡ δὲ φρόνησις καὶ τῶν μερικῶν ἐστι. γινώσκει μὲν γὰρ ὁ φρόνιμος καὶ καθόλου τίνα τὰ τοῦ ἀνθρώπου ἀγαθά, γινώσκει δὲ καὶ τὰ μερικὰ ἐξ ἀνάγκης, τίνα εἰσὶν ἃ δεῖ πράττειν τόνδε τὸν ἄνθρωπον κατὰ τόνδε τὸν καιρόν· καὶ γὰρ πρακτική ἐστιν· ἡ δὲ πρᾶξις περὶ τὰ καθ’ ἕκαστα. διὰ τοῦτο καὶ οἱ τὰ μερικὰ μόνον εἰδότες τῶν τὰ καθόλου εἰδότων πρακτικ;τεροι. καὶ ὅλως ἐν πᾶσιν οἱ ἔμπειροι μᾶλλον δύνανται πράττειν ἢ οἱ τὰ καθόλου γινώσκοντες· εἰ γάρ τις εἰδοίη μὲν ὅτι τὰ κοῦφα κρέα εὔπεπ·τα καὶ ὑγιεινά, τίνα δέ εἰσιν ἀγνοεῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλ’ ὁ εἰδώς, ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινά, ποιήσει [*](4 ἡ om. h)
123
μᾶλλον, ἐπεὶ τοίνυν ἡ φρόνησις πρακτική, καὶ ἄμφω ἔχειν ἀνάγκη ἢ τὰ καθ᾿ ἕκαστα μἀλλον· μετὰ γὰρ τοῦ καθόλου μόνον οὐ δύναται εἰναι πρακτική, τί μὲν οὗν ἐστιν ἡ σοφία καὶ τίνι διαφέρει φρονήσεως, εἴρηται.

Περὶ φρονήσεως. κεφ. θ΄

Περὶ δὲ φρονήσεως ἔτι λέγωμεν. ἔστι τοίνυν ἡ φρόνησις καὶ τῶν καθόλου καὶ καθ’ ἕκαστα, καθάπερ ἀρχιτεκτονική· ὁ γὰρ τὰ καθόλου εἰδὼς πρὸς τὸν ἔμπειρον ὥσπερ ἀρχιτέκτονος ἔχει λόγον. τῆς δὲ φρονήσεως ἁπλῶς ἡ μέν ἐστιν ἠθική, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις φρόνησις παλεῖται, ἡ δέ, ἥτις τὸ πόλεως ἀγαθὸν ἔχει τέλος, ἥτις καλεῖται πολιτική. καὶ ἔστι μὲν ἡ αὐτὴ τῇ φρον.ήσει, ἰῷ λόγῳ δὲ διαφέρει, καθόσον περὶ ὑποκείμενά εἰσι διάφορα. τῆς δὲ πολιτικῆς ἡ μέν ἐστι καθάπερ ἀρχιτεκτονικὴ φρόνησις, ἥτις καλεῖται νομοθετική, ἡ δὲ μερικὴ καὶ ὑπ’ αὐτήν ἐστιν, ἥτις καλεῖται πολιτική. πολιτικὴν δὲ λέγω τὴν πρακτικην καὶ βουλευτικὴν, ἥτις ἐστὶ περὶ ἰὰ ψηφίσματα καὶ τὰς πράξεις· τὰ γὰρ ψηφίσματα πρακτικά εἰσιν, οὐχ ὡς ἡ πρώτη φρόνησις, ἡ ἀρχιτεκτονική, ἀλλ’ ὡς ἡ ἐσχάτη, ἥτις καὶ κυρίως ἐστὶ πρακτική. διὰ τοῦτο καὶ τούτους μόνους λέγουσι πολιτευομένους καὶ τὸ κατ’ αὐτοὺς πολιτείαν, διότι οὗτοι μόνοι τῶν φρονίμων πράττουσιν ὥσπερ οἱ χειροτέχναι. καὶ γὰρ οὗτοι μόνοι κυρίως πράττουσι· οἱ γὰρ ἀρχιτέκτονες τῷ τάττει τάττειν μό νον τὰς πράξεις ξεις πρακτικοὶ λέγονται, κυρίως δὲ οὔκ εἰσι πρακτικοί. δοκεῖ δὲ κυρίως εἶναι φρόνησις, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις καὶ ἔχει τὸ κοινὸν ὄνομα καὶ φρόνησις ἰδίως λέγεται· τῶν δὲ ἄλλων ἡ μὲν περὶ οἰκίαν οἰκονομική, ἡ δὲ περὶ πόλιν, ἡ μὲν νομοθεσία, ἡ δὲ πολιτική· καὶ τῆς πολιτικῆς ἡ μὲν βουλευτική, ἡ δὲ δικαστική. ἡ μὲν οὖν ἰδίως καλουμένη φρόνησις, δηλονότι τὸ τὰ ἑαυτῷ ὠφέλιμα εἰδέναι καὶ ἀγαθά, γνῶσίς τίς ἐστιν, ὥσπερ καὶ ἡ πολιτική. οὐκ ἔστι δὲ πάντῃ ἡ αὐτὴ τῇ πολιτικῇ· καὶ διὰ τοῦτο τὸν μὲν τὰ ἄγα θᾶ x003E; μόνον ζητοῦντα φρόνιμον οἱ ἄνθρωποι νομίζουσι, τὸν δὲ πολιτικὸν πολυπράγμονα. διὰ τοῦτο καὶ Εὐρι- τοης φησι

  1. πῶς δ’ ἂν φρονοίην, ᾧ παρὴν ἀπραγμόνως
  2. ἐν τοῖσι πολλοῖς· ἠριθμημένον στρατοῦ
  3. ἴσων μετασχεῖν;
  4. τοὺς γὰρ περισσοὺς καί τ·ι πράσσοντας πλέον.
τούτου χάριν καὶ ἰδίως φρόνησις ἐκλήθη ἡ ἠθική, καὶ φρόνιμος ἰδίως ὁ ζητῶν μόνον τὸ ἑαυτοῦ ἀγαθόν, καὶ τοῦτο μόνον δεῖν οἰόμενος πράττειν, περαιτέρω δὲ μὴ ζητεῖν. καίτοι οὐ δυνατὸν ἴσως τὴν ἠθικὴν εἶναι ἄνευ τῆς οἰκονομικῆς οὐδὲ τὴν οἰκονομικὴν ἄνευ τῆς πολιτικῆς· οὐ γὰρ δυνατὸν εὖ καὶ καλῶς τὰ καθ’ ἑαυτόν τινα διαθεῖναι, τῆς οἰκίας αὐτῷ ἢ τῆς πολεως οὐ καλῶς ἐχούσης. χαλεπὸν γὰρ μὴ διαφθαρῆναί τινα μετὰ πολλῶν [*](4 η΄ Dh 27 ἑαυτῷ h: om. D 29 Eurip. Philoct. fr. 785 sq. Nauck 32 post μετασχεῖν add. τῷ σοφωτάτῳ τύχης b 33 post πλέον add. Ζεὺς μισεῖ h)
124
φαύλων διατρίβοντα· εἰ δὲ μετὰ μηδενὸς διατρίβει, ἀλλὰ βίον ἔχει μονώτην, πῶς εἴ|σεται τὸ ἑαυτῷ ἀγαθόν; ἄδηλον γάρ, καὶ χρεία διδασκαλίας πρὸς αὐτὸ καὶ σκέφεως. ταῦτα δὲ ἀδύνατον ἄνευ ἐμπειρίας γενέσθαι· ἡ δὲ ἐμπειρία τῶν ἐν κοινωνίᾳ ὄντων ἐστί, καὶ οἰκίας καὶ πόλεως, καὶ ἄνευ τούτων οὐκ ἔνι· ἔμπειρον οὐδὲ φρόνιμον εἶναι. διὰ τοῦτο καὶ οἱ νέοι μαθηματικοὶ μὲν γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμοι δὲ οὐ δοκοῦσιν εἶναι. τὸ γὰρ αἴτιον, ὅτι τῶν καθ’ ἕκαστά ἐστιν ἡ φρόνησις, ἅτινα ἐξ ἐμπειρίας γινώσκονται· ὁ δὲ νέος ἔμπειρος οὐκ ἔστι διὰ τὸ χρόνου πολλοῦ δεῖσθαι τὴν ἐμπειρίαν. καὶ τοῦτο δὲ ἀκόλουθον σκέψασθαι, πῶς οἱ νέοι μαθηματικοὶ μὲν γίνονται, σοφοὶ δὲ ἢ φυσικοὶ οὐδαμῶς· ἢ ὅτι τῶν μὲν φυσικῶν καὶ τῆς σοφίας αἱ ἀρχαὶ ἀπὸ τῶν καθ’ ἕκαστα λαμβάνονται; καὶ γὰρ καὶ τὴν σοφίαν, ἥτις περὶ τὰ ἀναγκαῖά ἐστι καὶ ἀίδια, ἀδύνατόν ἐστι κατορθω- θῆναι ἄνευ τῆς ἐμπειρίας. ἀπὸ γὰρ τῶν ἡμῖν καὶ τῇ αἰσθήσει γνωρίμων ἐπὶ τὰ ὑπὲρ τὴν αἴσθησιν ἀγόμεθα· χωρὶς μὲν γὰρ τοῦ γνῶναι τίνα συμβαίνουσι τῷδε ἢ ἐκείνῳ τῷ φυσικῷ, τὸν καθόλου περὶ αὐτῶν λόγον, οὐ δυνατὸν συμπερᾶναι οὐδὲ ποιῆσαί ἐπιστήμην. πάλιν δὲ χωρὶς τῆς φυσικῆς ἐπιστήμης ἀδύνατον ἐπὶ τὴν σοφίαν ἐλθεῖν· μετὰ τὰ φυσικὰ γὰρ τὰ ὑπὲρ φύσιν γιγνώσκομεν· τὸ δὲ γνῶναι τὰ καθ’ ἕκαστα, ἐμπειρίας ἐστίν· ἡ δὲ ἐμπειρία χρόνου πολλοῦ· καὶ διὰ τοῦτο τοὺς νέους οὐ δυνατὸν φυσικοὺς ἢ σοφοὺς εἶναι. τῶν δὲ μαθηματικῶν αἱ ἀρχαὶ χωρὶς τῆς ὕλης λαμβάνονται· καὶ διὰ τοῦτο οὐ χρείαν ἔχουσι γνῶσιν ἔχειν τῶν καθ’ ἕκαστα· καὶ γὰρ οὐκ ἐν ἰῇ ὕλῃ σκοποῦσι τὸν κύκλον ἢ τὸν ἀριθμόν, ἐν ᾗ πολυειδής τις, ὡς εἰπεῖν, καὶ ἀόριστος γίνεται, καθάπερ τὰ φυσικὰ ὁ φυσικός, ἀλλὰ ἀφελόντες τῆς ὕλης καὶ αὐτὸν σκοποῦντες καθ’ ἑαυτόν, τούτου χάριν τοὺς νέους οὐδὲν κωλύει μαθηματικοὺς εἶναι· καὶ γὰρ τὰς μὲν τῶν φυσικῶν ἀρχὰς καὶ ὅλως τὰ φυσικὰ εἰ καὶ λέγουσιν, ἀλλ’ οὐκ ἴσασιν ἀκριβῶς περὶ αὐτῶν οὐδὲ πιστεύουσι, τὰς δὲ τῶν μαθηματικῶν καὶ πιστεύουσι· γινώσκουσι γὰρ διὰ τὸ ὡρισμένους εἶναι τοὺς αὐτῶν λόγους. ἐπεὶ τοίνυν φανερόν, ὅτι τῆς φρονήσεως τῆς ἠθικῆς αἰτία ἐστὶν ἡ ἐμπειρία τῴ δὲ ἐμπειρίαν οὐκ ἔνι γενέσθαι χωρὶς κοινωνίας πολιτικῆς, ἡ δὲ πολιτικὴ κοινωνία οὐ δύναται εἶναι ἄνευ τῆς πολιτικῆς φρονήσεως, δῆλον ὅτι τὴν ἠθικὴν φρόνησιν οὐ δυνατὸν εἶναι ἄνευ τῆς πολιτικῆς. ἔτι ἐπεὶ ἡ ἁμαρτία ἡ περὶ τὰς πράξεις ἀπὸ ἀγνοίας συμβαίνει ἢ τῆς καθόλου ἢ τῆς μερικῆς (καὶ ἂρ ὁ ἀγνοῶν καθόλου, ὅτι τὰ βαρύσταθμα ὕδατα φαῦλα, καὶ ὁ τοῦτο μὲν εἰδώς, ἀγνοῶν δὲ μερικῶς, ὅτε τάδε τὰ ὕδατα βαρύσταθμα, ὁμοίως ἁμαρτήσεται· χρήσεται γὰρ ἑκάτερος τοῖς φαύλοις ὕδασι), φανερόν, ὅτι πρὸς τὸ μὴ ἁμαρτεῖν ἀναγκαῖον μὴ μόνον εἰδέναι, ὅτι τάδε τὰ ὕδατα βαρύσταθμα, ἀλλὰ καὶ ὅτι τὰ βαρύσταθμα φαῦλα· δεῖται ἄρα ἡ μερικὴ φρόνησις τῆς καθόλου φρονήσεως, τῆς πολιτικῆς, καὶ ἀδύνατον τὴν ἠθικὴν ἄνευ τῆς πολιτικῆς συστῆναι, ὥσπερ καὶ τὴν μερικὴν γνῶσιν ἄνευ τῆς καθόλου μὴ ἁμαρτάνειν ἀδύνατον. ἀπὸ τούτων δὲ φανερὸν καὶ ὅτι ἡ φρόνησις οὔτε ἐπιστήμη ἐστὶν οὔτε νοῦς· ἐπιστήμη μέν, ὅτι ἡ φρόνησις περὶ τὰ καθ᾿ ἕκαστά [*](14 τὴν om. h 42 ἐπιστήμη μὲν uescio an deleas ἡ φρόνησις. D in marg.: om. h)
125
ἐστιν, ἅπερ ὕστερα τῇ φύσει εἰσί· ἡ δὲ ἐπιστήμη τῶν πρώτων τῇ φύσει τῶν καθόλου ἐστί· νοῦς δὲ ἡ φρόνησις οὐκ ἔστιν. ἔτι καὶ ἀντίκειται ἰῷ νῷ. καὶ γὰρ ὁ μὲν νοῦς περὶ τὰ πρῶτα καὶ ἀναπόδεικτα, φρόνησις δὲ περὶ τὰ ἔσχατα, περὶ ἃ οὐδὲ ἐπιστήμη ἐστὶν ἀλλ’ αἴσθησις. ἐκεῖνα δὲ λέγω, οὐχ ὧν ἰδίως ἑκάστη αἴσθησις ἀντιλαμβάνεται, οἷον τῶν γευστῶν καὶ ὀσφραντῶν ἢ ἀκουστῶν· οὐ γὰρ χυμοὺς κρίνει ἡ φρόνησις ἢ ἀναθυμιάσεις ἢ ἤχους, ἀλλ’ ἁπλῶς τὰ καθ’ ἕκαστα· ταῦτα γὰρ μόνη γινώσκει ἡ αἴσθησις· διὰ τοῦτο τὴν φρόνησιν περὶ ἐκεῖνα λέγομεν εἶναι, περὶ ἃ καὶ ἡ αἴσθησις, οἷον εἰ δεῖ τήνδε τὴν πόλιν τῶν Ἀθηναίων τῇδε τῆ πόλει τῶν Κορινθίων πολεμεῖν, τοῦ φρονίμου εἰδέναι· πρακτικὴ γὰρ ἡ φρόνησις· ἡ δὲ πράξις τῶν μερικῶν. τοῦτον δὲ τὸν τρόπον καὶ οἱ μαθηματικοὶ τὸ αἰσθητὸν γινώσκουσι τρίγωνον, οὐ καθόσον ἀντίκειται τῇ ὁράσει ἢ τῇ ἁφῇ, ἀλλὰ ἁπλῶς, καθόσον ἐστὶ τῶν καθ’ ἕκαστα καὶ μερικῶν, ἅπερ τελευταῖα γινώσκονται· ἐν αὐτοῖς γὰρ. ὁ γινώσκων ἵσταται καὶ οὐδὲν περαιτέρω ζητεῖ. καὶ γὰρ ἀπὸ μὲν τῶν μερικῶν καὶ αἰσθητῶν ἀρχομένοις ἐσχάτη ἐστὶν ἡ γνῶσις τῶν καθόλου· ἀπὸ δὲ τῶν καθόλου τῆς γνώσεως προιούσης τὰ αἰσθητὰ τελευταῖον γινώσκονται. τὸ μὲν οὗν γινώσκειν τὰ μερικά, καθόσον εἰσὶν αἰσθητά, καὶ ἀντίκεινται τὰ μὲν γεύσει, τὰ δὲ ἀκοῇ, τὰ δὲ ἁφῇ, τὰ δὲ ὁράσει, τῆς αἰσθήσεώς ἐστι καὶ οὐ τῆς φρονήσεως· τὸ δὲ εἰδέναι ταῦτα, καθόσον λυσιτελοῦσιν ἢ λυμαίνονται τῷ ἀν- θρωπίνῳ ἀγαθῷ, τοῦτο δέ ἐστι τῆς φρονήσεως.

Πεοὶ εὐβουλίας. κεφ. ι'.

Περὶ μὲν οὖν σοφίας καὶ φρονήσεως καὶ νοῦ καὶ τέχνης καὶ ἐπιστήμης καὶ τί ἐστιν ἕκαστον καὶ τίσι διαφέρουσιν ἀλλήλων εἴρηται. νῦν δὲ ῥητέον περὶ εὐβουλίας περὶ συνέσεως καὶ περὶ γνώμης, τίς τέ ἐστιν ἑκάστη καὶ τίνι διαφέρει τῶν εἰρημένων πέντε ἀληθευτικῶν ἕξεων. καὶ πρῶιον περὶ εὐβουλίας· οἰκείως γὰρ ἔχει μάλιστα τῆ φρονήσει, ἧς τὸν λόγον ἀρτίως ἀπηλλάξαμεν. ὥστε τὸν περὶ εὐβουλίας λόγον τῷ περὶ τῆς φρονήσεως συναπτέον. πρῶτο·ν μὲν οὖν οὐκ ἔστι ζήτησις· ἐπὶ πλέον γάρ ἐστιν ἡ ζήτησις τῆς εὐβουλίας· οὐ μόνον γὰρ ὁ εὖ βουλευόμενος ἀλλὰ καὶ ὁ κακῶς βουλευόμενος ζητεῖ, καὶ οὐ μόνον τὰ ἐνδεχόμενα ἀλλὰ καὶ τὰ ἀναγκαῖα ζητοῦνται, πέρι ἅ ἐστιν ἡ ἐπιστήμη, οἷον εἰ τὸ τρίγωνον ἔχει δύο ὀρθάς, ζητεῖται πρὸς τῆς ἐπιστήμης, καὶ εἰ ἡ σελήνη σφαιροειδής ἐστι· διὰ τοῦτο ἡ εὐβουλία οὐκ ἔστι ταὐτὸν τῇ ζητήσει. ἔτι δὲ οὐδὲ ἐπιστήμη ἐστὶν ἧ εὐβουλία· ὁ μὲν γὰρ ἐπιστήμων οὐ ζητεῖ περὶ ὧν ἐπίσταται, ὁ δὲ εὔβουλος ζητεῖ· ἡ γὰρ εὐβουλία βουλή τίς ἐστιν, ἡ δὲ βουλὴ ζήτησίς ἐστι τοῦ τί δεῖ πράττειν· καὶ ὁ βουλευόμενος ζητεῖ καὶ λογίζεται περὶ τῶν πράξεων, ὅπως εὖ καὶ καλῶς γένωνται, ὥστε ἡ μὲν εὐβουλία ζήτησις, ἡ δὲ ἐπιστήμη οὐ τοιαύτη· ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. ἔτι δὲ οὐδὲ [*](1 fort, ἢ τῶν καθόλου scribendum 8 καὶ διὰ τοῦτο h 22 ’ Dh 33 πρὸς h: πρὸ D)

126
εὐστοχία ἐστὶν ἡ εὐβουλία. ἡ μὲν γὰρ εὐστοχία ἄνευ χρόνου τινὸς καὶ λογισμοῦ καὶ μελέτης γίνεται· τὸ γὰρ γνῶναι περὶ τοῦ προκειμένου καλῶς ἀθρόον καὶ ἄνευ μελέτης, τοῦτό ἐστιν εὐστοχία· ἡ δὲ εὐβουλία οὐ τοιαύτη· μετὰ γάρ χρόνον καὶ βραδέως ἡ βουλὴ γίνεται· καὶ διὰ τοῦτο καὶ ὁ τῶν πολλῶν λόγος φησὶ δεῖν ταχέως μὲν πράττειν τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέως· ἔτι ἔτι ἡ ἀγχίνοια ἕτερον παρὰ τὴν εὐβουλίαν· ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπό δοσις τοῦ μέσου, δηλονότι τῆς αἰτίας τοῦ προτεθέντος· ἡ δὲ εὐβουλια μετὰ σκέψεως· ἔστι γὰρ ἀγχίνοια εὐστοχία τις· οὐκ ἄρα ἀγχίνοια ἡ εὐβουλία ἐστί. καὶ γὰρ ἡ· μὲν εὐστοχία ἐστὶ τὸ περὶ τοῦ παντὸς τοῦ προτεθέντος εὐεπηβόλως εἰπεῖν, ἡ δὲ ἀγχίνοια τῆς αἰτίας τοῦ προτεθέντος ζητήματος ἀπόδοσις ταχεῖά ἐστιν, οἷον διὰ τί βέλτιον ἄρχεσθαι ἡ ἄρχειν ἐν ταῖς ὀλιγαρχίαις· ὅτι ἀσφαλέσερον. διὰ ταῦτα μὲν οὖν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε ἀγχίνοιά ἐστιν. ἀλλ’ οὐδὲ δόξα ἐστὶν ἡ εὐβουλία· πολλῶν γὰρ ὄντων τῶν εἰδῶν τῆς δόξης, οὐδὲν τούτων ἡ εὐβουλία ἐστί· καὶ γὰρ τῶν δοξῶν αἱ μέν εἰσι συμπεράσματα διανοίας ἐξ ἀνάγκης ἀποδειχθέντα, ὥσπερ τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, εἴ τις ἄνευ ἀποδείξεως δοξάζει, δόξαν ἔχει ἀναγκαίαν· αἱ δὲ ἀπὸ αἰσθήσεως συνάγονται, ὧν ἔνιαι καὶ ψευδεῖς πολλάκις εἰσί. πάσαι δὲ τὴν ἀλήθειαν ἔχουσι τέλος καὶ ἡ ὀρθότης τῆς δόξης ἡ ἀλήθειά ἐστιν· ἡ δὲ εὐβουλία τέλος ἔχει τὸ συμφέρον ἢ τοῦ βουλευομένου ἢ ᾧ τὴν βουλὴν δίδωσιν, ὃ καὶ διὰ ψεύδους καὶ ἀπάτης πολλάκις οἱ εὔβουλοι κατορθοῦσιν. τῆς βουλίας ἄλλη τίς ἐστιν ὀρθότης, ἀλλὰ αὐτή ἐστιν ὀρθότης βουλῆς· εἰ γὰρ ὁ κακῶς βουλευόμενος ἁμαρτάνει, πάντως ὁ εὖ βουλευόμενος κατὰ τὸν ὀρθὸν βουλεύεται λόγον. ἔστι γὰρ ὀρθότης ἡ εὐβουλία οὔτε δόξης οὔτε ἐπιστήμης ἀλλὰ τῆς βουλῆς, ὡς δηλοῖ καὶ τοὔνομα· ἐπιστήμης μὲν γὰρ οὐδεμία οὐδὲ οὐδὲ γὰρ ἁμαρτάνει ἡ ἐπιστήμη, ὥστε ὀρθότητος δεῖσθαι. τῆς δὲ δόξης ἡ ὀρθότης, καθὼς εἴρηται, ἡ ἀλήθειά ἐστιν· οὔτε τοίνυν δόξα ἐστὶν ἡ εὐβουλία ἢ ἐπιστήμη οὔτε ὀρθότης ἐστὶν ἢ δόξης ἢ ἐπιστήμης· ἔτι δὲ ἡ μὲν εὐβουλία ζήτησίς ἐστι κατὰ τὸν ὀρθὸν λόγον· ἡ δὲ δόξα εὕρεσίς τινος συμπεράσματος καὶ περί τι ὡρισμένον ἐστί· καὶ ἡ μὲν εὐβουλία ζητεῖν ἐστιν, ἡ δὲ δόξα εὑρηκέναι. καθὸ καὶ ἰῆς διανοίας ἡ εὐβουλία λείπεται· ἡ μὲν γὰρ διάνοια λόγος ἐστὶν ἀπηρτισμένος καὶ εὑρημένος μετὰ τῆς προσηκούσης αἰτίας, ἡ δὲ εὐβουλία ἐν τῇ ζητήσει ἔχει τὸ εἶναι· ὁ γὰρ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται· καὶ μετὰ λόγου μὲν ζητεῖ, οὔπω δὲ συνεπέρανεν· ἡ δὲ δόξα οὐ τοιαύτη· οὐ γὰρ ζήτησίς ἐστιν, ἀλλὰ φάσις ἀπηρτισμένη· οὕτε τοίνυν ἐπιστήμη ἐστιν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε δόξα. ἀλλ’ ἐπεὶ ὀρθότης ἐστὶ βουλῆς, ζητητέον πρῶτον τί ἐστι βουλή, καὶ περὶ τίνα καταγίνεται ὁ βουλευόμενος. καὶ περὶ μὲν βουλῆς καὶ βουλευτῶν ἐν τοῖς πρότερον εἴρηται· ῥητέον δὲ περὶ τῆς ὀρθότητος. ἡ τοίνυν ὀρθότης πολλαχῶς λέγεται. καὶ γὰρ καὶ οἱ πονηρὸν τιθέμενοι τέλος καὶ τὰ πρὸς αὐτὸ [*](5 δεῖν h: δεῖ D 16 ἄνευ D: ἀπὸ τῆς h 18 ὧν D: ὅθεν· h 24 ἔστι D:)
127
ἄντικρυς φέροντα ζητοῦντες ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί καὶ οἱ ἀγαθὸν μὲν τιθέμενοι τέλος καὶ πρὸς αὐτὸ φερόμενοι, τὰ δὲ πρὸς αὐτὸ συμφέροντα μάλιστα τῶν ἄλλων οὐ ζητοῦντες ἀλλ’ ἕτερα ὥσπερ οἱ διὰ προτάσεων ψευδῶν ἢ μὴ ἐξ ἀναγκαίων ἀληθὲς συνάγοντες συμπέρασμα· καὶ οὗτοι γὰρ περὶ μὲν τὰ πρὸς τὸ τέλος σφάλλονται, ὅτι δὲ πρὸς τὸ τέλος τὸ ἀγαθὸν φέρονται, ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί. πρὸς δὲ τούτοις καὶ ἡ εὐβουλία ὀρθότης ἐστίν, ἥτις καὶ κυρίως ὀρθότης λέγεται βουλῆς, καθ’ ἣν πρὸς τὸ ἀγαθὸν φερόμεθα τέλος καὶ ἐκεῖνα ζητοῦμεν, δι’ ὧν δυνησόμεθα ῥᾷστα καὶ κάλλιστα τοῦ τέλους τυχεῖν. εὐβουλία γὰρ οὔτε ἡ πρώτη ὀρθότης ἐστὶν οὔτε ἡ δευτέρα· ἡ μὲν γὰρ πρώτη κακή ἐστι βουλή, ἡ δὲ εὐβουλία ἀγαθόν· τοῦτο γὰρ βούλεται τὸ ὄνομα, ἀγαθὴ βουλή· ἡ δὲ δευτέρα ὀρθότης ζητεῖ μὲν ὃ δεῖ, δι’ οὗ δὲ τυχεῖν οὐ ζητεῖ καὶ περὶ τὰ πρὸς τὸ τέλος οὐ καλῶς βουλεύεται, περὶ ἃ ἡ βουλὴ γίνεται, καθὼς προείρηται· ὥστε καθόσον μὲν εἰς τὸ ἀγαθὸν φέρεται, ὀρθῶς φέρεται, καθόσον δὲ οὐ διὰ τῶν προσηκόντων τῷ τέλει φέρεται οὐ καλῶς φέρεται· ὥστε οὐκ ἂν εἴη εὐβουλία ἡ τοιαύτη ὀρθότης. ἔτι δὲ οὐδὲ ἡ διά πολλοῦ χρόνου καὶ πλείονος τοῦ δέοντος γινομένη βουλὴ εὐβουλία ἐστίν. εὐβουλία γάρ ἐστι μόνον ἡ ὀρθότης τῆς βδυλῆς, ἡ κατὰ τὸ ὠφέλιμον, ὅταν περὶ ὧν δεῖ βουλευώμεθα καὶ ὡς δεῖ καὶ ὅσον χρόνον δεῖ. ἐπεὶ δὲ τὸ τέλος ἢ καθόλου ἐστὶ καὶ ἔσχατον ἢ μερικόν, ἔσχατον μέν, πρὸς ὃ πᾶσα πρᾶξις ἀνθρωπίνη φέρεται, μερικὸν δέ, πρὸς ὅ τινες πράξεις φέρουσιν, ἀκόλου θὼς καὶ ἡ εὐβουλία ἔχει· ἡ μὲν καθόλου ἐστίν, ἥτις ὀρ·θὴ καὶ ἀγαθὴ βουλή ἐστι περὶ τῶν φερόντων εἰς τὸ ἔσχατον τέλος, τὴν κατ’ ἀρετὴν ζωήν, ἡ δὲ μερική, ἥτις εἰς μερικόν τι τέλος φέρει, ὃ οὐκ ἔστι μὲν τὸ ἔσχατον, φέρει δὲ εἰς τὸ ἔσχατον τέλος. ἐπεὶ δὲ τῶν φρονίμων ἐστὶ τὸ εὖ βουλεύεσθαι, δεῖ προσθεῖναι τῷ τῆς εὐβουλίας βουλίας ὁρισμῷ καὶ τὴν φρόνησιν· ὥστε εἶναι τὸν ὁρισμὸν τῆς εὐβουλίας οὕτως· εὐβουλία ἐστὶν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι· κατὰ τὸ συμφέρον μέν, δι’ ἁ τὴν βουλὴν ἢ πρὸς τέλος μὲν ἀγαθὸν φέρεται, δι’ ὧν δὲ προσῆκεν οὐδαμώς, λέγω δὴ πράξεων καὶ χρόνου καὶ τρόπου· τὸ δὲ πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι, διὰ τὴν πονηρὰν βουλήν, ἥτις τὰ μὲν τέλει προσήκοντα καὶ ἀκόλουθα ζητεῖ· πρὸς τέλος δὲ φέρεται πονηρόν, οὗ οὐκ ἔστιν ἡ φρόνησις ἀληθὴς ὑπόληψις.

Περὶ συνέσεως. κεφ. ἰὰ.

Περὶ μὲν εὐβουλίας τοσαῦτα· ῥητέον δὲ περὶ συνέσεως. ἔστι τοίνυν σύνεσις καὶ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους. καὶ οὔτε ἐπιστήμῃ ταὐτόν ἐστιν ἡ σύνεσις οὔτε δόξῃ οὔτε φρονήσει. ἐπιστήμη μὲν γὰρ οὐκ εστιν ουοε οοξα η σύνεσις· η γὰρ ἀν’ παντες οι ἐπιστήμονες [*](3 συμφέροντα D: φέροντα h 22 ἡ μὲν γὰρ h 35 ι' Dh)

128
ἢ οἱ δοξάζοντες συνετοὶ ἦσαν. ἀλλ’ οὐκ εἰσίν· ἀλλ’ οὐδὲ μία τις τῶν ἐπιστημῶν ἐστιν ἡ σύνεσις, οἷον ἰατρικὴ ἢ γεωμετρία· ἢ γὰρ ἄν περὶ ὑγιεινῶν ἦν ἢ περὶ μεγεθῶν. ἄλλως τε οὐδὲ περὶ τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν ἡ σύνεσις, οὐδὲ ἰδίως περὶ ἑνός τινος τῶν ἐνδεχομένων ἄλλως ἔχειν ἀλλὰ καθόλου περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο, καὶ ἃ σκέψεως ἀνέχεταί τινος καὶ βουλῆς καὶ ζητήσεως· διὰ τοῦτο περὶ τὰ αὐτὰ μέν ἐστιν ἡ σύνεσις τῇ φρονήσει· ἔστι γὰρ περὶ τὰ ἐνδεχόμενα, ὧν ἐσμεν αὐτοὶ κύριοι πράττειν καὶ μὴ πράττειν. οὐκ ἔστι δὲ πάντῃ ταὐτὸν τῇ φρονήσει· ἡ μὲν γὰρ φρόνησις ἐπιτάττει μόνον πρὸς ποῖον τέλος δεῖ φέρεσθαι καὶ τίνα δεῖ ποιεῖν, ὥστε τέλους τυχεῖν· καὶ τοῦτό ἐστιν αὐτῆς τὸ ἔργον, τὸ ἐπιτάττειν ἃ δεῖ πράττειν, τὸ δὲ κρίνειν τὰ ἐπιτσχθέντα παρὰ παρὰ φρονήσεως καὶ τὸ εἰδέναι ὅτι καλῶς ἔχει καὶ οὕτω δεῖ πράττειν, τοῦτό. ἐστιν ἡ σύνεσις. οὐ γὰρ διαφέρει ὁ εὐσύνετος τοῦ συνετοῦ, τοῦ, ἀλλὰ καὶ ὁ συνετὸς αὐτὸ τοῦτο βούλεται, τὸ εὖ καὶ καλῶς συνιέναι καὶ κρίνειν τὰ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα. καὶ ταὐτόν ἐστι σύνεσις καὶ εὐσυνεσία, ἥτις οὔτε φρόνησίς ἐστιν οὔτε τὸ ἔχειν φρόνησιν. οὔτε δὲ τό δέχεσθαι καὶ λαμβάνειν φρόνησιν σύνεσίς ἐστιν· τὸ γὰρ λαμβάνειν φρόνησίν ἐστι τὸ μανθάνειν ἅπερ ὁ φρόνιμος γινώσκει, ἡ δὲ σύνεσίς ἐστι τὸ κρίνειν αὐτή· οὐκ ἄρα ταὐτὸν σύνεσις τῷ φρόνησιν λαμβάνειν ἢ φρόνησιν ἔχειν. ἀλλ’ ὥσπερ ὁ παρ’ ἄλλου τινὸς ἐπιστήμην ἀκούων καὶ γινώσκων καλῶς ξυνιέναι λέγεται, οὕτως ὁ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα γινώσκων καὶ κρίνων ὀρθῶς συνιέναι τε λέγεται καὶ συνετὸς ὀνομάζεται καὶ εὐσύνετος διὰ τὸ καλῶς γινώσκειν· τὸ γὰρ εὖ καὶ τὸ καλῶς ταὐτόν· καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἐλήφθη τὸ ὄνομα, ὅτι τὸ ἄλλου λέγοντος ἄλλον τινὰ ἀκούοντα γινώσκειν καλῶς μανθάνειν καὶ συνιέναι λέγεται.

Περὶ γνώμης. κεφ. ιβ'.

Ῥητέον δὴ περὶ τῆς γνώμης. ἔστι δὲ καὶ αὕτη περὶ τὰ ἐνδεχόμενα, καθάπερ καὶ ἡ φρόνησις καὶ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο καὶ περὶ αὐτῆς λέγωμεν. ἔστι τοίνυν γνώμη, καθ’ ἣν εὐγνώμονας λέγομεν καὶ ἔχειν γνώμην, ἡ ὀρθὴ κρίσις τοῦ ἐπιεικοῦς. τίς δέ ἐστιν ὁ ἐπιεικὴς καὶ ἡ ἐπιείκεια, εἴρηται ἐν τοῖς πρότερον. ὅτι δὲ τοῦτό ἐστιν ἡ γνώμη, δῆλον· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν· καὶ ἐπιεικὲς τὸ ἔν τισιν ἔχειν συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶν ὀρθή, κριτικὴ τοῦ ἐπιεικοῦς· κρίσις γὰρ ὀρθὴ καὶ γνώμη ἐπιεικής ἐστιν ἡ συγγνώμη. ὀρθὴ δὲ λέγεται κρίσις ἡ τοῦ ἀληθοῦς· εἰ τοίνυν ἡ μὲν συγγνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς καὶ γνώμη ὀρθή, κατὰ δὲ τὴν ὀρθὴν γνώμην εὐγνώμονές τινες λέγονται ἡ γνώμη ἄρα, καθ’ ἣν εὐγνώμονες λέγονται, τοῦ ἐπιεικοῦς ἐστι κ·ρίσις. πᾶσαι μὲν οὖν αἱ ἕξεις αἱ ἀληθευτικαὶ πρὸς τὸ αὐτὸ φέρουσι, καὶ τὰ αὐτὰ ἔχουσιν ὑποκείμενα, περὶ ἃ καταγίνονται· καὶ γὰρ καὶ φρό- [*](5 ἀλλὰ καθόλου D: καθόλου δὲ h 21 ὁ τὰ παρὰ h 26 ία Dh 29 εὐγν μόνας h: ἀγνώμονας D 31 πρότερον] cf. p. 108,27 sqq.)

129
νῆσις καὶ νοῦς κα εὐβουλία καὶ σύνεσις καὶ γνώμη περὶ τὰ καθ’ ἕκαστά εἰ σί’ καὶ τὰ μερικὰ τὰ ἐν οἷς αἱ πράξεις. νοῦν δὲ λέγω τὸν πρακτικόν, ὃς ἀρχὰς ἔχει τὰ μερικὰ καὶ αἰσθητά· ὁ γὰρ αὐτὸς ἄνθρωπος, ὅταν μὲν τὰ πρὸς τὸ ἀγαθὸν τέλος φέροντα ποιῇ, φρόνιμός ἐστιν, ὅταν δὲ περὶ αὐτῶν ὡς δεῖ βουλεύηται, εὔβουλός ἐστιν, ὅταν δὲ ὅσα ἔταξε πρὸς τὸ τέλος τὸ ἀγαθὸν καὶ ἐποίησε, γινώσκῃ καὶ κρίνῃ ὀρθῶς καὶ ὡς ἔδει πεπρᾶχθαι, ἐστιν· ὅταν δὲ τὰ ὑπ’ ἄλλου πραχθέντα ὀρθῶς κρίνων καὶ συγγνώμης ἐνίοτε ἀξιοῖ οἷς τοῦτο προσῆκεν, εὐγνώμων ἐστὶ καὶ συγγνώμων. πᾶσα γὰρ ἡ τοῦ ἐπιεικοῦς κρίσις περὶ πάντα ἐστὶ κοινῇ ἰά ἀγαθὰ τὰ ὑπ’ ἄλλων πραττόμενα· καὶ γὰρ καὶ ἡ καλουμένη ἐπιείκεια, ἥτις ἐστὶ τοῦ νομικοῦ δικαίου διορθωτική, περὶ ἧς εἴρηται πρότερον, τοὺς παρ’ ἑτέρων τεθέντας νόμους κρίνει, καὶ ἡ συγγνώμη καὶ ἡ γνώμη περὶ τῶν πραττομένων ὑφ’ ἑτέρων ὀρθῶς ψηφίζεται· πάντα δὲ ταῦτα τοῦ ἐπιεικοῦς ἐστι. συμβαίνει δὲ καὶ πάσας τὰς ἀνθρωπίνας πράξεις ταύτας εἶναι μόνας, ἃς ὁ ἐπιεικὴς κρίνει καὶ περὶ ὧν ψηφίζεται· ἡ μὲν γὰρ ἐπιείκεια περὶ τὸ νομικὸν δίκαιόν ἐστιν, ἡ δὲ γνώμη περὶ τὰ πρακτά ἐστιν, ὅταν ὑφ’ ἑτέρων πράττωνται· περὶ τά αὐτὰ δὲ καὶ ὁ νοῦς ἐστιν ὁ πρακτικός· καὶ γὰρ ἐπεὶ ὁ νοῦς γνῶσίς ἐστι τῶν ἀρχῶν, ἀρχαὶ δὲ τῶν μὲν πράξεων τὰ καθ’ ἕκαστα, τῶν δὲ θεωρητῶν καὶ ὧν ἐστι τέλος ἡ ἀλήθεια, οἱ ὅροι καὶ οἱ ἄμεσοι λόγοι καὶ αἱ κοιναὶ ἔννοιαι, εἴη ἄν ὁ μὲν θεωρητικὸς νοῦς γνῶσις τῶν ὅρων καὶ τῶν πρώτων καὶ ἀκινήτων λόγων, ὁ δὲ πρακτικὸς γνῶσις τῶν ἐσχάτων καὶ ἐνδεχομένων, δηλονότι τῶν καθ’ ἕκαστα πρακτῶν· ὥστε τὸν πρακτικὸν καὶ τὸν θεωρητικὸν νοῦν τῶν ἐσχάτων εἶναι καὶ πρώτων. καὶ γὰρ καὶ οἱ ἄμεσοι λόγοι καὶ οἱ ὅροι καὶ τὰ καθ’ ἕκαστα καὶ πρῶτα καὶ ἔσχατά εἰσιν. οἱ μὲν ἄμεσοι λόγοι τῇ φύσει πρῶτοι, ἔσχατοι δὲ ἡμῖν· τὰ δὲ καθ’ ἕκαστα πρῶτα μὲν ἡμῖν, ἔσχατα δὲ τῇ φύσει· ταῦτα δὲ τὰ ἔσχατα τῇ φύσει ἀρχαί εἰσι καὶ αἴτια τοῦ τέλους τοῦ πρακτοῦ’ καὶ γὰρ ἀπὸ τῶν ἐν τῇ αἰσθήσει καθ’ ἕκαστα διδασκόμεθα πράττειν τὰ συμφέροντα ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις καὶ δι’ ὧν πρὸς τὸ ζητούμενον ἀφιξόμεθα τέλος· καὶ ἀπὸ τούτων τῶν μερικῶν καθολικούς τινας συνάγοντες λόγους, φρόνιμοι γινόμεθα πρὸς τὰς ἐν τῷ βίῳ πράξεις. διὰ τοῦτο δεῖ τὸν πολιτικὸν γνῶσιν ἔχειν τῶν μερικῶν· ἡ τοιαύτη δὲ γνῶσις ἄνευ μέσου γινομένη νοῦς ἐστι· νοῦς γάρ ἐστιν ἡ γνῶσις τῶν ἀμέσων καὶ τῶν ἀρχῶν. διὰ τοῦτο καὶ φυσική τις ἡ τοιαύτη γνῶσις εἶναι δοκεῖ. οὐ γὰρ ἀπὸ μεθόδων τινῶν καὶ μαθήσεως περιγίνεται ἀλλὰ φύσει. καὶ οὐχ ὁ νοῦς μό νον ἀλλὰ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη φυσικὰ δοκεῖ εἶναι· ἀπὸ γὰρ τῆς φυσικῆς γνώσεως τοῦ νοῦ ταῦτα πάντα ὁρμῶνται, καὶ περὶ τὰ αὐτά εἰσι τῶ νῷ, τὰ καθ’ ἕκαστα δηλονότι. σοφία δὲ οὐκέτι· φύσει γὰρ σοφὸς οὐδείς ἐστιν, ὅτι μεθόδων χρεία καὶ μαθήσεως πρὸς τὸ γενέσθαι σοφόν καὶ τὴν μὲν φρόνησιν καὶ τὴν γνώμην καὶ τὸν νοῦν καὶ τὴν σύνεσιν οἰόμεθα ταῖς ἡλικίαις ἀκολουθεῖν. φαμὲν γὰρ τήνδε τὴν ἡλικίαν [*](17 πράττωνται li: τάττωνται I) 28 διδασκόμεθα D: διδασκόμενοι h 36 ἡ (ante φρόνησις) om. h) [*](Comment. Arist. XIX 2. Heliodorus in Eth. 9)
130
νοῦν ἔχειν καὶ γνώμην καὶ φρόνησιν, ὡς τῆς φύσεως αἰτίας οὔσης· σοφίαν δὲ οὐ τῇδε τῇ ἡλικίᾳ ἢ τῇδε ἀποδίδομεν· καὶ νέῳ γὰρ δυνατὸν γενέσθαι σοφὸν καὶ μειρακίῳ καὶ οὐ πρεσβύτῃ μόνον, καθάπερ ἐπὶ τῆς φρονήσεως ἔχει καὶ τῶν ἄλλων. ἡ γὰρ πεῖρα τῶν πρεσβυτέρων ἐστίν, ἧς χωρὶς οὐ δυνατὸν φρόνιμον γενέσθαι καὶ νοῦν καὶ σύνεσιν ἔχειν καὶ γνώμην. μην. νοῦν λειῶ τὸν πρακτικόν· ὁ γὰρ νοῦς καθὼς εἴρηται καὶ θεωρητικός ἐστι καὶ πρακτικὸς καὶ ἀρχὴ καὶ τέλος· ἀρχὴ μέν καθόσον τῶν πρώτων ἀρχῶν ἐστι γνῶσις καὶ θεωρητικὸς λέγεται· ἀρχὴ γάρ ἐστιν ἀποδείξεως· δείξεως· τέλος δέ, καθόσον γνῶσίς ἐστι τῶν καθ’ ἕκαστα καὶ ἐν αἰσθήσει, καὶ πρακτικὸς λέγεται· περὶ τούτων γὰρ αἱ ἀποδείξεις, καὶ ταῦτά εἰσι τὰ ἀποδεικτά, καὶ εἰς ταῦτα τελευταῖον ὁ ἀποδεικνὺς ἔρχεται ἀπὸ τῶν καθόλου καταβαίνων. οὗτος δὲ ὁ νοῦς ἀπὸ ἐμπειρίας περιγινόμενος ἐν τοῖς τοῖς πρεσβυτέροις διὰ τοῦτο δεῖ πιστεύειν ταῖς τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείδείξεων· διὰ γἁρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσι ὦσι ἰὰς ἀρχάς τῶν πράξεων, τὰ καθ’ ἕκαστα δηλονότι πρακτά· δι’ ὧν τὰ συμφέροντα γινώσκουσι καὶ ὑποτίθενται καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ανθρώποις.

Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα βελτίων. κεφ. ιγ᾿.

Τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἐστὶν ἑκατέρα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἐστὶν ἑκατέρα, εἴρηται. διαπορήσειε δ’ ἄν τις περὶ αὐτῶν, τί χρήσιμοί εἰσι καὶ πρὸς τί συντελοῦσι τοῖς ἀνθρώποις. ἡ μὲν γὰρ σόφ’ ία οὐδὲν θεωρεῖ ἐξ ὧν ἐστιν εὐδαίμων ὁ ἄνθρωπος· ἡ μὲν γὰρ εὐδαιμονία περὶ τὴν πρᾶξίν ἐστιν, ἡ δὲ σοφία οὐδεμιᾶς αἰτία γενέσεως· οὐ γὰρ τέλος ἔχει τὸ πρακτὸν ἀγαθόν. ἡ δὲ φρόνησίς ἐστι μὲν αἰτία πράξεως καὶ πρὸς τὸ πρακτὸν ἄγαθόν, ἀναγκαία δὲ πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς οὐ πάνυ δοκεῖ· τοῖς μὲν γὰρ σπουδαίοις ἀπὸ τοῦ ἔθους τὰς ἀρχὰς περιγενομένας βεβαίας εἶναι συμβαίνει· ἕξεις γάρ εἰσι· καὶ οὐδὲν μᾶλλον ἀπὸ τοῦ εἰδέναι τὰ καλὰ καὶ δίκαια πρακτικοὶ αὐτῶν. γίνονται ὥσπερ οὐδὲ ὑγιεινοὶ ἢ εὐεκτικοὶ γινόμεθα ἀπὸ τοῦ καλῶς εἰδέναι τὰ ὑγιεινὰ καὶ εὐεκτικά, ἀλλὰ τῷ ἔχειν ἕξιν ὑγιείας καὶ εὐεξίας· οὐ γὰρ ὁ πύκτης πυκτικώτερος γίνεται διὰ τὸ εἰδέναι τί ἐστι τὸ εὖ καὶ καλῶς πυκτεύειν· οὐ γὰρ τῷ εἰδέναι ἀλλὰ τῷ ἕξιν ἔχειν πυκτικῆς πυκτεύει· ὁμοίως δὲ καὶ ὁ παλαιστὴς καὶ ὁ δρομικός· καὶ πᾶς γυμνικὸς διὰ τὴν ἕξιν γυμνικος νῖκός ἐστιν, οὐ διὰ τὸ εἰδέναι τὰ εὐεκτικὰ καὶ γυμνικά· λέγω δὲ εὐεκτικὰ καὶ γυμνικὰ ἢ ὑγιεινὰ οὐ τὰ ποιητικὰ εὐεξίας ἢ ὑγιείας ἀλλ’ ἃ ποιεῖ ὁ ὑγιαίνων ἢ ὁ εὐεκτῶν ἀπὸ τοῦ ἕξιν ὑγιείας ἢ εὐεξίας ἔχειν· ὥσπερ τοίνυν ἐπὶ τῶν εἰρημένων ἕξεων οἱ ἔχοντες οὐκ ἄν ἀμείνους γένοιντο διὰ [*](19 εἰσι om. h 20 (??)ιβ Dh 35 πᾶς D: γάρ τοι καὶ ὁ h)

131
τὸ εἰδέναι, οὕτως οὐδὲ ὁ σπουδαῖος καλλίων περὶ τὴν ἀρετὴν γένοιτο διὰ τὴν φ.ρόνησιν. εἰ δὲ τοῖς σπουδαίοις οὐδὲν πρὸς τὴν ἀρετὴν ἡ φρόνησις συντελεῖ, τελεῖ, λείπεται δὴ τοὺς μὴ ὄντας σπουδαίους τὴν φρόνησιν καλλίους ποιεῖν· καὶ ποιεῖν· δὲ οὐ σφόδρα ἀναγκαῖον φρονίμους εἶναι πρὸς τὸ γενέσθαι σπουδαίους· δυνατὸν γὰρ καὶ παρ’ ἄλλων μαθόντας τὸν περὶ ἀρετῆς λόγον καὶ πεισθέντας αὐτοῖς σπουδαίους γενέσθαι· ὥσπερ βουλόμενοι ὑγιαίνειν οὐκ αὐτοὶ μανθάνομεν ἰατρικὴν ἀλλὰ τοὺς ἰατροὺς ἐρωτῶμεν, καὶ οὐδὲν κωλύει ὑγιαίνειν. ταῦτα μὲν οὖν οῦν ἀπορήσειεν ἄν τις περὶ τῆς φρονήσεως καὶ τῆς σοφίας, εἰς τί συντελοῦσι τοῖς ἀνθρώποις καὶ πρὸς τί εἰσι χρήσιμοι. ἔτι δὲ καὶ ἐκεῖνο δεῖ ζητεῖν περὶ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως, ποτέρα βελτίων. δοκεῖ μὲν γὰρ ἡ σοφία βελτίων ἰῆς φρονήσεως καθόσον τῶν ἀναγκαίων ἐστὶ γνῶσις· δοκεῖ δὲ ἡ φρόνησις βελτίων τῆς σοφίας, καθόσον ἀρχή ἐσΤι πρά ξεως καὶ διὰ τοῦτο κυριωτέρα τῆς σοφίας, ἥτις μόνον θεωρητική ἐστιν. ἡ γὰρ πρακτικὴ ἕξις ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον. ταῦτα μὲν οὖν ἠπόρηται περὶ σοφίας· καὶ φρονήσεως· ῥητέον δὲ πρὸς ταῦτα καὶ πρῶτον περὶ τοῦ πρώτου· πρῶιον μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἦσαν χρήσιμοι αἱ τοιαῦται ἀρεταί, ἀλλὰ δι’ ἑαυτὰς ἀναγκαῖον αἱρετὰς αὐτὰς εἶναι· ἀρεταὶ γάρ εἰσιν ἑκατέρα ἑκατέρου τοῦ διανοητικοῦ, τικοῦ, καθὼς εἴρηται· πᾶσα δὲ ἀρετὴ αἱρετόν τί ἐστιν. ἔπειτα καὶ χρήσιμοί εἰσι πρὸς τὴν εὐδαιμονίαν.. οὐχ ὥσπερ ἰατρικὴ πρὸς ὑγίειαν, ἀλλ’ ὥσπερ εὐεξία πρὸς ὑγίειαν ἔχει, οὕτω σοφία καὶ φρόνησις πρὸς εὐδαιμονίαν χρήσιμοί εἰσιν. ἡ μὲν γὰρ καθόλου εὐδαιμονία ἡ παντελής ἐστιν ἀρειή, σοφία δὲ καὶ φρόνησις μέρος εἰσὶ τῆς ὅλης ἀρετῆς· ὥστε μέρος εἰσὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας σοφία καὶ φρόνησις, καὶ τὸ ταύτας ἔχειν μετὰ τῶν ἄλλων ἀρετῶν εὐδαιμονεῖν ἐστι τὴν ὅλην εὐδαιμονίαν. ἔτι δὲ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν ἡ φρόνησις χρήσιμός ἐστι καὶ δι’ αὐτῆς πᾶν τοιοῦτον ἔργον ἀποτελεῖται. ἡ μὲν γὰρ ἠθικὴ ἀρετὴ τὴν θέλησιν εἰς τὸ ἀγαθὸν ἀπευθύνει τέλος καὶ ὀρθὸν ποιεῖ τὸν σκοπόν, ἡ δὲ φρόνησις ἰὰ πρὸς τὸ τέλος φέροντα τὸ ἀγαθὸν ζητεῖ, καὶ βουλεύεται δι’ ὧν κάλλιστα καὶ ῥᾷστα καὶ ὡς δεῖ τοῦ τέλους ἔνι τυχεῖν. τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς, ὅ ἐστι τὸ θρεπτικόν, οὐκ ἔστιν ἀρετὴ τοιαύτη, περὶ ἧς ἡμῖν ὁ λόγος, ἥτις ἀρχὴν ἔχει. τὸ ὀρεκτικόν, λέγω δὴ τὴν ἠθικήν. οὐ γάρ ἐστι τὸ θρεπτικὸν κύριον πράξεως οὐδεμιᾶς· ὃ δὲ οὐκ ἔστιν ἀρχὴ πράξεως, οὐ δύναται ἀρειὴν ἔχειν τοιαύτην. δύναται δὲ λέγεσθαι ἀρετὴ τοῦ θρεπτικοῦ τὸ εὐτραφὲς καὶ ὅσα ἄλλα ἕπονται, ὅταν καλῶς ἔχῃ τὸ θρεπτικόν, οἷον κάλλος ἢ μέγεθος, ὅπερ ἀρετὴ οὐκ ἔστι κυρίως· οὐ γὰρ ἀπὸ προαιρέσεως γίνεται οὐδὲ αἱρετή ἐστομ. ἀλλὰ κατὰ μεταφορὰν λέγεται. καὶ ταῦτα μὲν μεταξὺ εἴρηται· ῥητέον δὲ ἔτι πρὸς τὸ προκείμενον. ὅτι μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἄλλο συντελεῖν ἠδύνατο ἡ σοφία καὶ ἡ φρόνησις, διά γε ἑαυτὰς ἔδει πολλοῦ τινος ἀξίας εἶναι δοκεῖν, δέδεικται. δείξομεν δὲ ἔτι σαφέστερον, ὅτι ἡ φρ·όνησις συντελεῖ πρὸς τὸ σπουδαιοτέρους γενέτὸ [*](1 εἰδέναι—γένοιτο διὰ bis D 3 post ποιεῖν add. καὶ σπουδαίους D 10 ἀλλήλους h 21 εὐεξία D: ἡ ὁγίεια h 9*)
132
σθαι καὶ πρακτικωτέρους τῶν καλῶν καὶ δικαίων. μικρὸν δὲ ἄνωθεν ἀναληπτέον τὸν λόγον, ἀρξαμένους ἐκεῖθεν. ὥσπερ γὰρ λέγομεν δυνατὸν εἶναι πράττοντάς τινας τὰ δίκαια οὔπω δικαίους εἶναι, καὶ τὰ σώφρονα καὶ μὴ σώφρονας εἶναι, οἷοί εἰσιν οἱ τά προσταττόμενα ὑπὸ τοῦ νόμου ποιοῦντες διὰ φόβον καὶ ἀκουσίως ἢ οἱ δι’ ἄγνοιαν δίκαιόν τι πεποιηκότες· ὥσπερ εἴ τις λάθοι τὸν ἀδικοῦντα κολάσας ἀντὶ τοῦ ἠδικημένου ἢ δι’ ἄλλο τι ἢ χρήματα ἢ ἡδονὴν τὸ δίκαιον ποιοῦντες καὶ μὴ δι’ ἑαυτό· ὥσπερ τοίνυν τοὺς τοιούτους οὐ λέγομεν δικαίους, καίτοι πράττοντας τὰ δίκαια·.. οὕτως, ὣ; ἔοικεν, ἐπὶ πάσης ἀρετῆς ἔχει· καὶ ὁ ποιῶν τὸ ἀγαθὸν καὶ τὴν ἀρετὴν καὶ δι’ ἑαυτὴν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ αὐτὸς ποαιρούμενος καὶ οὐκ ἀκουσίως, οὖτός ἐστιν ἀληθῶς ὁ σπουδαῖος· ὁ γὰρ βιαζόμενος ὑφ’ ἑτέρου πρὸς τὸ ποιῆσαι τὸ ἀγαθὸν τοῦ ἀγαθοῦ μὲν ἕνεκα ποιεῖ ὅπερ ποιεῖ, εἴπερ ὁ καταναγκάζων αὐτὸν τοῦ ἀγαθοῦ ἕνεκα καταναγκάζει· σπουδαῖος δὲ οὐκ ἔστιν οὐδὲ ἀγαθόν ὅτι μὴ προαιρούμενος καὶ ἑκουσίως πράττει τὸ ἀγαθόν. ἡ μὲν οὖν ἕξις τῆς ἀρετῆς ῥυθμίζουσα τὸ ὀρεκτικὸν τῆς ψυχῆς, τὸ θυμικὸν καὶ ἐπιθυμητι·κόν, ὀρθὴν ποιεῖ τὴν προαίρεσιν· ἐπιθυμεῖ γὰρ καὶ προαιρεῖται τὸ ἀγαθὸν ἀπὸ τῆς ἀγαθῆς ἕξεως· οὐ δεῖ δὲ μέχρι τούτου τὸν σπουδαῖον ἵστασθαι τοῦ ἕξιν ἔχειν ἀρετῆς, ἀλλὰ καὶ πράττειν ἐξ ὧν ἔσται βεβαία ἡ ἕξις ἐν τῇ ψυχὴ, τἀς πράξεις τὰς σπουδαίας δηλονότι. τὸ τοίνυν τὰς τοιαύτας πράξεις εἰδέναι οὐ δυνατὸν λαβεῖν ἀπὸ τῆς ἕξεως τῆς ἀρετῆς· αὕτη γὰρ μόνην ἐμποιεῖ τῆ ψυχῇ τήν ὄρεξιν τοῦ ἀγαθοῦ· τὸ δὲ εἰδέναι ἃ δεῖ πράττειν τὸν σπουδαῖον ἄλλης ἐστὶ δυνάμεως. λεκτέον δὴ περὶ ταύτης τῆς δυνάμεως σαφέστερον. ἔστι δἡ τις δύναμις, ἣν καλοῦσι δεινότητα· αὔτη δέ ἐστι τοιαύτη ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν. ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἄν δὲ φαῦλος, πανουργία. διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμ·ὲν εἶναι. ἔστι δὲ ἡ φρόνησις οὐχ αὕτη ἡ δύναμις, ἡ δεινότης ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης· ταύτης γὰρ τῆς δυνάμεως ἀρετή ἐστιν ἡ φρόνησις. οὔτε τοίνυν ἄνευ φρονήσεως τελειωθείη ἂν ἡ ἠθικὴ ἀρετή, τήν τε φρόνησιν ἀδύνατον ἐπιγενέσθαι τῷ πρακτικῷ νῷ ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς· οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν, οὗς δηλονότι συλλογιζόμενοι πράττομεν, ἀρχὰς ἔχουσι τὰ τέλη τῶν πράξεων· ἀπὸ γὰρ τῶν τελῶν συλλογιζόμεθα, εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ πονηραί· τὰς δὲ τοιαύτας ἀρχάς, τὰ τέλη δηλονότι, οὐ γινώσκομεν ἄνευ τῆς ἕξεως τῆς ἠθικῆς ἀρετῆς· πονηρὸν γὰρ τιθέμεθα τέλος ὑπὸ πονηρᾶς ἕξεως καὶ πρὸς τοῦτο τὰς πράξεις τάττομεν, ὥσπερ εἰς ἀγαθόν. καὶ συμβαίνει τὴν γνῶσιν τῶν τοιούτων πρακτῶν μὴ εἶναι φρόνησιν· ἡ γὰρ φρόνησις περὶ τὰ ἀγαθὰ τοὐ ἀνθρώπου· ὥστε ἀνάγκη τὸν φρόνιμον τὸ ἀγαθὸν τίθεσθαι τέλος· καὶ διὰ τοῦτο οὐ δυνατὸν τὴν φρόνησιν συστῆναι ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς καὶ ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγαθόν. οὕτω μὲν οὖν φαίνεται τὴν φρόνησιν μὴ εἶναι ἄνευ τῆς ἄλλης ἠθι [*](23 ἔστι δή h et Arist.: ἔστι δέ D)
133
κῆς ἀρετῆς, φανερὸν δὲ μηδὲ τὴν ἀρετὴν εἶναι ἄνευ φρονήσεως· καὶ γὰρ ὡς ἔχει ἡ φρόνησις πρὸς τὴν δεινότητα ( οὐ ταῦτὸν μέν, ὅμοιον δέ· καὶ γὰρ ἡ μὲν δεινότης φυσική ἐστιν ἐπιτηδειότης τῆς ψυχῆς. ἡ δὲ φρόνησις ἀρετή ἐστι τῆς τοιαύτης ἐπιτηδειότητος), οὕτω καὶ ἡ ἠθικὴ ἀρετὴ πρὸς τὴν φυσικὴν ἀρετὴν ἔχει. πᾶσι γὰρ δοκεῖ τῶν ἠθικῶν ἀρετῶν ἑκάστη φυσική πως εἶναι· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι, καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς. ἀλλ᾿ ὅμως ζητοῦμεν ἕτερόν τι, νομίζοντες οὐ ταύτας εἶναι τὰς κυρίως ἀρετάς. αὐται γὰρ καὶ πασιὶ καὶ θηρίοις ὑπάρχουσαι βλαβεραὶ γίνονται ἐνίοτε διὰ τὰ ἄνευ νοῦ προσεῖναι, καὶ καθάπερ τῷ σώματι ἰσχυρῷ κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς, ὅταν ἄνευ ὄψεως κινῆται, οὕτω καὶ τὰς τοιαύτας ἕξεις ἄνευ νοῦ πονηρὰς εἶναι συμβαίνει, μετὰ δὲ νοῦ ἀγαθάς· αἳ καὶ ἀρεταὶ κυρίως καλοῦνται. καὶ αἱ αὐταὶ ἕξεις νοῦ μὲν ἄνευ οὔκ εἰσιν ἀρεταὶ κυρίως, μετὰ δὲ νοῦ κυρίως ἀρεταὶ γίνονται· | ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἰσὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτως ἐπὶ τοῦ ἠθικοῦ δύοἐστί, τὸ μὲν ἀρετὴ φυσική, τὸ δὲ ἡ κυρίως, καὶ τούτων ἡ κυρίως οὐ γίνεται ἄνευ φρονήσεως. διόπερ φασὶ πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι. καὶ Σωκράτης τούτῳ τῷ λόγῳ στοιχῶν, πὴ μὲν ὀρθῆς εἶχε πὴ δὲ ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι τὰς ἀρετὰς ἁπάσας, ἡμάρτανεν, ὅτι δὲ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγε. σημεῖον δέ· καὶ γὰρ νῦν πάντες, ὅταν ὁρίζωνται ιὴν ἀρετήν, εἰπόντες αὐτὴν ἕξιν καὶ περὶ τίνα καταγίνεται, προστιθέασι καὶ κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δὲ λόγος ὁ κατὰ τὴν φρόνησιν· φαίνεται ἄρα μὴ δύνασθαι εἶναι ἀρετὴν ἄνευ φρονήσεως. ἔτι δέ, οὐ μόνον κατὰ τὸν ὀρθὸν λόγον ἕξις ἡ ἀρετὴ λέγεται ἀλλὰ καὶ μετὰ τοῦ ὀρθοῦ λόγου· ὁ δὲ περὶ τῶν τοιούτων ὀρθὸς λόγος ἡ φρόνησίς ἐστιν. ὁ μὲν γὰρ Σωκράτης λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (πάσας γὰρ ἐπιστήμας ἔλεγεν εἶναι), ἡμεῖς δὲ ἕξεις μετὰ λόγου. τὸ γὰρ κατὰ λόγον διαφέρει τοῦ μετὰ λόγου· κατὰ λόγον γάρ τις ποιεῖ τι καὶ ἑτέρου κινοῦντος <καὶ τὸ τέλος σκοποῦντος>l, ὥσπερ ἡ φύσις κατὰ λόγον ποιεῖ, μετὰ λόγου δέ, ὅταν αὐτὸς εἰδὼς πράττῃ καὶ τὸ τέλος σκοπῶν κατὰ λόγν ποιῇ. διᾲ τοῦτο δεῖ προσκεῖσθαι τῷ κατὰ λόγον τὸ μετὰ λόγου· λόγος δέ ἐστιν ἡ φρόνησις καθὼς εἴρηται. δῆλον τοίνον ἐκ τῶν εἰρημένων, ὅτι οὐχ οἱόν τε ἀγαθὸν εἶναι κυρίως τὴν ἕξιν ἄνευ φρονήσεως οὐδὲ φρόνησιν ἄνευ ἀρετῆς. | ἐντεῦθεν δὲ λύοιτ᾿ ἂν καὶ εἴ τις ἐκ τοῦ ἐναντίου λόγος εἰσάγοιτο. δοκεῖ γὰρ δυνατὸν εἶναι χωρίζεσθαι τὴν φρόνησιν τῆς ἠθικῆς ἀρετῆς· οὐ γὰρ ὁ αὐτὸς οὕτως εὐφυῶς ἔχει πρὸς ἁπάσας, ὥστε πάσας τὰς ἠθικὰς ἀρετὰς καὶ τὴν φρόνησιν ὁμοῦ λαβεῖν δυνηθῆναι· ὥστε τὴν μὲν λήψεται, τὴν δὲ οὔπω εἰληφὼς ἔσται. δοκεῖ ἄρα χωρίζεσθαι τὰς ἀρετάς. τοῦτο τοίνυν κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, κατὰ δὲ τὰς ἠθικάς, καθ᾿ ἃς ἁπλῶς ἀγαθὸς ὁ ἄνθρωπος λέγεται, [*](10 τῷ mo.h 16 ἡ Mullach: ὁ Dh 29 καὶ τὸ τέλος σκοποῦντος h: om. D 33 ἀγαθὸν Dh: ἀγαθὴν Mullach 36 οὕτως h: οὖτος D 40 ἠθικάς h: φυσικάς D)
134
οὐκ ενοεχεται. αμα γαρ τῇ φρονησει μιᾳ ουσῃ πασαι υπαρσουσιν. ἡ τοίνυν φρόνησίς ἐστι μὲν καὶ πρακτικὴ καὶ χρήσιμός ἐστι πρὸς τὰς πράξεις ἁπάσας τῶν ἄλλων ἀρετῶν. ἔστι δὲ καὶ καθ’ ἑαυτὴν ζητητέα διὰ τὸ ἀρετὴ εἶναι τοῦ βελτίστου μορίου τῆς ψυχῆς, τοῦ λογικοῦ δηλονότι, καὶ τούτου μόνου χάριν χρεία ἂν ἦν αὐτῆς. οὐ γάρ τις ἁπλῶς γένοιτ’ <ἂν> ἀγαθὸς κατὰ τὸ βέλτιστον ἑαυτοῦ μέρος φαύλως ἔχων· νῦν δὲ οὐκ ἔνι οὐδεμίαν ἀρετὴν ἄνευ τῆς φρονήσεως συστῆναι. οὐ γὰρ ἔστιν ὀρθὴν εἶναι τὴν προαίρεσιν ἄνευ φρονήσεως, ὥσπερ οὐδὲ ἄνευ ἀρετῆς, καθὼς εἴρηται· ἡ μὲν γὰρ ἀρετὴ πρὸς τὸ τέλος κινεῖ τὸ ἀγαθόν, καὶ τούτου ἐφίεσθαι παρασκευάζει· σκευάζει· ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἀλλὰ μὴν οὐ δὲ κυρία γέ ἐστι τῆς σοφίας, ὅτι διὰ τὴν φρόνησιν ἡ σοφία. τῷ γὰρ φρόνιμοι εἶναι ζητοῦμεν τὴν σοφίαν καὶ ἡ φρόνησις τὸ τέλος ζητεῖ τῆς σοφίας καὶ τὰ πρὸς τὴν σοφίαν φέροντα ζητεῖ· καὶ οὕτω γὰρ ἔχουσα οὐκ ἔστι τῆς σοφίας βελτίων· ἔστι γὰρ ἡ σοφία ἀρετὴ τοῦ βελτίονος μορίου τῆς ψυχῆς· ἡ μὲν γὰρ φρόνησις ἀρετή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἡ δὲ σοφία τοῦ θεωρητικοῦ. εἰ δὲ καὶ περὶ τῆς σοφίας ἡ φρόνησις σκοπεῖ, ἀλλ’ οὐ αὐτῇ αὐτὴ πρὸς τὸ ἑαυτῆς τέλος, ὥσπερ αἱ ἀρχιτεκτονικαὶ ἔχουσι πρὸς τὰς ὑπ’ αὐτὰς τέχνας, ἀλλὰ ζητεῖ ὅπως γένηται· καὶ οὐ διὰ τοῦτο κυρία αὐτῆς ἐστιν, ὥσπερ οὐδ’ ἡ ἰατρικὴ κυρία ἐστὶ τῆς ὑγιείας· οὐ γὰρ αὐτῇ ἐπιτάττει ἀλλὰ αὐτῆς ἕνεκα. καὶ διά τοῦτο μᾶλλον βελτίων ἡ σοφία τῆς φρονήσεως, καθάπερ καὶ ἡ ὑγίεια τῆς ἰατρικῆς, ὅτι αὐτῆς ἕνεκα πράττει. εἰ δὲ ἐπιτάττει ἡ φρόνησις, ἀλλ’ οὐ ἰῷ σοφῷ, ἀλλὰ τῷ μήπω εἰς ταύτην ἐλθόντι τὴν ἀρειήν, τῷ δὲ ἐλθόντι οὐκέτι· οὐδὲ γ·ὰρ ἡ ποιτική, διότι ἐπιτάττει περὶ πάντων τῶν ἐν τῇ πόλει, ἤδη καὶ τῶν θεῶν ἄρχει.

[*](5 ἂν ins. MiiilacU post γάρ: om. Dh 24 τῶν prius om. h)
135

Περὶ ἐγκρατείας. κεφ. α'.

Μετὰ τὰ εἰρημένα περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν ῥητέον περὶ ἐγκρατείας καὶ τῆς ὑπὲρ ἡμᾶς ἀρετῆς, ἥτις ἡρωική τίς ἐστι καὶ θεία. οὔτε γὰρ ἡ ἐγκράτεια ὁμογενής ἐστι ταῖς εἰρημέναις ἀρεταῖς οὔτε ἡ ὑπὲρ ἄνθρωπον ἀρειή· διὰ τοῦτο μεῖά τὰ περὶ τῶν ἀρετῶν εἰρημένα περὶ τούτων ἰδίως λέγομεν, ἄλλην ποιησάμενοι ἀρχήν. ὅτι δὲ οὐδετέρα αὐτῶν ὁμοταγής ἐστι ταῖς προειρημέναις, δῆλον ἔσται ἀπὸ τῶν περὶ αὐτῶν ῤηθησομένων· τῶν δὴ ψόγου ἀξίων καὶ φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δὲ ἐναντία τούτοις τῇ μὲν κακίᾳ ἡ ἀρετὴ ἡ ἠθική, περὶ ἧς διείληπται, τῇ δὲ ἀκρασίᾳ ἡ ἐγκράτεια, τῇ δὲ θηριότητι ἡ ὑπὲρ ἄνθρωπον ἀρετή, (9,) ἡρωικὴ καλεῖται, καθ’ ἣν ἄνθρωποι γίνεσθαι λέγονται θεῖοί τινες ἐξ ἀνθρώπων, ὥσπερ καὶ Ὅμηρος εἰσάγει τὸν Πρίαμον περὶ τοὐ παιδὸς Ἕκτορος λέγοντα

  1. οὐ γὰρ ἐῴκει
  2. ἀνδρός <γε> θνητοῦ πάις ἔμμεναι, ἀλλὰ θεοῖο
δι’ ἀρετῆς ὑπερβολήν. αὕτη ἡ ἕξις ἐστὶν ἡ ἀντικειμένη τῇ θηριωδίᾳ· ὥσπερ γὰρ ἡ θηριωδία οὐκ ἔστι κακία, οἵα ἐστὶν ἡ ἀντικειμένη ταῖς ἀρεταῖς ταῖς οὐ γάρ ἐστιν ἀνθρωπίνη κακία, ὅλως δὲ οὐδὲ κακία. οὐ γάρ ἐστι θηρίου κακία ἢ ἀρετὴ διὰ τὸ μὴ μετὰ λόγου ποιεῖν ἢ παρὰ τὸν λόγον), οὕτως οὐδὲ ἡ θεία ἀρετὴ καὶ ἡρωϊκὴ ἀρετὴ ἄν εἴη κυρίως. τὸ γὰρ ἀνιρώπινον ἀγαθὸν ἀρειὴ λέγεται· τὸ δὲ θεῖον τί ἐστιν; οὐκ ἔστι δὲ θεοῦ ἀρετή, ἀλλά τι τιμιώτερον ἀρετῆς τὸ θεῖόν ἐστιν ἀγαθόν· καὶ ὥσπερ σπάνιόν ἐστιν ἡ τοιαύτη ἕξις, οὕτω καὶ ἡ ἀντικειμένη θηριωδία σπάνιον. ἔστι δὲ μάλιστα ἐν τοῖς βαρβάροις. γίνεται δὲ ἡ τοιαύτη θηριωδία οὐ μόνον διὰ πονηροτάτην ἕξιν ἀλλὰ καὶ διὰ νόσους καὶ πηρώσεις. περὶ μὲν οὖν [*](1 inscriptionem libri finxi: ἀριστοτέλους ἠθικῶν νικομαχείων ἡ D: ἀρ’. ἥθ’. βιβλίον ἡ h 3 τῶν alterum om. h 6 ἀρετή h: αὕτη D 7 λέγομεν D: λέγωμεν h 12 ἡ h: om. D 13 Ὅμηρος] II. Ω 258 15 οὐ γὰρ D et Arist. Mb: οὐδὲ γὰρ Arist. L b O b: οὐδὲ Arist. vulg. 16 γε h: om. D)
136
τῆς τοιαύτης διαθέσεως ὕστερον ποιησόμεθα λόγον. περὶ δὲ τῆς κακίας εἴρηται πρότερον, ὅτε περὶ ἀρείων ἐλέγομεν τῶν ἠθικῶν. νὺν δὲ περὶ τῆς ἀκρασίας ἐροῦμεν καὶ περὶ τῆς μαλακίας καὶ τῆς τρυφῆς καὶ τῶν ἀντικειμένων, μένων, ἐγκρατείας καὶ καρτεοͅίας. οὔτε γὰρ τῇ εἰρlμένῃ κακίᾳ καὶ ἀρετῇ αἱ αὐταί εἰσιν οὔτε πάντῃ διάφοροι, ὡς ἑτερογενεῖς εἶναι. καθόσον μὲν γὰρ τὸ ἀγαιdὸὶ αἱρεῖται ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ ἀκολουθεῖ, ἀρετῇ προσψ̣ κεἰ ἡ ἐγκράτεια, καθόσον δὲ ἐναντιοῦται αὐτῷ ἡ ἐπιθυμία καὶ ἐν ἀγῶνί ἐστιν ἀεὶ διὰ τὸ μὴ ἔχειν ἕξιν, κατὰ τοῦτο οὐκ ἔστιν ἀρετή. ἀκολούθως δὲ οὐδὲ ἡ ἀκρασία κακία ἐστὶ κατὰ ἰὴν κακίαν τὴν ἀντικειμένην ταῖς ἡθι- καῖς ἀρεταῖς. ὁ μὲν γὰρ τὴν ἄλλην κακίαν φαῦλος, ἑμςιν ἔχων τῆς φαυλό τητος, πράττει τὰ φαῦλα, μὴ ἀντιτείνοντος αὐτῷ τοῦ λογισμοῦ, ὁ δὲ ἀκρα- τοῦ λογισμοῦ πρὸς τὸ ἀγαθὸν ἕλκοντος, ὑπὸ | τῶν ἐπιθυμιῶν κρα- τεῖιαι καὶ διὰ ιοὗτο οὐκ ἔστιν ὁμοειδὴς τῇ κακίᾳ ἡ ἀκρασία· ὅτι δὲ παρὰ τὸν λόγον καὶ αὐτή ἐστι καὶ ἑκούσιον, κατὰ τοῦτο αὐτῇ κοινωνεῖ. λέ- γωμεν δὴ περὶ αὐτῶν κατὰ τὸν τρόπον , καθ’ ὃν καὶ περὶ τῶν ἄλλων ηἴ- πομεν· ἐκθησόμεθα γὰρ τοὺς δοκοῦντας περὶ αὐτῶν λόγους, ὧν τοὺς μὴ συμβαίνοντας τῇ ἀληθείᾳ ἐλέγξαντες, τοὺς μάλιστα ἐνδόξους καταλείψαντες βεβαιώσομεν· καὶ οὕτως ἔσται φανερὸς ὁ περὶ αὐτῶν λόγος. δοκεῖ δὴ πᾶσιν ἡ ἐγκράτεια ἀγαθὸν καὶ ἡ καρτερία τῶν σπουδαίων καὶ τῶν ἐπαι- νετῶν εἶναι, ἡ δὲ ἀκρασία τοὐναντίον. φασὶ δὲ περὶ τῆς ἐγκρατείας καὶ ταῦτα· πρῶτον μέν, ὅτι ὁ ἐγκραιὴς ὁ αὐτός ἐστι ἰῷ ἐμμενετικῷ ἔν τινι λογισμῷ καὶ ἀκινήτῳ καὶ ἐγκράτεια τὸ ἐμμένειν τῷ λογισμῷ , ἀκρασία δὲ καὶ ἀκρατὴς τοὐναντίον· δεύτερον, ὅτι εἰδὼς ὁ ἐγκρατὴς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι, ἀφίσταται τούτων καὶ ἀκολουθεῖ τῷ λόγῳ, ὁ δὲ ἀκρατής, εἰδὼς ὅτι φαῦλα πράττει, διὰ τὴν ἡδονὴν οὐ πείθεται τῷ λόγῳ· τρίτον, ὅτι καὶ ὁ σώφρων ἐγκρατής ἐστι καὶ καρτερικὸς καὶ ὁ ἀκόλαστος τοβναντίον· τέταρτον, ὅτι καὶ πᾶς ἐγκρατὴς σώφρων (ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως καὶ τὸν ἀκρατῆ πάντα ἀκόλαστον καὶ τὸν ἀκόλαστον ἀκραιῆ εἶναί φασιν· ἄλλοι δὲ διαφέρειν ἀλλήλων)· πέμπτον ὅτι ἐνδέχεται φρόνιμον καὶ δεινὸν ὄντα καὶ ἀκρατῆ εἶναι· ἕκτον , ὅτι λέγονται ἀκρατεῖς οἱ πρὸς θυμὸν ἐπιρπεπεῖς καὶ οἱ σφόδρα τιμῆς καὶ κέρδους ὀρεγόμενοι. ταῦτα μὲν οὗν εἰσι πάντα σχεδὸν τὰ λεγόμενα περὶ ἐγκρατείας καὶ ἀκρασίας· ὧν περὶ ἑκάστου σκεψὡμεθα· καὶ πρῶτον περὶ τοῦ πρώτου.

Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμἑνις. κεφ. β'.

Εἰ τοῦτό ἐστιν ἡ ἐγκράτεια, τὸ ἐμμένειν πάσῃ δόξῃ, ἔσται καὶ φαύλη ἐγκράτεια, ὅταν ἐμμένῃ τις ψευδεῖ δόξῃ· ἀ̣λλὰ μὴν ὑπόκειται ἐπαινετὸν καὶ ἀγαθὸν εἶναι αὐτήν· οὐκ ἄρα τὸ ἐμμένειν ἀπλῶς τῇ παρούσῃ δόξῃ ἐγκράτειά ἐστιν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία οὐ πᾶσα φαύλη ἔσται καὶ [*](2 ὅτε Mullach: ὅτι Dh 5 πάντα h U κατὰ om. h 27 οὐ πάντα φασὶν om. h 29 καὶ om. h 36 ἡ om. h)

137
φευκτὴ ἀλλὰ καὶ ἀγαθή, ὅταν μὴ ἐμμένῃ τις τῇ ψευδεῖ δόξῃ, ὥσπερ ὁ Νεοπτόλεμος πεισθεὶς ὑπὸ τοῦ Ὀδυσσέως ψεύσασθαι, καὶ μὴ ἐμμείνας τῇ δόξῃ ἀλλὰ ἀληθεύσας· ἢ εἴ τις ἀπατηθεὶς ὑπὸ τοῦ προσδιαλεγομένου καὶ δοξάσας ψευδῆ οὐκ ἐμμένει τοῖς δεδογμένοις· οὐ γὰρ ψέγεται ὁ τοιοῦτος· ὁ δὲ ἀκρατὴς ψέγεται· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῆ δόξῃ ἐγκρατής ἐστιν οὐδὲ ὁ τἦζ δόξης ἐκστατικὸς ἀκρατής· ὅλως ὸὲ ἀκρασία μετὰ ἀφροσύνης συμβαίνει ἀρειὴ εἶναι, εἰ τοῦτό ἐστιν ἀκρασία τὸ ἐξίστασθαι τῆς δόξης καὶ μὴ ἐμμένειν τοῖς δοκοῦσιν ἀγαθοῖς· εἰ γάρ τις ὑπὸ ἀφροσύνης νομίζει τὴν ἀκολασίαν ἀγαθόν, μὴ ἐμμένει δὲ τοῖς δεδογμένοις, ἔστα σώφρων· καὶ οὕτως ἔσται ὁ ἀκρατὴς σπουδαῖος, ὅπερ ἐστὶ ψεὺδος· ψεχτὸν γὰρ δοκεῖ πᾶσιν ἡ ἀκρασία. ἔτι ὁ δυνάμενος ἐκστἠναι τῆς δόξης τοῦ μὴ δυναμένου βελτίων ἐστὶ πολλάκις· ὁ δὲ ἀκρατὴς τοῦ ἐγκρατοῦς οὐκ ἔστι βελτίων· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής, οὐδὲ ὁ ἐκστατικὸς ἀκρατής. ὅτι δὲ ὁ δυνάμενος ἐκσιῆναι τῆς δόξης βελτίων τοῦ μὴ δυναμένου, ὸῆλον· ὁ γὰρ τῷ ἠπατῆσθαι τὰ φαῦλα | διώκων, ὅτι νομίζει ἀγαθὰ εἶναι, βελιίων ἐστὶ τοῦ εἰδότος ὅτι φαῦλα καὶ διώκοντος· ὁ μὲν γὰρ ὴπατημένος μεταπεισθεὶς δύναται ἀγαθὸς γενέσθαι, ὁ δὲ δι᾿ ἀκρασίαν διώκων καὶ εἰδὼς ὅτι φαὐλα, οὐ δύναται ἐκστῆναι τῶν κακῶν· πῶς γὰρ ἂν ἐκσταίη, ἐπεὶ οὐ δύναται μεταπεισθῆναι; ὃ γὰρ ἔδει γινώσχειν, οἶδε, καὶ εἰδὼς ἀκρατεύεται, καὶ ἔνοχός ἐστι τῇ παροιμίᾳ “ὅιαν τὸ ὕδ ὢρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;” φανερὸν δὴ ὅτι τὸ ἐμμένειν τῇ παρούσῃ δόξῃ οὐκ ἔστιν ἐγκράτεια οὐδὲ τὸ ἐξίστασθαι ἀκρασία.

Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ᾗ γινώσκων οὐκ ἐμμένει. κεφ. γ'.

Zητητέον δὴ περὶ τοῦ δευιέρου· ἀπορία γάρ ἐστι, πῶς ὑπολαμβάνων ὀρθῶς περὶ ὧν πράττει τις ἔπειτα ἀκρατεύεται. καί φασί τινες, ὅτι οὐ γινώσκει ὁ ἀκραίῃς ἃ πράττει φαῦλα εἶναι , οὐδ’ ἔχει ἐπιστήμην αὐτῶν, ὥσπερ ὁ Σωκρἁ̣της ἔλεγεν, οὐ δυνατὸν ἐπιστήμης ἐνούσης ἄλλο τι κρατεῖν καὶ περιέλκειν ὥσπεο ἀνδράποδον. οὗτος δὲ ὁ λόγος ἐναντίος ἐστὶ τοῖς φανεροῖς· ὅτι γάρ ἐστιν ἀκρατής, καὶ τοῦτό ἐστιν ἀκρατής, ὁ πρὸς τἀναντία ὧν οἶδεν ἀγαθῶν φερόμενος, φανερόν. διὸ ζητητέον, εἰ δι᾿ ἄγνοιαν πράττει πᾶς ὁ πράττων τὸ πονηρόν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας· ἄλλοι δὲ οἴονται εἰδέναι μὲν ἃ πράττει τὸν ἀκρατῆ, ἐπιστήμην δὲ οὐκ ἔχειν αὐτῶν ἀλλὰ δόξαν· οὐ γὰρ δυνατὸν ἐπιστήμην ἔχοντα κραιεῖσθαι ὑπὸ τῶν ἡδονῶν· οὐδὲν γὰρ εἶναι τῆς ἐπιστήμης ἐπικρατέστερον· διὰ τοῦτο τὴν τοῦ ἀκρατοῦς γνῶσιν δόξαν εἶναί φασιν. ἀλλὰ μὴν εἴ γε δόξα ἐστὶ καὶ μὴ | ἐπιστήμη, οὐδ᾿ ἰσχυρὰ γνῶσις τοῦ πράγματος ἐν τῷ ἀκρατεῖ ἀλλ᾿ ἀσθενής τις ναὶ ἠρεμαία καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη ἂν [*](8 νομίζει corr. in νομίζοι D: νομίζῃ h 9 ἐμμένει scripsi: ἐμμείνῃ Dh 19 ἀκρατεύεται h: ἐγκρατεύεται D 32 καὶ τίς h)

138
εἴη τοῖς ἀκρατέσι μὴ ἐμμένουσι τοῖς οὕτω γινωσκομένοις, βιαίων ἀνθελκσυσῶν ἐπιθυμιῶν· οὐκ ἄρα μοχθηρὸν ἡ ἀκρασία· οὐδενὶ γὰρ συγγνώμη τῶν μοχθηρῶν καὶ ψεκτῶν καὶ φευκτῶν· τοιοῦτον δὲ ἡ ἀκρασία. ἐπεὶ δὲ οὔτε δόξα ἐστὶν ἡ γνῶσις τοῦ ἀκρατοῦς οὔτε ἐπιστήμη, δοκεῖ φρόνησιν εἶναι· αὕτη γὰρ λείπεται καὶ ἔστιν ἰσχυρὰ γνῶσις· καὶ τοῦτο δὲ ἄτοπον· ἔσται γὰρ ἅμα καὶ φρόνιμος καὶ ἀκρατής. οὐδεὶς δ’ ἂν εἴποι φρονίμου εἶναι τὸ πράττειν τὰ φαῦλα ἑκόντα· ἐπεὶ καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ὅτι πρακτικός γε ὁ φρόνιμος καὶ περὶ αὐτάς ἐστι τὰς πράξεις τὰς μερικὰς καὶ τὰς ἄλλας ἀρετὰς ἑπομένας ἔχων ἐξ ἀνάγκης· οὐκ ἄρα φρονήσει γινώσκει ὁ ἀκρατής. κατὰ μὲν οὖν τοὺς εἰρημένους τρόπους γινώσκειν τὸν ἀκρατῆ δέδεικται μὴ δυνατὸν εἶναι· ζητητέον ἄρα τὸν τρόπον, ὃ μετὰ μικρὸν ἀκριβέστερον ἐπισκεψόμεθα.

Ὄτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής. κερ. δ᾿ .

Νῦν δὲ σκοπῶμεν περὶ τοὺ τρίτου. εἰ δυνατὸν τὸν σώφρονα ἐγκρατῆ 20 εἶναι καὶ ἔτι περὶ τοὺ· τετάρτου, εἰ πᾶς ἐγκρατὴς σώφρων. φανερὸν δὲ ἔσται λαβοῦσι τὸν ὁρισμὸν τοῦ ἐγκρατοῦς· ἔστι δὴ ἐγκρατὴς ὁ ἀνθιστάμενος πρὸς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· <ἔχει ἄρα ὁ ἐγκρατὴς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας·> εἰ δὴ ὁ σώφρων ἔσται ἐγκρατής, ἕξει φαύλας ἐπιθυμίας καὶ ἰσχυράς· ὅπερ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς σωφροσύνης. ἐν γὰρ τῷ ἕπεσθαι τὰς ἐπιθυμίας τῷ λόγῳ ἡ σωφροσύνη οὐ συνίσταται· ἄλλως τε ὁ μὲν σώφρων ἥδεται οἷς πράττει ἄλλως γὰρ οὐκ ἄν ἦν σώφρων), ὁ δὲ ἐγκρατὴς ἐν ἀγῶνι ὢν καὶ μάχῃ πρὸς τὰς ἐπιθυμίας οὐχ ἥδεται· ἡ γὰρ ἡδονὴ ἐν τῇ ἠρεμίᾳ ἐστίν. ἔτι τὸν ἔχοντα ἕξιν ἀνδρείας ἐπιόντα ἐξαίφνης τὰ φοβερά, καὶ πρὶν τῷ λόγῳ κατ’ αὐτῶν χρήσασθαι, οὐ ταράττει· ὁμοίως δὴ καὶ τὸν ἔχοντα ἕξιν σωφροσύνης οὐ κινήσει τὰ ἡδέα, καὶ πρὶν περὶ αὐτῶν σκέψασθαι καὶ τὸν λόγον ἀντιστῆσαι. ὁ δὲ ἐγκρατὴς οὐ τοιοῦτος· ἐν γὰρ τῷ χρῆσθαι τῷ λόγῳ κατ’ αὐτῶν καὶ ἀνθίστασθαι πρὸς αὐτὰς ἡ ἐγκράτεια συνίστασθαι λέγεται. εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι τοῦ ἐγκρατοῦς, φαύλη ἡ ἐγκράτεια, κωλύουσα αὐταῖς χρῆσθαι εἰ δὲ ἀσθενεῖς καὶ οὐ φαῦλαι, οὐδὲν σεμνὸν ἡ ἐγκράτεια· νῦν δὲ τοιαύτη δοκεῖ· εἰ δὲ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα τὸ τοιούτων κρατεῖν, ὥστε οὐ μέγα ἡ ἐγκράτεια· λείπεται δὴ φαύλας εἶναι τὰς ἐπιθυμίας τοῦ ἐγκρατοῦς καὶ ἰσχυράς. καὶ διὰ τοῦτο οὔτε ὁ σώφρων ἐγκρατὴς ἂν εἴη οὔτε ὁ ἐγκρατὴς σώφρων.

Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. ε'.

Ἐx τῶν εἰρημένων δὲ φανερόν, καὶ ὅτι οὐ δύναται ὁ φρόνιμος ἀκρα- [*](4 φρόνησιν D: φρόνησις h 10 ὁ om. h 12 ἐπισκεψώμεθα h 16 πᾶς D: πὼς h 18. 19 ἔχει—ἐπιθυμίας h: om. D 26 καὶ prius om. h 28 χρήσασθαι h)

139
τῆς εἶναι. ἐπεὶ γὰρ τῇ φρονήσει ἕπεται καὶ ἡ σωφροσύνη. ὅτι καὶ πάσα ἠθικὴ ἀρετή, ὁ δὲ σώφρων οὐ δύναται ἐγκρατὴς εἶναι, πολλῷ μᾶλλον οὐδὲ ἀκρατής ἐστιν· εἰ δὲ τοῦτο, οὐδὲ ὁ φρόνιμος ἀκρατὴς ἂν εἴη.

Ὅπως ζητῆσαι <δεῖ> τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. τ'.

Ζητητέον δὲ καὶ περὶ τοῦ ἕκτου, εἰ περὶ πλοῦτον καὶ δόξαν καὶ πλῶς πᾶν ἐπιθυμητὸν ἡ ἀκρασία ἐστὶ καὶ ἡ ἐγκράτεια. καὶ εἰ τοῦτο, καὶ ὁ περὶ ἕκαστον τούτων ἐπιρρεπῶς ἔχων ἀκρατής ἐστι, ζητητέον τίς ὁ ἀπλῶς ἀκρατής. οὐ γὰρ ὁ περὶ πάντα ἔχων οὕτως, ἐστίν· οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἁκρσίας, ὥστε ζητῶμεν τὸν κυρίως ἀκρατῆ. ἰὰ μὲν οὖν ζητήματα τὰ περὶ τῆς ἐγκρατείας καὶ αἱ ἀπορίαι τοιαῦται συμβαίνουσι· τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ, τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς ἁ πόρ’ ίας εὕρεσίς ἐστι τοὺ ζητουμένου. πρῶτον μἐν οὗν σκεπτέον, πότερον εἰδότες ἀκρατεύονται οἱ ἀκρατεῖς ἢ οὔ, καὶ πῶς εἰδότες· ἔπειτα περὶ ποῖά ἐστιν ὁ ἐγυρατὴς καὶ ὁ ἀκρατής, λέγω δὲ περὶ πᾶσαν ἡδονὴν καὶ λύπην, ἢ περί τινας ἀφωρισμένως· καὶ τὸν εγκρατῆ καὶ τὸν καρτερικὸν εἰ διαφέρουσι, καὶ ὅσα ἀκόλουθα τούτοις τοῖς ζητήμασιν εἰσιν. ὧν ἀρχή ἐστι τὸ ζητῆσαι περὶ τοῦ ἐγκρατοὺς καὶ ἀκρατοῦς, κατὰ τί διαφέρουσι· κατὰ τὰ ὑποκείμενα, περὶ ἅ εἰσιν, ἢ κατὰ τὸν τρόπον, καθ’ ὃν πρὸς αὐτὰ ἔχουσιν, ἢ κατ’ ἀμφότερα. μεῖά δὲ τοῦτο σκεπτέον, εἰ περὶ ἅπαντα τὰ ἡδέα ἐστὶν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ. οὔτε γὰρ περὶ ἅπαντά ἐστιν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ ὁ ἀπλῶς ἀκρατής, ἀλλὰ περὶ ἃ ὁ ἀκόλαστος, οὔτε ὁμοίως τῷ ἀκολάστῳ ἔχει προς αὐτὰ, ἀλλὰ ἕτερον τρόπον· ὁ μὲν γὰρ ἀ·κόλαστος διεφθαρμένως κρίνων καὶ νομισας ἤδη ἀγαθὸν τὸ διώκειν ἀεὶ τὸ ἡδὺ πρὸς αὐτὸ φέρεται, ὁ δὲ ἀκρατής, τοῦ λόγου ἀντιλέγοντος τῆ ἐπιθύμῳ, αὐτὸς ἀκολουθεῖ.

Τίνα τρόπον γινώσκει ὁ ἀκρατῆς. κεφ. ζ'.

Τὸ μὲν οὗν δόξαν· εἶναι τὴν γνῶσιν τῶν ἀκρατῶν, ᾗ αντιπραττουσι, καὶ μὴ ἐπιστήμην, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· τοῦτο γὰρ ζητοῦμεν, εἰ βεβαία ἐστὶν αὐτῷ ἢ ἀμφίβολος ἡ γνῶσις τοῦ ἀγαθοῦ· συμβαίνει δὲ πολλάκις τὴν δόξαν οὕτω βεβαίως ἐγκεῖσθαι, ὥστε μὴ διαφέρειν ἐπ·ιστήμης κατὰ τὸ ἀντιβαίνειν ταῖς ἐπιθυμίαις. καὶ ἔνιοι οὕτω πιστεύουσιν οἷς δοξάζουσιν, ὥσπερ οἱ ἐπιστήμονες τοῖς διὰ τῆς ἐπιστήμης γινωσκομένοις· ὥσπερ ὁ Ἡράκλειτος ἃ ἐδόξαζεν ᾤετο ἐπίστασθαι ἀκριβῶς, οἷον, ὅτι οὐκ ἔστι κίνησις καὶ τἄλλα ὅσα ἐτίθει. τῇ γοῦν τοιαύτῃ δόξῃ τοῦ ἀγαθοῦ ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοὐ ἀγαθοῦ καὶ πρὸς τὸ ἡδὺ φερομένου· ὁμοίως γάρ εἰσι μοχθηροί, καθόσον ὁμοίως ἰσχυρῷ λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοῦ ἀγαθοῦ καὶ λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς [*](4 δεῖ h: om. D 8 οὕτως h: οὗτός D 17 εἰσιν D: ἐστιν h ἀρχή D: ἡ ἀρχή h)

140
δυνατὸν τὸν εἰδότα τὸ ἀγαθὸν αἱρεῖσθαι τὸ κακόν, οὐχ οὕτω δύναται λυθῆναι. ζητητέον δὴ πῶς ἑτέρως λυθήσεται. λέγωμεν τοίνυν ὅτι τὸ ἐπίστασθαι καὶ κατὰ ἐπιστήμην γινώσκειν διττόν ἐστι. λέγεται γὰρ ἐπίστασθαι καὶ ὁ ἐνιῶν τὴν ἐπιστήμην καὶ χρώμενος αὐτῇ, ὥσπερ εἴ τις γεωμέτρης ὢν καὶ γεωμετρεὶ λέγεται λέγεται ἐπίστασθαι καὶ ὁ ἔχων μὲν τὴν ἐπιστήμην μὴ χρώμενος δὲ αὐτῇ, ὥσπερ γεωμέτρης λογοποιῶν ἢ ἄλλο τι πράττων, οὐ γεωμετρῶν· ὥσπερ οὖν ἐπὶ τοδ’ γεωμέτρου θαυμαστὸν μέν ἐστιν, εἰ γεωμετρῶν ψευδῆ συναγάγοι, θαυμαστὸν δὲ οὐδέν, εἰ λογοποιῶν οὐ συνορᾶ‘, εἴ τις παρὰ τὴν γεωμετρίαν ἰά σχ·ήματα θεωροίη, τὸν ἴσον τρό πον καὶ ἐπἰ τοῦ ἀκρατοῦς ἔχει. εἰ μὲν γὰρ ἐπιστάμενος ὁ ἀκρατὴς καὶ χρώμενος ἰῇ ἐπιστήμῃ καὶ κατ᾿ αὐτὴν θεωρῶν ἐπὶ τἀναν.τία ὧν ἐπίσταται φέρεται, θαυμάσιόν εἰ δὲ μὴ χρώμενος, κἂν ἐπιστήμην ἔχῃ, οὐ δεῖ θαυμάζειν. ἔτι καὶ ὅταν τις ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος, ἂν μὴ τελείως χρῆται, οὐδὲν θαυμάσιόν, εἰ μοχθηρός ἐστιν. ἐπεὶ γὰρ δυσὶ τρόποις προτάσεων άοιδεικνὺς ἐπίσταται ὁ ἐπιστάμενος, καθόλου κα μερικῷ, ἐὰν ἀμφοτέρας ἔχων θατέρᾳ μὴ χρῆται, λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται, θαυμαστὸν οὐδὲν εἰ μοχθηρός ἐστιν, οἷον ἐπίσταταί τις, ὅτι τόδε πονηρόν. τὸ δὲ πονηρὸν οὐ δεῖ πράττειν, τόδε ἄρα οὐ δεῖ πράττειν. καὶ ἀμφοτέρων οὐσῶν ἐν τῇ ψυχῇ τῶν προτάσεων, ἐπειδὰν ἐπιθυμία τις ἐπί τι κινῇ πονηρόν, συμβαίνει τῇ μὲν καθόλου χρῆσθαι, ὅτι τὸ κακὸν οὐ δεῖ πράττειν καὶ θεωρεῖν κατ’ αὐτὴν τηνικαῦτα, τὴν δὲ μερικήν, ὅ, τόδε κακόν, ἔχειν μέν, οὐ χρῆσθαι δέ, οὐδὲ συνορᾶν ἐνεργείᾳ καὶ διὰ τοῦτο πρὸς τὴν μοχθηρίαν χωρεῖν, ὥσπερ ἀποτυφλωθέντα, τοῦτο δὲ οὐδὲν θαυμαστόν. εἰ γὰρ καὶ χρῆται τῇ καθόλου προτάσει, ἀλλὰ πράττειν οὐ δύναται κατὰ τὴν ἐπιστήμην μὴ χρώμενος καὶ τῇ μερικῇ· αὕτη γάρ ἐστιν ἡ κυρία τῶν πράξεων. ἢν γάρ τις εἰδῇ, ὅτι τοῖς ξηροῖς χρηστέον μ’ εἰδῇ δὲ ὅτι τάδε ξηρά, οὐδὲν μᾶλλον χρήσεται τοῖς ξηροῖς· οὕτω δὴ καὶ ἐπὶ τούτων ἔχει· ἄν τις τῇ καθόλου χρῆται καὶ θεωρῇ, τῇ μερικῇ δὲ οὐ χρῆται, οὐδὲν τῆς ἐπιστήμης ἀπώνατο. αί μερικαὶ δὲ διαφέρουσι· τὰς μὲν γὰρ ἀνάγκη πᾶσα εἰδέναι, τῶν καθόλου γινωσκομένων, τἀς δὲ οὔ. ὅταν γὰρ τὸ καθόλου οὕτως ἔχῃ, ὥστε περιέχειν αὐτὸν τὸν συλλογιζόμενον ἢ τὸν ὁμοειδῆ, τῇ κα θόλου γινώσκεται καὶ ἡ μερική, οἷον πᾶσιν ὰνθρώποις βλαβερὸν ὁ ἐλλέβορος, αὐτὸς δὲ ἄνθρωπος, αὐτῷ ἄρα βλαβερὸν ὁ ἐλλέβορος. ἐνταῦθα τῇ καθόλου καὶ ἡ μερικὴ συγγινώσκεται· οὐ γὰρ ἑαυτὸν δύναται ἀγνοεῖν ὅτι ἐστὶν ἄνθρωπος· ὁμοίως δὲ κἄν τοὺς ὁμοειδεῖς περιέχῃ· οὐδὲ γὰρ οὐδὲ αὐτοὺς ἀγνοεῖν δυνατόν. ὅταν δὲ ἡ καθόλου πρᾶγμά τι περιέχῃ, τότε οὐκ ἀνάγκη, τῆς καθόλου γινωσκομένης, καὶ τὴν μερικὴν γινώσκεσθαι, οἷον πᾶς ἐλλέβορος βλαβερόν, τόδε ἐλλέβορος, τόδε ἄρα βλαβερόν· ἐνταῦθα οὐκ ἀνάγκη γινώσκεσθαι τὴν μερικήν, τῆς καθόλου γινωσκομένης. τὴν τοιαύτην οὖν μερικὴν ὁ ἀκρατὴς ἢ οὐκ ἔχει ἢ ἔχων οὐ χρῆται. τὸ δὲ χρῆσθαι καὶ μὴ χρῆσθαι τοσούτῳ ἀλλήλων, [*](7 πράττων om. h 16 ἀμφοτέρας ἔχων θατέρα D: ἀμφοτέροις h 32 γινώσκεται D: συγγινώσκεται h)
141
μέθᾳ καὶ θαυμάζομεν εἰ ἔστι τις οὕτως ἔχων, τὸν δὲ μὴ χρώμενον καὶ ἁμαρτάνοντα, οὐδαμῶς. ἔτι οὐ τούτῳ μόνω διαφέρουσιν οἱ ἐπιστάμενοι. τῷ τοὺς μὲν ἔχειν καὶ χρῆσθαι. τοὺς δὲ ἔχειν μέν, οὐ χρῆσθαι δέ. ἀλλὰ καὶ καὶ αὐτὸ τὸ ἔχειν διαφέρουσιν· οὐ γὰρ ὁμοίως ἔχουσι τὰς ἐπιστήμας οἱ επιστάμενοι· ἔστι γὰρ ἔχοντά τινα ἐπιστήμην μὴ ἔχειν. οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον. κατὰ τοῦτον δὲ τὸν τοόπον ἔχουσι τὴν ἐπιστήμην καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες· μεθύσοσι γὰρ ὑπὸ τῆς ἐπιθυμίας καὶ μαίνονται ὑπὸ τοῦ θυμοδ· καὶ ὥσπερ ἐπὶ τῶν μαινομένων καὶ οἰνωμένων αὐτὼν καὶ αὐτῶν τὰ σώματα ἀλλοιοῦνται καὶ μεθίστανται φανεοῶς ὑπὸ τῶν τοιούτων παθῶν· καὶ γὰρ χρῶμα καὶ βλέμμα, ἔνιοι δὲ καὶ καθαρῶς μαίνονται. φανερὸν φανερὸν οὑν, ὅτι ἡ ἐπιστήμη τῶν ἀκρατῶν ὁμοίως ἔχει τῇ τῶν μεθυόντων καὶ μαινομένων. δὲ ·καὶ λέγουσι λόμους τῆς ἐπιστήμης. οὐ παρὰ τοῦτο φαίνονται μὴ ὁμοίως ἔχειν τοῖς εἰρημένοις· καὶ γὰρ καὶ οἱ μεθύοντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμτεδοκλέους· ὥσπερ καὶ οἱ ἄρτι μανθάνοντες παῖδες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δὲ οὔπω πρὶν ἐν ἔθει γενέσθαι καὶ ὥσπερ συμφῦναι, ὅπερ διὰ μακροῦ γίνεται χρόνου· ὥστε καθάπερ τοὺς ὑποκρινομένους. οὔτως ὑποληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους, οἱ πρόσωπα ὑποκρινόμενοι τὰ ἐν ποιήμασιν ἔπη λέγουσι μέν, ἴσασι δὲ οὐδέν ὧν λέγουσιν, ἔτι καὶ τόνδε ἰὸν τρόπον φυσικῶς ἄν τις συνίδοι τὴν αἰτίαν, δι’ ἣν γινώσκοντες οἱ ἀκρατεῖς τὸ ἀγαθὸν οὐχ αἱροῦνται. ἔστι δόξα καθόλου καὶ ἔστι δόξ’ μερική, ἥτις δὴ μερικὴ περὶ τὰ αἰσθητά ἐστιν· ὅταν δὲ ἀπὸ τῆς καθόλου καὶ τῆς μερικῆς δόξης ἄλλην τινὰ συναγάγωμεν δόξαν, ἀνάγκη, εἰ μέν ἐστιν ἡ δόξα θεωρητική, καταφάναι τὴν διάνοιαν καὶ πιστεῦσαι ὅτι οὕ.τως ἔχει, εἰ δέ ἐστι πρακτικὴ ἡ δόξα, ἀνάγκη πράττειν εὐθύς, ἄν μή τις κωλύῃ, οἷον θεωρητικὴ μὲν δόξα, ὅτι ἐλλέβορος βλαβερὸν ἡ τὸ μέλι γλυκύ‘, ὅπερ εἰ συνάγομεν, πιστεύομεν μόνον, οὐ πράττομεν, πρακτικὴ δέ, ὅτι τοῦ γλυκέος γεύεσθαι δεῖ, ὅπερ εἰ συνάγομεν, πράξομεν καὶ γευσόμεθα. ὅταν οὖν αἰ μὲν δόξαι, καὶ ἡ καθόλου καὶ ἡ μερική, κελεύωσι πράττειν τι, οἷον, δεῖ γεύεσθαι τοῦδε, ὅτ.ι τόδε γλυκύ, τοὐ δὲ γλυκέος γεύεσθαι δεῖ. ἡ δὲ ἐπιστήμη κελεύῃ καὶ ὁ καθόλου λόγος μὴ γεύεσθαι, τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα τοῦ πράγματος, τὸ μὲν ἐκ τούτων συναγόμενον ἐνεργείᾳ ἔχει καὶ χρῆται αὐτῷ, τὸ δὲ καθόλου κωλύει γεύεσθαι, ἡ δ᾿ ἐπιθυμία μετὰ τῆς δόξης ἐπὶ τὸ γευστὸν ἄγει· δύναται γὰρ κινεῖν ἕκαστον τῶν μορίων, λέγω δὲ τὰς οἰκείας αἰσθήσεις τῷ ἐπιθυμητῷ, ὅρασιν εἰ ὁρατόν ἐστι τὸ ἡδύ, ὃ ἑαυτὸ ἑαυτὸ ἕλκει, καὶ γεῦσιν τὸ γευστόν· ὥστε συμβαίνει τὴν ἀκρασίαν ὑπὸ λόγου γίνεσθαι, καὶ δόξης τῆς ἐναντίας ἰῷ λόγῳ· ἔστι δὲ ἐναντία ἡ δόξα τῷ ὀρθῷ λόγῳ οὐ δι’ ἑαυτὴν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν· οὐ γὰρ ἡ δόξα τῇ ἰδίᾳ δυνάμει τοῦ λόγου τοὐ ὀρθοῦ κρατεῖ· ἀδύνατον [*](4 τοὺς δὲ D: τὴν δὲ h 11 καὶ γὰρ καὶ h 20 ὧν λέγουσιν οὐδέν h 28 et 29 συνάγομεν scripsi: συναγάγομεν D: συναγάγωμεν h 32 κελεύῃ h: κελεύει D 33 ἐνεργείᾳ D: ἐνέργειν h)
142
γὰρ ἐπιστήμης δόξαν περιγενέσθαι ἀλλὰ τῇ δυνάμει τῆς ἐπιθυμίας, ἣ καὶ τὸ σῶμα μεθίστησι καὶ ἀλλοιοῖ· γίνεται δὴ ἡ ἀκρασία ὑπὸ λόγου καὶ δόξης ἀντιῳθεγγομένης τῷ ὀρθῷ λόγῳ διὰ τῆς ἐπιθυμίας. διὰ τοῦτο οὐδὲ τὰ θηρία ἀκρατῆ δύνανται λέγεσθαι, ὅτι οὐκ ἔχουσι λόγον ᾧ ἀνθίσταται ἡ ἐπιθυμία, ἀλλὰ φαντασίαν τινὰ τῶν μερικῶν καὶ μνήμην. πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς τῆς ἐπιθυμίας σβεσθείσης καὶ πάλιν γίνεται ὁ ἀκρατὴς ἐπιστήμων καὶ κατὰ τὴν ἐπιστήμην ἐνεργῶν, ὁ αὐτός ἐστι λόγος, ὅς ἐστι καὶ ἐν τῷ μεθύοντι καὶ καθεύδοντι· τοῦτο δὲ φυσιολόγων εἰδέναι. ὅταν δὲ ἐν τῷ πάθει γένηται ὁ ἀκρατής, τὴν ἐλάττω πρότασιν, τὴν κυρίαν τῶν πράξεων, τὴν ὅτι τόδε κακόν. ἢ οὐκ ἔχει οὐδαμῶς οὐδὲ ἐπίσταται ἢ οὕτως ἔχει ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔπη τινὰ καὶ ἀποδείξεις λέγουσιν· ἄλλως τε, ὅτι οὐδὲ ἡ ἐλάττων πρότασις αὐτὴ καθ’ αὑτὴν ἐπιστημονική ἐστιν, ὥσπερ ἡ καθόλου καὶ μείζων. ὥστε ἔοικεν, ὃ ἐζήτει Σωκράτης συμβαίνειν· οὐ γὰρ παρούσης τῆς κυρίως εἶναι δοκούσης ἐπιστήμης, ἥτις ἐστὶν ἡ καθόλου, γίνεται τὸ πάθος· οὐ γὰρ ταύτης κρατεῖ ἡ ἐπιθυ μία μία ἀλλὰ τῆς κυρίας τῶν πράξεων, ἥτις ἐστὶν ἡ ἐλάττων καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα. ταύτην γὰρ διαφθείρει ὁ πράττων, ἥτις ἐστὶ περὶ τὰς πράξεις· καὶ αὕτη περιέλκεται διὰ τὸ πάθος, οὐχ ἡ καθόλου. περὶ μὲν οὖν τῆς γνώσεως τῶν ἀκρατῶν, εἰ γινώσκουσιν ὅλως τὸ ἀγαθὸν καὶ πῶς γινώσκοντες ἀκρατεύονται, τοσαῦτα εἰρήσθω.

Τίς ὁ ἀπλῶς ἀκρατὴς καὶ ὁ ἀπλῶς ἐγκρατής. κεφ. η'.

Μετὰ δὲ ταῦτα ῥητέον, εἰ ἔστι τις ἀπλῶς ἀκρατὴς ἄνευ προσθήκης ἢ πάντες κατὰ μέρος, οἷον ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς δόξης· καὶ εἰ ἔστιν ἁπλῶς ἀκρατής, λεκτέον περὶ ποῖά ἐστιν ὑποκείμενα. ὅτι μὲν οὖν περὶ ἡδονὰς ἡδονὰς καὶ λύπας εἰσὶν ἅπαντες οἱ ἐγκρατεῖς καὶ καρτερικοὶ καὶ ἁπλῶς καὶ μερικοί, καὶ οἱ ἀκρατεῖς καὶ μαλακοί, φανερόν. ἐπεὶ δὲ τῶν ἡδέων τὰ μέν εἰσιν ἀναγκαῖα, τὰ δὲ οὐκ ἀναγκαῖα μέν, αἱρετὰ δὲ καθ’ ἑαυτὰ καὶ ἡδέα λέγω δὲ ἀναγκαῖα μέν, ὧν χωρὶς οὐ δύναται συνεστάναι ἢ τὸ εἶδος καθόλου τὸ ἀνθρώπινον, ὥσπερ ὁ γάμος ἡ τὸ ἄτομον, ὥσπερ τροφὴ ἄνεσις ὕπνος καὶ τὰ τοιαῦτα· οὐκ ἀναγκαῖα δέ, αἱρετὰ καὶ ἡδέα δι’ ἑαυτά, οὐ διὰ τὴν σύστασιν τοῦ ἀνθρώπου, πλοῦτος τιμὴ νίκη καὶ τὰ τοιαῦτα), συμβαίνει καὶ ἐν ἀμφοτέροις ἡδέσιν ὑπερβολὰς εἶναι, καὶ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς δι’ ἑαυτὰ αἱρετοῖς, ὅταν τις αὐτοῖς χρήσηται πλέον ἢ δεῖ καὶ ὁ ὀρθὸς κελεύει λόγος αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν πρὸς τὰ ὑπερβάλλων ὑπερβάλλων τὰ μὴ ἀναγκαῖα οὐ λέγεται ἁπλῶς χωρὶς προσθήἐκείνου κἠς ἀκρατὴς ἀλλὰ ἀκρατὴς δόξης ἢ ἀκρατὴς πλούτου, ὡς ἕτερος ὢν τοὐ κυρίως καὶ ἁπλῶς ἀκρατοῦς; ὀνομαζόμενος δὲ ἀκρατὴς διά τινα πρὸς ἐκεῖνον ὁμοιότητα, καθάπερ διαφέρει ὁ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικηκὼς τοῦ ἁπλῶς ἀνθρώπου. καὶ γὰρ εἰ καὶ μικρόν ἐστι τὸ διάφορον αὐτῶν, ἀλλ’ ὅμως διαφέρει, καὶ ἕτερός ἐστι διὰ τὴν προσθήκην. ὅτι δὲ διάφορός ἐστιν ἡ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ἀκρασία τῆς ἀκρασίας, δῆλον καὶ ἀπὸ τοῦ τὴν μὲν ἀκρασίαν ἁπλῶς ψέγεσθαι καὶ δοκεῖν οὐ μόνον ἁμαρ-

143
τίαν ἀλλὰ καὶ κακίαν ἡ κυρίως ἢ κατά ιι, τὴν δὲ μετὰ προσθήκης ἀκρἀσίαν οὐ ψέγεσθαι ὡς κακίαν. οἱ μὲν οὗν περὶ τά μὴ ὰ̣ναγκαῖα ἡδέα ὑπερβάλλοντες ἀκραιεῖς λέγονται μεῖά προσθήκrις, οἱ δὲ περὶ τὰς ἀναγκαίας καὶ σωμτικ̀ὰς ἡδονὰς ὑπερβάλλοντες οὐ κρίνοντος καὶ συντιθεμένου τοῦ λόγου ἀλλὰ ἀνθισιαμένου, καὶ τἀς μὲν ἡδονὰς ὑπερβαλλόντως διώκονιες, περὶ ἃς ἔφαμεν εἶναι τὸν σώφρονα καὶ τὸν ἀκόλασιον, τὰς δὲ λύπας φεύγοντες πλέον ἢ προσῆκεν, οἷον πείνης δίψης καὶ ἀλέας καὶ ψύχους καὶ πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσι, οἱ τοιοὗτοι ἀκρατεῖς λέγονιαι, οὐ μετὰ προσθήκης ἀλλὰ̣ ἁπλῶς. δῆλον δὲ καὶ ἀπὸ τοῦ ἀκολάστους λέγεσθαι τοὺς περὶ ταῦτα ὑπερβάλλοντας, τοὺς δὲ περὶ τὰ̣ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλλοντας οὐδαμῶς. ὅτι γὰρ περὶ τὰς αὐτὰς σωματικὰς ἡδονὰς συμβαίνει εἶναι τὸν σώφρονα καὶ ἐγκραιῆ καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον, εἰς ταὐτὸν τίθεμεν τὸν σώφρονα τῷ ἐγκρατεῖ καὶ τὸν ἀκόλασιον τῷ ἀκρατεῖ, εἰ καὶ οὐχ ὁμοίως ἔχουσι πρὸς ταύτας τὰς ἡδονάς. ὁ μὲν γὰρ ἀκόλαστος προαιρούμενος ἐπὶ τὴν ἐπιθυμίαν φέρεται, ὁ δὲ ἀκρατὴς μὴ προαιρούμενος, ἀλλὰ τοῦ ὀρθοῦ λόγου ἀνθισταμένου. τὸν μὲν οὖν ἀκρατῆ ἰῷ ἀκολάστῳ εἰς ταὐτὸν τίθεμεν καὶ τῷ σώφρονι τὸν ἐγκραιἡ καὶ περὶ τὰ αὐτὰ λέγομεν αὐτοὺς εἶναι, τὸν δὲ περὶ τὰς ἄλλας ἡδονὰς τἀς μὴ ἀναγκαίας ἀκρατῶς ἔχοντα οὐδαμῶς. εἰ δὲ καὶ περὶ τὰ αὐτά ἐστιν ἡδέα ὁ ἀκραίῃς τῷ ἀκολάστῳ, ἀλλὰ μᾶλλον ὐ έγεται ὁ ἀκόλασιος ὡς μᾶλλον ταῖς ἐπιθυμίαις δουλεύων. ὁ μὲν γὰρ ἀκρατὴς σφοδροτάτων ἐπιθυμιῶν ἡττᾶται (οὐ γὰρ ἦν ἄλλως, τοῦ ὀρθοῦ ἀνθισταμένου λόγου), ὁ δὲ ἀκόλαστος καὶ μικρῶν καὶ ἀσθενῶν ἐπιθυμιῶν ἡττᾶται διὰ τὸ μὴ ἀντιπράττεαιν αὐταῖς τὸν ὀρθὸν λόγον καὶ ζητεῖ τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας· καὶ εἰ μετρίων κινουσῶν ἐπιθυμιῶν οὕτως εἰς τὰς ὑπερβολὰς φέρεται, τίς ἄν γένοιτο, εἰ προσγένοιτο αὐιῷ ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων χρείας λύπη ἰσχυρά;

  1. Περὶ τῆς θῆ ρι ὦδ’ ίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θ'.

Πάλιν τῶν ἡδέων· τὰ μέν ἐστι φύσει ἀγαθά, τὰ δὲ φύσει κακά, τὰ δὲ μεταξύ. καὶ φύσει μὲν ἀγαθὰ ἡδέα εἰσίν, ἃ δι᾿ ἑαυτὰ καὶ οὐ δι᾿ ἄλλα ζητοῦμεν, οἷον δόξαν νίκην ὑγίειαν, φύσει δὲ κακὰ οἶον τὸ φαγεῖν ἄνθρωπον καὶ πιεῖν αἵματος ἀνθρωπίνου καὶ ἡ παρὰ φύσιν ἀκολασία, μεταξὺ δὲ τούτων, ὅσα δι᾿ ἑαυτὰ μὲν οὔιε ἀγαθά εἰσιν οὔτε κακὰ ἀλ̣λὰ χρήσιμα πρός τι ἀγαθόν; οἷον τὰ σιτία καὶ τὸ | ἱμάτιον καὶ ὁ γάμος· τὰ̣ὲν οὖν φύσει ἀγαθὰ καὶ τὰ ῳταξύ, ἐπειδάν τις ζητῇ , ἐπαινεῖται, ἐὰν μὴ ὑπερβάλλῃ τὸν ὀρθὸν λόγον ἀλλ᾿ ὡς προσῆκε ζητῇ. καὶ γὰρ ἡ ὑπερβολὴ ἐν ἅπασιν οὐκ ἐπαινετόν, ἀλλ’ ἡ μὲν ἐν τοῖς φύσει ἀγαθοῖς ὑπερβολὴ ψεκτὸν μὲν οὐκ ἔστιν οὐδὲ μοχθηρόν, ὅτι τὰ διωκόμενα, ὡς εἴρηται, φύσει εἰσὶν ἀγαθὰ καὶ δι᾿ ἑαυτὰ ζητοῦντι, φευκτὸν δέ ἐστὶ καὶ φαῦλον· τοῦ γὰρ φι- [*](21 ἀκρατὴς h: ἐγκρατὴς D)

144
καθάπερ ἡ Νιόβη, ἣ καὶ πρὸς τοὺς θεοὺς ὑπὲρ τῶν τέκνων ἐμάχετο, ἢ ὁ Σάτυρος ὡς θεὸν ἐπικαλούμενος τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν. νεῖν. ἀλλ’ οὐδὲ ἀκρασία ἐστὶν ἡτοιαύτη ὑπερβολή. ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτὸν ἀλλὰ καὶ τῶν ψεκτῶν ἐστι. λέγεται δὲ ἀκρασία δι ὁμοιότητά τινα, ἣν ἔχει περὶ τὴν ἀκρασίαν μετὰ προσθήκης, καθὼς εἴρηται ἀκρασία κέρδους ἡ ἀκρασία τιμῆς. καὶ ἀκρατὴς οὐχ ἁπλῶς ἅλ’ ἄι’ τιμῆς ἢ φιλοτεκνιας η τινος τῶν τοιούτων· ὥσπερ κακὸν ἰατρὸν λεγομεν τὸν παρὰ τὴν ἐπιστήμην χρώμενον τοῖς νοσοῦσι, καὶ κακὸν ὑποκριτὴν τὸν μὴ ἀκριβῶς μιμούμενον ὃν ὑποκρίνεται, καὶ οὐχ ἀπλῶς κακόν, ὅτι οὐκ ἔστι κακία ἡ τοιαύτη παρατροπή, ἀλλὰ καθ’ ὁμοιότητα μετὰ προσθήκης. ἡ μὲν οὗν περὶ τὰ φύσει ἀγαθὰ καὶ ἡδέα ὑπερβολὴ οὕτως ἔχει. τῶν δὲ μεταξὺ ἀγαθῶν αἱ ὑπερβολαὶ μοχθηραί εἰσι καὶ ψεκταί, ὅτι τὰ τοιαῦτα ἀγαθὰ ἀφ’ ἑαυτῶν οὐκ ἔχουσι τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι, ἀλλὰ ἀπὸ τοῦ τέλους πρὸς ὃ τάττονται ἢ ἀγαθά εἰσιν ἢ κακά. καὶ διὰ τοῦτο, ἄν πρὸς τέλος ταχθῶσι μοχθηρόν, μοχθηρά εἰσι. τάττονται δὲ εἰς μοχθη ρὸν τέλος, ὅταν μεθ’ ὑπερβολῆς διώκωνται· ὁ γὰρ ὑπερβάλλων ἐν τῇ χρήσει τῶν σιτίων καὶ τῶν ἐνδυμάτων καὶ τῶν θλῶν ἀναγκαίων καὶ παρὰ τὸν ὀρθὸν λόγον αὐτοῖς χρώμενος εἰς τὴν ἀκολασίαν αὐτὰ τάττει. καὶ διὰ τοῦτο ἡ τούτων ἁπάντων ὑπερβολὴ μοχθηρία ἐστί. ἐστί. δὲ καὶ ἁπλῶς ἀκρασία καὶ χωρὶς προσθήκης, περὶ ἃ καὶ ἡ σωφροσύνη ἕσα καὶ ἡ ἀκολασία. λασία. τῶν δὲ φύσει κακῶν καὶ ἡδέων οὐχ αἱ ὑπερβολαὶ μοχθηραί εἰσιν, ἀλλ’ ἁπλῶς αἱ περὶ ταῦτα ἕξεις, αἵ εἰσιν αἱ θηριώδεις· ἅπερ οὐδὲ φύσει ἡδέα εἰσί. τῶν γὰρ ἡδέων τὰ μέν ἐστιν ἡδέα φύσει καὶ πᾶσι ζῴοις οἷον τροφὴ καὶ ὕπνος καὶ τὰ τοιαῦτα, ἰὰ δὲ φύσει μὲν ἡδέα, οὐ πᾶσι δὲ ηδεα, ὥσπερ ἡ τοιάδε τροφή, οἷον τὸ πόαν φαγεῖν ἢ κρέα ἐνίοις τῶν ζῴων φύσει ἡδέα εἰσί, τὰ δὲ οὐδαμῶς φύσει ἡδέα ἀλλὰ ἢ διὰ ἔ ἢ διὰ πηρώσεις ἢ διὰ μοχθηρίαν φύσεως, ἅτινά εἰσι φύσει κακά, περὶ ἃ ἡ θηριότης ἐστίν· οἷον τὴν ἄνθρωπον ἐκείνην λέγουσι ποιεῖν, τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν· ἢ οἷς οἵς ἥδοντο οἱ ἀπηγριωμένοι περὶ τὸν Πόντον ἄνθρωποι, οἱ μὲν ἰχθῦς ὠμοὺς ἐσθίοντες καὶ κρέα ὠμά, οἱ δὲ δανείζοντες τὰ τέκνα ἀλλήλοις εἰς εὐωχίαν· ἢ ὃ Φαλαρὶς ἐποίησε φαγὼν τὸν ἑαυτοῦ παῖδα. τοιαῦτα δὴ τὰ φύσει κακὰ καὶ ἡδέα, οὐ φύσει ἡδέα ἀλλὰ διὰ μοχθηρίαν μὲν φύσεως ἡδέα δοκοῦσι ταῦτα, τοῖς δὲ διὰ πηρώσεις ῥώσεις τινὲς ἥδονται ἢ διὰ μανίαν ἢ ἄλλην τινὰ νόσον· διὰ μανίαν μέν. ὥσπερ ὁ μανεὶς καὶ φαγὼν τοῦ συνδούλου ἧπαρ ἢ ὁ τἡν μητέρα καθτερεύσας καὶ φαγών, διὰ νόσον δὲ ὁ ἐσθίων ἀν’ θράκων καὶ γῆς· ἐξ ἔθους δὲ γίνεται θηριώδης ὁ ταῖς παρὰ φύσιν ἡδοναῖς ἐκ προοιμίων τοῦ βίου συνεθισθεὶς καὶ χαίρων μὲν σιτίοις, οἷς οὐδεὶς ἥδεται ἀνθρώπων μὴ τῶν φυσικῶν ὅρων ἐκστάς. ἀκολασταίνων δὲ τὴν πὰ παρὰ φύσιν ἀκολασίαν· [*](5 ante ἀκρασία add. καὶ h 11 ἀλλὰ Dh: ἀλλ’ ἢ Mullach 24 καὶ πᾶσι—μὲν ἡδέα (25) bis D 32 εἰς oorr. ex πρὸς D 33 φύσει prius om. h 34 μὲν om. h)
145
καὶ διὰ μοχθηρίαν φύσεως γίνεται. ὅσοι μὲν οὗν διὰ μοχθηρίαν φύσεως τοῖς φύσει κακοῖς ἥδονται, οὔκ εἰσιν ἀκρατεῖς· οὐ γάρ ἐστιν αὐτοῖς ὀρθὸς λόγος, ᾧ ἀνθίστανται· ὁμοίως δὲ οὐδὲ ὅσοι ἐξ ἔθους ἢ νοσήματος ἢ νανίας, ἀλλὰ τὸ ἥδεσθαι τοῖς τοιούτοις ἔξω ἐστὶ παντελῶς τῶν τῆς κακίας ὅρων. εἰ δέ τις τούτων τῶν ἐπιθυμιῶν νῦν μὲν κρατεῖ, νῦν δὲ ἡττᾶται, οὐ λέγεται ἀκρατὴς ἁπλῶς, ἀλλὰ μετὰ πρόσθη κἠς, οὐδὲ ἐγκρατὴς ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἶον ἐγκρατὴς τὴν θηριωδίαν καὶ ἀκρατὴς ὁμοίως· οὐ γάρ ἐστιν ἡ θηριωδία περὶ τὰ αὐτὰ τῇ ἀκολασίᾳ, ὥσπερ ἡ ἀπλῶς ἐγκράτεια· ἡ μὲν γὰρ ἀκολασία περὶ τὰς φυσικάς ἐστιν ἡδονὰς ὁμοίως καὶ ἡ ἁπλῶς ἐγκράτεια, ἡ δὲ θηριωδία περὶ τὰς παρὰ φύσιν. πᾶσα μὲν γὰρ ὑπερβάλλουσα κακία καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἱ μὲν θηριώδεις, αἱ δὲ νοσηματώδεις εἰσίν. ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῆς. θηρἰώδη δειλίαν δειλός, νοσηματώδης δέ; οἷος ἦν ὁ δεδιὼς τὴν γαλῆν διὰ νόσον· καὶ ἐπὶ τῆς ἀφροσύνης οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνῃ αἰσθήσει ζῶντες, ὥσπερ τινὰ γένη τῶν πόρρω βαρβάρων, θηριώδη ἀφροσύνην ἄφρονες, οἱ δὲ διὰ νό σους ἐπιληπτικὰς ἢ μανίας νοσηματώδεις. ταύτας δὲ τὰς ἕξεις δυνατὸν καὶ ἔχειν καὶ μὴ κρατεῖσθαι ὑπ’ αὐτῶν, ὥσπερ εἶ Φαλαρὶς ἐκράτει τῆς ἐπιθυμίας, ἐπιθυμῶν παιδίου φαγεῖν, δυνατὸν δὲ καὶ κρατεῖσθαι ὑπ’ αὐτῶν. τὴν γοῦν τοιαύτην ἀκρασίαν καὶ ἐγκράτειαν οὐχ ἁπλῶς ἀκρασίαν καὶ ἐγκράτεαιν ἐροῦμεν, ἀλλὰ μετὰ προσθήκης, καθὼς ἐν τοῖς ἀνωτέρω εἴρηται, ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώδης, καὶ ἐγκράτεια θηριώδους κακίας ἢ ἐγκράτεια νοσηματώδους κακίας· ἀκρασία δὲ ἁπλῶς ἡ περὶ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη. ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνηκαὶ καὶ ὅτι ἡ περὶ τὰ ἄλλα ἡδέα ἄλλο τι εἶδός ἐστιν ἀκρασίας κατὰ μετα- φορὰν λεγόμενον καὶ οὐ κυρίως, εἴρηται.

Ὅτι ἡ τῆς ἐπιθθμίας ἀκρασία ἀκρασία αἰσχίων τῆς τοῦ θυμοῦ.· κεφ. ι'.

Ζητητέον δὲ ὁποτέρα ἀκρασία ἐπιθυμιῶν αἰσχίων. ἡ τῶν ἐπιθυμιῶν ἢ <ή> τοῦ δοκεῖ δὲ ἡ τῶν ἐπιθυμιῶν αἰσχίων εἲναι τῆς τοῦ θυμοῦ ἀκρασίας. ὁ ὑπακούει θυμούμενος οὐ πάντῃ παρακούει τοῦ λόγου, ἀλλὰ κατά τι καὶ ὑπακούει καὶ παρακούει. καθάπερ οἱ ταχεῖς τῶν διακόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ προσταττόμενον ἐκθέουσιν, εἲτα διαμαρτάνουσι τῆς προστάξεως, ἢ ὥσπερ οἱ κύνες πρὶν σκέψασθαι εἰ φίλος ὁ προσιών, πρὸς τὸν ψόφον μόνον ὑλακτοῦσιν· οὕτω καὶ ὁ θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκούσας τοῦ λόγου μόνον, οὐκ ἐπίταγμα δὲ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν. ὁ μὲν γὰρ γογισμὸς ἢ ἡ φαντασία τοῦτο δείκνυσι μόνον, ὅτι οὗτος ὑβρίζει ἢ καταὅσοι [*](4 ὅσοι D: ὅσα h 29 τοῦ om. h 30 ποτέρα D 31 ἡ (ante τοῦ θυμοῦ) h: om. D)

146
φρονεῖ ἢ ζημιοῖ, ὁ δὲ θυμός, ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν, εὐθὺς χαλεπαίνει. οὕτω μὲν οὖν ὁ θυμὸς ἕπεται κατά τι τῷ λόγῳ, ἡ δὲ ἔπι θυμία, ἐὰν μόνον εἴπῃ ἡ αἴσθησις ἢ ὁ λογισμὸς διεφθαρμένος2 ὑπὸ τῆς αἰσθήσεως, ὅτι τόδε ἡδύ, ὁρμᾷ ἐύς πρὸς τὴν ἀπόλαυσιν· ὥσθ᾿ ὁ μἐν θυμὸς ἀκολουθεῖ ἰῷ λόγῳ πὼς, ἡ δὲ ἔπιθυμία οὔ. αἰσχίων οὖν διὰ τοῦτο ὁ πρὸς τὴν ἐπιθυμίαν αἰ· τοὺ πρὸς θυμόν· ὁ μὲν γὰρ ἀκρατὴς τοῦ θυμοῦ κρατεῖται ὑπὸ λόγου τρόπον τινά, ὁ δὲ τῆς ἐπιθυμίας ἀκρατὴς ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. ἔτι ταῖς μᾶλλον φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν κουφότερον κακὸν τοῦ έπεσθαι ταῖς φυσικαῖς· μὰλλον γὰρ ἀξιοῦται τὸ τοιοῦτον συγγνώμης· ἀλλὰ ἡ τοῦ θυμοῦ ὰκρασία φυσικώτερον τῆς ἀκρασίας τῶν ἐπιθυμιῶν, λέγω δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν καὶ τῶν ὑπερβαλλουσῶν, οἷον χργνάτωβ καὶ δόξης· ὥστε ἀνεκτότερον κακὸν ἡ τοῦ θυμοῦ ἄκρα σία τὴς ἰῶν ἐπιθυμιῶν. ὅτι δὲ τὸ μᾶλλον φυσικὸν μᾶλλον συγγνωστόν. δῆλον. ἐγκαλούμενος γάρ τις ὅτι τύπτει ἰὸν πατέρα, ἀπελογεῖτο φυσικὸν αὐτῷ εἶναι εἶναι θυμὸν τὸν τοιοῦτον καὶ περὶ περὶ αὐτὸν ἀκρασίαν, καὶ γὰρ καὶ τὸν πατέρα αὐτοῦ τοιοῦτον εἶναι πατοαλοίαν καὶ ἔτι ἰὸν πάππον καὶ τὸν ἑαυτοῦ υἱὸν ἔσεσθαι καὶ τυπτήσειν αὐτὸν ἐπειδὰν ἀνὴρ γένηται. καί τις ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ ἐκέλευεν αὐτὸν πρὸς ταῖς θύραις παύεσθαι, “καὶ γὰρ ἐγὼ τὸν πατέρα τὸν ἐμὸν εἵλκυσα”, φησί, μέχρις ἐνταῦθα”. φαίνεται τοίνυν ὅτι ἀπολογίαν τινὰ οἰδῶσι τοῖς αἰσχροῖς τὸ πεφυκέναι πρὸς αὐτὰ καὶ ἀνεκτότερον ποιεῖ τὸ ἔγκλημα. ὅτι δὲ καὶ φυσικώτερον ἡ τοῦ θυμοῦ θυμοῦ τῆς τῶν ἐπιθυμιῶν δῆλον· ἁπλῶς γὰρ θυμοῦσθαι θυμοῦσθαι φυσικώτερόν τοῦ ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων. τὸ μὲν γὰρ θυμοῦσθαι διὰ σωτηρίαν τῆς φύσεως ἐνετέθη τῇ φύσει, ἵνα τὸ βλαβερὸν ἀποσείηται, καὶ εἰς τοῦτο φέρει, ἡ δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμία οὐκέτι· ἔστι γὰρ καὶ ἄνευ νίκης ἢ τιμῆς διασώζειν τὴν φύσιν· διὰ τοῦτο καὶ κοινότερον τὸ θυμοῦσθαι τῶν ἐπιθυμιῶν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις καὶ πᾶσι. ζῴοις πρόσεστιν, αἱ δὲ οὐδὲ πᾶσιν ἀνθρώποις. ἐπεὶ δὲ τὸ θυμοῦσθαι τῶν τοιούτων ἐπιθυμιῶν φυσικώτερον, καὶ αἱ ὑπερβολαὶ τοὺ θυμοῦ φυσικώτεραι τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς, ἡ ἄρα τοῦ θυμοῦ θυμοῦ ἀκρασία φυσικώτερον καὶ διὰ τοῦτο ἦττον αἰσχρὰ τῆς τῶν ἐπιθυμιῶν. ἔτι τῶν ἀδίκων οἱ ἐπιβουλότεροι ἀδικώτεροι. ἐπιβουλοτέρα δὲ ἡ ἐπιθυμία τοῦ θυμοῦ· ἀδικωτέρα ἄμ ὅτι δὲ ἐπιβουλοτέρα, δῆλον. λεληθότως γὰρ εἰσέρχεται καὶ οὐκ ἀθρόον ὥσπερ ὁ θυμός· καὶ οἱ θυμούμενοι φανεροί εἰσιν, οἱ δὲ ἐπιθυμοῦντες οὐ πάνυ φαίνονται, ὅτι λάθρα πὼς καὶ δόλῳ κλεπτόμενοι ἐπιθυμοῦσι· καὶ διὰ τοῦτο καὶ αὐτοὶ δόλῳ τινὶ καὶ κλοπῇ ἐπὶ τὰ ἐπιθυμητὰ φέρονται· ὅθεν καὶ Ὅμηρός φησι τὴν Ἀφροδίτην δολοπλόκον, καὶ τὸν κεστὸν ἱμάντα διὰ τοῦτο τῇ Ἀφροδίτῃ ἀνατιθέασι, τὸ ποικίλον ὑποφαίνοντες τῆς ἐπιθυμίας· καὶ τὸ [*](31 τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς h: τοῦ τῶν ἐπιθυμιῶν D 38 δολοπλόκον Hoemero falso tribuit)
147
  1. πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονέοντος
εἰς τοῦτο φέρει. ὥ ’στε εἴπερ ἀδικωτέρα ἡ τοιαύτη ἐπιθυμία, καὶ αἰσχίων τῆς τοὺ θυμοῦ ἡ περὶ τὴν ἐπιθυμίαν <ἀκρασία> ἐστί, καὶ κυρίως ἀκρασία καὶ ἡ ἀκολασία, ἥτις ἐστὶ κυρίως κακία. ἔτι οὐδεὶς λυπεῖται ταῖς ὰτόποις ἐπιθυμίαις ἀκολουθήσας, πᾶς δὲ ὀργιζόμενος λυπεῖται· κακίζεται δὲ μᾶλλον ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν ἥδεται ἢ ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν λυπεῖται· ὁ γὰρ λυπούμενος δοκεῖ τινα διδόναι δίκην ὧν ἁμαρτάνει καὶ διὰ τοῦτο ἧττον κακίζεται· ὁ ἄρα ἀτόποις ἀκολουθῶν ἐπιθυμίαις μᾶλλον κακίζεται δικαίως ἢ ὁ θυμούμενος· χεῖρον ἄρα κακὸν ἡ περὶ τὴν ἐπιθυμίαν ἀκρ·ασία τῆς τοῦ θυμοῦ· οἷς γὰρ ὀργίζεσθαι δικαιότερον, τοῦτ᾿ ἀδικώτερα. ὅτι μὲν οὖν αἰσχίων ἡ τῆς ἐπιθυμίας ἀκρασία τῆς τοῦ θυμοῦ, καὶ οτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία σία περὶ ἐπιθυμίας καὶ ἡδονάς σωματικάς, δῆλον ἐκ τῶν εἰρημένων.

Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφροσύνη καὶ αἱ ἀντικείμεναι κακίαι. κεφ. ια'.

Νῦν δὲ ἔτι θεωρήσωμεν τὰς διαφορὰς σωφροσύνης καὶ εγκρατείας και καρτερίας καὶ τῶν ἀντικειμένων ταύταις, ἀκολασίας ἀκρασίας καὶ μαλακίας. τῶν γὰρ σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαί, αἰ δὲ θηρίώδεις, αἱ δὲ νοσηματώδεις· ἀνθρωπικαὶ μὲν τοιαῦτα, οἷαι τέρπειν φύσει τὸν ανθρωπον, τοσαῦται, ὅσαις χαίρει ἄνθρωπος ἢ ἀγαθὸς ἢ κακὸς τὴν ἀνθρωπίνην κακίαν, οἷον ἐπὶ πλούτῳ ἢ δόξῃ ἢ τροφῇ ἢ γάμῳ· ὁ γὰρ ἡδόμενος καὶ διώκων ἢ ὡς δεῖ ἢ ἐλλείπων ἢ ὑπερβάλλων τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν, ὁ τοιοῦτος ·ἥδεται τὴν ἀνθρωπικὴν ἡδονήν· θηριώδεις δὲ αἱ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκπίπτουσαι κατὰ τὴν ποιότητα καὶ κατὰ τὴν ποσότητα· καὶ αἱ ὕπερ βολαὶ δὲ τῶν ἀνθρωπίνων ἡδονῶν, ὅταν ὑπερβάλλωσιν ἑαυτὰς καὶ τῶν ἀνθρωπίνων ὅρων ἐκτὸς γένωνται, θηριώδεις εἰσί· νοσηματώδεις δὲ αἱ διὰ νόσον ἡ μανίαν ὑπεράλλουσα τὴν ἀνθρωπίνης ἡδονήν, καὶ αἱ παρὰ φύσιν· καὶ ὅλως, καθὼς ἐν τοῖς ἀνωτέρω διῄρηται <περὶ> τῆς θηριώδους ἡδονῆς, περὶ ταύτας τὰς ἡδονὰς παραπλήσιαί σιαί εἰσιν ἕξεις. ἀλλ’ ἡ σωφροσύνη καὶ ἀκολασία περὶ τὰς ἀνθρωπικὰς μόνον εἰσί. διὸ καὶ τὰ θηρία οὐ λέγομεν σώφρονα οὐδὲ ἀκόλαστα, εἰ μή που κατὰ μεταφορὰν καὶ οὐ κυρίως· καὶ τότε δὲ λέγομεν σώφρονα ἢ ἀκολαστα λαστα θηρία, συγκρίνοντες πρὸς ἄλληλα· ἔχουσι γάρ τινα διαφορὰν περὶ τὰς σωματικὰς ἡδονάς· καὶ τὰ μὲν μᾶλλον χαίρουσι τοῖς τοιούτοις, τὰ δὲ ἧττον, κυρίως δὲ οὐ λέγονται ἀκόλαστα ἢ σώφρονα, ὅτι οὐδαμῶς ἔχουσι λόγον, ἀλλὰ πάντῃ τῆς φύσεως ταύτης ἀφέστηκεν, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων. διὰ τοῦτο καὶ ἔλαττον κακὸν ἡ θηριότης τῆς ἀνθρωπίνης κακίας, εἰ καὶ φοβερώτερον. ἡ μὲν γὰρ ἀνθρωπίνη κακία τὸ βέλ- [*](1 Homer. ΙΙ Ξ 217 φρονεόντος corr. ex φρονεόντον D: φρονεόντων h et Arist. cod. M b 3 ἡ soripsi: καὶ D: καὶ ἡ h ἀκρασία h: om. D 28 cf. p. 60, 15 sqq. 29 περὶ h: om. D 38 εἰ D: ἢ h 10*)

148
οὐδαμῶς· οὐ γὰρ ἔχει λόγον· ὥσπερ καὶ τὸ ἄψυχον κακὸν ἔλαττον τοῦ ἐμψύχου κακοῦ· τὸ γὰρ κακὸν τὸ ἔχον ἀρχήν, ἥτις αὐτὸ κινεῖ, βλαβερώ- τερον τοῦ μὴ ἔχοντος· τὸ γὰρ ἀκίνητον κακὸν ἀνεκτότερον τοῦ κινουμένου κακοῦσὸν ἔλαττον δύναται δρᾶν. ὥσπερ οὗν τὸ ἔμψυχον κακὸν χεῖρον τοῦ ἀψύχου, ὅτι ἔχει ἀρχὴν ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτὸ κινεῖ, οὕτω καὶ τὸ λογικόν, ὅτι ἰοῦ ἀλόγου μᾶλλον ἀρχὴν ἔχει, βλαβερώτερον καὶ χεῖρον· μυριοπλάσια γάρ ἂν <κακὰ> ποιήσειεν ἄνθρωπος κακὸς θηρίου. καὶ μὲν μὲν εἰς τοσοῦτον· ἐχώμεθα δὲ τῶν προκειμένων. ἔστι μὲν οὖν περὶ ἕκαστον γένος τῶν προειρημένων ἰδία τις ἕξις. περὶ δὲ τὰς ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας ἐστὶ μὲν ἡ σωφροσύνη, ὡς προείρηται, ἐστὶ δὲ ἡ ἐγκράτεια καὶ ἡ καρτερία καὶ αἱ ἀντικείμεναι ταύταις· λέγω δὲ ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας, περὶ ἃς ἡ σωφροσύνη, ὅσαι ἀφῇ καὶ γεύσει προσήκουσι. τούτων δὴ οἱ μὲν ἡττῶνται μᾶλλον ἢ οἱ πολλοί, καὶ πρὸς αὐτὰς φέρονται, ὡς ὀλίγοι μοχθηροί, οἱ δὲ κρατοῦσιν ὧν οἱ πολλοὶ ἡττπῶνται. ἐπεὶ δὲ λῦπαί εἰσι καὶ ἡδοναὶ ὧν ἡττῶνται καὶ κρατοῦσιν, οἱ μὲν τῶν ἡδονῶν κρατοῦντες ἐγκρατεῖς εἰσι, καὶ οἱ ἡττώμενοι ἀκρατεῖς, οἱ δὲ τῶν λυπηρῶν κρατοῦντες, ὥστε μὴ κινεῖσθαι ὑπ’ αὐτῶν, καρτερικοί, καὶ οἱ ἡττώμενοι καὶ ῥᾳδίως ὑπ’ αὐτῶν κινούμενοι μαλακοί. τὰ πλεῖστα δὲ οἱ ἄνθρωποι οὔτε καρτερικοί εἰσιν οὔτε μαλακοί, ἀλλὰ μεταξύ, εἰ καὶ πρὸς τὸ χεῖρον ῥέπουσι μᾶλλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕξεων ἔχει· πάλιν δὲ διοριστέον περὶ αὐτῶν ἀκριβέστερον. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἱ δὲ οὔκ ἐρρήθη δὲ περὶ αὐτῶν πρότερον; τίνες ἡδοναὶ καὶ μέχρι τίνος ἀναγκαῖαί εἰσιν), αἱ μὲν ὑπερβολαὶ οὔκ εἰσιν ἀναγκαῖαι οὐδ’ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ λῦπαι ἔχουσιν· ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδονῶν, καὶ ἢ τὰς φύσει μεγάλας ἀεὶ ζητῶν ἡδονάς, ἢ τὰς φύσει μετρίας ὑπερβαλλόντως ζητῶν, οὐχ ἑλκόμενος βιαίως πὼς ὑπ’ αὐτῶν; ἀλλὰ μετὰ προαιρέσεως ἐπ’ αὐτὰς τρέχων, οὐ δι’ ἄλλο τι, δόξαν, φέρε εἰπεῖν, ἢ κέρδος, ἀλλ’ αὐτὰς δι’ ἑαυτάς, ἀκόλαστος· τὸν τοιοῦτον γὰρ ἀνάγκη μὴ μεταμέλεσθαι μετὰ τὴν ἡδονὴν καὶ διὰ τοῦτο ἀνίατον εἶναι· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· τοιοῦτος δὲ ὁ ἀκό- λαστος· ὁ δὲ ἔλαττον τοῦ δέοντος τὰ τοιαῦτα ζητῶν, ὁ ἐκ διαμέτρου ἀντι- κείμενος, ὅς ἐστιν ἀναίσθητος· ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. οὐ μόνον δὲ ὁ διώκων τὰς σωματικὰς ἡδονάς, ὃν εἴρηται τρόπον, ἀκόλαστός ἐστιν, ἀλλὰ καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας, οὐχ ἡττώμενος αὐτῶν, ἀλλὰ προαιρούμενος ὁμοίως ἀκόλαστός ἐστι. τῶν δὲ ἀπροαιρέτως ἐπὶ τὰ ἡδέα φερομένων ὁ μὲν φέρεται διὰ τὴν ἡδονήν, ὁ δὲ ἵνα φύγῃ τὴν ἀπὸ τῆς ἐπιθυμίας θυμίας λύπην· ὥστε διαφέρουσιν οὗτοι ἀλλήλων, ἔστι δὲ ὁ μὲν διὰ τὸ φεύγειν τὴν λύπην τὰ ἡδέα διώκων μαλακός, ὁ δὲ δι’ ἡδονὴν ἀκρατής. ἀντίκειται δὲ ὁ μὲν ἀκρατὴς τῷ ἐγκρατεῖ, ὁ δὲ καρτερικὸς τῷ μαλακῷ· ἡ μὲν γὰρ καρτερία ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δὲ ἐγκράτεια ἐν τῷ κρατεῖν· [*](8 κακὰ Arist.: om. Dh 23 οὐκ h: οὔ D πρότερον] cf. p. 142, 28 24 μὲν D: δὲ h 25 οὐδ’ αἱ sciipsi: οὐδὲ Dh)
149
ἕτερον δὲ τὸ ἀντέχειν τοῦ κρατεῖν, ὥσπερ καὶ ἰοῦ μὴ ἡττᾶσθαι τὸ νικᾶν· διὸ βέλτιον καὶ αἱρετώτερον ἡ ἐγκράτεια τῆς καρτερίας· βέλτιον γὰρ νικᾶν ἢ μὴ ἡττᾶσθαι. φαίνεται δὲ ὅτι καὶ ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστί. φανερὸν γὰρ πᾶσιν ὡς χείρων ἐστὶν ὁ διώκων τὴν ἡδονὴν προαιρούμενος ρούμενος καὶ ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα καὶ οὐ τυραννούμενος τοῦ ὑπὸ σφοδροτάτων ἐπιθυμιῶν τυραννουμένου· ἔστι δὲ ὁ μὲν πρῶιος ὁ ἀκόλαστος, ὁ δὲ δεύτερος ὁ ἀκρατής· ὥστε ἡ ἀκολασία χείρων ἰῆς ἀκρασίας ἐστίν. ὁ μὲν οὖν ἐγκρατὴς καὶ καρτερικὸς οὕτω διαφέρουσι. καὶ οὕτως οὕτως αἱρετώτερον ἐγκράτεια καρτερίας, καὶ ἀκρασία ἀκολασίας ἀνεκτότερον.

