In Aristotelis Libros De Anima Paraphrasis

Sophonias

Sophonias. In Aristotelis Libros De Anima Paraphrasis (Commentaria in Aristotelem Graeca, 23.1). Hayduck, Michael, editor. Leipzig: Reimer, 1883.

[*](ΙΙΙ 1)

Τούτων οὕτω διωρισμένων ἀνάγκη, εἴπερ ἐκλείποι τις αἴσθησις, καὶ αἰσθητήριον ἡμῖν ἐκλελοιπέναι. μήποτε γὰρ ὥσπερ ἔν τισι μὲν τῶν ζώων οὐ πᾶσαι αἱ αἰσθήσεις ἔχονται, ἐν ἡμῖν δὲ καὶ αἱ πέντε, οὕτως ἐστὶ καὶ ἄλλη τις αἴσθησις, ἥτις ἐν ἡμῖν μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δέ τισι ζώοις ἢ ἀδήλοις ἢ ὑπὲρ ἡμᾶς, καὶ ὥσπερ τὰ ὄψιν μὴ ἔχοντα οὐδὲ εἰ ἔστι χρώματα οἶδεν, οὕτως οὐδὲ εἰ ἔστιν ἄλλα τινὰ αἰσθητὰ εἰσόμεθα, λειπούσης ἡμῖν τῆς κριτικῆς αὐτῶν αἰσθήσεως. ὅτι δὲ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε λέγε δὲ ταύτας ὄψιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν καὶ ἁφήν), ἵν’ εἴη χρεία καὶ ἑτέρου αἰσθητη- ρίου, ἐκ τούτων πιστεύσειεν ἄν τις. διττῆς γὰρ οὔσης σχέσεως, καθ’ ἣν ἄν αἴσθησις γένοιτο, τῆς τε πρὸς ἄλληλα τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ θίξεως καὶ τῆς διὰ μέσων ἑτέρων ἀντιλήψεως, ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· παντὸς γὰρ οὗ ἐστιν αἴσθησις ἡ ἁφή, ταύτην καὶ νῦν ἔχομεν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾖ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν ἁφὴ γάρ τις ἐστὶν καὶ ἡ γεῦσις· τῇ θίξει γὰρ αἰσθάνεται)· ὅσων δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, ἀλλὰ τοῖς ἁπλοῖς καὶ δυσί, λέγω δὴ ἀέρι καὶ ὕδατι, τούτων ἀντιληπτικαὶ χρωμάτων μὲν ὅρασις, φωνῶν δὲ ἀκοή, ὀσμῶν δὲ ὄσφρησις. ὥστε εἰ μὴ καθ’ ἑκάτερον τῶν τρόπων ὑπολείποιτο αἴσθησις, καὶ εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδὲ ὅλως ἂν εἴη παρὰ τὰς εἰρημένας. εἰ δὲ μὴ αἴσθησις, οὐδὲ αἰσθητήριον· μάτην γὰρ ἄν εἴη ὄργανον μὴ ὄντος τοῦ χρησομένου. ἔτι ἐν τοῖς θνητοῖς ζώοις ἀδύνατόν τι τῆς τελειοτέρας ζωῆς μετασχεῖν μὴ μεταλαβὸν τῆς ἥττονος. κατὰ βαθμίδας γὰρ ἡ φύσις πρόεισι· πρῶτον γὰρ σῶμα ἀπλῶς, εἶτα ἔμψυχον οἷον τὸ φυτόν, εἶτα ζωὴ καὶ αἴσθησις, εἶτα λόγος. ὥσπερ γὰρ ὑπόκειται τοῖς τιμιωτέροις τὰ ἥττονα, καὶ καθάπερ οὐχ οἷόν τε αἰσθήσεως μετέχειν τὸν μὴ ζωῆς οὐδὲ ζωῆς τὸν μὴ ψυχῆς, οὕτως οὐδὲ λόγου ἄν τι μετάσχοι ὑπολελοιπὸς αἴσθησιν. εἰ τοίνυν τελειότατον [*](1 καθ’ αὑτό scripsi: κατ’ αὐτό libri 3 σώματα seripsi: ἀσώματα libri 7 ἐπ’ αὐτὸ Α post ἀναλλοίωτον eadem maun sed minoribus literis scripta ἰστέον (?) ὅτι τὰ ἐντὸς τοῦ κειμένου καὶ ἐκτός που τῆς παραφράσεως σχόλια ἀπὸ τῶν (?) Σιμπλικίου ὑπομνημάτων (?) B: τέλος τοῦ δευτέρου subicit Α 11 οὕτως ἔσται C 14 αἰσθητικὰ C 16 ὄσφρησιν om. Α 24 ἀντιληπτικὰ C 34 μετάσχοι scripsi: μετάσχοιεν libri)

106
τῶν ὑπὸ σελήνην ὁ ἄνθρωπος, οὗτος δὲ πέντε μόνας ἔχει καὶ οὐ πλείονας λογικῆς ὢν ·φύσεως, οὐκ ἄν εἴη παρὰ ταύτας ἑτέρα· οὐ γὰρ ἄν μετέσχε τῆς κρείττονος ζωῆς τῆς λογικῆς ὑπερβ‘ὰς τὴν χείρονα αἴσθησιν. πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων τοῖς τελειοτέροις δὲ καὶ ἡ κατὰ τόπον ἐγγίνεται κίνησις)· καὶ γοῦν φαίνεται καὶ ἡ ἀσπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα ὀφθαλμοὺς προνοίᾳ φύσεως. ἐπεὶ γὰρ ἀναγκαιότερον τοῦ ὁρᾶν τὸ τρέφεσθαι, αὐτὴ δὲ τῷ ὀρύττειν τρέφεται, τῷ ἐπικειμένῳ δέρματι τὴν ὁρατικὴν περιεφύλαξεν αἴσθησιν τὴν ὄψιν ἀμβλύνασα, ἵν’ ἀντέχῃ πρὸς τὴν ὑπόνομον δίαιταν. φθάνομεν δὲ εἰρηκότες σῶμα καὶ πάθος εἴτ’ οὖν σῶμα παθητικὸν καὶ ὑποπῖπτον αἰσθήσεσι διὰ τὸν ὑποτρέχοντα λόγον ἐκεῖνον, ὃς τὰς οὐρανίους οὐσίας σωματικὰς μὲν ὑποτίθεται, μὴ παθητὰς δὲ μηδὲ ἁλωσίμους αἰσθήσεσιν, ἄλλῳ δέ τινι κρείττονι τρόπῳ γιν·ομένης τῆς ἀντιλήψεως, παρ’ ἧς καὶ γινώσκονται. εἰ δὲ τοῦτο οὕτω καὶ ὁ λόγος ἔρρωται, οὐκ ἐπὶ πᾶσιν ἐκεῖνος διήκει, ὃς μὴ πρότερον τὰς κρείττονας ζωὰς ἐγγίνεσθαι διετείνετο, μὴ προηγησαμένων τῶν χειρόνων. αὐτίκα γὰρ ὁ νοῦς ὁ τόσον τῆς αἰσθήσεως τιμιώτερος, ὁ τῶν νοητῶν καὶ θείων εἰδῶν ἀντιληπτικός, τῶν σωμάτων κεχώ- ρισται. ὥστε εἰ καὶ τῶν ἐν τοῖς φθαρτοῖς σώμασι ποιοτήτων μὴ λείπῃ τις ἀντιληπτικὴ αἴσθησις, ἄδηλον εἰ μήπου ἄλλη τις ὑπολέλειπται τοῦ πέμπτου στοιχείου ἀντιληπτικὴ ἐξ ἐκείνου ἔχουσα τὸ αἰσθητήριον. τούτοις ἐκεῖνο προσαπορητέον, τί δήποτε τριῶν ὄντων αἰσθητῶν, χρόας, ψόφου, ὀσμῆς ἐκ τριῶν στοιχείων, πυρὸς ἀέρος καὶ ὕδατος, μὴ καὶ τὰ αἰσθητήρια αὐτῶν ἐκ τοσούτων εἰσὶ στοιχείων, ἀλλ’ ἐκ τῶν δύο μόνον ἀέρος καὶ ὕδατος· ἔτι διὰ τί, εἴπερ τῶν αὐτῶν αἰσθητῶν διὰ πλειόνων γίνεται ἡ ἀντίληψις, οἷον χρώματος καὶ δι’ ἀέρος καὶ ὕδατος, καὶ αὖ πάλιν ψόφων τε καὶ ὀσμῶν διαπορθμευτικὰ τὰ αὐτά, μὴ ἐκ πλειόνων τὸ αὐτὸ καὶ ἓν αἰσθητήριον, οἷον τὸ ὀπτικὸν ἐξ ἀέρος καὶ ὕδατος· ὁμοίως καὶ ἀκοὴ καὶ ὄσφρησις. καὶ τὸ μὲν πρῶτον τῇ ἀναλογίᾳ λυθήσεται· τί γὰρ ἄτοπον, εἴπερ τὸ αὐτὸ σ·τοιχεῖον, ὥσπερ διαφόρων αἰσθητῶν ἐστι διαπορθμευτικόν, οὕτω καὶ αἰσθητηρίων πλειόνων ποιητικόν. τὸ δὲ δεύτερον οὕτω· οὐκ ἐπειδὴ δύο τινῶν μεταξὺ τῶν αὐτῶν αἰσθητῶν ἡ ἀντίληψις γίνεται, ἀνάγκη καὶ διπλᾶ εἶναι τὰ αἰσθητήρια, ἀλλ’ ὥσπερ εἰ ἀνέλοι τις ἐπινοίᾳ τὸ ἓν τῶν μεταξύ, ἀρκεῖ εἰς τὴν τῶν αὐτῶν αἰσθητῶν διαπόρθμευσιν τὸ ὑπολειπόμενον ἕτερον, οὕτω καὶ παρ’ ἑνὸς τῶν στοιχείων ἀρκέσει πλείονα γενέσθαι αἰσθητήρια, εἴ γε δυνατὸν τὸ ἓν στοιχεῖον πλείοσιν αἰσθητηρίοις ἀρκέσαι. ἄλλως τε οὐδὲ δυνατὸν ἐξ ἄλλων τῶν ἁπλῶν στοιχείων ἢ παρὰ τῶν δύο ἀέρος καὶ ὕδατος γενέσθαι τὰ αἰσθητήρια. ἡ μὲν γὰρ κόρη ὕδατος, ἡ δὲ ἀκοὴ ἀέρος, ἡ δὲ ὄσφρησις ἀμφοτέρων τούτων· τὸ δὲ πῦρ ἢ οὐδενός, ὅτι δραστικὸν καὶ διὰ τοῦτο καὶ φθαρτικόν πάσχειν γὰρ τὸ αἰσθητήριον ἀλλ’ οὐ ποιεῖν δεῖ), ἢ κοινὸν πάντων· οὐδὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ γῆ ἢ οὐδενὸς ὡς μὴ τῶν ἔξω τινὸς ἀντιλαμβανομένη τῷ [*](2 ὢν] ὃν Α1 3 κρείττονος scripsi: κρείττω libri 4 πεπυρωμένων C 10 ὑπερέχοντα Β 12 παρ’ οἷς Α 16 τιμιώτερον B 19 ante τὸ add. καὶ Α 24 διαπορθμευτικὸν C 26 καὶ (ante ἀκοὴ) om. Α 33 γίνε- σθαι Α 34 ἁπλῶς Α 39 τῷ] τὸ Β)
107
ἀντιφράττειν ἐκ τῆς παχύτητος, ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται, ἐπειδὴ καὶ σὰρξ ταύτῃ τὸ αἰσθητήριον, καὶ ἡ ἀντίληψις γίνεται ἐμμεμιγμένων τοῖς αἰσθη- τηρίοις τῶν αἰσθητῶν. μήποτε δὲ καὶ ἀληθέστερον ᾖ τὸ σύνθετα ἐκ πάντων λέγειν, τῷ πλεονάζοντι δὲ κληροῦσθαι τὰ ὀνόματα. πλεονάζει γὰρ ἐν ἑκάστῳ τῶν ἁπλῶν ἢ τὸ ὕδωρ ἢ ὁ ἀήρ. διαφερόντως δὲ τοῦτο κατὰ τὸ ὄμμα ἔστιν ἰδεῖν· πέπηγε μὲν ἐκ καθαροῦ ὕδατος ἅπαν τὸ κρυσταλλοειδές, μετέχει δὲ καί τινος μετρίας θερμότητος καί τινος γεώδους παχύτητος. ἧττον δὲ τούτων ἡ ἀκοή· τοῦτο δέ ἐστιν ὁ ἐμμεμιγμένος τῇ μήνιγγι ἀήρ.

᾿Αλλὰ μὴν οὐδὲ τῶν κοινῶν αἰσθητῶν οἷόν τ’ εἶναι ἴδιον αἰσθητήριον· κοινὰ δὲ αἰσθητά, ὡς καὶ πρόσθεν ἐλέγετο, τὰ ταῖς πάσαις αἰσθήσεσιν ὑπο- κείμενα ἢ ταῖς πλείοσι. πέντε δὲ ταῦτα, κίνησις, στάσις, σχῆμα, μέγεθος, ἀριθμός. αἰσθανόμεθα δὲ τούτων πάντων κινήσει εἴτ’ οὖν μετὰ πάθους· καὶ μέγεθος μὲν καὶ σχῆμα κατὰ ταὐτόν τι· μέγεθος γὰρ τὸ σχῆμα. τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι· τοῦτο δὲ κοινὸν πάσαις αἰσθήσεσι, τὸ τὰς οἰκείας στερήσεις γινώσκειν ταῖς ἕξεσι. τὸν δὲ ἀριθμὸν τῇ ἀποφάσει τοῦ συνεχοῦς. ὅπως δὲ τοῦτο τελεώτερον καταμάθοιμεν, ἀνωτέρω τὸν λόγον ἐπαναλάβωμεν· οὐ καινὸν δὲ κἄν τι τῶν προρρηθέντων τοῖς ἑξῆς διὰ τὸ σαφὲς συλλαμβάνοιτο. παντὸς αἰσθητοῦ μία μὲν αἴσθησις καθ’ αὑτὸ ἀντιλαμβάνεται, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός, οἷον χρωμάτων ἡ μὲν ὄψις καθ’ αὑτό, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός· καὶ χυμοῦ δὲ καὶ ὀσμῆς ὡσαύτως. καὶ διὰ τὸ συνεργῆσαί ποτε ἅμα γεῦσιν καὶ ὅρασιν, ὁρῶσα ἡ ὄψις τόδε τι ὅτι ξανθόν, οἷον τὸ μέλι, οἶδεν ὅτι καὶ γλυκύ, καὶ γευόμενοι τοῦδε τοῦ γλυκέος οἴδαμεν ὅτι ξανθόν. ὅθεν καὶ εἰ μήποτε πρός τινι τύχοιεν συνεργήσασαι, ὡς καὶ πρόσθεν ἐλέγετο, οὐκ ἂν ἑκατέρα μονωθεῖσα γνοίη ἀμφότερα. τοῦτο δὲ γίνεται τῷ ὡς ἀπό τινος ἑνὸς σημείου τῆς κοινῆς αἰσθήσεως πλείους εὐθείας τὰς αἰσθήσεις προέρχε- σθαι, ὧν αἱ ἐνέργειαι πάλιν εἰς τὸ κοινὸν πέρας ἀναπεμπόμεναι τὴν κρίσιν ἴσχουσιν. ἐκείνη γάρ ἐστιν ἡ κρίνουσα τὴν ταὐτότητα τῶν αἰσθητῶν καὶ ἑτε- ρότητα, καὶ τὰ ἀλλήλων ἴδια ἔνθεν κατὰ συμβεβηκὸς αἱ αἰσθήσεις αἰσθά- νονται, οὐχ ᾗ αὗται, ἀλλ’ ἡ μία· ὅταν γὰρ τύχοιεν αἱ αἰσθήσεις διάφοροι περὶ τὸ αὐτὸ ἐνεργήσασαι, εἶτα ἡ μία καὶ πρώτη καὶ κοινὴ δι’ ὁποιασοῦν ὕστερον μετὰ μνήμης προσβάλοι τῷ πράγματι, ᾔσθετο μὲν καθ’ αὑτὸ οὗ τὴν ἀντίληψιν ἴσχει τότε, γνωρίζει δὲ καὶ διὰ τῆς μνήμης τῷ συνεργῆσαι πρότερον τὸ λοιπὸν ἢ τὰ λοιπά. εἰ γὰρ μὴ ἦν κοινή τις αἴσθησις ἡ τὰ τοῦ πάθους κρίνουσα, κἂν μυριάκις συνενήργησαν, οὐκ ἄν ποτε ἡ ἑτέρα τὸ τῆς ἑτέρας πάθος ἔκρινεν· ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο. εἰ γὰρ [*](2 ἐμμεμιγμένων] ἐκ μεμιγμένων Β 3 σύνθετα] σύνθημα Β 4 δὲ] καὶ C ως 13 γὰρ] γάρ τι AC de An. 425 a 18 14 aute κοινὸν add. καὶ Α 16 ὅπερ Β: ὅπερ C τελετώτερον Β 19 οἶν—(20) συμβεβηκός in marg. add. Α 20 συ(??)ργῆσαι Α 21 γεῦσις—ὅρασις Β τι om. AG 22 καὶ (ante γλυκύ) om. C τοῦδε] δὲ 23 συνενεργήσασαι Α: συ(??)ργήσασαι 25 post τὰς add. πέντε Α: ε C 28 τὰ] τῶν C 29 αἱ om. AC 31 προβάλοι Β 32 τῷ Monacensis: τὸ ABC 33 πάθους] πάθη Α1)

108
τοῦ μέλιτος τυφλὸς μὲν γεύσοιτο ξανθοῦ ὄντος μὴ ἰδών, ἄλλος δέ. τις ἴδοι, μὴ γεύσοιτο δέ, οὐκ ἄν ποτε οὔτε οὗτος εἴποι γλυκύ, οὔτ’ ἐκεῖνος ξανθόν· καὶ εἰ τὸν αὐτὸν ὑποθοίμεθα μύοντα μὲν ἀεὶ καὶ γευόμενον μέλιτος, ὁρῶντα δὲ ὅτι ξανθὸν μὴ γευόμενον, οὐκ ἄν ποτε τῷ ἑτέρῳ πάθει τὸ ἕτερον κρίνειε. καὶ περὶ μὲν τῆς κοινῆς αἰσθήσεως προ·ιόντες ἐντελέστερον ἐπεξέλθωμεν· νυνὶ δὲ τῶν προκειμένων ἐχώμεθα. εἰ τοίνυν οὕτω καὶ παντὸς αἰσθητοῦ μία μὲν καθ’ αὑτό τις ἀντιλαμβάνεται αἴσθησις, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός, καὶ κοινή τις ἐπὶ πάσαις διήκει μία, δῆλον καὶ ἐπὶ τῶν κοινῶν αἰσθητῶν, εἴ γέ τι ἦν αὐτῶν ἴδιον αἰσθητήριον καὶ ἰδία αἴσθησις παρὰ τὰς πέντε, αὗται ἄν κατὰ συμβεβηκὸς αὐτῶν ἀντελαμβάνοντο· εἰ δὲ μὴ τοῦτο ἀλλὰ καθ’ αὑτό, δῆλον ὡς οὐκ ἄν εἴη αὐτῶν ἴδιον αἰσθητήριον. ὅτι δὲ καθ’ αὑτὸ ταῖς αἰσθή- σεσι τῶν κοινῶν ἡ ἀντίληψις φανερόν· πάσχουσι γάρ. οὐ γὰρ ἄν ὁμοίως πάθοι ὄψις ὑπὸ πολλοῦ λευκοῦ καὶ ὀλίγου ὁμοίου, οὐδὲ ὑπὸ τοῦ ἠρεμοῦντος καὶ κι·νουμένου, ἢ ὑπὸ τοῦ συνεχοῦς ἢ διῃρημένου. ἀμέλει, εἰ σφοδρῶς ποταμὸν εἴδομεν ῥέοντα ἤ τι τοιοῦτον ἕτερον, δίνη τις ἡμῖν καὶ ἴλιγγος γίνεται ἅτε δὴ παθούσης τι τῆς αἰσθήσεως. οὐ πάσχουσι δὲ ἐν τοῖς κατὰ συμβε- βηκός· τί γὰρ ὄψις πάθοι ὑπὸ τοῦ γλυκέος ἢ πικροῦ; διττὸν δὲ καὶ τὸ κατὰ συμβεβηκὸς αἰσθητόν, ὡς καὶ διῄρηται πρότερον· τὸ μὲν ὅταν ἀνταλλαγὴ γένηται καὶ τοῦ δι’ ἑτέρας ἑτέρᾳ ἀντιληψώμεθα, τὸ δὲ ὥσπερ ὅταν αἰσθέσθαι Κλέωνος λέγωμεν ὁρῶντες αὐτόν· οὐ γὰρ ὅ τί ποτε τὴν οὐσίαν αὐτὸς ἑωρῶμεν οὐδὲ γάρ ἐστιν ὅλως οὐσίας αἴσθησις νῷ θεωρουμένης), ἀλλὰ τὰ περὶ αὐτὸν χρώματα. ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείους αἰσθήσεις ἔχομεν τῶν κοινῶν αἰσθητῶν. ἢ ὅπως ἧττον λανθάνῃ τὰ ἀκολουθοῦντα ταῦτα καὶ καθολικά, μηδὲ συγχέηται τῇ τοῦ ἰδίου ἐπιμιξίᾳ αἰσθητοῦ. εἰ γὰρ μιᾷ αἰσθήσει ἐκρίνομεν, οἷον τῇ ὄψει, ἡ αὐτὴ δὲ καὶ χρωμάτων, ἐλάνθανεν ἂν μᾶλλον καὶ ἐδόκει ταὐτὰ εἶναι πάντα διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος· νῦν δὲ ἐπεὶ καὶ ἑτέρᾳ αἰσθήσει τὰ κοινὰ ὑπάρχει, δῆλον ποιεῖ ὅτι ἄλλο τι ἕκαστον αὐτῶν. ὥσπερ γὰρ εἴρηται ἐπὶ τῆς ἁφῆς καὶ γεύσεως, εἰ κατὰ πᾶν τὸ σῶμα ἐγευόμεθα, δυσχερὲς ἦν διακρῖναι τὴν ἁφὴν ἀπὸ τῆς γεύσεως τῷ συνεργεῖν ἀλλήλαις αὐτάς, ἀλλ’ ἐνομίσαμεν μίαν εἶναι αἴσθησιν ἀμφοτέρας νῦν δὲ τῷ κατὰ λοιπὸν σῶμα μὴ γεύεσθαι ἐναργὴς τῶν δύο αἰσθήσεων τε καὶ αἰσθητῶν ἡ διάκρισις), οὕτως ἄν συνέβαινε καὶ ἐπὶ τῶν κοινῶν, εἰ μιᾷ τινι τῶν αἰσθήσεων ἐγνωρίζομεν. ἐπεὶ οὖν θειότερα τὰ κοινὰ τῶν ἄλλων, καὶ ἐχρῆν εἶναι καὶ γνωριμώτερα. περὶ γὰρ ταῦτα αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν, ἀστρονομία μὲν περὶ κίνησιν καὶ στάσιν, γεωμετρία δὲ περὶ σχῆμα καὶ μέγεθος· τοῦ δὲ ἀριθμοῦ τὸ μὲν ἐν σχέσει ἁρμονικῆς θεωρεῖν, τὸ καθ’ αὑτὸ δὲ ἀριθμητικοῦ. ταῦτ’ ἄρα ἡ φύσις πλείοσιν αἰσθήσεσιν αὐτὰ διενείματο. [*](1 ἰδών] εἰδώς AC 13 πάθοι] πάθη C 15 εἴδωμεν Β 19 τοῦ] τὸ AC ἀντιληψόμεθα C 20 αὐτὸς] αὐτὴν C2 ἑωράκαμεν AC 21 νῷ] νῦν Α1: incertum Β 22 αὐτὴν Β χρωμάτων Α1 23 post αἰσθητῶν add. καὶ οὐ μίαν AC λανθάνοι Α 30 αἴσθησιν ἀμφοτέρας in marg. add. Α 31 τὸ κατὰ A1C τὸ λοιπὸν AC 36 ἁρμονικῇ ΑΒ 37 ἀριθμητικῆς Α: ἀριθμητικὴ C)
109
τοῦτο δὲ εἰ καὶ περὶ τῶν ἰδίων αἰσθητῶν ἠπόρησέ τις, διὰ τί τόσας αἰσθήσεις ἔχομεν, καὶ οὐ κοινὴν ἐπὶ πάντων μίαν, τοῦτ’ ἄν εἴποιμεν ὅτι τῷ διαφέρειν καὶ γένει καὶ εἴδει ἀλλήλων τὰ αἰσθητὰ καὶ τὰς αἰσθήσεις διαφόρους εἶναι ἀνάγκη καὶ πλείονας.

Ἔτι καὶ τοῦτο προσαπορητέον οἰκεῖον ὄν τῇ ἀρχῆς προθέσει, εἰ ὑπολείπει ΙΙΙ2 τις αἴσθησις· ἐπεὶ γὰρ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, εἰ ἔστι τις ἄλλη περὶ τὰ αἰσθητὰ ἐνέργεια, καθ’ ἣν ταῖς ἐνεργείαις τῶν αἰσθητικῶν ἐφιστάνομεν, εἴτε προσέβαλον τῷ αἰσθητῷ εἴτε μή, καὶ ποίαν τινὰ ἴσχουσι τὴν διάθεσιν, ἣν δὴ καὶ συναίσθησιν εἴποι τις, πότερον ἄλλης τινὸς αἰσθήσεως αὕτη ἡ ἐνέργει κεχωρισμένης τῶν ἀπηριθμημένων, ἢ περὶ τὰ ἴδια τῶν αἰσθη- τῶν ἑκάστη τῶν αἰσθήσεων οὐ μόνον ἐνεργεῖ, ἀλλὰ καὶ ἐφιστάνει τῇ ἑαυτῆς ἐνεργείᾳ· οἷον ὁρῶντες τόδε τὸ λευκὸν ἑαυτοὺς οὕτω διακειμένους συνέγνωμεν. ἀνάγκη δὲ ἢ τῇ ὄψει αἰσθάνεσθαι τούτου ὅτι ὁρᾷ ἢ ἑτέρᾳ. ἀλλ’ εἰ ἑτέρᾳ, ἡ αὐτὴ μία ἀμφοτέρων ἐστὶν ἀντιληπτική, τῆς τε ὁρώσης ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος, καὶ δύο τοῦ αὐτοῦ αἰσθητοῦ καθ’ αὑτὸ ἔσονται αἰσθήσεις. εἰ γὰρ ἡ ἑτέρα μὲν καὶ δευτέρα ἀντελάβετο ὅτι εἶδεν ἡ ὄψις, ἡ αὐτὴ δὲ καὶ τοῦ χρώματος ἀντιλήψεται πρός τι γάρ), ἀντελαμβάνετο δὲ τῶν χρωμάτων καὶ ἡ ὄψις, τοῦτο δὴ τὸ ἄτοπον ἕψεται· δύο γὰρ αἰσθήσεις τοῦ αὐτοῦ καὶ ἑνὸς αἰσθητοῦ μὴ κατὰ συμβεβηκὸς ἀντιλήψονται. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὥστε οὐδὲν ἄν ἴδιον αἰσθητόν, ἀλλὰ πάντα κοινά, καὶ οὐ πέντε αἰσθήσεις ἀλλὰ δέκα. ἔτι ἐπειδὴ πολλάκις ἐπιστήσαντες τῇ τῆς ὄψεως ἐνεργείᾳ ἐφιστάνομεν αὐτῷ τούτῳ πάλιν, ὅτι ἐπεστήσαμεν ὅτι ἡ ὄψις εἶδε καὶ συναισθανόμεθα ἑαυτῶν ἐπιστησάντων, ἀνάγκη καὶ ταύτην τὴν αἴσθησιν τὴν τρίτην ἢ ἑτέραν εἶναι παρὰ τὴν πρὸ αὐτῆς ἐπιστήσασαν ἢ τὴν αὐτήν. καὶ εἰ μὲν ἑτέρα, πάλιν περὶ ἐκείνης ὁ αὐτὸς λόγος· καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ ἡ αὐτή, ἵνα μὴ ἐνεργείᾳ ἀπείρους αἰσθήσεις ποιήσωμεν, καὶ ἐνδέχεται ὅλως τὴν αὐτὴν ἐπιστῆσαι καὶ ὅτι ἐπέστησε πάλιν ἐπιστῆσαι, διὰ τί μὴ αὐτόθεν ἐπὶ τῆς ὄψεως τοῦτο ποιοῦμεν, τιθέμενοι καὶ αἰσθάνεσθαι τὴν αὐτὴν καὶ τῇ ἑαυτῆς ἐφιστᾶν ἐνεργείᾳ; ἀποκληρωτικὸν γὰρ τὸ τῇ δευτέρᾳ μὲν αἰσθήσει ἢ τρίτῃ διδόναι τοῦτο, μὴ εὐθὺς δὲ καὶ τῇ πρώτῃ. λείπεται τοίνυν ἐκ τῶν εἰρημένων αὐτὴν ἑκάστην αἴσθησιν καὶ τῶν αἰσθητῶν λέγειν ἀντιλαμβάνεσθαι καὶ τῆς ἑαυτῆς ἐνεργείας· ὥστε αὐτὴ ἑαυτῆς ἀνιιλήψεται. ἔχει δὲ ἀπορίαν. εἰ γὰρ ἡ ὄψις ἐφιστάνει τῇ ἑαυτῆς ἐνεργείᾳ, τὸ δὲ τῇ ὄψει αἰσθάνεσθαι ὁρᾶν ἐστι, τοῦτο δὲ χρωμάτων ἐστὶν ἀντιλαμβάνεσθαι, κέχρωσται ἡ ὄψις ἄρα καίπερ οὖσα πρώτη τοῦ αἰσθητοῦ γνωριστική· εἰ γὰρ ὄψεταί τις τὸ ὁρῶν, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον. λύσομεν δὲ ἐνστάσει καὶ ἀντιπαραστάσει χρησάμενοι. πρῶτα μὲν γὰρ φανερὸν ὡς οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι οὐδ’ ἁπλοῦν καὶ [*](6 εἰ ἔστι] καὶ ἔστι AC 7 αἰσθητικῶν scripsi: αἰσθητῶν libri 8 ποίαν scripsi: ποιάν libri 11 ἐνεργεῖ ἐνεργεία C αὐτῆς BC 14 ante μία add. καὶ A 16 οἷδεν A 21 ἔτι C: καὶ ἔτι Α: ἤτοι Β 22 αὐτῷ τούτῳ scripsi: αὐτὸ τοῦτο libri 23 ἔιδε scripsi: οἶδε libri 27 αὐτὴν καὶ ἐπιστῆσαι Α 29 ἐφιστάνειν AC γὰρ om. Β 30 τῇ τρίτη AC 32 τῆς ἑαυτοῦ fort. C 3.5 γνωστική C τὸ om. C 36 χρησόμενοι Α 37 γὰρ om. C)