Τίς ἡ συγγνωστὴ ἀκρασία καὶ μαλακία. κεφ. ιβ'.

Ἔτι δὲ διοριστέον περὶ αὐτῶν. ἐγκρατὴς μὲν οὖν ἐστιν ὁ κρατῶν τῶν ἐπιθυμιῶν, καρτερικὸς δέ ἐστιν ὁ ἀντέχων πρὸς αὐτὰς καὶ μὴ ἡττώμενος· ὁ δὲ χαυνούμενος πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσι καὶ δύνανται φέρειν, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν. ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν ἐκλελυμένον ὑπὸ νόσου, οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἐγκρατείας καὶ ἀκρασίας ἐστίν. εἰσὶ γὰρ ἡδοναὶ καὶ λῦπαι οὕτω μεγάλαι καὶ σφοδραί, ὥστε τὸν ἡττώμενον αὐτῶν συγγνώμης τινὸς ἀξιοῦσθαι· τὸ γὰρ τοιούτων ἡττᾶσθαι οὐδὲν θαυμαστόν· ὥσπερ ὁ Φιλοκτήτης, ὃν εἰσήγαγεν ἐν τοῖς ποιήμασι Θεοδέκτης ὁ ποιητὴς πεπληγμένον ὑπὸ ὄφεως, καὶ μέχρι τινὸς κρατοῦντα τῆς λύπης, εἶτα ἀναβοήσαντα· ἢ ὃν εἰσάγει Καρκῖνος ὁ ποιητὴς Κερκύονα ἐπὶ τῇ ὕβρει τῆς θυγατρὸς Ἀλόπης καρτεροῦντα μέχρι τινός, εἶτα ἡττηθέντα τῆς ἀλγηδόνος· ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, ὅπερ ὁ Ξενόφαντος ἐποίησεν. οὐ τοῦτο τοίνυν ἐστὶ θαυμαστὸν τὸ ἡττηθῆναι οὕτω σφοδροτάτων παθῶν, ἀλλ’ εἴ τις ἡττᾶται πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν ἡδονὰς καὶ λύπας καὶ μὴ δύναιτο ἀντιτείνειν, μὴ διὰ φύσιν τινὰ τοῦ γένους, ὥσπερ οἱ Σκυθῶν βασιλεῖς φύσει εἰσὶ μαλακοί, ἢ ὥσπερ τὸ θῆλυ φύσει ἐστὶ τοὐ ἄρρενος μαλακώτερον, ἢ διὰ νόσον, ἀλλὰ διὰ πονηρὰν ἕξιν καὶ μοχθηρίαν, ὁ τοιοῦτος ἀσύγγνωστος. ἔστι δὲ καὶ ὁ σφόδρα χρώμενος ταῖς παιδιαῖς μαλακός, εἰ καὶ δοκεῖ ἀκόλαστος εἶναι. οἱ γὰρ τὴν ἄνεσιν σφόδρα ζητοῦντές εἰσιν οἱ μαλακοί· ἡ δὲ παιδιὰ ἄνεσίς τις καὶ ἀνάπαυσίς ἐστι· καὶ ὁ σφόδρα χρώμενος παιδιαῖς ὑπερβάλλει κτά τινα ἄνεσιν καὶ παιδιώδης κα- λεῖται.

Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία τῆς ἀκρασίας. κεφ. ιγ'.

Τῆς δὲ ἀκρασίας δύο εἰσὶν εἴδη· καὶ τὸ μὲν προπέτεια, τὸ δὲ [*](15 ὃς D: ὃς οὐχ h 20 ὁ om. h 30 ἀλλὰ D: ἀλλ’ ὁ h)

150
ἀσθένεια καλεῖται. οἱ μὲν γὰρ προβουλευσάμενοι μὴ συγχωρῆσαι τῷ πάθει, εἶτα ἡττηθέντες αὐτοῦ τὴν ἀσθενῆ ἀκρασίαν εἰσ·ὶν ἀκρατεῖς· οἱ δὲ μὴ προβουλευσάμενοι ἀλλ’ εὐθὺς προσβαλόντος ἡττηθέντες τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· ἔνιοι γὰρ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, ὥσπερ ἰὰ προτριβέντα καὶ προγαργαλισθέντα <μέλη οὐ γαργαλίζονται>. μάλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ μὲν ὀξεῖς διὰ τὴν τα·χυτῆτα οὐκ ἀναμένουσι τὴν ἀπὸ τοῦ λόγου κρίσιν, οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα φανταστικοὶ εἶναι καὶ ἀκολουθεῖν τῇ φαντασίᾳ· διὸ σφοδροτέρως κινοῦνται μὴ ἐπιστρεφόμενοι πρὸς τὸν λόγον. πᾶς δὲ ἀκρατὴς καὶ μεταμελητικός ἐστι, καθὼς εἴρηται· τῆς γὰρ ἐπιθυμίας σβεσθείσης, ὁ λόγος ὑγιαίνων συνορᾷ τὴν ἀτοπίαν τοῦ πάθους, ὧ ἕπεται μετάνοια. ὁ δὲ ἀκόλαστος ἀμεταμέλητος· ὁ γὰρ λόγος αὐτῷ οὐχ ὑγιαίνει· καὶ διὰ τοῦτο κατιδεῖν τὸ αἰσχρὸν οὐ δύναται. καὶ διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἰατός ἐστιν, ὁ δὲ ἀκόλαστος ἀνίατος. οὐ γάρ, ὥσπερ εἴπομεν ἐν οἷς πρότερον ἐζητοῦμεν περὶ αὐτῶν, οὕτω καὶ ἔχει· εἴρηται γὰρ ὥς τις ἔνδοξος λόγος γυμνάζει τὸ ζήτημα, τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν. ἔοικε γὰρ ἡ μὲν ἀκολασία ὑδέρῳ καὶ φθίσει, ἃ συνεχῶς τὸν νοσοῦντα λυπεῖ, ἡ δὲ ἀκρασία τοῖς ἐπιληπτικοῖς, ἃ διαλιμπάνοντα οὐ συνεχῶς ἐνοχλοῦσιν· ἡ μὲν γὰρ ἀκολασία συνεχὴς πονηρία ἐστίν· ἀεὶ γὰρ ὁ ἀκόλαστος οἴεται δεῖν ἀκολασταίνειν· ὁ δὲ ἀκρατὴς οὐκ ἀεί, ἀλλ’ ὅταν σφοδραῖς περιπέσῃ ἐπιθυμίαις. καὶ ὅλως δὲ ἕτερον τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ ἀκολασία λανθάνει οὖσα αἰσχρά, ἡ δὲ ἀκρασία οὐ λανθάνει· οἶδε γὰρ ὁ ἀκρατὴς ὅτι αἰσχρὸν τῷ πάθει συγχωρῆσαι. ἡ μὲν οὖν ἀκολασία χείρων ἑκατέρου εἴδους τῆς ἀκρασίας. αὐτῶν δὲ τῶν τῆς ἀκρασίας εἰδῶν ἡ ἀσθένεια χείρων τῆς προπετείας. οἱ γὰρ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατεῖς ὑπ’ ἐλάττονος πάθους ἡττῶνται, οἱ δὲ τὴν προπετῆ ἀκρασίαν ὑπὸ μείζονος· οἷς γὰρ δυνατὸν καὶ βουλεύσασθαι, φανερὸν ὅτι οὐ σφοδρῶς πολεμεῖ τὸ πάθος· οἱ δὲ προπετεῖς, δι’ ὧν οὐ δύνανται βουλεύσασθαι δῆλοί εἰσιν ὑπὸ μεγάλων ἐπιθυμιῶν βιαζόμενοι· καὶ ἄλλως δὲ αἰσχρότερον ἡττηθῆναι προβουλευσαμένους, ὥσπερ ὁπλισαμένους ἢ ἀπροβουλεύτους· ὅμοιος γάρ ἐστιν ὁ κατὰ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατὴς τοῖς ταχέως μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάτιτονος ἢ ὡς οἱ πολλοί. ὅτι μὲν οὖν κακία ἐστὶν ἡ ἀκρασία, φανερόν, πλὴν οὐχ ἀπλῶς κακία, οἵα ἡ ἀκολασία, ἀλλά πῃ· καθόσον μὲν | γὰρ προαιρεῖταί πὼς τὸ κακὸν ἐν ἰῷ πάθει ὤν, κακία ἐστί, καθόσον δὲ οὐ πάντῃ οἴεται δεῖν διώκειν τὸ πάθος, οὐκ ἔστι κακία· καὶ ἔστιν ὁμοία τοῖς Μιλησίοις, οὓς Δημόδοκος ἔφη σκώπτων ‘‘Μιλήσιοι ἀσύνετοι μὲν οὔκ εἰσιν, δρῶσι δὲ οἷαπερ οἱ ἀσύνετοι”· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀκρατεῖς ἀκόλαστοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀκολάστων. ἐπεὶ δὲ ὁ μὲν ἀκρατὴς [*](3 προσπετῆ D 6 μέλη οὐ γαργαλίζονται h: om. D 8 ἀκρατεῖς post μελαγχολικοὶ D 8. 9 ἀναμένει D 17 γυμνάζει h: γυμνάζουσι D 18 ἆ D: ἡ h 21 ὁ (prius) om. h 22 ὅταν Mullaoh: ὅτε Dh περ·ιπέσῃ h: περιπέσει D)
151
διώκει τὰς σωματικὰς ἡδονὰς παρά τὸν ὀρθὸν λόγον, οὐ πεπεισμένος ὅτι εἰσὶν ἀγαθαὶ καὶ δεῖν διώκειν, ὁ δὲ ἀκόλαστος πέπεισται ὡς δεῖ διώκειν, ὁ μὲν ἀκρατὴς εὐμετάπειστός ἐστιν, ὁ δὲ ἀκόλαστος οὔ. τὴν γὰρ ἀρχὴν τῶν πράξεων, ἥτις ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος οὗ ἕνεκα, ἡ μὲν ἀρετὴ σῴζει, ἡ δὲ μοχθηρία φθείρει. καὶ γὰρ διὰ μὲν τῆς ἀρετῆς ἀφικνούμεθα εἰς τὸ ἀγαθόν, διὰ δὲ τῆς μοχθηρίας ἀποχωροῦμεν αὐιοῦ· τὸ δὲ τοιοῦτον τέλος οὐ διὰ λόγου καὶ ἀποδείξεως γινώσκεται, ὥσπερ οὐδὲ αἱ ἀρχαὶ τῶν μαθημάτων ἀποδείξει γινώσκονται, ἀλλὰ ἀρετή τίς ἐστι φυσικὴ ἢ ἐθιστή, τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους. ἢ γὰρ φύσει ἢ ἀπὸ ἀγαθοῦ ἔθους ἡ τοιὑτη ἡμῖν περιγίνεται γνῶσις. ὁ μὲν οὖν εἰδὼς τὸ ἀγαθόν ὃ δεῖ ποιεῖσθαι τέλος τῶν πράL,εων, καὶ πράττων ἃ πρὸς αὐτὸ φέρει, σώφρων· 20 ὁ δὲ τὸ κακὸν ὑποτιθέμενος τέλος καὶ πρὸς ἐκεῖνο τάιτων ἰὰς ἡδονὰς ἀκόλαστος. ὃς δὲ ὑποτίθεται μὲν ἀγαθὸν τέλος καὶ πρὸς τοῦτο τάττειν τὰς ἑαυτοῦ πράξεις οἴεται δεῖν, ἐξίσταται δὲ διὰ πάθος τοῦ ὀρθοῦ λόγου, οὐχ ὥστε νομίσαι δέον εἶναι διώκειν τἀς τοιαύιας ἡδονάς, ἀλλ᾿ ὥστε μόνον περὶ τὰς πράξεις ἐξαμαρτάνειν, ὁ τοιοῦτος οὔτε σώφρων ἂν εἴη οὔτε ἀκόλαστος, | ἀλλὰ τοῦ μὲν σώφρονος χείρων διὰ τὰς πράξεις, τοῦ δὲ ἀκολάστου βελτίων διὰ τὸν λόγον. ὁ μὲν γὰρ πὴ φαῦλος, ὁ δὲ ἀκόλαστος ἁπλῶς. τῷ δὲ ἀκρατεῖ ἄλλος ἐναντίος, ὁ ἐγκρατής, ὃς οὐκ ἐξίσταται τοῦ λογισμοῦ διὰ τὸ πάθος· ὅθεν φανερόν, ὅτι ἡ μὲν ἐγκράτεια σπουδαία ἕξις ἐστίν, ἡ δὲ ἀκρασία ὑͅαύλη.

Τίς ὁ καθ’ α.ὑ·τὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκὁς. κεφ. ἰδ’.

Ζητητέον δὲ κἀκεῖνο, ὅπερ ὴπορήθη πρότερον, πότερον ὁ ὁποιᾳοὺν προαιρέσει ἐμμένων οὗτος ἐγκρατής ἐστιν ἢ ὁ ιῇ ὀρθῇ, καὶ περὶ τοῦ ἀκρατοῦς ὁμοίως. κατὰ συμβεβηκὸς μὲν οὗν ἐγκρατὴς λέγεται ὁ ἐμμένων ὁποιᾳοὗν προαιρέσει καθ᾿ αὑτὸ δὲ ἐγκρατής, ὁ ἐμμένων τῇ ὀρθῇ προαιρέσει καὶ τῷ ἀληθεῖ λόγῳ· καὶ ἀκρατὴς ὁμοίως καιἀ συμβεβηκὸς ὁ μὴ ἐμμένω̣ν ὁποιᾳοῦν δόξῃ, καθ’ αὑτὸ δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ. καὶ γὰρ εἴ τις ζητεῖ καὶ αἱρεῖταί τι οὐκ̣ αὐτὸ δι᾿ ἑαυτό, ἀλλὰ δι᾿ ἄλλο, αὐτὸ μὲν κατὰ συμβεβηκὸς ζηιεῖ, οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ, ἐκεῖνο ζητεῖ καθ’ αὑτό. ὁ γὰρ διὰ δόξαν χρήματα ζητῶν κατὰ συμβεβηκὸς μὲν τὰ χρήματα ζητεῖ, καθ’ αὑτὸ δὲ ἰὴν δόξαν. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ ιούτων συμβαίνει· ὁ μὲν γὰρ τῇ ἀγαθῇ δόξῃ ἐμμένων καὶ τῇ ὀρθῇ προαιρέσει αὐτὸ τὸ ἀγαθὸν ἀγαθὸν αἱρεῖται, διότι ἀγαθόν· ὥστε καθ’ αὑτὸ ἐγκρατής, ἐστιν· ὁ δὲ ἐμμένων τῇ μὴ ὀρθῇ προαιρέσει καὶ τῆ ψευδεῖ δόξῃ, ἐμμένει διὰ τὸ νομίζειν ὅτι ἀγαθόν ἐστιν ὃ αἱρεῖται· νομίζει δὲ ὅτι ἐστὶν ἐν αὐτῷ τοῦ ἀγαθοῦ τι ἀμυδρὸν ἴχνος, δι᾿ ὃ ἔχεται τῆς μὴ ὀρθῆς προαιρέ|σεως καὶ τῆς ψευδοῦς δόξης ὡς φθῇς καὶ ἀληθοῦς. ἐπεὶ τοίνυν οὐ δι’ ἑαυτὰ αἱρεῖται ἃ αἱρεῖται καὶ οἷς ἐμμένει, ἀλλὰ διὰ τὸ ἀγαθόν, οὐ καθ’ αὑτὸ ἐιἲκρατης ἐστιν, [*](9 τὴν D: τὸ h 23 ὁ om. h)

153
σπουδαίων, ἀνάγκη τὰς παρ’ ἑκάτερα ἕξεις φαύλας εἶναι καὶ τῇ ἐγκρατείᾳ. σπάνιοι γὰρ οἱ ἧττον τοῦ δέοντος χαίροντες ταῖς σωματικαῖς ἡδοναῖς· διὰ τοῦτο μόνη ἡ ἀκρασία δοκεῖ ἐναντία εἶναι, ὅτι ἡ ἠλιθιότης ὀλιγάκις εὑρίσκεται. [*](275) σώφρων δὲ ὁ ἐγκρατὴς λέγεται καὶ ὁ ἀκρατὴς ἀκόλαστος, καὶ τὸ ἀνάπαλιν καθ’ ὁμοιότητα· πολλὰ γὰρ ὀνομάζομεν ἑνὶ ὀνόματι διά τινα ὁμοιότητα. καὶ γὰρ περὶ τὰ αὐτά ἐστιν ὁ σώφρων καὶ ὁ ἐγκρατής, καὶ παρὰ τὸν λόγον οὐδὲν ποιοῦσιν ἀμφότεροι, εἰ καὶ τῷ σώφρονι μὲν αἱ ἐπι- θυμίαι οὐ πολεμοῦσι, τῷ ἐγκρατεῖ δὲ πολεμοῦσι· καὶ ὁ μὲν σώφρων οὐδὲ ἥδεται παρὰ τὸν λόγον, ὁ δὲ ἐγκρατὴς ἥδεται μέν, οὐκ ἄγεται δὲ ὑπὸ τῶν ἡδονῶν· καὶ ὁ ἀκόλαστος δὲ καὶ ὁ ἀκρατὴς ὁμοίως ὅμοιοι μέν εἰσι, καθόσον τῶν αὐτῶν ἡδονῶν ἡδονῶν διαφέρουσι δέ, ὅτι ὁ μὲν ἀκόλαστος οἴεται δεῖν διώκειν τὰς ἡδονάς, ὁ δὲ ἀκρατὴς οὔ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καί τινας ἀκρατεῖς φρονίμους ὀνομάζουσι καθ’ ὁμοιότητά τινα πρὸς τὴν φρόνησιν· τινὲς γὰρ τῶν ἀκρατῶν δεινοί εἰσιν· ἡ δὲ δεινότης ἔοικε τῇ φρονήσει· καὶ γὰρ οἱ δεινοὶ κατὰ τὴν γνῶσιν τοῦ δέοντος ἐοίκασι τοῖς φρονίμοις· ἀλλ’ οἱ μὲν γινώσκουσι μόνον τὸ δέον, οὐ προαιροῦνται δὲ πράττειν οὐδὲ πράττουσιν· οἱ δὲ φρόνιμοι γινώσκοντες τὸ δέον καὶ πράττουσι. καὶ διὰ τοῦτο ὁ μὲν φρόνιμος σπουδαῖός ἐστιν, ὁ δὲ ἀκρατὴς κἂν δεινὸς ᾖ, φαῦλός ἐστι καὶ ψέγεται. καὶ γὰρ εἰ καὶ γινώσκει τὸ δέον, ἀλλ’ οὐχ ὥσπερ ὁ φρόνιμος ἐνεργεία θεωρῶν καὶ χρώμενος τῇ ἐπιστήμῃ, ἀλλὰ καθάπερ εἴρηται, ὡς ὁ καθεύδων καὶ οἰνωμένος. διὰ ταύτην δὴ τὴν ὁμοιότητα ὁ δεινὸς ἀκρατὴς φρόνιμος ὀνομάζεται καὶ ἔοικε φρονίμῳ. ἐπεὶ καὶ ὁ ἁπλῶς ἀκρατὴς οὐ πονηρὸς καθάπαξ, ἀλλ’ ἡμιπόνηρός τις· οὐδὲ [*](276) ἄδικος· οὐ γὰρ ἐπίβουλος. ἐπεὶ γὰρ ἑκὼν ποιεῖ τὰ φαῦλα καὶ εἰδὼς ὅτι φαῦλα καὶ ὅτι εἰς φαῦλον φέρουσι τέλος κὼ ὅτι δεῖ τὰ βελτίω ποιεῖν, κατά τι μὲν πονηρός, κατά τι δὲ οὐ πονηρός· ἡ μὲν γὰρ πρᾶξις πονηρά, ἡ δὲ κρίσις ἐπιεικής· ἡ δὲ τοῦ πονηροῦ περὶ τὰς σωματικὰς ἡδονάς, ὅς ἐστιν ὁ ἀκ·όλαστος, καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις· ὁ δὲ περὶ τὸ ἕτερον μόνον ἁμαρτάνει· ὁ γὰρ ἀκρατὴς ἢ τὴν ἀσθενῆ ἀκρασίαν ἐστὶν ἀκρατής ἢ τὴν προπετῆ· ἀμφότεροι δὲ καὶ τὴν πρᾶξιν μόνον εἰσὶ πονεροί. ὁ μὲν γὰρ προπετὴς οὐδὲ βουλεύεται· ὁ δὲ ἀσθενὴς βουλεύεται, ὡς οὐ δεῖ ταῖς αἰσχραῖς ἐπιθυμίαις ἀκολουθεῖν· ὁ δὲ ἀκόλαστος κατ’ ἄμφω διέφθαρται. διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἔοικε πόλει, ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους καὶ ὑγιαίνει τοῦτο τὸ μέρος, χρῆται δὲ οὐ- δενί, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν
  1. ἡ πόλις ἐβούλεθ’ ᾗ νόμων οὐδὲν μέλει·
ὁ δὲ ἀκόλαστος ἔοικε πόλει χρωμένῃ μὲν νόμοις, πονηροῖς δὲ χρωμένῃ. πάσα δὲ ἐγκράτεια καὶ ἀκρασία ἐστὶ περὶ τὰς ὑπερβολὰς τῆς ἕξεως τῶν πολλῶν. ὁ μὲν γὰρ ἐγκρατὴς νικᾷ ὧν οἱ πολλοὶ ἡττῶνται, ὁ δὲ ἀκρατὴς [*](5 δὲ D: δὴ h 11 ὅμοιοι Mullach: ὅμοιον Dh 19 ὁ δ’ ἀκρατὴς D: ἀκρατὴς δὲ h 35. 36 οὐδενί Dh et Arist. codd. LbMbOb: οὐδέν Arist. vulg. 37 ἐβούλεθ’ h: ἐβουλεύετο 1) μέλει h: μέλλει D 39 ἐγκράτεια h: ἀκράτεια D)
154
ἡττᾶται ὦν πολλοὶ κρατοῦσιν. ἔστι δὲ ἡ προπετὴς ἀκρασία, ἥν οἱ μελαγχολἱκοὶ ἀκρατεύονται, δυσχερεστέρα ἰαθἠναι τῆς ἀσθενοῦς, καθ' ἣν βουλεύονται οἱ ἀκρατεῖς καὶ οὐκ ἐμμένουσιν. ὁμοίως δὲ καὶ οἱ φυσικῶς ἀκρατευόμενοι δυσιατότεροι τῶν δι’ ἔθος ἀκρατῶν· ῥᾷον γὰρ μετακινῆσαι ἔθος ἢ φύσιν· διὰ τοῦτο γὰρ καὶ τὸ ἔθος χαλεπόν, ὅτι ἔοικε γύσει· ὥσπερ Εὒηνος λέγει
  1. φημὶ πολυχρόνιον μελέτην φίλε, καὶ δή
  2. [*](277)
  3. ταύτην ἀνθοώποισι τελευτῶσαν φύσιν εἷναι.
τί μὲν οὑν ἐστιν εγκρατεια καὶ καοτεοια καὶ ακοασια καὶ μαλάκία καὶ πῶς ἔχουσιν αἰ ἔξεις αυται πρὸς ἀλλήλας, αλληλας, ειρηται.

Περὶ ἡδονῆς. κεφ. ιζ'.

Περὶ δὲ ἡδονῆς καὶ λύπης ἤδη σκοπῶμεν· ἔστι γὰρ οἰκεῖον καὶ προσῆκον τῷ περὶ τῆς πολιτικῆς φιλοσοφοδντι. οὗτος γάρ ἐστι τοῦ τέλους αρχιτέκτων, καθὼς ἐν τοῖς προειρημένοις ἐφάνη· τὸ δὲ τέλος ἐστὶ τὸ ἀγαθὸν καὶ ἄριστον, ᾧ καθάπερ κανόνι διακρίνομεν τῶν πρακτῶν τὰ ἀγαθὰ τῶν φαύλων· ἃ μὲν γὰρ πρὸς ἐκεῖνο φέρει τὸ τέλος, ἀγαθὰ νομίζομεν, ἃ δὲ τοῦ τέλους ἀπάγει, φαῦλα. ἐπεὶ τοίνυν ἡ ἡδονὴ τοῖς μὲν ἀγαθὸν δοκεῖ, τοῖς δὲ φαῦλον, ἐνίοις δὲ καὶ αὐτὸ τὸ τέλος τὸ ἄριστον. ἀκόλουθόν ἐστι τῷ πολιτικῷ ζητῆσαι περὶ αὐτῆς. ἔτι δὲ καὶ ἀναγκαῖόν ἐστιν ἐν τῆ περὶ ἀρετῶν καὶ κακιῶν πραγματείᾳ· καὶ γὰρ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ τὰς ἡδονάς ἐστι καὶ ἰὰς λύπας, ως ειρηται προτερον, καὶ δέον τὸν περὶ αρετῶν σκοπούμενον καὶ περὶ ἡδονῆς εἰπεῖν· καὶ ὅτι τὴν εὐδαιμονίαν· μεθ’ ἡδονῆς εἶναί τινές φασι· διὸ καὶ τὸν μακάριον ὀνομάζουσιν ἀπὸ τοὺ χαίρειν. ρητέον δὲ πρότερον ἃ τοῖς ἄλλοις περὶ τούτου δοκεῖ. τοῖς μὲν οὖν οὐδαμῶς δοκεῖ ἀγαθὸν εἶναι ἡ ἡδονὴ οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός· οὐ γὰρ νομιοῦσι δύνασθαί τὸ αὐτὸ καὶ ἀγαθὸν εἷναι καὶ ἡδονήν· τοῖς δὲ φαδλαι μὲν αἱ πλείους δοκοῦσι τῶν ἡδονῶν, ἔνιαι δὲ ἀγ·αθαί· ἄλλοις δὲ ἐδό κει, εἰ καὶ πάσα ἡδονὴ ἀγαθόν, ἀλλ’ οὐδαμῶς ἐνδέχεσθαι τὸ [*](278) τέλος ἡδονὴν εἶναι. τὰ μὲν οὖν, δοκοδντα περὶ τῆς ἡδονῆς ταῦτά ἐστι. ῥητέον δὲ δι’ ἃ ἕκαστον ἐδόκει. οἱ μὲν οὖν λέγοντες μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι οὕτως ἐπεχείρουν· πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή· ἡ γὰρ εἰς τὴν φύσιν γένεσις τῶν φυτῶν οὐκ οὖσα αἰσθητή, ἡδονὴ οὐκ ἔστιν· εἰ τοίνυν ἡ ἡδονὴ γένεσις, ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν· ἀγαθὸν γὰρ τὸ ἤδη γεγονός, γόνος, οὐ τὸ γίνεσθαι· οὐ γάρ ἐστιν ἡ γένεσις ὁμογενὴς τοῖς τέλεσιν, εἰς ἃ τελευτᾷ· οὐ γὰρ ἡ οἰκοδομία ὁμογενὴς τῷ οἴκῳ. ἔτι ὁ σώφρων φεύγει τὰ φευκτά σπουδαῖος γάρ), φεύγει δὲ τὰς ἡδονάς· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔτι ὁ φρόνιμος τὸ ἀγαθὸν διώκει· τὴν ἡδονὴν δὲ οὑ [*](4 ἔθος h: ἔθνος D 14 cf. p. 2,33 21 cf. p. 21), 38 23 τινες εἶναι h 30 ante ῥητέον inserit inscriptionem κεφ. ιη'. ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν h: om. D recte, quod evincitur iis locis ubi caput ιη' affertur, velut p. 157.9 et 158.9)

155
διώκει· τὸ γὰρ ἄλυπον διώκει, οὐ τὸ ἡδύ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι ἐμπόδιον ἡ ἡδονὴ ἰῇ φρονήσει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ μείζων ἡ ἡδονή· οὐδεὶς γὰρ δύναται ἐν ταῖς μεγίσταις ἡδοναῖς ὢν νοῆσαί τι. ἔτι <πᾶν; ἀγαθὸν τέχνης ἔργον οὐδεμιᾶς δὲ τέχνης ἔργον ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. ἔτι> τὰ θηρία διώκει τὰς ἡδονὰς καὶ τὰ παιδία ἀλόγως φερόμενα· ἃ δὲ ζητεῖ τὰ ἀλόγως κινούμενα, οὐκ ἔστιν ἀγαθόν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, ἐδόκει διὰ τὸ ἔνια τῶν ἡδέων βλαβερὰ εἶναι καὶ νοσώδη καὶ ἡδονάς τινας αἰσχρὰς καὶ ἐπονειδίστους, ὅτι δὲ οὐκ [*](279) ἔστι τὸ τέλος ἡ ἡδονή, διότι γένεσίς ἐστι καὶ κίνησίς τις, τὸ δὲ τέλος ὅρος, εἰς ὃν ἡ κίνησις· τὰ μὲν οὖν λεγόμενα σχεδὸν περὶ ἡδονῆς ταῦτά ἐστι. τούτων δὲ τὸ μὲν τῶν ἡδονῶν τὰς μὲν ἀγαθάς, τὰς δὲ φαύλας εἶναι ἀληθές, τὰ δὲ λοιπὰ ψεῦδος· καὶ πειρατέον ἐλέγχειν· καὶ πρῶτον περὶ τοῦ πρώτου λέγομεν.

Λύσις τῶν λόγων, περὶ ὧν ἡ ἡδονὴ δοκεῖ μὴ ἀγαθὸν εἶναι. κεφ. ιη'.

Οτι γὰρ οὐκ ἀνάγκη διὰ τοὺς εἰρημένους λόγους μή εἶναι τὴν ήδονὴν ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τὸ ἀγαθὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς καὶ καθ’ αὑτὸ καὶ κυρίως, ὡς ἡ ἀρετή, τὸ δὲ οὐχ ἁπλῶς μὲν ἀγαθόν, τινὶ δὲ ἀγαθόν, ὡς τὸ λωποδυ τεῖν τῷ λωποδύτῃ ἀγαθόν, ἀκόλουθόν ἐστιν ὅτι καὶ φύσις πᾶσα καὶ ἕξις καὶ πᾶσα κίνησις καὶ γένεσις, ἡ μὲν ἔσται ἁπλῶς ἀγαθή, ἡ δέ τινι. ὁμοίως καὶ ἐπὶ τοῦ κα- κοῦ. κινήσεις γὰρ καὶ γενέσεις καὶ ἕξεις αἱ μὲν φαῦλαι ἁπλῶς, αἰ δέ τινι καὶ τῶν φαύλων τινί· καὶ αἱ μὲν καὶ ἀεὶ φαῦλαί τινι, αἱ δὲ κατά τινα τρόπον καὶ ὀλίγον χρόνον· ἁπλῶς μὲν φαῦλαι πᾶσα κακία· τινὶ δὲ φαῦλον ἡ σωφροσύνη τῷ ἀκολάστῳ καὶ ἀεὶ καὶ πάντα τρόπον· τινὶ δὲ φαδλον καὶ οὐκ ἀεὶ τὸ ἀκολασταίνειν ἰῷ ἀκρατεῖ. τῆς γὰρ ἐπιθυμίας σβεσθείσης φαῦλον δοκεῖ, καθάπερ <σὺν> τῷ πάθει οὐκέτι. ἐπεὶ τοίνυν πᾶσα κίνησις καὶ γένεσις οὕτω διαιρεῖται, καὶ ἡ μὲν ἁπλῶς ἀγαθή ἐστιν ἡ δέ τινι, καὶ ἡ μὲν ἁπλῶς φαύλη ἡ δέ τινι, κίνησις δὲ καὶ ἡ ἡδονή, φανερὸν ὅτι οὐ πᾶσα ἡδονὴ φαῦλον· ἔστι γὰρ ἥδεσθαι ἐφ’ οἷς δεῖ, ὅταν τις ἥδηται ἐπ’ ἀρετῇ ἢ σοφίᾳ, καὶ ἔστιν ἥδεσθαι ἐπὶ φαύλοις, καὶ ὅλως καθὼς καθόλου [*](280) λοῦ διωρισάμεθα. ἔτι τοῦ ἀγαθοῦ τὸ μέν ἐστιν εξις. ὥσπερ ὁ ἔχων οικαιοσύνης ἕξιν· τὸ δὲ ἐνέργεια, ὥσπερ ὁ ποιῶν· ἡ δὲ ἐνέργεια τὴν ἐλλείπουσαν ἕξιν ἀναπληροῖ τῆς ἐνεργείας, σώζεται δὲ καὶ ἡ φυσικὴ ἕξις· ὥσπερ ἡ ὑγίεια ἔγκειται <μέν> σώζεται <δὲ> διὰ τῶν ὑγιεινῶν σιτίων. αὕτη δὲ ἡ ἐνέργεια ἡ σώζουσα τὴν ἕξιν, ὁποτέραν ἄν τις εἴποι, ἡδεῖα μέν, οὐ καθ’ αὑτὸ δέ, ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ αὐτὸ τὸ ἀναπληροῦν τὸ ἐνδέον [*](3. 4 πᾶν ἀγαθον—ἀγαθόν. ἔτι (5) h: om. D lo λέγομεν D: λέγωμεν h D: ιθ᾿ h tertium om. h om. D 27 σὺν h: om; D 28 ἀγαθὴ ἐστιν—ἁπλῶς (20) om. h 15 τη 29 ή 30 ἥδηται D: ἥδεται h 32 διορισάμεθα D 35 μὲν et δὲ h:)

156
τῆς ἕξεως αὕτη ἐστὶν ἡ ἡδονή, ἀλλὰ τούτῳ ἕπεται ἡδονή. εἰ γὰρ ταῦτο ἣν ἡ ἡδονή, ἀναπλήρωσις ἰῆς φυσικῆς ἕξεως ἢ τῆς ἐθιστῆς, καὶ πᾶσα ἄν ἡ ἡὸονή· νῦν δὲ οὐχ οὕτως ἔχει· οὐκ ἄρα τοῦτό ἐστιν ἡδονή, γένεσις εἰς φύσιν αἰσθητή· τοῦτο γάρ ἐστιν ἡ ἀναπλήρωσις τοῦ φυσικῶς ἐνδέοντος· καὶ οὕτω λύεται τὸ ἐπιχείρημα τῶν συναγόντων μηδεμίαν ἡδονὴν ἀγαθὸν εἷνα·ι. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι, δῆλον ἀπὸ τοῦ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας ἡδονὰς εἶναι, ἰὴν δὲ τοιαύτην ἀναπλήρωσιν ἄνευ τουτων οὐκ εἷναι δύνασθαι· αἱ γὰρ ἐν ἰῇ θεωρίᾳ τῶν ἐπιστημῶν ἡδοναὶ ἄνευ ἐνδείας εἰσὶ καὶ λύπης. ἐπειδὰν γὰρ ἡ μήπω παροῦσα ἐπιστήμη εγγενηται τῇ ψυχῇ, ἡδονὴν μὲν ἐποίησε τῷ παρεῖναι, λύπην δὲ οὐδεμίαν ἀποῦσα δίδωσι, ἐπεὶ οὐδὲ ἔνδειά ἐστιν ἡ ἀπουσία τῆς ἐπιστήμης· οὐ γὰρ ἦν ὅτε παρῆν ἡ ἐπιστήμη, νὺν δὲ ἀπώλετο· καὶ σωματικαὶ δὲ ἡδναί εἰσιν ουτως ἔχουσαι ἄνευ ἐνδείας καὶ λύπης. καὶ γὰρ οὐ μόνον ἐνδεεῖς ὄντες τροφῆς ἡδόμεθα τρεφόμενοι, ἀλλὰ καὶ μετὰ τὸ πληρῶσαι τὸ ἐλλεῖπον ἔστιν οἷς ἡδόμεθα· οὐ γὰρ ἰοῖς αὐτοῖς χαίρομεν ἐνδεεῖς ὄντες καὶ πεπληρωμένοι, ἀλλὰ πληρωθέντες μὲν ἡδόμεθα τοῖς κυρίως ἡδέσι καὶ πᾶσιν ἡδονὴν [*](281) φέρει, πρὶν δὲ πληρωθῆναι τοῖς τυχοῦσι καὶ τοῖς ἐναντίοις πολλάκις χαίρομεν· ὅθεν φαίνεται, καὶ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἀπλῶς, αἱ δέ τισιν· ὡς γὰρ ἔχουσι τὰ ἡδέα, τὸν αὐτὸν τρόπον καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων. ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι φυσική, δέδεικται. καὶ μὴν οὐδὲ πᾶσα ἀναπλήρωσις ἡδονή· τῆς γὰρ ὑγιείας πλήρωσις, ἥτις φυσική ἐστιν ἕξις διὰ τῆς διαίτης γινομένη, οὐκ ἔστιν ἡδεῖα· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητή. καὶ διὰ τοῦτο οὐκ ἀνάγκη ἀπὸ τούτων τῶν λόγων μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν.

Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι.εφ. ιθ'.

Καὶ οἱ λέγοντες δὲ τὴν ἡδονὴν μὴ εἶναι αὐτὸ τὸ τέλος τὸ ἄριστον, οὐκ ἀναγκαίως συλλογίζονται· εἰ γὰρ οὐ δύναται ἡ ἡδονὴ τέλος εἶναι, ἀνάγκη ἀεὶ ἕτερόν τι βέλτιον αὐτῆς εἶναι, τὸ τέλος δηλονότι· τὸ γὰρ τέλος παντός ἐστι βέλτιον· αὐτὸ γάρ ἐστι τὸ ἄριστον καὶ τὸ βέλτιστον. οὐκ ἀνάγκη δέ· οὐ γάρ ἐστι γένεσις ἡ ἡδονή, ἵνα ἐξ ἀνάγκης βέλτιον αὐτῆς ᾖ τὸ τέλος τῆς γενέσεως, οὐδὲ ἀεὶ ἐν τῇ γενέσει θεωρεῖται, ἀλλὰ ἐνέργειά ἐστι καὶ τέλος· θεωρεῖται δὲ οὐκ ἐν τῇ συστάσει τῶν ἕξεων, οἷον, φέρε εἰπεῖν, ὅταν τὰ δίκαιά τις ποιῇ καὶ τὴν ἕξιν τῆς δικαιοσύνης ἐν τῇ ψυχῇ συντιθῇ, οὔπω δίκαιος ὤν, ἀλλ’ ἐν τῇ χρήσει τῆς ἕξεως, ὅταν τις δίκαιος γενόμενος ἔπειτα χρῆται τῇ ἕξει τῆς δικαιοσύνης. διὰ τοῦτο οὐδὲ πάσης ἡδονῆς ἐστι τέλος, ἀλλ’ ἔνιαι αὐ ταί εἰσι τέλος. καὶ γὰρ τῶν ἐνεργειῶν [*](282) ὅσαι μὲν εἰς τελείωσιν ἄγουσι φύσεως, οὐκ αὐταί εἰσι τέλος, ὥσπερ ἡ καθ’ ἕξιν ἰατρικὴν ἐνέργεια τέλος ἔχει τὴν ὑγίειαν· ὅσαι δὲ οὐκ ἄγουσιν εἰς D: κ' h [*](2 ἡ om. h 3 ἡ om. h 9 λύπην D 16 an καὶ ἁ πᾶσιν scribendum? 26 ιθ' D: κ' h)

157
ἔχουσιν ἄλλο τέλος, ἀλλὰ ἄλλων αὐταί εἰσι τέλη· ὥσπερ εἴ τις κατὰ τὴν λῶν, οὐκ αὐτή ἐστι πρὸς ἄλλο τεταγμένη τέλος· ὅθεν καὶ ἡ ἡδονή ἐνέργεια οὖσα, οὐ πᾶσα τέλος ἔχει· ἐνέργεια γάρ ἐστι ἰῆς κατὰ φύσιν ἕξεως. διὸ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν εἶναι λέγειν τὴν ἡδονήν, ἀλλὰ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως λεκτέον εἶναι τὴν ἡδονήν· ἀντὶ δὲ τοῦ αἰσθητήν, ἀνεμπόδιστον· καὶ ἔσται ἡδονὴ ἡδονὴ ἐνέργεια κατὰ ὑσὶν ἕξεως ἀνεμπόδιστος. δέδεικται δὲ ἐν τῷ <ιη'> κεφαλαίῳ μὴ πᾶσαν ἡδονὴν γένεσιν εἶναι εἰς φύσιν· ὥστε ἐλλιπής ἐστιν ὁ τοιοῦτος ὁρισμός· ἔτι δὲ οὐδὲ πᾶσα αἰσθητή ἐστιν. ἡ γὰρ ἐν τῷ θεωρεῖν ἡδονὴ οὐκ ἔστιν αἰ- σθητή· ἡ δὲ ἐνέργεια καὶ τὴν γένεσιν ἔχει τὴν ἀισθητήν· καὶ οὐδεμία ἡδονή ἐστιν, ἥτις οὐκ ἔστιν ἀνεμπόδιστος· τὸ δὲ κατὰ φύσιν πᾶσαν ἕξιν περιέχει φυσικήν τε καὶ ἐθιστήν. καὶ γὰρ καὶ ἡ ἐθιστὴ ἕξις κατὰ φύσιν ἐστί· πεφύκαμεν γὰρ πρὸς τἀς τοιαύτας ἕξεις καὶ διὰ τοῦτο κτώμεθα· ὁ γοῦν ἐνεργῶν κατά τινα ἕξιν ἀνεμποδίστως ἥδεται· καὶ τοῦτό ἐστιν ἡ ἡδονή. γένεσις οε εοοςε τισιν εἶναι η ηοονη, οτι ῳοντα τὴν ηοονην εἶναι τὸ κυρίως ἀγαθὸν καὶ τὸ ἄριστον· τὸ δὲ κυρίως ἀγαθὸν ἐνέργειαν εἶναι· ἐνέργειαν δὲ καὶ γένεσιν μηδὲν ἀλλήλων διαφέρειν. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ταὐτόν ἐστι γένεσις ἐνεργείᾳ· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος [*](283) ἐπὶ τὸ εἶναι ὁδὸς τῆς ἕξεως· ἐνέργεια δέ, ἥτις ἐστὶ τὸ ἄριστον, ἡ μετὰ τὴν ἀνάληψιν τῆς ἕξεως, κατ’ αὐτὴν τὴν τελείαν ἕξιν ἐνέργεια.

Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἔτι δι’ ὧν δοκεῖ φαύλη εἶναι· καὶ ἀπόδειξις, ὅτι ἀνάγκη τὸ ἄριστον ἡδονἡν εἶναι. κεφ. κ'.

Οὐδὲ φαύλην δὲ εἶναι ἀνάγκη τὴν ἡδονήν, ὅτι ἔνια ἡδέα νοσώδη. εἰ γὰρ τοῦτο, ἔσονται καὶ τὰ ὑγιεινὰ φαῦλα, ὅτι τινὰ ὑγιεινὰ ἐμποδὼν ἴσταται τᾶι τῶ πλουτεῖν, ὅτι πολλῶν χρημάτων εἰσὶν ἀναλωτικά· ἀλλ’ οὐ φαῦλα διὰ τοῦτο· οὐ γὰρ τὸ ἐναντιούμενον ὁπωσοῦν ἄλλῳ τινὶ ἀγαθῷ φαῦλον· ἐπεὶ καὶ τὸ θεωρεῖν βλάπτει ποτὲ εἰς ὑγίειαν, καὶ οὐ διὰ τοῦτο φαῦλον· οὐκ ἄρα οὐδὲ ἡ ἡδονὴ φαῦλον, ὅτι τινὰ ἡδέα νοσώδη. καὶ μὴν οὐδὲ ὅτι ἐμποδίζουσιν ἔνιαι τῶν ἡδονῶν τῇ φρονήσει καὶ τῇ θεωρίᾳ, διὰ τοῦτο φαῦλον ἡ ἡδονή. οὐ γὰρ ἡ ἡδονὴ τῆς φρονήσεως τῇ φρονήσει ἐνοχλεῖ, οὐδὲ ἡ ἡδονὴ τῆς τέχνης τῇ τέχνῃ, ἀλλὰ μᾶλλον αὔξει ἑκάστην ἕξιν ἡ οἰκεία ἡδονή· ἀλλὰ αἱ ἐμποδίζουσαι ἡδοναὶ τὰς ἕξεις ἀλλότριαί εἰσι, καὶ ὡς μὴ προσήκουσαι ἐνοχλοῦσι· τοῦτο δὲ οὐκ ἔστι φαυλότητος σημεῖον, ἐπεὶ καὶ τῇ ὑγιείᾳ ἡ θεωρία ἐνοχλεῖ, καθὼς εἴρηται, ὅτι οὐκ ἔστι προσήκουσα ἐνέργεια τῆ ὑγιείᾳ· ἀλλ’ οὐ διὰ τοῦτο φαῦλον ἡ θεωρία. καὶ μὴν οὐδὲ ὅτι ἔστιν ἔστιν ἔργον τέχνης οὐδεμιᾶς, διὰ τοῦτο φαῦλον. οὕτω γὰρ [*](2 ἄλλων h: ἀλλήλων D 9 ἰὴ h: om. D 12 γένεσιν h: αἴσθησιν D 25 κ D: h li 29 ἄλλω h: ἄλλο D)

158
ἂν πᾶσα ἐνέργεια φαῦλον ἂν ἧί. οὐδεμία γὰρ ἐνέργεια τέχνης ἐστὶν ἀποτέλεσμα, ἀλλὰ τὴν μὲν δύναμιν ἡ τέχνη, ἡ δὲ δύναμις προάγει τὴν [*](284) ἐνέργειαν· ἡ μὲν γὰρ περὶ τὴν κυβερνητικὴν τέχνη αἰτία ἐστὶ τοῦ δύνασθαι κυβερνᾶν, τὸ δὲ δύνασθαι κυβερνᾶν αἴτιόν ἐστι τῆς κατὰ τὴν κθβερνητικὴν ἐνεργείας. καίτοι καὶ ἡ ἡδονὴ γίνεταί τινος τέχνης πολλάκις· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητκὴ τέχναι εἰσὶν ἡδονῆς ποιητικαί. ὅτι δὲ οἱ σώφρονες καὶ οἱ φρόνιμοι φεύγουσι τὴν ἡδονὴν καὶ τὸν ἄλυπον διώκουσι βίον, οἱ δὲ παῖδες καὶ τὰ θηρία διώκουσι τὰς ἡδονάς, λύεται τοῖς ἐν τῷ ἴη <κεφαλαίῳ> εἰρημένοις. ἐπεὶ γὰρ τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς ἀγαθαί, αἱ δὲ οὐχ ἁπλῶς ἀγαθαί, τὰς μὲν μὴ ἀπλῶς ἀγαθὰς τὰ παιδία καὶ τὰ θηρία διώκει καὶ ὁ σώφρων φεύγει καὶ κατὰ ταύτας βούλεται μόνον ἄλυπος εἶναι· καὶ ὁ φρόνιμος καὶ εἴ τις σπουδαῖος, τὰς μετ᾿ ἔπιθυμίας καὶ λύπης. τὰς σωματικὰς τοιαῦται γὰρ αὗται) καὶ τὰς τούτων ὑπερβολάς. περὶ ἃς ὁ ἀκόλαστος στρέφεται· διὸ ὁ σώφρων φεύγει ταύτας. τὰς δὲ ἁπλῶς ἡδονὰς ὁ σώφρων καὶ ὁ φρόνιμος διώκει, αἵ εἰσι σώφρονες ἡδοναί· αἵ εἰσιν αἱ τῶν ἐπαινετῶν ἕξεων ἐνέργειαι, οἷον σωφροσύνης ἢ δικαιοσύνης ἢ θεωρίας. ἐπεὶ δὲ καὶ λύπη ἡ μέν ἐστιν ἀγαθόν, ἡ δὲ φαῦλον καὶ φευκτόν, καὶ τῆς φευκτῆς ἡ μὲν καθ’ αὑτό ἐστι φευκτή ὡς ἡ ἐπὶ ἀρετῇ λύπη, ἡ δὲ πή, ὡς ἡ ἐπὶ ζημίᾳ τινὶ λύπη, ἥτις φευκτή ἐστι κατά τι, ὅτι ἐμποδίζει τῇ θεωρίᾳ, φανερὸν ὅτι ἀνάγκη πᾶσα τὸ ἐναντίον τῇ λύπῃ ἰὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή· ανάγκη γὰρ τῷ ἁπλῶς κακῷ ἁπλῶς ἀγαθὸν εἶναι ἐναντίον, καὶ τῷ πὴ κακῷ τὸ πὴ ἀγαθόν· οὐ γὰρ ἡ Σπευσίππου λύσις, καθ’ ἣν ἐνιστάμενος λύειν [*](285) ἐπιχειρεῖ τόνδε τὸν λόγον, συμβαίνει ἰῇ ἀληθεία. φησὶ γάρ, ὅτι καθάπερ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐναντία ἐστὶ τῷ ἴσῳ καὶ ἐπὶ τῶν ἀρετῶν τὰ παρ’ ἑκάτερα ἐναντία, τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ἀλυπίᾳ ἀντίκειτια ἡ ἡδονὴ καὶ λύπη, ἡ μὲν ὡς μεῖζον, ἡ δὲ λύπη ὡς ἔλαττον, καὶ ἔστιν ἡ μὲν ἀλυπία ἀγαθόν, ἡ δὲ ἡδονὴ καὶ ἡ λύπη κακόν· οὗτος γὰρ ὁ λόγος παντελῶς ἄδοξός ἐστιν· οὐδενὶ γὰρ ἡ ἡδονὴ κακὸν δοκεῖ· οὐδεὶς γὰρ ἂν φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι. οὐδὲν δὲ κωλύει ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ὅτι ἔνιαι τῶν ἡδονῶν φαῦλαι· καὶ γὰρ πολλῶν Φαύλων οὐσῶν ἐπιστημῶν οὐδὲν κωλύει τὸ αριστον εἶναι τὴν επιστήμην. ἴσως δὲ οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀναγκαῖον τὴν ἡδονὴν τὸ ἄριστον εἶναι καὶ τὸ αἱρετώτατον. εἰ γὰρ πάσης ἕξεως ἐστιν ἐνέργεια, ἡ δὲ εὐδαιμονία καὶ τὸ ἄριστον ἐνέργειά ἐστιν ἕξεως ἀγαθῆς, ἢ μιᾶς τῆς ἀρίστης ἢ πασῶν, ἀνεμπόδιστος· ἡ δὲ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος· ἀνάγκη δὴ τὴν εὐδαιμονίαν καὶ τὸ ἄριστον ηδονην εἶναι. καὶ οὐδὲν προσίσταται τὸ τινὰς τῶν ἡδονῶν φαύλας εἶναι. ὅτι δὲ τὴν εὐδαιμονίαν ἀνάγκη ἐνέργειάν τινα εἶναι ανεμποδιστον, φανερν· δεῖ γὰρ τελείαν εἶναι· οὐδεμία δὲ ἐνέργεια ἐμποδιζομένη τελεία δύναται εἶναι· [*](9 κεφαλαίῳ h: om. D 11 μόνον h: μόνος D 13 καὶ τἀς σωματικὸς Arist. 14 περὶ ἅς D: περὶ ἂν h στρέφεται D: στρέφηται h 17 λύπη ed. 1617: λύπης Dh 22 τῶ h: τό D)
159
διὰ τοῦτο, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, δεῖται ὁ εὐδαίμων τῶν ἔξωθεν ἀγαθῶν. ἵνα μὴ ἐμποδίζηται ἡ ἐνέργεια αὐιοῦ. οἱ δὲ τὸν ἀνωμάλως βιόυγτα καὶ δυστυχίαις μεγάλαις πε ρι πίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσι· προσδεῖται γὰρ ὁ εὐδαίμων καὶ τῶν σὼ ματικῶν ἀγαθῶν, ὑγιείας δηλονότι καὶ μακροβιότητος καὶ τῶν περὶ τὸ σῶμα ὥν ἀναγκαίων καὶ τῆς ἀπὸ τῆς τύχης ῥοπῆς. διὰ τοῦιό τινες ᾠήθησαν τὸν εὐτυχῆ ταὐτὸν εἶναι τῶ εὐδαίμονι. ὅτι ἄνευ εὐτυχίας οὐκ ἔνι καθαρῶς εὐδαιμονεῖν· οὐκ ἔσιι δὲ ταὐτόν. δεῖ 3ὰρ σπουδαΤον εἶναι τὸν εὐδαίμονα· οὐ πάντες δὲ εὐιυχεῖς σπουδαῖοι, καὶ βλάπτει δὲ ἐνίοτε εἰς τὴν ἀρειὴν ἡ εὐιυχία, καὶ συγχεῖ τὸν σπουδαῖον, ἂν ὑπερβάλλουσα ᾖ, ἥτις οὐδὲ εὐτυχία δικαίως ἄν καλοῖτο· τὸ γὰρ εἶναι ἰῆς εὐιυχίας ἐσιὶν ἐν τῷ συυβάλλεσθαι ποὸς εὐδαιμονίαν. ἀκολούθως δὲ καὶ ὁ ὅρος ἀπὸ τούιου λαμβάνεται καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα. διὸ οὐκ ἂν εὐτυχία διἰαίως καλοῖτο, μὴ πρὸς τὴν εὐδαιμονίαν συμβαλλομένη. φανερὸν δὴ ὅτι τὸ ἀνεμπόδιστον ἀνάγκη προσκεῖσθαι τῇ ἐνεργείᾳ τοῦ εὐδαίμονος· τοῦτο δέ ἐσιιν ἡ ἡδονή, ἐνέργεια ἀνεμπόδιστος. τὶς ἄρα ἡδονή ἐσιιν ἡ εὐδαιμονία· ἔτι δὲ δῆλον καὶ ἀτͅὸ τοὐ θηρία καὶ ἀνθρώπους καὶ πάντα τὰ αἰσθηνκὰ διώκειν τὴν ἡδονήν. ὅτι τὸ ἄριστον ἡδονή ἐστι· πάντα μὲν γὰρ βοῶσιν ἀγαθὸν εἶναι τὴν ἡδονὴν καὶ ἄριστον, δι᾿ ὧν εἰς αὐτὴν ἐπείγονται.
  1. φή μὴ δ᾿ οὔτε γε πάμπαν ἀπόλλυται, ἥντινα πολλοί λαοὶ φημί ζουσιν.
οὐ πάντα δὲ διώκουσι τὴν ἀρίστην ἡδονήν, ἐπεὶ οὐδὲ πάντα τὴν αὐτὴν ἕξιν ἔχει ἡ τὴν αὐτὴν φύσιν· πανία δὲ ἡδονὴν διώκουσιν, εἰ καὶ τὰ μὲν ἀγαθήν, ἰὰ δὲ φαύλην. ἴσως δὲ οὐδὲ διώκει οὐδὲν φαύλην ἡδονήν οὐδὲ ζητεῖ οὐδὲ ἐφίεται φαύλου τινός· οὐ γὰρ ἣν οἴεται ζητεῖν, καὶ ἣν ἂν εἴποι διώκειν, ιαύτην διώκει, ἀλλὰ τὴν ἀρίστην διώκει | πάντα. πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίειαι φύσει, ὅτι φύσει τι θεῖον ἔγκειται πᾶσι, καὶ πρὸς τὴν ἀγαθὴν ἡδονὴν καὶ κυρίως ἅπαντα φέρεται, εἰ καὶ ἡδοναὶ κυρίως δοκοῦσιν εἶναι αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν. διὰ τὸ μόνας οὗν ταύτας γνωρίμους εἶναι, ταύτας μόνας οἴονται εἶναι ἡδονάς· ἐπεὶ δὲ αὗται αἱ ἡδοναὶ οὐκ ἀγαθαί εἰσι κυρίως, ἔλεγον μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. φανερὸν δὲ ὅτι ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. εἰ γὰρ μὴ ἔατἰν ἡ ἡδονὴ ἀγαθὸν καὶ ἡ κατ’ αὐ- τὴν ἐνέργεια, οὐ δυνατὸν <ἡδέως> ζῆν τὴν εὐδαίμονα· ἀλλὰ μὴν ἀνάγκη μεθ᾿ ἡδονῆς τὸν εὐδαίμονα ζῆν· οὐκ ἄρα δυνατὸν τὴν ἡδονὴν μὴ ἀγαθὸν εἶναι. ὅτι δὲ εἰ μεθ’ ἡδονῆς ὁ εὐδαίμων ζήσεται, ἀγαθὸν ἔσται ἡ ἡδονή, δῆλον ἀπὸ τοῦ τῇ εὐδαιμονίᾳ μηδὲν παραμεμῖχθαι κακόν, ἢ μὴ κυρίως ἀγαθόν· τίνος γὰρ ἕνεκα διώκει ταύτην ὁ εὐδαίμων, εἴπερ μή ἐστιν ἀγα- θόν; εἰ δὲ μήτε ἀγαθὸν μήτε κακὸν ἡ ἡδονή, οὐδὲ ἡ λύπη εἴη ἂν οὅτε ἀγαθὸν οὔτε κακόν· οὐκ ἄρα φευκτὸν ἡ λύπη. διὰ τί οὖν φεύγει αὐτὴν ὁ [*](1 cf. p. 21,17 14 τὴν D: om. h 18 αἰσθητικὰ D: αἰσθητὰ h 21 Hesiod. Op. 763 32. 33 καὶ κυρίως h 35 ἡδέως h: om. D)
160
εὐδαίμονα βίον· τοῦτο δὲ οὐ δυνατόν, εἰ μὴ ἡδεῖαι εἶεν αἱ ἐνέργειαι τοῦ εὐδαίμονος· πῶς γὰρ ἄν ἥδιστος γένοιτο; εἰ δὲ μήτε κακὸν ἡ ἡδονὴ μήτε οὐκ ἀγαθόν, εἴη ἄν ἀγαθόν.

Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἡδονὴ [*](288) θόν, καὶ λύσις. κεφ. κα.

Ἀπορήσετε δ’ ἄν τις, εἰ τινὲς ἡδοναὶ ἀγαθαί εἰσι καὶ αἱρεταί, τινὲς δὲ φαῦλαι ὥσπερ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος, διὰ τί πᾶσα λύπη μοχθηρά ἐστι καὶ φευκτή· δεῖ γὰρ τὴν μὲν ἐναντίαν ταῖς ἀγαθαῖς ἡδοναῖς λύπην πονηρὰν εἶναι, τὴν δὲ ταῖς φαύλαις ἐναντίαν ἀγαθήν· κακῷ γὰρ ἐναντίον ἀγαθόν· εἰ δὲ καὶ αὕτη ἠ’ λύπη πονηρά, δόξειεν ἄν τὰς σωματικὰς ματικὰς ἡδονὰς ἀγαθὸν εἶναι. πρὸς δὴ ταῦτα λέγομεν, ὅτι αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί εἰσιν οὕτως, ὥστε μὴ εἶναι κακαί· τὸ γὰρ μὴ κακὸν αγαθόν ἐστι. τοῦτο δὲ μέχρι τινός. ἀγαθαὶ γάρ εἰσι τόνδε τὸν τρόπον αἱ μὴ ὑπερβάλλουσαι· διὰ τοῦτο αἱ λῦπαι αἰ ἐναντίαι ταύταις οὔκ εἰσιν αγαθαί. ἐπεὶ γὰρ ἕξεις αἱ μὲν ὑπερβάλλουσι τὸ βέλτιστον καὶ τὸ δέον, αἱ δὲ οὐχ ὑπερβάλλουσιν, ὑπερβάλλουσι μὲν αἱ ἀναγκαῖαι ἕξεις, οἷον ἡ θρεπτικὴ καὶ αἱ ἄλλαι ἀναγκαῖαι καὶ ὅλως αἱ σωματικαί· ἔστι γὰρ πλέον τοὐ δέοντος αὐταῖς χρή χρήσασθαι· οὐχ ὑπερβάλλουσι δέ, ὅσαι ἐπιτεινόμεναι οὐχ ὑπερβαίνουσι τὸ δέον, ἀλλ’ ἀεὶ ἀγαθαί εἰσιν, ὥσπερ αἱ θεωρητικαὶ ἕξεις. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἕξεσιν ἀκολουθοῦσιν, ἀνάγκη καὶ τῶν ἡδονῶν τὰς μὲν ὑπερβάλλειν τὸ δέον, τὰς δὲ μὴ ὑπερβάλλειν. ὅσαι τοίνυν ὑπερβάλλουσι τὸ δέον φαῦλαί εἰσι, καὶ κατὰ ταύτας ὁ ἀκόλαστός ἐστι καὶ ὁ ἀκρατής· <κατὰ> τὰς δὲ ἐναντίας λύπας ὁ ἀκόλαστος οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν, ἀλλὰ τὰς μὲν ὑπερβαλλούσας ἡδονὰς διώκει, τὰς δὲ μι κρὰς λύπας φεύγει· [*](289) ὥστε φανερὸν ὅτι ταῖς ὑπερβαλλούσαις ἡδοναῖς αἱ ἐν τῷ ἀκολάστῳ ἀντικείμεναι λύπαι οὐχ ὑπερβολικαί εἰσιν ἀλλὰ μέτριαι, καὶ ἃς οὐδεὶς ἂν φύγοι τῶν σπουδαίων, ὅτι οὐδὲ λῦπαί εἰσιν· ἀλλὰ τῷ διώκοντι τὴν ὑπερβολὴν τῶν ἡδονῶν ἀλγεινὸν δοκεῖ τὸ μετρίως καὶ κατὰ λόγον αὐταῖς χρήσασθαι. λύεται δὲ δὴ ἡ ἀπορία οὕτως· ταῖς μὲν συμμέτροις ἡδοναῖς αἱ ἀντικείμεναι λῦπαι οὐκ ἀγαθαί εἰσιν· αἱ γὰρ σύμμετροι σωματικαὶ ἡδοναὶ ἀγαθαί, καθόσον οὐ κακαί· αἱ δὲ ταῖς ὑπερβαλλούσαις ἀντικείμεναι μέτριαι καὶ οὐδὲ λῦπαι, καὶ διὰ τοῦτο οὐ φευκταί. ὥστε πᾶν ἀγαθὸν φευκτῷ ἐστιν ἐναντίον, καὶ <αἱ> φαῦλαι ἡδοναὶ ταῖς ἀγαθαῖς λύπαις εἰσὶν ἐναντίαι καὶ αἱ ἀγαθαὶ ταῖς φευκταῖς.

[*](7 κα D: κβ h 9 καὶ om. h 15 δὲ D: γὰρ h 20. 21 ὑπερβαίνουσι D: ὑπερβάλλουσι h 25 κατὰ ed. 1617: om. Dh ὁ om. h 35 αἱ h: om. D)
161

Διὰ τί αί αωματικαὶ ἡδοναὶ τῶν θεωρητικῶν αἱρετώτεραι δοκοῦσιν. κεφ. κβ'.

Ἐπεὶ δὲ οὐ μόνον δεῖ εἰπεῖν τὸ ἀληθὲς ἀλλὰ καὶ διὰ τί δοκεῖ τὸ ἐναντίον ψεῦδος ἀληθές· τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ πιστεῦσαι τὴν ἀλήθειαν· ὅταν γὰρ φανῇ ἡ αἰτία, δι’ ἣν εἰκότως τὸ ψεῦδος ἀλήθεια δοκεῖ καὶ ἡ αὐτῆς ἀπάτη ἐλεγχθῇ, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλ- λον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι τῶν κυρίως ἀγαθῶν ἡδονῶν. πρῶτον μὲν ὅτι ἰατρεῖαί εἰσι ταῖς λύπαις ταῖς σωματικαῖς, καὶ ταύτας ῥᾳδίως ἐκκρούουσι καὶ μεγάλας οὔσας αἱ ὑπερβάλλουσαι ἡδοναί, καὶ διὰ τοῦτο διώκονται παρὰ τὸν καιρὸν τῆς λύπης τῆς σωματικῆς, ὅτι δοκοῦσιν ἰατρεῖαι εἶναι σφοδραὶ καὶ ῥαιδίως [*](290) ἀπαλλάττουσι τῆς ἐπὶ τῇ ἐνδείᾳ τῶν ἡδέων λύπης, ἔπειτα διότι διώκονται παρὰ τῶν μὴ δυναμένων ἄλλαις ἡδοναῖς χαίρειν. πολλοὶ δὲ οἱ τοιοῦτοι· καὶ διὰ τοῦτο τὸ ὑπ’ αὐτῶν ζητούμενον ἀγαθόν τι δοκεῖ καὶ αἱρετόν· οἵτινες οὐ τἀς ἐκ φύσεως ἐπιθυμίας ἐμπιπλάναι μόνον σπουδάζουσιν, ἀλλὰ καὶ ἐπισκευαστάς τινας ἐπιθυμίας ἐπινοοῦσι καὶ δίψας τινὰς παρασκευάζουσιν ἑαυτοῖς, ἵνα δύνωνται διὰ παντὸς ἥδεσθαι. τοῦτο δέ. εἰ μὲν οὐχ ὑπερβαίνει τὸν λόγον καὶ τὸ μέτριον, οὔτε βλαβερόν ἐστιν αἱ γὰρ σύμ- μετροι ἡδοναὶ οὐ λυμαίνονται τῷ σώματι) καὶ ἀνεπιτίμητόν ἐστιν· εἰ δὲ ὑπερβάλλουσι καὶ βλεβεραί εἰσιν αἱ διωκόμεναι ἡδοναί. φαῦλον. ἀνεπιτίμητον δέ ἐστι τὸ χρῆσθαι συμμέτροις ἡδοναῖς, ὅτι ἀνάγκη χρῆσθαι τὸν ἄνθρωπον τοῖς ἡδέσι διὰ τὴν φύσιν ἀεὶ οὖσαν ἐν πόνῳ καὶ δεομένην τινὸς ἡδονῆς ὥσπερ ἀναπαύσεως. ἀεὶ γἁρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦ σί’· λέγουσι γὰρ τὸ ὁρᾶν <καὶ> τὸ ἀκούειν λυπηρὸν εἶναι, διὰ δὲ τὸ ἔθος οὐ τοιοῦτον δοκεῖν· διὰ τοῦτο χρεία τῷ ἀνθρώπῳ ἡδονῆς· ᾧ δὲ οὔκ εἰσιν αἱ θεωρητικαὶ ἡδοναί, πᾶσα ἀνάγκη ταῖς σωματικαῖς χρῆσθαι· οἱ οὖν συμμέτρως χρώμενοι καὶ ὥσπερ οὐκ ἔνι διαφθεῖραι τὸ σῶμα οὐκ ἐπιτιμῶνται. ὁμοίως δὲ διώκονται αἱ ἡδοναὶ ὑπὸ τῶν νέων καθάπερ ὑπὸ τῶν ἀκολάστων ὅσαι εἰσὶ περὶ τὸ θρεπτικόν, τῆς φύσεως κινούσης; ἵνα αὐξηθῶσι, καὶ διάκεινται ὥσπερ οἱ οἰνωμένοι· ἐσθίοντες γὰρ ἀεὶ καὶ πίνοντες καὶ ὑπνώττοντες ἀκμαιοτάτην ἔχουσι τὴν περὶ ταῦτα ἐπιθυμίαν, ὥσπερ ἐκεῖνοι τὴν δίψαν. διὰ τοῦτο ἡ νεότης ἡδύ ἐστιν, ὅτι μετ’ ἐπιθυμίας ἀεὶ τῶν ἀναγκαίων ἅπτεται. τὸν ἴσον δὴ τρόπον καὶ οἱ μελαγχολικοὶ τὴν φύσιν ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ καὶ δέονται ἀεὶ [*](291) θεραπείας· δάκνεται γὰρ αὐτοῖς ἀεὶ τὸ σῶμα διὰ τὴν κρᾶσιν. οἱ μὲν οὖν ζητοῦντες τὰς ἡδονὰς οὗτοί εἰσι, καὶ διὰ ταύτας τὰς αἰτίας ζητοῦσι· καθόλου δὲ πᾶσα ἡδονὴ σωματικὴ ζητεῖται ἵνα ἐκβάλλῃ λύπην σωματικήν· ἐκκρούει γὰρ ἡ ἡδονὴ λύπην, οὐ μόνον ἡ ἀντικειμένη αὐτῇ, οἷον ἡ ἐπὶ τῷ θρεπικῷ ἡδονὴ τὴν ἐπὶ τῷ θρεπτικῷ λύπην, ἀλλὰ καὶ ἑτέρα τις, [*](2 κβ' D: κγ' 24 καὶ h: om. D 27. 28 οὐκ ἔνι D: οὐκ ἑοὶ h: οὐκ ἐς τὸ Heinsius: οὐ πρὸς τὸ Mullach 38 ἡ (ante ἡδονὴ) om. h)

162
ἐὰν ᾖ ἰσχυρά. διὰ ταύτην τὴν αἰτίαν αἱ σωματικαὶ ἡδοναὶ διώκονται καὶ ἐντεῦθεν ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δὲ ἡδοναὶ αἱ θεωρητικαί, ὧν οὐ προηγεῖται λύπη οὐ γάρ, ὥσπερ ἐπὶ τῶν σωματικῶν, πρὶν ἡσθῆναι, λυπούμεθα), αἱ δὴ τοιαῦται οὐχ ὑπερβάλλουσι τὸ δέον, οὐδ’ ἔστι θεωρῆσαι πλέον ἢ προσῆκεν· ἀλλὰ ἀεὶ ἐπαινεταί εἰσιν, ὅτι τὰ κατ’ αὐτὰς ἡδέα φύσει εἰσὶν ἡδέα καὶ οὐ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα τὰ ἰατρεύοντα τὰς σωματικὰς ἐνδείας καὶ λύπας, ὥσπερ τὰ σιτία· ἰατρεύει γὰρ τὴν φύσιν τοῦ πεινῶντος νοσοῦσαν τοῦτο τὸ μέρος, καὶ εἰσάγει τὸ ἐλλεῖπον, ἐπειδὰν κατὰ τὸ ἕτερον μέρος οὐκ ἐνδεὴς ᾖ οὐδὲ νοσῇ, λέγω δὴ τὸ θρεπτικόν, ἀλλ’ ἔχῃ τε αὐτὸ καὶ ὑγιαίνῃ κατ’ αὐτὸ καὶ ἐνεργῇ, τουτέστιν ὀρέγηται. κατὰ συμβεβηκὸς γὰρ τὰ τοιαῦτα ἡδέα ἐστίν, ὅτι διὰ τὴν ἰατρείαν συμβαίνει αὐτοῖς ἡδέσιν εἶναι· φύσει δὲ ἡδέα οὐ τὰ ἀναπληροῦντα τὴν ἔνδειαν τῆς φύσεως ἀλλὰ τὰ ποιοῦντα πρᾶξιν αὐτῆς, οἷά ἐστι τά θεωρητά· τελειοῦσι γὰρ τῆς ψυχῆς τὴν ἐνέργειαν. ὅτι δὲ οὔκ ἐσμεν ἁπλοῖ οὐδὲ μόνῃ ζῶμεν τῇ ψυχῇ, διὰ τοῦτο οὐκ ἀεὶ ταὐτὰ ἡδέα ἡμῖν ἐστιν, ἐπεὶ οὐδὲ τὰ κατὰ συμβε βηκὸς ἡδέα ἀεὶ [*](292) ζητοῦμεν, ἀλλὰ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα. ὅταν μὲν γὰρ πρὸς τὸ σῶμα ῥέπωμεν, τοῖς σωματικοῖς χαίρομεν, ἐπειδὰν δὲ ὑπὲρ τοῦτο ἴδωμεν, τὰ φύσει ἡδέα ζητοῦμεν· αἱ γὰρ τῆς ψυχῆς ἡδοναὶ ταῖς σωματικαῖς μάχονται, καὶ οἷς ἡ ψυχὴ πράττουσα χαίρει, ταῦτα τῷ σώματι παρὰ φύσιν· ὁπόταν δὲ διὰ τῆς περὶ τὴν ἀρετὴν μελέτης τῇ ψυχῇ τὸ σῶμα ἀκολουθήσῃ, θήσῃ, τηνικαῦτα οἷς ἐνεργοῦσα ἥδεται ἡ ψυχή, οὐχ ἥδεται μὲν τὸ σῶμα, καθόσον οὔκ εἰσιν αἰσθητά, οὐκ ἀλγεῖ δέ. διὰ τοῦτο καὶ οἷς ἐν ἡ φύσις καθάπαξ ἁπλὴ, ἡ αὐτὴ πράξις ἀεὶ ἡδίστη ἐστίν· ὁ γὰρ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· καίτοι ἀκίνητός ἐστι καὶ δοκεῖ διὰ τοῦτο μὴ ἔχειν ἡδονήν· ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ἡ δὲ ἐνέργεια κινήσεως δοκεῖ μόνον εἶναι, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ καὶ ἀκινησίας ἐνέργεια, καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. ἡ δὲ μεταβολὴ πάντων γλυκύτατον, κατὰ τὸν ποιητήν, οὐ τῇ ἀρίστῃ xal ἀγαθῇ φύσει ἀλλὰ τῇ συνθέτῳ διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ τὴν πονη ρίαν· ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος εὐμετάβολος, οὕτω καὶ ἡ πονηρὰ φύσις ἀεὶ δεῖται μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδὲ ἐπιεικής. περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης καὶ τί ἐστιν ἕκαστον αὐτῶν καὶ πῶς τὰ μὲν ἀγαθὰ τὰ δὲ κακά, εἴρηται· λοιπὸν δὲ περὶ φιλίας ἐροῦμεν.

[*](10 νοσῇ D: νοσεῖ h 18 ἐπειδὴ vel ἐπειδὴν corr. ex ἐπειδὰν D 25 ἁπλῆν h: ἁπλῆ D 27 ἀκινησίας D: ἀκινησία h 29 cf. Eurip. Orest. 234)
163

Περὶ φιλίας. κεφ. α'.