110
μονοειδές. οὐ γὰρ εἴ τι ὁρᾶται πάντως χρῶμά ἐστι, καὶ οὐ μόνον τὰ ὁρατὰ ὁρῶμεν ἀλλὰ καὶ τὰς στερήσεις τῶν ὁρατῶν. καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει κρίνομεν, οἷον ὁρῶμεν τὸ φῶς καὶ τὸ σκότος, ἅπερ οὗκ εἰσι χρώματα, εἰ καὶ μὴ ὡσαύτως· τὸ μὲν γὰρ καταφάσει τὸ δ’ ἀποφάσει. ὥστε οὐχ ῄ ὁρᾷ ἡ ὄψις τὴν ἑαυτῆς ἐνέργειαν, ἤδη κεχρῶσθαι ἀνάγκη ταύτην. ἔπειτα καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται, καὶ οὐκ ἄτοπον τοῦτο λέγειν· τὸ γὰρ αἰσθη- τήριον δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης ἕκαστον. διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι, τὰ τῶν αἰσθητῶν δηλαδὴ ἐγκαταλείμματα, ἐν τοῖς αἰσθητηρίοις. ἀποστήσαντες γὰρ τοῦ ἡλίου τὰς ὄψεις οὐκ εὐθὺς ἀναγνῶναι δυνάμεθα, ὡς ἐνόντος ἔτι ἐν τῷ αἰσθητηρίῳ τοῦ ἐκ τοῦ φωτὸς ἐγγινομένου πάθους· καὶ θαλάττης ἀποστάντες μετὰ τὸν πλοῦν ἔτι περιηχεῖσθαι τὰ ὦτα δοκοῦμεν. ἔτι δὲ σφοδρὸν χρῶμα ἑωρακότες ἢ λαμπρόν, εἶτα βλέψαντες εἰς ὄλλο, οὐχ οἷόν ἐστιν ἐκεῖνο ὁρῶμεν, ἀλλ’ οἷον ἦν τὸ προεωραμένον, ἢ μικτόν τι, τοῦ αἰσθητηρίου ἔτι σώζοντος καὶ τὸ τοῦ πρώτου πάθος, καὶ διὰ τὸ ὑπὸ τοῦ δευτέρου παθεῖν οἷον μῖξίν τινα καὶ ἀμφοτέρων τῶν παθημάτων γίνεσθαι. καὶ πρὸς τούτοις ἡ αἴσθησις κατὰ φαντασίαν τινὰ γενομένη τηρεῖ πως ἐν ἑαυτῇ τὰ φαντάσματα καὶ μηκέτι τῶν αἰσθητῶν παρόντων. ταύτῃ γὰρ καὶ διαφέρει τὰ ὡς ἔμψυχα καὶ κατὰ φαντασίαν τινὰ τῶν αἰσθητῶν τὰ εἴδη χωρὶς τῆς ὕλης λαμβάνοντα τῶν ἀψύχων οἷον κατόπτρων. καὶ ταῦτα μὲν γὰρ ἄνευ τῆς ὕλης τὰ εἴδη δέχεται, παρόντων δὲ μόνον· τὰ δὲ ἔμψυχα καὶ ἀπελθόντων, ὅτι μετὰ φαντασίας ἡ πρώτη εἰσδοχή. καὶ τούτων οὕτω διαιτηθέντων ἔτι κἀκεῖνα ἐπισκέψασθαι δεῖ, ἃ καί τισι τῶν φιλοσοφη- σάντων ἠπόρηται καὶ καλῶς διαλέλυται. εἰ γὰρ ἡ ὄψις αὐτὴ ἑαυτῆς αἰσθή- σεται, αὐτὴ πρὸς ἑαυτὴν ἔστ’ ἂν τοῦθ’ ὅπερ ἐστίν· αὕτη γὰρ ἔσται ὁρῶσα καὶ ὁρωμένη. οὐδὲν δὲ τῶν πρός τι αὐτὸ πρὸς ἑαυτό ἐστιν ἀλλὰ πρὸς ἕτερον· ἡ δὲ αἴσθησις τῶν πρός τι. ἢ οὐ ταὐτὸν ὄψα τε εἶναι καὶ κεχρωσμένῃ· ὁρᾷ δὲ αὑτὴν. οὐχ ὡς ὄψιν, ἀλλ’ ὡς ὁρῶσαν ὄψιν καὶ εἶδος εἰληφυῖαν τοῦ ὁρωμένου πρὸς ὃ ἦν ὄψις. εἰ δὲ διὰ τοῦτο ὁρατόν τε καὶ ὁρώμενον γέγονεν, οὐκ ἔσται ἡ ὄψις ὄψεως ὄψις, ἀλλὰ κεχρωσμένης ὄψεως καὶ εἶδος ἐχούσης τὸ τοῦ ὁρωμένου. οὕτω δήπου ἄν εἴη καὶ ὁ κατ’ ἐνέργειαν νοῦς νοῶν αὑτόν· οὐ γὰρ ᾗ νοῦς ἑαυτὸν νοεῖ, ἀλλ’ ᾗ νοητός. ἔτι κἀκεῖνο περὶ τῶν αὐτῶν ζητήσωμεν· εἰ γὰρ τὸ ὁρᾶν καὶ ἁπλῶς τὸ αἰσθάνεσθαι πασχούσης τι τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίνεται, ὁρᾷ δὲ καὶ ἡ ὄψις ἑαυτήν, καὶ πείσεται ὑφ’ αὑτῆς. οὐδὲν δ’ ὑφ’ αὑτοῦ πάσχει· δεῖ γὰρ τὸ πάσχον δυνάμει εἶναι τοιοῦτον ὅπερ τὸ ποιοῦν ἐνεργείᾳ. ἔσται γοῦν ἡ αὐτὴ κατὰ τὸ αὐτὸ καὶ δυνάμει καὶ ἐνεργείᾳ. καὶ τοῦτ’ ἄλυτον καταλιπόντες ἕτερόν τι προσθήσομεν· εἰ ἡ αἴσθησις ἄλογος οὖσα ἐπιστρέφει πρὸς ἑαυτὴν γινώσκουσα ἑαυτῆς τὴν ἐνέρ- γειαν, τὸ δὲ τοιοῦτον χωριστὸν σώματος, πᾶσα δὲ χωριστὴ σώματος ἐνέργεια καὶ τὴν οὐσίαν ἔχει χωριστήν, τοῦτο δὲ ἀθάνατον, ἀθάνατον ἄρα καὶ τὴν [*](5 αὐτῆς AC 12 λαμπρόν τι AC 15 post τὸ add. καὶ AC 23 ante ἡ add. καὶ Α 24 ἔσται ἄν C αὕτη] fort, ἡ αὐτὴ 26 κεχωρισμένη Β 27 αὑτὴν scripsi: αὐτὴν libri 30 αὐτὸν A 32 τῷ ὁρᾶν Β τῷ αἰσθά- νεσθαι B 33 post ἑαυτὴν add. δὲ Α 39 τοῦτο δὲ ἀθάνατον repetit C)
111
ἄλογον ψυχὴν ὑποληψόμεθα, εἴπερ καὶ αἴσθησιν. ἢ οὐκ ἐπειδὴ γινώσκει ἡ ὄψις ὅτι αἰσθάνεται, ἤδη καὶ χωριστὴ σώματος καὶ ἀθάνατος. μέση γὰρ ἡ αἴσθησις τῆς τε λογικῆς ψυχῆς καὶ τῆς φύσεως. τῆς οὖν φύσεως μήτε τὴν ἐνέργειαν ἑαυτῆς γινωσκούσης μήτε τὴν οὐσίαν, πρὸς τὰ ἐκτὸς δ’ ἀποτεινομένης μόνον κατὰ τὸ τρέφειν ἢ γεννᾶν, μηδαμοῦ δὲ πρὸς ἑαυτὴν ἐπιστρε- φούσης, τῆς δὲ λογικῆς καὶ κατ’ ἐνέργειαν καὶ κατ’ οὐσίαν ἐπιστρεφούσης γινώσκει γὰρ οὐ μόνον τὴν ἐνέργειαν αὑτῆς, ἀλλὰ καὶ τὴν οὐσίαν, καὶ διὰ τοῦτο καὶ καθάπαξ χωριστή ἐστι σώματος), εἰκότως ἡ ἄλογος μέσην ἔχουσα τάξιν κατά τι μὲν χωριστὴ κατά τι δὲ ἀχώριστος, τὴν μὲν ἐνέργειαν ἑαυτῆς γινώσκουσα, οὐκέτι δὲ καὶ τὴν οὐσίαν, καὶ χωριστὴ μὲν τοῦ παχέος σώματος, ἀχώριστος δὲ τοῦ πνεύματος, τῆς φύσεως καὶ τοῦ παχέος ἀχωρίστου οὔσης. ἐπεὶ δὲ φθάνομεν εἰρηκότες τὴν αἴσθησιν δέχεσθαι καὶ στέγειν τὰ εἴδη τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης ἐπὶ ποσόν τινα χρόνον, τὰ ἐκείνοις ἑξῆς προσθήσομεν. καὶ τὴν ἐνέργειαν τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ τὴν αὐτὴν μὲν καὶ μίαν εἶναι λέγειν ἀνάγκη τῷ ὑποκειμένῳ· τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτό, λέγω δὲ οἷον ὁ ψόφος ὁ κατ’ ἐνέργειαν καὶ ἡ ἀκοὴ ἡ κατ’ ἐνέργειαν. κατ’ ἐνέργειαν δὲ λέγομεν, ὅτι ἔστι καὶ ἀκοὴν ἔχον μὴ ἀκούειν καὶ τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ, ἃ καὶ δυνάμει λέγεται. ὅταν οὖν ἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ ἀκοὴ καὶ ὁ ψόφος ὡς ἐνεργείᾳ ἅμα γίνεται τῷ ὑποκειμένῳ, τῇ σχέσει δὲ καὶ τῷ λόγῳ διαφέρει, ὥσπερ ἀνάβασις καὶ κατάβασις, δίδαξις καὶ μάθησις. ὧν εἴποι ἄν τις τὸ μὲν εἷναι ἄκουσιν, τὸ δὲ ψόφησιν. τὸ γὰρ ἐνεργείᾳ αἰσθήσει εἶναί ἐστι τὸ ἔχειν τὰ εἴδη τῶν αἰσθητῶν χωρὶς ὕλης· πάλιν τὸ κατ’ ἐνέργειαν αἰσθητῷ εἶναί ἐστι τὸ ἔχεσθαι τὸ εἶδος αὐτοῦ χωρὶς ὕλης ὑπὸ τῆς αἰσθήσεως. ἓν ἄρα τῷ ὑποκειμένῳ ἡ ἑκατέρα ἐνέργεια, τῷ δὲ λόγῳ διάφορος, ἥτις ἀπὸ μὲν τοὐ αἰσθητοῦ θεω- ρουμένη ἐπὶ τὴν αἴσθησιν καλεῖται ἀκουστὸν ἢ ὁρατὸν ἤ τι τοιοῦτον, ἀπὸ δὲ τῆς αἰσθήσεως ἐπὶ τὸ αἰσθητὸν ὅρασις καὶ ἄκουσις καὶ τὰ τοιαῦτα. εἰ δὲ ἔστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ, ἀνάγκη καὶ τὸν ψόφον καὶ τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι· ἡ γὰρ τοῦ ποιητικοῦ καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται· διὸ καὶ οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι. ἡ μὲν οὖν τοῦ ψοφητικοῦ ἐνέργεια ψόφος ἢ ψόφησις, ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἢ ἄκουσις· διττὸν γὰρ ἡ ἀκοὴ καὶ διττὸν ὁ ψόφος. ὁ ὅ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων καὶ αἰσθη- τῶν. ὡς γὰρ ἐν τοῖς Φυσικοῖς κίνησιν ἐλέγομεν τὴν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδον καὶ ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ κινεῖται γὰρ ἐπὶ τὴν τελειότητα οὐχ ὁ διδάσκων ἀλλ’ ὁ μανθάνων· τὸ γὰρ ποιοῦν ἤδη τοῦτό ἐστιν ἐνεργείᾳ, ὅπερ γίνεται τὸ πάσχον· τὴν γὰρ ἐφ’ ὃ κινεῖ τελειότητα ἤδη ἔχει), καὶ πᾶσα ποίησις καὶ πάθος ἐν τῷ ποιουμένῳ καὶ πάσχοντι, ἀλλ’ οὐκ ἐν τῷ [*](1 ὑπολειψόμεθα Α 7 αὑτῆς scripsi: αὐτῆς libri 17 τὸν ψόφον Β 21 μάσις C εἴποιεν Α 22 ante ἐνεργείᾳ add. μὲν Α 24 ἓν] ἑνὸς B 25 ἑκατέρου Α: incertum C 27 δὲ] δὴ AC 30 ἐν] καὶ C 32 ἡ (ante ἄκουσις) om. C 34 ἐν τοῖς Φυσικοῖς] Phys. Γ, 1 ἀγγελοῦσ Α1 37 κινεῖται Β)
112
ποιοῦντι, καὶ οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν κινεῖσθαι, οὕτως ἐπειδὴ καὶ τὸ αἰσθη- τὸν τὸ κατ’ ἐνέργειαν τῷ τὴν αἴσθησιν κινεῖν ἐστι τοιοῦτον, ἀνάγκη τὴν τοιαύτην κίνησιν ἐν τῇ αἰσθήσει εἶναι. ἀλλ’ ἐπ’ ἐνίων μὲν ὠνόμασται τὰ μέσα οἷον ψόφησις καὶ ἄκουσις, ἐπ’ ἐνίων δὲ ἀνώνυμον θάτερον· ὅρασις γὰρ λέγεται ἡ τῆς ὄψεως ἐνέργεια, ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ γεῦσις ἡ τοῦ γευστικοῦ, ἡ δὲ τοῦ χυμοῦ ἀνώνυμος. ἐν τούτοις δὲ μεμνῆσθαι χρή, πῶς ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαι καὶ πάσχειν τὴν αἴσθησιν ἐτίθεμεν πρότερον, καὶ πῶς ἐλέγομεν δυνάμει. οὐ γὰρ κινεῖται κατὰ τὴν ἀτελῆ κίνησιν, ἀλλ’ ὡς μὴ πρότερον ἐνεργοῦσα ὕστερον διὰ τὸ παρεῖναι τὸ αἰσθητὸν τὴν ἐνέργειαν προβαλλομένη ἀθρόαν καὶ αὐτὴν καὶ ἀμέριστον καὶ ἅμα πᾶσαν, ἀλλ’ οὐχ οἵα ἡ κίνησις ἐν μερισμῷ καὶ συνεχείᾳ· ὥστε ὅταν λέγηται κινεῖσθαι, καταχρη- στικῶς λέγεται διὰ τὸ ὅλως ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν, οὐχὶ διεξοδικῶς ἀλλ’ ἀθρόως, καθ’ ἣν καὶ ἡ τῶν ἀτόμων εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι πέφυκεν. ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια τοῦ αἰσθητοῦ καὶ τοῦ αἰσθητικοῦ, τὸ δὲ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι τὴν οὕτω λεγομένην ἀκοὴν καὶ ψόφον, καὶ χυμὸν δὴ καὶ γεῦσιν καὶ τὰ ἄλλα ὁμοίως. εἰ γὰρ μία τῷ ὑποκειμένῳ ἡ ἑκατέρα ἐνέργεια ἐν τῷ πάσχοντι οὖσα, ἀνάγκη ἅμα καὶ συνυπάρχειν καὶ συναπόλλυσθαι· συναναιρεῖται γὰρ τῇ τοῦ κινοῦντος ἐνεργείᾳ καὶ ἡ τοῦ κινουμένου, ὁμοίως δὲ καὶ συνεισάγεται· τὰ δὲ κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη. καὶ ἡμεῖς μὲν οὕτως· οἱ δὲ πρότερον φυσιολογοῖ οὐ καλῶς ἔλεγον, οὐθὲν οἰόμενοι οὔτε λευκὸν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδὲ χυμὸν ἄνευ γεύσεως, οὐδὲ ὅλως αἰσθητὸν ἄνευ αἰσθή- σεως. τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δὲ οὐκ ὀρθῶς· διχῶς γὰρ λεγομένης τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ, τῶν μὲν κατὰ δύναμιν τῶν δὲ κατ’ ἐνέργειαν, ἐπ’ ἐνίων μὲν τοῦτο συμβαίνει τὸ λεχθέν, τῶν κατ’ ἐνέργειαν, ἐπὶ δὲ τῶν ἑτέρων, τῶν κατὰ δύναμιν, οὐ συμβαίνει· ἀλλ’ ἐκεῖνοι ἀπλῶς καὶ ἀδιο- ρίστως ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἀπλῶς.

Ἐπεὶ δ’ ὁρῶμεν τὴν αἴσθησιν φθειρομένην ταῖς ὑπερβολαῖς τῶν αἰσθητῶν καὶ ἐλλείψεσιν, ἐκεῖνο ἐννοῆσαι χρὴ ὡς ἐν μεσότητί τινι καὶ λόγῳ τυγχάνει οὖσα τοῦτο πάσχουσα. οὕτω δ’ ἂν τοῦτο καὶ συλλογίσαιο· ἡ κατ’ ἐνέργειαν ἀκοὴ καὶ ἡ κατ’ ἐνέργειαν φωνὴ ἔστιν ὡς ἓν καὶ ἔστιν ὣς οὐχ ἓν ·τὸ αὐτό· τῷ μὲν γὰρ ὑποκειμένῳ ἕν, ὥσπερ εἴρηται, τῷ δὲ λόγῳ διάφορον· ἡ δὲ φωνὴ συμφωνία τις καὶ συμμετρία· λόγος δὲ ἡ συμφωνία· καὶ τὴν κατ’ ἐνέργειαν ἀκοὴν λόγον τινὰ εἶναι ἀνάγκη. καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, καὶ τὸ ὀξὺ καὶ τὸ βαρύ, τὴν ἀκοήν· ὑπὸ γοῦν μεγάληί βροντῆς πολλοὶ ἐβλάβησαν, οὓς καὶ ἐμβροντήτους καλοῦμεν· ὁμοίως δὲ καὶ ἐν χυμοῖς τὴν γεῦσιν, καὶ ἐν χρώμασι τὴν ὄψιν τὸ σφόδρα λαμπρὸν ἢ ζοφερόν, καὶ ἐν ὀσφρήσει ἡ ἰσχυρὰ ὀσμὴ καὶ πικρὰ καὶ γλυκεῖα, ὡς λόγου τινὸς οὔσης τῆς αἰσθήσεως. καὶ γὰρ ἐν ὁτῳοῦν λόγῳ οἷον τῷ διπλασίῳ εἴτε προσθείης τι εἴτε ἀφέλῃς, φθείρεις τὸν λόγον. οἷον τὰ εἴκοσι διπλάσια τῶν δέκα· εἴτε γοῦν [*](2 τῷ scripsi: τὸ libri 5 καὶ γεῦσις—(6) ἀνώνυμος in margine habet Β 6 γευστικοῦ scripsi: γευστοῦ libri 10 οἷα C 11 ἐν] εἰ C 14 ἐστιν ἡ ἐνέργεια AC 16 γεῦσιν καὶ om. B 17 ἑκατέρου AC 19 συνάγεται Β 36 ῤμβροτήτους Β 40 φθείρῃς C)

113
καὶ ὑπὸ τῆς ἐνδείας ἡ αἴσθησις· ἀλλ’ ἡ μὲν ὑπερβολὴ οὐ τὴν ἐνέργειαν μόνον φθείρει ἀλλὰ καὶ τὴν δύναμιν ἡ γὰρ μεγάλη βροντὴ αὐτὸ τὸ αἰσθητήριον βλάψασα ἐστέρησε δηλονότι τῆς ἐν τούτοις δυνάμεως), ἡ δὲ ἔνδεια τὴν ἐνέργειαν μόνην φθείρει τῆς δυνάμεως ἀπαθοῦς μενούσης· ἐὰν γὰρ πάνυ μικρὸς γένηται ὁ ψόφος οὐκ ἔστιν ἀκουστός, ἡ μέντοι γε ἀντιληπτικὴ δύναμις σώζεται. ἴσως δὲ καὶ ἡ πολλὴ ἔνδεια τῶν αἰσθητῶν ἀπαμβλύνει τῇ ἀργίᾳ τὰς αἰσθήσεις· ἡ γοῦν ὄψις ἐπὶ πολὺ διατρίψασα ἐν σκότῳ ἀμβλυώττει, ἴσως δὲ καὶ ἐπὶ πλέον χρονίσασα παντελῶς ἐκλείπει· τὸ δὲ σκότος ἔνδειά ἐστι τοῦ ὁρατοῦ. ὅπερ δὲ ἐπὶ ἀκοῆς καὶ ὄψεως, τοῦτο καὶ ἐπὶ πασῶν λέγομεν. ἔνθεν καὶ ἀμιγῆ εἰλικρινῆ ὄντα τὰ αἰσθητὰ ἀηδῆ εἰσιν, ὅταν δὲ μιχθῇ καὶ ἐς λόγον ἔλθῃ, ἡδέα καὶ λυσιτελῆ. οἷον οἱ χυμοὶ ἄμικτοι πρὸς ἀλλήλους ὄντες οὐχ ἡδεῖς· τό τε γὰρ ἄκρατον γλυκὺ ἔκλυτόν ἐστι καὶ τὸ ἄκρατον πικρὸν ἢ ἁλμυρὸν διαβρωτικά, καὶ ἅλες καθ’ ἑαυτοὺς μὲν ὄντες εἰς οὐδὲν χρήσιμοι, μιγνύμενοι δὲ ἐδέσμασιν εὖ ἔχουσιν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων οἷον τῶν τῆς ἁφῆς· τὸ πῦρ καὶ ὁ κρύσταλλος ἄκρατα ὄντα λυπηρὰ καὶ φθαρτικά εἰσι· τὸ θερ- μαντὸν δὲ καὶ ψυκτὸν ὡς κεκραμένα ἡδέα.

Ἔτι τοῖς περὶ αἰσθήσεως λόγοις καὶ τοῦτο προσθέντες, ὅτι κράτιστον τῶν περὶ αὐτῆς ζητημάτων, τὸν λόγον παύσομεν ὡς ἐπὶ τὴν λογικὴν ψυχὴν καὶ τὸν νοῦν ἐπειγόμενοι πόρρωθεν. ἑκάστη μὲν οὖν τῶν αἰσθήσεων τοῦ ὑποκει- μένου αὐτῇ αἰσθητοῦ ἐστι γνωριστική, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθη- τήριον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς, οἷον λευκὸν μὲν καὶ μέλαν ὄψις, γλυκὺ δὲ καὶ πικρὸν γεῦσις· ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. ἀλλ’ ἐπε·ιδὴ οὐ μόνον ὅτ’ τὸ λευκὸν ἕτερόν ἐστι τοῦ μέλανος γινώσκομεν τῶν ὑπὸ τὴν αὐτὴν καὶ μίαν αἴσθησιν τὴν ὅρασιν, ἀλλ’ ὅτι καὶ τὸ λευκὸν ἕτερόν ἐστι τοῦ ψόφου καὶ τῆς ὀσμῆς τῶν ἐν διαφόροις ἕκαστον γὰρ τῶν ἑτερογενῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομέν τινι καὶ αἰσθα- νόμεθα ὅτι διαφέρει), ἀνάγκη τὴν διάκρισιν ταύτην τῶν αἰσθητῶν αἰσθήσει τινὶ γίνεσθαι μιᾷ καὶ κοινῇ· οὐδὲ γάρ τινι τῶν πέντε τοῦτο γινώσκομεν, οὕτε μὴν ἐνδέχεται κεχωρισμένοις κρίνειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ἀλλὰ δεῖ ἑνί τινι ἄμφω δῆλα εἶναι. εἰ γὰρ ἡ ὄψις μὲν τοῦ λευκοῦ ἀντιλάβοιτο, ἡ ἀκοὴ δὲ τοῦ ψόφου, μὴ εἴη δέ τι ἕτερον τὸ τούτων ἀμφοῖν ἀντιλαμβανόμενον, οὐδὲν ἔσται τὸ διακρῖνον ὅτι τὸ λευκὸν ἕτερον τοῦ ψόφου, ἀλλ’ ὥσπερ εἰ τοῦ μὲν ἐγὼ τοὐ δὲ σὺ αἴσθοιο, καὶ οὐδέτερος τὸ τοῦ ἑτέρου γνοίη πάθος. καὶ πρὸς τούτοις τὴν κοινὴν ταύτην αἴσθησιν ἀμερῆ τε εἶναι χρεὼν καὶ ἀσώματον· οὐ γὰρ δεῖ ὑπολαμβάνειν σάρκα ἢ ὅλως σῶμα εἶναι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τὸ κρῖνον καὶ κατὰ μέρη, ὡς ἄν τῷδε μὲν τῷ μορίῳ τοῦδ’ ἄν αἰσθάνοιτο, τῷδε δὲ τοῦδε, καὶ συνιδεῖν οὐκ ἦν πάλιν τὴν διαφοράν. συνέβαινε γὰρ πάλιν τὰ εἰρημένα· οὐδὲν γὰρ τῶν μερῶν οἶδεν ἀμφότερα τὰ αἰσθητά. δεῖ δὲ ἀμφότερα εἰδέναι τὸ μέλλον λέγειν ὅτι τόδε [*](8 ἀμβλυώπτει Β 11 post ἀμιγῆ add. μὲν AC ἀειδῆ C ἔλυοι Α 12 17 ἡδέα scripsi: ἡδῆ libri 13 ἢ] καὶ AC 20 τῶν πέντε αἰσθήσεων Α 21 γνωστικὴ C 24 ἐστι scripsi: εἶναι libri 28 διαφέρειν Β 36 οὐ] εἰ B)