Μετὰ δὲ ταῦτα περὶ φιλίας ἀκόλουθόν ἐστι διελθεῖν. ἔστι γὰρ ἡ φιλία ἀρετή τις ἢ ἕπεται τῇ ἀρετῇ· καὶ γὰρ ἡ μεταξὺ δυσκολίας καὶ κολακείας ἀρετή, προσλαβοῦσα τὸ στέργειν, φιλία ἐστίν, ὡς ἐν τῷ η' κεφαλαίῳ τοῦ δ᾿ βιβλίου εἴρηται· καὶ ἕπεται δὲ τῇ τελείᾳ ἀρετὴ. ἡ γὰρ ἀληθὴς φιλία, ὡς αὐτίκα εἰρήσεται, ἐν τοῖς σπουδαίοις μόνοις εὑρίσκεται. διὰ ταῦτα ἐν τῇ περὶ τῶν ἀρετῶν πραγματείᾳ ἀκόλουθόν ἐστι καὶ περὶ αὐτῆς εἰπεῖν, ἐπεὶ καὶ ἀναγκαιότατόν ἐστιν εἰς τὸν βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἂν ἕλοιτο ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ τοῖς πλουτοῦσι καὶ ἀρχάς καὶ δυναστείας κεκτημένοις δοκεῖ μάλιστα χρείαν εἶναι φίλων. τί γὰρ ὄφελος τῆς τοιαύτης εὐδαιμονίας μὴ δυναμένοις δυναμένοις οὐκ εὐεργετοῦσι δὲ μὴ ἔχοντες φίλους· ἡ γὰρ μάλιστα γινομένη εὐεργεσία καὶ ἐπαινουμένη πρὸς τοὺς τοὺς ἐστίν ἢ πῶς ἄν ὁ εὐδαίμων ἐν τῇ εὐδαιμονίᾳ διαμείναι καὶ σώζοιτο ἄνευ φίλων; ὅσῳ γὰρ μείζων ἡ εὐδαιμονία, τοσούτῳ καὶ ἐπισφαλεστέρα. οὐ μόνον δὲ εὐδαίμοσι χρεία φίλων ἀλλὰ καὶ δυστυχέσι καὶ πένησι· μό νῆν γὰρ οἴονται [*](294) πάντες καταφυγὴν εἷναι τοὺς φίλους. οὐ μόνον δὲ τύχῃ ἀλλὰ καὶ ἡλικίᾳ πάσῃ λυσιτελής ἐστιν ἡ φιλία· οἱ γὰρ φίλοι νέους μὲν εἰς τὸν ὀρθὸν ὁδηγοῦσι λόγον, ἵνα μὴ δι’ ἀπειρίαν τοῦ ἀγαθοῦ διαμαρτάνωσι, πρεσβυτέρους δὲ θεραπεύουσι καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διὰ τὴν ἀπὸ τῆς ἡλικίας ἀσθένειαν αὐτοὶ ἀναπληροῦσι· τῶν δὲ ἐν ἀκμῇ ταῖς ἀγαθαῖς πράξεσι προστιθέασι, καὶ βελτίω ποιοῦσι τὰ ἔργα

  1. σύν τε δύ’ ἐρχομένω·
καὶ γὰρ μετὰ τῶν φίλων καὶ νοῆσαι καὶ πράξαι δυνατώτεροι γινόμεθα, καὶ φύσει δὲ πρόσεστιν ἡμῖν ἡ φιλία. φύσει γὰρ τὸ γεννῶν φιλεῖ τὸ γεννώμενον· καὶ οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλ’ ἤδη καὶ ἐν ὀρνέοις καὶ [*](1 inscriptionem libri finxi: ἠθικῶν νικομαχείων θ' D: Ἀριστοτέλους ἠθικῶν βιβλίον θ h 10 ἄν ἕλοιτο Dh et Arist. cod. Mb: ἕλοιτ’ ἂν Arist. vulg. 12 χρείαν Dh: χρεία Mullach ex Arist. 15 διαμείναι Mullach διαμείνῃ Dh 24 Homer. II. k 224)
164
ἐν τοῖς πλείστοις τῶν ζῴων· καὶ οὐκ ἐν γεννῶντι μόνον καὶ γεννωμένῳ, ἀνθρώποις· διὰ τοῦτο τοὺς φιλανθρώπους ἐπαινοῦμεν, ὡς ἀνθρώπινόν τι ποιοῦντας. ἴδοι δ’ ἄν τις καὶ ἐν ταῖς πλάναι, ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον· οἵ τε γὰρ ἐπὶ χώρας μένοντες σὺν ἡδονῇ τὸν πλανώμενον ὑποδέχονται καὶ θεραπεύουσιν, ὅ τε πλανώμενος, εἰ συντύχοι μόνον ἀνθρώποις, μάλιστα χαίρει. καὶ τὰς πόλεις ἡ φιλία συνέστησε τὴν ἀρχὴν καὶ ἀεὶ συνέχει· καὶ οἱ καθιστάντες τὰς πόλεις νομοθέται μᾶλλον τῆς φιλίας φροντίζουσιν ἢ τῆς δικαιοσύνης· καὶ γὰρ διὰ τὴν ὁμόνοιαν ἡ δικαιοσύνη ζητεῖται· ἡ δὲ ὁμόνοια ὅμοιόν τί ἐστι τῇ φιλίᾳ, ἡ δὲ στάσις ὁμοία ἐστὶ τῇ ἔχθρᾳ, ἣν ἀεὶ τῆς πόλεως ἀπελαύνειν σπουδάζουσιν οἱ νομοθέται. ἄλλως τε, φίλων μὲν ὄντων πρὸς ἀλλήλους τῶν πολιτῶν, οὐ χρεία τῇ πόλει δικαιοσύνης, δικαίων δὲ ὄντων, φιλίας [*](295) χρεία· βέλτιον γὰρ μετὰ ταύτης ὁμονοήσουσιν ἢ μετὰ τῆς δικαιοσύνης. ἔτι τὸ μάλιστα δίκαιον φιλικὸν εἶναι δοκεῖ· καὶ γὰρ ἐπειδάν τις περὶ τὸν πλησίον πάντα τὰ δίκαια διασώζῃ, κἂν αὐτόν τι δέῃ ζημιωθῆναι, φίλος ἐστίν· ὥστε μᾶλλον ζητεῖται ἡ φιλία ἢ ἡ δικαιοσύνη παρὰ τῶν νομοθετῶν, καὶ ἀναγκαῖόν ἐστι πρὸς τὸ καλῶς ὁμονοεῖν δύνασθαι. οὐ μόνον δὲ ἀναγκαῖόν ἐστι καὶ πρὸς ἄλλο φέρει ἀγαθόν, ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ καλόν ἐστι καὶ ἐπαινετόν· τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἓν εἶναι· καὶ ἔνιοί φασι μηδὲν διαφέρειν τὸν φίλον τοῦ ἀγαθοῦ ἀνδρός, ἀλλὰ τὸν αὐτὸν ἄντικρυς εἶναι.

Τίς ἡ φιλία, καὶ ὅτι τρία αὐτῆς ἐστιν εἴδη. κεφ. β'.

Τοιαύτη μὲν οὖν ἡ φιλία· διαπορεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα, πότερον ὁμοιότης ἐστὶν ἡ φιλία καὶ οἱ ὅμοιοι φίλοι, ἢ ἐναντιότης καὶ οἱ ἔχοντες ἐναντίοι. οἱ μὲν γὰρ ὁμοιότητα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους· ὅθεν τὸν ὁμοῖόν φασιν ὡς τὸν ὁμοῖον καὶ κολοιὸν ποτὶ κολοιὸν καὶ ὅσα τοιαῦτα· οἱ δὲ ἐναντίους τοὺς φίλους φασὶν εἶναι καὶ τὸν λόγον εἰς τὸ καθολικώτερον καὶ ‘φυσικώτερον ἀνάγουσιν, Εὐρι- πίδης μὲν φάσκων

  1. ἐρᾷν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν,
  2. ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον
  3. ὄμβρου, πεσεῖν εἰς γαῖαν,
Ἡράκλειτος δὲ λέγων τὸ ἀντίξουν συμφέρον εἶναι καὶ ἐκ τῶν [*](296) διαφερόντων καλλίστην ἁρμονίαν, καὶ πάντα κατ’ ἔριν γίνεσθαι· σθαι· ἐξ ἐναντίας δὲ τούτοις ἀποφαίνεται περὶ τῆς φιλίας μετὰ πολλῶν ἄλλων καὶ ὁ Ἐμπεδοκλῆς, λέγων τὸ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὸ μὲν οὖν ἀνάγειν τὸν λόγον εἰς καθολικούς τινας καὶ φυσικοὺς λόγους καὶ ζητεῖν ἀπλῶς, πῶς τὰ ἐναντία τῶν ἐναντίων ἐφίεται καὶ τὰ ὅμοια [*](15 ἔτι δὲ τὸ h 21 ὅν τι Aristoteles 28 τοὺς om. h 29 τὸ h: τὸν D ripidis frg. 890N. 34 Heraclit. frg. 46 Bywater)
165
ὅσα μόνης ἔχεται τῆς ἀνθρωπίνης φύσεως, καὶ τῶν ἀνθρωπίνων ὅσα εἰς ἤθη φέρει καὶ πάθη· ταῦτα γὰρ ὕλη ἐστὶ τῇ παρούσῃ πραγματείᾳ. ζητητέον τοίνυν, πότερον ἐν πᾶσι γίνεται ἡ φιλία ἢ ἐν μὲν τοῖς ἀγαθοῖς γίνεται, ἐν δὲ τοῖς μοχθηροῖς οὐχ οἷόν τε γενέσθαι· καὶ πότερον πολλὰ εἴδη φιλίας ἢ ἕν· οὐ γάρ, διότι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ φιλία, διὰ τοῦτο ἓν εἶδος αὐτῆς ἐστιν· ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει· ἡ γὰρ οὐσία καὶ τὸ συμβεβηκὸς ἕτερα ὄντα τῷ εἴδει τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται· οὐ γὰρ ὁμοίως εἰσὶν ὄντα· ὥστε οἱ διὰ τὸ μᾶλλον καὶ ἧττον οἰόμενοι ἓν εἶδος φιλίας εἶναι οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ. περὶ τούτων ἐν τοῖς ἔμπροσθεν εἴρηται. τὰ μὲν οὖν ζητούμενα ταῦτα· φανερὰ δ’ ἂν γένοιντο, εἰ φανερὸς γένοιτο ὁ περὶ τοῦ φιλητοῦ λόγος· οὐ γὰρ πάντα φιλοῦμεν ἀλλ’ ὅσα πέφυκε φιλεῖσθαι, ἅ ἐστι τὰ φιλητά· φιλητὰ δέ ἐστι ταῦτα, τὸ ἀγαθὸν τὸ ἡδὺ τὸ χρήσιμον· τὸ μὲν οὖν ἀγαθὸν καὶ τὸ ἡδὺ δι’ ἑαυτὸ φιλεῖται, τὸ δὲ χρήσιμον φιλεῖται ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὴν ἡδονήν. χρήσιμον γάρ ἐστι, δι’ οὗ γίνεται ἢ ἀγαθὸν ἢ ἡδονή· ὥστε τὸ μὲν ἀγαθὸν καὶ ἡ ἡδονὴ ὡς τέλη εἰσὶ φιλητά, τὸ δὲ χρήσιμον ὡς πρὸς τὸ τέλος ταττόμενον. [*](297) σκεψώμεθα δὲ πῶς τὸ ἀγαθὸν φιλητόν ἐστι, πότερον τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ τῷ φιλοῦντι ἀγαθόν· ἐνίοτε γάρ διαφέρει ταῦτα ἀλλήλων καὶ ἄλλο μέν ἐστι τὸ ἁπλῶς καὶ κυρίως ἀγαθόν, ἄλλο δὲ τισὶ δοκεῖ ἀγαθόν· ὁμοίως δὲ καὶ τὸ ἡδὺ διαφέρει τὸ ἁπλῶς ἡδὺ καὶ τὸ τισὶν ἡδύ. πότερα γοῦν φιλητά ἐστιν; ἢ δῆλον ὅτι τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φιλητά ἐστιν; ὁμοίως δὲ καὶ χρήσιμα φιλητά ἐστι, ἃ πρὸς τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φέρει· καὶ οὐ πάντα τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθά, ἀλλ’ ἃ δοκεῖ αὐτοῖς ἡδέα εἶναι καὶ ἀγαθὰ καὶ χρήσιμα, ταῦτα φιλητά. ὥστε ἀπλῶς μὲν φιλητὸν τὸ ἀγαθόν ἐστι· τισὶ δὲ φιλητὸν τὸ τισὶν ἀγαθόν· φαινόμενον δὲ φιλητὸν τὸ δοκοῦν τισιν ἀγαθὸν εἶναι, ὁμοίως δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. τριῶν δὲ ὄντων τῶν φιλητῶν, δι’ ἃ ἡ φίλησις γίνεται, οὐκ ἐν πᾶσι τοῖς φιλουμένοις ἤδη καὶ φιλία γίνεται· φιλοῦμεν γὰρ καὶ τὰ ἄψυχα διά τι τούτων τῶν τριῶν φιλητῶν· ἀλλ’ οὐ φιλία τὸ τοιοῦτον· φιλία γάρ ἐστιν, ὅταν τις φιλῶν ἀντιφιλῆται καὶ βούληται τῷ φιλουμένῳ τὰ ἀγαθὰ καὶ αὐτῷ βουλομένῳ τῷ φιλοῦντι τὰ ἀγαθά· ὁ δὲ φιλῶν, φέρε εἰπεῖν, οἶνον οὔτε παρ’ αὐτοῦ ἀντιφιλεῖται οὕτε τῷ οἴνῳ βούλεται τὰ ἀγαθά· γελοῖον γάρ· ἀλλ’ εἴπερ σώζεσθαι βούλεται αὐτόν, οὐκ αὐτοῦ ἕνεκα τοῦ οἴνου ἀλλὰ δι’ ἑαυτόν, ἵνα αὐτὸς ἔχῃ· τῷ δὲ φίλῳ βουλόμεθα τὰ ἀγαθὰ αὐτοῦ ἕνεκα διὰ τοῦτο ἡ πρὸς τὰ ἄψυχα φίλησις οὐκ ἔστι φιλία. ἔτι δὲ οὐδὲ εἴ τις ἄνθρωπον φιλοίη καὶ βούλοιτο αὐτῷ τὰ ἀγαθά, τὸ τοιοῦτον ἀνάγκη φιλίαν εἶναι· δεῖ γὰρ καὶ ἀντι φιλεῖσθαι [*](298) ὁμοίως· ἡ δὲ μή, οὐ φίλος ἐστὶν ἀλλ’ εὔνους τις λέγεται. συμβαίνει δέ τινας λανθάνοντας ἀλλήλους φιλεῖν ὑπολαβόντας ἀγαθούς τινας καὶ [*](4 ἡ φιλία om. h 17 ἡ om. h 20 τῷ om. h 32 φιλία μὲν γάρ h λῆται h: ἀντιφιλεῖται D 33 βουλομένῳ h: φιλουμένῳ D)
166
χρησίμους εἶναι καὶ ἐπιεικεῖς καὶ βούλεσθαι ἀλλήλοις τὰ ἀγαθά· τούτους δὴ κυρίως μὲν φίλους οὐκ ἄν τις εἴποι, ὅτι οὐκ ἴσασι φιλούμενοι οὐδὲ ὡς ἔχουσι πρὸς ἀλλήλους, εὔνους δὲ ἀλλήλοις εἴποι τις ἄν. οὔτε τοίνυν ἡ τῶν ἀψύχων φίλησις φιλία ἐστὶν οὕτε ἡ τῶν ἀνθρώπων, ὅταν τινὸς ἐλλείπῃ τῶν εἰρημένων, ἀλλὰ φιλία ἐστίν, ὅταν ἀλλήλοις εὐνοῶσιν ἢ διὰ τὸ ἀγαθὸν ἡ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον, καὶ βούλωνται ἀλλήλοις τὰ ἀγαθά, καὶ οὐ λανθάνωσιν ἀλλήλους φιλοῦντες. ὅ τι μὲν οὖν ἐστι φιλία εἴρηται· φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι καὶ τρία εἴδη φιλίας· ἐπεὶ γὰρ τρία ἐστι τὰ δι’ ἃ γίνεται ἡ φιλία, τὸ ἡδὺ τὸ ἀγαθὸν τὸ χρήσιμον, καὶ διαφέρουσι ταῦτα ἀλλήλων τῷ εἴδει, ἰσαρίθμως τοῖς φιλητοῖς <καὶ ἡ >. καθ’ ἕκαστον γὰρ τῶν φιλητῶν δυνατὸν φιλίαν γενέσθαι, ἤτοι φίλησιν μὴ λανθάνουσαν καὶ ἀντιφίλησιν. ἔτι δὲ καὶ βούλησιν ἀλλήλοις τῶν ἀγαθῶν· καθόσον γάρ τι φιλοῦμεν, βουλόμεθα ἐκείνῳ τὸ ἀγαθόν. τρία ἄρα εἴδη φιλίας, κατά τὸ ἀγαθὸν κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸ χρήσιμον.

Περὶ τῆς διὰ τὸ χρήσιμον φιλίας καὶ τῆς διὰ τὴν ἡδονήν, ὅτι ἀτελεῖς εἰσιν αἱ τοιαῦται φιλίαι. κεφ. γ'.

Ζητητέον δὲ περὶ ἑκάστου εἴδους. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐκ αὐτοὺς καθ’ ἑαυτοὺς ἀλλήλους φιλοῦσιν ἀλλὰ διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδύ, πρὸς ὃ χρήσιμοί εἰσι, καὶ φιλοῦσιν ἕως ἂν [*](299) ἔρχηταί τι αὐτοῖς παρ’ ἀλλήλων ἀγαθόν· ὁμοίως δὲ καὶ οἱ δι ἡδονὴν ἀλλήλους φιλοῦντες οὐ καθ’ ἑαυτοὺς φιλοῦσιν· οὐ γὰρ ἁπλῶς ὅτι ἡδεῖς εἰσι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδεῖς εἰσιν, εἰ γὰρ ἄλλοις ἡδεῖς ἦσαν, οὐκ ἄν ἐφίλουν· οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες καὶ οἱ διὰ τὸ ἡδὺ οὐχ ἁπλῶς διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδὺ ἀλλὰ διὰ τὸ αὐτοῖς ἀγαθὸν καὶ ἡδὺ στέργουσι, καὶ οὐ διότι ὁ φιλούμενος αὐτὸς τοιοῦτός ἐστι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδύς ἐστι καὶ χρήσιμος. ὥστε δῆλον, ὅτι αἱ φιλίαι αὗται κατὰ συμβεβηκός εἰσιν· οὐ διὰ τοῦτο γὰρ φιλεῖται ὁ φιλούμενος, ὅτι τοιόσδε τίς ἐστιν αὐτός, ἀλλὰ διότι πορίζει ὁ μὲν ἀγαθόν, ὁ δὲ ἡδονήν. καὶ εὐδιάλυτοι δέ εἰσιν αἱ τοιαῦται φιλίαι· οἱ γὰρ ἡδεῖς καὶ χρήσιμοι οὐκ ἀεί εἰσιν ἡδεῖς καὶ χρήσιμοι· ἄλλοτε γὰρ ἄλλοις ἡδόμεθα μέθᾳ καὶ ἄλλοτε ἄλλο ἐστὶ τὸ χρήσιμον. μὴ παραμένοντος οὖν τοῦ αἰ- τίου τῆς φιλίας καὶ αὐτὴ οὐ δύναται παραμένειν ἀλλὰ διαλύεται, ὡς οὖσα πρὸς ἐκεῖνα καὶ ταῦτα ἔχουσα τέλη. ἡ δὲ τοιαύτη φιλία, ἡ εὐμετάβολος, μάλιστα δοκεῖ γίνεσθαι ἐν τοῖς πρεσβύταις· οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν οὔτε σφόδρα οὔτε συνεχῶς· καὶ διὰ τοῦτο καὶ ἐλλείπουσι τῆς· καθ’ ἡδονὴν φιλίας, τὸ ὠφέλιμον δὲ ἀεὶ μόνον ζητοῦντες κατὰ τὸ χρήσιμόν εἰσι φίλοι. καὶ οὐχ οἱ πρεσβῦται μόνον ἀλλὰ καὶ τῶν νέων ὅσοι οὐ τὴν ἡδονὴν ἀλλὰ τὸ ὠφέλιμον ζητοῦσιν· οἱ τοιοῦτοι δὲ οὐδὲ πάνυ συζῶσι μετ’ ἀλλήλων· ἐνίοτε γὰρ οὐδὲ ἥδονται ἀλλήλοις· τηνικαῦτα γὰρ ἥδονται [*](7 λανθάνωσιν h: λανθάνουσιν D 10. 11 καὶ ἡ φιλία h: om. D - 24 ἀλλὰ—ἡδὺ (25) om. h)

167
τὸν δὲ ἄλλον χρόνον οὐκέτι· οὐκ ὄντες δὲ ἀλλήλοις ἡδεῖς οὐδὲ δύνανται συνοικεῖν. τοιαύτην δέ φασιν εἶναι καὶ τὴν ξενικὴν φιλίαν· καὶ αὕτη γὰρ [*](300) διὰ τὸ χρήσιμον συνέστηκεν. ἡ δὲ φιλία τῶν νέων ὡς ἐπὶ τὸ πλεῖστον δι’ ἡδονήν ἐστι. κατὰ πάθος γὰρ οὗτοι ζῶσι καὶ μάλιστα διώκουσι τὸ ἡ δύ’, καὶ οὐ τὴν μέλλουσαν ὠφέλειαν ἀλλὰ τὴν παροῦσαν ἡδονήν· αἰσθήσει γὰρ μάλιστα ζῶντες τῷ παρόντι χαίρουσι, καὶ ὃ τὴν αἴ- σθησιν θέλγει. τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα· διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· μεταπίπτοντος γὰρ τοῦ ἡδέος καὶ ἡ φιλία μεταπίπτει· μεταπίπτει δὲ τὸ τοιοῦτον ἡδὺ ταχέως, ὥστε καὶ ἡ φιλία. καὶ ἐρωτικοὶ δὲ οἱ νέοι κατὰ πάθος καὶ ἡδονὴν ζῶντες· τες· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς κατὰ πάθος καὶ ἡδονήν· διὸ φιλοῦσι, καὶ ταχέως παύονται φιλοῦντες πολλάκις τῆς αὐτῆς ἡμέρας μετα- πίπτοντες ὅτι οὐ λογισμῷ καὶ κρίσει τινὶ φιλοῦσιν ἀλλὰ πάθει φερόμενοι. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται ἀλλήλοις· ἐντεῦθεν γὰρ καὶ ἡ ἀρχὴ τῆς φιλίας αὐτοῖς γίνεται καὶ ἡ ἡδονὴ τὴν συνοίκησιν ἀπαιτεῖ. ἡ μὲν οὖν καθ’ ἡδονὴν καὶ κατὰ τὸ χρήσιμον φιλία τοιαύτη ἐστίν, ἀτελής, καὶ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός.

Περὶ τῆς διὰ τὸ ἀγαθὸν φιλίας, ὅτι αὕτη ἐστὶν ἡ τελεία φιλία. κεφ. δ'.

Ἡ δὲ διὰ τὸ ἀγαθὸν φιλία ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων τελεία ἐστὶ καὶ καθ’ αὑτό. βούλονται γὰρ ἀλλήλοις οὗτοι τὰ ἀγαθά, ὅτι αὐτοὶ ἀγαθοί εἰσιν, οὐ δι’ ἄλλο ἀλλὰ καθ’ ἑαυτούς· οἱ δὲ βουλόμενοι τὰ ἀγαθὰ τοῖς φίλοις οὐχ ἑαυτῶν ἕνεκα ἀλλὰ τῶν φίλων, οὗτοί εἰσιν οἱ [*](801) μάλιστα φίλοι· δι’ αὐτοὺς γὰρ τοὺς φίλους φιλοῦσι καὶ βούλονται αὐτοῖς τὰ ἀγαθά, καὶ οὐ δι’ ἄλλο καὶ κατὰ συνβεβηκός. ἡ τοιαύτη δὲ φιλία καὶ βεβαία ἐστὶ καὶ μόνιμος· διαμένει γὰρ ἕως ἂν ἀγαθοὶ ὦσιν οἱ φίλοι καὶ σπουδαῖοι καὶ ἀγαθοῖς χαίρωσιν· ἡ γὰρ ἀρετὴ μόνιμόν ἐστι· καὶ ἔστιν ἑκάτερος αὐτῶν καὶ καθ’ ἑαυτὸν ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός· οἱ γὰρ ἀγαθοὶ καὶ καθ’ ἑαυτοὺς ἀγαθοί εἰσι καὶ ἀλλήλοις. ὁμοίως δὲ καὶ ὠφέλιμοί εἰσι καὶ ἡδεῖς· οἱ γὰρ καθ’ ἑαυτοὺς καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις λήλοις ἡδεῖς εἰσιν. ἕκαστος γὰρ χαίρει ταῖς ἑαυτοῦ πράξεσι καὶ διὰ τοῦτο ἥδεται καὶ ταῖς τῶν ἄλλων, ὅταν ὅμοιαι ὦσι ταῖς αὐτοῦ πράξεσιν ἢ αἱ αὐταί· αἱ δὲ τῶν σπουδαίων καὶ ἀγαθῶν πράξεις αἱ αὐταὶ καὶ ὅμοιαί εἰσιν, ὥστε φανερόν, ὅτι οἱ σπουδαῖοι ἡδεῖς εἰσι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. διὰ τοῦτο ἡ τοιαύτη φιλία μόνιμός ἐστιν. ἃ γὰρ ἰδίᾳ αἱ ἄλλαι ἔχουσι φιλίαι, καὶ ὧν ἐστι χρεία τοῖς φίλοις, ταῦτα πάντα μόνη αὕτη ἡ φιλία συνείληφεν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον· τῷ γὰρ ἀγαθῷ καὶ τὸ ἡδὺ ἕπεται καὶ τὸ ὠφέλιμον· καὶ ἔστι τὸ τοιοῦτον ἀγαμόνον [*](1 om. h 7 ὃ h: ᾦ corr. ex ὃ D 21 ὁμοίων D: ὁμοίως h)

168
θὸν οὐ καθ’ ἑαυτὸ μόνον ἀγαθὸν ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡδὺ καὶ ὠφέλιμον ὁμοίως οὐ καθ’ ἑαυτὸ μόνον ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡ ὁμοιότης δὲ ποιεῖ τοῖς τοιούτοις φίλοις τὴν ἡδονήν· καὶ αὕτη μάλιστα ἡ φιλία τὴν ἡδονὴν ἔχει καὶ τὸ ὠφέλιμον. καὶ καθ’ ὁμοιότητα ταύτης αἱ ἄλλαι φιλίαι ὀνομάζονται· αὕτη γάρ ἐστιν ἡ ἀρίστη φιλία· καὶ τὰ ταύτην ποιοῦντα ταῦτά ἐστι τὰ μάλιστα καὶ κυρίως φιλητά. σπανίας δὲ εἰκὸς τὰς τοιαύτας φιλίας εἶναι· ὀλίγοι γὰρ οἱ οὕτως ἀγαθοί. οὐ μόνον δὲ [*](302) ἀρετῆς δεῖται ἡ τοιαύτη φιλία καὶ τρόπων ἀγαθῶν ἀλλὰ καὶ χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι οὐδὲ δυνατὸν ἀποδέξασθαι καὶ φῆσαι ἀλλήλους, πρὶν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ αὐτὸς φιλεῖν πιστευθῇ. οἱ δὲ ταχέως τὰ φιλικὰ ποιοῦντες πρὸς ἀλλήλους βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ τῷ μακρῷ χρόνῳ καὶ τῇ συνηθείᾳ φιλητοὶ γένοιντο ἀλλήλοις καὶ πιστεύσαιεν φιλούμενοι. βούλησις μὲν οὖν φιλίας τάχιστα γίνεται, φιλία δὲ οὔ· αὕτη μὲν οὖν ἡ φιλία τελεία ἐστὶ καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ ἄλλα, καθὼς εἴρηται· καὶ κτὰ πάντα τὰ φιλητὰ γίνεται. καὶ ὅμοια ἐστὶν ἑκατέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· καὶ γὰρ ὅμοιοί εἰσιν ἑκάτεροι ὄντες σπουδαῖοι, καὶ ὁμοίως εἰσὶν ἡδεῖς ἀλλήλοις καὶ φιλητοί.

Ὅτι αἱ ἀτελεῖς φιλίαι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέ- γονται. κεφ. ε'.

Ἡ δὲ διὰ τὴν ἡδονὴν φιλία καὶ ἡ διὰ τὸ χρήσιμον ὁμοίωμα ταύτης ἔχουσι τῆς φιλίας. τὸ γὰρ κυρίως ἡδὺ καὶ χρήσιμον τὸ ἀγαθόν ἐστι· καὶ ἡδεῖς καὶ χρήσιμοι μάλιστα ἀλλήλοις οἱ ἀγαθοί. καὶ ἐν τούτοις δὲ τοῖς καθ’ ὁμοιότητα λεγομένοις αἱ φιλίαι παραμένουσιν ὅταν τὸ αὐτὸ ἀλλήλοις παρέχωσιν, οἷον εἰ χρήσιμός ἐστιν ἑκάτερος ἑκατέρῳ ἢ ἡδύς, καὶ μὴ ὁ μὲν χρήσιμός ἐστιν ὁ δὲ ἡδύς. οὐ μόνον δὲ δεῖ τὸ αὐτὸ παρέχειν ἀλλήλοις ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, εἴ γε μέλλουσιν ἐν τῇ φιλία παραμένειν, [*](303) οἷον εἰ παρέχουσιν ἀλλήλοις ἡδονήν, ἀπὸ τῶν αὐτῶν παρέξουσι τρόπων· ὥσπερ οἱ εὐτράπελοι τῇ εὐτραπελίᾳ χαριζόμενοι ἀλλήλοις, καὶ οὐχ ὥσπερ ἐραστὴς καὶ ἐρώμενος· οὗτοι γὰρ ἡδονὴν μὲν παρέχουσιν ἀλλήλοις, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλ’ ὁ μὲν ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου, ὁ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ. ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει· ἡ γὰρ ἡδονή, δι’ ἣν ἡ φιλία, παύεται· οὔτε γὰρ ὁ ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου οὕτε ὁ ἐρώμενος θεραπεύεται· πολλοὶ δὲ τῶν τοιούτων καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἀλλήλων ἤθη στέρξωσιν ὅμοια ἔχοντες. οἱ δὲ μὴ τὸ αὐτὸ παρ- έχοντες ἀλλήλοις, ἀλλ’ ὁ μὲν ἡδονὴν ὁ δὲ τὸ χρήσιμον, οὔτε διαμένουσιν [*](7 τὰς om. h 16 καὶ tertium om. h 17 ὅμοια D: ὁμοίως h. 20 φιλίας h: φιλίαι D 26 μὴ om. h 34 ὁ om. h)

169
ἐν τῇ φιλίᾳ, καὶ ὅτε φιλοῦσιν ἀλλήλους, ἧττον φιλοῦσιν· ὅλως δὲ οἱ διὰ τὸ χρήσιμον ὄντες φίλοι, παυομένου τοῦ συμφέροντος, καὶ αὐτοὶ παύονται φιλοῦντες καὶ διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. ταύτας μὲν οὗν τὰς φιλίας, τήν τε διὰ τὴν ἡδονὴν καὶ διὰ τὸ χρήσιμον, καὶ φαύλους ἐνδέχεται ἔχειν καὶ φαῦλον καὶ ἐπι- εικῆ· φιλεῖ γὰρ καὶ φαῦλος φαῦλον διὰ ταῦτα καὶ φαῦλος ἐπιεικῆ καὶ ἐπιεικὴς φαῦλον καὶ μέσος τις ἑκάτερον αὐτῶν· ἔστι γὰρ καὶ τῶ ἐπιεικεῖ τοῦ φαύλου χρεία πολλάκις. δυνατὸν γὰρ ναύαρχόν τινα ἀγαθὸν ἢ στρατηγὸν ἄριστον μὴ πάνυ τοὺς τρόπους ἀγαθὸν εἶναι, ὧν χρείαν ἔχειν τὸν σπουδαῖον οὐδὲν κωλύει. καὶ ἥδεσθαι δὲ σπουδαῖον φαύλοις οὐκ ἔστιν ἀδύνατον. εἰσὶ γὰρ οἳ τοὺς μὲν τρόπους ἀπᾴδουσι, διαλεγόμενοι δὲ καὶ φιλοσοφοῦντες καὶ τῷ δεινοί τινες εἶναι τῆς ἀληθείας κάτα στοχαζόμενοι [*](304) καὶ τοῦ ἀγαθοῦ τοῖς σπουδαίοις ἡδεῖς γίνονται· οἱ μὲν οὗν οὕτω φιλούμενοι οὐ δι’ ἑαυτοὺς φιλοῦνται ἀλλ’ ἢ διὰ τὴν ἡδονὴν ἢ διὰ τὸ χρήσιμον. μόνοι δὲ οἱ ἀγαθοὶ ὑπὸ τῶν ἀγαθῶν αὐτοὶ δι’ ἑαυτοὺς φιλοῦνται, καὶ ἡ τοιαύτη φιλία ἀδιάβλητός ἐστιν, ὅτι πολλῷ δοκιμάζεται χρόνῳ καὶ συνηθεία τελείᾳ. περὶ δὲ τῶν οὕτω δοκιμασθέντων οὐ ῥᾴδιον τὰ χείρω πιστεῦσαι τὸν δοκιμάσαντα. ἐν ταύτῃ δέ ἐστι τῇ φιλίᾳ καὶ τὸ πιστεύειν ἀλλήλοις καὶ θαρρεῖν περὶ τῶν μεγίστων καὶ τὸ μηδέποτ’ ἂν ἀδικῆσαι καὶ ὅσα ἄλλα ζητεῖται παρὰ τῶν ὡς ἀληθῶς φιλεῖν ἑλομένων· ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει καὶ διαβάλλεσθαι πρὸς ἀλλήλους καὶ ἀδικεῖν ἀλλήλους μὴ τὴν ἰσότητα σώζοντας καὶ τἄλλα πάσχειν. ὅθεν οὐδὲ φίλοι εἰσὶν οἱ τοιοῦτοι κυρίως, ἀλλ’ ἐπεὶ εἰώθασιν οἱ ἄνθρωποι καὶ τοὺς τοιούτους φίλους ὀνομάζειν ἢ διὰ τὴν χρείαν, ὥσπερ αἱ πόλεις τοὺς συμμάχους ὀνομάζουσι φίλους, ἢ δι’ ἡδονήν, ὥσπερ οἱ ἐν συνηθείᾳ παῖδες ἀλλήλους· διὰ τοῦτο καὶ ἡμεῖς φίλους μὲν αὐτοὺς ὀνομάζομ·εν, οὐ τὸν αὐτὸν δὲ τρό- πον ὥσπερ τοὺς ἀγαθούς, οὐ γὰρ ὁμοειδεῖς οἰόμεθα εἶναι, ἀλλὰ καθ’ ὁμοιότητά τινα φίλους ὀνομάζομεν. καὶ διὰ τοῦτο πολλὰ εἴδη φαμὲν εἶναι φιλίας. καὶ ἔστι φιλία πρώτως μὲν καὶ κυρίως ἡ τῶν ἀγαθῶν, ᾐ ἀγαθοί. καθ’ ὁμοιότητα δὲ αἱ λοιπαί· καὶ γὰρ καὶ τὸ ἡδύ, καθὸ ἀγαθόν τί ἐστιν, ὡς ἡδὺ συνάπτει τοὺς φιληδόνους· ἀγαθὸν γάρ τί ἐστι τοῖς φιληδέσι τὸ ἡδύ· καὶ ἀγαθῷ ἔοικεν, ὅτι αὐτοῖς ἀγαθὸν δοκεῖ· καὶ τὸ χρήσιμον ἀγαθὸν δοκεῖ τῷ χρωμένῳ· διὰ τοῦτο καθ’ ὁμοιότητα τῆς ἀληθοῦς φιλίας αἱ τοιαῦται φιλίαι λέγονται. μικτὴ δὲ φιλία ἀπὸ χρησίμου καὶ ἡδέος [*](305) οὐ πάνυ γίνεται, ὥστε τῶν φίλων τὸν μὲν διὰ τὸ ἡδὺ φιλεῖν, τὸν δὲ διὰ τὸ χρήσιμον· τὸ γὰρ συνάπτον τοὺς φίλους κατὰ συμβεβηκός ἐστιν ἐν αὐτοῖς· συνάπτει δὲ τοὺς φίλους τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὰ αὐτὰ φιλεῖν. διὰ τοῦτο γὰρ ὁ Σωκράτης φιλεῖ τὸν Πλάτωνα, ὅτι τὸν Σωκράτην ἄμφω φιλοῦσι καὶ τοῖς Σωκράτους ἀγαθοῖς ἄμφω χαίρουσιν· ἢ ὅτι τὴν ἡδονὴν ἄμφω φιλοῦσιν ἢ τὸ χρήσιμον ἄμφω. ἐπὶ δὲ τῆς μικτῆς φιλίας οὐ τῷ αὐτῷ χαίρουσιν· ὁ μὲν γὰρ ἡδεῖ, ὁ δὲ τῷ χρησίμῳ· κατὰ συμβεβηκὸς δὲ [*](5 post φαῦλον add. φίλον εἶναι h 16 ἀδιάβλητός D: ἀδιάλυτός h 28 τινα om. h)
170
τὸ αὐτὸ φιλοῦσι· συγχαίρει γὰρ ἑκάτερος ἑκατέρῳ, καὶ συνεύχεται τὰ ἀγαθά· οὐ δι’ αὐτὸν δέ, ἀλλὰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ. διὰ τοῦτο δὴ οὐ πάνυ ἡ τοιαύτη φιλία γίνεται, ὅτι τὸ κοινὸν κατὰ συμβεβηκός ἐστιν ἕν· τὸ δὲ κατὰ συμβεβηκὸς ἓν οὐ πάνυ συνάπτει.

Ὅτι συζῆν καὶ συνεῖναι παρέχει τοῖς φίλοις τὸ ἐνεργείᾳ φίλοις εἶναι. κεφ. ζ'.

Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας διῃρημένης, οἱ μἑν φαῦλοι ἔσονται φίλοι δι’ ἡδονὴν ἡ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δ’ ἀγαθοὶ δι’ ἑαυτοὺς ἔσονται φίλοι· ᾗ γὰρ ἄμφω ἀγαθοί, διὰ τοῦτο φιλοῦσιν ἀλλήλους· ἐκεῖνοι μὲν οὖν ἁπλῶς φίλοι καὶ κυρίως καὶ καθ’ αὑτό· οὗτοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὁμοιοῦσθαι τούτοις τὸ ὄνομα τῆς φιλίας ἔχουσιν. ὥσπερ δὲ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν, οἱ δὲ κατ’ ἐνέργειαν ἀγαθοὶ λέγονται οἱ μὲν γὰρ ἕξιν ἔχουσι δικαιοσύνης, οὐκ ἐνεργοῦσι δὲ κατ’ αὐτήν, ὑπὸ τῶν ἔξωθεν κωλυόμενοι, οἱ δὲ ἐνεργοῦσι καὶ τὰ δίκαια, κατὰ τὴν ἕξιν ἣν ἔλαβον τῆς δικαιοσύνης), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς φιλίας συμβαίνει. οἱ μὲν γὰρ συζῶντες ἀλλήλοις χαίρουσι [*](306) τοῖς ἀλλήλων ἀγαθοῖς καὶ πορίζουσιν ἑκάτερος ἑκατέρῳ τὰ δυνατὰ ἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μὲν πρὸς ἀλλήλους τὰ φιλικά· οὕτω δὲ ἔχουσιν ὥστε ἐνεργεῖν φιλικῶς. οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνῳ πολλῷ ἡ ἀπουσία γένηται τῶν φίλων, δοκεῖ καὶ τῆς φιλίας γίνεσθαι λήθην· ὅθεν εἴρηται

  1. πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν.
οἱ δὲ πρεσβῦται καὶ στρυφνοὶ φαίνονται ὡς οὐ δύνανται φιλικοὶ εἶναι. βραχὺ γὰρ ἐν αὐτοῖς τὸ ἰῆς ἡδονῆς· ᾧ δὲ οὐκ ἔστιν ἡδονή, οὐδὲ συνεῖναι καὶ συνημερεύειν δυνατόν· οὐδεὶς γὰρ ἄν ἕλοιτο συνδιάγειν τῷ λυπηρῷ ἢ τῶ μὴ ἡδεῖ· φαίνεται γὰρ ὅτι ἡ φύσις φεύγει μὲν τὸ λυπηρόν, διώκει δὲ τὸ ἡδὺ ἀεί· ᾧ δὲ οὐ δυνατὸν συνεῖναι, τούτῳ οὐκ ἔνι φίλον γενέσθαι· ἡ γὰρ συνήθεια καὶ τὸ συνδιάγειν τὰς φιλίας ποιεῖ. οἱ γὰρ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὖνοί εἰσιν ἀλλήλοις μᾶλλον ἢ φίλοι. οὐδὲν ’δεν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν. οὕτε γὰρ οἱ διὰ τὸ χρήσιμον δύνανται μὴ συνοικεῖν· ἐνδεεῖς γὰρ ὄντες ἀλλήλων δέονται ἀλλήλοις χρῆσθαι, ὃ οὐ δυνατὸν ἄνευ τοῦ συνοικεῖν· οὔτε οἱ διὰ τὴν ἡδονὴν πολλῷ μᾶλλον· οὔτε οἱ κυρίως φίλοι, οἵτινές εἰσιν οἱ μακάριοι· ἀλλήλων μὲν γὰρ οὔκ εἰσιν ἐνδεεῖς, ἡδεῖς δέ εἰσιν ἀλλήλοις. καὶ διὰ τοῦτο μὴ συνδιάγειν ἐθέλειν ἀμήχανον. οὐ γὰρ δὴ μονώτας τινὰς τοὺς μακαρίους εἶναι προσήκει, ἀλλ’ ἀνάγκη μετ’ ἀλλήλων εἶναι τοῖς αὐτοῖς χαίροντας. τοῦτο δὲ [*](307) τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὴν ἑταιρικὴν φιλίαν ποιεῖ τὴν τῶν νέων, ὅταν περὶ τὸ αὐτὸ σπουδάζωσι. μάλιστα μὲν οὖν ἐστι φιλία ἡ τῶν ἀγαὁμοιοῦσθαι [*](11 h: ὁμοιῶσθαι D 24 ὡς οἱ οὐ h)
171
θῶν, καθάπερ πολλάκις εἴρηται. δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱ- ρετὸν τὸ ἀπλῶς καὶ κυρίως ἀγαθὸν ἢ ἡδύ· ἑκάστῳ δὲ φιλητὸν καὶ αἱρετὸν ρετὸν τὸ αὐτῷ ἀγαθόν· ὁ δὲ ἀγαθὸς τὸν ἀγαθὸν φιλεῖ δι’ ἄμφω ταῦτα· τὸ γὰρ αὐτοῦ αὐτοῦ καὶ ἀπλῶς καὶ κυρίως ἀγαθόν ἐστι καὶ τῷ φίλῳ ἀγαθόν ἐστιν· ὥστε ὁ ἀγαθὸς φιλητός ἐστι, καὶ κατ’ ἀμφοτέρους τοὺς τρόπους· καὶ διὰ τοῦτο συζῆν ἀλλήλοις τοὺς σπουδαίους πᾶσα ἀνάγκη βούλεσθαι, χαίροντας ἀλλήλοις καὶ ὡς ὁμοίοις καὶ ὡς ἀγαθοῖς ἁπλῶς καὶ ὡς ἀλλήλοις ἀγαθοῖς.

<Περὶ τῆς τε φιλίας καὶ τῆς φιλήσεως. κεφ. ζ'>.

ἐπεὶ δὲ ἀρετή ἐστιν ἡ φιλία, ἐν πάσῃ δὲ ἀρετῇ πάθος τι θεωρεῖται καὶ ἕξις, ζητητέον τί ἐστιν ἐν τῇ φιλίᾳ πάθος καὶ τί ἕξις. ἔοικε τοίνυν ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· πάθος μὲν γάρ ἐστιν ὃ καὶ μὴ προαιρουμένοις συμβαίνει, ἕξις δέ, ὃ μετὰ προαιρέσεως γίνεται καὶ καθ’ ἣν μετὰ προαιρέσεως ἐνεργοῦμεν. ἡ μὲν οὖν φίλησις καὶ ἡ πρὸς τὰ ἄψυχά ἐστιν ἀγάπη, καὶ ὅλως ὅθεν οὐκ ἔστιν ἀντιφιλεῖσθαι· τὸ δὲ τοιοῦτον πάθος· θος· οὐ γὰρ κρίναντες καὶ λογισάμενοι ἀγαπῶμεν οὐδὲ προαιρούμενοι, ἀλλ’ ἐκεῖθεν κινούμενοι μόνον, ὅπερ ἐστὶ καθαρῶς πάθος· ἡ δὲ φιλία ἡ πρὸς τοὺς φιλοῦντας ἀγάπη ἐστί, ὃ πάθος ἐστὶ μετὰ προαιρέσεως. κρί νομεν [*](308) γὰρ ὡς δεῖ φιλεῖν τὸν φιλοῦντα, καὶ κινούμεθα οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ λογισμοῦ· ἡ δὲ μετὰ λογισμοῦ καὶ προαιρέσεως κίνησις ἀφ’ ἕξεως· ἔστιν ἄρα ἡ μὲν φίλησις πάθος, ἡ δὲ φιλία ἕξις. ἔτι οἱ φίλοι βούλονται τοῖς φιλουμένοις τὰ ἀγαθὰ αὐτῶν ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ’ ἕξιν· οὐ γὰρ ἀλόγως ἀλλὰ λογιζόμενοι τὴν αἰτίαν· τὸ δὲ βούλεσθαι τοῖς φιλουμένοις τὰ ἀγαθὰ ἐκείνων ἕνεκα ἐν τῷ λόγῳ ἐστὶ τῆς φιλίας· ἡ ἄρα φιλία ἕξις ἐστίν. ἔτι φιλεῖ τις τὸν ἀγαθὸν φίλον, ὅτι αὐτῷ ἀγαθός ἐστιν· ὁ γὰρ ἀγαθὸς φίλος γενόμενος, ἀγαθὸς γίνεται τῷ φίλῳ· ἑκάτερος οὖν φιλεῖ ἑκάτερον, ὡς ἀγαθὸν οἰκεῖον, καὶ βούλεται τὰ ἀγαθά, καὶ ἡδύς ἐστιν ὁμοίως. καὶ ὅλως τὸ ἴσον ἀνταποδίδωσι· λέγεται γὰρ φιλότης ἡ ἰσότης· ταῦτα δ·ὲ οὐκ ἄνευ προαιρέσεως· ἡ δὲ προαίρεσις ἀφ’ ἕξεως· ἡ ἄρα φιλία ἕξις ἐστίν· ἡ δὲ φίλησις ἄνευ προαιρέσεως οὖσα, κα- θαρῶς ἐστι πάθος.

<Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν ἐν ἐξουσίαις φιλίαι. κεφ. η'.>

Πάντα μὲν οὖν τὰ φιλικὰ καὶ ἃ προσήκει φίλοις ἐν τῇ φιλίᾳ συμβαίνει τῶν ἀγαθῶν μόνῃ· ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ἡ γὰρ ὁμιλία καὶ τὸ συνεῖναι δοκοῦσιν εἶναι φιλίας [*](9 hinc capitum inscriptiones omittit D: qiias posui servavit h)

172
οὐ γὰρ δυνατὸν φίλον γενέσθαι τινα ᾧ οὐ χαίρει οὐδὲ ἥδεται συνών· τοῦτο δὲ ἐν τοῖς πρεσβύταις οὐ πάνυ συμβαίνει· ὀλίγον γὰρ αὐτοῖς τὸ τῆς [*](309) ἡδονῆς. διὰ τὰ αὐτὰ δὴ οὐδὲ οἱ στρυφνοὶ πάνυ γίνονται φίλοι ἀλλ’ οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται γὰρ ἀλλήλοις τὰ ἀγαθὰ διὰ τὴν χρείαν, καὶ λαμβάνουσι παρ’ ἀλλήλων, ὧν ἑκάτερος ἑκατέρου δεῖται· φίλοι δὲ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλ- λήλοις· ἃ δὴ μάλιστα εἶναι δοκεῖ φιλικὰ καὶ ποιητικὰ φιλίας. πολ- λοῖς δὲ φίλον εἶναι τὸν σπουδαῖον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδὲ τὸ ἐρᾶν πολλῶν ἅμα δυνατόν. ὑπερβολὴ γάρ τίς ἐστι φιλίας ἡ τελεία φιλία. τὸ δὲ τοιοῦτον πρὸς ἕν πέφυκε γίνεσθαι. τὸ γὰρ τοῖς αὐτοῖς χαίρειν σφόδρα οὐ ῥᾴδιον ἐν πολλοῖς εἶναι· ἔτι δὲ οὐδὲ ἀγαθοὺς καὶ σπουδαίους πολλοὺς εἶναι ῥᾴδιον. ἄλλως τε τῇ τοιαύτῃ φιλίᾳ καὶ μακροῦ δεῖ χρόνου καὶ συνηθείας καὶ πείρας ἀκριβοῦς ἀλλήλων. τοῦτο δὲ χαλεπόν. κατὰ δὲ τὰς ἄλλας φιλίας πολλοὺς ἐνδέχεται φιλεῖν· καὶ γὰρ καὶ διὰ τὸ χρήσιμον πολλοῖς ἀρέσκειν ἐνδέχεταί τινα, καὶ διὰ τὴν ἡδονὴν πολλοὺς ἐφέλκεται· πολλοὶ γὰρ οἱ τούτοις χαίροντες καὶ διὰ ταῦτα φιλοῦντες, καὶ οὐδὲ πολλοῦ χρόνου δέονται πρὸς τὸ πεῖραν λαβεῖν ἀκριβῆ τῶν φίλων ἀλλ’ αὐτίκα διὰ τὴν χρείαν ἢ τὴν ἡδονὴν ὁμολογοῦσι φιλεῖν. ἡ μὲν οὖν τελεία φιλία ἐστὶν ἡ διὰ τὸ ἀγαθόν, αἱ δὲ καθ’ ὁμοιότητα ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος. τῶν δὲ καθ’ ὁμοιότητα ἡ τοῦ ἡδέος μᾶλλον ὁμοία ἐστὶ τῇ ἀληθινῇ φιλίᾳ, ὅταν τὰ αὐτὰ παρ’ ἀλλήλων τοῖς φίλοις γίνηται καὶ χαίρωσιν ἀλλήλοις, ἢ τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἰ φιλίαι. καὶ γὰρ ἐν τῇ τοῦ ἡδέος φιλίᾳ μᾶλλόν ἐστι τὸ ἐλευθέριον [*](310) ἢ ἐν τῇ τοῦ χρησίμου. ἡ γὰρ τοῦ χρησίμου ἀγοραίων τινῶν ἐστι καὶ ἀνελευθέρων. ἔτι ἡ ἀληθὴς φιλία καὶ τοῦ ἡδέος δεῖται, τοῦ χρησίμου δὲ οὐδαμῶς. οἱ γὰρ μακάριοι χρησίμων μὲν οὐ δέονται, ἡδέων δέ· συζῆν μὲν γὰρ βούλονταί τισι, λυπηροῖς δὲ οὐ δύνανται συνεῖναι. τὸ γὰρ λυπηρὸν ὀλίγον φέρουσι χρόνον. συνεχῶς δὲ οὐδεὶς ἄν ὑπομείναι λυπούμενος, οὐδ’ αὐτὸ τὸ ἀγαθὸν δυνήσεται φέρειν οὐδείς, εἰ λυπηρὸν αὐτῷ εἴη. διὰ τοῦτο τοὺς φίλους οἱ σπουδαῖοι ἡδεῖς ζητοῦσιν εἶναι, ἄγα· θοὺς ὄντας καὶ αὐτοῖς ἀγαθούς· οὕτω γὰρ αὐτοῖς ὑπάρξει ὅσα δεῖ τοῖς· φίλοις ὑπάρχειν· ἡ ἄρα καθ’ ἡδονὴν φιλία μᾶλλον ἔοικε τῇ τελείᾳ φιλίᾳ ἢ ἡ κατὰ τὸ χρήσιμον. οἱ δ’ ἐν ταῖς ἐξουσίαις οὐ τοῖς αὐτοῖς χρῶνται φίλοις ὡς χρησίμοις καὶ ὡς ἡδέσιν. ἄλλοι γάρ εἰσιν αὐτοῖς χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ’ οἱ αὐτοὶ οὐ πάνυ. τὸ δ᾿ αἴτιον, ὅτι τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν τῇ τελείᾳ φιλίᾳ ἐστίν, ἥ ἐστι τῶν σπουδαίων. οἱ δὲ οὐ τοιούτους ζητοῦσιν. οὔτε γὰρ τοὺς δι’ ἀρετὴν ἡδεῖς ζητοῦσιν οὔτε τοὺς χρησίμους εἰς τὰ καλά. ἀλλὰ τοῖς μὲν εὐτραπέλοις χρῶνται διὰ τὴν ἡδονήν, τοῖς δὲ δεινοῖς ὡς χρησίμοις, δυναμένοις πρᾶξαι τὸ ἐπιταχθέν· ταῦτα δὲ οὐ πάνυ συνέρχονται ἐν τῷ αὐτῷ. ἡδὺς γὰρ καὶ χρήσιμος ἅμα, [*](16 καὶ prius om. h 17 an ἐφέλκεσθαι scribendum? 23 χαίρωσιν Mullach ex Arist.: χαίρουσιν Dh)
173
καθὼς εἴρηται, ὁ σπουδαῖός ἐστιν, ὃς οὐ γίνεται φίλος ὑπερέχοντι, ἂν μὴ κατ’ ἀρετὴν ὑπερέχηται καὶ ὑπὸ τὸν σπουδαῖον ἑαυτὸν τάττῃ καὶ κρείτ- τονα ἑαυτοῦ ἡγῆται. οὕτω γὰρ ἐξισάσει ὁ σπουδαῖος τῷ κατ’ ἐξουσίαν ὑπερέχοντι, ἀνάλογον ὑπερέχων καὶ ὑπερεχόμενος· ἐξισάζων δὲ ἔσται φίλος· ἄν δὲ μὴ οὕτως ἐξισά ζῃ, οὐκ ἔσται· ἐπεὶ δὲ οἱ ἐν ἐξουσίαις οὐ πάνυ [*](311) τοιοῦτοι γίνονται, διὰ τοῦτο οὐδὲ φίλοι αὐτοῖς οἱ σπουδαῖοι.

<Περὶ τῆς ἡδείας καὶ χρησίμου φιλίας, ὅτι κατά τι φιλίαι κατά τι οὐ φιλίαι εἰσί· καὶ περὶ τῆς καθ᾿ ὑπεροχὴν φιλίας. κεφ. θ'.>

Πᾶσαι μὲν οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητί εἰσι. τὰ γὰρ αὐτὰ τοῖς φίλοις ἐξ ἀλλήλων γίνεται, καὶ τὰ αὐτὰ βούλονται ἀλλήλοις, ἢ καὶ ἕτερον ἀνθ’ ἑτέρου ἀντικαταλλάττονται, ἴσον ἴσου, οἷον ἡδονὴν ἀντὶ ὠφελείας· αἵτινες ὅτι ἧττόν εἰσι τῶν ἄλλων φιλίαι καὶ ὀλιγοχρονιώτεραι, εἴρηται. τῶν δὲ φιλιῶν αἱ διὰ τὸ χρήσιμον καὶ ἡδὺ κατά τι μὲν δοκοῦσιν εἷναι φιλίαι, κατά τι δὲ οὕ καθ’ ὃ μὲν γὰρ ἐοίκασι τῇ τελείᾳ φιλίᾳ, φιλίαι εἰσί, καθ’ ὃ δὲ ἀνόμοιοί εἰσι πρὸς αὐτήν, οὔκ εἰσι φιλία·. ἐοίκασι μὲν γάρ, ὅτι ἡ τελεία φιλία καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ χρήσιμον, οὐκ ἐοίκασι δέ, ὅτι ἡ μὲν ἀδιάβλητος καὶ μόνιμός ἐστιν, αἱ δὲ ταχέως μεταπίπτουσι καὶ ἄλλοις διαφέρουσι πολλοῖς. αὖται μὲν οὖν πᾶσαι καθ’ ὁμοιότητα καὶ ἰσότητά εἰσιν. ἕτερον δὲ φιλίας εἶδος τὸ καθ’ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον. διαφέρουσι δὲ αὗται ἀλλήλων. οὐ γὰρ ἡ αὐτὴ γονεῦσί τε πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους· ἀλλ’ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδ’ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα ὥστε οὐχ αἱ φιλίαι μόνον διαφέρουσιν ἐνταῦθα, ἀλλὰ καὶ αἰ φήσεις πρὸς τὰς ἀντιφιλήσεις. ἑτέρα γὰρ ἑκατέρου τούτων τῶν φίλων ἡ ἀρετὴ καὶ [*](312) τὸ ἔργον, καὶ ἕτερα δι’ ἃ φιλοῦσι καὶ δι’ ἃ φιλοῦνται. διὰ τοῦτο καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι ἕτεραι. ἐν μὲν οὖν ταῖς προειρημέναις φιλίαις τὸ μόνιμον ἐποίει τὸ τὰ αὐτὰ ἑκατέρῳ τῶν φίλων παρ’ ἑκατέρου γίνεσθαι· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τὰ αὐτὰ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς τὸν πατέρα ἀπαιτήσει. οὐ γὰρ δεῖ τὴν ἰσότητα τοὺς τοιούτους κατὰ ταῦτα φυλάττειν, ἀλλ’ ὅταν ἐκεῖνα ἑκάτερος παρ’ ἑκατέρου λαμβάνῃ, ἃ δεῖ τὸν μὲν δοῦναι τὸν δὲ λαβεῖν, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. καὶ τὴν φίλησιν δὲ ἀνάλογον δεῖ γίνεσθαι ἐν ταῖς καθ’ ὑπεροχὴν φιλίαις· τὸν γὰρ ἀμείνω δεῖ μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως· δεῖ γάρ τινα γίνεσθαι καὶ ἐν τούτοις ἰσότητα· τοῦτο γὰρ τὴν φιλίαν συνέχει. γίνεται δέ πὼς ἰσότης, ὅταν κατ’ ἀξίαν ἡ φίλησις γίνηται· καὶ τὸ δίκαιον [*](3 ἡγῆται Mullach: ἡγεῖται Dh 13 αἱ ed. 1617: ἡ Dh 16 φιλία om. h 22 αὗται ἀλλήων Dh et Arist. codd. LbMbOb; αὐτᾶι καὶ ἀλλήλων Arist. vulg. τε om. Aristteles 38 γίνηται D: γίνεται h)

174
δὲ ἐν τῇ ἰσότητι σώζεται. ἀλλ’ οὐχ ὁμοίως ἔχει τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρώτως μὲν ἴσον ζητεῖται τὸ κατ’ ἀξίαν καὶ ἀνάλογον τοῖς δεχομένοις, δευτέρως δὲ ζητεῖται τὸ κατὰ τὴν ποσότητα ἴσον. ἐὰν γὰρ κατ’ ἀξίαν καὶ ἀνάλογον γίνηται ἡ διανομή, δικαία ἐστί, κἀν σφόδρα τῷ ποσῷ διαφέρῃ, οὐδὲν κωλύει τὸν τοῦ δικαίου σώζεσθαι λόγον, εἰ δὲ κατὰ τὸ ποσὸν ἴση εἴη καὶ μὴ ἀνάλογον, οὐ δύναται εἶναι δικαία. ἐπὶ δὲ τῆς φιλίας ἀνάπαλιν· τὸ γὰρ ἴσον ἐν ταύτῃ ζητεῖται, πρῶτον μὲν κατὰ τὴν ποσότητα, δευτέρως δὲ κατὰ τὸ ἀνάλογον. ἐὰν γὰρ πολὺ διαφέρωσιν ἀλλήλων καὶ τὸ μεταξὺ διάστημα οὐκ ὀλίγον ᾖ, σφόδρα δὲ ἅτερος θατέρου ὑπερέχῃ ἀρετῇ ἢ εὐπορίᾳ [*](313) ἤ τινι ἄλλῳ, οὔκ εἰσι φίλοι· οὔτε γὰρ δύνανται οὕτε βούλονται. φανερώτερον δὲ γίνεται ἐφ’ ἡμῶν καὶ τὸ ὖ θεοῦ· ὅτι γὰρ πλεῖστον ἡμῶν πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχει, διὰ τοῦτο ἡ φιλία ἐνταῦθα χώραν οὐκ ἔχει· δῆλον δὲ καὶ ἐπὶ τῶν βασιλέων· οὐ γὰρ οὐδὲ τούτοις ἀξιοῦσιν εἶναι φίλοι οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μηδενὸς ἄξιοι. οἱ μὲν οὖν σφόδρα διαφέροντες οὐ δύνανται εἶναι φίλοι· ἐν δὲ μετρίᾳ ὑπεροχῇ δυνατόν· ἐν πόσῃ δὲ ὡρισμένως εἰπεῖν καὶ ἀκριβῆ δοῦναι λόγον οὐκ ἔνι· καὶ γὰρ πολλῶν ἀφαιρουμένων παρὰ θατέρου τῷ φίλων, ὥστε θάτερον ὑπερέχειν, συμβαίνει μὲν τὴν φιλίαν ἔτι μένειν, συμβαίνει δὲ λύεσθαι, ὅταν πολὺ γίνηται μεταξὺ τὸ διάστημα, καθάπερ ἐφ’ ἡμῶν καὶ τοῦ θεοῦ. διὰ τοῦτο καὶ ἀπορεῖται, μήποτε οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν· εἰ γὰρ βούλονται, συνεύξονται αὐτοῖς καὶ θεοῖς γενέσθαι· τοῦτο δὲ λύσει τὴν φιλίαν· ὥστε εἰ βούλονται αὐτοῖς τὰ μέγιστα τῶν ἀγαθῶν, βούλονται μὴ εἶναι αὐτοῖς φίλους· τοῦτο δὲ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς φιλίας, ἔτι δὲ οὐδὲ αὐτοῖς ἔσονται ἀγαθοί, μὴ ὄντες φίλοι· οὐκ ἄρα συνεύξονται αὐτοῖς τὰ τοιαῦτα ἀγαθά. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ὁ φίλος τῷ φίλῳ συνεύ- χεται τὰ ἀγαθὰ ἐκείνου ἕνεκα· εἰ δὲ ἐκείνου ἕνεκα, δεῖ τὸν φίλον μένειν, καὶ αὐτῷ συμβῆναι τὰ ἀγαθά· μένοι δ’ ἄν, εἰ ἄνθρωπος εἴη, καὶ μὴ θεὸς γένοιτο ἐξ ἀνθρώπου· ἀνθρώπῳ δὲ ὄντι βουλήσεται ὁ φίλος τὰ μέγιστα γενέσθαι ἀγαθά, ἴσως δὲ οὐ πάντα, καθάπερ οἷ πλείους τῶν [*](314) φίλων ἔχουσιν· αὑτῷ γὰρ μάλιστα ἕκαστος βούλεται τὰ ἀγαθά.

<Περὶ τῆς ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι οὔσης φιλίας. κεφ. ι'.>

Οἰ πολλοὶ δὲ δοκοῦσι δἰὰ φιλοτιμίαν βούλεσθαι μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί, καὶ ἥδονται κόλαξι συνόντες, ὅτι ὑπερέχουσιν αὐτῶν, δοκούντων εἶναι φίλων· τὸ δὲ ὑπερέχειν τῶν φίλων τοῖς φιλοτίμοις ἡδύ· καὶ γὰρ οἱ κόλακες προσποιοῦνται πάντα τῶν συνόντων ἡττᾶσθαι καὶ διὰ τοῦτο φιλεῖν μᾶλλον ἢ φιλεῖσθαι·· τὸ δὲ [*](1 σώζεται Dh: σώζηται Mullach 5 διαφέρει h 9 ἀλλήλων om. h 38 τῶν φίλων h: τόν φίλον D)

175
φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. τὸ δὲ τιμᾶσθαι οὐ δι’ ἑαυτὸ ζητοῦσιν οἱ ζητοῦντες ἀλλὰ κατὰ συμβεβηκός· δι’ ἄλλο γὰρ δοκεῖ αὐτοῖς ἀγαθὸν ἡ τιμή· τοῖς μὲν πολλοῖς ὑπὸ τῶν ὑπερεχόντων τιμωμένοις διὰ τὴν ἐλπίδα· οἴονται γὰρ τυχεῖν ἄν ὧν δέονται παρὰ τῶν τιμώντων καὶ ὡς σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ· οἱ δὲ ἐπιεικέστεροι καὶ ὑπὸ τῶν ἐπιεικῶν ὀρεγόμενοι τιμᾶσθαι διὰ τοῦτο διώκουσι τὴν τιμήν, ὅτι ἐφίενται βεβαίως περὶ ἑαυτῶν τὰ ἄριστα ὑπολαμβάνειν· βεβαιοῦσι δὲ τὰς περὶ ἑαυτῶν ἀγαθὰς δόξας τῇ ψήφῳ τῶν τιμώντων· χαίρουσι δὴ τῇ τιμιότητι καὶ ἐντεῦθεν· πιστεύουσι ἑαυτοὺς ἀγαθοὺς εἶναι· τὸ μὲν οὖν τιμᾶσθαι δι’ ἄλλο ζητεῖται, τὸ δὲ φιλεῖσθαι δι’ ἑαυτό· καὶ γὰρ ἡδὺ καὶ φιλητόν ἐστι καθ’ ἑαυτό· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία δὲ καθ’ ἑαυτὴν αἱρετὴ εἷναι· ἐπεὶ γὰρ ἐν τῷ φιλεῖσθαι καὶ τῷ φιλεῖν συνίσταται, εἰ ἑκάτερον καθ’ ἑαυτό ἐστιν αἱρετόν, φανερόν, ὅτι καὶ ἡ [*](315) φιλία καθ’ ἑαυτὴν αἱρετή ἐστιν· ἔστι δὲ οὐ μόνον τὸ φιλεῖσθαι δι’ ἑαυτὸ αἱρετὸν ἀλλά καὶ τὸ φιλεῖν, καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ βέλτιον. ὅθεν καὶ ἡ φιλία ἐν τῷ φιλεῖν ἐστι μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι· σημεῖον δὲ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι καὶ παρὰ τῶν τέκνων φιλεῖσθαι οὐ ζητοῦσαι. ἔνιαι γὰρ ὐποποιοῦσιν ἄλλαις τὰ ἑαυτῶν ἢ καὶ ἄλλως διδόασιν ἐπὶ τῷ παρ’ αὐτῶν τρέφεσθαι καὶ ἀγνοούμεναι οὐ φιλοῦνται· αὗται δὲ φιλοῦσι μὲν εἰδυῖαι, ἀντιφιλεῖσθαι δ’ οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται, ἀλλ’ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι, ἐὰν ὁρῶσιν εὖ πάσχοντας τοὺς παῖδας. μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν ἢ ἐν τῷ φιλεῖσθαι καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν εἶναι. ὥστε ἐν οἶς τοῦτο γίνεται κατ’ ἀξίαν, οὗτοι μόνιμοι φίλοι, καὶ ἡ τῶν τοιούτων φιλία βεβαία ἐστίν. οὕτω δὲ γένοιντο ἂν καὶ οἱ ἄνισοι φίλοι. εἰ ἀξίως ἀλλήλους φιλοῦσιν· σοι γὰρ <ἂν> ἀλλήλοις οὕτω γένοιντο· ἡ δὲ ἰσότης.

<Περὶ βεβαιότητος φιλίας καὶ πόθεν τό τε φιλεῖν καὶ τὸ φιλεῖ. σθαι. κεφ. ια΄.>

Αὕτη δὴ ἡ ὁμοιότης ἐν μὲν τοῖς σπουδαίοις μάλιστα καὶ κυρίως εὐρίσκεται, ἐν δὲ τοῖς φαύλοις ἀμυδρῶς, ἐν δὲ τοῖς διὰ τὸ χρήσιμον καὶ ἡδὺ μᾶλλον. οἱ μέν γὰρ σπουδαῖοι καὶ ἑαυτοῖς ὅμοιοί εἰσιν (οὐ γὰρ εὐμετάβολοί εἰσιν οὐδὲ ἄλλοτε ἄλλοις χαίρουσιν, ἀλλὰ τοῖς σπουδαίοις ἔργοις· μόνιμος γὰρ ἡ ἀρετὴ ὅτι ἕξις ἐστί), καὶ διὰ τοῦτο καὶ ἀλλήλοις | ἀεὶ [*](316) ὅμοιοί εἰσι καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ· καὶ οὔτε δέονται φαύλων οὔθ’ ὑπηρετοῦσι τοιαῦτα, ἀλλ’ ὡς εἰπεῖν καὶ διακωλύουσι· τῶν ἀγαθῶν γὰρ μήτ’ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέαὶ [*](9 om, h 10 πιστεύουσιν δὲ h 13 δὲ om. Aiist. αἱρετὴ h et Arist.: αἱρετὴν ἀρετὴ D τὸ φιλεῖν D 15 δὲ D: δὴ h 26 τῶν τοιούτων Dh et Arist. codd. LbMb: τούτων Arist. vulg. 28 ἄν h: om. D)

176
πειν ὑπηρετεῖν· οἱ δὲ μοχθηροὶ καὶ τοῦτο μοχθηροί εἰσιν, ὅτι οὐκ ἀεὶ τοῖς αὐτοῖς χαίρουσιν· ὅθεν οὔτε ἑαυτοῖς ὅμοιοί εἰσιν ἀεὶ οὔτε τοῖς φίλοις· καὶ διὰ τοῦτο ὀλίγον χρόνον μένουσιν ἐν τῇ φιλίᾳ, χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς μᾶλλόν εἰσιν ἐν τῇ ὁμοιότητι· μονιμωτέρα γὰρ ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος ζήτησις, καὶ διὰ τοῦτο ὅμοιοί εἰσιν ἑαυτοῖς καὶ ἀλλήλοις, τῷ τὸ χρήσιμον ἀμφοτέρους ζητεῖν ἡ τὸ ἡδύ, ἕως ἄν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις. αἱ μὲν οὗν ἐξ ὁμοιότητος φιλίαι τοιαῦται. δοκεῖ δὲ καὶ ἐξ ἐναντιότητος συστῆναι φιλία. ἥτις καὶ διὰ τὸ χρήσιμόν ἐστιν, οἷον εἴ τις πένης πλουσίῳ γίνοιτο φίλος, καὶ ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεής, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο ὃ αὐτὸς δύναται δοῦναι. εἰς ταύτην δὲ τὴν ‘φιλίαν ἀνάγοιτο ἄν καὶ ὁ ἐραστὴς καὶ ἐρώμενος, καὶ ἡ τοῦ καλοῦ καὶ αἰσχροῦ φιλία· διὰ τοῦτο καὶ γελοῖοι δοκοῦσιν οἱ ἐρασταὶ πολλάκις, ἀξιοῦντες ὁμοίως ὑπὸ τῶν ἐρωμένων ἀντιφιλεῖσθαι, αἰσχροὶ ὄντες ὄντων καλῶν· εἰ μὲν γὰρ ὁμοίως εἰσὶ φιλητοί, τὰ εἰκότα ἀξιοῦσι καὶ δίκαιοί εἰσιν ὁμοίως φιλεῖσθαι, εἰ δὲ μή, γελοῖοι. διὰ ταῦτα δοκεῖ καὶ ἐξ ἐναντίων συνεστάναι φιλίαν, ὅτι οἱ αἰσχροὶ τῶν καλῶν ἐρῶσι καὶ οἱ πένητες τῶν πλουσίων καὶ οἱ ἀμαθεῖς τῶν ἐπιστημόνων. καὶ ἐν τῇ φύσει τὰ ξηρὰ τῶν ὑγρῶν ἐφίεται. γίνεται δὲ ἡ τοιαύτη φιλία τῶν ἐναντίων οὐ καθ’ αὑτὸ ἀλλὰ | κατὰ συμβεβηκός. οὐ γάρ, καθὸ φιλοῦσι ἄλληλα, ἐναντία ἐστίν, ἀλλὰ [*](317) συμβέβηκεν αὐτοῖς ἐναντίοις εἶναι. καὶ γὰρ ὁ πένης ἐρᾷ τοῦ πλουσίου, ὅτι ὠφέλιμός ἐστιν αὐτῷ καὶ χρήσιμος· χρήσιμος δὲ καὶ ὠφέλιμος τῷ χρῶ· μένω οὐκ ἔστιν ἐναντίος καθ’ αὑτό· ᾖ γὰρ ἂν πᾶς χρήσιμος τῷ χρωμένῳ ἦν ἄν ἐναντίος· οὐκ ἔστι δέ. οὐδὲ γὰρ ὁ στρατιώτης τῷ στρατηγῷ ἐναντίος, οὐδὲ ὁ διδάσκαλος τῷ μαθητῇ. καὶ ὁ ἐραστὴς δὲ τὸν ἐρώμενον φιλεῖ, ὅτι ἡδύς ἐστιν αὐτῷ· ἡδὺς δὲ ἡδομένῳ οὐκ ἔστιν ἐναντίος, ἀλλὰ συμβαίνει αὐτοῖς ἐναντίοις εἶναι. φύσει δὲ τὸ ξηρὸν ἐφίεται οὐ τοῦ ἐναντίου ὑγροῦ ἀλλὰ τοῦ μέσου· ἡ γὰρ ὄρεξις τοῦ ἀγαθοῦ ἐστιν· ἀγαθὸν δὲ τὸ μέσον. ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γὰρ οὐ πάνυ οἰκεῖά εἰσι τῇ παρούσῃ πραγματείᾳ.

<Περὶ τῆς πολιτικῆς φιλίας. κεφ. ιβ'.>

Ἔοικε δέ, καθὼς εἴρηται πρότερον, ὅτι περὶ τὰ αὐτά ἐστιν ἥ τε φιλία καὶ τὸ δάιον. καὶ γὰρ τὸ δίκαιον ἐν ταῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις ζητεῖται, ἐν ταύταις δὲ καὶ ἡ φιλία γίνεται. καὶ γὰρ καὶ σύμπλοι καὶ στρατιῶται καὶ ὅλως οἱ πράξεων τινων καὶ ἐπιτηδευμάτων κοινωνοῦντες ἀλλήλοις καὶ τὰ δίκαια φυλάττειν πρὸς ἀλλήλους ζητοῦσι, καὶ φίλοι εἰσὶν ἀλλήλοις καὶ καθόσον δὲ κοινωνοῦσι, κατὰ τοσοῦτον καὶ φιλοῦσιν ἀλλήλους καὶ τὰ δίκαια πρὸς ἀλλήλους ποιοῦσιν. ὅθεν καὶ ἡ [*](10 ἐνδεὴς ὤν Aristoteles 17 οἱ πένητες τῶν πλουσίων Heinsius: οἱ πλούσιοι τῶν πενήτων Dh 19 ἐφίεται D: ἐφίενται h 24 γὰρ om. h 27 ἐναντίους h)

177
παροιμία φησὶ ‘κοινὰ τὰ τῶν φίλων” ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία. διαφέρουσι δὲ αἱ κοινωνίαι. ἀδελφοῖς μὲν γὰρ καὶ ἑταίροις πάντα κοινά, τοῖς δὲ ἄλλοις οὐ πάντα ἀλλ᾿ ἔνι ὡρισμένα· καὶ | τούτων τοῖς [*](318) μὲν πλείω, τοῖς δὲ ἐλάττω. ἀναλόγως δὲ ταῖς κοινωνίαις καὶ αἱ φι- λίαι ἔχουσιν· αἱ μὲν γὰρ μᾶλλον, αἱ δὲ ἧττον γίνονται, ταῖς κοινωνίαις ἀκολουθοῦσαι. ὁμοίως καὶ τὰ δίκαια ταῖς φιλίαις ἀναλὂιου ιῦιν· οὐ γὰρ τὰ αὐτὰ δίκαια ἀδελφοῖς πρὸς ἀλλήλους καὶ πατρὶ πρὸς υἱὸν ἢ πολίταις ἢ ἑταίροις πρὸς ἀλλήλους, ἀλλ’ ἕτερα· καὶ μᾶλλον καὶ ἧττον γίνεται ταῖς φιλίαις ἀκολουθοῦντα. οὐ γὰρ ὁμοίως ἄδικον χρήματα ἀποστερῆσαι ἑταῖρον καὶ πολίτην καὶ μὴ βοηθῆσαι δεομένῳ ἀδελφῷ καὶ ὀθνείῳ καὶ πατάξαι πατέρα καὶ ὁντινοῦν ἄλλον. αὔξεσθαι γὰρ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ’ ἴσον διήκοντα· καὶ τὸν φίλτερον δεινότερον ἀδικεῖν καὶ τὸν μᾶλλον κοινωνοῦντα καὶ φιλοῦντα, ἢ πρὸς ὃν ἥττων ἡ κοινωνία καὶ ἡ φιλία γίνεται. πᾶσαι δὲ κοινωνίαι, ἐν αἷς ἐστιν ἡ φιλία καὶ τὸ δίκαιον, μέρη εἰσὶ τῆς πολιτικῆς· ἡ γάρ πολιτικὴ κοινωνία ἐστὶ τοῦ συμφέροντος ἕνεκα, δι᾿ ὃ καὶ συνέστη τὴν ἀρχὴν ἡ πολιτεία καὶ μένει. πᾶσα δὲ κοινωνία τοῦ συμφέροντός ἐστιν ἕνεκα, ἡ μὲν τοῦδε τοῦ συμφέροντος ἡ δὲ ἐκείνου· διὰ γὰρ τῶν κοινωνιῶν τὰ συμφέροντα πορίζομεν ἑαυτοῖς, καὶ διὰ ταῦτα ἀλλήλοις κοινωνοῦμεν, ἵνα πορισώμεθά τι τῶν εἰς τὸν βίον. τούτου δὴ τοῦ κοινῇ συμφςοέροντος καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον. αἱ μὲν οὖν ἄλλαι, καὶ αἱ ὅλαι καὶ τὰ μέρη αὐτῶν, τοῦ συμφέροντος ἐφίενται, οἶον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν συμφέροντος, οἷον χρημάτων ἢ ἄλλου τινός, σὺ σιραιιῶται δὲ τ̣οῦ κατὰ τὸν πόλεμον συμφέροντος ὀρέγονται, οἷον χρημάτων | ἢ νίκης ἢ πόλέως· ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται. τινὲς δὲ τῶν κοινωνιῶν τοὺ ἡδέος ἐφίενται καὶ δι᾿ ἡδονὴν δοκοῦσι γίνεσθαι, ὥσπερ ἡ τῶν θιασωτῶν κοινωνία καὶ ἡ τῶν ἐρανιστῶν. ἡ μὲν γὰρ θυσίας ἕνεκα γίνεται, ἡ δὲ συνουσίας, ἃ καὶ ἄμφω τοῦ ἡδέος ἐστὶ μᾶλλον. καὶ αὗται δὲ μέρη εἰσὶ τῆς πολιτικῆς· τάττονται γὰρ καὶ αὗται πρὸς τὸ κοινῇ συμφέρον ὑπὸ τῆς πολιτικῆς. καὶ γὰρ οὐ μόνον, ὃ νῦν ἐστι συμφέρον, ζητεῖ ἀλλὰ καὶ ὃ νῦν μὲν οὐ συμφέρει, συνοίσει δέ, καὶ τοῦτο διώκει· οὐ γὰρ τοῦ παρόντος μόνον συμφέροντος ἐφίεται, ἀλλὰ τοῦ μέχρι βίου· διὰ τοῦτο θυσίας τε εἰσήγαγε καὶ συνόδους καὶ συνουσίας μεθ’ ἡδονῆς καὶ πόνων ἀναπαύσεις. μετὰ γὰρ τὰς τῶν καρπῶν συγκομιδὰς αἵ τε σύνοδοι ἐγίνοντο καὶ αἱ θυσίαι, ἀπαρχαί τινες οὖσαι· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς· διὰ δὴ τούτων τῶν κοινωνιῶν τό τε θεῖον ἵλεων αὐτοῖς ἐγίνετο, ὃ συνοίσειν ἐδόκει, καὶ αὐτοὶ ἀναπαυόμενοι νεαροὶ τῶν ὑπὲρ τοῦ συμφέροντος πόνων ἥπτοντο. διὰ τοῦτο φαίνεται, ὅτι πᾶσα κοινωνία καὶ <ἡ> ἡδέος ἕνεκα γινομένη καὶ ἡ τοῦ συμφέροντος τὸ συμφέρον ἔσχατον ἔχει τέλος, [*](1 τὰ τῶν Dh et Arist. cod. M b: τὰ Aiist. vulg. 23 τοῦ κατὰ τὸν πλοῦν συμφέροντος D: τοῦ κατὰ τὸν πλοῦν τοῦ συμφέροντος h 39 ἡ ante ἡδέος ed. 1617: om. Dh, sed praetulerim ἡ τοῦ ἡδέος Comment. Arist. XIX 2. Helidorus in Eth. 12)
178
καὶ διὰ τοῦτο πᾶσαι μέρη εἰσὶ τῆς πολιτικῆς. ταύταις δὲ ταῖς κοινωνίαις καὶ αἱ φιλίαι ἀκολουθήσουσι, καὶ ὥσπερ αἱ κοινωνίαι, οὕτω καὶ αἱ φιλίαι διαιρεθήσονται, καὶ τοιαῦται ἔσονται αἱ φιλίαι οἷαι αἱ κοινωνίαι.