114
τοῦδε ἕτερον. ὅτι μὲν οὐχ οἷόν τε κεχωρισμένοις κρίνειν τὰ κεχωρισμένα φανερόν· ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ ἀλλ’ ἀχρόνως ἐν τῷ αὐτῷ νῦν ἀμφοτέρων τῶν κριθησομένων δεῖ ποιεῖσθαι τὴν αἴσθησιν, δῆλον ἐντεῦθεν. ὥσπερ γὰρ τὸ αὐτὸ λέγει ὅτι ἕτερον τὸ ἀγαθὸν καὶ κακόν. οὕτω καὶ ὅτε θάτερον λέγει ὅτι ἕτερον, καὶ θάτερον, οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε. εἰ γὰρ οἶδεν ὅτι διαφέρει τὸ λευκὸν τοῦ ψόφου, οἶδεν ἅμα καὶ ὅτι ὁ ψόφος τοῦ λευκοῦ διαφέρει· ὥστε ἄμφω οἶδε τὴν διάκρισιν αὐτῶν εἰδυῖα. ἡ δὲ διάκρισις ἄχρονος. καὶ ἡ ἀμφοτέρων ἄρα γνῶσις ἄχρονος καὶ ἐν τῷ αὐτῷ νῦν. εἰ γὰρ νῦν μὲν τοῦ λευκοῦ αἴσθοιτο, ἄλλοτε δὲ τοῦ ψόφου, πῶς αὐτὰ διακρίνει ἀπ' ἀλλήλων; ἡ γὰρ διάκρισις τῇ ἀντιπαραθέσει γνωρίζεται· τὰ δὲ κεχωρισμένα πῶς ἄν παραθείη; εἰ δὲ ταῦθ’ οὕτω, καὶ μία οὖσα καὶ ἀμερὴς ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ καὶ τῷ αὐτῷ νῦν τῶν διαφόρων ἢ καὶ τῶν ἐναντίων αἰσθάνεται, τὸ δὲ αἰσθά- νεσθαι πάσχειν τί ἐστι, τὸ δὲ πάσχειν κινεῖσθαί πως, κινεῖσθαι δέ τι ἀδύνατον ἅμα καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ τὰς ἐναντίας κινήσεις, καὶ αἰσθάνεσθαί τι ἅμα ἀδύνατον. καὶ μήποτε ἡ αἴσθησις κατὰ μὲν τὸ ὑποκείμενον ἕν ἐστι καὶ ταὐτὸν τῷ ἀριθμῷ, τῇ δὲ οὐσίᾳ πλείω, πλειόνων οὐσῶν ἐν τῷ ἑνὶ ὑποκειμένῳ τῶν δυνάμεων, ὡς ἐν τῷ μέλιτι ὄντι κατ’ ἀριθμὸν ἑνὶ πλείους εἰσὶ δυνάμεις, τὸ γλυκύ, τὸ ξανθόν, καὶ ἐν τῷ μήλῳ τὸ εὐῶδες, τὸ ἐρυθρόν, τὸ μαλακόν. καὶ ᾗ μὲν διαφόρους ἔχει δυνάμεις, οὐδὲν κωλύει τῶν διαφόρων καὶ τῶν ἐναντίων αὐτὴν ἀντιλαμβάνεσθαι κατὰ τὸν αὐτὸν χρόνον· ᾗ δὲ μία ἐστὶ τῷ ὑποκειμένῳ, ὡς ἓν αἰσθάνεται καὶ κρίνει τὰ ἐναντία. ἢ ταύτην μὲν καὶ παροπτέον, ὅτι εὐέλεγκτος. διαφόρων μὲν γὰρ εἰδῶν οὕτως ἔχουσαν τῷ αὐτῷ νῦν αἰσθάνεσθαι οὐκ ἀδύνατον· ἐναντίων δὲ πῶς ἐνεργείᾳ; ἐκείνην δὲ ἀντεισακτέον τὴν ἀληθῆ, ἣν καὶ πρότερον πρότερον εἰ γὰρ τὴν κοινὴν αἴσθησιν τῇ ἐν τῷ μέσῳ τοῦ κύκλου εἰκάσαις στιγμῇ, λύσαις ἄν τὸ ἄπορον. ὡς γὰρ ἐκείνη μία οὖσα πλεῖστά ἐστι τόσα γὰρ ὅσα τῶν εὐθειῶν πέρατα πρὸς αὐτὴν ἀπαντᾷ), οὕτω καὶ ἡ αἴσθησις, ἀσώματος οὖσα δύναμις καὶ ἀμερὴς καὶ ἁπλῆ, ἵδρυται ἐν τῷ πέρατι τῶν αἰσθητηρίων πλειόνων ὄντων· τοῦτο δέ ἐστι τὸ πνεῦμα, ἐν ᾧ τὸ ἡγεμονικόν. καθ’ ὅσον μὲν οὖν μία ἐστὶ παντὸς ἐκείνου σώματος δύναμις καὶ ἀσώματος, ἀδιαίρετός ἐστι καὶ μία· καθ’ ὅσον δὲ οὐ μόνον τοῦ παντὸς σώματος δύναμίς ἐστιν, ἀλλὰ καὶ ἑκάστου τῶν μερῶν αὐτοῦ ἀμερίστως γὰρ ἐν ὅλῳ ἐστὶν ἡ αὐτή), κατὰ τοῦτο οὐ μία ἄν εἴη ἀλλὰ πλείους. ἕκαστον γὰρ τῶν αἰσθητηρίων τῶν μερικῶν ὡς ἐπί τι πέρας τὴν τῶν αἰσθητηρίων διακονίαν ἐπὶ τὸ πνεῦμα ἀναπέμπει, καὶ ἡ ἐν αὐτῷ λοιπὸν ἱδρυμένη αἴσθησις τὴν κρίσιν τῶν αἰσθητῶν ποιεῖται. ᾗ μὲν οὖν ἀδιαί- ρετον, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα· ᾗ δὲ διαιρετὸν οὐχ ἓν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα. ᾗ μὲν οὖν δυσὶ χρῆται τῷ πέρατι, δύο κρίνει, καὶ κεχωρισμένα ἔστιν ὡς κεχωρισμένον· ᾗ δὲ ἑνί, ἅμα. ἔστι δὲ πρὸς ταύτην τὴν ἀπορίαν κἀκεῖνο συντόμως εἰπεῖν, ὡς εἰ μὲν οὕτως ἐκινεῖτο ἡ αἴσθησις [*](2 ἀχρόνως καὶ ἐν AC 4 γὰρ om. C 5 post ὅτι add. καὶ C 16 έν ἐστι] ἔνεστι Β 21 αἰσθάνεσθαι καὶ κρίνειν C 23 νῦν] νῷ Β 30 ἐκείνου τοῦ σώματος Α 31 ἕκαστον C 32 μίαν Α 34 αἰσθητηρίων] αἰσθητῶν Α 36 οὐχ ἒν om. Α δὶς] διὸ C)
115
ὡς αὐτὴ ἐν τῷ αἰσθάνεσθαι τῶν αἰσθητῶν λευκὴ ἢ μέλαινα γίνεσθαι, τῷ ὄντι ἦν ἀδύνατον αὐτὴν ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεσθαι· εἰ δὲ οὐχ οὕτω γίνεται, ἀλλὰ γνωστικῶς μόνον τὰ εἴδη τῆς ὕλης ἀποσυλᾷ, οὐκέτι ὁμοίως ἄπορον· δυνατὸν γὰρ τοὺς ἀσωμάτους λόγους τῶν ἐναντίων ἅμα τοὺς αὐτοὺς εἶναι, ἐπεὶ καὶ μία τῶν ἐναντίων ἡ ἐπιστήμη. ἡ γὰρ φύσις ποιοῦσα τὸν ὀφθαλμὸν ἅμα τοῦ λευκοῦ καὶ μέλανος προβάλλει τὸν λόγον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς ὁρᾶται γινόμενον. τὸ μὲν γὰρ ὁρᾶν, ὡς ἐλέγετο, διὰ τούτου τῷ τοῦτο πάσχειν· τῷ μέντοι τοῦτο μὴ ὡς χρωννύμενον πάσχειν ὑλικῶς ὑπὸ τῶν χρωμάτων, οὐδὲν κωλύεται ἅμα διὰ τοῦ αὐτοῦ τὸ μέλαν καὶ τὸ λευκὸν ὁρᾶσθαι. διὰ γὰρ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος ἄλλος μὲν τὸ μέλαν ἄλλος δὲ τὸ λευκὸν ὁρᾷ, καὶ οὐ πάσχει τι ὑπὸ τῶν ἐναντίων τὸ αὐτό, ἐπεὶ μὴ ὑλικὸν τὸ πάθος. φανερὸν ἐκ τούτου ὡς καὶ αἱ μερικαὶ αἰσθήσεις ἀμερεῖς εἰσιν, εἴπερ ἀμφοτέρων ἅμα τῶν ἐναντίων ἀντιλαμβάνονται. διαφέροι δ’ ἄν ἡ κοινὴ αἴσθησις αὕτη τῆς φαντασίας, ὅτι ἡ μὲν ἀπόντων τῶν αἰσθητῶν τοὺς τύπους ἔχει, ἡ δὲ παρόντων. περὶ μὲν οὖν τῆς ἀρχῆς ᾗ φαμεν τὸ ζῶον αἰσθητικὸν εἶναι, διωρίσθω τὸν τρόπον τοῦτον.

Έπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ ΙΙΙ3 τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ τῷ αἰσθάνεσθαι, περὶ μὲν οὖν τῆς κατὰ τόπον κινήσεως ὕστερον ἐροῦμεν, περὶ δὲ αἰσθήσεως ἤδη διήλθομεν τὸν ἐγχωροῦντα τρόπον ἡμῖν· λείπεται νῦν διελθεῖν περὶ τῆς ἐντὸς καὶ νοητικῆς τῇ ψυχῇ δυνάμεως. καίτοι τινὲς τῶν πάλαι φοσοφησάντων ταὐτόν τι τὴν αἴσθησιν ᾠήθησαν καὶ τὴν νόησιν. ἐπεὶ γὰρ δοκεῖ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι ἐν ἀμφοτέροις γὰρ τούτοις κρίνει τι ἡ ψυχὴ καὶ γνωρίζει τῶν ὄντων), διὰ ταῦτα ἀπερισκέπτως ἕν τι τὴν αἴσθησιν καὶ τὴν νόησιν ἀπεφήναντο. αὐτίκα Ἐμπεδοκλῆς οὕτω λέγει·

  1. πρὸς παρεὸν μῆτις ἀέξεται ἀνθρώποισι.
παρόντα γὰρ αὐτῷ ἐνταῦθα τὰ αἰσθητὰ ἐνομίσθησαν· μῆτις δὲ ἡ ἐν τούτοις αὐξά- νουσα ἡ κρίσις καὶ φρόνησις· τῶν δὲ παρόντων κριτήριον αἴσθησις. οὕτω δ’ ἄν καὶ πλακείη συλλογισμός· ἡ μῆτις τὸ παρὸν γινώσκει· τὸ γινῶσκον τὸ παρὸν αἴσθησις· ἡ μῆτις αἴσθησις. καὶ ἐν οἷς αὖ περὶ ἐνυπνίων διέξεισι, καὶ τὸ αἴτιον τοῦ διάφορα γίνεσθαι τοῖς ἀνθρώποις ἀποδιδούς, τῷ τὰς αἰσθήσεις διαφόρους εἶναι, ἀφ’ ὧν ταῦτα· “ὄυεν σφίσιν ἀεί”, φησί, “καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”, φρόνησιν τὴν ἐν τοῖς ὕπνοις φαντασίαν τιθέμενος. εἰς τοῦτο φέρει καὶ τὸ του ποιητοῦ·

  1. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
  2. οἷον ἐπ’ ἦμαρ ἄγῃσι θεός.

πάντες γὰρ οὗτοι τὸ νοεῖν σωματικὸν ὥσπερ καὶ τὸ αἰσθάνεσθαι ὑπολαμβάνουσι, καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρισάμεθα. καίτοι ἔδει ἅμα εἰπεῖν αὐτοὺς καὶ περὶ τοῦ ἠπατῆσθαι· καὶ [*](10. 11 ἄλλο utrobique C 16 αἰσθητὸν Β εἶναι om. C 21 πάλιν Β 24 ἕν τι] ἔτι Β 25 Ἐμπεδοκλῆς] v. 330 ed. Stein 26 ἀέξετ᾿ ἄν Β 27 αὐτῷ οm. Β 28 ἡ (ante κρίσις) del. Α2 32 φησί] v. 331 ed. Stein 33 φέρον Β τὸ τοῦ ποιητοῦ] Horn. Od. Σ 136 sq. 38 καὶ (post ἠπατῆσθαι) om. AC)

116
οἰκειότερον γὰρ τοῖς ζώοις καὶ πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή· ὥσπερ γὰρ οἱ ἐν λοιμώδει χωρίῳ διατρίβοντες νοσοῦσι τὸν πλεῖστον χρόνον, οὕτω καὶ ἡ ψυχὴ πεσοῦσα ἐν τῇ ὕλῃ τὸν πλεῖστον χρόνον τὴν ἀπάτην νοσεῖ, τόν τε ἐκ τῆς παιδικῆς ἡλικίας χρόνον μέχρι τῆς μαθήσεως, οἱ πολλοὶ δὲ πολλάκις καὶ τὸν σύμπαντα βίον. καὶ αὐτοὶ δὲ οἱ ἐπιστήμονες ὀλίγον πάνυ χρόνον ἐν τῇ θεωρίᾳ διάγουσι, τὰ πολλὰ δὲ πρὸς ἀλλήλους ἠσχόληνται, καὶ τῶν γε τῆς νυκτὸς ἐξαιρέτων τὰ πολλὰ ἐν εἰδώλοις καὶ ἀπάταις διατρίβει ἡ ψυχή, καὶ τῆς ἡμέρας γοῦν οὐκ ὀλίγον. τοιγαροῦν ἀνάγκη ἢ ὥσπερ ἔνιοι λέγουσιν, ὧν κορυφαῖος Πρωταγόρας, πάντα τὰ φαινόμενα εἶναι ἀληθῆ, ἢ τὴν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι· τοῦτο γὰρ ἐναντίον τῷ τὸ ὅμοιον γινώσκειν τῷ ὁμοίῳ, εἴπερ κατὰ τοὺς διαλεκτικούς, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. οὐχ οὕτω δὲ ἔχει, ἀλλ’ ἡ αὐτὴ καὶ μία ἐπιστήμη τῶν ἐναντίων· ὁ γὰρ τὸ ἀγαθὸν εἰδὼς ὅτι ἀγαθὸν ἅμα καὶ τὸ κακὸν ὅτι κακὸν οἶδε, καὶ ὁ τὴν ἀρετὴν εἰδὼς ὅτι ὠφελεῖ οἶδεν ὅτι καὶ ἡ κακία βλάπτει. οὐ μόνον δὲ ἐπιστήμη ἡ αὐτὴ τῶν ἐναντίων, ἀλλὰ καὶ ἡ ἀπάτη καὶ ἡ ἄγνοια· ὁ γὰρ ἀγνοῶν βλαβερὸν τὴν κακίαν ἅμα ἀγνοεῖ καὶ ὠφελοῦν τὴν ἀρετήν. εἰ δὲ τοῦτο, ἀδύνατον τῇ τοῦ ὁμοίου θίξει τὸ γινώσκειν γίνεσθαι· τὸ αὐτὸ μὲν γὰρ καὶ ἓν τῶν ἐναντίων ἐστὶ γνωστικόν, ἓν δὲ καὶ τ·αὐτὸν ἅμα τὰ ἐναντία εἶναι ἀδύνατον. τοῦτο δὲ συμβαίνει, εἰ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. ὅτι δὲ οὐ ταὐτόν ἐστιν αἴσθησις καὶ νοῦς φανερὸν ἐντεῦθεν· τῆς μὲν γὰρ πᾶσι μέτεστι, τοῦ δ’ ὀλίγοις τῶν ζώων. ἀλλ’ οὐδὲ τῇ διανοίᾳ ταὐτόν, ἐν ἡ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς, τὸ μὲν ὀρθῶς φρόνησις καὶ ἐπιστήμη καὶ δόξα ἀληθής, τὸ δέ μὴ ὀρθῶς τὰ ἐναντία τούτων. ἡ μὲν γὰρ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, καὶ πᾶσιν ὑπάρχει τοῖς ζώοις· διανοεῖσθαι δὲ ἐνδέχεται καὶ ψευδῶς, καὶ οὐδενὶ ὑπάρχει ᾧ μὴ καὶ λόγος. οὔτ’ αὖ δόξῃ ἔοικε τὸ τῆς αἰσθήσεως πάθημα· ἡ μὲν γὰρ τοῦ καθόλου, ἡ δὲ τοῦ μερικοῦ ἀντιλαμβάνεται. ἀποκέκριται δὲ καὶ τῆς φαντασίας, ὅτι ἡ μὲν παρόντος ἡ δὲ καὶ ἀπόντος, καὶ ἡ μὲν ἐκτὸς ἡ δ’ ἐντὸς ἔχει τὸ γνωστόν. φανερὸν οὖν ἐντεῦθεν ὡς οὐδεμιᾷ τινι τῶν ἐντὸς καὶ γνωστικῶν δυνάμεων τῆς ψυχῆς ταὐτὸν αἴσθησις.

Ἵνα δὲ καὶ τὰ λεχθέντα εὐκρινηθείη καὶ πρὸς τὰ ῥηθήσεσθαι μέλλοντα εὐθυπορῶμεν, δεῖ διελεῖν, τίνες καὶ πόσαι αἱ τῆς ψυχῆς δυνάμεις. τῶν γὰρ τῆς ψυχῆς δυνάμεων αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, θυμός, ἐπιθυμία, βούλησις καὶ προαίρεσις, αἱ δὲ γνωστικαὶ καὶ κριτικαί· καὶ τούτων αἱ μὲν πρὸς τὰ ἐκτὸς ἀποτείνονται, αἰ δὲ ἔνδον ἔχουσι τὸ γνωστόν. αἰ μὲν οὖν πρὸς τὰ ἐκτὸς ἀποτεινόμεναι πρὸς μερικὸν ἀποτείνονται καὶ καλοῦνται αἰσθήσεις· μερικὸν γὰρ τὸ ἔξω κείμενον, τόδε τὸ χρῶμα καὶ ὅδε ὁ ψόφος. αἱ δὲ ἔνδον ἔχουσαι τὸ γνωστὸν λέγονται κοινότερον πᾶσαι νοήσεις· αὗται δὲ ἢ περὶ τὰ καθόλου εἰσὶν ἢ περὶ τὰ μερικά. ἡ μὲν οὖν περὶ τὰ μερικὰ καταγινομένη λέγεται φαντασία κυρίως καὶ παθητικὸς νοῦς· ἡ δὲ περὶ τὰ καθόλου λέγεται πάλιν [*](5 ἡ ἐπιστήμονες C 6 ἐξαιρέτων] fort. ἐξαιρέτως 10 ἐναντίον] ἐναντίω C2 τῷ τὸ — ἐναντίω (11 ante τὸ ἐναντίον) om. C 17 γίνεσθαι] γινώσκεσθαι Β 20 τοῦ] τῆς Β: τοῖς C 25 τοῦ] τὸ Α 28 καὶ (ante γνωστικῶν) om. C 31 γὰρ 0111. AC 34 ἔχουσαι C1)

117
κοινότερον νόησις, καθ’ ἣν τὸ φρονεῖν καὶ ἡ λογικὴ ζωή. αὕτη δὲ ἡ κρειτ- τόνως ἐνεργεῖ ἢ κατὰ συλλογισμόν, ἢ οὐ κρειττόνως· εἰ μὲν οὖν κρειττόνως καὶ δίχα συλλογισμοῦ ἁπλαῖς ἐπιβολαῖς ἐπιβάλλει τοῖς πράγμασι, γίνεται ὁ κυρίως νοῦς ὁ κατ’ ἐνέργειαν λεγόμενος καὶ θεωρητικὸς καὶ καθ’ ἕξιν νοῦς. εἰ δὲ μὴ κρειττόνως ἐνεργοίη συλλογισμοῦ, καλεῖται κοινῷ ὀνόματι ὑπόληψις· αὕτη δὲ ἢ κατὰ συλλογισμὸν ἐνεργεῖ ἢ χείρων ἐστὶ τοῦ χρῆσθαι συλλογισμῷ. εἰ μὲν οὖν χείρων εἴη συλλογισμοῦ, καλεῖται δόξα· εἰ δὲ κατὰ συλλογισμὸν ἐνεργεῖ, καλεῖται διάνοια καὶ δυνάμει νοῦς. καὶ αὕτη ἢ περὶ τὰ νοητὰ καὶ ἀίδια ποιεῖται τὴν διατριβὴν ἢ περὶ τὰ πρακτὰ καὶ πολιτικά. ἡ μὲν οὗν περὶ τὰ νοητὰ διατριβὴ καλεῖται ἐπιστήμη, ἡ δὲ περὶ τὰ πρακτὰ καὶ πολιτικὰ καλεῖται διάνοια, καθ’ ἣν τὸ φρονεῖν καὶ νοῦς πρακτικὸς καὶ τέχνη καὶ φρόνησις, ὥσπερ καὶ ἐπὶ τοῦ θεωρητικοῦ ἤτοι θεωρητικὸς νοῦς καὶ ἐπιστήμη ἢ διάνοια καθ’ ἣν αἱ ἐπιστῆμαι· καλοῦσι γὰρ πολλάκις καὶ τὴν μετὰ τοῦ συλλογισμοῦ περὶ τὰ νοητὰ τῆς ψυχῆς ἐνέργειαν θεωρίαν καὶ τὴν τοιαύτην δύναμιν θεωρητικὸν νοῦν. διαφέρει δὲ ὁ πρακτικὸς νοῦς τοῦ θεωρητικοῦ μόνῳ τῷ τέλει· τοῦ μὲν γὰρ ἀλήθεια, τοῦ θεωρητικοῦ, τοῦ δὲ τὸ ἀγαθόν, τοῦ πρακτικοῦ, τέλος · πρὸς γὰρ τὸ τῶν πολιτῶν χρήσιμον καὶ τέχνας καὶ τὰ ἄλλα πρακτὰ συλλογίζεται. διαφέρει δὲ κοινῶς καὶ τοῦ ἐνεργείᾳ νοῦ πᾶς ὁ δυνάμει νοῦς τῇ ὁδῷ. ὁ μὲν γὰρ δυνάμει νοῦς αὐτὸ τοῦτο ὃ λέγεται καὶ ποιεῖ · διανύει γὰρ ἐν τῇ θεωρίᾳ ὁδόν τινα ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα· ὁ δὲ ἐνεργείᾳ νοῦς ἀεὶ ἕστηκεν ἄνευ τοῦ συλλογισμοῦ θεωρῶν. τοσαῦται καὶ αἱ γνωστικαὶ καὶ αἱ κριτικαὶ τῆς ψυχῆς δυνάμεις, καὶ οὐ πλείονες, νοῦς, διάνοια, δόξα, φαν- τασία καὶ αἴσθησις. διανενέμηνται δὲ ταῦτα τοῖς παλαιοῖς κατὰ τὸν ἐγκέφαλον οὕτω· κτὰ μὲν οὖν τὰς ἐμπροσθίους δύο κοιλίας αὐτοῦ τὸ φανταστικὸν ἐν ἀνθρώποις ἱδρῦσθαι λέγουσι, κατὰ δὲ τὴν μέσην τὸ διανοητικὸν καὶ δοξαστικόν, κατὰ δὲ τὴν ὀπίσθιον, ἣν καὶ ἐπικρανίδα καὶ παρεγκεφαλίδα καλοῦσί τινες, τὸ μνημονευτικόν, γνωστικῶν ἐνεργημάτων οἱονεὶ ταμεῖον καθεστηκός· ἃ γὰρ ἄν ἐκ τῆς αἰσθήσεως ἡ φαντασία λάβῃ καὶ κατάσχῃ παρ’ ἑαυτῇ, ταῦθ’ ἡ μνήμη διαδεξαμένη θησαυρίζει παρ’ ἑαυτῇ μενήμη τις οὖσα· ὅθεν κἀκεῖνα μνημονευτά, ἃ καὶ φανταστά. ἐπεὶ δὲ συνέζευκται τῇ διανοίᾳ ἡ φαντασία, καὶ οὐδεμία διανόησις φαντασίας ἐκτὸς διὰ τὸ προηγεῖσθαι πανταχοῦ τὴν αἴσθησιν ἐν τῷ κατ’ αἴσθησιν τῷδε βίῳ, εἴη ἄν ἡ μνήμη μονή τις καὶ δια- νοημάτων καὶ δοξασμάτων καὶ κοινὸν ὥσπερ δοχεῖον ἐνεργημάτων γνωστικῶν, οὐκ αὐτῶν ἐκείνων κατ’ οὐσίαν, ἀλλὰ τῶν τύπων αὐτῶν. καὶ ἐν μὲν τοῖς ἀνθρώποις οὕτω ταῦτα συντέτακται· ἐν δὲ τοῖς ἄλλοις ζώοις δόξης ἐστερημένοις καὶ διανοίας λείπεται πληροῦν καθ’ ὅλον τὸν ἐγκέφαλον τὸ φανταστικὸν καὶ μνημονευτικόν.

Ἐπεὶ δὲ περὶ αἰσθήσεως ἐν τοῖς προλαβοῦσι διεληλύθαμεν τί ἐστι καὶ κοινῶς καὶ κατὰ μέρη, καὶ οἷστισι τῶν ἄλλων κεχώρισται, κατὰ τὰ αὐτὰ καὶ περὶ τῶν ὑπολοίπων ἐν τοῖς ἑξῆς θεωρήσωμεν· καὶ πρῶτον περὶ φαντασίας. [*](4 καὶ (ante καθ’ ἕξιν) om. Β 10 πρακτικὰ Α 13 τοῦ om. A 16 ἡ ἀλήθεια A 17 πρακτὰ scripsi: πρακτικὰ libri It) ὃ om. Β 21 τοῦ om. Α 22 αἱ om. AC 26 ἐπικρανίδα Diels: ἐπεγκρανίδα libri 28 λάβοι AC post καὶ add. ἀπονομαξαμἐνη Α κατάσχοι AC 29 μνήμη τις Β 32 μόνη Β 33 κοινεῖν C 37 τί τέ ἐστι AC)

118
καίτοι γε τοῦτο ἤδη καὶ αὐτόθεν οἶμαι δῆλον τῷ μὴ παρέργως τῆς διαιρέσεως ἐπαίοντι ὅ τί τε ἕκαστον καὶ οἷστισιν ἀλλήλων κοινωνοῦσι καὶ διαφέρουσι· τῆς ἀκριβείας γοῦν τῆς ἐπιστημονικῆς χάριν τὰ ἑπόμενα προστεθήσονται. ὅτι μὲν οὖν ἑτέρα φαντασία αἰσθήσεως ἀνωτέρω διώριστο· οὐδὲν δ’ ἧττον καὶ νῦν δηλωθήσεται. εἰ δή ἐστιν ἡ φαντασία, καθ’ ἣν φάντασμά τι ἡμῖν γίνεται, καὶ μὴ εἴ τι κατὰ μεταφορὰν λέγομεν, μία τίς ἐστι τούτων δύναμις ἢ ἕξις, καθ’ ἣν κρίνομεν καὶ ἀληθεύομεν ἢ ψευδόμεθα. τοιαῦτα δέ ἐστιν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς. ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις δῆλον ἐκ τῶνδε. αἴσθησις μὲν γὰρ πᾶσα ἤτοι δύναμις ἢ ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις, φαίνεται δέ τι καὶ μηδετέρου τούτων ὑπάρχοντος, οἷα τὰ ἐν τοῖς ὕπνοις· τὰ γὰρ ἐν τοῖς ὀνείρασι χρώματα οὔτε τῆς δυνάμεως οὔτε τῆς ἐνεργείας ὁράματα ὄψεως, ἀλλὰ μόνης φαντασίας. ἔτι αἴσθησις μὲν ἡ κατὰ δύναμιν ἀεὶ πάρεστι τοῖς ζώοις, φαν- τασία δ’ οὔ. ἕτερον δὲ καὶ τῆς ἐνεργείας· εἰ δ’ οὖν, πᾶσιν ἂν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν· δοκεῖ δ’ οὕ. ἔπειτα οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται τοῦτο ἡμῖν ἄνθρωπος· ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα, τότε ἢ ἀληθὴς ἢ ψευδής· καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα. ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται, οἷον ἐπιστήμη ἢ νοῦς· ἔστι γὰρ φαν- τασία καὶ ψευδής. λείπεται ἄρα ἰδεῖν εἰ τῇ δόξῃ ταὐτόν· γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής. ·ὅτι δὲ ἑτέρα, γνοίη ἄν τις ἐντεῦθεν· τοῦτο μὲν γὰρ τὸ πάθος τὸ τῆς φαντασίας ἐφ’ ἡμῖν ἐστιν, ὅταν βουλώμεθα πρὸ ὀμμάτων γὰρ ἔστι τι ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδω- λοποιοῦντες· καὶ γὰρ ἀναμνησθῆναί τινος θέλοντες κινοῦμεν τοὺς τύπους, οὓς ἐκ τῆς αἰσθήσεως εἰλήφαμεν), δοξάζειν δὲ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τοῖς πράγμασιν· ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν. οὐ γὰρ εἰ θελήσαιμι δοξάσαι ὅτι μείζων μεγέθει ὁ μύρμηξ τοῦ λέοντος, δύναμαι ἄν ποτε τοῦτο δοξάσαι· φαντασίαν μέντοι τοιαύτην ἀναπλάσαι δυνατόν. ἀλλ’ οὐδὲ ἐπ’ ἐμοὶ τὸ συγκαταθέσθαι ὅτι τὰ δὶς δύο τέσσαρά ἐστιν· ἦν γὰρ ἂν καὶ τὸ μὴ συγκαταθέσθαι· νῦν δὲ βιά- ζεται τὸ φαινόμενον ἀληθὲς τὴν καταδοχήν, οἱ δὲ ἐν ταῖς ψευδοδοξίαις ψέγονται ὅτι τὴν ἀρχὴν ἠμέλησαν ἑαυτῶν. ἔτι δὲ ὅταν μὲν δοξάσωμεν δεινόν τι ἢ φοβερόν, εὐθὺς συμπάσχομεν, ὁμοίως δὲ καὶ ἐὰν ᾖ θαρραλέον· κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἄν εἰ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ ἢ θαρραλέα· τὸ γὰρ θαρρεῖν ἢ δειλιᾶν καὶ τὰ τῶν ζώων ἄλογα οὐ μόνον τῆς ἐν αὐτοῖς φαντασίας τὸ πάθημα, ἀλλὰ διὰ τὴν ἐν ταύτῃ τοῦ ἡδέος συναίσθησιν καὶ συγκατάθεσιν ἢ λυπηροῦ. ἔτι δόξῃ μὲν ἕπεται πί.στις οὐκ ἐνδέχεται γὰρ οἷς δοκεῖ δοξάζοντα μὴ πιστεύειν), τῶν δὲ θηρίων οὐδενὶ ὑπάρχει πίστις, φαντασία δὲ ἐν πολλοῖς. ἔτι πίστει μὲν ἀκολουθεῖ τὸ πεπεῖσθαι, τῷ δὲ πειθώ, πειθοῖ δὲ λόγος· τῶν δὲ θηρίων ἐνίοις μὲν φαντασία ὑπάρχει, [*](2 ante κοινωνοῦσι add. καὶ AC 3 γοῦν] οὖν AC 4 ἕτερον AC 5 post καθ’ ἥν add. λέγομεν Α γίγνεσθαι Α 11 δυνάμει Α ἐνεργείᾳ AC2 13 ἐνεργεία AC 16 αἰσθανόμεθα AC 20 ἕτε- ρον AC 33 γὰρ om. C 37 τῷ] τὸ Α 38 ante πειθώ add. μὴ C)
119
λόγος δὲ οὔ. τοῖς αὐτοῖς δὲ τούτοις καὶ διανοίας ἡ φαντασία καὶ νοῦ δια- κριθήσεται, δι’ ἃ καὶ τῆς δόξης. μήποτε δὲ ἀπὸ συμπλοκῆς αἰσθήσεως καὶ δόξης ἡ φαντασία τὴν γένεσιν ἔχει, ἐπεὶ μηδενὶ ταὐτίζεται τῶν ἁπλῶν. οὐκ ἔστι δέ· εἰ γὰρ συμπλοκὴ δόξης καὶ αἰσθήσεως, ἀνάγκη δήπου περὶ ἓν εἶναι καὶ τὸ αὐτὸ τήν τε αἴσθησιν καὶ τὴν δόξαν, ἐξ ὧν συμπλεκομένων ἡ φαντασία γίνεται, καὶ μὴ ἄλλου μὲν εἶναι δόξαν ἄλλου δὲ αἴσθησιν· οἷον εἰ τοῦ λευκοῦ εἴη φαντασία, δεῖ δηλονότι τὴν δόξαν καὶ τὴν αἴσθησιν, ἐξ ὧν ἡ φαντασία τοῦ λευκοῦ γέγονε, περὶ ἓν καὶ τὸ αὐτὸ <τὸ> λευκὸν ἐνεργῆσαι. οὐ γὰρ εἰ ἡ ἑτέρα μὲν εἴη τοῦ λευκοῦ, οἷον ἡ αἴσθησις, ἡ ἑτέρα δὲ ἑτέρου τινός, οἷον τοῦ γλυκέος, ἡ δόξα ἐκ τῆς τοῦ λευκοῦ αἰσθήσεως καὶ τῆς δόξης τοῦ γλυκέος συμπλεκομένων γένοιτο ἄν λευκοῦ φαντασία· πῶς γὰρ ἄν ἡ τοῦ γλυκέος δόξα εἰς γένεσιν τῆς τοῦ λευκοῦ φαντασίας συνοίσει; δεῖ οὖν ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ τήν τε αἴσθησιν καὶ τὴν δόξαν, ἐξ ὧν ἡ φαντασία γενή- σεται. εἰ δὲ τοῦτο, ἐπείπερ τῷ γεωμέτρῃ αἰσθήσει μὲν ποδιαῖος ὁ ἥλιος φαίνεται, δοξάζεται δὲ εἶναι μείζων τῆς οἰκουμένης, εἴπερ ἡ φαντασία ἀπὸ δόξης πέπλεκται καὶ αἰσθήσεως, τὰ ἐναντία συμβήσεται. αἰσθόμενος γὰρ αὐτοῦ ποδιαίου καὶ φαντάσεται ἄρα ὅτι ποδιαῖός ἐστιν· ἀλλὰ μὴν [ὅτι] καὶ πάσης τῆς οἰκουμένης τὸν αὐτὸν φαντασθήσεται διὰ τὸ δοξάζειν οὕτως. ἅμα ἄρα ἀληθῶς καὶ ψευδῶς δοξάζει καὶ φαντάζεται, ὅπερ ἀδύνατον. ἢ οὖν ἡ αὐτὴ μένουσα δόξα πείσεται τὰ ἐναντία, ἢ εἰ μὴ τοῦτο ἐγχωρεῖ, ἀνάγκη ὁπηνίκα φαντάζηται ποδιαῖον τὸν ἥλιον, ἀποβαλεῖν τὴν προτέραν δόξαν ἣν εἶχεν ἀληθῆ περὶ αὐτοῦ καὶ ἑτέραν μεταλαβεῖν ψευδῆ. ἀλλ’ εἰ μετέβαλε τὴν προτέραν δόξαν, ἀνάγκη πᾶσα, ἢ τοῦ πράγματος μεταβαλόντος αὐτοῦ τοῦ ἡλίου, ἢ αὐτοῦ μεταπεισθέντος ἢ ἐπιλαθομένου τοῦτο συμβέβηκεν· ἀλλὰ μὴν οὔτε τὸ πρᾶγμα μετέβαλεν οὔτε μετεπείσθη οὔτ’ ἐπελάθετο· οὐκ ἄρα οὐδὲ τὴν δόξαν μετεβαλεν. εἰ δὲ μὴ τοῦτο, πέπεισται δὲ ὅτι πολλαπλασίων τῆς γῆς, φαντάζεται δὲ καὶ ὅτι ποδιαῖος, ἀνάγκη ἄρα ἐν τῷ αὐτῷ καὶ ψευδῆ καὶ ἀληθῆ αὐτόν, ὥσπερ εἴρηται, δοξάζειν. οὐκ ἄρα συμπλοκὴ δόξης καὶ αἰσθήσεως ἡ φαντασία.