<Περὶ τῶν τριῶν τῆς πολιτείας εἰδῶν. κεφ. ιγ'.>

Ῥητέον δὲ ἔτι περὶ τῆς πολιτικῆς. ταύτης δὴ τρία εἰσὶν εἴδη, βασιλεία ἀριστοκρατία καὶ τιμοκρατία, ἣν καὶ πολιτείαν εἰώθασιν οἱ πλεῖστοι καλεῖν, ἥτις ἐστὶν ἀπὸ | τῶν τιμημάτων· διδόντες γὰρ χρήματα τὸ ἄρχειν [*](320) λαμβάνουσι· διὰ τοῦτο τιμοκρατικὴν οἰκεῖόν ἐστι κεῖν. τούτων δὲ τῶν πολιτειῶν βελτίστη μὲν ἡ βασιλεία, χειρ.ίστη δὲ ἡ τιμοκρατία. αὗται μὲν οὖν αἱ πολιτεῖαι, αἱ δὲ παρεκβάσεις καὶ οἷον φθοραὶ τῶν πολιτειλῶν, τῆς μὲν βασιλείας ἡ τυραννίς· ἄμφω γὰρ μοναρχίαι, διαφέρουσι δὲ πλεῖστον· ὁ μὲν γὰρ τύραννος τὸ ἑαυτοῦ συμφέρον σκοπεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων· οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτὸς ἑαυτῷ ἀρκῶν καὶ πᾶσι τοῖς ἀγαθ’ οἶς ὑπερέχων· ὁ γὰρ τοιοῦτος οὐ δεηθήσεται τὰ τῶν ἀρχομένων εἰς ἑαυτὸν ἕλκειν. διὰ τοῦτο τὰ μὲν ὠφέλιμα αὐτῷ οὗ προσκοπεῖ πολιτευόμενος καὶ τὰ κοινὰ πράττων, μόνα δὲ τὰ τῶν ἀρχομένων· οὐ γὰρ ἀπὸ τῶν κοινῶν ἀλλ’ οἴκοθεν ποριεῖ τὰ συμφέροντα ἑαυτῷ. ὁ δὲ μὴ οὕτως ἔχων κληρωτὸς μᾶλλον ἄν τις εἴη ἢ βασιλεύς. ἔστι τοίνυν ἡ τυραννὶς ἐναντία τῇ βασιλείᾳ· ὁ γὰρ Τύραννος τὸ ἑαυτοῦ ἀγαθὸν διώκει, καὶ πολὺ μᾶλλον ἢ ὁ κληρωτός· καὶ φανερωτέρα ἡ διαφορὰ ἡ πρὸς τὸν βασιλέα, ὅτι καὶ χείρων. διὰ τοῦτο καὶ ἐναντίον ἐστὶ τῇ βασιλείᾳ ἡ τυραννίς, ὅτι τὸ μὲν βέλτιστον, τὸ δὲ κάκιστον’ τὸ γὰρ κάκιστον ἐναντίον τῷ βελτίστῳ. μεταβαίνει τοίνυν ἡ πολιτεία ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ ἐστι μοναρχίας ἡ τυραννίς, καὶ ὁ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται. τῆς μὲν οὖν βασιλείας παρέκβασις ἡ τυραννίς, τῆς δὲ ἀριστοκρατίας ἡ ὀλιγαρχία, ὅταν οἱ ταύτην πολιτευόμενοι τὴν πολιτείαν νέμωσι τὰ τῆς πόλεως ἑαυτοῖς παρὰ τὴν ἀξίαν καὶ πάντα ἢ τὰ πλεῖστα· οἳ καὶ τὰς ἀρχὰς τῆς πόλεως τοῖς αὐτοῖς ἀεὶ διδόασι διοικεῖν, ἵνα συνήθεις αὐτοῖς γενόμενοι δι’ ὠτῶν | καρποῦσθαι [*](321) δύνωνται τὰ κοινά. ὅθεν συμβαίνει ὀλίγους τινὰς ἐπὶ τῶν πραγμάτων εἰνὶ, καὶ μοχθηροὺς ἀντὶ τῶν ἐπιεικεστάτων. τῆς δὲ τιμοκρατίας παρέκβασις ἡ δημοκρατία· σύνοροι γάρ εἰσιν αὗται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι. ἥκιστα δὲ μοχθηρά ἐστιν ἡ δημοκρατία· μικρὸν γὰρ ὑπερβαίνει τὸ τῆς τιμοκρατίας εἶδος· κοινωνεῖ γὰρ αὐτῇ μᾶλλον ἢ διαφέρει· τῷ τιμήματι μὲν γὰρ διαφέρει, κοινωνεῖ δὲ κατά τε τὴν ἰσότητα ἴσοι γὰρ πάντες οἱ ἐν τῷ τιμήματι) καὶ κατὰ τὸ πλῆθός.

[*](5 ἔτι D: ἐστι h 9 πολιτειῶν ed. 1809: πολιτικῶν Dh ἑαυτῶ Aristoteles 34 μοχθηρά D: μοχθηρία h: μοχθηρόν Aristoteles)
179

<Περὶ τῶν ὁμοιωμάτων τούτων τῶν εἰδῶν. κεφ. ιδ΄.>

Τὰ μὲν οὖν εἴδη τῆς πολιτικῆς εἰς ταῦτα μεταβάλλουσι μάλιστα· τὸ ἐλάχιστον γὰρ ἑκάστη τῶν εἰρημένων πολιτειῶν εἰς τὴν ἀντικειμένην αὐτῇ μεταβάλλει καὶ εἰς ταύτην ῥᾷστα μεταβαίνει. εἰσὶ δὲ καὶ ἐν τῇ οἰκονομικῇ ὁμοιώματα αὐτῶν καὶ οἷον παραδείγματα· ἐν γὰρ ταῖς οἰκίαις καὶ βασιλείας εἰκόνα ἴδοι τις ἂν καὶ ἀριστοκρατίας καὶ τῶν ἄλλων. ἡ μὲν γὰρ πατρὸς πρὸς υἱοὺς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγρεύει. πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι, ἣν οἱ Πέρσαι ὑπερβαίνοντες τυραννίδα ποιοῦσι, τῶν γὰρ υἱῶν ὡς δούλων ἄρχουσι. τυραννὶς ὸὲ ἡ τῶν δούλων ἀρχή· τὸ γὰρ τοῦ δεσπότου συμφέρον̣ ζητεῖται ἀεὶ παρὰ τῶν δούλων· ἔστι δὴ ἡ τοιαύτη τῶν τέκνων ἀρχὴ ἡμαρτημένη· ἡ δὲ βασιλείᾳ ἐοικυῖα τοῦ δέοντος ἔχεται· δεῖ γάρ, ἐπεὶ υἱὸς διαφέρει δούλου καὶ | τὰς ἀρχὰς αὐτῶν διαφόρους εἶναι. ἡ μὲν [*](822) οὖν πατρὸς πρὸς υἱοὺς κοινωνία τῆ βασιλείᾳ ἔοικεν· ἀριστοκρατίᾳ δὲ ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα. κατ’ ἀξίαν γὰρ καὶ ὡς βελτίων ὁ ἀνὴρ ἄρχει· καὶ ἔσται δὴ ἀριστοκρατία, ὅταν ἃ μὲν προσήκει ἀνδρί, ἑαυτῷ ἀποδιδῷ ὁ ἀνήρ, ἃ δὲ γυναιξὶν ἁρμόζει, τῇ γυναικὶ παραχωρῇ. ὑπερβήσεται δὲ τὴν ἀριστοκρατίαν ἡ τοιαύτη κοινωνία καὶ εἰς ὀλιγαρχίαν· μεταβαλεῖ, ὅταν ὁ ἀνὴρ ἁπάντων κυριεύῃ· παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ καὶ οὐχ ᾗ ἀμείνων. ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες, ὅταν ἐπίκληροι ὦσι καὶ διὰ τοῦτο πλούτῳ καὶ δυνάμει τῶν ἀνδρῶν ὑπερέχωσιν· οὐ γὰρ γίνεται ἡ τοιαύτη ἀρχὴ δι’ ἀρετήν, ἀλλὰ καθάπερ ἐν ταῖς ὀλιγαρχίαις διὰ πλοῦτον καὶ δύναμιν. τοιαύτη μὲν οὖν ἡ ἐν οἰκίᾳ ἀριστοκρατία καὶ ὀλιγαρχία. τιμοκρατία δὲ ἡ τῶν ἀδελφῶν κοινωνία· ἴσοι γάρ, πλὴν ἐφ’ ὅσον ταῖς ἡλικίαις διαλλάττουσι· διόπερ, ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φίλ’ ία, ἀλλὰ πατρικῇ τινι ἔοικε πρὸς παῖδας. δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων γίνεται·· ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου· γίνεται δὲ καὶ ἐν αἷς ὁ ἄρχων ἀσθενὴς καὶ διὰ τοῦτο ἕκαστος ἑαυτοῦ ἐξουσιάζει.

<Περὶ τῆς καθ’ ἑκάστην τῶν πολιτειῶν φιλίας. ἔφ’. ιε΄.>

Αὗται μὲν οὖν αἵ τε ἐν τῇ πολιτικῇ καὶ ἐν οἰκονομικῇ κοινωνίαι· πάσαις δὲ ταύταις ταῖς κοινωνίαις φαίνεται ἡ φιλία ἀκολουθοῦσα καὶ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον καὶ τὸ δίκαιον. τῇ μὲν οὖν βασιλικῇ κοινωνίᾳ ὑπεροχικὴ φιλία, | εἰ ὁ βασιλεὺς ὑπερέχει ταῖς εὐεργεσίαις καὶ εὖ ποιεῖ τοὺς [*](323) βασιλευομένους καὶ ἐπιμελεῖται αὐτῶν ἀγαθὸς ὤν, ἵν’ εὖ πράττωσιν, [*](7 υἱοὺς Dh: υἱεῖς Aristoteles 12 ἡ om. h 21 διαφέρωσιν D: διαφέρουσιν b 32 τῆ om. h)

180
ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποιμένα προσαγορεύει λαῶν. τοιαύτη δὲ καὶ ἡ πατρικὴ φιλία· ὑπεροχικὴ γάρ ἐστι καὶ αὐτή, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων· μείζω γὰρ ὁ πατὴρ εὐεργετεῖ. αἴτιος γὰρ τῷ παιδὶ τοῦ εἶναι, ὃ μέγιστον ἀπάντων δοκεῖ, καὶ ἔτι τροφῆς καὶ παιδείας. καὶ τοῖς προγόνοις δὲ ταῦτα ἀπονέμεται· φύσει γὰρ ἀρχικὸν ὅ τε πατὴρ τῶν υἱῶν καὶ ὁ πρόγονος τῶν ἐγγόνων καὶ βασιλεὺς βασιλευομένων. εἰσὶ δὲ πᾶσαι αἱ τοιαῦται φιλίαι ἐν ὑπεροχῇ· διὸ καὶ τιμῶνται οἱ γονεῖς, καὶ τὸ δίκαιον δὲ ἀκολούθως τῇ φιλία οὐ τὸ αὐτὸ ἀλλ’ ἐν ὑπεροχῇ. τὸ γὰρ πρὸς πατέρα δίκαιον ὑπερέχει τοῦ πρὸς· υἱόν· τὸ γὰρ κατ’ ἀξίαν ἀποδοῦναι δεῖ. διὰ τοῦτο καὶ ἡ φιλία συνίσταται. οὐ τῇ βασιλικῇ δὲ μόνον κοινωνίᾳ ἡ ὑπεροχικὴ φιλία ἀκολουθεῖ ἀλλὰ καὶ τῇ ἀριστοκρατικῇ. πρὸς γὰρ τὸν ἀμείνω μείζων γίνεται ἡ φίλησις τοιαύτη δὲ καὶ ἡ τοῦ ἀνδρὸς πρὸς γυναῖκα φιλία. ἡ γὰρ τοιαύτη κοινωνία ἀριστοκρατία ἐστὶν ἐν οἰκίᾳ· κατὰ τὴν ἀρετὴν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ τῷ ἀμείνονι δεῖ πλέον ἀπονέμειν φιλήσεως. ὁμοίως δὲ καὶ τὸ δίκαιον κἀνταῦθα ἐν ὑπεροχῇ. τῇ δὲ τιμοκρατικῇ κοινωνίᾳ, οἶα ἐσιὶ καὶ ἡ τῶν ἀδελφῶν, ἡ ἑταιρικὴ φιλία ἀκολουθεῖ, ἥτις ἐν ἰσότητί ἐστιν. οἱ γὰρ ἑταῖροι ἴσοι καὶ ἡλικιῶται· οἱ δὲ τοιοῦτοι ὁμομαθεῖς καὶ ὁμοήθεις θεὶς ὡς ἐπὶ τὸ πολύ, οἷοί εἰσι καὶ οἱ ἐν τιμοκρατικῇ· ἴσ’ οἱ γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι καὶ ἄρχουσιν ἕκαστος ἐξ ἴσου καὶ ἄρχονται ἐν τῷ μέρει· ἐξ ἴσου δὴ καὶ ἡ [*](324) φιλία καὶ τὸ δίκαιον. ταῖς μὲν οὗν ὑγιέσι πολιτείαις καὶ κοινωνίαις οὕτως ἡ φιλία ἀκολουθεῖ καὶ τὸ δίκαιον. ταῖς δὲ παρεκβάσεσι τῶν κοινωνιῶν ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἐπεὶ δὲ τῶν παρεκβάσεων χειρίστη ἐστὶν ἡ τυραννίς, διὰ τοῦτο οὐδαμῶς ἐν αὐτῇ φιλία εὐρίσκεται ἢ πάνυ μικρόν. ἐν οἷς γὰρ μηδὲν κοινωνόν ἐστι τᾦ ἄρχοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία· οὐδὲ γὰρ οὐδὲ δίκαιον· ἀλλ’ ὥσπερ ὁ τεχνίτης ἔχει πρὸς τὸ ὄργανον καὶ ἡ ψυχὴ πρὸς τὸ σῶμα, οὕτω καὶ δεσπότης ἔσται ἔσται πρὸς δοῦλον καὶ τύραννος πρὸς ἀρχόμενον· ὠφελεῖται μὲν γὰρ τό τε ὄργανον ὑπὸ τοῦ τεχνίτου καὶ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, φιλία δὲ πρὸς αὐτὰ οὐκ ἔστιν· οὐ γὰρ πρὸς τὰ ἄψυχα φιλία δύναται εἶναι· οὐδὲ δίκαιόν τι πρὸς αὐτά ἐστιν ἀπὸ τῶν χρωμένων, ὥσπερ οὐδὲ πρὸς βοῦν ἡ πρὸς κύνα. τὸν αὐτὸν δὴ τρόπον οὐδὲ πρὸς δοῦλόν ἐστι φιλία δεσπότου ἢ πρὸς ἀρχομένους τυράννῳ, καθόσον εἰσὶ δοῦλοι· οὐδὲν γὰρ κοινὸν δεσπόταις καὶ δούλοις· ὁ γὰρ δοῦλος ἔμψυχον ὄργανον καὶ τὸ ὄργανον ἄψυχος δοῦλος· ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δὲ ἄνθρωπος, δύναται εἶναι. δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα ἄνθρωπον τὸν δυνάμενον κοινωνῆσαι νόμων τινῶν καὶ θεσμῶν· ἡ γὰρ κοινωνία τῶν νόμων τὸ πρὸς ἀλλήλους ποιεῖ δίκαιον, ἡ δὲ κατὰ τὸ δίκαιον κοινωνία καὶ τὴν φιλίαν εἰσάγει. ἔσται τοίνυν τυράννῳ [*](1 Homer. II Β 243 al. 7 δὲ D: δὴ h 19 ὁμομαθεῖς ut Arist. cod. O b: ὁμοπαθεῖς Arist. vulg. 27 καὶ ἀρχομένῳ Dh et Arist. cod. K b O b: καὶ τῷ ἀρχομένῳ Arist. vulg.)
181
πρὸς ἀρχομένους φιλία, καθόσον εἰσὶν ἄνθρωποι· διὰ τοῦτο ἀμυδρόν τι ἐνταῦθα καὶ τὸ δίκαιον καὶ ἡ φιλία. ἐν δὲ τῇ δημοκρατίᾳ ἐπὶ πλεῖστον· [*](325) πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν.

<Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ.

Πᾶσα μὲν οὖν φιλία ἐν κοινωνίᾳ ἐστί, καθάπερ εἴρηται· μόνη δὲ ἡ συγγενικὴ καὶ ἑταιρικὴ φιλία οὐ δοκοῦσιν ἐν κοινωνία εἶναι. κοινωνικαὶ γάρ εἰσι φιλίαι αἱ καθ’ ὁμολογίαν καὶ συνθήκην τινὰ συνιστάμεναι, οἷαί εἰσιν αἱ φυλετικαὶ καὶ συμπλοϊκαὶ καὶ ὅσαι τοιαῦται, εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν. ἡ δὲ συγγενικὴ φιλία καὶ ἡ ἑταιρικὴ οὐ καθ’ ὁμολογίαν ἡ συνθήκην τινὰ συνίστανται, ἀλλὰ τοὺς μὲν ἡ φύσις συνέδησε, τοὺς δὲ τὸ τυχεῖν ἡλικιώτας εἶναι καὶ περὶ τὰ αὐτὰ ἐπιτηδεύματα σπουδάζειν. ῥητέον δὴ περὶ τῆς συγγενικῆς. ἔστι δὴ πολυειδὴς ἡ συγγενικὴ φιλία καὶ τῆς πατρικῆς πᾶσα ἐξήρτηται· διὰ γὰρ τὴν πρὸς τὸν κοινὸν πατέρα ἢ πρόγονον οἰκειότητα οἵ τε ἀδελφοὶ καὶ οἱ ἄλλως συγγενεῖς ἀλλήλους φιλοῦσιν, οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ’ ἐκείνων τι ὄντα, ἀδελφοὶ δὲ ἀδελφοὺς τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. μᾶλλον δὲ ἴσασιν οἱ γονεῖς τὰ τέκνα, ὅτι ἐξ αὐτῶν εἰσιν ἡ τὰ γεννηθέντα, ὅτι ἐκ τούτων· καὶ μᾶλλον συνῳκείωται τὸ αἴτιον καὶ τὸ γεννῶν τῷ γεννηθέντι ἢ τῷ ποιηθέντι, ἢ τὸ γεννώμενον τῷ ποιήσαντι καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι· τὸ γὰρ ἔκ τινος οἰκεῖον τῷ ἐξ οὗ ἐστιν, ὥσπερ ὀδοὺς ἢ θρὶξ τῷ ἔχοντι οἰκεῖόν ἐστι, τριχὶ δὲ καὶ ὀδόντι οὐκ ἔστιν οἰκεῖον ὁ ἔχων. ἢ τοίνυν οὐδαμῶς ἐστιν οἰκεῖον τῷ αἰτιατῷ τὸ αἴτιον καὶ τῷ ἔκ τινος τὸ ἐξ οὗ, [*](326) οὐδέ τινα σχέσιν ἔχει πρὸς αὐτό, ἢ εἰ ἔχει, ἐλάιτω ἔχει ἣ ἐκεῖνο πρὸς αὐτὸ ἔχει· καὶ τὰ τέκνα δὴ τοὺς γονεῖς ἧττον φιλοῦσιν ἢ ὑπ’ ἐκείνων φιλοῦνται. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου φανερόν· οἱ μὲν γὰρ εὐθὺς γενόμενα στέργουσι, τὰ τέκνα δὲ αὐτοὺς χρόνῳ ὕστερον μετὰ τὸ λαβεῖν σύνεσιν ἢ αἴσθησιν· διὰ τοῦτο καὶ αἱ μητέρες μᾶλλον φιλοῦσι τὰ τέκνα ἢ οἱ πατέρες, ὅτι πρότερον αὐτὰ στέργουσι. γονεῖς μὲν οὗν τὰ τέκνα φιλοῦσιν ὡς ἑαυτούς τὰ γὰρ ἐξ αὐτῶν οἷον ἄλλοι αὐτοί, τῷ χωρὶς εἶναι μόνῳ διαφέροντες), τέκνα δὲ φιλοῦσι γονεῖς, ὡς ἀπ’ ἐκείνων πεφυκότα, ἀδελφοὶ δὲ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. ἡ γὰρ πρ·ὸς τοὺς γονεῖς ταὐτότης καὶ αὐτοῖς ταὐτότητα ποιεῖ πρὸς ἀλλή- λους ὥσπερ τοὺς κλάδους ἡ τῆς ῥίζης ταὐτότης συνάπτει· διό φασι ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα· ἔστι γὰρ ἑκάτερον τὰ ὒ τὸ καὶ ἓν ἐν πολλοῖς καὶ διῃρηαένοις. μέγα δὲ πρὸς φιλίαν καὶ τὸ συντραφῆναι καὶ ἥλικας εἶναι· ἧλιξ γὰρ ἥλικα φιλεῖ, καὶ οἱ συνήθεις ἑταῖροι· διὸ καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται· ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ [*](14 οἱ post καὶ oua. b 16 τι ora. h 23 τῷ (prius) h: τὸ D 28 αἱ om. h 31 μόνῳ D: μόνον h 35 ἓν om. h)

182
συγγενεῖς ἐκ τῶν ἀδελφῶν συνψκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι καὶ αὐτοὶ οἱ αὐτοί πὼς ἀλλήλοις εἰσίν. γίνονται δὲ οἱ μὲν οἰκειότεροι τῶν συγγενῶν, οἱ δ’ ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι τοῦ γένους· οἷς γὰρ πόρρωθεν ἡ κοινωνία, ἀμυδρὰ γίνεται, τῷ προιέναι ἐλαττουμένη. ἔστι δὲ ἡ μὲν τῶν τέκνων πρὸς τοὺς γονεῖς φιλία καὶ τῶν ἀνθρώπων πρὸς τὸν θεὸν ὡς πρὸς ἄγαθὸν καὶ ὑπερέχον εὐεργέται γάρ εἰσι τὰ μέγιστα εὐεργετοῦντες, | τὸ εἶναι καὶ τραφῆναι [*](327) καὶ καιδευθῆναι), ἡ δὲ τῶν συγγενῶν πρὸς ἀλλήλους ἐν ἰσότητι· ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον ἢ ἡ τῶν ἀλλοτρίων κατὰ γένος, ὅσῳ καὶ κοινότερος ὁ βίος ἐστὶν αὐτοῖς κατὰ πλείονα κοινωνοῦσιν ἀλλήλοις. μάλιστα δὲ ἡ ἀδελφικὴ φιλία· συμβαίνει γὰρ αὐτῇ πάντα, ἃ καὶ τῇ ἑταιρικῇ καὶ μᾶλλον αὐτῇ ἢ ἐκείνῃ· καὶ διὰ τοῦτο εἰ ἐπιεικεῖς εἶεν οἱ ἀδελφοὶ καὶ ὅμοιοι, μᾶλλον φιλήσουσιν ἀλλήλους ἢ οἱ ἑταῖροι· οἰκειότεροι γάρ εἰσιν ἀλλήλοις καὶ ὁμοιότεροι καὶ ἐκ γενετῆς ἀλλήλους στέργουσι καὶ ὁμοηθέστεροί εἰσιν, ὅτι καὶ ἐκ τῶν αὐτῶν ἔφυσαν καὶ ὁμοίως ἐπαιδεύθησαν· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία μείζων ἐνταῦθα καὶ βεβαιοτέρα. ἡ μὲν οὖν μεγίστη ἐν ταῖς συγγενικαῖς φιλία ἡ ἀδελφική ἐστιν, αἱ δὲ ἄλλαι ἀνάλογον ἔχουσι τῇ κατὰ γένος οἰκειότητι. ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν. ἄνθρωπος γὰρ τῇ φύσει τεκνοποιητικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως καὶ ὅσῳ κοινότερον ζῴοις τεκνοποιία ἢ πολιτεία. τὸ μὲν γὰρ πᾶσι ζῴοις ἔνεστιν, ἡ δὲ πολιτεία μόνοις τοῖς ἀνθρώποις. τοῖς μὲν οὖν ἄλλοις ζῴοις ἐπὶ τοσοῦτον μόνον ἡ κοινωνία ἐστίν, ἐφ’ ὅσον ἔνι τεκνοποιῆσαι, τοῖς δὲ ἀνθρώποις οὐ τῆς τεκνοποιίας χάριν μόνον ἡ κοινωνία ἐστὶν ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται αὐτῶν τὰ ἔργα καὶ ἄλλα τὰ ἔργα τοῦ ἀνδρὸς καὶ ἕτερα γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια. διὰ ταῦτα καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ εἶναι δοκεῖ· εἴη δ’ ἄν καὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκατέρου ἀρετή· καὶ εἰ | σπουδαῖος εἴη ἑκάτερος τὴν προσήκουσαν ἀρετήν, [*](328) χαίροιεν ἂν καὶ διὰ τοῦτο ἀλλήλοις. σύνδεσμος δὲ τῇ τοιαύτῃ φιλίᾳ καὶ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμφοῖν· τὸ δὲ κοινὸν συνέχει τὰ κοινωνοῦντα.

<Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζ'.>

Πῶς δὲ συμβιωτέον ἀνδρὶ πρὸς γυναῖκα καὶ ἀδελφῷ πρὸς ἀδελφὸν καὶ ὅλως φίλῳ πρὸς φίλον ταὐτόν ἐστι τῷ πῶς δίκαιον. ἕπεται γὰρ 10 πάσῃ κοινωνίᾳ ἀναλόγως τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὥσπερ εἴρηται πολλάκις· καὶ οὐ ταὐτὸν φαίνεται εἶναι δίκαιον φίλῳ πρὸς φίλον καὶ τὸν ὀθνεῖον ἢ τὸν ἀδελφὸν ἢ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν. τριῶν δὴ οὐσῶν τῶν φιλιῶν, διὰ τὸ ἀγαθὸν διὰ τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον, καὶ καθ’ ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων, τῶν δὲ καθ’ ὑπεροχήν καὶ γὰρ γίνονται

183
φίλοι καὶ οἱ ὅμοιοι ἢ κατὰ τὸ ἀγαθὸν ἢ κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ χρήσιμον [γίνονται φίλοι] καὶ ἀμείνους χείροσι), ἰοὺς ἴσους μὲν κατ’ δεῖ φιλεῖν καὶ τὰ ἄλλα πάντα ἰσάζειν, ἰοὺς δὲ ἀνίσους ἀναλόγως τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει φιλεῖν καὶ φιλεῖσθαι. μόνῃ δὲ ἐν τῇ κατὰ τὸ χρήσιμον φιλία ἢ ταύτῃ μάλιστα τὰ ἐγκλήματα καὶ αἱ μέμψεις τῶν φίλων γίνονται πρὸς ἀλλήλους εἰκότως. οἱ μὲν γὰρ δι᾿ ἀρετὴν φίλοι ὄντες εὖ ποιεῖν ἀλλήλους προθυμοῦνται· τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας· πρὸς τοῦτο δὲ τῶν φίλων ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι· τὸ γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα | οὐδεὶς [*](329) δυσχεραίνει, ἀλλ’ ἐὰν ᾖ χαρίεις, ἀμείβεται καὶ αὐτὸς εὗ ποιῶν· ὁ δὲ ταῖς εὐεργεσίαις τὸν ἕτερον ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἄν ἐγκαλοίη τῷ φίλῳ· ἐφίεται γὰρ ἑκάτερος τοῦ ἀγαθοῦ καὶ τοῦ εὖ ποιεῖν οὐδὲ δὴ οἱ δι’ ἡδονὴν φιλοῦντες πάνυ δυσχεραίνειν ἀλλήλους δύνανται. ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ ἰῷ συνδιάγειν χαίρουσι. γελοῖος γὰρ ἂν εἴη ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι φίλῳ. ἐξὸν συνδιάγοντα τέρπεσθαι· οὔτε τοίνυν ἡ διὰ τὸ ἀγαθὸν φιλία ἐγκλήματα ἔχει καὶ μέμψεις οὔτε ἡ δι’ ἡδονήν, μόνη δὲ ἡ διὰ τὸ χρήσιμον ἐγκληματική ἐστιν. ἐπ’ ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος καὶ μέμφνται, ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχανουσιν, αξιοι οντες τυγχάνειν· οἱ γὰρ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν αὐτοῖς τοσαῦτα ὅσων δέονται· ἀεὶ γὰρ οἱ εὗ πάσχοντες πλειόνων δέονται, ἤπερ εὖ ποιεῖν οἱ εὐεργέται δύνανται. ἔοικε δέ, ὅτι καθάπερ τὸ δίκαιον διττόν ἐστι (τὸ μὲν ἄγραφον, τὸ δὲ κατὰ νόμον), οὕτω καὶ τῆς κατὰ τὸ φιλίας τὸ μὲν ἠθικόν ἐστι, τὸ δὲ νομικόν. νομικὸν μὲν χρήσιμον, ὅταν τίς τινι διδῷ, ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον, ἠθικὸν δέ, ὅταν τίς τινι ὡς φίλῳ δωρῆται, κομίζεσθαι δὲ· ἀξιοῖ τὸ ἴσον ἢ πλέον, οὐ ῥητὸν οὐδὲ ὡρισμένον· κατ’ ἄμφω δὲ τὰ χρήσιμα ταῖς φιλίαις ἐγκλήματα καὶ μέμψεις ἀκολουθοῦσι, μάλιστα δὲ ὅταν τῶν φίλων ὁ μὲν τὸ νόμιμον χρήσιμον εἰσάγῃ, ὁ δὲ τὸ ἠθικόν· οἱ τοιοῦτοι γὰρ ταχέως διαλύονται. εἰ γὰρ ὁ μὲν εἰς χρήματα ὠφελεῖ καὶ ἀξιοῖ ὁμοίως | ὠφελεῖσθαι καὶ τοσαῦτα [*](330) λαβεῖν ὅσα δέδωκεν, ὁ· δὲ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, οὐ δύνανται ἐν τῇ φιλία μένειν. ἔστι δὲ καὶ τοῦ νομίμου χρησίμου τὸ μὲν πάντῃ ἀγοραῖον, τὸ δὲ ἐλευθεριώτερον· τὸ μὲν γὰρ μὴ δοῦναι εἰ μὴ αὐτίκα εἴη λαβεῖν, ἐκ χειρὸς εἰς χεῖρα, πάντῃ ἀγοραῖον, τὸ δὲ δόντα ἀναβαλέσθαι τὴν λῆψιν, ἐλευθεριώτερον. καὶ τοῦτο δὲ καθ’ ὁμολογίαν γίνεται, τί ἀντὶ τίνος ὀφείλει (ὡρισμένον γὰρ τὸ ὀφείλημα καὶ οὐκ ἀμφίλογον), ἡ δὲ τῆς κομιδῆς ἐλευθεριώτερόν πὼς καὶ φικώτερον ποιεῖ τὸ συνάλλαγμα· διὸ παρ’ ἐνίοις τούτων οὔκ εἰσι δίκαι οὐδὲ δικάζονται ἀλλήλοις περὶ τῶν [*](2 γίνονται φίλοι seclusi τοὺς δὲ ἴσους h 4 τῆ (ante ἐλλείψει) om. h 10 ἀμείβε ται Dh et Arist. cod. Nb: ἀμύνεται Arist. vulg. 15 post ἐξὸν add. ἄλλῳ ed. 1697 16 οὔτε Mullach: οὔτε τε Dh 24 τὸ μὲν γὰρ ἄγραφον h 25 φιλίας h: ὠφε λείας D 35 ἀναβαλέσθαι h: ἀναβάλλεσθαι D)
184
χρεῶν ἀλλ’ οἴονται δεῖν στέργειν τὸ ὗς κατὰ πίστιν συναλλάξαντας. ὁ δὲ κατὰ τὸ ἠθικὸν χρήσιμον ὠφελῶν οὐκ ἐπὶ ῥητοῖς ἀλλ’ ὡς φίλῳ δωρεῖταί τι ἢ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, ὡς οὐ δεδωκὼς ἀλλἁ χρήσας· μὴ λαβὼν δὲ οὐχ ὥσπερ χρήσας οὕτως ἐγκαλεῖ τῷ μὴ δόντι ἀλλ’ ὡς φίλῳ. τοῦ τὸ δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα. τὸ δὲ εὖ ποιεῖν, μὴ ἵνα ἀντιπάθῃ, καλόν, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι· διὰ τοῦτο τὸ μὲν ὠφέλιμον ζητοῦσι, μὴ τυχόντες δὲ βούλονται καλοὶ δοκεῖν. τοὺς δὲ τοιούτους φίλους καὶ ἵνα εὖ πάθωσιν εὗ ποιοῦντας πάσῃ σπουδῇ εὖ ποιητέον τοὺς δυναμένους, καὶ τὴν ἀξίαν εὐεργεσίαν ἀποδοτέον. οὐ γὰρ ἔλκειν δεῖ βίᾳ πρὸς τὴν ἀληθῆ φιλίαν μὴ βουλομένους, ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὗ παθόντες ὑφ᾿ οὗ οὐκ ἔδει, οὐ γὰρ ὑπὸ φίλου, καὶ ζητεῖν ὅπως ἑκόντες ἀποτρίψωνται τὰς αἰσχρὰς εὐεργεσίας, ἃς | ἄκοντες ἐδέξαντο τῷ ἀγνοεῖν [*](331) τὸν εὐεργετοῦντα. ἀπορίψονται δέ, εἰ μὲν δύνανται, καὶ αὐτοὶ ἀποδόντες καὶ καθάπερ ἐπὶ ῥητοῖς εὐθὺς διαλυθέντες, εἰ δὲ μὴ δύνανται τηνικαῦτα, ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν, εἰ δὲ πάντως ἀδυνατως ἔχουσιν ἀμείψασθαι, οὐδὲ οἱ δόντες ἀπαιτήσουσιν οὐδὲν παρ’ αὐτῶν· ὥστε εἰ δύνανται, ἀποδοτέον εὐθύς· πρὶν δὲ εὐεργετηθῆναι, σκεπτέον ἕκαστον, ὑπὸ τίνος εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὡς ἄν εἰδείη, εἰ δεῖ δέξασθαι ἢ μή.

<Περὶ μέτρου ἀποδόσεως ἐν τῆ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ καθ’ ὑπεροχὴν φιλίᾳ μέμψεων. κεφ. ιη΄.>

’Ey δὲ ταῖς πρὸς ἀλλήλους τῶν φίλων ἀμοιβαῖς ἀπορία ἐστίν. ἐπεὶ γὰρ ἀπὸ μεγάλων εὐεργεσιῶν μικραὶ ὠφέλειαι γίνονται τοῖς εὐεργετουμένοις καὶ ἀπὸ μικρῶν μεγάλαι πολλάκι (ἐνδέχεται γὰρ πολλὰ καὶ ἀναλώσαντα μικρὰ τὸν φίλον ὠφελῆσαι, καὶ τὸ ἀνάπαλιν), πότερον ἀμειβομένους τὴν ὠφέλειαν δεῖ σκοπεῖν ἢ τῆς εὐεργεσίας τὸ μέτρον. καὶ γὰρ οἱ μὲν εὖ παθόντες τοιαῦτά φασι λαβεῖν παρὰ τῶν εὐεργετῶν, ἃ μικρὰ ἦν ἐκείνοις δοῦναι καὶ ἐξῆν παρ’ ἑτέρων λαβεῖν, τούτῳ κατασμικρύνοντες τὰς εὐεργεσίας, οἱ δὲ εὖ ποιήσαντες τὸ ἀνάπαλιν τὰ μέγιστα ὧν εἶχον εὐεργετῆσαι λέγουσι καὶ ἃ παρ’ ἄλλων οὐκ ἦν λαβεῖν, καὶ ἐν κινδύνοις καὶ χοείαις κινδύνων ἐγγύς· ἀμφισβητεῖται δή, ποτέρῳ δεῖ μετρεῖν τὴν ἀμοιβὴν τῆ τοῦ παθόντος εὖ ὠφελείᾳ ἢ τῆ τοῦ δράσαντος εὐεργεσίᾳ. ἔστι δὲ οὐχ ὁμοίως ἐπὶ πάσης φιλίας, ἀλλ’ ἐπὶ μὲν τῆς διὰ | τὸ χρήσιμον φιλίας ἡ ἀμοιβὴ ἀναλογήσει τῇ τοῦ εὖ παθόντος ὠφελείᾳ [*](332) ἢ καὶ ὑπερβαλεῖ ταύτην· οὕτω γὰρ κάλλιον. καὶ γὰρ οὗτός ἐστιν ὃ δεόμενος καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην· τοσαύτη οὖν γεγένηται ἐπικουρία ὅσον ὠφελήθη ἢ καὶ πλέον ὅλως δὲ τῇ ὠφελείᾳ ἑαυεἰδείη [*](20 Mullach: εἰδοίῃ Dh 33 ἐν D: om. h ποτέρῳ Dh: πότερον Mullach)

185
λομένου τὰς εὐεργεσίας ἕλκειν ἐπὶ τὸ ὠφέλιμον ἑαυτῷ, οὕτε τῇ ὠφελείᾳ τῶν εὖ πασχόντων αἱ ἀμοιβαὶ μετροῦνται ἀλλὰ τῇ προαιρέσει τῶν εὖ ποιούντων· τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον· ἐπεὶ τοίνυν διὰ τὴν ἀρετὴν ἀλλήλους φιλοῦσι καὶ τὰς ἀμοιβὰς τῇ προαιρέσει μετρήσουσι, διὰ τοῦτο παντὸς ἐγκλήματος καθαρά ἐστιν ἡ τοιαύτη φιλία, αἱ δὲ ἄλλαι ἀεὶ ἐν ἐγκλήμασίν εἰσιν, οἵα ἐστὶ καὶ ἡ καθ’ ὑπεροχήν, ὅταν ὁ μείζων τὸν ἐλάττω φιλῇ ἢ <ὁ> ὠφελιμώτερος τὸν ἧττον ὠφέλιμον· γὰρ ὁ ὑπερέχων πλέον ἔχειν, ὁ μέν, ὅτι βελτίων, ὁ δέ, ὅτι ὠφελιμώτερος. εἰ γὰρ ἑκάτερος, φησί, τῶν φίλων κατὰ τὴν δύναμιν εἰσενέγκοι, καὶ οὐ κατ’ ἀξίαν λήψεται, λειτουργία τις ἔσται ἡ φιλία· διὰ τοῦτό φασι δεῖν οὐχ ὁμοίων τυγχάνειν τῶν ἐκ τῆς φιλίας ἀλλὰ μειζόνων· ἀξιοῦσι γάρ, καθάπερ οἱ κατ’ ἐμπορίαν συνεισφέροντες χρήματα οἱ πλέον εἰσενεγκόντες τοῦ κέρδους πλέον ἔχουσιν, οὕτω καὶ ἐπὶ τῆς φιλίας ἔχειν· καὶ ταῦτα μὲν οἱ ὑπερέχοντες, οἱ δὲ ὑπερεχόμενοι οὐ ταῦτά φασι προσήκειν τοῖς ὑπερέχουσι φίλοις, ἀλλὰ τὸ ἀ·νάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσι· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ, ἢ δυνάστῃ φίλον [*](333) εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν τῶν τοῦ φίλου ἀγαθῶν; οὕτω δὲ ἐγκαλοῦντες ἀλλήλοις καὶ ἀξιοῦντες ἑκάτερος πλέον ἔχειν ῥᾷστα διαλύονται. ἔοικε δὲ ὀρθῶς καὶ ἑκάτερος ἀξιοῦν· δεῖ γὰρ ἑκατέρῳ τὸ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι δεῖ πλέον νέμειν τιμῆς, τῷ δὲ ἐνδεεῖ πλέον ἀποδιδόναι ὧν δεῖται. τῆς μὲν γὰρ ἀρετῆς καὶ εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δὲ ἐνδείας ἐπικουρία τὸ κέρδος ἢ ἄλλο ὁτιοῦν, οὗ ἐνδεής ἐστι. τὸν ἴσον· δὲ τρόπον καὶ ἐν ταῖς πολιτείαις φαίνεται ἔχον· ἀποδίδοται γὰρ ἀεὶ τοῖς εὐεργέταις ἡ τιμή· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων· τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι· ἡ τιμὴ δὲ κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν καὶ τιμᾶσθαι, ἀλλ’ ὁ ἐνδεὴς τοῦ κοινοῦ χρήματα μὲν λαμβάνει, τιμᾶται δὲ οὐδαμῶς· οὐδεὶς γὰρ δέχεται κατ’ ἄμφω ἐλαττοῦσθαι καὶ κατὰ τὴν τιμὴν καὶ κατὰ τὰ χρήματα, ἀλλὰ τὸ ἕτερον διδοὺς τὸ ἕτερον λήψεται. διὰ τοῦτο τῷ μὲν περὶ χρήματα ἐλαττουμένῳ ὑπὲρ τοῦ κοινοῦ τὴν τιμὴν νέμουσι, τῷ δὲ δωροδόκῳ χρήματα· τὸ κατ’ ἀξίαν γὰρ ἐπανισοῖ καὶ σώζει τὴν φιλίαν, καθάπερ εἴρηται. τοῦτον δὴ τὸν τρόπον καὶ τοῖς ἀνίσοις φίλοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς ἀρετὴν τιμὴν ἀνταποδοτέον τῷ ὠφελοῦντι· ἀνταποδώσει δὲ τὸ ἐνδεχόμενον. τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ’ ἀξίαν. οὐ γὰρ δύνανται πάντες τὰ κατ’ ἀξίαν ὧν ὀφείλουσιν ἀποδιδόναι· οὐ γὰρ δυνατὸν ἐπὶ πάντων τὸ κατ’ ἀξίαν | εὑρεῖν, ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς καὶ γονέας [*](334) [*](9 ὁ inserui 14. 15 εἰσενεγκόντες τοῦ κέρδους om. h 19 ἀπολαύειν D: ἀπολαβεῖν h 24 καὶ εὐεργεσίας Dh et Arist. cod. Mb: καὶ τῆς εὐεργεσίας Arist. vulg. 37 ὠφελοῦντι D: τελοῦντι h)
186
δύναμιν καὶ ὅσον ἔξεστιν ἐπιεικὴς εἶναι δοκεῖ. διὰ τοῦτο δοκεῖ μὴ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι καὶ μὴ ὑπακοῦσαι περὶ ὁτιοῦν ἀξιοῦντα ἀεὶ γὰρ ὀφείλει καὶ διὰ τοῦτο ἀνταποδοτέον ἀεί· οὐδὲν γὰρ ἄξιον ὧν εὐεργετήθη δέδρακε πρὸς τὸν πατέρα), τῷ πατρὶ δὲ ἀπείπασθαι τὸν υἱόν· ἔξεστι γὰρ τοῖς εὐεργέταις τοὺς ὀφείλοντας ἀποπέμψασθαι. ἴσως δὲ οὐδεὶς πατὴρ ἀφίσταται τοῦ υἱοῦ, εἰ μὴ ὑπερβαλλόντων εἴη μοχθηρός· ἥ τε γὰρ φυσικὴ φιλία εἰς τοῦτο ἐπείγει καὶ ἅμα ἀνθρώπινόν ἐστι τὴν ἐπικουρίαν μὴ διωθεῖσθαι· τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι μισητόν, ἢ οὐ λίαν σπουδάζεται τῷ πατρὶ ἐπαρκεῖν· οἱ γὰρ πολλοὶ εὗ πάσχειν βούλονται, τὸ δὲ εὖ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.

[*](3 ὁτουοῦν h 10 βούλονται—ποιεῖν bis D)
187
[*](335)

Λέγωμεν δὲ ἔτι περὶ φιλίας καὶ ὧν δεῖ προσθῶμεν τοῖς εἰρημένοις. ἐν μὲν οὖν ταῖς κατ’ ἰσότητα φιλίαις τὰ ἴσα ἀνταποδοτέον ἀλλήλοις τοὺς φίλους, ἐν δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις, καθὼς εἴρηται, τὸ ἀνάλογον· ἡ γὰρ ἀναλογία ἰσάζει τοὺς φίλους ἐν ταῖς πολιτικαῖς κοινωνίαις. ὁ γὰρ σκυτοτόμος ἀντὶ τῶν ὑποδημάτων οὐχ ὑποδήματα ἀλλὰ τὸ κατ’ ἀξίαν καὶ τὸ ἀνάλογον λήψεται, ὡς ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων εἴρηται· ὁμοίως δὲ καὶ ὁ ὑφάντης καὶ οἱ ὅμοιοι· τοῦτο γὰρ σώζει τὰς πολιτικὰς κοινωνίας, τὸ ἀναλόγως διδόναι καὶ λαμβάνειν, ὧν ἕκαστος ἢ δεῖται ἢ εὐπορεῖ. ἀλλ’ ἐν μὲν ταῖς πολιτικαῖς κοινωνίαις ἐστὶ κοινὸν μέτρον καὶ τὸ νόμισμα. πρὸς ὃ πάντα ἀναφέρεται, καὶ ᾧ τὰς δόσεις καὶ τὰς λήψεις μετροῦμεν, ἐν δὲ ταῖς ἠθικαῖς τε καὶ φιλικαῖς οὐκ ἔστιν ᾧ μετρῆσαι δυνατὸν τὰ ἀνομοιοειδῆ. καὶ. διὰ τοῦτο ἐν ἐγκλήμασιν ἀεί εἰσιν αἱ τοιαῦται κοινωνίαι, οἵα ἐστὶν ἡ ἐρωτική. καὶ γὰρ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ τῷ ἐρωμένῳ, ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐκ ἄξιος ὢν φιλεῖσθαι, | εἰ οὕτως ἔτυχε, πολλάκις δὲ ὁ ἐρώμενος τῷ ἐρῶντι μέμφεται, [*](336) ὅτι πρότερον ἐπαγγειλάμενος πάντα <νῦν οὐθὲν ἐπιτελεῖ. συμβαίνει δὲ τοιαῦτα, ὅταν ὁ μὲν δι’ ἡδονὴν ἐρῶν, ὁ δὲ> διὰ τὸ χρήσιμον, εἶτα οὗτος πάνυ ἡδὺς ᾖ μήτε ἐκεῖνος χρήσιμος· διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης, ἐπειδὰν μὴ παρῶσι, διάλυσις γίνεται. οὐ γὰρ ἀλλήλους ἔστεργον ἀλλὰ τὰ ἀλλήλων, ἃ μὴ ὄντα μόνιμα καὶ τὴν φιλίαν συναπόλλυσιν· οἱ δὲ ἀλλήλους στέργοντες καὶ τὰ ἀλλήλων ἤθη, οἷοί εἰσιν οἱ σπουδαῖοι, μόνιμοί εἰσιν ἐν τῇ φιλίᾳ. φιλοῦσι γὰρ ἀλλήλους δι’ αὐτοὺς καὶ δι’ οὐδὲν ἄλλο· αὐτοὶ δὲ μένοντες ἐφ’ ἑαυτῶν καὶ τὴν φιλίαν διασώζουσι. διαφέροντι δὲ οἱ ἀνομοιοειδεῖς φίλοι, καὶ ὅταν ἕτερα γίνηται αὐτοῖς παρὰ τῶν φίλων καὶ μὴ ὧν ὀρέγονται. ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, [*](1 inscriptionem finxi: om. D, iibi in margine βιβλίον ῑ: Ἀριστοτέλους ἠθικῶν βιβλίον ῑ h 3 ἔτι δὲ λέγωμεν h 8 cf. p. 95,36 11 καὶ om h 17 δὲ D: ἡ h 18 νῦν—ὁ δὲ (19) h: om. I) 26 γίνηται h: γίνηται D)

188
ὅταν οὗ ἐφίεται μὴ τυγχάνῃ, ὥσπερ ὁ τῷ κιθαρῳδῷ ἐπαγγειλάμενος, ὅσῳ ἄμεινον ᾄσειε τοσούτῳ πλεῖον δώσειν, εἰς ἕω δὲ ἀπαιτοῦντι τὰς ὑποσχέσεις, ἀνθ’ ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος ἡδονὴν ἐβούλετο λαβεῖν, ἱκανῶς ἄν εἶχεν ἡ κοινωνία, εἰ δὲ ὁ μὲν τέρψιν ἐζήτει, ὁ δὲ κέρδος, καὶ ὁ μὲν ὃ ἐζήτει ἔλαβεν, ὁ δὲ μή, οὐκ ἂν εἴη τὸ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ ἕκαστος δεῖται, τούτων ἕνεκα δίδωσιν ἃ τυγχάνει κεκτημένος αὐτός.

<Περὶ τοῦ τίνος ἐστὶν ἐν τῇ ἄνευ διομολογίας γινομένῃ εὐεργεσίᾳ τὴν ἀμοιβὴν τάττειν καὶ ἔτι περὶ τῆς κατ’ ἀρετὴν καὶ τῆς κατὰ τὸ χρήσιμον φιλίας, ἐν ᾗ διομολογία οὐ γίνεται. κεφ. β'.>

Ἐν μὲν οὖν ταῖς ἀνομοίοις φιλίαις τὸ ἀνάλογον καὶ κατ’ ἀξίαν ζη- τεῖται· ἀπορία δέ ἐστι, πότερος κύριος | τάττειν ἀξίαν ἀμοιβήν, ὁ προϊέμενος ἡ ὁ λαμβάνων. ὁ γὰρ προιέμενος ἔοικεν ἐπιτρέπειν τῷ λαμβάνοντι τάξαι τὴν ἀξίαν ἀμοιβήν, ὥσπερ ὁ Πρωταγόρας ἐποίει· τοὺς γὰρ φοιτητὰς τῆς διδασκαλίας τὸν μισθὸν οὐκ αὐτὸς ὁριζόμενος ἀπῄτει, ἀλλ’ αὐτοὺς ἐκέλευε τιμᾶν ὅσου νομίζουσιν ἄξια μεμαθηκέναι, καὶ τοσοῦτον ἐλάμβανεν. ἐν ταῖς τοιαύταις δὲ κοινωνίαις ἔνιοι ταῖς ἀναλόγοις ἀμοιβαῖς ἀρκοῦνται καὶ ἀγαπῶσι τοῖς Ἡσιόδου

  1. μισθὸς δ’ ἀνδρὶ ἄρκιος εἴη·
οἱ δὲ ἀγοραῖοι καὶ κατ’ ἐμπορίαν ταῖς κοινωνίαις χρώμενοι πλείω ζητοῦσιν, οἳ καὶ προλαβόντες ἐνίοτε τἀργύριον καὶ αὐτίκα δώσειν ἐπαγγειλάδικαίως, οὐκ ἀποδιδόασιν, οὐδὲ ποιοῦσιν οὐδὲν ὧν ἔφασαν· καὶ ἐγκαλοῦνται ὅτι τὰ ἔργα ταῖς ἐπαγγελίαις ὑπερβάλλουσι· διὰ τοῦτο καὶ οἱ σοφισταὶ οὐ διδάσκουσι πρὶν μισθὸν λαβεῖν τῆς διδασκαλίας διὰ τὸ μηδένα ἂν δοῦναι ἀργύριον ὧν μεμάθηκεν ἕνεκα, ὅτι φαῦλα· ἐπαγγελλόμενοι δὲ μεγάλα μεγάλα λαμβάνουσι μὲν τὸν μισθόν, διδάσκουσι δὲ τὰ φαυλότατα· οὗτοι μὲν οὗν ὧν ἔλαβον τὸν μισθὸν μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν. ἐν αἷς δὲ κοινωνίαις οὐ γίνεται διομολογία τῆς ἀμοιβῆς ἢ τῆς ὑπουργίας, οἱ μὲν ὠφελοῦντες τοὺς φίλους δι’ αὐτούς, καὶ προιέμενοι τὰ ἑαυτῶν τῶν φίλων ἕνεκα, οἷοί εἰσιν οἱ σπουδαῖοι, εἴρηται ὅτι ἀνέγκλητοι. τοιαύτη γὰρ ἡ κατ’ ἀρετὴν φιλία· τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιν· αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη. τοιαύτη δέ ἐστι καὶ ἡ κατὰ φιλοσοφίαν κοινωνία· ὁ γὰρ διδάσκαλος τῆς φιλοσοφίας τὸν μαθητὴν οὐ χρήματα | ἀπαιτεῖ ἢ τιμὴν ὡρισμένως, ἐπεὶ μηδέ ἐστιν ἄξιόν τι τῆς [*](338) φιλοσοφίας οὔτε ἐν χρήμασιν οὔτε ἐν τιμῇ, ἀλλὰ τὴν προαίρεσιν σκοπεῖ· ἔργον δὲ καὶ ἀμοιβὴν ἱκανὸν ἡγεῖται τὸ ἐνδεχόμενον, καθάπερ καὶ τὸ πρὸς θεοὺς καὶ πρὸς γονεῖς ἔχει δίκαιον. οἱ μὲν οὖν τοῖς φίλοις χαριζόὅσῳ [*](2 D: ὅσοι h τοσούτω πλεῖον h: τοσοῦτο πλείων D 14 ὁ om. h 10 cf. Hesiodi Opp. 368 35 ἐπεὶ om. h 36 οὔτε ἐν h: ἄτε D)
189
μένοι ὄι αὐτοὺς οὕτω μετροῦσι τὴν ἀξίαν τῶν ἀμοιβῶν. οἱ δὲ ἐπί τινι ἢ διὰ χρήσιμον ἢ διὰ ἡδονὴν οὕτω δώσουσι καὶ λήψονται τὴν ἀμοιβήν, ὡς ἀμφοτέροις δοκεῖ ἄξιον εἶναι. οὕτω γὰρ ἄν γένοιτο καθαρὰν ἐγκλημάτων τὴν κοινωνίαν γενέσθαι. εἰ δὲ μὴ συμβαίνει τοῦτο, μηδὲ δύνανται καὶ ἄμφω κρίνειν τὴν προσήκουσαν ἀμοιβὴν ἀλλὰ ἢ ἕτερος μόνον ἢ μηδέτερος, ἀνάγκη κατὰ τὴν κρίσιν τοῦ δεχομένου τὰς εὐεργεσίας τὰς ἀμοιβὰς γίνεσθαι. εἰ γὰρ ὁ μὲν ἀντὶ τοσούτων τοσαῦτα διδόναι βούλεσθαι λέγοι, ὁ δὲ ἐπὶ τούτοις παρέχοι, ὁ μὲν ἃ δοῦναι συνέθετο δώσει, καὶ ἀμείψεται ἢ ἡδονὴν ἢ ἄλλην τινὰ ὠφέλειαν ἀποδούς, ὁ δὲ οὐκ ἐγκαλέσει, λαβὼν ἃ λαβεῖν ἔκρινεν ἄξιον εἶναι· τοῦτο δὲ οὐ μόνον ἀναγκαῖόν ἐστι καὶ τὴν κοινωνίαν ἀπαλάττει πραγμάτων, ἀλλὰ καὶ δίκαιον. εἰ γάρ τις ὧν βούλεται τύχοι, οὐκ ἀδικεῖται· διὰ τοῦτο καὶ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμενον· ὁ γὰρ ὠνούμενος τάττει τὴν τιμὴν καὶ μετρεῖ τῇ ἑαυτοῦ ὠφελεία ἢ τῇ ἡδονῇ, καὶ τοσούτου ἄξιον εἶναι λέγει τὸ ζητοῦ. μένον ὤνιον. καὶ νόμος δὲ παρά τισι κεῖται τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι μηδὲ ζητεῖν δικαστὴν ἕτερον ἐν ταῖς τοιαύταις κοινωνίαις μηδὲ νόμους ἑτέρους, ἀλλ’ ᾧ τις ἐπίστευσε καὶ κεκοινώνηκε τῶν αὐτοῦ καὶ ταῖς συνθήκαις χρησάμενον διαλύεσθαι. δικαιότερον γὰρ οἴονται κρίνειν | τὸν ἐπιτραπέντα ἐξ ἀρχῆς τάξαι τὴν ἀμοιβὴν ἢ τὸν ἐπιτρέψαντα· [*](339) ὁ μὲν γὰρ ἐπιτρέψας τῷ δεχομένῳ ψηφίσεται· περὶ τῶν ἑαυτοῦ δὲ οὐδεὶς ἀξιόπιστός ἐστι κριτής. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον τὰ οἰκεῖα καὶ ἃ δίδωσιν ἕκαστος πολλοῦ ἄξια νομίζει· ὁ δὲ ἐπιτραπεὶς τάξαι τὴν ἀμοιβὴν ὧν δέχεται εὐεργεσιῶν, ἐὰν ὕστερον πράγματα αὐτῷ παρέχῃ ὁ κοινωνήσας τῶν ἑαυτοῦ ὡς οὐκ ἀξίως ἀμειψαμένῳ, δύναται κρίνειν ὀρθῶς, χρησάμενος (??) ταῖς ἐξ ἀρχῆς συνθήκαις, ἃς οὗτός τε διωμολόγησε. κἀκεῖνος συνέθετο· οὐ γὰρ ὅσου νῦν ἄξια νομίζει μετὰ τὸ λαβεῖν, τοσαῦτα παρέξει, ἀλλ’ ὅσων ἐτίμα μήπω λαβών.

<Τίνα τίσιν ἀποδοτέον. κεφ.>

Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον τοῖς τιμιωτάτοις καὶ φιλτάτοις πάντα ἀποδοτέον καὶ πειστέον, ἢ ἔστιν ἃ τοῖς ἧττον τιμίοις καὶ φιλουμένοις μᾶλλον ἀποδώσομεν ἢ τοῖς τιμιωτάτοις καὶ φιλτάτοις, οἷον τῷ πατρὶ πάντα πειστέον, ὅ τι ἄν καὶ ἡνίκα κελεύοι, ἢ οὐκ ἀεί, ἀλλά κάμνοντα μὲν ἰατρῷ πειστέον, πολεμοῦντα δὲ στρατηγικῷ· καὶ στρατηγὸν χειροτονεῖν ἄξιον οὐ τὸν φίλον ἢ τὸν πατέρα ἀλλὰ τὸν πολεμικόν· ὁμοίως δὲ δεῖ ὑπηρετεῖν ποτέρῳ μᾶλλον, τῷ φίλῳ ἢ τῷ σπουδαίῳ, καὶ χάριν δοῦναι τῷ ἑταίρῳ ἢ τῷ εὐεργέτῃ, καὶ ᾧ τυγχάνομεν ὀφείλοντες, ἐάν γε ἀμφοτέρους εὖ ποιῆσαι οὐκ ἐνδέχηται. ταῦτα μὲν οὖν πάντα κατὰ μέρος καὶ ἀκριβῶς διορίσασθαι οὐ ῥᾴδιον· πολλὰς γὰρ καὶ παντοίας ἔχει διαφορὰς καὶ ποικίλως διαφέρουσιν ἀλλήλων καὶ [*](340) [*](9 ἀποδιδούς h 34 χειρωτονεῖν D 37 ἀμφοτέρους D: ἀμφοτέροις h)

190
ὁμοίως πάντα μικρὰ ἢ μεγάλα ἢ καλὰ ἢ ἀναγκαῖά εἰσιν, ἀλλ’ ἐνίοτε τὸ θεραπεύειν τὸν φίλον ἀναγκιότερον δοκεῖ τοῦ τὸν σπουδαῖον θεραπεύειν, ἐνίοτε δὲ τὸν εὐεργέτην κάλλιον εὗ ποιεῖν ἢ τὸν φίλον καὶ τὸ ἀνάπαλιν· διὰ τοῦτο λόγον ἀκριβῆ περὶ τούτων ἑκάστου δοῦναι οὐ δυνατόν. τοῦτο δὲ φανερόν, ὅτι οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, ἀλλ’ ἁ τὰς μὲν εὐεργεσίας ἀνταποδιδόναι δικαιότερον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαρίζεσθαι τοῖς ἑταίροις, καθάπερ δάνειον τῷ χρήσαντι μᾶλλον δοτέον ἢ τῷ ἑταίρῳ. ὡς ἐπὶ τὸ πολὺ δὲ λέγω, ὅτι συμβαίνει καὶ τὸ ἀνάπαλιν δικαιότερον εἶναι, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν, πότερον τὸν λυσάμενον ἀντι- λυτρωτέον, κἄν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι μέν, ἀπαιτοῦντι δὲ αὐτῷ ἀποδοτέον, ἢ λυτρωτέον τὸν πατέρα; δόξειε γὰρ ἄν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα· διὰ τοῦτο εἴρηται, καθόλου μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ ἀντα- ποδοτέον τὸ ὀφείλημα μᾶλλον ἢ χαριστέον τῷ φιλουμένῳ. ἐὰν δὲ τὸ χαρίσασθαι τοῖς φίλοις οὕτω σφόδρα ἀναγκαῖον ᾖ καὶ καλόν, ὡς ὑπερβάλλειν τὸ πρὸς τοὺς εὐεργέτας δίκαιον, πρὸς τοῦτο ἀποκλιτέον· ἐπεὶ οὐδὲ ἀεὶ δίκαιόν ἐστι τὸν εὐεργέτην ἀμείψασθαι, εἰ μοχθηρὸς εἴη ὁ εὐεργέτης, οἷον εἴ τις ἀγαθῷ δεδάνεικε μοχθηρός, οὐ γὰρ ὁ ἀγαθὸς δανείσει τῷ μοχθηρῷ· ὁ μὲν γὰρ εἰδώς, ὅτι λήψεται παρὰ τοῦ ἀγαθοῦ, δεδάνεικεν, ὁ δὲ ἀγαθὸς οὐκ ἐλπίζων ἀπολήψεσθαι οὐκ ἀδικεῖ μὴ δανείζων. εἴτε τοίνυν ἀληθῆ περὶ τοῦ | μοχθηροῦ νομίζει ὁ ἀγαθός, ὡς καὶ τοῦτο μοχθηρὸς [*](341) ἔσται, καὶ οὐκ ἀποδώσει, εἰκότα ποιεῖ μὴ δανείζων, εἴτε μὴ οὕτως ἔχει, οἴεται δέ, καὶ διὰ τοῦτο οὐκ ἀμείβεται τοῖς ἴσοις, καὶ οὕτως οὐ πόρρω ποιεῖ ἰοῦ δικαίου. οὐ γάρ ἐστι δίκαιον, ἃ δίδωσιν ὁ φαῦλος τῷ σπουδαίῳ, ταῦτα καὶ παρ’ ἐκείνου λαμβάνειν· οὐ γάρ ἐστιν ἴσον τὸ παρὰ τοῦ φαύλου τῷ παρὰ τοῦ ἀγαθοῦ, ὅταν τὸ αὐτὸ γίνηται παρ’ ἀλλήλων ἀμφοτέροις· μεῖζον γὰρ γίνεται τῷ ἀξιώματι τοῦ διδόντος· διὰ τοῦτο εἴρηται, ὅτι οὐκ ἀεὶ τοῖς εὐεργέταις μᾶλλον ἀνταποδοτέον ἢ χαριστέον τοῖς· φίλοις. ὃ γὰρ πολλάκις εἷπον ἐν τοῖς ἔμπροσθεν, οἱ περὶ τῶν παθῶν καὶ τῶν πράξεων λόγοι τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἀκολουθοῦσιν, ἄλλοτε ἄλλως ἔχοντες ὥσπερ ἐκεῖνα· καὶ ὡρισμένους περὶ ἑκάστου καὶ ἀκριβεῖς ἀποδοῦναι οὐ δυνατόν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ πάντα θύομεν, φανερόν. ἐπεὶ δὲ ἄλλα μὲν ὀφείλομεν τοῖς γονεῦσιν, ἕτερα δὲ τοῖς ἀδελφοῖς, καὶ ἄλλα τοῖς εὐεργέταις ἢ ἑταίροις, ἀπονεμητέον ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόζοντα. ταῦτα δὴ καὶ ποιοῦντες φαίνονται σχεδὸν πάντες· εἰς γάμους μὲν γὰρ καλοῦσι οὐ τοὺς εὐεργέτας ἢ τοὺς ἑταίρους ἀλλὰ τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἰ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστα οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν τῶν αὐτῶν ἕνεκα. δόξειε δ’ ἄν ἰοῖς μὲν γονεῦσι τροφὴν ἐπαρκεῖν, καὶ τούτοις μᾶλλον ἢ ἑαυτοῖς· τὸ γὰρ εἶναι δεῖ συντηρεῖν τοῖς γονεῦσιν, ὅθεν ἐστὶν [*](1 τῷ ante ἀναγκαίῳ Dh et Arist. cod. Mb: om. Arist. vulg. 27 γίνηται D: γίνεται h 34 ὀφείλομεν I): ὠφείλομεν h 36 καὶ om. h)
191
καὶ τιμὴν δὲ ἀπονεμητέον αὐτοῖς καθάπερ θεοῖς· οὐ πᾶσαν δὲ τιμὴν καὶ παντοίαν· | οὐ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, [*](342) οὐδὲ ἀμφοτέροις τὴν τοῦ σοφοῦ τιμὴν ἀποδοτέον ἢ τὴν τοῦ στρατηγοῦ, ἣν δηλαδὴ τιμῶμεν τὸν σοφὸν ἢ τὸν στρατηγόν, ἀλλὰ τὴν πατρικὴν μὲν τῷ πατρί, τῇ δὲ μητρὶ τὴν προσήκουσαν. ἀπονεμητέον δὲ καὶ παντὶ πρεσβυτέρῳ τιμὴν τὴν καθ’ ἡλικίαν, οἵαν δηλονότι προσήκει νέον ἀποδοῦναι γέροντι, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις· ἑταίροις δὲ καὶ ἀδελφοῖς ἀποδοτέον παρρησίαν καὶ κοινότητα, καὶ συγγενέσι καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασι· καὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν ἑκάστῳ, θεωροῦντα τὴν ἑκάστου πρὸς αὑτὸν οἰκειότητα ἢ χρῆσιν ἢ τὴν ἀρετήν, καὶ τούτοις μετροῦντα τὰς πρὸς αὐτοὺς τιμάς καὶ κοι- νωνίας. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ κρίσις· τοῖς γὰρ συγγενέσιν ἢ πολίταις ἢ φυλέταις ἢ καὶ ἄλλως ὁμοτρότοις, ἃ δεῖ ἀποδιδόναι, ῥᾳδίως ἐπιγνωσόμεθα· τοῖς δὲ ἀλλοτρίοις καὶ διαφέρουσιν εὑρεῖν ἃ δεῖ ἀπονέμειν, ἐργωδέστερον. οὐ μὴν διὰ τοῦτο ἀποστατέον τῶν εἰκότων, ἀλλ’ ὡς ἐνδέχεται διοριστέον περὶ ἑκάστου, καὶ περὶ πάντας τὰ <κατὰ τὸ δέον> γιγνό- τηρητέον.

<Περὶ τοῦ διαλύεσθαι τὰς φιλίας ἢ ·μή. κεφ. δ΄.>

Ἔτι δὲ κἀκεῖνο ζητητέον ἐστίν, εἰ δεῖ διαλύεσθαι τὰς φιλίας ἢ μή· ἔχει γὰρ ἀπορίαν, εἰ δέον ἐστὶν ἐνίοτε τοὺ φίλου στέργοντος ἔτι καὶ φιλοῦντος, αὐτόν τινα. παύεσθαι τῆς φιλίας. λέγομεν τοίνυν, ὅτι πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλουμένους, ὅταν μηκέτι ταῦτ’ ἔχωσιν, οὐδὲν ἄτοπον | διαλύεσθαι· τοῦ ἡδέος γὰρ ἢ τ‘οῦ χρησίμου διαλιπόντος, [*](343) ὧν ἦσαν φίλοι, εὔλογον μὴ φιλεῖν· ὅταν δὲ οἱ διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλοῦντες προσποιῶνται διὰ τὸ ἦθος φιλεῖν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ διὰ τοῦτο διαλυόμενοι ἐλέγχωνται, ἀδικοῦσι καὶ δικαίως ἐν ἐγκλήμασίν εἰσιν. ὅπερ γὰρ ἐν ἁρχᾖ εἴπομεν, ἑ· κλημάτων αἱ τοιαῦται φιλίαι γέμουσιν, ὅταν μὴ διὰ τὸ αὐτὸ καὶ ὁμοίως φιλῶνται καὶ φιλῶσιν ἀλλήλους, μηδὲ οἴωνται φιλεῖσθαι ὥσπερ φιλοῦνται, ἀλλὰ ἀπατῶνται. τηνικαῦτα γὰρ ἐλεγχομένης τῆς ἀπάτης ἐγκαλοῦσιν ἀλλήλοις. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος ἢ λέγοντος, ὃ προσήκει τῷ διὰ τὸ ἦθος φιλοῦντι, ἑαυτὸν ἂν αἰτιῷτο δικαίως· ὅταν δὲ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τὰ τιμιώτερα ἡ κακουργία. τοῖς μὲν οὖν διὰ τὸ χρήσιμον καὶ ἡδὺ φίλοις οὕτω δικαίως συμβαίνει διαλύε- σθαι. εἰ δέ τις διὰ τὸ ἦθος φιλεῖ καὶ ὡς ἀγαθὸν ἀποδέχεται, γένοιτο δὲ μοχθηρός, ἢ καὶ κεῖ τῷ φιλοῦντι, ἆρα φιλητέον ἔτι ἢ διαλυτέον; ῥητέον δή, ὅτι οὐδὲ δυνατόν ἐστι τὸν μὴ ἀγαθὸν δοκοῦντα φιλητὸν εἶναι· [*](16 κατὰ τὸ δέον om. D 24 εὔλογον h et Arist.: εὔκολον D 29 οἴωνται h: οἴονται D 35 ὅσω h: ὅσο D)

192
τὸ γὰρ φιλητὸν ἀγαθόν, <τὸ δὲ πονηρὸν> οὐδὲ δίκαιον· φιλοπόνηρον γὰρ οὐ χρή τινα εἷναι οὐδ’ ὁμοιοῦσθαι φαύλῳ· εἰ δὲ φιλεῖ, πᾶσα ἀνάγκη ὁμοιοῦσθαι· εἴρηται γάρ, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἇ ῥ’ οὖν εὐθὺς διαλυτέον; ἢ οὐ πᾶσιν εὐθὺς διαλύεσθαι χρὴ ἀλλὰ τοῖς ἀνιάτοις δι’· ὑπερβολὴν μοχθηρίας; τοῖς δὲ ἰάσιμα νοσοῦσι καὶ δυναμένοις ἐπανόρθωσιν δέξασθαι, οὐ διαλυτέον, ἀλλὰ δεῖ βοηθῆσαι πάσῃ σπουδῇ καὶ τὸ ἦθος [*](344) ἐπανορθῶσαι κα σῶσαι αὐτοῖς τὴν ἀρετὴν μᾶλλον ἢ τὴν οὐσίαν· ἐπεὶ βέλτιον τῆς οὐσίας ἡ ἀρετὴ καὶ τὸ εἰς ταύτην βοηθεῖν τοῖς φίλοις φιλικώτερον ἢ τὸν πλοῦτον διασώσασθαι· εἰ δὲ πενίαν ἀπελαύνειν δεῖ τῆς τοῦ φίλου οἰκίας τὸν δυνάμενον, πόσῳ δικαιότερον τὴν ἀρετὴν ἐπανάγειν, ἄλλως <τε καὶ> οἰκειότερον <ὄν>, ὅτι διὰ τὴν ἀρετήν εἰσι φίλοι· τὸ οὗν βέλτιον, τὸ καὶ μοχθηρὸν γενόμενον τὸν φίλον φιλεῖν ἔτι καὶ ζητεῖν ἐπανορθοῦν, εἰ δέ τις εὐθὺς διαλύοιτο, οὐ δοκεῖ ποιεῖν ἔξω λόγου· οὐ γὰρ τῷ μοχθηρῷ φίλος ἦν ἀλλά τῷ ἀγαθῷ· τὸν δὲ ἀγαθὸν μηκέτι ὄντα μὴ φ.λῶν οὐδένα ἀδικεῖ· τὸν τοίνυν ἀγαθὸν ἀλλοιωθέντα ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται τῆς πρὸς αὐτὸν φιλίας· εἰ μὲν οὗν ὁ φίλος ἐξ ἀγαθοῦ πονηρὸς γένοιτο. οὕτω χρηστέον τῇ διαλύσει. εἰ δὲ τῶν φίλων ὁ μὲν ἐπιεικέστερος ἑαυτοῦ γένοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρειῇ, ὁ δὲ ὡς εἶχε μένοι, ἄρα χρηστέον τὸν σπουδαῖον τῷ μὴ τοιούτῳ, ἢ οὐκ ἐνδέχεται, ἀλλὰ διαλυτέον; ἐν μεγάλῃ δὲ δία στάσει μάλισια δῆλον γίνεται. εἰ γὰρ δύο παίδων φίλων ὄντων. διὰ τὴν ἡλικίαν καὶ τὸ διατριβῶν καὶ παιδιᾶς κοινωνεῖν, ὁ μὲν εἰς ἄνδρας ἐλθὼν σπουδαῖος γένοιτο καὶ ἀνὴρ εἴη τοῖς ὅλοις, ὁ δὲ νεαρὸν ἔτι μένοι τὸ ἦθος ἔχων, πῶς ἄν εἶεν φίλοι, μήτε ἰοῖς αὐτοῖς ἀρεσκόμενοι μήτε τοῖς αὐτοῖς χαίροντες ἢ λυπούμενοι; οὐδὲ γὰρ χαριεῖται οὐδέτερος οὐδετέρῳ· οὐδὲ γὰρ ἔχει ὃ ποιήσας ἡδίω ποιήσει τὸν φίλον· ἔτι δὲ οὐδὲ συζῆν δυνήσονται, ὧν χωρὶς οὐκ ἔνι φιλίαν συστῆναι, καθὼς εἴρηται. | ἆρ’ οὖν οὕτω πρὸς αὐτὸν διακεῖσθαι δεῖ τὸν [*](345) σπουδαῖον, ὥσπερ εἰ μηδέποτε γέγονε φίλος, ἢ δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς ποτὲ γενομένοις φίλοις πλέον δεῖ νέμειν, ἢ οἷς οὐδέποτε ἐχρησάμεθα; δοκεῖ τοίνυν ὀφείλεσθαί τι αὐτοῖς διὰ τὴν προγενομένην φιλίαν, ἐὰν μὴ δι’ ὑπερβολὴν μοχθηρίας ἡ διάλυσις γένηται.

<Περὶ φιλικῶν ἔργων καὶ ὅτι φίλος ὁμοίως εἰς ἑαυτόν τε 35 τὸν φίλον, φαῦλος δὲ οὔτε εἰς ἑαυτόν πὼς οὔτ’ εἰς ἄλλον φιλικῶς διάκειται. κεφ. κεφ. ε΄.>

Καὶ οὕτω μὲν γίνοιντο ἂν ἐπικαίρως αἱ τῶν φιλιῶν διαλύσεις. ἔτι δὲ περὶ αὐτῆς τῆς φιλίας λέγωμεν. τὰ τοίνυν φιλικὰ καὶ ἐν οἷς ἡ φιλία συνίτὸ [*](1 δὲ πονηρὸν h: om. D οὐδὲ Mullach: οὔτε Dh 11 τε καὶ et ὃν om. D 32 προγενομένην Dh et Arist. codd. KbMb: προγεγενημένην Arist. vulg.)

193
σταται δοκοῦσιν ὥσπερ κανόνα τινὰ ἔχειν καὶ ἀρχὴν τὰ παρ’ ἑκάστου ἑαυτῷ ὀφειλόμενα· ταὐτὰ γὰρ ζητοῦσι παρ’ ἀλλήλων οἱ φίλοι, ἃ καὶ παρ’ ἑαυτῶν. καὶ διὰ τοῦτο φίλον ὁρίζονται εἶναι τὸν βουλόμενον τὰ ἀγαθὰ τῷ φίλῳ καὶ πράττοντα ἐκείνου ἕνεκα ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν.. ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι· βούλονται γὰρ τὰ τέκνα ζῆν καὶ εὖ πράττειν αὐτῶν ἕνεκα τῶν τέκνων, ἐπεὶ καὶ μὴ φιλούμεναι πολλάκις ὑπὸ τῶν τέκνων ἢ μηδὲ γιγνωσκόμεναι τὰ ἀγαθὰ καὶ τὴν εὐδαιμονίαν αὐτοῖς συνεύχονται· τοῦτο δὲ πάσχουσι καὶ τῶν φίλων οἱ προσκεκρουκότες μὲν καὶ περιοφθέντες, μένοντες δὲ αὐτοὶ ἐν τῷ φιλεῖν· βούλονται γὰρ τοῖς φίλοις πάντα τὰ ἀγαθά, μηδὲν ἐλπίζοντες κοινωνήσειν αὐτοί, ἀλλά αὐτῶν ἕνεκα· ἔτι <δὲ> φίλον ὁρίζονται εἶναι καὶ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· [*](346) ὅπερ καὶ αὐτὸ μάλιστα περὶ τἀς μητέρας συμβαίνει. ἀπὸ τούτων δὲ καὶ ὁ τῆς φιλίας ὁρισμός· ἀπὸ γὰρ τοῦ ὁρισμοῦ τῶν ἐχόντων καὶ ὁ ὁρισμὸς τῆς ἕξεως λαμβάνεται· ὁ γὰρ ὁρισμὸς τοὺ σώφρονος τὸν τῆς σωφροσύνης ὁρισμὸν παρέχει· οὗτοι μὲν οὖν οἱ τῆς φιλίας καὶ τῶν φίλων ὁρισμοί· ἐλήφθησαν δὲ ἀπὸ τῶν ὀφειλομένων παρ’ ἑκάστου πρὸς ἑαυτόν, καθὼς εἴρηται. καὶ γὰρ ὁ ἐπιεικὴς ταῦτα πάντα πρὸς ἑαυτόν ἐστιν, ἅπερ ὁ ἀλη- θὴς φίλος πρὸς τὸν φίλον· καὶ ὁ φίλος ἑαυτῷ μάλιστα ὁ ἐπιεικής ἐστι, καὶ ὃς οἴεται ἐπιεικὴς εἶναι. εἰ δὲ μὴ πάντες, καὶ οἱ φαῦλοι τὰ φιλικὰ ἀπονέμουσιν ἑαυτοῖς, οὐδὲν προσίσταται τῷ λόγῳ. καὶ γὰρ ἃ οἱ σπουδαῖοι καὶ ἐπιεικεῖς ποιοῦσι, ταῦτά εἰσι τὰ διαφέροντα τοῖς ἀνθρώποις καὶ τῇ κοινῇ φύσει· καὶ γὰρ μέτρον ἐστὶν ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος τῶν ἀνθρωπίνων παθῶν καὶ τῶν πράξεων· ἃ δὲ ὁ φαῦλος ζητεῖ, οὐκ εἰς τὴν κοινὴν ἀνάγεται φύσιν· τὴν γὰρ περὶ ταῦτα ψῆφον οὐκ ἀπὸ τῶν νοσούντων ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων ληψόμεθα. ὅτι δὲ ὁ ἐπιεικὴς τὰ φιλικὰ ἑαυτῷ πάντα ἀπονέμει, δῆλον. οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ καὶ τῶν αὐτῶν ὀρέγεται κατά τε <τὴν> λογικὴν ψυχὴν καὶ κατὰ τὴν ἄλογον· καὶ καθάπερ ὁ ἀκρατὴς τἀναντία ζητεῖ, καὶ τὸ παθητικὸν αὐτῷ τῷ λογιστικῷ πολεμεῖ. καὶ βούλεται δὴ ὁ σπουδαῖος τὰ ἀγαθὰ ἑαυτῷ, τά τε κυρίως ἀγαθά, ὅσα εἰς ἀρετὴν φέρει καὶ τὰ φαινόμενα ἀγαθὰ καὶ αὐτῇ τῇ ἀρετῇ βοηθοῦντα, καὶ βούλεται ἑαυτῷ ἀγαθὰ ἑαυτοῦ ἕνεκα· ὁ γὰρ φαῦλος οὐχ ἑαυτοῦ ἕνεκα. τὸ γὰρ διανοητικόν ἐστι τὸ ἀνθρώπινον εἶναι, οὗ ἕνεκα ὁ μὲν σπουδαῖος πάντα ποιεῖ καὶ τὰ ἀγαθὰ πάντα ζητεῖ, ὁ δὲ φαῦλος [*](347) οὐδέν. οὐ γὰρ τὴν θεωρίαν ὁ φαῦλος ἔχει τέλος τῶν ἑαυτοῦ πράξεων ἀλλὰ τὴν ἡδονὴν τὴν φαύλην· ὅθεν οὐ βούλεται τὰ ἀγαθὰ ἑαυτῷ ἑαυτοῦ ἕνεκα. ἔτι δὲ καὶ ζῆν βούλεται ἑαυτὸν ὁ σπουδαῖος καὶ σώζεσθαι, καὶ μάλιστα κατὰ τὸ διανοητικόν· καὶ πάντα πράττει, ἃ οἴεται ἀγαθὰ εἷναι ἑαυτῷ καὶ ἃ πρὸς τὸ ζῆν φέρει καὶ τὸ σώζεσθαι. τῶν δὲ ἄλλων οἱ μὲν [*](2 καὶ om. h 3 ἑαυτῶν D: ἑαυτῷ h: ἑαυτοῦ Mullach post ὁρίζονται add. ἐκεῖνον h 11 δὲ h: om. D 14 γὰρ om. h 15 τῆς ἕξεως—ὁρισμὸς oin. h 16 παρέχει h: περιέχει D 22 ante τοῖς et ante τῇ add. ἐν Mullach 28 τὴν inserui 29 ἀκρατὴς D: ἀκριτὴς h: ἄκριτος Mullach 31 αὑτῇ h: αὐτὰ D)
194
οἴεσθαι ἐπιεικεῖς εἶναι τὰ δοκοῦντα ἀγαθὰ καὶ αὐτοὶ ζητοῦσι καὶ βούλονται ἑαυτοῖς καὶ ζῆν καὶ σώεσθαι· οὕτω δὲ ἔχουσιν, ὅτι τρόπον τινὰ ἐοίκασι κάσι τοῖς σπουδαίοις. οἱ δὲ σφόδρα φαῦλοι καὶ ἀνοσιουργοὶ οὐδὲν τούτων ἔχουσιν· οὔτε γὰρ τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, ἀλλὰ ἄλλα μὲν βούλονται, ἑτέρων δὲ ἐπιθυμοῦσιν, οἷοί εἰσιν οἱ ἀκρατεῖς. καὶ εἰσὶ δὲ οἳ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν, ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι· οὔτε τοίνυν τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν οὔτε βούλονται ἑαυτοῖς τὸ ζῆν καὶ σώζεσθαι· ἔνιοι γὰρ τῷ πολλὰ καὶ δεινὰ πρᾶξαι μί’ μισηθέντες διὰ μοχθηρίας ὑπερβολὴν φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ὁ δὲ σπουδαῖος βούλεται ἑαυτῷ ζῆν· ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι· τὴν γὰρ θεωρητικὴν διώκει ζωὴν <καὶ> τὴν ἑαυτοῦ οὐσίαν συνιστάναι ἐν γὰρ τῷ νοεῖν ἡ ἑκάστου οὐσία συνίσταται ἢ ἐν τούτῳ μάλιστα. ὃς δὲ τῷ ἀλόγῳ βούλεται τὸ εἶναι καὶ σώζεσθαι καὶ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ τοῦ οἰκείου εἶναι παρατρπέντι, οὐχ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ ἀλλ’ ἐκείνῳ εἰς ὃ μετεβλήθη· καὶ ἕκαστος δὲ ἑαυτῷ βούλεται γενέσθαι τὰ ἄγα θᾶ, οἰόμένος μένειν ὅπερ ἐστίν· εἰ δὲ συνίδοι ἑαυτὸν ἄλλον γενόμενον, οὐκ ἄν | ἕλοιτο πάντα τὰ ἀγαθὰ ἔχειν ἐκεῖνο τὸ γενόμενον· οὐδὲν γὰρ διαφέρει [*](348) ἄλλῳ τινὶ βούλεσθαι τὰ ἀγαθὰ ἢ ἑαυτῷ μεταβληθέντι. οὐδεὶς δὲ ἀγαπᾷ, ἐὰν ἄλλῳ τινὶ γένηται τὰ ἀγαθά· καὶ γὰρ τῷ θεῷ πάντα πρόσεστι τὰ ἀγαθά, ἀλλ᾿ ἔστιν αὐτὸς ὅ τι ποτέ ἐστι. διὰ τοῦτο οὐκ ἀγαπῶμεν, ἀλλ’ ἡμῖν αὐτοῖς ἢ τοῖς φίλοις συνευχόμεθα τὰ ἀγαθά, ὅτι ἡμῶν τί. εἰσι καὶ οἱ φίλοι. καὶ μὴν καὶ συνδιάγειν ἑαυτῷ μόνος ὁ σπουδαῖος βούλεται, ὅτι αὐτάρκης ἐστὶ καὶ ἡδύς ἐστιν ἑαυτῷ· ἥδεται γὰρ ὧν τε ἔπραξε μεμνημένος ἐφ’ ἑαυτοῦ καὶ ἐλπίζων ἔτι ποιήσειν ἀγαθὰ καὶ ἀγαθοῖς ἐντεύξεσθαι, καὶ γενναίων εὐπορεῖ θεωρημάτων τῇ διανοίᾳ· ταῦτα δὴ πάντα ἥδιστον αὐτὸν ἑαυτῷ ποιεῖ, καὶ ἥδεται κατὰ σχολὴν αὐτὸς ἑαυτῷ συνὼν καὶ συνδιάγων. οἱ δὲ μοχθηροὶ ζητοῦσι μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ καθ’ ἑαυτοὺς ὄντες πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦτα ἕτερα ἐλπίζουσιν, ὧν μεθ’ ἑτέρων ὄντες ἐπιλανθάνονται. ἔτι δὲ συναλγεῖ καὶ συνήδεται ἑαυτῷ μάλιστα ὁ σπουδαῖος, ὅτι τὰ αὐτὰ βούλεται καὶ τῶν αὐτῶν ἐπιθυμεῖ, καὶ οὐ μάχεται τὸ λογικὸν τῷ παθητικῷ· καὶ διὰ τοῦτο τὸ αὐτὸ ἀεὶ λυπηρόν ἐστιν αὐτῷ καὶ τὸ αὐτὸ ἡδύ· ἀμεταμέλητος γάρ, ὡς εἰπεῖν. οἱ δὲ μοχθηροὶ οὐκέτι· οὐδὲν γὰρ φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς· διὰ τοῦτο οὐδὲ συγχαίρουσιν ἑαυτοῖς οὐδὲ συναλγοῦσι· στασιάζει γὰρ αὐτῶν ἡ ψυχὴ καὶ πολεμεῖ τῷ λογικῷ τὸ ἄλογον· καὶ τὸ μὲν ἄλογον ἀλγεῖ τῶν μοχθηρῶν ἀπεχόμενον, τηνικαῦτα δὲ οὐ συναλγεῖ τὸ λογικόν ἀλλὰ χαίρει, καὶ τὸ ἀνάπαλιν· καὶ ὅλως τὸ μὲν δεῦρο τὸ δὲ ἐκεῖσε ἕλκει, καθάπερ [*](349) [*](6 ἀκρατεῖς scripsi ex Aristotele: ἐγκρατεῖς Dh 12 καὶ addidi τὴν—ζητεῖ om. h συνιστάναι scripsi: συνεστάναι D 17 μένειν Mullach: μένων Dh 18 γενόμενον Mullach: γινόμενον Dh 34 ἀμεταμέλητος D et Avist. vulg.: ἀμετ·άβολος h: ἀμετάβλητος Arist. cod. Mb 39 ὅλως h: ὅλος D)
195
διασπῶντα· εἰ δὲ μὴ οἷόν τε κατὰ ταὐτὸν καὶ λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται, ὅτι πρότερον ἥδετο· οὐ γὰρ ἐβούλετο τὴν τοιαύτην αὐτῷ γενέσθαι γενέσθαι ἡδονήν. μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσι. φαίνεται τοίνυν ὅτι οὐδὲ πρὸς ἑαυτὸν φιλικός ἐστιν ὁ μοχθηρός, ὅτι οὐδὲν φιλητὸν ἔχει. εἰ δὲ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μαοχθηρίαν πάσῃ σπουδῇ καὶ πειρατέον ἐπιεικῆ καὶ σπουδαῖον ἕκαστον εἶναι· οὕτω γὰρ ἂν καὶ πρὸς ἑαυτὸν φιλικῶς ἔχοι καὶ ἑτέρων γένοιτο φίλος. ἐπεὶ τοίνυν, ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ ἀπονέμει, ταῦτα δεῖ καὶ τῷ φίλῳ ἀπονέμειν (δεῖ γὰρ πρὸς τὸν φίλον ἔχειν ὥσπερ πρὸς ἑαυτόν· ὁ γὰρ ἄλλος αὐτός), φανερόν, ὅτι ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ βούλεται καὶ ἀπονέμει, ταῦτά εἰσι τὰ φιλικὰ καὶ ἐν τούτοις ἡ φιλία συνίσταται. τὸ δὲ ζητεῖν πότερον φιλία ἐστὶν ἡ πρὸς ἑαυτὸν ἑκάστου ἀγάπη ἢ μή, ἀφείσθω ἐπὶ τοῦ παρόντος· ἡ γὰρ φιλία δύο ἢ τριῶν, ὡς δῆλον ἐκ τῶν εἰρημένων. καὶ εἴ τις καὶ τὰ πρὸς ἑαυτὸν φιλίαν καλεῖ, εἴη ἂν φιλία καθόσον ἐστὶν αὐτὸς πρὸς ἑαυτὸν διαφέρων καὶ τῷ λογιστικῷ τὸ παθητικὸν σπένδεται. καὶ διότι δὲ ἡ ὑπερβολὴ τῆς φιλίας ἔοικε τῇ· ἑκάστου πρὸς ἑαυτὸν ἀγάπῃ, καὶ αὐτὴ καλοῖτο ἂν φιλία.

<Περὶ εὐνοίας. κεφ.>

Ἡ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία. καὶ γὰρ εὐνοοῦμεν καὶ οἷς οὔκ ἐσμεν φίλοι· καὶ γίνεται εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα τὸν φιλού|μενον· φιλία δὲ οὐκέτι, καθὼς καὶ πρότερον [*](350) διὰ πλειόνων εἴρηται. οὔτε τοίνυν φιλία ἐστὶν ἡ εὔνοια καὶ οὐδὲ φίλησις ἔοικεν εἶναι. καὶ γὰρ ἡ μὲν φίλησις ὁρμήν τινα καὶ κίνησιν εἰς τὸ φιλούμενον ἔχει καὶ ὄρεξιν αὐτοῦ καὶ ζητεῖ ὁ φιλῶν ἀεὶ τὸ φιλούμενον· ἡ δὲ εὔνοια οὐ τοιαύτη. οἱ γάρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συνεῖναι δὲ οὐ πάνυ ζητοῦσιν· ἔτι δὲ ἡ μὲν φίλησις μετὰ συνηθείας, χρόνῳ γάρ τινι καὶ συνῆ θείᾳ ἡ φίλησις γίνεται, ἡ δὲ εὔνοια ἀθρόον, ὡς εἰπεῖν, οἷς ἐπιγίνεται συμβαίνει· καθάπερ οἱ θεώμενοι πρὸς τοὺς ἀγωνιζομένους διατίθενται. εὖνοι γὰρ γίνονται πρὸς αὐτοὺς εὐθὺς νικῶντας ὁρῶντες καὶ συνθέλουσιν αὐτοῖς τὰ ἀγαθά, συμπράξαιεν δ’ ἄν οὐδέν· οὐ γὰρ φίλησιν ἔχουσιν εἰς αὐτούς, χρόνῳ τινὶ καὶ συνηθείᾳ στέρξαντες, ἀλλ’ ἅμα τε εἶδον καὶ ἥσθησαν αὐτοῖς· καὶ διὰ τοῦτο ἐπιπολαίως στέργουσιν, ὅπερ ἐστὶν ἡ εὔνοια. φαίνεται τοίνυν ἀρχὴ φιλίας ἡ εὔνοια εἶναι, καθάπερ τοῦ ἐρᾶν ἀρχὴ γίνεται ἡ διὰ τῆς ὄψεως ἡδονή· καὶ ὥσπερ οὐ δυνατὸν ἐρᾶν μὴ πρότερον ἡσθέντα τῷ εἴδει τοῦ ἐρωμένου, δυνατὸν δὲ ἡδόμενον μὴ ἐρᾶν τότε γάρ τις ἐρᾷ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ), οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τε εἶναι μὴ εὔνους γενομένους· εὔνους δὲ μὴ φίλους εἶναι δυνατόν. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συμπράξαιεν δ’ ἄν οὐδέν, οὐδ’ ὀχληθεῖεν [*](20 ἀγνῶτας D: ἀγνῶτα h 21 cf. p. 166,2)

196
ὑπὲρ αὐτῶν. διὰ τοῦτο μεταφορικῶς τις καλέσειεν ἄν αὐτὴν ἀργὴν φιλίαν· χρονιζομένη γὰρ καὶ εἰς συνήθειαν ἀφικνουμένη φιλία γίνεται. | φιλία δὲ οὐχ ἡ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα. εὔνους [*](351) γάρ τίς τινι γίνεται δι’ ἀρετὴν καὶ ἐπιείκειαν, ὅταν αὐτῷ καλὸς εἶναι δόξῃ ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, ὁ δὲ διὰ τὸ ἡδὺ καὶ χρήσιμον βουλόμενός τινα εὐπραγεῖν οὐκ ἐκείνῳ ἐστὶν εὔνους ἀλλ’ ἑαυτῷ, καθάπερ οὐδὲ φίλος ἐστὶν ὁ τοιοῦτος. ὁμοίως δὲ οὐδ’ ὁ διότι ἔλαβε βουλόμενος τῷ εὐεργέτῃ τὰ ἀγαθὰ εὔνους ἂν εἴη κυρίως, ἀλλὰ τὰ δίκαια ὀρῶν καὶ ἀποδιδοὺς τῷ εὐεργέτῃ τὴν χάριν ὧν εὖ πέπονθεν αὐτός, οὐ τῇ ἐκείνου ἀρετῇ ἀλλὰ τῷ ἑαυτοῦ ἀγαθῷ φαίνεται χαίρων. ἔστι τοίνυν ἡ εὔνοια οὔτε φιλία οὔτε φίλησις ἀλλὰ φιλίας ἀρχή, χρόνον δὲ καὶ συνήθειαν καὶ τἄλλα φιλικὰ προσλαβοῦσα φιλία γίνεται ἡ διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν.

<Περὶ ὁμονοίας. κεφ. ς'.>

Ἡ δὲ ὁμόνοια φιλικόν τι καὶ αὐτή ἐστι καὶ τῇ φιλία ἀκολουθεῖ. ἔστι δὲ ὁμόνοια οὐ τὸ τὰ αὐτὰ δοξάζειν, οἷον ὁμοδοξία τις· ἡ μὲν γὰρ ὁμοδοξία γένοιτο ἂν καὶ τοῖς ἀγνοοῦσιν ἀλλήλους· οὐδὲν γὰρ κωλύει περὶ τῶν αὐτῶν τὰ αὐτὰ δοξάξειν καὶ ἐπιστήμην ἔχειν τῶν αὐτῶν τὴν αὐτὴν μηδὲ εἰδότας ἀλλήλους· ἡ δὲ ὁμόνοια τῶν ἐν κοινωνίᾳ τινὶ καὶ φιλίᾳ ὄντων ἐστί. καὶ γὰρ τὰς πόλεις ὁμονοεῖν φασιν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ τὰ αὐτὰ <προαιμῶνται> καὶ πράττωσι δόξαντα. ἔστι τοίνυν ὁμόνοια τῶν φίλων ὁμογνωμοσύνη, οὐκ ἐν τοῖς θεωρητοῖς ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ τούτων τοῖς ἀξιολόγοις καὶ ἐν μεγέθει τινὶ οὖσι. περὶ γὰρ τῶν ἐν τῷ βίῳ μι|κρῶν οὐ λέγονται ὁμονοεῖν [*](352) ἀλλ·ήλοις οὔτε πόλις οὔτε φίλοι, οἷον οἴκοι μένειν ἢ βαδίζειν εἰς ἀγορὰν ἢ τόδε εἰπεῖν ἢ δρᾶσαι, δι’ ὧν οὔτε ὠφέλειά τις μεγάλη οὔτε βλάβη ἀκο- λουθεῖ· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐ λέγονται ὁμόνοιαν ἔχειν ἀλλὰ τῶν μεγάλων καὶ συμφερόντων ἢ τοῖς φίλοις ἀμφοῖν ἢ τῇ πόλει κοινῇ, οἷον ὅταν πάσῃ τῇ πόλει κοινῇ δοκῇ τοὺς ἄρχοντας μὴ κληρωτοὺς εἶναι διαδοχῇ τινι κτωμένους τὴν ἀρχὴν ἀλλὰ αἱρετούς, ἢ συμμαχεῖν Λακεδαιμονίοις ἢ ἄλλο ὁτιοῦν, ὅπερ ἀξιόλογόν τε καὶ τῇ πόλει πάσῃ διαφέρει. καὶ τοὺς φίλους ὁμοίως ὁμονοεῖν λέγομεν, ὅταν τὸν αὐτὸν ἕλωνται βίον καὶ τὰ μέγιστα τῶν ἐν τῷ βίῳ, καὶ ἀμφοῖν ἢ πρὸς βλάβην ἡ πρὸς ὠφέλειαν φέροντα ἀμφότεροι ὁμοίως ἢ φεύγωσιν ἢ διώκωσιν. οὐ γὰρ τὰ αὐτὰ δεῖ ζητεῖν μόνον τοὺς ὁμονοήσοντας ἀλλήλοις ἀλλὰ καὶ ὁμοίως τοῖς ὅλοις, οἷον εἰ δοκεῖ τοῖς φίλοις ἀμφοῖν ἡγεμόνα βίου θατέρῳ τὸν ἕτερον γενέσθαι, βούλοιντο δὲ οὐ τὸν αὐτὸν ἀλλ’ ἑκάτερος ἑαυτόν, τηνικαῦτα γὰρ τὸ αὐτὸ μὲν ζητοῦσιν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἑαυτῷ ἑκάτερος, ὅπερ οὐκ ἔστιν ὁμονοεῖν. καὶ ἐν ταῖς πόλεσι δὲ ὁμονοήσουσιν ἐν ταῖς ἀρχαικαλέσειεν [*](1 καλέσειεν D: καλέσοιεν h ἀργὴν D: ἀρχὴν h 7 οὐδ’ ὁ διότι D: οὐ διότι ἓ 15 τίς· ἡ μὲν γὰρ ὁμοδοξία bis D 20 προαιρῶνται ex Aristotele addidi 33 φεύγωσιν ἢ διώκωσιν D: φεύγουσιν ἢ διώκουσιν h)

197
ρεσίαις, ὅταν τὸν αὐτὸν ἕλωνται πάντες ἄρχειν ἢ τοὺς ἀρίστους πάντες καὶ μὴ ἑαυτὸν ἕκαστος, καθάπερ Εὐριπίδης ἐν ταῖς Φοινίσσαις ἐποίησεν· οὕτω γὰρ οὐ τὸ πᾶσιν ἀρέσκον γίνεται· τὸ δὲ οὐκ ἔστιν ὁμόνοια, ἀλλ’ ὅταν τύχωσι πάντες οὗ ἐφίενται, τηνικαῦτα ὁμονοοῦσιν. ἔστι τοίνυν ἡ ὁμόνοια πολιτική τις φιλία καὶ οὕτω λέγεται· καὶ γὰρ περὶ τὰ πρακτὰ καὶ τὰ συμφέροντά ἐστι 1 καὶ πρὸς τὸν βίον ἀνήκοντα· ταῦτα δὲ τῆς πολιτικῆς. [*](353) ἔστι δὲ ἐν τοῖς ἐπιεικέσιν ἡ ὁμόνοια· οὗτοι γὰρ καὶ ἑαυτοῖς καὶ ἀλλήλοις ἐπὶ τῶν αὐτῶν ὄντες, ὡς εἰπεῖν· τῶν τοιούτων γὰρ ἵσταται τὰ βουλήματα καὶ μένει καὶ οὐ μεταρρεῖ καθάπερ εὔριπος, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλοι βέβαιοι οὐ δύνανται εἶναι πλεονεξίας ἐφιέμενοι καὶ μεῖζον ἔχειν ἑκάτερος ἑκατερου ζητοῦντες ἐν τοῖς συμφέρουσιν· ἐν γὰρ τοῖς πόνοις καὶ ἐν ταῖς ὑπὲρ ἀλλήλων λειτουργίαις ἀεὶ ζητοῦσι τὸ ἔλαττον ἔχειν, καὶ ἑαυτὸν ἑκάτερος ἄξιον νομίζων ὀλίγα μὲν πονεῖν, μεγάλα δὲ ὠφελεῖσθαι, τὸν ἕτερον εὐθύνει, περὶ τῶν λειτουργιῶν ἀκριβολογούμενος καὶ κωλύων τῶν συμφερόντων ἀπολαύειν, ὅσον ἐθέλει, ὡς μεγάλα, φαύλων ἀπονάμενον πόνων· διὰ τοῦτο μὴ τηροῦντες τὸ κοινὸν ἀλλ’ ἑκάτερος τὸ ἑαυτοῦ, τάχιστα διαλύονται· τὸ γὰρ συνάπτον διασπῶσιν, ὅπερ ἐστὶ τὸ κοινὸν καὶ ἡ ὁμόνοια· τοῦ συνάπτοντος δὲ διαλυθέντος οὐ δύνανται συνημμένοι εἶναι. συμβαίνει τοίνυν αὐτοῖς στασιάζειν ἀπαιτοῦσι μὲν παρ’ ἀλλήλων τὰ φιλικά, αὐτοῖς δὲ οὐ βουλομένοις τὰ δίκαια ποιεῖν· ὅθεν ἐν τοῖς Φαύλοις οὐ δυνατὸν ὁμόνοιαν εἶναι ἀλλ’ ἐν τοῖς ἐπιεικέσι μόνοις.

<Περὶ εὐεργεσίας. κερ. η'.>

Ἐκεῖνο δὲ ζητητέον, ἀνθ’ ὅτου τοὺς εὖ πάσχοντας οἱ εὐεργέται φιλοῦσι μᾶλλον ἢ ὑπ’ ἐκείνων φιλοῦνται· καὶ γὰρ ὡς παράλογον γινόμενον [*](354) ἐπιζητεῖται. οἱ μὲν οὖν πολλοὶ διὰ τοῦτό φασι φιλεῖν μᾶλλον τοὺς εὐεργέτας, δι’ ὃ καὶ οἱ δανεισταὶ φιλοῦσιν οἷς ἐδάνεισαν, μὴ φιλούμενοι ὑπὸ τῶν ὀφειλόντων· οἱ. μὲν γὰρ χρήσαντες βούλονται τοῖς ὀφείλουσι τὴν σωτηρίαν καὶ πάντα τρόπον βοηθοῦσιν, ἵνα αὐτοῖς τὰ χρήματα ἐπανέλθῃ, οἱ δὲ ὀφείλοντες οἷς ὀφείλουσιν οὐκέτι· βούλοιντο γὰρ ἂν αὐτοὺς μὴ εἶναι, ὡς ἄμεινον οὕτω πράξοντες τοῦ δανείου λυθέντος· τὸν αὐτὸν δὴ τρόπον φασὶ καὶ ἐπὶ τούτων, τοὺς μὲν εὐεργέτας βούλεσθαι εἶναι καὶ σώζεσθαι τοὺς εὖ παθόντας, ὡς οὕτω κομιουμένους τὰς ἀμοιβάς, τοὺς δὲ εὖ παθόντας οὐ σφόδρα φιλεῖν τὴν τῶν εὐεργετῶν σωτηρίαν· οὐ γὰρ οὕτως ἐπιμελὲς τοῖς ἀνθρώποις τὸ ἀνταποδοῦναι ὡς τὸ ἀπολαβεῖν. ἡ μὲν οὖν δοκοῦσα τοῖς πολλοῖς αἰτία αὕτη ἐστί καὶ ταῦτα προήχθησαν νομίζειν πρὸς τοὺς ἀγνώμονας καὶ πονηροὺς ἀποβλέποντες τῶν ἀνθρώπων καί, ὅ φησιν Ἐπίχαρμος, ἐκ πονηροῦ θεώμενοι. ἔοικε δὲ ἀνθρωπικὸν τὸ τοιοῦτον εἶναι.· ἀμνήμονες γὰρ οἱ πολλοί, καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίμεγάλα [*](17 μεγάλα D: μεγάλων h)

198
ἐντι. δόξειε δ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον καὶ οὐχ ὅμοιον τῶ περὶ τοὺς δανείσαντας. ἐν μὲν γὰρ τοῖς εὐεργέταις καὶ τοῖς εὗ πάσχουσι φίλησίς ἐστιν, ἐν δὲ τοῖς δανειζομένοις καὶ δανεισταῖς οὐ φίλησις· οὐ γὰρ φιλεῖ ὁ δανείσας τὸν ὀφείλοντα ἀλλ’ αὐτὸ τοῦτο μόνον σώζεσθαι αὐτὸν βούλεται τῆς κομιδῆς ἕνεκα καὶ ἵνα τὸ δάνειον ἀπολάβῃ· οἱ δ’ εὗ πεποιηκότες φιλοῦσι καὶ ἄγαπῶσι τοὺς εὖ πεπονθότας, κἂν μὴ ὧσι χρήσιμοι μηδὲ δύνωνται γενέσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκε· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἄγα|πηθείη [*](355) ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου· μάλιστα δὲ τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα στέργοντες ὥσπερ τέκνα. τοιοῦτο δὲ ἔοικεν εἶναι καὶ τὸ τῶν εὐεργετῶν· οἱ γὰρ εὖ πάσχοντες ὑπ’ αὐτῶν κατὰ τοῦτο ἔργα αὐτῶν εἰσι καὶ διὰ τοῦτο ἀγαπῶσι μᾶλλον αὐτοὺς ἢ τὰ ἔργα αὐτοὺς ἀγαπᾷ. τούτου δὲ αἴτιον, ὅτι τὸ μὲν εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν· ἐσμὲν δὲ κυρίως ὅταν ἐνεργείᾳ ὦμεν· ἐσμὲν δὲ ἐνεργείᾳ ἐν τῷ ζῆν καὶ πράττειν· ὁ δὲ πράττων ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἔργῳ. ἡ γὰρ οἰκοδομικὴ ὁ λόγος ἐστὶ τῆς οἰκοδομίας, ὃς ἐνεργείᾳ ἐστὶν ἐν τῇ οἰκίᾳ· καὶ ἔστιν αὐτὴ ἡ οἰκία, καθὸ οἰκία, ὁ τεχνίτης ἐνεργείᾳ, καθὸ τεχνίτης· ὁμοίως καὶ πᾶς ἐνεργῶν ἐνεργείᾳ ἐστὶ τὸ ἔργον αὐτοῦ. εἰ τοίνυν φυσικὸν μὲν ἐφίεσθαι τοῦ εἶναι, τὸ εἶναι δέ ἐστιν ἐν τῷ πράττειν, τὸ ἔργον δέ ἐστιν αὐτὸς ὁ πράττων ἐνεργείᾳ, φανερὸν ὅτι καθόσον ζητεῖ τις τὸ ἑαυτοῦ εἶναι, κατὰ τοσοῦτον ζητεῖ καὶ τὸ ἔργον εἶναι· φύσει δέ τις φιλεῖ ἑαυτὸν καὶ βούλεται εἶναι· φύσει ἄρα φιλεῖ τις τὸ ἑαυτοῦ ἔργον. ἐπεὶ δὲ μάλιστά τις φιλεῖ ἑαυτόν, μάλιστα φιλεῖ ἕκαστος τὸ ἑαυτοῦ ἔργον καὶ τὸν εὐεργετούμενον, καθόσον ἔργον ἐστὶν αὐτοῦ, μάλιστα φιλήσει· καὶ διὰ τοῦτό καὶ μᾶλλον ἢ τὸν εὐεργέτην· ἡ γὰρ μεγίστη φίλησίς ἐστιν, ᾗ τις ἑαυτόν φιλεῖ· ἔτι δὲ καὶ ὅτι ὁ μὲν εὐεργέτης ἑαυτοῦ γίνεται βελτίων εὐεργετῶν καὶ ἀγαθὸν αὐτῷ ἐστι τὸ εὐεργετεῖν καὶ διὰ τοῦτο χαίρει τῷ εὖ πάσχοντι, ὅτι ἐν αὐτῷ θεωρεῖ τὸ ἑαυτοῦ ἀγαθόν. ὁ δὲ εὖ πάσχων οὐ γίνεται βελτίων ἑαυτοῦ τῷ πάσχειν, οὐδὲ ἐν τῷ εὐεργέτῃ ἔχει τι ἀγαθόν. βελτίων γάρ τις δύναται γενέσθαι ἐξ ὧν αὐτὸς ποιεῖ· ἐν τῷ ἐνεργεῖν γάρ ἐστι τὸ ἀνθρώπινον | ἀγαθόν, [*](356) ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. διὰ τοῦτο εἴ τί ἐστιν ἡδὺ τῷ εὖ πάσχοντι παρὰ τῷ εὐεργέτῃ, οὐκ ἀγαθόν ἐστιν αὐτοῦ ἀλλὰ συμφέρον· τὸ δὲ συμφέρον οὐχ οὕτως ἡδὺ καὶ φιλητόν ἐστιν ὡς τὸ ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλος ἐστὶ τοῦ συμφέροντος καὶ διά τὸ ἀγαθὸν καὶ τὸ συμφέρον φιλητόν ἐστι καὶ ἡδύ· μᾶλλον ἄρα φιλεῖ ὁ εὐεργέτης τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖται. ἔτι τοῦ ἀγαθοῦ ἡδεῖά ἐστι καὶ ἡ ἐνέργεια καὶ ἡ ἐλπὶς καὶ ἡ μνήμη, ἐνέργεια μὲν παρόντος καὶ γινομένου, ἐλπὶς δὲ μέλλοντος, μνήμη δὲ παρεληλυθότος. ἥδιον δὲ παρὸν τὸ ἀγαθὸν ἢ μέλλον καὶ παρεληλυθός· ἔστι δὲ ὁ μὲν εὐεργετηθεὶς παρὸν ἀγαθὸν τοῦ εὐεργετηκότας· μένει γὰρ τὸ ἀγὸν καὶ πολυχρόνιόν ἐστιν, ὃ ἐν τῷ εὖ παθόντι ὁ εὐερὁ [*](16 D: ὃ h 17 ὃς om. h 23. 24 καὶ μάλιστα h φιλεῖ ἑαυτόν h 28 τὸ h: τω D)
199
γέτης θεωρεῖ· τοῦ δὲ εὖ παθόντος τὸ ἀγαθὸν οὔτε μένει (καὶ γὰρ χρήσιμον ἦν καὶ ἅμα τῇ χρήσει παρελήλυθεν), οὔτε ἀγαθόν ἐστι κυρίως· καὶ διὰ τοῦτο εἰ καὶ ἄμφω παρῆσαν, ἥδιον ἂν ἦν τὸ τοῦ εὐεργέτου ἀγαθόν, εἴτε καὶ ἄμφω παρῆλθον, ἡδίων ἄν ἦν ἡ μνήμη τοῦ εὐεργέτου ἢ τοῦ εὐεργετουμένου, καθόσον ἡ τοῦ ἀγαθοῦ μνήμη ἡδίστη ἐστὶ μάλιστα, ἡ δὲ τοῦ χρησίμου οὐ πάνυ ἢ ἧττον. εἰ γὰρ ἡ προσδοκία τῶν χρησίμων ἀνάπαλιν ἔχει καὶ ἡδίων ἐστὶ τῆς μνήμης παρεληλυθότων ἀγαθῶν, φαίνεται τοίνυν καὶ διὰ ταῦτα μᾶλλον φιλεῖν τὸν εὐεργέτην τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖσθαι. ἔτι ἡ μὲν φίλησις ἐνεργείᾳ ἔοικε, τὸ δὲ φιλεῖσθαι πάθει· τοῖς τοίνυν ἐνεργοῦσι τὰ φιλικά, δηλονότι τοῖς εὐεργέταις, μᾶλλον προσήκει τὸ φιλεῖν ἢ τοῖς πάσχουσιν. ἔτι τὰ πόνῳ κτηθέντα στέργομεν μᾶλλον καὶ φιλοῦμεν τῶν ῥᾳδίως κατορθωθέντων· ὅθεν καὶ τὰ χρήματα οἱ κτησάμε|νοι τῶν διαδεξαμένων μᾶλλον φιλοῦσιν· ἔστι δὲ ἄπονον μὲν [*](357) τὸ εὗ πάσχειν, ἐργῶδες δὲ τὸ εὖ ποιεῖν· ἔστι δὲ τὸ μὲν <εὖ> πάσχειν τῷ εὐεργετουμένῳ, τὸ δὲ εὖ ποιεῖν ἐν τῷ εὐεργέτῃ· καὶ διὰ τοῦτο ὁ εὐεργετούμενος μᾶλλον ἢ ὁ εὐεργέτης φιλεῖται. καὶ διὰ τοῦτο καὶ αἱ μητέρες φιλοτεκνότεραι μᾶλλον, ὅτι πόνῳ γεννῶσιν, ἢ οἱ παῖδες φιλομήτορες ἰῷ μηδὲν ὑπὲρ τοῦ τεχθῆναι ποιήσαι· καὶ μᾶλλον ἴσασιν αἱ μητέρες, ὅτι ἐξ ἐκείνων οἱ παῖδες ἢ οἱ παῖδες, ὅτι αὐταὶ παρήγαγον εἰς τὸν βίον. ταῦτα δὲ δόξειεν ἂν εἶναι καὶ τοῖς εὐεργέταις οἰκεῖα. καὶ γάρ οὐ μόνον ἐπίπονόν τι ποιοῦσιν ὑπὲρ τῶν εὖ πασχόντων ἀλλὰ καὶ μᾶλλον ἴσα ὅτι ὅτι εὐεργετοῦσιν ἢ ἐκεῖνοι γινώσκουσιν ὅτι ὑπὸ τούτων εὐεργετοῦνται. καὶ γὰρ ἐνδέχεται τὸν εὖ ποιοῦντα οὐκ αὐτὸν οἴκοθεν ἀλλ’ ἑτέρῳ ὑπηρετούμενον εὐεργετεῖν καὶ διὰ τοῦτο μὴ αὐτὸν εἷναι τὸν εὐεργέτην· ἢ αὐτὸν μὲν οἴκοθεν εὐεργετεῖν, οὐκ αὐτοῦ δὲ ἕνεκα τοὺ εὖ πάσχοντος ἀλλ’ ἑαυτοῦ καὶ διὰ τὸ χρήσιμον· ταῦτα δὲ ποιεῖ τὸν εὗ πάσχοντα μὴ πάνυ βεβαίως τὸν εὐεργετοῦντα γινώσκειν· τὸν μέντοι εὐεργέτην οὐδὲν κωλύει τὸν εὖ πάσχοντα γινώσκειν, ὅτι ἑαυτὸν ἀκριβῶς γινώσκει, ὅτι εὐεργέτης ἐστὶν ἀληθῶς. διὰ ταῦτα ὁ εὗ ποιῶν τὸν εὖ πάσχοντα φιλεῖ μᾶλλον ἢ ὑπ’ ἐκείνου φιλεῖται.

<Περὶ τῆς φιλαυτίας. κεφ. θ΄.>

Καὶ ταῦτα μὲν εἰς τοσοῦσον. ζητητέον δὲ κἀκεῖνο, πότερον ἑαυτὸν δεῖ φιλεῖν μάλιστα ἢ ἄλλον τινά. δοκεῖ γὰρ τὸ ἑαυτὸν μάλιστα φιλεῖν οὐκ ἀγαθῶν ἀνδρῶν | εἶναι καὶ διὰ τοῦτο ἐπιτιμῶνται οἱ ἑαυτοὺς μάλιστα [*](358) ἀγαπῶντες καὶ ὡς ἐν αἰσχρῷ φίλαυτοι ἀποκαλοῦνται· ἔτι δὲ καὶ ὅτι ὁ μὲν φαῦλος δοκεῖ πάντα πράττειν ἑαυτοῦ χάριν, καὶ τοσούτῳ μᾶλλον ὅσῳ φαυλότερος· καὶ ἐγκαλεῖται διὰ τοῦτο, ὅτι οὐδὲν τῶν ἰδίων πλέον [*](3 εἰ Dh: εἴ γε Mullach 4. 5 τοῦ εὐεργέτου ἢ τοῦ εὐεργετουμένου ilullach; τοῦ εὐεργετουμένου ἢ τοῦ εὐεργέτου Dh 14 εὖ (ante πάσχειν) ins. Mullach: om. Dh 26 πάσχοντα h: πα reliquis in versus fine omissis D 37 ὅσο D φαυλότεροι h)

201
λον εἰκότως· ἑαυτῷ γὰρ χαρίζεται· τῷ γὰρ κυριωτάτῳ ἑαυτοῦ, τῷ διανοητικῷ, τὰ κάλλιστα καὶ μάλιστα ἀποδίδωσιν ἀγαθά. ὁ δὲ τῷ κυριωτάτῳ ἑαυτοῦ χαριζόμενος, οὗτος μάλιστα χαρίζεται ἑαυτῷ. καὶ γὰρ ὥσπερ πόλις ἐστὶ μάλιστα τὸ κυριώτατον τῆς πόλεως καὶ οἱ ἄριστοι τῶν πολιτῶν, οὕτω καὶ ἄνθρωπός ἐστι μάλιστα τὸ κυριώτατον τῶν ἐν τῷ ἀνθρώπῳ. διὰ τοῦτο καὶ φίλαυτος μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος· ἐπεὶ καὶ ἐγκρατής τις ἢ ἀκρατὴς λέγεται οὐ τῷ ἁπλῶς κρατεῖν ἢ κρατεῖσθαι ἀλλὰ τῷ τὸν νοῦν ἡ ἄρχειν τῶν παθῶν ἢ ἄρχεσθαι· ὥστε τοῦ μὲν νοῦ κρατοῦντος αὐτός τις λέγεται κρατεῖν, τῶν δὲ παθῶν κρατούντων οὐκ αὐτὸς κρατεῖν ἀλλὰ μᾶλλον κρατεῖσθαι. ὅθεν φανερόν, ὅτι αὐτός τίς ἐστι μάλιστα ἕκαστος τὸ αὐτοῦ διανοητικόν· καὶ ὁ τὸ ἑαυτοῦ διανοητικὸν ἀγαπῶν καὶ πάντα τρόπον αὐτῷ χαριζόμενος φίλαυτος εἰκότως ἂν λέγοιτο καθ’ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον, ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος καὶ ἡ τοῦ ἀγαθοῦ ὄρεξις τῆς φαύλης ἐπιθυμίας. ἐπεὶ τοίνυν τοὺς σπουδαίους καὶ ἐπιεικεῖς ἐπαινοῦσι καὶ ἀποδέχονται πάντες, δεῖ δὲ πάντας ἐπιεικεῖς εἶναι (καὶ γὰρ εἰς τὸ καλὸν ἁμιλλωμένων καὶ διατεινομένων τὰ κάλλιστα πράττειν, πάντα ἀπαντήσειν τὰ ἀγαθά, καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ), φανερὸν ὅτι δέον ἐστὶ τὸν μὲν ἀγαθὸν φίλαυτον εἶναι. καὶ γὰρ αὐτός τε ἑαυτὸν ὠφελήσει τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα κινήσει· τὸν δὲ μοχθηρὸν οὐκέτι. φιλῶν | γὰρ καὶ χαριζόμενος ἑαυτῷ βλάψει καὶ ἑαυτὸν [*](359) καὶ τοὺς πέλας, πάθεσιν ἑπόμενος φαύλοις· ἐπεὶ παρὰ μὲν τῷ σπουδαίῳ ταὐτόν ἐστιν ὃ πράττει καὶ ὃ πράττειν προσήκει· καὶ γὰρ πᾶς μὲν <ἀνὴρ ἀγαθὸς ὁ νοῦς αὑτοῦ ἐστιν· ὁ> νοῦς <δὲ> αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ· δὲ πειθαρχοῦσι καὶ ἀκολουθοῦσι τῷ νῷ· παρὰ δὲ τοῖς φαύλοις τὸ δέον καὶ ὃ ποιοῦσι διαφωνεῖ· καὶ διὰ τοῦτο τοὺς μὲν οὐ δεῖ φιλαύτους εἶναι, τοὺς δὲ ἑαυτοὺς μάλιστα προσήκει φιλεῖν. οὕΤω μὲν οὖν ὁ ἀληθὴς διώρισται λόγος. λυτέον δὲ καὶ τὸν πρῶτον λόγον, δι’ ὃν ἐδόκει τὸν ἀγαθὸν μὴ εἶναι φίλαυτον, ὅτι τῶν μὲν ἑαυτοῦ ἀμελεῖ, ζητεῖ δὲ τὰ τῶν φίλων καὶ τῆς πατρίδος ἀγαθά, ὑπὲρ ὧν καὶ ἀποθνήσκει δεῆσαν. ὅτι μὲν οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ἀληθές ἐστιν. οὐ μὴν διὰ τοῦτο ῥητέον αὐτὸν μὴ μάλιστα φίλαυτον εἶναι· δι’ αὐτὰ μὲν οὖν φαίνεται φαίνεται εἶναι. καὶ γὰρ ἀντὶ μεγάλων μικρὰ προΐεται, καὶ τὰ μικρὰ ῥίπτων τὰ μέγιστα τῶν ἀγαθῶν ἑαυτῷ περιποιεῖται· τοῖς μὲν γὰρ φίλοις καὶ τῇ πατρίδι χρήματα καὶ τιμὰς καὶ τοιαῦτα παρέχει, ἑαυτῷ δὲ τὸ ἀγαθὸν καὶ καλὸν καὶ χρηστὸν καὶ φιλόπολιν εἶναι καὶ τὰ τοιαῦτα, ὧν ἐκεῖνα πάντα ἐλάττω· καὶ ὅταν δὲ ὑπὲρ τῶν φίλων καὶ τῆς πόλεως ἀποθάνῃ καὶ τὴν ἑαυτοῦ πρόηται ζωήν, μείζω ἐκέρδανεν ἢ προήκατο. αἱρεῖται γὰρ ὀλίγον <χρόνον> [*](9 τις h: τι D 18 ἀπαντήσειν Dh: ἀπαντήσει Mullach 22 ἐπεὶ τὰ παρὰ h τῷ σπουδαίῳ h: τοῖς σπουδαίοις D 23 πράττει D: πράττουσι h πράττειν δὲ προσήκει h ἀνὴρ—ἐστιν· ὁ (24) Heinsius suppl. ex coni.: om. Dh 24 δὲ prius Heinsius suppl. ex coni.: ora. Dh 27 οὖν om. h 35 καλὸν καὶ ἀγαθὸν h 38 χρόνον om. D)
202
βέλτιον αὑτῷ εἷναι ἡγεῖται τὸν βίον μικρὸν ὄντα μεγάλων γέμειν κατορθωμάτων, ἢ μακρὸν βιώσαντα μὴ οὕτως ἐπαινετὸν εἶναι, καὶ μίαν πρᾶξιν ποιῆσαι καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς. ταῦτα γὰρ ἐκείνων καλλίω. καὶ πράξεις δὲ σπουδαίας ἐνίοτε προίεται | τῷ φίλῳ, καὶ ἐξὸν αὐτὸν [*](362) πράττειν, ἐκείνῳ τῆς φιλοτιμίας παραχωρεῖ, καὶ τηνικαῦτα δὲ τὸ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει· κάλλιον γὰρ ἰοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι. διὰ ταῦτα δὴ εἰκότως δοκεῖ σπουδαῖος εἶναι ἀντὶ πάντων αἱρούμενος τὸ καλὸν καὶ τὸ πλέον ζητῶν ἐν τοῖς ἀγαθοῖς καὶ σπουδαίοις. φαίνεται τοίνυν μάλιστα ἑαυτὸν φιλῶν ὁ σπουδαῖος καὶ ἑαυτῷ τοῦ καλοῦ τὸ πλέον ἑκάστοτε νέμων. οὕτω μὲν οὖν δεῖ φίλαυτον εἶναι, καθάπερ εἴρηται, ὡς δὲ οἱ πολλοί, οὐ χρή· ὅπως μὲν οὗν δεῖ μάλιστα φιλεῖν ἑαυτόν, ἐπὶ τοσοῦτον εἰρήσθω.

<Ὁτι και ευοαιμων φιλων σπουοαιων δεησει κεφ. ι'.>

Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν εὐδαιμόνων, εἰ δεήσει φίλων αὐτοῖς ἢ μή. φασὶ γὰρ μὴ χρείαν εἶναι τοῖς μακαρίοις καὶ αὐτάρκεσιν· αὐτάρκεις γὰρ ὄντες καὶ πάντα ἔχοντες τὰ ἀγαθά, πῶς ἂν ἄλλων δέοιντο; καὶ γὰρ οἱ φίλοι δέονται τῶν φίλων καὶ καρποῦνται δι’ ἐκείνων ἃ δι’ ἑαυτῶν οὐ δύναντα κτᾶσθαι· καὶ γὰρ ὁ φίλος ἄλλος αὐτός. ἐπεὶ δὲ αὑτοῖς οἱ εὐδαίμονες ἀρκοῦσιν, οὐ χρείαν ἔχουσι φίλων, διὰ τοῦτό φασιν

  1. ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ χρείαν εἶναι τοῖς εὐδαίμοσι φίλων. καθ’ ἕτερον δὲ λόγον ἄτοπον ἔοικεν εἶναι τὸ πάντα ἀπονέμοντας τὰ ἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, | ὃ τῶν ἐκτὸς ἀγαθῶν τὸ [*](363) μέγιστον εἷναι δοκεῖ, ἄλλως τε καὶ ὅτι τὸ μὲν εὐεργετεῖν ἀναγκαῖόν ἐστι πρὸς τὴν εὐδαιμονίαν, ἡ δὲ καλλίστη καὶ μάλιστα ἐπαινουμένη εὐεργεσία πρὸς τοὺς φίλους ἐστίν· ὥστε δεῖ φίλων τοῖς εὐδαίμοσιν, ἐπεὶ χρεία τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν. μάλιστα γὰρ φίλῳ προσήκει τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν· καὶ κάλλιον εὐεργετεῖν φίλους ἢ ὀθνείους καὶ ἀγνῶτας καὶ μηδὲν προσήκοντας οὔτε τῶν ἠθῶν ἕνεκα οὔτε τῆς πολιτείας. διὰ ταῦτα δὴ φαίνεται δεῖσθαι φίλων τὸν εὐδαίμονα, καὶ τούτου ἕνεκα καὶ ζητεῖται, πότερον ἐν εὐτυχίαις χρεία φίλων μᾶλλον ἢ ἐν ἀτυχίαις. δεῖ γὰρ καὶ ἀτυχοῦντι φίλων βοηθούντων καὶ ἐπανορθούντων αὐτῷ τὴν τύχην καὶ τῷ εὐτυχοῦντι, ἵνα εὐεργετεῖν δύνηται. ἔτι δὲ ἄτοπον κἀκεῖνο, τὸν μονώτην [*](35) καὶ ἑαυτῷ μόνῳ ζῶντα μακάριον οἴεσθαι· ἡ μὲν γὰρ εὐδαιμονία αἰρετόν, τὸ δὲ μονώτης εἶναι οὐδεὶς ἄν ἕλοιτο· οὐδεὶς γὰρ βούλεται καθ’ ἑαυτὸν πάντα ἔχειν τὰ ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ φύσει ὀρέγεται μετὰ ἄλλων ζῆν. ταῦτα δὲ ὑπάρχει καὶ τῷ εὐδαίμονι καὶ συζῆν [*](2 γέμειν h: νέμειν D καὶ aute σπουδαίοις D: om. h 11 μὲν οὖν δεῖ h et Arist. cod. L b: δὴ D: δεῖ post εἶναι Arist. vulg. 21 Euripid. Orest. 667)
203
βούλεται· τὰ γὰρ φύσει ἀγαθὰ καὶ αὐτὸς ἔχει· εἰ δὲ συζῆν ἀνάγκη τὸν εὐδαίμονα, φανερὸν ὅτι τοῖς βελτίστοις τῶν ἀνθρώπων καὶ οἰκειοτάτοις· οἳ δέ εἰσιν οἱ φίλοι καὶ οἱ ἐπιεικεῖς, μεθ’ ὧν βέλτιον καὶ ἥδιον συνημερεύειν ἢ μετὰ ὀθνείων καὶ τῶν τυχόντων· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. λυτέον δὲ τοὺς πρώτους λόγους, δι’ οὓς ἐδόκει μὴ δεῖν φίλων τοῖς μακαρίοις· καὶ ῥητέον τί λέγουσι καὶ πῇ ἀληθεύουσι. λέγομεν τοίνυν, ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρὴ σίμους εἶναι καὶ οὐ διὰ τὸ ἀγαθὸν ἀλλὰ διὰ τὴν χρείαν ἀγα|πωμένους καὶ ἔτι τοὺς διὰ τὴν ἡδονήν· [*](364) τούτων δὲ ὁ εὐδαίμων οὐ δεῖται, τοῦ μὲν χρησίμου, ὅτι πάντα ἔχει τὰ ἀγαθά, τοῦ δὲ ἡδέος, ὅτι ἡδὺς ὁ βίος αὐτῷ καὶ οὐ δεῖται τῆς ἔξωθεν ἡδονῆς. οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων, τῶν ὡς ἀληθῶς φίλων, ὅσοι διὰ τὴν ἀρετὴν φιλοῦνται καὶ τὸ ἀγαθόν. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· καὶ δῆλον ἐκεῖθεν. καθάπερ γὰρ ἐν ἀρχῇ εἴρηται, ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. ἡ δὲ ἐνέργεια φανερὸν ὅτι γίνεται καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ οὐ γέγονε καὶ ὑπάρχει ἤδη καθάπερ τι κτῆμα· συνίσταται μὲν οὖν ἡ εὐδαιμονία ἐν τῷ ζῆν καὶ πράττειν. <τὸ γὰρ ζῆν κατ’ ἀρετὴν καὶ x003E; τὰ σπουδαῖα ἐστιν. ἐπεὶ δὲ ἡ τοιαύτη ἐνέργεια ἡδεῖά ἐστι τῷ σπουδαίῳ, ὅτι τε ἀγαθὴ καὶ ἡδεῖα καθ’ ἑαυτήν, ὡς ἐν ἀρχῇ εἴρηται, καὶ ὅτι οἰκεία αὐτῷ, τὸ ἄρα θεωρεῖν τὴν τοιαύιην ἐνέργειαν ἥδιστόν ἐστι τῷ εὐδαίμονι· θεωρεῖν δὲ τὰ τοῦ πέλας δυνάμεθα μᾶλλον ἢ τὰ οἰκεῖα καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς ἡμετέρας· ὁ ἄρα εὐδαίμων μάλιστα θεωρήσει τὰς τοῦ φίλου πράξεις, καὶ ἀγαθαῖς δὲ οὔσαις ἡσθήσεται μάλιστα. εἰ δὲ ἀνάγκη τὴν ἀγαθὴν ἡδονὴν ἥδεσθαι τὸν εὐδαίμονα, φανερὸν ὅτι χρεία τῷ εὐδαίμονι φίλων τοιούτων, εἴπερ θεωρεῖν αἱρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας; οἷαί εἰσιν αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος. ἔτι δὲ πάντες οἴονται ἡδίστην τὴν τοῦ εὐδαίμονος ζωήν. ἡ δὲ ζωὴ τοῦ εὐδαίμονός ἐστι τὸ κατ’ ἀρετὴν ἐνεργεῖν, τὸ δὲ ἐνεργεῖν συνεχῶς μεθ’ ἑτέρων μὲν ῥᾴδιον, καθ’ ἑαυτὸν δὲ χαλεπόν· ὅθεν χαλεπὸς ὁ μονώτης βίος· τὸ δὲ ῥᾴδιον | ἥδιον ἰοῦ δυσχεροῦς· τὸ [*](365) ἥδιον δὲ μᾶλλον προσήκει τῷ μακαρίῳ. καὶ ἅμα ἡ ἐνέργεια συεχεστέρα αὐτῷ ἔσται, ἡδεῖα οὔσα· τοῦτο δὲ τῷ μακαρίῳ προσήκει συνεχῶς κατ’ ἀρετὴν ἐνεργεῖν. τοῦτο δὲ αὖθις μείζω αὐτῷ ποιήσει τὴν ἡδονήν· ἥδεται γὰρ ὁ σπουδαῖος ταῖς κατ᾿ ἀρετὴν πράξεσιν ᾗ σπουδαῖος, ταῖς δὲ ἀπὸ κακίας δυσχεραίνει· καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται. οὐ μόνον δὲ τὴν οὖσαν ἕξιν συνεχέστερον ἐνεργήσει ὁ σπουδαῖος ἀπὸ τοῦ σπουδαίοις συζῆν, ἀλλὰ καἰ τὴν μὴ οὖσαν κτήσεται, ἢ ἃς ἔχει ἄμεινον ἕξει· γένοιτο γὰρ ἄν ἐπίδοσις ἀρετῆς ἀπὸ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς φησι· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. ἔτι δὲ καὶ ὧδε δῆλον ἔσται φυσικώτερον τὸν λόγον ἐπισκοποῦσι. σκεψώμεθα γὰρ οὐκ ἀπὸ τῶν ἰδίᾳ προσόντων τῷ εὐδαίμονι ἀλλὰ ἀπὸ τῶν κοινῇ πᾶσι. τὸ μὲν οὖν ζῆν πᾶσι τοῖς ζῴοις [*](17 τὸ γὰρ ζῆν—πράττειν h: om. D 29 χαλεπὸς h: χαλεπὸν D 38 cf. Theogn. v. 35)
204
φύσει ἐστὶν ἡδύ· τὸ δὲ ζῆν ὁρίζονται εἶναι ἐν μὲν τοῖς ἀλόγοις δύναμιν αἰσθήσεων, ἐν δὲ τοῖς ἀνθρώποις δύναμιν αἰσθήσεως ἢ νοήσεως. ἡ δὲ δύναμις διὰ τὴν ἐνέργειάν ἐστι καὶ τὸ κύριον ἐν τῇ ἐνεργείᾳ· εἰ τοίνυν τὸ δύνασθαι αἰσθάνεσθαι ἢ νοεῖν ζῆν ἐστι, πολλῷ μᾶλλον αὐτὸ τὸ αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ. τὸ ἄρα αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ αὐτό ἐστι τὸ ζῆν, τὸ δὲ ζῆν ἡδύ τέ ἐστι καθ’ ἑαυτὸ καὶ ἀγαθόν, μάλιστα μέν, ὅτι ὡρισμένον τί ἐστι τὸ ζῆν. τὸ δὲ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως, καθάπερ καὶ Πυθαγορείοις ἐδόκει· καὶ γὰρ ἔταττον ἐν τῇ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ ὡρισμένον. ἔπειτα καὶ ὅτι πάντα τοῦ ζῆν ἐφίεται· οὗ δὲ πάντα | ἐφίεται, ἀγαθόν ἐστι καθ’ ἑαυτὸ καὶ ἡδύ· λέγω δὲ ζωὴν οὐ [*](366) τὴν μοχθηρὰν καὶ μυρίων γέμουσαν συμφορῶν· ἀόριστοι γὰρ αἱ τοιαῦται, καθάπερ καὶ τὰ ταύτῃ συμβαίνοντα· λεχθήσεται δὲ περὶ αὐτῶν ἐν οἷς περὶ ἡδονῆς ἐροῦμεν. ἐπεὶ τοίνυν τὸ μὲν ζῆν καθ’ ἑαυτὸ ἀγαθόν ἐστι καὶ ἡδύ, χαίρει δέ τις καὶ ἥδεται ὁρῶν ἐν ἑαυτῷ ἀγαθόν τι καὶ ἡδύ, χαίρομεν ἄρα καὶ ἡδόμεθα αἰσθανόμενοι ὅτι ζῶμεν. καὶ γὰρ αἰσθανόμεθα ὅτι ζῶμεν, ὥσπερ ὁρῶντες αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούοντες ὅτι ἀκούομεν καὶ βαδίζοντες ὅτι βαδίζομεν, καὶ νοοῦντες καὶ αἰσθανόμενοι γινώσκομεν ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα. τ.ὸ δὲ νοεῖν καὶ αἰσθάνεσθαι τοῦτό ἐστι τὸ εἶναι τῶν αἰσθανομένων καὶ νοούντων· νοοῦμεν ἄρα ὅτι ἐσμέν, καὶ ὅλως ἔστι τις ἐν ἡμῖν δύναμις, ᾗ γινώσκομεν ὅτι ἐνεργοῦμεν καὶ ζῶμεν. εἰ δὲ τὸ ζ,ῆν ἀγαθόν, τὸ δὲ συνειδέναι τινὰ ἑαυτῷ ἀγαθὸν ἡδὺ καθ’ ἑαυτό ἐστι, τὸ ἄρα εἰδέναι ὅτι ζῶμεν, ἡδύ ἐστιν. ἐπεὶ τοίνυν τὰ φύσει ἀγαθὰ καὶ ἡδέα <καὶ τῷ σπουδαίῳ ἀγαθά εἰσι καὶ x003E;, ἡσθήσεται μὲν ζῶν ὁ καὶ μάλιστα τῶν ἄλλων οὗτος, καθόσον ἡ αὐτοῦ ζωὴ αἱρετωτέρα ἐστὶ καὶ ἡδίων καὶ μακαρία. ἡσθήσεται δὲ γινώσκων ὅτι ζῇ· τὸ δὲ ζῆν ἐστι τὸ νοεῖν· ἥδεται ἄρα ὁ σπουδαῖος γινώσκων ὅτι νοεῖ. οὕτω δὲ πρὸς τὸν φίλον ὡς πρὸς ἑαυτὸν ὁ σπουδαῖος ἔχει, ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν· οὐκοῦν φανερόν, ὅτι καθάπερ τὸ αὐτὸν εἷναι καὶ ζῆν αἱρετόν ἐστιν αὐτῷ καὶ ἡδύ, οὕτω καὶ τὸ τοῦ φίλου εἶναι ζητεῖ, τουτέστι τὸ τὸν φίλον νοεῖν· τὸ γὰρ εἶναι καὶ ζῆν τὸ νοεῖν ἐστιν. ὥσπερ δὲ χαίρει γινώσκων ὅτι νοεῖ, οὕτως ἡδύ ἐστιν αὐτῷ καὶ αἱρετὸν τὸ γινώσκειν ὅτι ὁ φίλος νοεῖ· τὸ δὲ γινώσκειν τὸν φίλον ὅτι νοεῖ, | τότε ἐστὶν ἐνεργείᾳ, [*](367) ὅταν αὐτὰ γινώσκῃ ἃ νοεῖ. οὐχ ἁπλῶς ὅτι διανοεῖται. τοῦτο δὲ γίνοιτ’ ἄν ἐν τῷ ζῆν μετ’ ἀλλήλων καὶ κοινωνεῖν λόγων καὶ διανοίας· τοῦτον γὰρ τὸν τρόπον συζῆν οἱ ἄνθρωποι λέγονται· οὐ γὰρ τὸ ἐν τῷ αὐτῷ εἶναι συζῆν ἐστι, καθάπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθαι. τὸ ἄρα συνεῖναι τοῖς φίλοις αἱρετόν ἐστι τῷ σπουδαίῳ καὶ ἡδύ· ὃ δέ ἐστιν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ· εἰ δὲ μή, ἐνδεὴς ἔσται τοῦτο τὸ μέρος, ὃ ἐναντίον ἐστὶ τῇ εὐδαιμονία. δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων σπουδαίων.

[*](6 τὸ ζῆν Γ’· τῷ ζῆν h 23 καὶ τῷ—ἡδέα h: om. D)
205

<Περὶ φίλων ἀριθμοῦ. κεφ. ια'.>

Ἑπεὶ δὲ χρεία τῷ εὐδαίμονι φίλων. ζητητέον πότερον πλείστους φίκαλῶς καὶ ἁρμοδίως, ὡς οὐ δεῖ μήτ᾿ ἄξεινον εἶναι μήτε πολύξεινον οὕτω καὶ ἐπὶ τῶν φίλων εἰκός ἐστι μήτ’ ἄφιλον εἶναι μήτε πολύφιλον. λέγομεν τοίνυν ἐκεῖνο, ὅτι τριχῶς τῆς φιλίας διαιρουμένης καὶ τῆς μὲν διὰ τὸ χρήσιμον οὔσης, τῆς δὲ δι’ ἡδονήν, τῆς δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τῆς ἀρετῆς, τῶν μὲν διὰ τὸ χρήσιμον ἢ τὴν ἡδονὴν φίλων ὀλίγων ἄν γένοιτο χρεία, μάλιστα τῶν μὲν διὰ τὸ χρήσιμον, ὅτι ὀλίγοις ἄν τις ἀρκέσειεν ἃ χρῄζουσι βοηθεῖν, καὶ τὸ πολλοὺς θεραπεύειν ἐπίπονον, μάλιστα εἰ τύχοιεν περίεργοί τινες ὄντες καὶ ζητοῦντες θεραπεύεσθαι περιττῶς, τῶν δὲ διὰ τὴν ἡδονήν, ὅτι ὀλίγης ἡδονῆς χρεία τῷ βίῳ καὶ ἀνέσεως, καθάπερ ἐν εὐωχίᾳ τοῦ ἡδύσματος, | τῶν δὲ σπουδαίων καὶ διὰ τὴν ἀρετὴν καὶ τὸ [*](368) ἀγαθὸν φιλούντων πλειόνων μὲν τῷ εὐδαίμονι δεήσει. πλὴν ἔσται τι καὶ αὐτῶν μέτρον. καθάπερ γὰρ πόλεως ἐστι μέτρον καὶ οὔτε ἐκ δέκα ἀνθρώπων γένοιτ’ ἄν πόλις οὔτε ἐκ δέκα μυριάδων (οὐ γὰρ ἂν πόλις ἡ τοιαύτη ἂν εἴη συνοικία), οὕτω δεῖ καὶ τοὺς φίλους ὡρίσθαι καὶ μέτρον αὐτοῖς εἶναι. καὶ ὥσπερ ἐπὶ τῆς πόλεως οὐ τὸ ποσὸν ὥρισται καὶ ἀριθμὸς ῥητός ἐστι τοῦ πλήθους τοῦ πόλει προσήκοντος, ἀλλὰ τοῦ ὑπερβάλλοντος ἀριθμοῦ τὸ τῆς πόλεως μέτρον καὶ τοῦ ἐλλείποντος ὡρισμένων, τὰ μεταξὺ ποσὰ μέτρον εἶναί φαμεν πόλεως, οἷον οὔτε οἱ χίλιοι πόλις ἄν εἴη οὔτε αἷ δέκα μυριάδες, ἀλλὰ τὰ μεταξύ, οὕτω καὶ ἐπὶ τῶν φίλων οὐκ ἔνι λαβεῖν ἀριθμὸν ὡρισμένον ἀλλ’ εἶεν ἄν τοσοῦτοι ὅσοις δύναταί τις συζῆν. τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι. ὅτι γὰρ οὐχ οἷόν τε πλείστοις συζῆν καὶ διανέμειν ἑαυτόν, φανερόν. δεῖ δὲ καὶ συνημερεύειν τοῖς φίλοις· πλείστοις δὲ οὖσιν ἐργῶδες μάλιστα· καὶ μὴν καὶ συναλγεῖν δεῖ καὶ συγχαίρειν οἰκείως· καὶ τοῦτο δὲ χαλεπόν, εἰ πολλοῖς τις χρήσαιτο φίλοις. πολλῶν γὰρ ὄντων οἱ μὲν χαίρουσιν, οἱ δὲ ἄχθονται κατὰ ταὐτόν· καὶ δέον τὸν φίλον ἐπιμερίζειν ἑαυτὸν ἑκατέροις· τὸ δὲ ἐπίπονον. ἴσως οὖν εὗ ἔχει μὴ ζητεῖν σφόδρα πολυφιλώτατον εἶναι ἀλλὰ τοσούτους παραδέχεσθαι φίλους, ὅσοις δυνάμεθα συζῆν καὶ συνημερεύειν καὶ συναλγεῖν καὶ συγχαίρειν. οὕτω δὲ χρῆσθαι πολλοῖς οὐκ ἐνδέχεται διὰ τοῦτο, οὐδὲ κατὰ τὴν ἐρωτικὴν φιλίαν πολλῶν ἐνδέχεται φίλον εἶναι. ἡ γὰρ ἐρωτικὴ φιλίας ἐστὶν ὑπερβολή, καὶ διὰ τοῦτο πρὸς ἕνα δύναται γίνσθαι· τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τῆς κατ’ ἀρετὴν φι|λίας πολλοὺς [*](369) σφόδρα φιλεῖν καὶ τὰ φιλικὰ πάντα σώζειν περὶ αὐτοὺς οὐκ ἐνδέχεται, ὀλίγοις δὲ οὕτω χρήσασθαι δυνατόν. τούτοις δὲ τοῖς λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ· οὐ γὰρ γίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, ἀλλ’ αἱ μάλιστα ὑμνούμεναι ἑταιρικαὶ φιλίαι ἐν δυσὶ γενέσθαι λέγονται. οἱ [*](13 καὶ prius om. D. 20. 21 ὡρισμένου h 23 τοσοῦτοι D: τοσοῦτον 33 φίλον h: φιλων D 35 δὲ D: δὴ h)

206
δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες καὶ ἃ δεῖ ἑκάστω τῶν πολιτῶν καὶ ἔργοις καὶ λόγοις ἀποδιδόναι δοκοῦντες οὐδενὶ φίλοι εἰσὶ τὴν ἀκριβῆ καὶ ἀληθῆ φιλίαν, ἀλλὰ φίλοι ἄν λέγοιντο τὴν λεγομένην πολιτικὴν φιλίαν. τούτων δὲ οἱ μὲν ἄρεσκοί εἰ σί’, πάντα τοῖς συνοῦσι χαριζόμενοι, περὶ ὧν ἐν τοῖς ἔμπροσθεν εἴρηται, οἱ δὲ ἐπιεικεῖς εἰσι καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν, οἳ καὶ φίλοι καλοῦνται διὰ τὴν πρὸς x003E; φιλίαν ὁμοιότητα καί εἰσι μεταξὺ τῶν τε ἀρέσκων καὶ τῶν δυσκόλων ἐπαινετοί, ἀμφοτέρων ψεκτῶν, καθὼς ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ τετάρτου βιβλίου διείληπται. τοιούτους μὲν οὖν φίλους πολλοὺς ἄν τις εὕροι, τοὺς δὲ κυρίως φίλους ἀγαπητὸν καὶ ὀλίγους εὑρεῖν.