Τί οὖν ἐστιν, εἴπερ μὴ ἕν τι τούτων μήτ’ ἐκ τούτων; εἰ μὲν οὖν ἀδύνατον ἦν τὸ κινούμενον ὑφ’ ἑτέρου καὶ αὐτὸ κινεῖν ἕτερον, ἄδηλον <ἂν> ὅ τί ποτε οὖσα τυγχάνει ἡ φαντασία. ἐπεὶ δ’ ἐνδέχεται κινεῖ γὰρ ἡ ψυχὴ τὴν φύσιν καὶ αὕτη τὴν χεῖρα, ἡ δὲ τὴν βακτηρίαν καὶ αὕτη τὴν θύραν κἀκείνη ἴσως ἄλλο τι), ἡ δὲ φαντασία γοῦν κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησις, εἴη ἂν αὕτη κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινομένη. φανερὸν οὖν ὡς οὐκ ἄλλοις ὑπάρχει ἢ οἷς καὶ αἴσθησις· ἀδύνατον γὰρ ὧν μηδέποτε αἴσθησιν ἐλάβομεν φαντασθῆναι· οἱ γοῦν ἐκ γενετῆς τυφλοὶ χρωμάτων οὐκ ἄν ποτε λάβοιεν φαντασίαν, καὶ τὰς. περὶ τῶν νοητῶν φαντασίας ἐκ χρωμάτων καὶ [*](3 οὐκ — εἶναι (4) in marg. add. Β 5 συμπλέκομεν Β 6 ἄλλον utrobiqne Β εἰ] ἡ Α 7 εἴη] εἴ C 8 post γέγονε add. τοῦ λευκοῦ Β τὸ ante λευκὸν addidi 9 ἡ (post εἰ) om. AC ἡ (ante αἴσθησις) om. C 17 ὅτι delevi 24 συμβέβηκεν] fort. συμβεβηκέναι 25 οὔτε (post μετέβαλεν) repetit Β 30 ἄν addidi 34 εἴη] εἴ B)

120
σχημάτων συντέθεικεν ἡ διάνοια ὧν αἰσθήσει κατέλαβε. δέδωκε δὲ τοῖς ζώοις ταύτην ἡ φύσις, ἵνα κατ’ αὐτὴν πολλὰ καὶ ποιήσῃ καὶ πάθῃ· καὶ γὰρ ὁρμῆς καὶ φόβου καὶ ἔρωτος αἴτιον αὐτοῖς ἡ φαντασία ποιητικόν. καὶ τὰ μὲν ἄλογα πάντα κατ’ αὐτὴν πράττει ἅτε νοῦν μὴ ἔχοντα μηδέ τι αὐτῆς τελειότερον· πολλάκις γοῦν ἐν γραφαῖς τεθεαμένα τι ἐπῆλθον· τὰ δὲ λογικὰ νοῦ μετέχοντα οὐ πάντα κατὰ φαντασίαν ποιεῖ. ὅμως μέντοι ὁ ἄνθρωπος ὧν ποιεῖ τὰ πλεῖστα κατὰ φαντασίαν ποιεῖ, καὶ μάλιστα ὅταν ἐπικαλύπτηται τὸν νοῦν πάθει, οἷον νόσῳ ἢ ὕπνῳ. καὶ ἀγαπητὸν κἀν πρὸς βραχὺ ταύτης ἀπαλλαγῆναι τῷ εἰς ἄκρον φιλοσοφίας ἐληλακότι· ὅθεν καὶ ἐν τῷ Φαίδωνι τὸ ἔσχατον τῶν ἀπὸ τοῦ σώματος συμβαινόντων ἡμῖν κακῶν τὴν φαντασίαν ὁ Πλατῶν ἐτίθετο, ἐπειδὴ καὶ μετὰ τὸ σχολάσαι ἄν τὴν ψυχὴν ἀπὸ τῶν τοῦ σώματος φροντίδων αὕτη παρενοχλοῦσα οὐκ ἐᾷ καθαρὰς τὰς νοήσεις ποιεῖσθαι. καὶ δὴ ὅταν ἀπὸ τοῦ λόγου τὰς ἀρχὰς ἔχῃ, κἀκείνῳ συνεργοῦσα τὰ ἐκεῖθεν ἀμερῶς νοούμενα μορφοῦσα καὶ σχηματίζουσα μεριστὰ ποιεῖ καὶ διαστατά, τοῦ νοῦ ἀμερίστως νοοῦντος τὰ μεριστὰ καὶ τὰ ἐσχηματισμένα ἀσχηματίστως. ὁ μὲν γὰρ πρακτι- κὸς νοῦς, καίτοι περὶ μερικὰ βουλευόμενος, λέγει τυχὸν ὅτι δεῖ εἰς τὸ Βυζάντιον ἀπελθεῖν, καὶ ἄνευ φαντασίας τὴν ἐν λόγῳ θεωρουμένην πόλιν ἐνόησεν· ἡ δὲ φαντασία εὐθὺς ἀνέπλασε καὶ σχῆμα καὶ τύπον. ἐπὶ δὲ τοῦ θεωρητικοῦ ὁ μὲν νοῦς ἀπλῶς τὸν εἰδητικὸν τοῦ κύκλου λόγον θεωρεῖ ὅτι ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἔχον τὰς ἀπὸ τοῦ κέντρου ἴσας· ἡ δὲ φαντασία εὐθὺς ἐσχημάτισε καὶ ποσόν τινα κύκλον ἐνόησεν. ὅθεν τὸ μὲν νόημα τοῦ νοῦ διὰ τὸ ἀσχημάτιστον καὶ ἀμόρφωτον κατὰ τὸν ἐξῃρημένον τῆς ἰδέας τοῦ κύκλου λόγον γενόμενον παντὶ κύκλῳ ἐφαρμόσαι δύναται· τὸ μέντοι φάντασμα τὸ γενόμενον τοῦ κύκλου οὐκέτι παντὶ δυνατὸν ἐφαρμόσαι· πάντως γὰρ μετά τινος ποσοῦ μεγέθους γέγονεν, ὃ οὐχ οἷόν τε παντὶ κύκλῳ ἐφαρμόσαι. ἡ μὲν οὖν τῷ λόγῳ συνεργοῦσα φαντασία, ἅτε δὴ. χείρων οὖσα τοῦ λόγου, τὰ ὑπ’ ἐκείνου, ὅπερ εἶπον, ἀπαθῶς καὶ ἀμερῶς νοούμενα καὶ μερίζει καὶ μετὰ τύπων καὶ μορφῶν νοεῖ· διὸ καὶ ἐπιθολοῖ τὸν νοῦν, καθαρὰς αὐτοῦ τὰς ἐνερ- γείας γενέσθαι μὴ συγχωροῦσα. ἡ δὲ ἄλογος φαντασία, φημὶ δὴ ἡ τῇ αἰσθήσει συνεργοῦσα καὶ παρ’ αὐτῆς τὰς ἀρχὰς τῆς οἰκείας ἐνεργείας δεχομένη, ἐπειδὴ κρείττων ἐστὶ τῆς αἰσθήσεως, τὰ ἐκείνῃ μεριστῶς γνωσθέντα καὶ παθητῶς ἀμερῶς φαντάζεται αὕτη καὶ ἀπαθῶς. ἔστι δὲ καὶ ψευδὴς καὶ ἀληθὴς φαν- τασία· ἐπεὶ γὰρ κίνησιν αὐτὴν αἰσθήσεως τῆς κατ’ ἐνέργειαν ὡρισάμεθα, ὡς ἄν ἡ αἴσθησις ἕξοι, οὕτω καὶ ἡ φαντασία. τῆς οὖν αἰσθήσεως ἀληθευούσης μὲν ἐν τοῖς ἰδίοις καὶ σφαλλομένης ἢ οὐδαμῶς ἢ ἐλάχιστον, ψευδομένης δὲ ἐν τοῖς κατὰ συμβεβηκός τε καὶ κοινοῖς, καὶ ἡ φαντασία οὕτως ἕξει· ψεύσεται μὲν ἐν τοῖς ἄλλοις, ἀληθεύσει δὲ ἐν τοῖς ἰδίοις. ὡς γὰρ ἄν τυπωθείη ὑπὸ τῆς αἰσθήσεως, οὕτως ἔχοι. συμβαίνει δὲ ψεύδεσθαι τὴν αἴσθησιν κἀν τοῖς ἰδίοις αἰσθητοῖς διὰ τὴν παρὰ μικρὸν διαφοράν, οἷον ὅταν τὸ πράσινον ἢ τὸ [*](4 αὐτῆς] αὐτοῖς Β 5 τεθεαμέναι Β 9 ἐν τῷ Φαίδωνι] Cap. 11 p. 66D 15 ante πρακτικὸς add. νοῦς ὁ Α1 19 τοῦ λόγου κύκλον BC 22 post ἀμόρ- φωτον add. εἶναι Α2 25 post ποσοῦ add. καὶ Α2 30 παρ’ αὐτοῦ Α1C 35 ψευδομένοις A1C 36 συμβεβηκόσι C)
121
ἁλουργὸν μέλαν ὁρᾶ, ἢ ὅταν δύο ἀγγείων γάλακτος κειμένων καὶ ἐμβληθείσης ἐν τῷ ἑτέρῳ σταγόνος αἵματος ὁμοίως λευκὰ ἀμφότερα ὁρᾷ ἡ ὅρασις, οὐ δυναμένη τὴν παρ’ ἐλάχιστα διαφορὰν διαγνῶναι. καθόλου δὲ ἐν πᾶσι τοῖς αἰσθητοῖς τὸ ἀληθεύειν ἢ ψεύδεσθαι συμβαίνει ἢ παρὰ τὴν ποιὰν σχέσιν τοῦ αἰσθητοῦ πρὸς τὸ αἰσθητήριον, ὡς ἐπὶ τοῦ τραχήλου τῆς μελαίνης περιστερᾶς τῆς ἐν ἡλιακῷ ἑστώσης· ἢ παρὰ τὴν ἀπόστασιν, ὡς ὅταν τὰ εὐθύγραμμα πόρρωθεν κύκλους ὁρῶμεν καὶ τὰ χρώματα μελάντερα, ὥσπερ καὶ τὰ σφαιρικὰ δισκοειδῆ καὶ τὰ μεγάλα μικρά, καὶ ἵστασθαι τὰ κινούμενα, τὸν κύκλον εὐθεῖαν· ἢ παρὰ τὸ μεταξύ, ὡς τὴν καθ’ ὑδάτων κώπην κεκλασμένην ὁρῶμεν καὶ τὰ πυρώδη διὰ καπνοῦ ἢ ὁμίχλης φαινόμενα αἱματώδη δοκεῖ· ἢ παρ’ αὐτὸ τὸ αἰσθητήριον, ὡς ὅταν ἐμφράξεως ἐν τῷ ὀπτικῷ νεύρῳ γινομένης κωνώπια ἔξωθεν δοκῇ ὁρᾶν, ἢ ἐρυθρὰ ἢ ὠχρὰ τὰ ἔξωθεν διὰ τὸν ἐπικείμενον ἐν τῷ ὀπτικῷ μορίῳ χυμὸν τοιοῦτον ὄντα, ἢ ὅταν διπλᾶ δοκῶμεν ὁρᾶν παραστρέψαωτες τὸν ἕτερον τῶν ὀφθαλμῶν τῷ δακτύλῳ. εἰ δὲ καὶ παρὰ φαῦλον τὸ περὶ ὀνομάτων φιλοσοφοῦσι πραγματεύεσθαι, ἡμεῖς γε ἀλλ’ ὅσον καὶ κατὰ πάρεργον περὶ τῆς παραγωγῆς τοῦ τῆς φαντασίας ὀνόματος εἴπωμεν. ἐπεὶ γὰρ γένεσις μὲν φαντασίας αἴσθησις, τιμιωτάτη δὲ αἰσθήσεων ὅρασις, φωτὸς δὲ ἀντίληψις ὅρασις, ἀναποδίζων ὁ λόγος παρὰ φωτὸς τὴν φαντασίαν ἐκλάμψαι διισχυρίζεται, 〈ὅτι〉 φαοστασία τις οὖσα καὶ τῶν φανέντων στάσις καὶ ὑπημέμησις. περὶ μὲν οὖν φαντασίας τί ἐστι καὶ διότι ἐστὶν εἰρήσθω ἐπὶ τοσοῦτον.