<Πότερον ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν ἀτυχίαις καὶ ὅτι τὸ συζῆν ἰδιαίτατον ἔργον ἐν φιλίαις σπουδαίων τε καὶ φύλων. κεφ. ιβ΄.>

Ἐπεὶ δὲ δεῖ φίλων τοῖς τε εὐδαίμοσι καὶ τοῖς δυστυχέσι, ζητητέον ποτέροις μᾶλλον δεήσει τῶν φίλων. οἵ τε γὰρ ἀτυχοῦντες δέονται ἰῆς παρὰ τῶν φίλων ἐπικουρίας, οἵ τε εὐδαίμονες οἷς συζήσουσι καὶ οὓς εὖ ποιήσουσιν· ἐθέλουσι γὰρ εὖ ποιεῖν καὶ ἀναγκαῖον αὐτοῖς ἐστιν εἰς τὴν εὐτδαιμονίαν. | ἔστι δὲ τρόπον μέν τινα τῷ δυστυχεῖ χρεία φίλων μᾶλλον ἢ [*](370) τῷ σπουδαίῳ, κατὰ ἄλλον δὲ τρόπον τῷ εὖ πράττοντι μᾶλλον, τὸ μὲν διὰ τὸ ἀναγκαῖον, τὸ δὲ διὰ τὸ καλόν· τῷ μὲν γὰρ δυστυχεῖ ἀναγκαιότερον οἱ φίλοι ἢ τῷ εὐδαίμονι, τῷ εὐδαίμονι δὲ κάλλιον ἢ τῷ κακῶς πράττοντι· διὰ τοῦτο ἐν μὲν ταῖς ἀτυχίαις οὒ τοσοῦτον δεῖ φίλων σπουδαίων ὅσον ὠφελίμων καὶ χρησίμων, ἐν δὲ ταῖς εὐτυχίαις οὐδαμῶς χρησίμων ἀλλὰ ἀγαθῶν μόνον· τοὺς γὰρ ἐπιεικεῖς οἱ εὐδαίμονες ζητοῦσι καὶ τούτους βούλονται μᾶλλον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστι γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα, καὶ ἐν ταῖς εὐτυχίαις, κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων αὐτοῖς τῶν φίλων. διὰ τοῦτο καὶ ἀπορήσειεν ἄν τις, ἀνθ’ ὅτου κουφίζονται τῷ συναλγοῦντας τοὺς φίλους ὁρᾶν· δοκεῖ γὰρ ὥσπερ βάρος μεριζόμενον καὶ πρὸς τοὺς φάους κουφίζεσθαι. τὸ δὲ οὐκ ἔστιν· ἀλλ’ ἡ ἐπὶ τῇ παρουσίᾳ τῶν φίλων ἡδονὴ καὶ τὸ τοὺς συναλγοῦντας ὁρᾶν ἡδὺ ὂν ἐλάττω ποιεῖ τὴν λύπην· ἡδονὴ γὰρ λύπην ἐλαύνει· εἰ μὲν οὖν διὰ ταῦτα ἢ δι’ ἄλλο τι κουφίζονται, ἀφείσθω ζητεῖν ἐπὶ τοῦ παρόντος· ὅτι δὲ ῥᾴους γίνονται οἱ λυπούμενοι διὰ τὴν παρουσίαν τῶν φίλων, φανερόν ἐστι. ἔοικε δὲ μὴ καθαρῶς χαίρειν αὐτοὺς τοῖς συναλγοῦσι τῶν φίλων μηδὲ ἄμικτον αὐτοῖς εἶναι ἰὴν τοιαύτην ἡδονήν, ἀλλὰ καὶ ἀλγεῖν ἐν τῷ μέρει. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, μάλιστα τοῖς ἀτυχοῦσι, καί τις αὐτῶ γίνεται ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸν γὰρ ὁ φίλος καὶ ὁρώμενος καὶ λέγων, ἐὰν ᾖ ἔπι δέξιος· γινώσκει γὰρ τὸν τοῦ φίλου [*](371) [*](2 λόγοις καὶ ἔργοις h 6 τὴν ulteium h: om. D 26 καὶ ἐν τ·αῖς εὐτυχίαις Dh: cf. varias Arist. lectiones)

207
ῥᾳδίως. κατὰ τοῦτον μὲν οὑν τὸν τρόπον ἡδεῖά ἐστιν ἡ παρουσία τῶν φίλων. τὸ δὲ λυπούμενον αἰσθάνεσθαι τὸν φίλον ἐπὶ ταῖς ἑαυτοῦ ἀτυχίαις λυπηρὰν ποιεῖ τηνικαῦτα τὴν συνουσίαν τῶν φίλων· πᾶς γὰρ λυπηρὸν ἡγεῖται τὸ λύπης αἴτιος γενέσθαι τοῖς φίλοις. διὰ τοῦτο οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖσθαι τοὺς φίλους αὐτοῖς, κἀν μὴ μεγάλη μὲν ἡ παραμυθία ᾖ καὶ ἐπὶ μεγίσταις συμφοραῖς, μικρὰ δὲ ἡ λύπη, ἣν συναλγοῦσιν αὐτοῖς, οὐκ ἀνέχονται κοινωνεῖν τοῖς φίλοις τῶν κακῶν, ὅλως τε τοὺς συνθρηνοῦντας οὐ προσίενται διὰ τὸ μηδὲ αὐτοὶ θρηνητικοὶ εἶναι ἀλλὰ γενναίως ἔχειν πρὸς τὰ λυπηρά. γύναια δὲ καὶ οἱ γυναικώδεις τῶν ἀνδρῶν τοῖς στενάζουσι χαίρουσι καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας· δεῖ δὲ οὐ τούτους ἀλλὰ τοὺς ἀνδρικοὺς μιμεῖσθαι· ἐν ἅπασι γὰρ προσήκει τὰ βελτίω διώκειν. οὕτω μὲν οὗν τοῖς δυστυχοῦσιν οἷ φίλοι βοηθοῦσιν. ἡ δὲ ἐν ταῖς εὐτυχίαις παρουσία τῶν φίλων διπλῶς ἡδεῖά ἐστιν, ὅτι τε ἡδίστη ἐστὶν ἡ μεῖά τῶν φίλων διατριβή, καθόσον εἰσὶ φίλοι, καὶ ὅτι βλέπουσι χαίροντας τοῖς αὐτῶν ἀγαθοῖς, ὃ τῆς μεγίστης εὐνοίας τεκμήριόν ἐστιν. ἐπεὶ τοίνυν κοινωνοῦντες μὲν τοῖς φίλοις τῶν συμφορῶν λυποῦμεν, μεταδιδόντες δὲ τῆς εὐδαιμονίας εὐφραίνομεν, δόξειεν ἂν δέον εἶναι προθύμως μὲν καλεῖν αὐτοὺς εἰς τὰς εὐτυχίας, εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα. τὸ μὲν γὰρ εὐεργετεῖν καλόν, μεταδιδόναι δὲ τῶν κακῶν ὡς ἥκιστα δεῖ. διὰ τοῦτο καὶ ὁ τραγῳδός φησιν “ἅλις ἐγὼ δυστυχῶν·” | οὐδὲ γὰρ δεῖ τοὺς φίλους τῶν [*](372) οἰκείων ἀναπιμπλάναι κακῶν· τηνικαῦτα δὲ παρακλητέον τοὺς φίλους ἐπὶ τὸ συναλγεῖν, ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλα τοὺς λ·υπουμένους ὠφελήσειν. αὐτοὺς μέντοι τοὺς φίλους τὸ ἀνάπαλιν ἁρμόζει ποιεῖν πρὸς τοὺς ἐν συμφοραῖς, ἔξω συμφορῶν ὄντας. ἰέναι γὰρ δεῖ πρὸς μὲν τοὺς ἀτυχοῦντας ἀκλήτους καὶ προθύμους· φίλου γὰρ τὸ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ μήπω ἀξιώσαντας τοῦτο γὰρ ἀμφοτέροις, καὶ τῷ διδόντι καὶ τῷ λαμβάνοντι, καὶ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας ἰέναι μέν, ἀλλὰ πρὸς μ.ὲν τὸ συνεργεῖν καὶ βοηθεῖν τοῖ φίλοις τὴν εὐτυχίαν προθύμως ἔχειν, πρὸς δὲ τὸ κοινωνεῖν τῆς εὐπαθείας αὐτοῖς σχολαιότερον· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι· προθυμουμένους δὲ <καὶ> ἐπειγομένους τοὺς φίλους ὠφελεῖν ἴσως οὐ δεῖ καὶ ἀποσείεσθαι τὴν εὐεργεσίαν, μὴ καὶ δόξωσι πρὸς τοὺς φίλους ἀηδῶς ἔχειν. τοῦτο γὰρ ἐνίοτε συμβαίνει. φανερὸν δή ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ ζῆν μετ’ ἀλλήλων. καὶ καθάπερ τοῖς ἐρῶσιν ἀγαπητότατόν ἐστι τὸ ἀλλήλους ὁρᾶν καὶ μᾶλλον αἱροῦνται κατὰ ταύτην τὴν αἴσθησιν συνεῖναι ἀλλήλοις ἢ κατὰ τὰς ἄλλας, ὡς διὰ ταύτης τῆς αἰσθήσεως καὶ γινομένου τοῦ ἔρωτος ἐξ ἀρχῆς καὶ συνισταμένου, οὕτω καὶ οἶς τῶν τῶν ἄλλων φιλικῶν μάλιστα πάντων αἱρετώτατόν ἐστι τὸ συζῆν. κοινωνία γάρ ἐστι τὸ συζῆν καὶ κοινωνιῶν ἡ τελειοτάτη, ἡ δὲ φιλία ἐν τῇ κοινωνίᾳ ἔχει τὸ εἶναι· κοινωνία γὰρ ἡ φιλία, | ἄλλως [*](373) [*](22 δυστυχῶν h: δυστυχῶ D 33 καὶ h: om. D 42 κοινωνίᾳ ἔχει τὸ εἷναι bis D)
208
τε καὶ ὅτι τὸ αἰσθάνεσθαί τινα ἑαυτοῦ αἱρετώτατόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· πρὸς δὲ τὸν φίλον οὕτως ἔχει ὡς πρὸς ἑαυτόν, ὥστε καὶ τὸ αἰσθάνεσθαι τοῦ· φίλου αἱρετὸν ἂν εἴη μάλιστα πάντων. αἰσθάνοιτο δ’ ἄν τις ἐνεργείᾳ τοῦ φίλου συνὼν καὶ συζῶν καὶ συνδιάγων αὐτῷ· ὥστε εἰκότως ἐφίενται συζῆν ἀλλήλοις οἱ φίλοι. διὰ τοῦτο καὶ ἕκαστος ὃ νομίζει εἶναι τὴν ἀνθρωπίνην ἐνέργειαν καὶ οὗ ἕνεκα αἱρεῖται τὸ ζῆν καὶ ὃν ἀνθρώπινον ἡγεῖται βίον, ἐν τούτῳ μετὰ τῶν φίλων βούλεται ζῆν καὶ διάγειν. καὶ οἱ μὲν συμπίνειν οἴονται δεῖν φίλους, οἱ δὲ συγκυβεύειν, οἱ δὲ συνθηρεύειν καὶ συγγυμνάζεσθαι, ὅτι ταῦτα αὐτοῖς τίμια εἶναι δοκεῖ, καὶ δεῖν τούτων κοινωνοὺς ἔχειν τοὺς φίλους· ἕτεροι δὲ συμφιλοσοφοῦσι καὶ ἄλλοι ἄλλων ἐνεργειῶν καὶ βίων κοινωνοῦσι τοῖς φίλοις, καὶ ὅλως ἕκαστοι ἐν τούτῳ συνημερεύειν βούλονται τοῖς φίλοις, ὅ τι περ μάλιστα ἀγαπῶσι τῶν ἐν βίῳ. συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν ἃ καὶ ἀμφοτέροις ἡδέα ἐστίν. οὕτω γὰρ συζῆν δυνατόν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρὰ καὶ κοινωνοῦσιν ἀλλήλοις τῶν φαύλων καὶ ἡ φιλία αὐτοῖς οὐχ ἕστηκεν· ἀβέβαιοι γάρ εἰσι· καὶ χείρους δὲ γίνονται ἑαυτῶν, ὁμοιούμενοι ἀλλήλοις καὶ παρακαλοῦντες ἀλλήλους ἐπὶ τὰ φαῦλα. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπεικής ἐστι καὶ βεβαία, συναυξανομένη ἀεὶ ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ταῖς ἀγαθαῖς ἐνεργείαις, διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρ’ ἀλλήλων τὰ παρ’ ἑκατέρῳ ἀγαθά, δι’ ἃ φιλοῦσιν ἀλλήλους. διὰ τοῦτο καὶ ποιητής τίς φησιν
  1. ἐσθλῶν μὲν ἀπ’ ἐσθλά.
καὶ <γὰρ> ἀπὸ μὲν τῶν ἀγαθῶν | ἀγαθά, ἀπὸ δὲ τῶν φαύλων φαῦλα [*](374) καρπούμεθα. περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω. ἑπόμενον δ’ ἄν εἴη διελθεῖν περὶ ἡδονῆς.

[*](1 ἐν τοῖς ἔμπροσθεν] p. 204,5 23 Theogn. v. 35 24 γὰρ om. D: add. h)
209

Περὶ ἡδονῆς. κεφ. α΄.

Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀκόλουθόν ἐστι διελθεῖν τελεώτερον· καὶ γὰρ συμπέφυκέ πὼς καὶ συνῳκειωμένη τῷ γένει ἡμῶν. διὰ τοῦτο καὶ παιδαγωγοῦντες τοὺς νέους ἄγομεν ἡδονῇ καὶ λύπῃ, διὰ μὲν τῆς λύπης ἀπάγοντες τῶν φαύλων, διὰ δὲ τῆς ἡδονῆς εἰς τὸ ἀγαθὸν προτρεπόμενοι· ὅθεν δῆλον, ὅτι φύσει ἰὴν μὲν λύπην φεύγομεν, τὴν δὲ ἡδονὴν διώκομεν. ἐπ’ εἰ δὲ περὶ τῶν ἀνθρωπίνων παθῶν καὶ πράξεων ὁ λόγος ἡμῖν, καὶ περὶ ἰῆς ἡδονῆς διαλαβεῖν εἰκὸς ἄν εἴη καὶ πρέπον τῇ πραγματείᾳ. φαίνεται δέ, ὅτι οὐ μικρὰ συλλαμβάνεται πρὸς τὴν κτῆσιν τῆς ἠθικῆς ἀρετῆς τὸ χαίρειν οἷς χαίρειν προσήχει καὶ μισεῖν ἃ δέον ἐστὶ μισεῖν. ταῦτα γὰρ συμπαρεκτείνεται τῷ ἀνθρωπίνῳ βίῳ· καὶ τοῖς μὲν χαίρομεν, τοῖς δὲ λυπούμεθα· καὶ μεγάλην ῥοπὴν ἔχει πρὸς τὴν ἀρετὴν καὶ τὸν εὐδαίμονα βίον εὖ καὶ καλῶς καὶ κατὰ τὸν ὀρθὸν γινόμενα [*](375) λόγον. περὶ δὲ τῶν τοιούτων μὴ λέγειν ἥκιστα ἂν δόξειεν εἰκὸς εἶναι, ἐπεὶ μηδὲ ἁπλοῦς μηδὲ προφανὴς ὁ περὶ τῆς ἡδονῆς λόγος. ὥστε μὴ δεῖσθαι πολλῶν καὶ σπου.δαίων λόγων, ἀλλὰ οὕτω πολλήν τινα τὴν ἀμφισβήτησιν ἔχει, ὥστε οἱ μὲν αὐτὸ τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν εἶναί φασιν, οἱ δὲ οὐδ’ ἀγαθὸν ἁπλῶς ἀλλ’ ἐξ ἐναντίας κομιδῇ φαῦλον. καὶ τῶν λεγόντων φαῦλον ἡδονὴν οἱ μὲν καὶ αὐτοὶ φρονοῦσιν οὕτως ἔχειν καὶ πεπεισμένοι εἰσὶ φαῦλον αὐτὴν εἶναι, οἱ δὲ φρονοῦσι μὲν ἀγαθόν τινα ἡδονὴν εἶναι, τοὺς ἄλλους δὲ ἐθέλουσι πείθειν φαῦλον ἁπλῶς ἅπασαν εἶναι, νομίζοντες οὕτως βέλτιον εἶναι τῷ βίῳ καὶ λυσιτελέστερον τοῖς ἀνθρώποις τὴν ἡδονὴν οἴεσθαι φαῦλον εἶναι· φύσει γὰρ πάντας ἀνθρώπους εἰς αὐτὴν ῥέποντας δέον εἶναί φασιν εἰς τοὐναντίον ἕλκειν καὶ δι’ ὧν ἔξεστι καθάπαξ τῶν ἡδονῶν ἀπάγειν. ἵνα δυνηθῶσιν εἰς τὸ μέσον ἐλθεῖν καὶ ὡς δεῖ πρὸς τὴν ἡδονὴν ἔχειν. ταῦτα δὲ οὐ καλῶς λέγουσιν· οὐ γὰρ οὕτω δυνήσονται τοὺς πολλοὺς τῶν φαύλων ἀπαγαγεῖν ἡδονῶν. τὰ γὰρ ἀνθρώ- [*](1 inscriptionem finxi: ἀριστοτέλους ἠθικῶν νικομαχείων δέκατον D: Ἀριστοτέλους ἠθικό βιβλίον λ h 21 ἀγαθόν D: ἀγαθὴν h)

210
πινα πάθη καὶ ἃ δρῶσι πιστότερά εἰσι τῶν περὶ αὐτὰ λόγων. ὅταν τοίνυν οἶς μὲν λέγουσι τὴν ἡδονὴν ψέγωσι, δι' ὦν δὲ ποιοῦσι καὶ πάσχουσιν ἐπαινῶσιν, ἑαυτοῖς ἀντιλέγοντες, ὑπὸ τῶν ἀκουόντων καὶ ὁρώντων καταγελῶνται· καὶ τοῖς λόγοις οὐδὲν μᾶλλον ὤνησαν τοὺς πολλούς, ὑπὸ τῶν πραγμάτων ἐλεγχομένοις. ὁ γὰρ ψέγων τὴν ἡδονὴν ὀφθείς ποτε ἐφιέμενος αὐτῆς ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν καὶ ἀγαθὸν ἦγε ἴσθ’ αἰ· καὶ οὕτω δόξαν ἐντίθησι τοῖς ὁρῶσιν οὐ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἀλλ ἀπλῶς ἅπασαν ἐπαινεῖσθαι. τὸ γὰρ διορίζειν καὶ διαιρεῖν καὶ τὸ μὲν [*](376) ἀγαθὸν εἶναι κρίνειν, ἐνδέχεσθαι δὲ ἄλλην φαύλην εἶναι, οὐκ ἔστι τῶν πολλῶν· ἀλλ’ ἅμα τε εἶδον τὸν νοῦν ἔχοντα ἡδονῇ τινι χαίροντα καὶ πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ αἱρετὸν ᾠήθησαν εἶναι, καὶ οὕτως οὐ μόνον ἃ ἐβούλοντο οὐκ ἔπεισαν ἀλλὰ καὶ τὴν ἀλήθειαν προσαπώλεσαν. ὅθεν φανερόν, ὅτι οἳ ἀληθεῖς λόγοι οὐ μόνον πρὸς τὴν γνῶσιν χρησιμώτατοί εἰσι, πλάνης καθαίροντες ἀπάτης, ἀλλὰ καὶ τῷ βίῳ λυσιτελοῦσι· πιστεύονται γὰρ τοῖς ἔργοις ἀκολουθοῦντες.

<Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ καὶ ἔτι ὅτι ἀγαθὸν ἡ ἡδονὴ καὶ οὐ πᾶσα αἱρετή· καὶ λύσις τῶν ἐναντίων λόγων. κεφ. β΄.>

Περὶ μὲν τούτων ἅλις· λέγωμεν δὲ περὶ ἡδονῆς. καὶ πρῶτον ἐκθησόμεθα τὰς τῶν παλαιῶν περὶ αὐτῆς δόξας. ὁ μὲν οὖν Εὔδοξος αὐτὸ τὸ ἔσχατον ἀγαθὸν ᾤετο τὴν ἡδονὴν εἶναι, διότι πάντα ἑώρα τῆς ἡδονῆς ἐφιέμενα καὶ λογικὰ καὶ ἄλογα· οὗ δὲ πάντα ἐφίεται, τοῦτό ἐστι τὸ πάντων ὑπερέχον τῶν ἀγαθῶν· ᾤετο γὰρ ἀγαθὸν μὲν ἑκάστῳ εἶναι ἰδίως ὃ ἕκαστον ζητεῖ. καθάπερ καὶ τροφὴν ἕκαστον διώκει τὴν αὐτῷ ἀγαθὴν καὶ λυσιτελῆ· πᾶσι δὲ κοινῶς ἀγαθὸν οὗ πάντα κοινῶς ἐφίενται καὶ πορίζειν βούλονται ἑαυτοῖς· ὃ δὲ πᾶσίν ἐστιν ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα ἐφίεται, τοῦτο εἶναι τὸ ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν Εὔδοξος ἀπεφαίνετο περὶ τῆς ἡδονῆς. ἑπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν ἐν τῷ ἤθει τοῦ λέγοντος ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς· σώ φρῶν γὰρ ὢν διαφερόντως, [*](377) οὐχ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν ἀλλὰ τῷ σφόδρα τῆς ἀληθείας φροντίζειν. ἔτι δὲ καὶ ἐκ τοῦ ἐναντίου τῇ ἡδονῇ τῆς λύπης φανερὸν ᾤετο εἶναι· ἰὴν γὰρ λύπην πάντα φεύγοντα, τὴν ἡδονὴν ἀνάγκην εἶναι πάντα διώκειν· ὃ δὲ πάντα διώκει, τοῦτο εἶναι τὸ ἀγαθόν. ἔλα καὶ οὕτως ἐπεχείρει λέγων· μάλιστα αἱρετὸν εἶναι ὃ δι’ ἑαυτὸ αἱρετόν ἐστι καὶ ὃ μὴ δι’ ἕτερον μηδ’ ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτον δὲ φανερῶς τὴν ἡδονὴν εἶναι· καὶ γὰρ οὐδεὶς ἐρωτᾷ τίνος ἕνεκα τὴν 7)0077,7 βουλόμεθα ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἐρωτώμεθα, οἷον, φέρε εἰπεῖν, τίνος ἕνεκα τὰ χρήματα ἢ ἡ τιμή, περὶ δὲ τῆς ἡδονῆς οὐκέτι· οὐδεὶς γὰρ δώσει [*](1 ἃ δρῶσι h: τὰ τοῖς ὁρῶσι D 14 πλάνης h: πάσης D 24 ἕκαστον D: ἕκαστος h 33 διώκει D: διώκειν h)

211
τέλος τῆς ἡδονῆς, ἀνθ’ ὅτου βούλεται ἥδεσθαι ἀλλὰ αὐτὴν αἱρεῖται καθ’ ἑαυτήν, ὡς καθ’ ἑαυτὴν οὖσαν· ἐπεὶ δὲ τὸ καθ’ ἑαυτὸ αἱρετὸν τὸ τέλος ἐστὶ τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν αὐτό, διὰ τοῦτο συνῆγε τὴν ἡδονὴν τὸ ἔσχατον ἀγαθὸν εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον εἶναι ᾤετο τὸ προκείμενον· προστιθεμένη γὰρ ἡ ἡδονὴ τῶν ἀγαθῶν ὁτῳοῦν, αἱρετώτερον ποιεῖ καὶ ἐφετὸν μᾶλλον· ἡ γὰρ σωφροσύνη ἰὴν ἡδονὴν προσλαβοῦσα ἢ ἡ δικαιοσύνη ἡδίων ἔσται καὶ αἱρετωτέρα ἑαυτῆς· ὃ δὲ προστιθέμενον παντὶ ἀγαθῷ βέλτιον δύναται ποιεῖν, τοῦτο ἐνόμιζεν εἶναι τὸ ἔσχατον ἀγαθόν. ἔχει δὲ οὐχ οὕτως. ὃ γὰρ προστιθέμενον ἀγαθῷ βέλτιον δύναται ποιεῖν, φαίνεται ὅτι ἀγαθόν ἐστιν· οὐκ ἀνάγκη δὲ αὐτὸ εἷναι τὸ ἔσχατον ἀγαθὸν ἢ ἑτέρου ὁτουοῦν βέλτιον· πάν γὰρ ἀγαθὸν ἑτέρῳ προστεθὲν ἀγαθῷ αἱρετώτερον ποιεῖ· μεῖζον γὰρ τὸ ὅλον τοῦ μέρους ἐπὶ παντός. καὶ ἃ μὲν ἐδόκει τῷ Εὐδόξῳ περὶ ἡδονῆς. ταῦτα. | λάτων δὲ οὐκ εἶναι ἔφασκεν [*](378) αὐτὴν τὸ ἔσχατον ἀγαθὸν ἀπὸ τῶν αὐτῶν ἐπιχειρῶν λόγων ὅθεν Εὔδοξος ἐπειρᾶτο τὸ ἔσχατον ἀγαθοὶ τὴν ἡδονὴν ἀποφαίνειν. ἐπεὶ γὰρ οὐκ ἔστι, φησίν, ἀγαθὸν ἔσχατον, οὗ ἐνδέχεται μεῖζον γενέσθαι· αὐτὸ γὰρ εἰκὸς εἶναι τὸ μέγιστον ἀγαθόν· ᾧ ἄρα ἀγαθῷ ἄλλο ἀγαθὸν προστεθὲν μεῖζον ἐποίησε καὶ αἱρετώτερον, τοῦτο οὐκ ἔστι τὸ ἔσχατον ἀγαθόν· οὐ γάρ ἐστι τὸ μέγιστον ἀγ.αθόν, οὗ μεῖζον ἄλλο δύναται γενέσθαι· ἡ δὲ ἡδονὴ τοιαύτη· ὁ γὰρ ἡδὺς βίος φρόνησιν ἢ σωφροσύνην προσλαβὼν ἡδίων γίνεται καὶ αἱρετώτερος· ἔστιν ἄρα τι βέλτιον τῆς ἡδονῆς· οὐκ ἄρα ἡ ἡδονή ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ ἀγαθόν τί ἐστι τοιοῦτον, οἷα ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τἄλλα, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν. τοῦτο γὰρ καὶ ζητοῦμεν ἐπὶ τοῦ παρόντος δείξαι τούτων τῶν ἀγαθῶν ἕν τι εἶναι τὴν ἡδονήν. ἕτεροι δὲ ἐνιστάμενοι πρὸς τ·οὺς τοῦ Εὐδόξου λόγους ἔφασκον μὴ εἶναι ἀγαθόν, οὗ πάντα ἐφίεται· λέγουσι δὲ οὐδέν. ἐκεῖνο γάρ φαμεν ἀληθὲς εἶναι, ὃ πᾶσι δοκεῖ ἀληθές· ὁ δὲ ταύτην ἀναιρῶν ἰὴν κοινὴν δόξαν καὶ τὴν ἐκεῖθεν ἀτοσειόμενος πίστιν πῶς ἄν δύναιτο πιστότερα λέγειν; ὅτι δὲ ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, πᾶσι τοῖς ἐν αἰσθήσει δοκεῖ· δι’ ὧν γὰρ εἰς αὐτὸ φέρονται διώκουσιν’ ὡς ἄρα ἀγαθὸν νομίζουσιν εἶναι. εἰ μὲν γὰρ τὰ ἀνόητα μόνον ὠρέγοντο αὐτοῦ, αὐτοῖς ἂν ἦν ἀγαθὸν μόνον, καὶ ἡ ψῆφος οὐκ ἂν ἦν βεβαία τῶν ἀνοήτων, οὐδ’ ἂν ἐδόκει ἀγαθὸν ἀληθῶς εἶναι· ὅταν δὲ καὶ τὰ ἀνόητα καὶ τὰ φρόνιμα κοινῇ πάντα νομίζωσιν ἀγαθὸν εἶναι, δι’ ὦν ζητοῦσιν αὐτό, τί ἔτι κωλύει ἀγαθὸν ἀληθῶς εἶναι; καὶ γὰρ καὶ ἐν τοῖς ἀνοήτοις ἔστι τι φυσικὸν ἀγαθὸν τὴν φαυλότητα [*](379) αὐτῶν ὑπερβαῖνον, δι’ ὃ τῷ ἀγαθῷ οἰκειούμενα ὡς οἰκείου ἤδη ὀρέγονται. καὶ πρὸς μὲν τὸν πρῶτον τοὺ Εὐδόξου λόγον ταύτην κομίζουσι τὴν ἔνστασιν, πρὸς δὲ τὸν δεύτερον, ὃς ἐκ τοῦ ἐναντίου ἐστὶν εἰλημμένος, ἐκείνην οὐκ ἀνάγκη φασίν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· οὐ γὰρ ἤ τι κακόν, τὸ ἐναντίον αὐτῷ ἀγαθόν· ἔστι γὰρ ἐναντίον κακὸν κακῷ. ἡ γὰρ γὰρ ἠλιθιότης τῇ ἀκολασίᾳ ἐναντίον ἐστίν, ἀμφοτέρων οὐσῶν καδιώκουσιν [*](30 h: δοκοῦσιν D 32 οὐδ’ ἂν h: οὐκ ἀν’ D 14:)
212
κῶν, καὶ ἀμφότερα τῇ σωφροσύνῃ. ταῦτα μὲν οὖν καλῶς λέγουσιν, οὐ μὴν ἐπί γε τῆς ἡδονῆς ἀληθύουσιν. εἰ γὰρ ἄμφω κακὰ ἦν, καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη, ἦν ἄν καὶ ἄμφω φευκτά· καθάπερ εἰ καὶ ἄμφω ἦσαν ἀγαθά, ἦν ἂν ἀμφότερα αἱρετά, ἢ εἰ μήτε ἀγαθὰ τε φευκτά, οὐδὲ αἱρετὰ ὁμοίως ἀμφότερα· νῦν δὲ τὴν μὲν λύπην φεύγομεν ὡς κακόν, τὴν δὲ ἡδονὴν αἱρούμεθα ὡς ἀγαθόν· ὅθεν φανερόν, ὅτι ὡς κακὸν ἀγαθῷ ἡ λύπη τῇ ἡδονῇ ἀντίκειται. ἕτεροι δὲ λέγουσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ὅτι οὐκ ἔστι ποιότης, οὐδὲν λέγοντες ἀναγκαῖον· οὐδὲ γάρ αἱ ἐνέργειαι τῶν ἀρετῶν ποιότητές εἰσιν, οὐδὲ εὐδαιμονία ποιότης ἐστίν· ἐνέργεια γάρ ἐστιν· ἀλλ’ ὅμως οὐδὲν κωλύει ἀγαθὰ ταῦτα εἶναι. ἔτι δὲ καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον τι ἡ ἡδονή, τὸ δὲ ἀγαθὸν ὡρισμένον, διὰ τοῦτο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν· ἀόριστον δὲ ἔλεγον εἶναι τὴν ἡδονήν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀλλ’ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐν αὐτῇ τῆ ἡδονῇ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐθεωρεῖτο, ἦν ἄν ἀληθὴς ὁ λόγος αὐτοῖς· νῦν δὲ ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ἐν τῷ ἥδεσθαι γίνεται, | ὅτι οἱ ἡδόμενοι μᾶλλον καὶ ἧττον [*](380) ἥδονται· τοῦτο δὲ καὶ ἐν ταῖς ἀρεταῖς συμβαῖνον φαίνεται· δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἧττον καὶ ἀνδρεῖοι, καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον ἔστιν, ἀλλ’ οὐ διὰ τοῦτο ἀόριστοί εἰσιν αἴ ἀρεταί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἡδονὴ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐκ ἔστιν ἀόριστος, ἐν δὲ τοῖς ἡδομένοις τὴν ἐπίτασιν καὶ τὴν ἄνεσιν ἐπιδέεται, ὅτι οὐκ ἔστιν ἀμι- γὴς λύπης ἐν πᾶσιν, οὐδὲ ὁμοίως· καθάπερ καὶ ἐπὶ τῆς ὑγιείας συμβαίνει· καὶ γὰρ αὐτὴ ὡρισμένη οὖσα ἐν τοῖς ὑγιαίνουσιν επιτεινεται καὶ ἀνίεται· οὐ γὰρ η αὐτὴ συμμετρία πᾶσιν εστιν, ουδε ἐν τῳ αὐτῷ μία τις ἀεί, ἀλλὰ μεταβάλλει ποτὲ μὲν ἐπὶ τὸ μεῖζον, ποτὲ δὲ ἐπὶ τὸ ἔλαττον, καὶ νῦν μὲν καθαρῶς ὑγιαίνει τινὶ τὸ σῶμα, νῦν δὲ ἔνεστί τι καὶ νόσου. τοιοῦτον δὴ καὶ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν συνῆγον τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν· ἡ ἡδονὴ κίνησίς τις καὶ γένεσίς ἐστι· κίνησις δὲ καὶ γένεσις ἀτελῆ· τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλειον· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔστι δὲ αὐτοῖς ἡ ἐλάττων πρότασις ψευδής· οὔτε γὰρ κίνησις οὔτε γένεσίς ἐστιν ἡ ἡδονή. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις, δῆλον ἐκεῖθεν. πάσῃ μὲν γὰρ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής· καὶ εἰ μὴ αὐτή τις πρὸς ἑαυτὴν βραδεῖα ἢ ταχεῖα φαίνεται τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι τὰ κινούμενα, οἷά ἐστι τὰ ἀνωμάλως κινούμενα, ἀλλὰ πρὸς ἄλλο γοῦν θεωρούμενα ταχέως ἢ βραδέως κινεῖσθαι λέγονται· καθάπερ ἡ τοῦ οὐρανοῦ κίνησις ὁμαλὴ μέν ἐστι καθ’ ἑαυτήν, πρὸς δὲ τὴν <τῶν> ἀστέρων κίνησιν, ταχεῖα λέγεται. πάσῃ μὲν οὖν κινήσει τὸ τάχος καὶ ἡ [*](381) βραδυτὴς οἰκεῖόν ἐστι, τῇ δὲ ἡδονῇ οὐ προσήκει· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι κίνησις. ὅτι δὲ οὐκ ἔστιν ἐν τῆ ἡδονῇ ταῦτα, δῆλον. ἡσθῆναι μὲν γὰρ λέγεταί τις ταχέως ὥσπερ ὀργισθῆναι διὰ τὸ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ [*](6 ἀγαθῷ h: ἀγαθὸν D τῇ om. h 14 τὸ om. h 15 οἱ om h 36 τῶν h: om. D)
213
ἥδεσθαι ἀπὸ τοῦ μὴ ἥδεσθαι κινηθῆναι, ἥδεσθαι δὲ ταχέως ἢ βραδέως οὐκέτι, οὔτε πρὸς ἑαυτόν, καθάπερ τὰ ἀνωμάλως κινούμενα, οὔτε πρὸς ἄλλο, καθάπερ τὰ ὁμαλά. τὸ δὲ βαδίζειν καὶ αὔξεσθαι καὶ ἀλλοίουσθαι καὶ πάντα ὅσα κινήσεώς ἐστι μετὰ τῆς ταχυτῆτος θεωροῦνται καὶ τῆς βραδυτῆτος. μεταβάλλειν μὲν γὰρ λέγεταί τις εἰς τὴν ἡδονὴν ταχέως ἢ βραδέως, <ἐνεργεῖν δὲ κατ’ αὐτὴν ταχέως ἢ βραδέως> οὐκ ἔστιν. ἐστι κινήσεως ἡ ἡδονὴ καὶ ἠρεμία τις καὶ οὐ δήπου αὐτὴ δύναται κίνησις εἶναι. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις ἡ ἡδονὴ δῆλον. ἔτι δὲ οὐδὲ γένεσίς ἐστιν· εἰ γὰρ ἡ ἡδονὴ γένεσις, ἡ λύπη ἄν εἴη φθορά, καὶ ἔσται ὧν ἡ ἡδονὴ γένεσις, τούτων ἡ λύπη φθορά· οὐ γὰρ τοῦ τυχόντος φθειρομένου τὸ τυχὸν γίνεται, ἀλλ’ ἐξ οὗ γίνεταί τι. εἰς τοῦτο καὶ διαλύεσθαι πέφυκεν. ἐπεὶ δὲ λέγουσι τὴν λύπην ἔνδειαν εἶναι τοῦ κατὰ φύσιν, εἴη ἄν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις· ταῦτα δὲ σωματικά ἐστι ἰὰ πάθη. εἰ δή ἐστιν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο ἂν καὶ ἔχοι τὴν ἡδονήν, καὶ ἥδεσθαι δύναται· τὸ σῶμα ἄρα ἥδεται, καὶ ἐν τούτῳ ἡ ἡδονή. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· τὸ γὰρ ἥδεσθαι τῆς ψυχῆς εἶναι δοκεῖ. οὐκ ἄρα ἡ ἡδονὴ γένεσίς τις καὶ ἀναπλήρωσίς ἐστιν, ἀλλὰ ἕπεται τῇ ἀναπληρώσει, καθάπερ καὶ τῆ ἐνδείᾳ ἡ λύπη· γινομένης μὲν γὰρ ἀναπληρώσεως ἡδόμεθα, τεμνόμενοι δὲ λυπούμεθα. | δοκεῖ δὲ γενέσθαι [*](382) αὕτη ἡ δόξα ἀπὸ τῶν σωματικῶν καὶ τῶν περὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γεγονότες καὶ προλυπηθέντες ἡδόμεθα τῆ ἀναπληρώσει. τοῦτο δὲ οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονάς. ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ αἱ ἐν ταῖς αἰσθήσεσι· καὶ γάρ καὶ αἱ κατὰ τὴν ἀκοὴν ἡδοναὶ καὶ κατὰ τὴν ὄσφρησιν καὶ κατὰ τὴν ὅρασιν μηδεμιᾶς προηγησαμένης λύπης γίνονΤαι καὶ οὐκ ἔστιν οὐδεμία αὐτῶν ἐνδείας ἀναπλήρωσις. ἔτι δὲ καὶ ἐλπίδες καὶ μνήμαι τῶν ἀγαθῶν ἥδισταί εἰσιν· αἱ δὴ κατὰ ταύτας ἡδοναὶ τίνος εἰσὶ γενέσεις; οὐδενὸς γὰρ ἔνδεια ἐν αὐτοῖς προηγήσατο, οὗ γένοιτ’ ἄν ἀναπλήρωσις· ὅθεν φανερόν, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις. ἕτεροι δὲ ἀξιοῦσι μὴ εἷναι τὴν ἡδονὴν ἀγαθόν, προφέροντες τὰς ἐπονειδίστους τῶν ἡδονῶν. πρὸς οὓς ἐκεῖνο λέγομεν, ὅτι οὐκ ἔστι ταῦτα ἡδέα, ἃ τοῖς φαύλοις ἡδέα δοκεῖ· οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ταῦτά ἐστιν, οἰητέον ἤδη αὐτὰ καὶ ἡδέα ἁπλῶς εἶναι, ἀλλὰ τούτοις μόνον ἡδέα· καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἡ πικρὰ ἁπλῶς ὑγιεινὰ ἢ γλυκέα ἀλλὰ αὐτοῖς· ἐπεὶ οὐδὲ λευκὰ ἁπλῶς τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσι λευκά· φανερὸν δή, ὅτι οὐδὲ ἀπὸ τούτων τῶν λόγων δόξειεν ἂν ἡ ἡδονὴ μὴ ἀγαθὸν εἶναι. μάλιστα μὲν γάρ, ὅτι οὔκ εἰσιν ἡδοναὶ αἱ παρὰ τοῖς μοχθηροῖς ἡδοναί· ἔπειτα, εἰ καὶ ταύτας ἡδονὰς εἶναι δώσομεν, ἀλλ’ οὐκ ἀνάγκη διὰ τοῦτο τὴν ἡδονὴν ἁπλῶς φαύλην εἶναι· οὐ γὰρ μία ἐστὶν ἡ ἡδονὴ τῷ εἴδει ἀλλὰ πολλαί. καὶ οὐδὲν κωλύει τὰς μὲν φαύλας εἶναι, τὰς δὲ ἀγαθάς· [*](6 ἐνεργεῖν—βραδέως h: om. D 14 ἡ ἀναπλήρωσις Dh et Arist. cod. Lb: ἀναπλήρωσις Arist. vulg. 39 τοῦτο h: τὸ D)
214
ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν καὶ ἐπαινετῶν ἡδοναὶ καὶ ἄλλαι αἱ ἀπὸν [*](383) τῶν αἰσχρῶν· καὶ αἱ μὲν ἀγαθαὶ αἱ δὲ φευκταί, ὥσπερ τὸ πλουτεῖν ἢ ὑγιαίνειν· ἔστι γὰρ πλουτεῖν καλῶς κτώμενον ὅθεν <οὐδείς> καὶ ἔστιν αἰσχρῶς πλουτεῖν, προδόντα τὴν ἑαυτοῦ ἢ ἐξανδραποδισάμενον τοὺς οἰκείους· καὶ ἔστιν ὑγιαίνειν καλῶς ἀνθρωπικὴ διαίτῃ χρώμενον καὶ κακῶς, ὅταν οὐχ ὅθεν δεῖ κτησώμεθα τὴν ὑγίειαν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸν αὐτὸν δὴ τρόπον ἐπὶ τῶν ἡδονῶν. καὶ ὅλως ἕτεραί εἰσι τῷ εἴδει, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοὐ μουσικοῦ ἡδονήν, μὴ ὄντα μουσικόν, ἢ τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον· ὅθεν φανερόν, ὅτι ἄλλη ἐστὶ τῷ εἴδει ἡ τοῦ μουσικοῦ ἡδονὴ καὶ ἄλλη ἡ τοῦ δικαίου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὐ τοίνυν εἰ ἡ τῶν φαύλων ἡδονὴ κακόν, ἤδη ἁπλῶς ἡ ἡδονὴ φευκτόν ἐστιν. ἔτι δὲ καὶ ἀπὸ τῆς διαφορᾶς τοῦ κόλακος καὶ τοῦ φίλου τὴν ἡδονὴν ἐδόκει μὴ εἶναι ἀγαθόν. ὁ μὲν γὰρ κόλαξ ψέγεται, ὅτι πρὸς ἡδονὴν ὁμιλεῖ, ὁ δὲ φίλος ἐπαινεῖται, ὅτι μὴ πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀλήθειαν καὶ τὸ ἀγαθόν. ὅθεν δοκεῖ συνάγεσθαι, τὴν ἡδονὴν ἐπονείδιστον εἶναι. οὐ τοῦτο δὲ ἀπὸ τούτων συνάγεται, ἀλλὰ μᾶλλον ὅτι διάφοροί εἰσι τῷ εἴδει αἱ ἡδοναί· καὶ ἡ μὲν ἐπαινεῖται, ἡ δὲ ἐπονείδιστός ἐστιν. ὅτι γὰρ καὶ ὁ φίλος ἡδύς ἐστιν καὶ ἡδονὴν ἔχει τῶ φίλῳ, τίς ἀγνοεῖ; φανερὸν τοίνυν, ὅτι ἡδονή ἐστι ἰοῖς συνοῦσι παρ’ ἑκατέρου. καὶ ἡ μὲν τοῦ κόλακος διαβάλλεται, ἐπαινεῖται δὲ ἡ τοῦ φίλου. ἔτι δὲ καὶ ἐκεῖθεν ἐπονείδιστον εἶναι ἐδόκει ἡ ἡδονή. καὶ γὰρ οὐδεὶς ἂν ἕλοιτο νοῦν ἔχων ἥδεσθαι διὰ βίου τὴν τῶν παιδίων ἡδονὴν διανοούμενος καὶ χαίρων, ὥσπερ ἐκεῖνα, οὐδ’ ἄλλο τι | αἰσχρὸν ποιεῖν, ἵνα ἥδοιτο διὰ βίου· διὰ τοῦτο δὲ οὐδεμία [*](384) ἀνάγκη τὴν ἡδονὴν φαῦλον εἶναι. οὐ γὰρ φεύγει ὁ νοῦν ἔχων τὴν παιδικὴν ζωὴν καὶ τὸ αἰσχρὰ πράττειν διὰ τὴν ἐκεῖθεν ἡδονήν, ἀλλὰ αὐτὰ δι’ ἑαυτά, ὅτι φευκτά εἰσιν. ἐπεὶ καὶ πολλὰ πρὸς ἡδονὴν φέροντα διώκομεν οὐ διὰ τὴν ἡδονήν, ἀλλ’ ὅτι αὐτὰ δι’ ἑαυτά εἰσιν αἱρετά· τὸ γὰρ ὁρᾶν καὶ μνημονεύειν καὶ εἰδέναι καὶ τἀς ἀρετὰς ἔχειν ἑλοίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν’ εἰ δ’ ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει· βουλοίμεθα γὰρ ἄν ταῦτα ἡμῖν αὐτοῖς, καὶ εἰ μηδεμία γένοιτ’ ἂν ἀπ’ αὐτῶν ἡδονή· ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ αἱρετὸν καὶ ἀγαθόν, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθ’ ἑαυτὰς διαφέρουσαι τῷ εἴδει τῶν φύλων ἢ ταῖς αἰτίαις ὅθεν γίνονται, δῆλον ἔοικεν εἶναι.

<Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδονή. κεφ. γ'.>

Τὰ μὲν οὖν λεγόμενα περὶ ἡδονῆς καὶ λύπης ταὐτά ἐστιν. ζητοῦμεν δὲ ἤδη περὶ αὐτῆς τί ἐστιν ἢ ποῖόν τι· τοῦτο δὲ γένοιτ’ ἄν καταφανὲς ἄνωθεν ἀναλαβοῦσι τὸν λόγον. ἔστι τοίνυν ἡ ἡδονὴ τελεία καὶ καθάπερ ἡ ὅρασις καθ’ ὁντιναοῦν χρόνον τελεία ἐστί, καὶ οὐκ ἔστι λαβεῖν μέρος [*](3 οὐδεὶς h: om. D 4 post ἑαυτοῦ add. πατρίδα ed. 1617: om. Dh 32 αἱρεταὶ Mullach: ἀρεταὶ)

215
οἰκοδομίας· τῆς γὰρ ὅλης ποιήσεως, φέρε εἰπεῖν, τοῦ ναοῦ ἑτέρα ἡ τῶν λίθων σύνθεσις καὶ ἄλλη ἡ τῶν κιόνων κατασκευή, καὶ διαφέρουσι πρός τε ἀλλήλας καὶ πρὸς τὴν ὅλην οἰκοδομίαν· ἡ μὲν γὰρ τελεία· καὶ γὰρ [*](385) οὐδενὸς ἐλλείπει τῶν δεόντων· ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής· μέρους γὰρ οἰκοδόμησις ἑκατέρα. τῷ εἴδει οὖν διαφέρουσι. καὶ ὅλως οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνου μέρει, δηλονότι τοῦ κατὰ κίνησιν χρόνου, τελείαν λαβεῖν κίνησιν· κατὰ τὸ εἶδος ὃ ζητεῖται ἐν τῇ τελεία κινήσει, ἀλλ’ ἐν τῷ ὅλῳ χρόνῳ ἡ τελεία κίνησις ἀποτελεῖται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν κινήσεων. καὶ γὰρ ἡ φορὰ διάφορα εἴδη κινήσεως περιέχει. καὶ γὰρ ἅλσις καὶ πτῆσις καὶ βάδισις πάσαι φοραὶ μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων κατ’ εἶδος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἑκάστῃ τῶν φορῶν τούτων διάφορα εἴδη γίνεται βαδίσεως. οἱ γὰρ ὅροι διάφοροι, τὸ πόθεν καὶ ποῖ· τῶν ὅρων δὲ διαφόρων ὄντων, διάφορα καὶ τὰ εἴδη τῆς βαδίσεως· τῆς γὰρ ἐν τῷ σταδίῳ βαδίσεως τὸ μέρος διαφόρους ἔχει τοὺς ὅρους πρὸς τὴν ὅλην βάδισιν· καὶ οὐ μόνον πρὸς τὴν ὅλην, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ μέρη. εἰ γὰρ εἴη ἡ βάδισις ὅλη ἀπὸ τοῦ α΄ ἐπὶ τὸ ε΄, ἡ ἀπὸ τοῦ α΄ ἐπὶ τὸ γ΄ διάφορος ἄν εἴη κατὰ τοὺς ὅρους τῆς τε ὅλης καὶ τῆς ἀπὸ τοὐ γ΄ ἐπὶ τὸ δ΄ καὶ τῆς ἀπὸ τοῦ δ΄ ἐπὶ τὸ ζ καὶ ἔτι τῆς ἀπὸ τοῦ ζ΄ ἐπὶ τὸ ε΄. διαφόρων δὲ ὄντων τῶν ὅρων, καὶ αὐταὶ δίφοροι ἂν εἶεν τῷ εἴδει. εἰ γὰρ καὶ γραμμὴν ἑκάστη βάδισις διεπορεύετο, τὴν αὐτὴν οὖσαν τῷ εἴδει, x003E; ἀλλ’ ἐπεὶ ἑκάστη γραμμὴ ἐν τόπῳ ἐστίν, οἱ δὲ τόποι διάφοροι, διὰ τοῦτο διάφοροί εἰσιν αἱ κινήσεις. τοὺς μὲν οὖν ἀκριβεῖς περὶ κινήσεως λόγους ἐν ἄλλοις ἐποιησάμεθα. τοῦτο δὲ μόνον ἐνταῦθα εἰπεῖν ἀναγκαῖον, ὅτι οὐκ ἐν παντὶ χρόνῳ τελεία ἐστὶν ἡ κίνησις ἀλλ’ ἐν τῷ ὅλῳ. αἱ δὲ ἐν τοῖς μέρεσι τοὐ ὅλου χρόνου κινήσεις ἀτελεῖς εἰσι καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει, εἴπερ οἱ ὅροι τῆς [*](386) κινήσεως τὸ πόθεν καὶ ποῖ τὴν κίνησιν εἰδοποιοῦσι. ἰῆς δὲ ἡδονῆς τὸ εἶδος ἐν ὁτῳοῦν χρόνῳ τέλειόν ἐστι. φανερὸν τοίνυν, ὅτι ἡ ἡδονὴ καὶ ἡ κίνησις ἕτεραί εἰσιν ἀλλήλων· καὶ ἡ μὲν ἡδονὴ ὅλον τι καὶ τέλειον ἐστιν, ἡ δὲ κίνησις οὐκ ἐν παντὶ χρόνῳ τελείαι. καὶ ὅτι κίνησιν μὲν ἄνευ χρόνου οὐκ ἐνδέχεται εἶναι, ἡδονὴν δὲ δυνατόν. καὶ γὰρ ἐν μὲν τῷ νῦν καὶ τῷ ἀτόμῳ οὐ δυνατὸν κινηθῆναι, ἡσθῆναι δὲ δυνατὸν ὅλην καὶ τελείαν ἡδονήν. ἐκ τούτων δὲ δῆλον, ὅτι οὐ μόνον οὐκ ἔστι κίνησις ἡ ἡδονὴ ἀλλ’ οὐδὲ γένεσις. οὐ γὰρ πάντων ἁπλῶς γένεσίς ἐστιν ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων, ἐπεὶ μηδὲ ὁράσεως ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος· ὅτι ὅλον τι ἕκαστον αὐτῶν ἐστι καὶ οὐ μεριστὸν οὐδὲ ἐν χρόνῳ ἀπὸ τοῦ ἀτελοῦς ἐὴ τὸ τέλειον ἔρχεται, ἀλλ’ ἐν ὁτῳοῦν χρόνῳ ὅλον τι καὶ τέλειον [*](5 σύνθεσις scripsi ex Arist.: σύνεσις Dh 9 χρόνου h: χρόνω D 23 καὶ seclusit Mullach 23. 24 διεπορεύετο Mullach: διαπορεύεται Dh 24 ἄλλο ἦν suppl. Heinsius 32 καὶ τέλειον D: πρὸς τέλειον h 39 ἐν om. h)
216
ἕκαστον αὐτῶν ἐστιν. ἥ τε γὰρ μονὰς οὐ τὸ μὲν τελεία ἐστί, τὸ δὲ ἀτελής, καὶ τῷ χρόνῳ τελειοῦται, οὔτε ἡ στιγμή· τό τε ὁρᾶν ἐν παντὶ μέρει τοῦ χρόνου, καθ’ ὃν ὁρῶμεν, τέλειόν ἐστι· καὶ ὅλως πάσης αἰσθήσεως ἐνέργεια πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης τελεία ἐστὶν ἐν παντὶ μέρει του χρόνου·

<Περὶ τοῦ ὅτι πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή. κεφ. δ'.>

Έπεται δὲ ταῖς ἐνεργείαις τῆς αἰσθήσεως καὶ τῆς διανοίας ἡ ἡδονή, καὶ μάλιστα ὅταν ὑγιαίνουσαι τελειοτάτην προβάλλωνται τὴν ἐνέργειαν, καὶ περὶ τὸ κάλλιστον ἐνεργῶσιν ἡ μὲν αἴσθησις τῶν αἰσθητῶν, ἡ δὲ διάνοια τῶν διανοητῶν. τηνικαῦτα γὰρ μάλιστα καὶ τελείως ἐνεργεῖ <ἡ | ἐνέργεια [*](387) ἢ> ἡ ἐνεργοῦσα ἕξις. οὐδὲν <γὰρ> διαφέρει ταύτην ἐνεργεῖν εἰπεῖν ἐπειδὰν γὰρ ὑγιῶς τε καὶ τελείως ὁρῶμεν καὶ τὸ κάλλιστον ὁρῶμεν τῶν ὁρατῶν, τελειοτάτη γίνεται ἡ ἐνέργεια· ὁμοίως καὶ ἐπὶ τῆς διανοίας καὶ τῶν ἄλλων αἰσθήσεων· ἡ δὲ τελειοιάτη καὶ ἡδίστη. ὅτι δὲ γίνεται κατὰ τὴν διάνοιαν ἡδονὴ καὶ καθ’ ἑκάστην αἴσθησιν, φανερόν· φαμὲν γὰρ διανοήματα ἡδέα εἶναι καὶ θεωρήμασι χαίρομεν καὶ ὁράμασιν ἡδόμεθα καὶ ἀκούσμασι, καὶ μάλιστα ὅταν τελείως τε ἐνεργῶμεν, καθὼς εἴρηται, καὶ τὰ βέλτιστα ὁρῶμεν ἦ θεωρῶμεν ἢ ἄλλως αἰσθανώμεθα. τοιούτων γὰρ ὄντων τῆς τε αἰσθήσεως καὶ τῶν αἰσθητῶν καὶ τῆς διανοίας καὶ τῶν διανοητῶν, ἀεὶ ἔσται ἡδονή, ἕως ἂν ἡ διάνοια καὶ ἡ αἴσθησις πάσχῃ ὑπὸ τῶν ἀντικειμένων. ἕπεται τοίνυν τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειότης τίς ἐστιν αὐτῆς. τελειοῖ δὲ οὐχ ὡς ἕξις τὸν ἔχοντα ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγουσα· ὥσπερ τὸν δυνάμει οἰκοδόμον ἡ οἰκοδομικὴ τελειοῖ καὶ ἐνεργείᾳ ποιεῖ οἰκοδόμον, καθάπερ οὐδὲ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἴτιά εἰσι τοῦ ὑγιαίνειν· ἡ μὲν γὰρ αὐτὴ ποιεῖ μὴ οὖσαν τὴν τοῦ ὑγιαίνειν ἐνέργειαν, ὁ δὲ συντηρεῖ καὶ φυλάττει, καὶ ὅπως παραμείνῃ ζητεῖ. ἔτι δὲ οὐδ’ ὥσπερ τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν ἢ τὸ διανοητὸν τὴν διάνοιαν, οὕτω καὶ ἡ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν αὐτῶν. ἡ μὲν γὰρ ἕξις καὶ τὸ ἀντικείμενον ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προάγουσι τὴν ἐνέργειαν, ἡ δὲ ἡδονὴ τῇ ἐνεργείᾳ γενομένῃ συμπεφυκυῖα συντηρεῖ καὶ φυλάττει. πείθει γὰρ ἐνεργεῖν ἡ ἐπ’ αὐτῷ ἡδονή, καὶ ἔστι τῆ ἐνεργείᾳ καθάπερ ἐπιγινόμενον τέλος, ὥσπερ ἡ ὥρα τοῖς ἐν ἀκμῇ· καὶ ἕπεται | ἀεὶ [*](388) ταύτῃ ἕως ἄν ᾖ ἥ τε αἴσθησις καὶ ἡ διάνοια, καὶ περὶ τὸ αἰσθητὸν καὶ διανοητὸν ἐνεργῇ, καὶ μάλιστα, ὅταν εὖ καὶ ἄριστα ἔχωσι καὶ περὶ τὸ ἄριστον ἐνεργῶσιν. ἀπορήσειε δ’ ἄν τις εἰ τοῦτο οὕτως ἔχει, πῶς οὐδεὶς οὕτως ἐνεργῶν συνεχῶς ἥδεται. πρὸς ὃ ῥητέον, ὅτι κάμνει πάντα τὰ άνθρώπεια καὶ οὐ δύναται συνεχῶς ἐνεργεῖν. διὰ τοῦτο οὐδὲ ἥδεσθαι δύναται συνεχῶς, ἐπεὶ ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἀκολουθεῖ· ἔνια δὲ τέρπει μὲν [*](10. 11 ἡ ἐνέργεια ἢ h: om. D 11 γὰρ h: om. D 25 εἴσι Dh et Arist. cod. Lb: ἐστι Arist. vulg. οὖσαν D: οὖσα h 32 τοῖς h: τῆς D)

217
νεωστὶ φανέντα, χρόνον δέ τινα συνεθισθέντα οὐχ οὕτως ἡδέα δοκεῖ. τὸ δὲ αἴτιον, ὅπερ ἔφην. τὸ μὲν γὰρ πρῶτον παρακέκλιται ἡ διάνοια καὶ ἐπιτεταμένως περὶ αὐτὰ ἐνεργεῖ, ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέπόντες, μετέπειτα δὲ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· διὰ τοῦτο καὶ ἡ ἡδονὴ ἀμαυροῦται.

<Περὶ τοῦ ὅτι φύσει διωκτὸν ἡ ἡδονή’ καὶ ἔτι περὶ τοῦ ὅτι διαφέρου σιν αἱ ἡδοναί. κεφ. ε΄.>

Ἐπεὶ δὲ πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή, ἐνέργεια δὲ καὶ τὸ ζῆν, τὰ ἄρα ἐφιέμενα τοῦ ζῆν ὀρέγονται τῆς ἡδονῆς, ὅτι τελειότης ἐστὶν αὐτοῦ. πάντα δὲ ἐφίενται τοὺ ζῆν· ὥστε δόξειεν ἂν πάντα ἐφίεσθαι τῆς ἡδονῆς. πᾶσαν γὰρ ἐνέργειαν ἡ ἡδονὴ αἱρετωτέραν ποιεῖ· καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ μάλιστα, οἷς μάλιστα ἥδεται, οἷον ὁ μουσικὸς τῆ ἀκοῇ περὶ τὰ μέλη καὶ ὁ φιλομαθὴς τῇ διανοίᾳ περὶ ἰὰ θεωρήματα καὶ τῶν ἄλλων ἕκαστος. ἐπεὶ οὖν οὕτω ποιεῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καλλίω καὶ αἱρετωτέραν, εἰκότως τὰ ὀρεγόμενά τινος ἐνεργείας καὶ τῆς κατ’ αὐτὴν ὀρέγονται ἡδονῆς· τὰ ἄρα τοῦ ζῆν ἐφιέμενα | εὐλόγως [*](389) καὶ τῆς ἐκεῖθεν ἐφίενται ἡδονῆς, ὅτι τὸ αἱρετὸν καὶ ἐφετὸν αὐτοῖς τελειοῖ. τὸ δὲ ζητεῖν ἐπὶ τοῦ παρόντος, πότερον ποτέρου ἕνεκα αἱρετόν, ἡ ἡδονὴ διὰ τὸ ζῆν ἢ τὸ ζῆν διὰ τὴν ἡδονήν, ἀφείσθω. φαίνεται δὲ ὅτι ἀδιαίρετά εἰσι ταῦτα ἀλλήλων, καὶ οὔτε ἡδονὴν χωρὶς ἐνεργείας οὔτε ἐνέργειαν χωρὶς ἡδορῆς εὕροι τις ἄν· τελείωσις γὰρ ἐνεργείας ἡ ἡδονή, καὶ διὰ τοῦ τὸ οὐ δύναται χωρὶς εἶναι. διὰ ταῦτα φαίνεται καὶ ὅτι αἱ ἡδοναὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει· καὶ γὰρ διαφόρων· τῷ εἴδει ἐνεργειῶν τελειότητες οὖσαι καὶ αὐταὶ διάφοροί εἰσιν. αἱ γὰρ τελειότητες τῶν διαφόρων εἰδῶν οὐ δύνανται μὴ διάφοροι ὅροι εἶναι ἰῷ εἴδει, οἷον αἱ τῆς διανοίας ἐνέργειαι τῶν τῆς αἰσθήσεως διαφέρουσι τῷ εἴδει καὶ ἔτι αὗται ἀλλήλων, ὥστε καὶ αἱ ἡδοναί. τοῦτο δέ ἐστι φανερὸν ἐκ τοῦ πάσῃ ἐνεργείᾳ οἰκείαν ἡδονὴν προσεῖναι. ὅτι δὲ οἰκείᾳ, δῆλον· καὶ γὰρ συναύξει τὴν ἐνέργειαν ἡ οἰκεία ἡδονή. μάλιστα γάρ τις ἕκαστα γινώσκει καὶ ἐξακριβοῖ καὶ ὅλως ἐνεργεῖ, ὅταν μεθ’ ἡδονῆς τοῦτο ποιῇ· καὶ γὰρ γεωμετρικοὶ γίνονται μαλιστα οἱ χαίροντες τῷ γεωμετρεῖν καὶ κατανοοῦσιν ἕκστα μᾶλλον, καὶ ἕκαστον ἡ ἡδονὴ πρὸς τὸ οἰκ·εῖον ἔργον ἐπιδιδόναι ποιεῖ. εἰ τοίνυν τὰς ἐνεργείας συναύξουσιν αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα, τὰ δὲ οἰκεία τοῖς διαφόροις τῷ εἴδει καὶ αὐτὰ διάφορα κατὰ τὸ εἶδος, φανερὸν ὅτι αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλων. ἔτι καὶ ἐκεῖθεν γίνεται δῆλον τὰς ἡδονὰς διαφόρους εἶναι τῷ εἴδει· καὶ γὰρ προσίστανται ταῖς ἐνεργείαις αἱ ἀλλότριαι, ἡδοναί, καθάπερ αἱ οἰκεῖαι τελειοτέρας ποιοῦσιν· ἡ γὰρ τῆς αύλητικῆς ἡδονὴ συγχέοι ἄν ῥᾳδίως τὴν ἐν τοῖς μὰ θήμασι θεωρίαν, ὅταν [*](390) μὴ ἕξιν μαθηματικὴν ὁ θεωρῶν· ἔχῃ, ἀλλ’ ἥδηται μᾶλλον αὐλοῦντος ἀκούων ἢ θεωρῶν, καὶ οὕτω φθείρῃ τὴν περὶ τὸν λόγον ἐνέργειαν ἡ τῆς αὐλητικῆς ἡδονή. ὁμοίως δὲ καὶ ἐπὶ ἰῶν ἄλλων συμβαίνει, ὅταν δύο ἐνεργείας

218
τις κατὰ ταὐτὸν ἐνεργῇ· καὶ γὰρ ἡ ἡδίων τὴν ἑτέραν ἐκκρούει, καὶ τοσούτῶ μᾶλλον, ὅσῳ κατὰ ἰὴν ἡδονὴν διαφέρει. εἰ γὰρ σφόδρα ὑπερβάλλει τὴν ἐξ ἑτέρας ἡ τῆς ἑτέρας ἡδονή, καὶ παντελῶς ἀφανίζει τὴν ἀλλοτρίαν ἐνέργειαν, ὥστε μηδὲ ὅλως κατ’ αὐτὴν ἐνεργεῖν· διὰ τοῦτο ἐπειδὰν χαίρωμέν τινι σφόδρα, οὐ πάνυ δρῶμεν ἕτερον· εἰ δὲ οὐ πάνυ ἡδόμεθα ὁτῳοῦν, καὶ ἄλλα ποιοῦμεν, οἷον ποιοῦσι καὶ οἱ ἐν τοῖς θεάτροις τραγηματίζοντες· ὅταν γὰρ φαῦλοι οἱ ἀγωνιζόμενοι ὧσι καὶ οὐ πάνυ χαίρωσι τῷ θεάματι, τότε μάλιστα αὐτὸ δρῶσιν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκεία ἡδονὴ τὰς ἐνεργείας ἐξακριβοῖ καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ ἡ δ’ ἀλλοτρία λυμαίνεται, φανερὸν ὅτι πολὺ διαφέρουσιν ἀλλήλων· σχεδὸν γὰρ ὥσπερ αἱ οἰκεῖαι ταῖς ἐνεργείαις λῦπαι κώλυμα γίνονται καὶ προχωρεῖν οὐκ ἐῶσιν, οὕτω καὶ αἱ ἀλλότριαι ἡδοναί. φθείρουσι γὰρ αἱ οἰκεῖαι λῦπαι τὰς ἐνεργείας· εἰ γάρ τις ἐπὶ τῷ γράφειν λυποῖτο. οὐ γράψει, καὶ εἴ τῳ τὸ λογίζεσθαι ἀηδές, οὐ θεωρήσει· τοῦτο δὲ πείσεται, καθὼς εἴρηται, καὶ ἀπὸ τῆς ἀλλοιρίας ἡδονῆς. εἰ τοίνυν ἡ ἀλλοτρία ἡδονὴ παραπλήσιον ποιεῖ ταῖς οἰκείαις λύπαις, ἡ δὲ οἰκεία λύπη τῇ οἰκείᾳ ἡδονῇ ἐναντίως ἔχει, φανερὸν ὅτι ἡ ἀλλοτρία ἡδονὴ τῇ οἰκεία ἐναντίως ἔχει· τὰ δὲ τοιαῦτα οὐ δύνανται τὰ αὐτὰ εἶναι τῷ εἴδει· ἡ ἄρα ἡδονὴ οὐκ ἔστι μία κατὰ τὸ εἶδος. |

<Περὶ τοῦ ὅτι ἐπιεικείᾳ καὶ φαυλότητι καὶ ἔτι καθαρότητι διαφέρουσιν [*](391) αἱ ἡδοναί· καὶ ὅτι ἑτέρων ζῴων καὶ ἕτεραι· καὶ τίς ἡ ἀληθής. κεφ. δ΄.>

Ἐπεὶ δὲ ἑκάστη ἡδονὴ τῇ ἐνεργείᾳ, ὅθεν ἐστίν, οἰκείως ἔχει, αἱ δὲ ἐνέργειαι διαφέρουσιν ἀλλήλων ἐπιεικείᾳ καὶ φαυλότητι, καὶ αἱ μὲν αἱρεταί εἰσιν, αἱ δὲ φευκταί, αἱ δὲ οὐδέτερον, τὸν αὐτὸν τρόπον καὶ τὰς ἡδονὰς ἔχειν ἀνάγκη, καὶ τὰς μὲν ἀγαθὰς εἶναι, τὰς δὲ φαύλας, τὰς δὲ οὐδέτερ.ον τούτων· καὶ ἐπιεικὴς μὲν καὶ ἀγαθὴ ἡδονή ἐστιν ἡ οἰκεία τῆ ἐπιεικεῖ καὶ ἀγαθῇ καὶ σπουδαίᾳ ἐνεργείᾳ, φαύλη δὲ ἡ τῇ φαύλῃ ἐνεργείᾳ οἰκεία· καὶ γὰρ αἱ ἐπιθυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δὲ φαύλων ψεκταί· ἡ δὲ οἰκεία τῇ ἐνεργεία,, ἣ ουτε έπαινετὴ ἐστιν οὔτε ψεκτή. καὶ αὐτὴ οὐδέτερόν ἐστιν. ἐπεὶ δὲ τῇ ἐνεργείᾳ καὶ ὄρεξίς ἐστιν ὅθεν κινεῖταί τις ἐπὶ τὸ ἐνεργεῖν, ζητητέον πότερα μᾶλλόν ἐστιν οἰκεία, ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἢ τῇ ὀρέξει. φαίνεται δὲ ὅτι οἰκειοτέρα ἐστὶ τῇ ἐνεργείᾳ. τῇ μὲν γὰρ ὀρέξει ἡ ἡδονὴ οὕτε συμπέφυκεν οὔτε ἅμα γίνεται αὐτῇ κατὰ τὸν χρόνον ἀλλὰ διέστηκεν αὐτῆς καὶ τῷ χρόνῳ καὶ τῇ φύσει. προηγεῖται γὰρ ἡ ὄρεξις τῆς ἐνεργείας καὶ ·τῆς ἐπ’ αὐτῇ ἡδονῆς· τῇ δὲ ἐνεργεία οὕτω συμπέφυκεν ἡ ἡδονὴ καὶ οὕτως ἀχωρίστως ἔχει, ὥστε ἀμφισβητεῖται, εἰ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ ἡ ἡδονή. φαίνεται μὲν οὗν, ὅτι τῆ ἐνεργείᾳ μᾶλλον ᾠκείωται ἡ ἡδονὴ ἢ τῇ ὀρέξει· ταὐτὸν δὲ οὐκ̣ ἔστιν· [*](1. 2 τοσοῦτο μᾶλλον ὅσο D 2 ὑπερβάλλει Mullach: ὑπερβάλλῃ Dh 3 ἀφανίζει D; ἀφανίζῃ h 32 ὀρέξει γὰρ h)

219
οὐ γὰρ ταὐτὸν ἡδονὴ διανοίᾳ οὐδὲ αἰσθήσει οὐδεμίᾳ· ἄτοπον γὰρ οὕτως οἴεσθαι. ἀλλὰ τῷ ἀχωρίστως ἀλλήλων ἔχειν δοκεῖ μηδὲν διαφέρειν ἐνεργείας. | διάφοροι δέ εἰσι καὶ αὐταὶ αἱ ἡδοναὶ πρὸς ἀλλήλας, ὅτι καὶ αἱ [*](392) ἐνέργειαι. | διαφέρει γὰρ ὄψις ἁφῆς καθαριότητι, καθόσον ἡ μὲν τοὺ εἴδους ἀντιλαμβάνεται μόνου, ἡ δὲ ἁφὴ τῇ ὕλῃ μᾶλλον προσάγει, καὶ ἡ ἀκοὴ ταύτῃ τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως διαφέρει, ὅτι τῆς ὕλης ἅπτονται μᾶλλον· ὅθεν καὶ αἱ ἑπόμεναι ἡδοναὶ διοίσουσιν ἀλλήλων καὶ τῶν ἐκ τῆς διανοίας ἡδονῶν, ὅτι διάφοροι αἱ ἐνέργειαι. καὶ αὐταὶ δὲ αἱ τῆς διανοίας ἡδοναὶ οὐχ αἱ αὐταὶ ἔσονται ἀλλήλαις, ὅτι διάφοροι ἐνέργειαι διανοίας φαίνεται δὲ ὅτι καὶ ἑκάστῳ ζῴῳ οἰκεία τίς ἐστιν ἡδονή, καθάπερ καὶ ἔργον ἐστὶν οἰκεῖον. εἰ γὰρ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἀκολουθοῦσιν, ἑκάστῳ δὲ ζῴῳ οἰκεία τίς ἐστιν ἐνέργεια κατάλληλος τῇ φύσει, καὶ ἡδονὴ ἄν οἰκεία εἴη. τοῦτο δὲ καὶ καθ’ ἕκαστον θεωροῦντι γίνεται δῆλον. ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλειτός φησιν, ὄνον σύρματα ἄν ἑλέσθαι μᾶλλον ἡ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις. αἱ μὲν οὗν οἰκεῖαι ἡδοναὶ ταῖς διαφόροις ἐνεργείαις καὶ αὐταὶ διάφοροί εἰσι· τὰς δὲ τῶν αὐτῶν ἐνεργειῶν τὰς αὐτὰς εὔλογον εἶναι κατὰ τὸ εἶδος· διοίσουσι δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅτι γὰρ ταῖς αὐταῖς ἐνεργείαις οὐχ ὁμοίως ἥδονται πάντες, φανερόν, ἐπεὶ καὶ τοσαύτη γίνεται ἡ διαφορά, ὥστε τοῖς αὐτοῖς τοὺς μὲν ἥδεσθαι, τοὺς δὲ λυπεῖσθαι· καὶ γλυκέα οὐ πᾶσι τὰ αὐτά· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ γλυκέα τῷ πυρέττοντι καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὰ τὰ αὐτὰ τῷ ἀσθενεῖ καὶ τῷ εὐεκτοῦντι. τοῦτο δὲ καὶ ἐφ’ ἑτέρων συμβαίνει. καθάπερ δὲ ἐπὶ τῶν τοιούτων ἡδέων τὰ ἀληθῶς ἡδέα ἰῶν δοκούντων ἀπὸ τῶν ὑ.γιαινόντων [*](393) γνωσόμεθα διελεῖν· οὕτω καὶ τὰς ἐν τῷ ἤθει ἡδονὰς ἀπὸ ἰῶν εὗ ἐχόντων περὶ τὸ ἦθος, δηλαδὴ τῶν σπουδαίων, διορισόμεθα. εἰ δὲ τοῦτο καλῶς λέγεται καὶ ἑκάστου μέτρον ἡ ἀρετή, καὶ τὸ ἀγαθὸν εἶναι διὰ τὴν ἀρετήν ἐστιν ἑκάστῳ, καὶ ἡδοναὶ ἀν’ εἶεν ἀληθῶς αἱ τῷ σπουδαίῳ φαινόμεναι ἡδοναί, καὶ ἡδέα οἷς οὗτος χαίρει· πρὸς ἃ δὲ οὗτος ἀηδῶς ἔχει, οὐκ ἂν εὐλόγως ἡδέα λέγοιντο οὐδὲ ἡδοναί. εἰ δὲ τοῖς διεφθαρμένοις ἡδέα δοκεῖ ταῦτα, οὐδὲν θαυμαστόν. πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται καὶ ἡδεῖς εἰσιν, ἀλλ’ οὐχ ἁπλῶς ἡδεῖς, ἀλλὰ τοῖς γε διεφθαρμένοις· τὰς μὲν οὖν ὁμολογουμένων αἰσχρὰς δῆλον ὡς οὐκ ἂν εἴη ῥητέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις. τῶν δὲ ἐπιεικῶν ἡδονῶν τίνα ῥητέον κυρίως ἀνδρωπίνην ἡδονὴν εἶναι; καὶ τοῦτο δὲ φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ γὰρ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἑπόμεναι ἡδοναί, ληπτέον τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣ τ·οῦ ἀνθρώπου ἐστὶ καθό ἐστιν ἄνθρωπος, εἴτε μία ἐνέργειά ἐστιν εἴτε πλείους· καὶ δὴ ταύτας τὰς ἐνεργείας αἱ τελειοῦσαι ἡδοναὶ τὰς τοῦ τελείου κα μακαρίου ἀνδρός, αὗταί εἰσιν αἱ τοῦ ἀνθρώπου, [*](2. 3 ἐνεργείας Mullach: ἐνεργείᾳ Dh 3 καὶ alterum om. h 12 ἡδονὴ D: ἡ ἡδονὴ 13 εἴη οἰκεία h 14 Heracliti fr. 51 Bywater 15 ὄνον h: ὅσον D 26 δηλαδὴ h: δὴ D)
220
ᾖ ἄνθρωπος, ἡσοναί· αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς λέγοιντο ἃν ἀνθρώπιναι, καθάπερ καὶ αἱ ἐνέργειαι. |

<Περὶ εὐδαιμονίας. κεφ. ζ΄.>

Ἐπεὶ δὲ περὶ τῶν ἀρετῶν εἴρηται καὶ τῆς φιλίας καὶ τῆς ἡδονῆς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπεὶ τέλος αὐτὴν εἶναι τῶν ἀνθρωπίνων πάντων φαμέν. γένοιτο δ’ ἂν ἡμῖν σαφὴς καὶ ῥᾴδιος ὁ λό- γος, τὰ προειρημένα περὶ τῆς εὐδαιμονίας ἀναλαβοῦσιν. εἴρηται τοίνυν περὶ αὐτῆς ἐν τῷ ιγ΄ κεφαλαίῳ τοῦ πρώτου βιβλίου, ὅτι οὐκ ἔστιν ἕξι;· εὐδαίμων γὰρ ἄν εἴη καὶ ὁ διὰ βίου καθεύδων καὶ ὁ φυτῶν βίον ζῶν καὶ ἔτι ὁ τὰ μέγιστα δυστυχῶν· ἐνδέχεται γὰρ ἕξιν ἔχοντα ἀρετῆς οὕτω βιῶναι. εἰ δὲ τοῦτο ἄδοξον, εὐδαίμονα τὸν οὕτως ἔχοντα καλεῖν, ἐνέργειά τις ἂν εἴη ἡ εὐδαιμονία. ζητητέον δὴ τίς τῶν ἀνθρωπίνων ἐνεργειῶν ἐστιν. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐνεργειῶν ἀναγκαῖαί εἰσι καὶ πρὸς ἄλλα φέρουσι καὶ δι’ ἄλλα ζητοῦνται, αἱ δὲ καθ’ ἑαυτάς εἰσιν αἱρεταί, δῆλον ὅτι τὴν εὐδαιμονίαν θετέον εἶναι τῶν καθ’ ἑαυτὰς αἱρετῶν· αὐτάρκης γὰρ ἡ εὐδαιμονία καὶ οὐδενός ἐστιν ἐνδεής· τὸ δὲ δι’ ἄλλο αἱρετὸν ἐκείνου δεῖται, δι’ ὃ ζητεῖται πρὸς τὸ αἱρετὸν εἶναι καὶ ἀγαθόν. καθ’ ἑαυτὰς δέ εἰσιν αὐτάρκεις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἃς οὐ δι’ ἄλλο ζητοῦμεν ἀλλὰ δι’ ἑαυτάς. τὸ γὰρ τὰ καλὰ καὶ σπουδαῖα πράττειν τῶν καθ’ ἑαυτὰ αἱρετῶν· καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι οὐ δι’ ἄλλα ζητοῦνται· οἱ γὰρ αἱρούμενοι αὐτὰς οὐδὲν ἐξ αὐτῶν ὠφελοῦνται· βλάπτονται μὲν οὖν μᾶλλον, τῶν σωμάτων ἀμελοῦντες, καὶ ἦς κτήσεως τῶν ὑπὲρ τοῦ σώματος ζητουμένων. διὰ τοῦτο καὶ πολλοὶ τῶν εὐτυχῶν καὶ κατὰ τὸν βίον εὐθυμουμένων ἐπὶ τὸν παιδιώδη τρέχουσι βίον καὶ πολλοῦ τιμῶνται τοὺς εὐτραπέλους· καὶ οἱ παρὰ τοῖς τυράννοις παίζειν ἡδέως εἰδότες εὐδοκιμοῦσιν· ἡδεῖς γάρ εἰσιν, αὐτοῖς παρέχοντες ὧν ἐφίενται καὶ δέονται πρὸς τὴν νομιζομένην εὐδαιμονίαν. δοκεῖ μὲν οὖν τὰς παιδιὰς εὐδαιμονικὰς εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαισ ἐν τούτοις μάλιστα | διατρίβειν· οὔκ εἰσι δέ· οὐ γὰρ ἱκανὸν [*](395) σημεῖον τῶν· τοιούτων ἀνδρῶν ἡ ψῆφος. οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρειὴ οὐδὲ ὁ ὑγιαίνων μάλιστα νοῦς, ἀφ’ ὧν αἱ σπουδαῖαι ἐνέρ·- γειαι. οὐδὲ γὰρ ἐπεὶ τῆς ἐλευθερίου καὶ εἰλικρινοῦς ἡδονῆς ἄγευστοι καθάπαξ ὄντες ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν ἡδονάς, διὰ τοῦτο ταύτας εὔλογον οἴεσθαι τῶν ὡς ἀληθῶς αἱρετωτέρας εἷναι. καὶ γὰρ οἱ παῖδες τὰ παρ’ αὐτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι· ἀλλ’ οὔτε τοῖς ἀνδράσι τίμια τὰ τῶν παίδων δοκεῖ, οὔτε ἐπιεικεῖς οὐ θαυμάσουσιν ὅπερ οἱ φαῦλοι· ἀλλὰ τοὺς μὲν ἡ δοκοῦσα τοὺς δὲ ἡ ἀληθὴς ἡδονὴ μάλιστα τέρψε καθάπερ οὖν ἐν ἀρχῇ εἴρηται, τὰ ὡς ἀληθῶς τίμια καὶ σπουδαῖά ἐστιν, ἃ θαυμάζει καὶ οἷς ἥδεται ὁ σπουδαῖος. ἐπεὶ δὲ ἀκολούθους ταῖς ἕξεσι ταῖς ἐν τῇ ψυχῇ καὶ τὰς ἐνεργείας ἕκαστος ἐπιζητεῖ, καὶ ταύτας οἴεται [*](23 εὐθυμουμένων Mullach: εὐθυνουμένων Dh 30 ἐπιεικεῖς οὐ Dh, fort, ortum ex οἱ ἐπιεικεῖς)

221
μάλιστα αἱρετωτάτας εἶναι, ὁ δὲ σπουδαῖος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς ζῇ, φανερόν, ὅτι ταῖς ἐνεργείαις ἡσθήσεται ταῖς κατὰ τὴν ἀρετήν, καὶ ταύτας τιμίας ἡγήσεται καὶ ἡδείας· τῶν δὲ παιδιῶν, ὡς ἀλλοτρίων τῆς ἕξεως καταφρονήσει. ἐπεὶ δὲ ὀρθῶς καὶ ὑγιῶς οὗτος ψηφίζεται, οὐκ ἄρα τίμιον ἡ παιδιά, οὐδ’ ἄρα ἐν αὐτῇ ἡ εὐδαιμονία. καὶ γὰρ ἄτοπον παιδιὰν εἶναι τῶν ἀνθρωπίνων τὸ τέλος καὶ πάντα πραγματεύεσθαι καὶ κακοπαθεῖν διὰ βίου τοῦ παίζειν χάριν. εἰ γάρ τις ὑπόθοιτο ταύτην εἶναι τὴν εὐδαιμονίαν, ἀκόλουθόν ἐστι καὶ ταῦτα δὴ συγχωρεῖν. τῆς γὰρ εὐδαιμονίας ἕνεκα πάντα ζητοῦμεν· τῆς παιδιᾶς δὲ χάριν πονεῖν διὰ βίου καὶ σπουδάζειν ἠλίθιόν τι δοκεῖ λίαν εἶναι, καὶ τοῦτο δὴ παιδικόν. τὸ ἀνάπαλιν μὲν οὖν ἕνεκα τοῦ δύνασθαι σπουδάζειν παίζειν αἱρεῖσθαι κατ’ Ἀνάχαρσιν [*](396) καλῶς καὶ ὀρθῶς ἄν ἔχοι. καὶ γὰρ ἀνάπαυσίς τις ἡ παιδιὰ τοῖς ἀγωνιζομένοις, συνεχῶς οὐ δυναμένοις πονεῖν, ἣ τὴν δύναμιν αὐτοῖς ἀνακαινουμένη, τοῖς πόνοις ἀκμῆτας ἀποδίδωσιν. ὅθεν οὐ τέλος ἡ ἀνάπαυσις ἀλλ’ ἀναπαύσεως ἐνέργεια τέλος. ἔτι πᾶσιν ὁμολογεῖται τὸν εὐδαίμονα βίον κατὰ τὴν ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς· καὶ ὁ σπουδαῖος οὐ παίζων ἀλλά σπουδάζων. ἔτι δὲ βελτίω λέγομεν εἶναι τὰ σπουδαῖα τῶν μετά παιδιᾶς καὶ γελοίων· καὶ τὴν ἐνέργειαν βελτίονος τῆς ψυχῆς μέρους σπουδαιοτάτην φαμέν· τὸ δὲ βέλτιον κα τοὺ βελτίονος μέρους μᾶλλον τῇ εὐδαιμονίᾳ προσήκει. ἔτι ἡ μὲν ἀπόλαυσις τῶν σωματικῶν ἡδονῶν κοινή ἐστι καὶ τοῖς τυχοῦσι καὶ τοῖς φαύλοις καὶ ἀνδραπόδοις καὶ τοῖς μοχθηροτάτοις ἔνεστιν οὐχ ἧττον ἢ τοῖς ἀρίστοις· ἡ δὲ εὐδαιμονία τῶν ἀρίστων λέγεται μόνον, καὶ οὐδεὶς ἄν εἴποι καὶ τοῖς φαύλοις προσεῖναι, καὶ γὰρ οὐδὲ βίον τὸν αὐτὸν ἀμφοτέρων εἶναι, ὅτι μὴ κατὰ τὴν φαύλην διαγωγὴν ἡ εὐδαιμονία, ἀλλ’ ἐν ταῖς κατ’ ἀρετὴν ἑνεργείαις, καθάπερ καὶ πρότερον εἴρηται.

<Περὶ τῆς θεωρητικῆς εὐδαιμονίας. κεφ. η΄.>

Ἐπεὶ δὲ ἡ εὐδαιμονία ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις δέδεικται οὖσα, εἴ τις εἴη κρατίστη τῶν τοιού·των ἐνεργειῶν, μάλιστα ἐν ταύτῃ ἄν εἴη. κράτιστον γὰρ καὶ ἄριστον ἡ εὐδαιμονία· κρατίστη δὲ ἐνέργεια ἡ τοῦ κρατίστον τῶν ἐν ἡμῖν ἐνεργούντων, ὃ κατὰ φύσιν ἄρχει 1 καὶ ἡγεῖται πρὸς [*](397) τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν, εἴτε νοῦς τοῦτο ἂν καλοῖτο εἴτε ἄλλο τι, ὃ δὴ ἔννοιαν ἔχει περὶ καλῶν τε καὶ θείων, εἴτε θεῖον ὂν καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον· ἡ δὴ τούτου ἐνέργεια εὖ καὶ καλῶς γινομένη καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἄν ἡ τελεία εὐδαιμονία καὶ ἔστι θεωρητική, καθὼς πρότερον εἴρηται· ὅτι δὲ ἐν ταύτῃ τῇ ἐνεργείᾳ ἐστὶν ἡ τελεία εὐδαιμονία, καὶ τὰ προειρημένα ἡμῖν περὶ τῶν ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ ἀλήθεια μαρτυρεῖ. καὶ γὰρ ὡς ἐν τῷ περὶ φιλίας εἴρηται, ὁ νοῦς [*](11 παίζειν om. h 13. 14 ἀνακαινουμένη D: ἀνακαλουμένη h 34 τούτου h: τούτων D 38 cf. p. 204,18)

222
ἐστι τὸ ἡμέτερον εἶναι καὶ διὰ τοῦτο κρατίστη ἐστὶν ἡ αὐτοῦ ἐνέργεια, καὶ ἃ γινώσκει κράτιστά εἰσι τῶν αἰσθήσει γινωσκομένων· εἰ δὲ ἅριστον δεῖ εἶναι τὴν εὐδαιμονίαν, ἐν τῷ ἀρίστῳ εἶναι πᾶσα ἀνάγκ.η. ἔτι τὸ συνεχὲς ἀποδιδόναι δεῖ τῇ εὐδαιμονίᾳ. οὕτω γὰρ ἄν τελείως δύναιτό τις εὐδαιμονεῖν, μὴ διακοπτομένης αὐτῷ τῆς εὐδαιμονίας. τοῦτο δὲ θεωροῦσι μάλιστα δυνατόν· θεωρεῖν γὰρ δυνάμεθα συνεχῶς μᾶλλον ἢ ὁτιοῦν ἕτερον πράττειν. ἔτι καὶ ἡδονὴν οἰόμεθα δεῖν τῇ εὐδαιμονίᾳ παραμεμῖχθαι, ἡδίστη δὲ τῶν καῖ’ ἀρετὴν ἐνεργειῶν ἡ κατὰ σοφίαν ὁμολογουμένως ἐστί· φαίνεται τοίνυν ἡ φιλοσοφία ία θαυμαστὰς ἔχουσα ἡδονὰς 017 τε τὴν καθαριότητα καὶ τὸ ὕλης ἀπηλλαγμένη καθάπαξ εἶναι καὶ διὰ τὸ βέβαιον, ὅτι περὶ τὰ ἀκίνητα καὶ ὡσαύτως ἔχοντα ἐνεργεῖ. ἡ γὰρ πρακτικὴ τῆς τε ὕλης δεῖται περί τε τὰ ἐνδεχόμενά ἐστι· τοιαῦτα γὰρ τὰ πρακτά· ὅθεν οὐκ ἔνι τελείως κατὰ ταύτην εὐδαιμονεῖν. | ἔτι καὶ αὐτάρκη [*](398) τὸν εὐδαίμονα εἶναι δεῖ. τοῦτο δὲ τῆς θεωρητικῆς ἐστι μᾶλλον ἢ τῆς ἑτέρας· τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ θεωρητικὸς δεῖται καὶ ὁ πρακτικός. πρὸς τούτοις δὲ ὁ μὲν πρακτικὸς καὶ ἄλλων δεῖται πρὸς τὸ τὴν ἀρετὴν ἐνεργῆσαι· καὶ γὰρ ὁ δίκαιος δεῖται πρὸς οὓς δικαιοπρα γήσει καὶ μεθ’ ὧν καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ τῶν ἄλλων ἕκαστος, ὁ δὲ σοφός καὶ καθ’ ἑαυτὸν ὢν δύναται θεωρεῖν καὶ οὐδενὸς δεῖται πρὸς τοῦτο καὶ μᾶλλον ὅσῳ σοφώτερος· εἰ δὲ δεῖταί πὼς καὶ αὐτὸς ἄλλων, ὅτι μετ’ ἄλλων βέλτιον θεωρήσει, πρός γε τὸ τὴν ἐνέργειαν τελείως ἐνεργῆσαι καὶ καθ’ ἑαυτὸν αὐταρκέστατός ἐστιν. ἔτι και δι’, ἑαυτὴν αἱρετὴν καὶ ἀγαπητὴν εἶναι δεῖ τὴν εὐδαιμονίαν. φαίνεται δὲ ἡ θεωρητικὴ ζωὴ αὐτὴ δι’ ἑαυτὴν φιλουμένη. καὶ γὰρ οὐδὲν ἀπ’ αὐτῆς ἄλλο ζητοῦμεν, οὐδέ τι γίνεται ἡμῖν ἕτερον παρὰ τὸ θεωρεῖν· ἀφ᾿ ἑκάστης δὲ τῶν πρακτικῶν ἀρετῶν ἔστι τι ἄλλο ἢ μικρὸν ἢ μεῖζον λαβεῖν. καὶ γὰρ ἀπὸ μὲν τῆς ἀνδρείας νίκη, ἀπὸ δὲ σωφροσύνης ἡ κατὰ ψυχὴν ἠρεμία, ἀπὸ δὲ φρονήσεως τὸ εὑρεῖν τὰ πρὸς τὸ ἔσχατον φέροντα τέλος, ἀπὸ δὲ πασῶν ἡ πολιτικὴ εὐδαιμονία, τῇ δὲ θεωρίᾳ οὐδὲν ἀκολουθεῖ, οἱ ὃ δοκεῖ δέον εἶναι ζητεῖσθαι, ἀλλὰ αὐτὴ δι’ ἑαυτὴν ἀγαπᾶται. φαίνεται ἄρα ταύτην εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. ἔτι καὶ ἐν ἠρεμίᾳ τινὶ καὶ σχολῇ συνεστάναι δεῖ τὴν εὐδαιμονίαν. τέλος γάρ τί ἐστιν ἡ σχολή, καὶ ἀσχολούμεθα ἵνα δυνηθῶμεν σχολάσαι, καὶ πόλεμον αἱρούμεθα διὰ τὴν εἰρήνην. αἱ μὲν οὖν ἐνέργειαι τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς εἰσι καὶ πολεμικοῖς· αἱ δὲ τοιαῦται πράξεις μάλιστα | δοκοῦσι πόρρω [*](399) πάσης ἠρεμίας καὶ σχολῆς εἶναι· αἱ μὲν πολεμικαὶ παντελῶς· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστιν ἠρεμίας· εἰ γὰρ ἦν, δι’ ἑαυτὸ ἄν ὁ πόλεμος ἐζητεῖτο. οὐδεὶς δὲ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδέ τις ἐθέλει δι’ ἑαυτὸν τὸν πόλεμον παρασκευάζειν· δόξειε γὰρ ἂν μιαιφόνος τις εἶναι, εἰ τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ φόνοι γίνωνται. [*](5 αὐτῷ D: αὐτοῦ h 8 κατὰ σοφίαν Dh et Arist. cod. Ha: κατὰ τὴν σοφίαν Arist. vulg. 22 καὶ (prius) om. h 40 γίνωνται Dh et Arist. cod. Mb; γίγνοιντο Arist. vulg.)
223
εἰσὶ δὲ καὶ αἱ τοῦ πολιτικοῦ πράξεις φανερῶ. ἄσχολοι καὶ παρ’ αὖ τὸ τὸ πολιτεύεσθαι περιποιουμένου δυναστείας καὶ τιμὰς ἣ τήν γε εὐδαιμονίαν ἑαυτῶ καὶ τοῖς πολίταις· ἑτέρα γὰρ ἡ αὐτοῦ καὶ ἄλλη ἡ τῆς πόλεως εὐδαιμονία. καὶ δῆλον· εὐδαίμων γὰρ αὐτὸς γενόμενος οὐκ ἀγαπᾷ ἀλλὰ καὶ τὴν πολιτικὴν ζητεῖ, δῆλον ὡς ἑτέραν οὖσαν. ἐπεὶ τοίνυν τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσιν, αὗται δὲ ἄσχολοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ δι’ ἑαυτάς εἰσιν αἱρεταί, ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδαιοτέρα τέ ἐστιν, ὅτι τοῦ βελτίστου τῆς ψυχῆς ἐστι μέρους καὶ οὐδενὸς ἕνεκα ζητεῖται οὐδὲ ἄλλου παρ’ αὐτὴν ἐφίεται τέλους ἔχει τε οἰκείαν ἡδονὴν μείζονα ἢ κατὰ τὰς πρακτικὰς ἐνεργείας, ἣ δὴ ἡδονὴ συναύξει τὴν ἐνέργειαν, ἔτι δὲ ἡ τοῦ νοῦ ἐνέρηεια καὶ αὐτάρκης ἐστὶ μάλιστα καὶ ἠρεμαία, ὡς ἀνθρώποις δήπουθεν δυνατόν, καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμονται. κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντα, φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη τέλειον μῆκος βίου λαβοῦσα· τῶν γὰρ τῆς εὐδαιμονίας οὐδὲν ἀτελὲς εἶναι προσήκει.

<Ὅτι μείζων ἢ καὶ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι περὶ τῆς ἠθικῆς, ἤγουν τῆς κατ’ ἄνθρωπον. κεφ. θ΄.>

Ἐστι δὲ ὁ τοιοῦτος βίος κρείττων ἢ κατὰ ἄνθρωπον. ὁ γὰρ οὕτω ζῶν οὐχ ᾖ ἄνθρωπος οὕτω βιοῖ, ἀλλὰ καθό τι θεῖον αὐτῷ ὑπάρχει· ὅσῳ δὴ διαφέρει τοῦτο δὴ τὸ θεῖον τοῦ καθ’ ἡμᾶς συνθέτου. τοσοῦτον διοίσουσιν αἱ τούτου ἐνέργειαι τῶν ἄλλων ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ τούτου ἀρετὴ τῆς ἄλλης ἠθικῆς ἀρετῆς. εἰ γὰρ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον καὶ ὁ κατὰ νοῦν βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον. οὐ χρὴ δὲ ταῖς ἐνίων παραινέσεσιν ἑπομένους ἀνθρώπινα φρονεῖν ἀνθρώπους ὄντας καὶ θνητὰ θνητούς, ἀλλ’ ἐφ’ ὅσον ἐνδέχεται ἕκαστον ἑαυτὸν ἀπαθανατίζειν καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὑτῷ. κράτιστον δὲ τῶν ἐν ἡμῖν ὁ νοῦς ἐστιν. εἰ γὰρ μεγέθει καὶ ὄγκῳ οὐδενὸς ὑπερέχει διὰ τὸ ὑπερβαίνειν τὴν ὕλην, ἀλλὰ τῇ γε δυνάμει καὶ τιμιότητι μέγιστόν ἐστιν ἁπάντων· ἐπεὶ καὶ δεινῶς ἄτοπον, εἴ τις ἑαυτῷ μὴ ζῴη μηδὲ τὸν ἑαυτοῦ βίον αἱροῖτο ἀλλὰ τόν τινος ἄλλου’ καὶ γὰρ αὐτός ἐστιν ἕκαστος τὸ κυριώτατον καὶ ἄριστον τῶν ἐν αὐτῷ, καὶ <κατὰ> τοῦτο ἑαυτῷ ἄν βιῴη καὶ τὸν οἰκεῖον μάλιστα βίον. ἄλλως τε τὸ πρότερον λεχθὲν ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει ἑκάστου, τοῦτο κράτιστον καὶ ἥδιστόν ἐστιν ἐκάστῳ· τῷ ἀνθρώπῳ δὲ οἰκεῖον μάλιστα πάντων τὸ κατὰ νοῦν ἐνεργεῖν, εἴπερ αὐτός ἐστιν ὁ νοῦς· οἰκεῖον δὲ τὸ καθ’ ἑαυτὸν ἐνεργεῖν ἑκάστῳ τῶν ἐνεργούντων· κράτιστος ἄρα <καὶ> ἥδιστος ὁ κατὰ [*](3 γε h (et Arist.): δὲ D 10 ἐφίενται h 15 φανερὸν D: φανερὸν οὖν h 20 ὅσο D 21 τοσοῦτο D 30 μὴ ζῴη D: om. h 32 κατὰ om. D 37 καὶ post ἄρα h: om. D)

224
βίος ἀνθρώπῳ· οὗτος ἄρα καὶ εὐδαιμονέστατος, καὶ αὕτη ἄν εἴη [*](401) πρώτως ἡ ἀνθρωπίνη εὐδαιμονία. δευτέρως δὲ ἡ κατὰ τὴν ἄλλην ἀρετήν. αἱ γὰρ κατ’ αὐτὴν ἐνέργειαι ἀν’ θρωπικαὶ ἐν τῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις συνιστάμεναι. δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τἁς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν πράξεσι καὶ χρείαις καὶ συναλλάγμασι καὶ τὰ πάθη παιδαγωγοῦμεν, τὸ πρέπον τῷ πλησίον διατηροῦντες· ταῦτα δὲ πάντα τὴν σύνθετον ταύτην συντηροῦσι ζωήν. τὰ δὲ τοιαῦτα ἀνθρωπικά. ἔτι αἱ ἠθικαὶ ἀρεταὶ πολλὴν ἔχουσιν ἐνίοτε ἀπὸ τοῦ σώματος τὴν σκοπήν· καὶ γὰρ σωφρονικοί τινές εἰσι φύσει καὶ πρὸς ἀνδρείαν εὖ ἔχουσι καὶ πρὸς μεγαλοψυχίαν ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως, καὶ ὅλως σφόδρα ᾠκείωται τοῖς πάθεσιν ἡ ἠθικὴ ἀρετή. καὶ αὐτὴ δὲ ἡ φρόνησις. συνέζευκται γάρ τῇ τοῦ ἤθους ἀρειῇ, #x003E; καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ἐπεὶ φρόνησις μὲν τὰς ἀρχὰς ἀπὸ τῶν ἠθικῶν ἀρετῶν ἔχει· τὸ γὰρ ὁρθοδοξεῖν περὶ τὸ τέλος ἐκεῖθεν. ἡ δὲ ἠθικὴ ἀρετή, πῶς δεῖ τοῦ τέλους τυχεῖν ἀπὸ τῆς φρονήσεως λαμβάνει, καθὼς ἐν τῷ ιγ' κεφαλαίῳ τοῦ ς' βιβλίου διείληπται. ἐπεὶ τοίνυν ἡ μὲν ἠθικὴ ἀρετὴ περὶ τὰ ἀνθρώπινά ἐστι πάθη καὶ τούτοις ἐστὶ συνημμένη, ταύτης δὲ ἀχώριστος ἡ φρόνησις εἶναι ἐδείχθη, φανερὸν ὅτι πᾶσα ἀρετὴ πρακτικὴ τοῖς πάθεσίν ἐστι συνημμένη· περὶ τὸ σύνθετον ἄρα καὶ τὴν ἐν τούτῳ ζωήν· αἱ δὲ τοὺ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· ὁ γὰρ τοῦ ἀνθρώπου ὁρισμὸς ἀπὸ τοῦ συνθέτου· ὥστε καὶ ὁ βίος, ὁ κατὰ ταύτας τὰς ἐνεργείας, ἀνθρω|πικὸς καὶ ἡ εὐδαιμονία· ὁ δὲ κατὰ νοῦν βίος μόνος [*](402) ἐστὶ κεχωρισμένος τῶν ἀνθρωπίνων καὶ ἡ κατὰ τοῦτονεὐδαιμονία. πῶς δὲ κεχωρισμένος ἐστί, καὶ ὡς ἔχει, διακριβῶσαι, μεῖζόν ἐστι τοῦ προκειμένου καὶ θεολογίᾳ μᾶλλον προσῆκεν· τοσοῦτον ὸὲ μόνον εἰπεῖν ἀρκέσει ἐν τῷ παρόντι, ὅτι τὰ ἀνθρώπινα ὑπερβαίνει. τοῦτο δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον. οὐ γὰρ δεῖται τῶν ἐκτὸς καὶ τῆς ἐκεῖθεν χορηγίας εἰς τὴν οἰκείαν ἐνέργειαν. δεῖται μὲν γὰρ ὁ θεωρῶν, ἄνθρωπος ὤν, τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, εἰς δὲ αὐτὴν τὴν ἐνέργειαν οὐδενός· ὁ δὲ πρακτικὸς δεῖται μὲν καὶ ὧν ὁ θεωρητικός, καὶ μᾶλλον οὗτος, ὅσῳ καὶ μᾶλλον τῷ σώματι ματι πρὸς τὰς ἐνεργείας χρῆται· δεῖται δὲ ἔτι πρὸς τἀς ἐνεργείας καὶ τῆς ἔξωθεν χορηγίας. ὁ μὲν γὰρ ἐλευθέριος χρημάτων πρὸς τὸ τὰ ἐλευθέρια πράττειν, ὁ δὲ δίκαιος, ἵνα ἀνταποδῷ. χωρὶς γὰρ τῶν ἔξωθεν τούτων οὐ πράξουσιν οὐδὲν τῶν κατὰ τὴν οἰκείαν ἀρετὴν ἕκαστος. δεῖ γὰρ τῷ μὲν ἀνδρείῳ καιροῦ τινος καταλλήλου καὶ τῆς ἐν σώματι δυνάμεως, ὅθεν ἐπιδείξεται τὴν τόλμαν καὶ τὴν καρτερίαν, καὶ τῷ σώφρονι ἐξουσίας καὶ τοῦ δύνασθαι, εἰ βούλοιτο, ταῖς ἡδοναῖς ἐφεῖναι· καὶ τῶν ἄλλων ἑκάστῳ χρεία τῶν καταλλήλων, ἐν οἷς δύναται πρᾶξαι τὴν ἀρετήν. ἄνευ γὰρ τοῦ πρᾶξαι κατὰ τὴν ἕξιν τῆς ἀρετῆς μάλιστα μὲν ἄδηλος ἡ βούλησις καὶ ἡ ἕξις. προσποιοῦνται γὰρ ἔνιοι μὴ δίκαιοι ὄντες βούλεσθαι δικαιοπραγεῖν, καὶ [*](5 τὰ ἄλλα τὰ Dh et Arist. Lb: ἄλλα τὰ Avist. vulg. 13 ὡς h: om. D 23 τούτου h 25 τοσοῦτο D)
225
ἐν μόνῃ τῇ προαιρέσει, ἀλλὰ δεῖ καὶ τῆς πράξεως· ἐν ἀμφοῖν γάρ ἐστι· κ ὰ οὕτως ἐν ἀμφοῖν ἐστιν, ὥστε ζητεῖται ἐν ποτέρᾳ μᾶλ|λόν ἐστιν ἡ [*](403) ἀοετή, ἐν τῆ προαιρέσει ἢ ἐν τῇ πράξει. τὸ γὰρ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἄν εἴη. φανερὸν τοίνυν, ὅτι ἡ πρακτικὴ ἀρετὴ πρὸς τὸ τέλειον εἶναι τῆς ἔξωθεν χορηγίας δεῖται, καὶ τοσούτῳ πλείονος, ὅσῳ μείζων ἐστὶ καὶ καλλίων· αἱ γὰρ κατ’ αὐτὴν πράξεις μεγάλαι καὶ ἀξιόλογοι οὖσαι καὶ πλειόνων δεήσονται τῶν ἔξωθεν. τῷ δὲ θεωρητικῷ οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία· ἀλλ’ ὡς εἰπεῖν, καὶ ἐμποδὼν ἵσταται ταῦτα τῆ θεωρίᾳ. δεήσεται δὲ οὐχ ὡς θεωρητικὸς ἀλλ’ ὡς πρακτικός, ἐπεὶ ἄνθρωπος ὢν καὶ ἀνθρώποις συζῶν αἱρεῖται τὰ κατὰ τὴν πρακτικὴν ἀρετήν, ἵνα πρὸς τοὺς συνόντας ἰὰ ἀνθρώπινα σώζῃ.

<Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία αὐτῷ ἐστι. κεφ. ι΄.>

Φαίνεται δὲ καὶ ἐκεῖθεν ἐν τῷ θεωρητικῷ βίῳ συνεστάναι τὴν τελείαν εὐδαιμονίαν. ἡ γὰρ θεωρία μόνον θεοῦ ἔργον ἐστίν, ὅς ἐστιν ἀληθῶς μακάριος καὶ εὐδαίμων. ποίας γὰρ ἄλλας πράξεις ἀποδοτέον αὐτῷ: τὰς δικαίας; ἢ γελοῖον συναλλάττειν αὐτὸν καὶ παρακαταθήκας ἀποδιδόναι καἰ ὅσα ἄλλα τοιαῦτα· ἀλλὰ τὰς ἀνδρείας; πῶς οὖν ὑπομενεῖ τὰ φοβερὰ καὶ περὶ τῆς ζωῆς κινδυνεύσει τοῦ καλοῦ ἕνεκα; καὶ γὰρ καὶ εἰπεῖν ἄτοπον· ἀλλὰ τὰς ἐλευθερίους; τίνι οὖν καὶ τί δώσει; ἄτοπον δὲ εἰ καὶ ἔσται αὐτῷ νόμισμα ἤ τι τοιοῦτον, οὗ δεόμενος αὐτὸς εἰς τὸν βίον, ἔπειτα ἄλλῳ δίδωσιν, ἕνεκα τοῦ ἀγαθοῦ· σώφρων δὲ πῶς ἄν εἴη φαύλας οὐκ ἔχων ἐπιθυμίας; πᾶσαι μὲν οὖν αἱ τοιαῦται πράξεις | μικραὶ καὶ ἀνάξιαι [*](404) θεοῦ· ἐπεὶ δὲ ζῆν πάντες ὑπειλήφασιν αὐτόν, ἀνάγκη καὶ ἐνεργεῖν· οὐ γὰρ δεῖ καθεύδειν ἐξηργηκότα, καθάπερ τὸν Ἐνδυμίωνα· ἐπεὶ δὲ ἐνεργῶν οὔτε πράττει, καθὼς δέδεικται, οὔτε πολλῷ μᾶλλον ποιεῖ οὐ γὰρ συνεχῶς περὶ ἀποτελέσματά τινα διατρίβειν εὔλογον αὐτὸν κατὰ τοὺς δημιουργικοὺς τῶν τεχνιτῶν), τί λείπεται πλὴν θεωρεῖν; ἡ ἄρα τοῦ θεοῦ ἐνέργεια μακαριότητι δι’ φέρουσα θεωρητικὴ ἂν εἴη. ἐν ἄρα τῷ θεωρητικῷ βίῳ συνεστάναι πδισα ἀνάγκη τὴν τελείαν· συγγενεστάτη γάρ ἐστι τῇ τοῦ θεοῦ ἐνεργείᾳ. φαίνεται δὲ τοῦτο καὶ ἀπὸ τοῦ μηδὲν τῶν ἀλόγων εὐδαιμονίας μετέχειν, τῆς θεωρητικῆς ἐνεργείας ἐστερημένα τελείως. τῷ μὲν γὰρ θεῷ πᾶς ὁ βίος μακάριος, τοῖς δ’ ἀνθρώποις ἐφ’ ὅσον ἔοικε καὶ εἰκόνα φέρει τῆς τοῦ θεοῦ ἐνεργείας· τῶν δ’ ἄλλων ζῴων οὐδὲν μακάριον, ἐπεὶ οὐδαμῶς κοινωνεῖ θεωρίας. ὅσα τοίνυν θεωρίας καὶ τῆς εὐδαιμονίας μετέχει καὶ ἃ μᾶλλον θεωρεῖ καὶ μᾶλλον εὐδαιμονεῖ καὶ ὅλως ἐφ’ ὅσον ἡ θεωρία καὶ ἡ εὐδαιμονία διατείνει οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατ’ αὐτὴν δήπου τὴν [*](5 τέλειον h: τελεία D 6 τοσοῦτο — ὅσο D 18 ἡ D: ᾖ b 19 ὅσα ἄλλα τοιαῦτα Dh et Arist. cod. Lb: ὅσα τοιαῦτα Arist. vulg. 35 οὐδαμῶς D: οὐδαμοῦ h 37 ὅσον Mullach: ὅσων Dh)

226
θεωρίαν· αὕτη γὰρ τιμία δι’ ἑαυτὴν ἡ θεωρία. ὥστ’ εἴη ἄν ἡ εὐδαιμονία θεωρία τις, ἡ ἀρίστη δὴ καὶ τελειοτάτη. χρεία δὲ καὶ τῶν ἔξωθεν τῷ θεωροῦντι πρός τὸ συνεστάναι τὸ σῶμα καὶ ὑγίειαν· οὐκ εὔλογον γὰρ μὴ δεῖσθαι τῶν τοιούτων ἄνθρωπον ὄντα, οὐ γὰρ αὐτάρκης ἡ· φύσις τὰ τοιαῦτα. δεήσεται δὲ οὐ τοσούτων ὅσων ὁ πρακτικός, οὐδὲ ἁπλῶς πολλῶν τινων καὶ μεγάλων, ἐπεί φαμεν χρείαν αὐτὸν ἔχειν τῶν [*](405) ἀναγκαίων, ἀλλὰ μετρίων. οὐ γὰρ ἡ περιβολὴ τοῦ πλούτου καὶ τῶν ἄλλων τῶν ἔξωθεν ἀγαθῶν αὐτάρκη ποιεῖ τὸν εὐδαίμονα ἢ πείθει κρίνειν ὀρθῶς περὶ τῶν πρακτῶν ἢ πράττειν τὰ δέοντα. δυνατὸν γὰρ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν τὰ καλὰ καὶ ἀπὸ μετρίων τινῶν ποιεῖν ἃ προσήκει τοῖς μεγάλην περιβεβλημένοις ἀρχήν. τοῦτο δὲ ὁρᾶν ἔστιν ἐναργῶς· οἱ γὰρ ἰδιῶται τῶν μέγα δυναμένων οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ ἐπιεικῆ φαίνονται πράττοντες. τοσούτων τοίνυν εὐπορεῖν τὸν εὐδαίμονα ἱκανὸν πρὸς εὐδαιμονίαν· ἐνεργήσει γὰρ τὴν ἀρειὴν ἀκωλύτως καὶ τὸν εὐδαίμονα βιώσεται βίον· μαρτυρεῖ δὲ τοῖς λόγοις καὶ Σόλων, οὐ τοῖς ἐκτὸς ἀγαθοῖς τὴν εὐδαιμονίαν ὁρίζων ἀλλ’ εὐδαίμονας ἀποφαινόμενος εἶναι τοῖς ἐκτὸς ἀγαθοῖς κεχορηγημένους, πεπραγότας τε τὰ κάλλιστα καὶ βεβιωκοτας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια γαρ μετρια κεκτημενους πράττειν α δεῖ. δοκεῖ δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἷναι· φησὶ γᾶί, οὐδὲν θαυμαστὸν εἰ δόξειέ τις τοῖς πολλοῖς ἄτοπος εἶναι· δυνατὸν γὰρ ἀγαθὸν καὶ εὐδαίμονα ὄνια, πονηρὸν καὶ ἄθλιον νομισθῆναι τοῖς πολλοῖς, οἳ τοῖς ἐκτὸς καὶ φαινομένοις κρίνουσι, τούτων αἰσθανόμενοι μόνον. ὥστε τοῖς ἡμετέροις λόγοις καὶ αἱ τῶν σοφῶν συμφωνοῦσι δόξαι· καί τις καὶ ἀπὸ τούτων τοῖς εἰρημένοις γίνεται πίστις μετρία· τὸ γὰρ ἐν τοῖς πρακτοῖς ἄληθές ἀπὸ τῶν ἔργων καὶ τοῦ βίου φαίνεται· καὶ τούτοις ἐλέγχεται τὸ ψεῦδος, ὅταν οἱ λόγοι μὴ φαίνωνται τοῖς πράγμασιν ἐξακολουθοῦντες· ἐν γὰρ ταῖς πράξεσι τὸ κύριον· δεῖ τοίνυν σκοπεῖν τὰ προειρημένα καὶ ταῖς ἀνθρωπίναις πράξεσι καὶ τῷ βίῳ φέροντας [*](406) ἐφαρμόζειν, καὶ συνᾴδοντα μὲν ἀποδεκτέον, διαφωνοῦντα δὲ λόγους κενοὺς ὑποληπτέον. ἔτι δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον, εὐδαιμονέστατον εἶν τὸν κατὰ νοῦν ἐνεργοῦντα· καὶ γὰρ θεοφιλέστατός ἐστιν· οὗ τί γένοιτ’ ἂν εὐδαιμονέστερον; εἰ γάρ τι τῷ θεῷ μέλει τῶν ἀνθρωπίνων καὶ τίς ἐστιν αὐτῶν ἐπιμέλεια παρ’ ἐκείνου, καθάπερ πᾶσι δοκεῖ καὶ εἴη γε, τίνι τῶν ἐν ἀνθρώποις χαίρειν τὸν θεὸν μᾶλλον εἰκὸς ἢ τῷ ἀρίστῳ καὶ συγγενεστάτῶ; τοῦτο δὲ ὁ νοῦς ἐστιν. εἰ δὲ τῶ νῷ μάλιστα χαίρει καὶ ἀγαπῶντας μάλιστα τοῦτον καὶ τιμῶντας καὶ κατ’ αὐτὸν ἐνεργοῦντας. ἀντευποιήσει πάντως, ὡς τῶν φίλων αὐτῷ καὶ συγγενῶν ἐπιμελουμένους, καὶ ἄλλως ὡς ὀρθῶς καὶ καλῶς πράττοντας· οὗτος δὲ ὁ σοφός ἐστι καὶ κατὰ νοῦν ἐνεργῶν· θεοφιλέστατος ἄρα· τὸν αὐτὸν δὲ εἰκὸς καὶ εὐδαιθεωροῦντι [*](3 D: θεωρήματι h 7 περιβολὴ] fort. ὑπερβολὴ scribendum quod Heinsius Aristoteli restituere voluit 16 εὐδαίμονας D: εὐδαιμονίας h 19 Ἀναξαγόρας D; Ἀναξαγόραν h 20 φασὶ h 37 αὐτῶ h: αὐτῶν D)
227
μονέστατον εἶναι· καὶ διὰ τοῦτο ἄρα ὁ σοφὸς μάλιστα εὐδαίμων. ἡ ἄρα τελεία εὐδαιμονία ἐν τῷ θεωρητικῷ συνίσταται βίφ.

<Ὅτι περὶ ἀρετῆς οὐχ ἱκανὸν τὁ εἰδέναι ἀλλ’ ἔχειν καὶ πειρατέον. κεφ. ια'. ια΄.>

Ἅ μὲν οὖν προσῆκε περὶ τῶν ἀρετῶν ὡς ἐν τύπῳ διαλαβεῖν, ἔτι τε φιλίας καὶ ἡδονῆς καὶ τῆς εὐδαιμονίας ἱκανῶς εἴρηται· καὶ οὐδενὸς ἴσως ἔτι δεήσει τῇ πραγματεία πρός γε τὸν περὶ αὐτῶν λόγον. τί οὖν; ἤνυσται τὸ προτεθὲν ἡμῖν ἤδη καὶ τὸ προσῆκον τέλος ἔλαβεν ἡ σπουδή; καὶ μὴν πρακτική τίς ἐστιν ἡ φιλοσοφία καὶ δεῖ καταλλήλου | τέλους [*](407) αὐτῇ· τὸ δὲ εἰδέναι τί ἐστιν ἀρειὴ καὶ τῶν ἄλλων ἕκαστον. θεωρία τίς ἐστι μόνον. οὐκοῦν καθάπερ τῷ πρὸς ἀρετὴν ἐπειγομένῳ οὐ μέχρι τούτου στῆναι δεῖ τὴν σπουδήν, μαθόντι τίνα δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τί τέ ἐστιν ἡ ἀρετὴ καὶ τίς ἡ κακία καὶ τί τὸ τῶν ἀνθρωπίνων ἔσχατον τέλος, ἄλλη καὶ πράξεων ἅπτεσθαι καὶ τὴν μὲν φεύγειν τὴν δὲ διώκειν, ὑπὲρ δὲ τοῦ τῆς εὐδαιμονίας τυγχάνειν πάντα ποιεῖν’ τὸν ἴσον δὴ τρόπον καὶ τὸν τῆς ἀρετῆς ἀλείπτην ἀνάγκη μὴ τούτοις ἀγαπᾶν μόνον τοῖς λόγοις, ὅθεν ἔνι μαθεῖν ἕκαστα τί ἐστιν ἀλλὰ καὶ ὅπως ἄν γένοιτο κατορθῶσαι· καὶ τοῦτο διδάσκειν, οἰόμενον οὕτως ἂν ἀληθῶς γενέσθαι διδάσκαλον ἀρετῆς. πρὸς γὰρ τὴν τελείωσιν τοῦ γυμναζομένου τὸν παιδευτὴν προσήκει τάττειν τοὺς λόγους· τελείωσις δ’ ἂν εἴη τοῦ τῆς ἀρετῆς ἀθλητοῦ τὸ ἀγαθὸν αὐτὸν γενέσθαι καὶ πρακτικὸν τῶν καλῶν· φανερὸν τοίνυν, ὡς ἄρα τοῖς περὶ τῶν ἀρετῶν εἰρημένοις ἐκεῖνα προσθεῖναι δεῖ. τί ποιῶν ἕκαστος ἢ πῶς ἔχων οἰκείως εἰς ἀρετὴν καὶ τὸ ἀγαθὸν ἕξει καὶ τῶν περὶ αὐτῆς ἡδέως ἀκούσεται λόγων καὶ βιῶναι δυνήσεται κατ’ αὐτήν· οὕτω γὰρ ἄν ὁ περὶ τῆς ἀρετ·ῆς αὐτάρκης γένοιτο λόγος, διὰ πάντων τὸ γινόμενον σώζων. πειρατέον δὴ ταύτην τὴν μέθοδον ἀποδοῦναι. εἰ μὲν οὖν ἱκανὸς ἦν ὁ περὶ τῆς ἀρετῆς λόγος πεῖσαι γενέσθαι χρηστούς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δικαίως κατὰ τὸν Θέογνιν ἔφερον, καὶ πολλῶν ἔδει τοῦτον ὠνεῖσθαι καὶ ζητεῖν ἐκ παντὸς τρόπου λαβεῖν. νῦν δὲ τοὺς μὲν ἀγαθοὺς καὶ ἐλευθερίους τῶν νέων καὶ οἷς εὐγενὲς καὶ φιλόκαλον ἦθος φαίνονται δυνάμενοι | πείθειν καὶ πρὸς τὴν ἀρετὴν καὶ τὴν ταύτης [*](408) πρᾶξιν καὶ τὴν ἕξιν παρακαλεῖν. τοὺς πολλοὺς δὲ οὐκέτι· δύναται γὰρ οὐδεὶς τῶν τοιούτων λόγῳ τινὶ καὶ πειθοῖ τὴν καλοκαγαθίαν ἑλέσθαι καὶ τὴν κακίαν φυγεῖν· οὐ γὰρ αἰδὼς αὐτοὺς ἄγει δεινὸν ἡγουμένους αὐτὸ τὸ δόξαι κακοὺς ἀλλὰ φόβος, οὐδ’ ἀπέχονται τῶν φαύλων, διότι φαῦλα καὶ ὅτι τὸ ταῦτα πράττειν αἰσχρόν, ἀλλὰ διὰ τὰς τιμωρίας· τὸ δὲ αἴτιον, ὅτι λόγῳ μὲν οὐ ζῶσιν, ὅθεν αἰδεῖσθαι συμβαίνει, πάθεσι δὲ ἀκολουθοῦντες τὰς ἑπομένας τοῖς πάθεσι διώκουσιν ἡδονὰς καὶ διὰ τοῦτο τὰς ἀντικειμένας φεύγουσι λύπας· τὸ δὲ φεύγειν τὰς λύπας, τοῦτό ἐστι τὸ φοβεῖσθαι· [*](25 γένοιτο h: γένηται D 28 Theogn. v. 434 ἔφερον D: ἐφερόμην h 39 φοβεῖσθαι D: σοβεῖσθαι h)

228
τοὺς δὴ οὕτως ἔχοντας καὶ τῷ μὴ γεύσασθαι τῶν ὡς ἀληθῶς καλῶν καὶ ταρρυθμίσαι; καὶ γὰρ ἀδύνατον ἢ οὐ ῥᾴδιον, τὰ χρόνῳ πολλῷ τοῖς ἤθεσιν ἐμπαγέντα καὶ βεβαιωθέντα λόγῳ κινῆσαι μόνῳ. δεῖ γὰρ καὶ ἑτέρων, ὧν παρόντων ἀγαπητὸν εἴ τις ἀρετῆς καὶ χρηστῶν ἠθῶν μεταλάβοι. ἐπεὶ τοίνυν οὐκ αὐτάρκεις οἱ λόγοι πρὸς τὸ προκείμενον, ζητητέον τίνα ἐστίν, ὧν προϋποκειμένων καὶ ὁ λόγος τὸ ἀγαθὸν δύναται πείθειν.

<Πῶς ἔστι καλὸν καὶ ἀγαθόν τινα γενέσθαι· καὶ ὅτι δεῖ πρὸς τοῦτο τὸ ὖ νόμου. κεφ. ιβ'.>

Τὰ τοίνυν αἴτια τὴς̣ ἀρετῆς τοῖς ἀνθρώποις τρία πᾶσι δοκεῖ, φύσις καὶ διδασκαλία καὶ ἔθος. ἡ μὲν οὖν φύσις, ὅτι ἐφ’ ἡμῖν οὐκ ἔστι, φανερόν· τὸ γὰρ πεφυκέναι πρὸς | ἀρετὴν διά τινος γίνεται θείας αἰτίας τοῖς [*](409) ὡς ἀληθῶς εὐτυχέσιν, ἡ δὲ διδασκαλία καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος δῆλον ἐκ τῶν εἰρημένων ὡς οὐ πάντας δύναται πείθειν, ἀλλ’ ἀνάγκη τὴν τοῦ ἀκροατοῦ ψυχὴν ἔθεσί τισιν ἀγαθοῖς παρεσκευασμένην εἶναι πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δέον ἐστίν· οὕτω γὰρ ἂν καλῶς ὑποδέξαιτο τὴν διδασκαλίαν, καθάπερ ἡ τὸ σπέρμα θρέψαι δυναμένη γῆ· χωρὶς δὲ τούτου πῶς ἂν ἀκούσειε λόγου τῶν ἡδονῶν ἀφιστάντος; πῶς δ᾿ ἄν ὅλως καὶ δυνηθείη συνεῖναι ζῶν κατὰ πάθος; τὸν δὲ οὕτως ἔχοντα π̣ῶς οἰόν τε μεταπεῖσαι; δῆλον γάρ, ὡς οὐ λόγω δύναται τὸ πάθος ὑπείκειν ἀλλὰ βίᾳ τινί. διὰ τοῦτο οὐχ ἱκανὸς ὁ λόγος ποιῆσαι χρηστούς, τὸ δὲ ἔθος προϋποκεῖσθαι δεῖ τῆς διδασκαλίας, δι’ οὗ τὸ ἦθος τοῦ ἀκροατοῦ πρὸς ἀρετὴν οἰκείως ἂν ἔχοι, στέργον μὲν τὸ καλόν, δυσχεραῖνον δὲ τὸ αἰσχρόν. ὅτι μὲν οὖν τὸ ἀγαθὸν ἔθος δεῖ προϋπάρχειν καὶ τὴν ψυχὴν προδιατιθέναι, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων· ἐθισθῆναι δὲ πρὸς τὸ ἀγαθὸν καὶ τυχεῖν ἀγωγῆς ὀρθῆς καὶ πρὸς ἀρετὴν φερούσης διαίτης, πῶς ἄν γένοιτο χωρὶς τῶν ὀρθῶν καὶ δικαίων καὶ ὅλως καταλλήλων ἀρειῇ νόμων; δεῖ γὰρ ὑπὸ νόμο.ς τοιούτοις ἔτι νέον ὄντα τραφῆναι. τὸ γὰρ σωφρόνως ζῆν καὶ καρτερικῶς οὐχ ἡδὺ τοῖς πολλοῖς καὶ μάλιστα νέοις οὖσι· καὶ διὰ τοῦτο προσήκει νόμοις τετάχθαι αὐτοῖς τὰ ἐπιτηδεύματα καὶ τὴν τροφὴν καὶ τἄλλα, δι’ ὧν ὁ βίος· καὶ οὕτως οὐκ ἂν εἴη λυπηρὰ αὐτοῖς, διὰ τὸ συνήθη γενέσθαι. οὐ μόνον δὲ νέοις οὖσιν ἀλλὰ καὶ ἀνδράσι χρεία τῶν νόμων· οὐ γὰρ ἱκανὸν πρὸς τὸ γενέσθαι χρηστοὺς τὸ νέους ὄντας | μόνον τροφῆς [*](410) ὀρθῆς καὶ ἐπιμελείας τυγχάνειν, ἀλλ’ ἐπειδὴ καὶ ἀνδρωθέντας ἐπιτηδεύειν δεῖ τὰ καλὰ καὶ πρὸς ἀρετὴν ἑαυτοὺς ἐθίζειν, καὶ τηνικαῦτα δεησόμεθα νόμων καὶ ὅλως περὶ πάντα τὸν βίον. οἱ γὰρ πολλοὶ ἀνάγκῃ πειθαρχοῦσι μᾶλλον ἢ λόγῳ, καὶ ταῖς ζημίαις ἢ τῷ καλῷ. διὰ τοῦτο καί τινες οἴονται δεῖν τοὺς νομοθέτας πρῶτα μὲν λόγοις ἐπὶ τὴν ἀρετὴν καὶ τὸ ἄγα [*](4 κινῆσαι D: κοινῆσαι h 23 στέργον D: στέργων h δυσχεραῖνον Mullach: δυσχεραίνων Dh)

229
ἐνάγειν, προτρεπομένους τοῦ καλοῦ χάριν οὕτω γὰρ ἂν τοὺς ἐπιεικεῖς ἀμείνους γενέσθαι, πρὸς τὸ ἀγαθὸν ἐθισθέντας), ἔπειτα τοῖς ἀπειθοῦσι καὶ ἀφυῶς ἔχουσι κολάσεις καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ’ ἀνιάτους ἐξορίζειν τοῦ χοροῦ τῶν ὑγιαινόντων ἢ δυναμένων· προσήκει γὰρ τὸν μὲν ἐπιεικῆ καὶ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον καὶ πάθεσιν ἀλόγοις ἀκολουθοῦντα λόγῳ μὲν οὐκ ἂν βελτίω γενέσθαι, λύπῃ δὲ κολαζόμενον ὥσπερ ὑποζύγιον. ὅθεν καί φασι δέον εἶναι ἰοὺς ἀλογωτέρους ἐκείναις ταῖς λύπαις κολάζειν, αἳ πρὸς τὰς ἀγαπωμένας ὑπ’ αὐτῶν ἡδονὰς ἐναντίως ἔχουσιν, οἷον τὸν μὲν πλεονέκτην ἀπογυμνῶσαι τῶν ὑπαρχόντων, τὸν δὲ ἀλαζόνα καὶ ὑβριστὴν ἀτιμάσαι, τυπτῆσαι δὲ τὸν ἀκόλαστον. εἰ δὲ ταῦτα σκληρὰ καὶ ἀηδῆ καὶ ἀγαθὸν εἶναι δεῖ καὶ ἐπιεικῆ τῶν ἀνθρώπων ἕκαστον, ἐκ παιδὸς καλῶς καὶ ὀρθῶς προσήκει τραφῆναι καὶ παιδευθῆναι καὶ τὴν ἐπιείκειαν ἐθισθῆναι, καὶ οὕτως ἔπειτα ζῆν ἐν ἐπιτηδεύμασιν ἀγαθοῖς καὶ μήτε ἄκοντα μήτε ἑκόντα πράττειν τὰ φαῦλα· τοῦτο δὲ δύναται γενέσθαι διαιτωμέοις κατά τινα τάξιν καὶ λόγους ὡρισμένους, κῦρος ἔχοντας καὶ ἰσχύν. τὰ μὲν οὖν I τῶν πατέρων πρὸς τοὺς παῖδας προστάγματα τὴν ἰσχὺν οὐχ [*](411) οὕτω μεγάλην ἔχει ὥστε βιάζεσθαι, οὐδέ τινος ἑνὸς ἀνδρός, μὴ τυράννου ὄντος ἡ βασιλέως, οἱ λόγοι δύνανται τοσοῦτον, ὥστε μὴ βουλομένους ἐνάγειν ἐπὶ τὰ καλὰ τοὺς πολλούς· μόνος δὲ ὁ νόμος ἀναγκαστικήν τινα δύναμιν ἔχει. πιστεύεται γὰρ ἀπό τινος νοῦ καὶ φρονήσεως τεθῆναι τὸ ἐξ ἀρχῆς· ὅθεν τοῖς μὲν ἀνθρώποις ἐχθαίρουσιν οἱ πολλοὶ ταῖς ὁρμαῖς αὐτῶν ἐναντιουμένοις, κἄν ὀρθῶς αὐτὸ δρῶσι, τῷ νόμῳ δὲ οὐδεὶς ἄχθεται τάττοντι τὸ ἐπιεικὲς καὶ τῶν πονηρῶν ἀφιστάντι· τοὺς μὲν γὰρ ζῶντας τῶν παιδευτῶν ἴσως ἐστὶ νομίσαι μίσει τινὶ ἡ φθόνῳ κινουμένους λυπεῖν, τοῖς νόμοις δὲ οὐ τοῦτο συμβαίνει. φανερὸν μὲν οὖν, ὡς ἄρα δεῖ νόμων ῥυθμιζόντων καὶ διατιθέντων πρὸς τὴν ἀρετὴν εὐθὺς ἐκ παιδός. τοιοῦτοι δὲ νόμοι μόνῃ τῇ Λακεδαιμονίων ἐγένοντο πόλει καί τισιν ἄλλαις ὀλίγαις κομιδῇ· ταῖς δὲ πλείσταις πόλεσιν οὐκ ἐμέλησε περὶ τῶν τοιούτων, ἀλλ’ ἕκαστος ὡς βούλεται τάττει τὸν βίον καὶ τὴν οἰκίαν, κυκλωπικῶς θεμι- στεύων ‘παίδων ἠδ’ ἀλόχου᾿. κράτιστον μὲν οὗν τὸ γίνεσθαι κοινὴν ἐπιμέλειαν καὶ ὀρθήν, καὶ πάντας ζῆν δύνασθαι τεταγμένως καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· εἰ δὲ μὴ τοῦτο γένοιτο καὶ τὸ κοινὸν ἀμέλοιτο, προσήκειν ἑκάστῳ δόξειεν ἄν τοῖς ἑαυτοῦ τέκνοις καὶ φίλοις εἰς ἀρετὴν βοηθεῖν ἢ βοηθεῖν προθυμεῖσθαι· δυνηθείη δ’ ἄν ἕκαστος ταῦτα τοὺς οἰκείους εὐεργετεῖν νομοθετικὸς γενόμενος, ὡς φανερὸν ἐκ τῶν εἰρημένων. γίνεται γὰρ πᾶσα ἐπιμέλεια διὰ νόμων· καὶ αἱ μὲν κοιναὶ ἐπιμέλειαι διὰ τῶν κοινῶν νόμων, αἱ δὲ σπουδαῖαι καὶ ἐπιεικεῖς ἐπιμέλειαι καὶ παιδεῖαι [*](412) διὰ τῶν καταλλήλων, τῶν σπουδαίων καὶ ἐπιεικῶν φημι νόμων. γεγραμμένους δὲ ἢ ἀγράφους εἶναι τοὺς νόμους, οὐδὲν διαφέρει· οὐδὲ τὸ πολλοὺς παιδεύειν ἡ· ἕνα ῥυθμίζειν εἰσάγοι ἂν τοῖς νόμοις διαφοράν, ὥσπερ ἐπὶ τῆς [*](31 cf. Homer. Od. ι 115 41 εἰσάγοι D: εἰσαγάγοι h)
230
μουσικῆς καὶ γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει· καὶ γὰρ ἃ τὸν ἕνα δύναται γυμνάσαι καὶ τοὺς πολλοὺς καὶ δι’ ὧν εἷς μουσικός, καὶ πολλοὺς οὐδὲν κωλύει γενέσθαι καὶ τὸ ἀνάπαλιν. διὰ τοῦτο καὶ τὸν οἰκίαν διατιθέντα μίαν καὶ ῥυθμίζοντα ἢ ἕνα ἄνδρα παιδεύοντα οὐδὲν κωλύει νόμους τιθέναι καὶ εἶναι νομοθετικόν, οὐδὲν ἧττον τοῦ πόλιν ὅλην ἢ ἔθνος διατιθέντος. καὶ γὰρ ὥσπερ ἐν τῖς πόλεσιν ἰσχύει τὰ νόμιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν τῇ οἰκίᾳ μιᾷ οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, οἷς φαίνεται χαίρων, μεγάλην ἐν τοῖς παισὶ καὶ τοῖς ἄλλως οἰκείοις δύναμιν ἔχει, καὶ πολλῷ πλέον διὰ τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας· εὖνοι γάρ εἰσι διὰ ταῦτα τῷ πατρὶ μᾶλλον οἱ παῖδες ἢ οἱ πολῖται τῷ νομοθέτῃ• καὶ διὰ τοῦτο ῥᾷον ἄγονται καὶ τοῖς νόμοις πείθονται μᾶλλον, κἄν ἄλλως ἀπειθεῖς ὧσι, φύσει τινὶ στέρξαντες ἐξ ἀρχῆς· ἔτι δὲ καὶ ἀκριβέστεροι γίνοιντο ἄν τῶν κοινῶν οἱ καθ’ ἕκαστον νόμοι καὶ διὰ τοῦτο λυσιτελέστεροι, καθάπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει. καὶ γὰρ οἱ μερικοὶ ἰατρικοὶ λόγοι, οἱ ἑνὶ ἐφαρμόζοντες σώματος ἕξει, βέλτιον ἰάσονται τῶν καθόλου· καθόλου μ·ὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἀσιτία καὶ ἡσυχία, τινὶ δὲ ἴσως οὐ ταῦτα ἀλλὰ τἀναντία λυσιτελήσει, καὶ διὰ τοῦτο ὁ ἑνὶ σώματι νομοθετῶν ἀκριβέστερον νομοθετήσει τοὐ πᾶσιν ἁπλῶς διαιτῶντος· καὶ ὁ πυκτικὸς δέ, | ἐὰν ἀπὸ τοῦ ἀεὶ παρόντος ἀνταγωνιστοῦ τὸν ἀγῶνα [*](413) διατιθῇ, καὶ τὴν μάχην οὐχ ὁμοίαν ἀεὶ τὴν αὐτήν, ἀλλὰ προσήκουσαν ἑκάστῳ ποιῆται, ἄμεινον ἀγωνιεῖται· καὶ ὅλως ἁκριβέστερον ἕκαστον ὠρεληθήσεται, τῆς ἐπιμελείας ἰδίας καὶ καθ’ ἕκαστον γινομένης· οὕτω γὰρ ἑκάστῳ γένοιτο τοῦ προσήκοντος τυχεῖν. φανερὸν τοίνυν, ὅτι ἐπιμεληθείη μὲν ἄριστα καὶ ἑνός τινος καὶ ὀλίγων, ὁ τὸ καθόλου γινώσκων ἢ ἰατρὸς ἡ γυμναστὴς ἢ νομοθέτης, ἐπειδὰν τὸν καθόλου λόγον τῆς ἐπιστήμης συνάψῃ τῷ μερικῷ· καὶ γὰρ οἶδεν ἃ πᾶσιν ἢ τοῖσδε ἢ οὕτως ἢ οὕτως ἔχουσι λυσιτελεῖ· τοὐ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν. οὐδὲν δὲ κωλύει καὶ τὸν μὴ τὸ καθόλου εἰδότα, τεθεαμένον δὲ ἀκριβῶς τὰ συμβαίνοντα ἑκάστῳ δι’ ἐμπειρίαν, ἑνός τινος καλῶς ἐπιμεληθῆναι· καὶ γὰρ ἰατροί τινές εἰσι τῶν σωμάτων τῶν ἑαυτῶν, ἄλλοις ταῦτα μὴ δύναι μένοι βοηθεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει, καὶ οὕτω δὲ τῆς ἐμπειρίας ἀρκούσης πρὸς τὴν ὠφέλειαν τῶν ἐπιτηδευμάτων ἑκάστου, τήν γε ἐπίστη μὴν ζητητέον πάσῃ σπουδῇ καὶ βαδιστέον ἐπὶ τὸ καθόλου τῷ τεχνικῷ καὶ θεωρητικῷ βουλομένῳ γενέσθαι. περὶ γὰρ τὸ καθόλου ἡ ἐπιστήμη· γινώσκειν δὲ οὕτω χρὴ τὸ καθόλου, τό γε τῆς ἰατρικῆς ἢ νομοθετικῆς ἢ ἄλλης τοιαύτης ἐπιστήμης οὐχ ὡς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον ἀλλ’ ὡς μάλιστα ἐνδεχόμενον• τῶν ἐνδεχομένων γὰρ καὶ οὐ τῶν ἀκινήτων αἱ τοιαῦταί εἰσιν ἐπιστῆμαι. ζητητέον τοίνυν ἐφ’ ἑκάστου τὴν ἐπιστήμην· καὶ τὸν βουλόμενον δι’ ἐπιμελείας βελτίυς ποιεῖν, εἴτε πολλοὺς εἴτε ὀλίγους, νομοθετικὸν | πειρατέον γενέσθαι’ [*](414) [*](7 τῇ om. h ἔθη (alterum) h: ἤθη D 16 ἀσιτία καὶ ἡσυχία Dh, ut Arist. cod. Lb: ἡσυχία καὶ ἀσιτία Arist. vulg. 26 τοῖσδε D: τοιώσδε h ἢ οὕτως alterum om. h 33 ἑκάστου D: ἑκάστων h)
231
καὶ γὰρ διὰ τῶν νόμων πρὸς τὸ ἀγαθὸν κινούμεθα καὶ τὴν ἀρετήν. οὐ γὰρ ἔστι τοῦ τυχόντος ἢ πολλοὺς ἢ ἕνα τινὰ καλῶς διαθεῖναι, καὶ παιδεῦσαι πρὸς ἀρετὴν ἔχειν οἰκείως· ἀλλ’ εἴ γε τοῦτο δυνατὸν ἐν ἀνθρώποις, ἐκεῖνος ἂν δυνηθείη μόνος, ὃς οἶδε τοὺς νόμους τοὺς μὲν κρίνειν τοὺς δὲ τιθέναι.

<Περὶ τῶν σοφιστῶν τε καὶ τῶν τὰ πολιτικὰ διδάσκειν καὶ ὅτι τὸ περὶ τῆς νομοθεσίας ἐπισκέψασθαι πρὸς τὴν τῆς πρακτικῆς φιλοσοφίας τελείωσιν ἔτι λοιπόν ἐστι. κεφ. ιγ΄.>

Ὅτι μὲν οὖν νομοθετικὸν εἶναι δεῖ τὸν τῆς ἀρετῆς ἀλείπτην, φανερὸν ἐκ τῶν εἰρημένων· ὅπως δὲ δυνηθείη τις ἄν νομοθετικὸς γενέσθαι, ζητητέον ἐστίν. ἢ φανερόν ἐστιν, ὅτι καθάπερ ἀπὸ τοῦ εἰδότος τὰ γραμματικὰ ἢ τὰ μουσικὰ γραμματικός τις γένοιτ’ ἄν ἢ μουσικός, οὕτω καὶ νομοθετικὸς ἀπὸ τοῦ εἰδότος νομοθετεῖν, ὅς ἐστιν ὁ πολιτικός· τῆς γὰρ πολιτικῆς ἡ νομοθετικὴ μέρος. καίτοι δοκεῖ οὐ τὰ αὐτὰ συμβαίνειν τῇ πολιτικῇ καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ ἐπιστήμαις. ἐν μὲν γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε μεθόδους τῶν ἐπιστημῶν παραδιδόντες καὶ κατ’ αὐτὰς ἐνεργοῦντες· ἰατρὸς γὰρ καὶ ζωγράφος τήν τε τέχνην ἕκαστος διδάσκει καὶ ὁ αὐτὸς καὶ γράφει ἢ ἰατρεύει· περὶ δὲ τὴν πολιτικὴν ἑτέρως φαίνεται ἔχον· οἱ μὲν γὰρ σοφισταὶ τὰ πολιτικὰ διδάσκειν ἐπαγγέλλονται, μηδὲν πράττοντες πολιτικόν, οἱ δὲ πολιτευόμενοι πράττουσι μέν, διδάσκουσι δὲ οὐδέν· οὐ γὰρ δύνανται. | οὐ γὰρ μεθόδῳ τινὶ πράττουσι καὶ ἐπιστήμῃ [*](415) πολιτικῇ ἀλλὰ φυσικῇ τινὶ ἐπιτηδειότητι καὶ ἐμπειρίᾳ μᾶλλον ἢ διανοίᾳ. ὅτι δὲ οὐ δύνανταί τι περὶ ἰῆς πολιτικῆς διδάσκειν, φανερόν· οὐ γὰρ διδάσκουσιν οὐδέ τι γράφουσιν ἢ λέγουσι περὶ τῶν τοιούτων, εἰπόντες ἄν, εἴπερ ἐδύναντο· μεῖζον γὰρ ἂν ἦν αὐτοῖς εἰς φιλοτιμίαν τοιούτους συντιθέναι λόγους ἢ δικανικούς τε καὶ δημηγορικούς· ἄλλως τε καὶ τοὺς σφετέρους υἱοὺς πολιτικοὺς ἐποίησαν ἄν ἤ τινας ἄλλους τῶν φίλων, εἴπερ ἐδύναντο· οὐ γὰρ εὔλογον δυναμένους μὴ τοιαῦτα τοὺς φίλους καὶ τοὺς φιλτάτους εὐεργετεῖν· οὔτε γὰρ εἶχον μεῖζον ἀγαθὸν καὶ συμφορώτερον τῇ πόλει καταλιπεῖν ἡ ταῦτα συγγραψάμενοι καὶ διδάξαντες οὔτε ἑαυτοῖς ἢ τοῖς υἱέσιν ἢ τοῖς ἑταίροις μεῖζον ἂν ἐθέλησαν ἀγαθὸν τοῦ τοιαῦτα δύνασθαι. φανερὸν τοίνυν, εἴπερ ἐδύναντο διδάσκειν τὰ πολιτικά, ὅτι καὶ ἐβουλήθησαν ἄν καὶ ἐδίδασκον· ἐπεὶ δὲ οὐ φαίνοντι διδάσκοντες, φανερὸν ὅτι οὔτε ἐδύναντο διδάσκειν οὔτε αὐτοὶ λόγῳ τινὶ τὰ πολιτικὰ ποιοῦσιν ἢ ἐπιστήμῃ ἀλλὰ ἐμπειρία· καὶ γὰρ οὐ μικρὸν ἡ ἐμπειρία πρὸς τὸ πράττειν συμβάλλεται· γίνονται γὰρ διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικοί. διὰ τοῦτο τοῖς ἐφιεμένοις περὶ τῆς πολιτικῆς εἰδέναι καὶ ἐμπειρίας τινὸς χρεία καὶ συνηθείας. καὶ αὐτοὶ δὲ οἱ σοφισταὶ διδάσκειν μὲν ἐπαγγέλἐστι [*](2 D: ἔτι h 4 τοὺς om. h 14 ἀπὸ h: ἐπὶ D 31 ἢ (prius) h: μὴ D)

232
λονται τὴν χομοθετικήν, διδάσκουσι δὲ οὐδὲν μᾶλλον, ἀλλὰ τοσοῦτον ἀπέἡ νομοθετικὴ ἢ ποῖόν τί ἐστιν. ἴσασι· καὶ γὰρ ταὐτὸν ἢ χεῖρον ἡγοῦνται εἶναι τῆς ῥητορικῆς· εἶτα καὶ τὸ νομοθετεῖν οὕτω ῥᾴδιον, ὡς παντὸς εἶναι νομίζουσι γὰρ τὸ | συναγαγεῖν νόμους τοὺς εὐδοκιμωτάτους καὶ τούτων [*](416) ἐκλέξασθαι τοὺς ἀρίστους, τοῦτο εἶναι τὸ νομοθετεῖν, τὸ δὲ κρῖναι νόμους καὶ τὸν ἄριστον λαβεῖν, μὴ πάνυ χαλεπὸν εἷναι. καίτοι πρῶτον μὲν οὐ ῥᾴδιον καὶ τοῦ βουλομένου τὸ δύνασθαι κρίνειν ὀρθῶς περὶ τῶν προτεθέν τῶν ἑκάστου ἀλλὰ θαυμαστῆς δεῖ συνέσεως καὶ διανοίας πρὸς τὴν τοιαύτην δύναμιν· οἱ γὰρ ἔμπειροι περὶ ἕκαστα καὶ δύνανται κρίνειν περὶ αὐτῶν, ὥσπερ ὁ τῶν μουσικῶν ἔμπειρος τὰ μουσικὰ δύναται κρίνειν καὶ ὁ τῶν γραμματικῶν τὰ γραμματικά, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· οὗτοι γὰρ ἴσασι δι’ ὧν ταῦτα ἢ ἐκεῖνα γίνονται, καὶ ποῖα ποίοις συνᾴδει, καὶ πῶς ἕκαστον ἔχει· οἱ δὲ ἄπειροι οὐδὲν τούτων εἰδότες οὐκ ἐκλέξονται τὰ καλλίω καὶ τὰ ἄριστα. καὶ γὰρ ἀγαπητόν, εἰ τοῦτο μόνον γνώσονται ἁπλῶς ὅτι καλῶς ἢ κακῶς πεποίηται τὸ ἔργον ὥσπερ καὶ ἐπὶ τῆς γραφικῆς ἔχει· καὶ γὰρ τὸ μὲν τὴν ἀρίστην εἰκόνα γινώσκειν ὅτι καλῶς γέγραπται, καὶ τῶν μὴ ζωγράφων ἄν εἴη, τὸ δὲ εἰδέναι ὅτι ἀρίστη καὶ ὅπῃ τῶν ἄλλων διαφέρει, μόνον ἐστὶ τοῦ γράφειν εἰδότος ἢ ἐμπειρίαν τινὰ κεκτημένου περι αὐτό. οὔτε τοίνυν τὸ ζωγράφου ἔργον ἢ τὸ τοὐ μουσικοῦ ἢ τοῦ γραμματικοῦ χωρὶς τῆς περὶ αὐτὰ ἐπιστήμης οὐδεὶς ὀρθῶς δύναται κρίνειν οὔτε τὸ τοῦ πολιτικοῦ ἔργον ἄνευ τοῦ τὴν πολιτικὴν ἐπιστήμην εἰδέναι, κρῖναι δυνατόν. ἔργον δὲ τοῦ πολιτικοῦ ὁ νόμος ἐστί. πρῶτον μὲν οὖν τὸ συναγαγεῖν νόμους καὶ ἐκλέξασθαι τοὺς ἀρίστους ἄνευ τῆς περὶ τὰ πολιτικὰ ἐμπειρίας οὐ δυνατόν, ἔπειτα, εἰ καὶ τοῦτο δώσομεν, ὡς ἄρα δυνατὸν ἄνευ τοῦ πολιτικὸν εἶναι νόμους κρίνειν εἰδέναι καὶ συναγαγεῖν τοὺς | ἀρίστους, [*](417) οὐδὲ τοῦτο ἀρκέσει πρὸς τὸ γενέσθαι πολιτικὸν καὶ νομοθετικόν, ἐπεὶ οὐδὲ ἰατροὶ γένοιντο ἂν ἀπὸ τοὐ τὰ ἰατρικὰ συγγράμματα συναγαγεῖν καὶ ἀναγνῶναι· καίτοι οἱ τοιοῦτοι καὶ πειρῶνται λέγειν οὐ μόνον τὰ θεραπεύματα ἀλλὰ καὶ ὡς ἰάθησαν οἱ τούτοις χρησάμενοι καὶ ὅπως προσήκει τῶν νοσημάτων ἕκαστον θεραπεύειν, καὶ διαιροῦσί γε τὰς ἕξεις τῶν νοσημάτων καὶ τῶν σωμάτων. ἀλλ’ ὅμως οὔκ εἰσιν ἰατροί· δεῖ γὰρ καὶ ἐμπειρίας καὶ συνηθείας τινός· τὰ δὲ συγγράμματα καὶ αἱ τοιαῦται θεωρίαι τοὺς μὲν ἐμπείρους καλλίους ποιοῦσι, τοὺς δὲ ἀπείρους οὐδὲν ὤνησαν πρός γε τὸ δύνασθαι θεραπεύειν• τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν νόμων ἄν ἔχοι καὶ τῆς πολιτείας. τὸ γὰρ συναγαγεῖν νόμους καὶ διερευνήσασθαι τὰς ἑκασταχοῦ πολιτείας, τοὺς μὲν ἀπὸ τῆς ἐμπειρίας δυναμένους ἕκαστα καλῶς θεωρῆσαι καὶ συνιδεῖν ἅ τε ὀρθῶς καὶ ἃ φαύλως ἔχουσι καὶ ποῖα ποίοις ἁρμόττει, πάνυ ἄν ὠφελήσειε· γένοιντο γὰρ ἂν ἑαυτῶν τὰ πολιτικὰ καλλίους· τοῖς δὲ ἄνευ τῆς τοιαύτης ἕξεως καὶ πείρας τὰ τοιαῦτα διεξιοῦσιν [*](13 ποίοις D: ποιεῖν h 18 ὅπῃ Mullach: ὅποι Dh 29 καὶ om. h 32 καὶ τῶν σωμάτων om. h)
233
ἀνόνητος ἡ σπουδὴ πρός γε τὸ νομοθετικοὺς γενέσθαι· οὐ γὰρ δυνήσονται κρίνειν ὀρθῶς περὶ αὐτῶν, εἰ μὴ ἄρα τύχῃ τινί· γίνοιντο δ’ ἂν ἴσως εὐσυνετώτεροι πρὸς ταῦτα τρόπον τινά, μαθόντες περὶ τῶν πολιτικῶν. φαίνεται μὲν οὖν, ὅτι οὔτε οἱ σοφισταὶ οὔτε οἱ πολιτευόμενοι περὶ τῆς πολιτικῆς καὶ νομοθετικῆς οἷοί τε ἐγένοντο διδάσκειν. ἐπεὶ δὲ ἀκόλουθόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, τὸν τῆς ἀρετῆς διδάσκαλον καὶ περὶ τούτων διεξιέναι, τῶν προτέρων οὐ πάνυ περὶ νόμων καὶ πολιτείας διερευνησαμένων βέλτιον ἴσως ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων, ὡς ἂν ἡ προκειμένη [*](418) ἡμῖν φιλοσοφία, περὶ τῶν ἀνθρωπίνων οὖσα παθῶν καὶ πράξεων τοῦ προσήκοντος τυχοῦσα τέλους, μηδενὸς ἐλλείπῃ τῶν εἰς ταῦτα φερόντων. πρῶιον μὲν οὖν εἴ τι καλῶς περὶ αὐτῶν εἴρηται τοῖς προγενεστέροις. κατὰ μέρος ἐπελθεῖν π·ειραθῶμεν, εἶτα συναγαγόντες τὰς πολιτείας θεωρῶμεν ἐν αὐταῖς, ἅ τε φθείρει καὶ ἃ σώζει τὰς πόλεις, ἔτι τε τῶν πολιτειῶν ἑκάστην ἃ συνίστησι καὶ ἃ διαλύει, καὶ τίνα μὲν βασιλείαν συνέχει, τίνα δὲ δημοκρατίαν καὶ τῶν ἄλλων ἑκάστην, καὶ τίνα πέφυκε λύειν· καὶ μὴν κἀκεῖνο σκοπῶμεν, διὰ ποίας αἰτίας αἱ μὲν τῶν πολιτειῶν καλῶς πολιτεύονται, αἱ δὲ ἐναντίως ἔχουσι. τούτων γὰρ δὴ πάντων θεωρηθέντων συνίδοιμεν ἂν καὶ ποία πολιτεία ἀρίστη καὶ πῶς ἑκάστη ταχθεῖσα καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη τοῖς πολιτευομένοις λυσιτελήσει· λέγομεν οὖν ἀρξάμενοι.

[*](4 οἱ ante πολιτευόμενοι om. h 14 συνίστησι D: συνίζησι h 20 λέγομεν D et Arist. cod. K b: λέγωμεν h et Arist. vulg. in fine τῶν εἰς τὰ τοῦ Ἀριστοτέλους Νικομάχεια τέλος h)