(Ἤ δὲ δόξα καταγίνεται περὶ τὸ καθόλου τὸ πρώτως ἐν τοῖς αἰσθητοῖς, οἷον ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, πᾶσα χιὼν λευκή. πᾶς ἄνθρωπος δίπους· ἡ αὐτὴ δὲ καὶ ἀναγκαία καὶ ἄμεσος πρότασις καὶ ἀναπόδεικτος. ἔτι γε μὴν καὶ τὰ τῶν διανοητῶν σύμπαντα τὰ ἄνευ λόγου δόξης ἐστίν. ὅτι μὲν γὰρ ἡ ψυχὴ ἀθάνατος ὁ δοξάζων οἶδε, διότι δ’ οὔ ἑτέρῳ γὰρ παρῆκε τῷ ἐπιστήμονι)· καὶ διανοίας τοῦτό γε. καὶ ὅσοις τῶν συλλογισμῶν τὰ συμπε- ράσματα μὴ διὰ μέσου ἀναγκαίου συνάγεται, αἵ τε προτάσεις ἔνδοξοι καὶ τὸ συμπέρασμα, οἷον ὁ ἄνθρωπος γελαστικὸν ἢ χερσὶ χρώμενον, τὸ δὲ τοιοῦτον ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον. τάς τε προτάσεις πάσας τῆς ἐνδεχομένης ὕλης δόξης θείη ἄν τις, οὐκ ἐπιστήμης. ἡ μὲν οὖν φαντασία καὶ ἡ αἴσθησις ὥσπερ λέγονται μερικαὶ γνώσεις, οὕτω καὶ εἰσὶ καὶ καθ’ ὅρους μόνον βεβήκασι καὶ ἄνευ συνθέσεως ἐν ἑνὶ τῷ ὑποκειμένῳ ἱστάμεναι· καθόλου δὲ καὶ ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ἡ δόξα. καὶ περαιτέρω γε μὴν προτά- σεως οὐ πρόεισι· διανοίας δὲ οἱ συλλογισμοὶ καὶ αἱ διεξοδικαὶ τῶν λόγων συνθέσεις. ἔστι μὲν οὖν δόξα ἡ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἄνευ λόγου καὶ καθόλου γνῶσις ἐν πρώτῃ συνθέσει, καὶ ἡ τῶν ἐνδεχομένων καὶ ἄλλοτε ἄλλως ἔχειν καὶ μετὰ λόγου καὶ ἄνευ λόγου γνῶσις. διάνοια δέ ἐστιν ἡ λογικὴ τῆς ψυχῆς ἀνέλιξις, καὶ ἡ ἀπ’ ἄλλου ἐπ’ ἄλλο τῶν νοητῶν καθόλου γνωστικὴ καὶ κριτικὴ τῆς ψυχῆς μετάβασις καὶ ἐνέργεια μετὰ συνθέσεως καὶ διαιρέσεως, καὶ [*](1 ἐμβληθείσης scripsi: ἐμβληθέντος AC: ἐμβληθέντων B (5 ἡλιακῷ] ἡλίῳ AC 9 περὶ Α 12 δοκεῖ ΑC 13 παραστρέψαντες Diels: περιστρέψαντες libri 15 τοῖς φιλοσοφοῦσι C τοῖς φιλοσοφοῦσι τὸ περὶ τῶν ὀνομάτων Α 18 περὶ φωτὸς C 19 ὅτι addidi φωστασία C 20 οὖν om. Β τί τέ ἐστιν AC 24 μὴν] μὲν Α1 σύμπαντα] συμπεράσματα Α 30 ἐπιστήμη Β 36 ἐν—γνῶσις (37) om. C)

122
ἡ ἀπὸ τῶν προτέρων ἐπὶ τὰ δεύτερα πρόοδος καὶ ἡ συναφὴ τῶν ἄκρων καὶ ὅπως πρὸς ἄλληλα σχέσεως ἔχουσι, διὰ τῆς παρενθήκης τῶν μέσων φανέρωσις καὶ ἀπόδειξις. ταύτῃ γὰρ τάς τε τῶν ὄντων γνωρίζομεν κοινωνίας καὶ ἑτερό- τητας καὶ τὰς κρίσεις καὶ ζητήσεις ποιούμεθα καὶ τὸ ἀληθὲς ἢ μὴ θηρώμεθα· οὐδὲν γὰρ ἕτερόν ἐστι διάνοια ἢ συλλογισμός. αὕτη ἢ περὶ τῶν ἀιδίων πραγμα- τεύεται αἰτιολογοῦσα, καὶ ἔστι τοῦτο ἐπιστήμη καὶ θεωρία ἀναγκαίας καὶ ἀληθεῖς τὰς προτάσεις λαμβάνουσα, καὶ τὰς μὲν δεομένας ἀποδείξεων, οἷον ὅτι τὸ σημεῖον ἀμερές, παρ’ ἑαυτῆς εἰς γένεσιν ἐπιστήμης εἰσφέρουσα, τὰς δὲ αὐτο- πίστους, οἷον ὅτι ὁ θεὸς ἀγαθὸς καὶ τὰ ὅμοια, παρὰ τοῦ νοῦ· ἢ περὶ τῶν τρεπτὰ ἐχόντων τὰ ὑποκείμενα, καὶ ποιεῖ τὰς τέχνας· ἢ περὶ τὰ ἀνθρώπινα καὶ πολιτικά, τὸ ἐν τούτοις ζητοῦσα καλὸν καὶ τοῦ συμφέροντος προμηθουμένη, καὶ ποιεῖ τὴν φρόνησιν. ἔστι δὲ καὶ ἐπιστήμη μὲν γνῶσις μετ’ αἰτίας τῶν καθόλου καὶ ἀεὶ κατὰ ταὐτὰ ὄντων, τέχνη δὲ γνῶσις μετὰ λόγου τῶν τρεπτὰ ἐχόντων τὰ ὑποκείμενα ἢ ἕξις ὁδῷ βαδίζουσα μετὰ φαντασίας, φρόνησις δὲ ἕξις μετὰ ὀρθοῦ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπινα ἀγαθὰ ἢ κακά, περὶ ὧν καὶ τὸ βουλεύεσθαί ἐστι. πεῖρα γὰρ γνῶσις πράγματος ἑνὸς ἄλογος, ἐμπειρία δὲ γνῶσις πλειόνων ἄνευ τῆς αἰτίας ἢ μνήμη καὶ τήρησις ἄλογος τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων. γένεσις δὲ ἐπιστήμης μὲν νοῦς καὶ διάνοια, τέχνης δὲ δόξα λογικὴ καὶ διάνοια, πείρας δὲ αἴσθησις, ἐμπειρίας δὲ αὕτη τε καὶ φαντασία καὶ ἄλογος δόξα, φρονήσεως δὲ φύσις εὖ ἔχουσα καὶ διάνοια μετὰ πολυπειρίας καὶ ἱστορίας καὶ τῆς τῶν αὐτῶν πολλάκις εἰς τἀναντία πραγμάτων μεταβολῆς κοινωνία καὶ θεωρία. καὶ ἔοικεν ἡ διάνοια ὥσπερ ὑφάντῃ ἀποτε- λοῦντι τὸ ὕφασμα, ὡς ἂν ἡ κρόκη καὶ ὁ στήμων αὐτῷ χορηγήσαιεν, καὶ ἔστι διὰ ταῦτα καὶ ἀληθὴς καὶ ψευδής. εἰ μὲν γὰρ παρὰ τοῦ νοῦ τὰς προτάσεις λαμβάνοι, τὸν ἐπιστημονικὸν ποιεῖ συλλογισμόν· εἰ δὲ παρὰ τῆς δόξης, τὸν διαλεκτικόν· εἰ δὲ παρὰ τῆς φαντασίας καὶ αἰσθήσεως, τὸν σοφιστικόν. κατὰ ταὐτὰ δὲ ἐπαμφοτερίζει καὶ δόξα καὶ φαντασία. ἀεὶ δὲ ἀληθὴς νοῦς καὶ ἐπιστήμη, καὶ ἡ τῶν ἰδίων αἴσθησις καὶ τέχνη τῷ λόγῳ καὶ φρόνησις. πέντε δ’ οὐσῶν δυνάμεων γνωστικῶν, ἁπλαῖ μὲν νοῦς, φαντασία καὶ αἴσθησις, σύνθετοι δὲ μέχρι μὲν προτάσεως δόξα, ἡ δὲ περαιτέρω διάνοια. νοῦς μὲν γὰρ καὶ αἴσθησις, τὸ ἀκρότατον καὶ τὸ ἔσχατον, ἁπλῆν ποιοῦνται τὴν γνῶσιν καὶ τὴν ἐνέργειαν καὶ ἄχρονον καὶ κρείττω λόγου. ἥ τε γὰρ αἴσθησις ἀχρόνως ἐπι- βάλλει τοῖς αἰσθητοῖς καὶ ἀπλῶς οὐ δεῖται τοῦ διδάξοντος ἐν τοῖς ἰδίοις ἑκάστῃ, ὅτι τόδε ἐστὶ τὸ προσπεσόν, ἀλλ’ ἅμα τε προσέβαλε καὶ ἅμα ᾔσθετο τοῦ ἀληθοῦς, οἷον ἡ ὄψις ἀθρόως λευκῷ ὁμιλήσασα εὐθὺς ἐπέγνω αὐτὸ ἄνευ ἀπάτης ἀσυλλογίστως καὶ ἔτι οὐ πραγματεύεται. κατὰ τὰ αὐτὰ οὖν καὶ ὁ νοῦς τήν τε τῶν ὅρων ποιεῖται λῆψιν καὶ τῶν κοινῶν ἐννοιῶν, οἷον ὅτι τόδε ζῶον ἢ ἄνθρωπος ἢ οὐσία καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. νοῦ γὰρ εὕρεμα οἱ ὅροι καὶ αἱ ἁπλαῖ φωναὶ αἱ δέκα κατηγορίαι, ὅθεν καὶ τὰ πολλὰ [*](2 ὅπως] ὅπερ Β 11 προμυθουμένη BC Α2 1 2 καὶ (ante ἐπιστήμη) om. Α 13 ταῦτα Β 16 γὰρ] δὲ AC 17 ἢ] ἡ B 21 τῆς] ἡ AB 25 λαμβάνει τὸν Α: λαμβάνοιτ’ ἄν C 31 ποιοῦντας Β 32 κρείττων Α)
123
ὁ νοῦς οὐ συντίθησι διανοίας γὰρ τοῦτό γε ἢ δόξης), ἢ μόνον ἐν τοῖς κοινοῖς ἀξιώμασιν. ἔτι ὥσπερ ἡ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, ψεύδεται δὲ ἐν τοῖς συμβεβηκόσιν οὐ γὰρ ἄν ποτε ὑγιὴς ὄψις προσβαλοῦσα λευκῷ οὐ γνοίη εὐθὺς αὐτό, ἀλλ’ εἰ τὸ λευκὸν ζῶον ἢ μή, ἢ κινεῖται ἢ ἵσταται), οὕτω καὶ ὁ νοῦς ἀναμάρτητον ποιεῖται τὴν ἀπλῆν τῶν ὅρων θίξιν καὶ τὴν τῶν κοινῶν ἐννοιῶν, καὶ ἀεὶ ἀληθὴς ἐν τούτῳ· τὸ γάρ τοι ψεῦδος ἐν συμπλοκῇ θεωρεῖται. διττὸν τοίνυν τὸ ἀληθές, τό τε ἐν τοῖς ἁπλοῖς θεωρούμενον, ὃ δὴ καὶ ὑποστατικὸν καλεῖται, τὸ ἐν αἰσθήσει καὶ νῷ, καὶ τὸ ἐν συνθέσει; τὸ ἐν συλλογισμῷ καὶ προτάσεσιν, ᾧ δὴ καὶ τὸ ψεῦδος ἀντίκειται. ἐὰν γὰρ μὴ δεόντως συντιθῆται ἢ ἀποδιίστηται ἄλλο ἀπ’ ἄλλου, ὃ δὴ διανοίας καὶ δόξης ἔργον ὡμολογήσαμεν, ψεύδεται. διαφέρει δὲ νοῦς καὶ αἴσθησις καὶ ἐν τούτῳ, ὡς ὁ μὲν τῶν καθόλου, ἡ δὲ τοῦ μερικοῦ ἀντιλαμβάνεται, καὶ τοῦ μὲν ἀίδιον, τῆς δὲ φθαρτὸν τὸ ὑποκείμενον. ἔτι ἡ διάνοια καὶ δυνάμει νοῦς ὀνομάζεται. ἀνάγεται γὰρ πρὸς ἅπερ ὁ νοῦς ἁπλαῖς ἐπιβάλλει νοήσεσι διὰ πολυπραγμοσύνης τε καὶ ζητήσεως καὶ συνεπαίρεται τῷ ἐνεργείᾳ νῷ, καταγίνεται δὲ περὶ τὰ διανοητὰ εἴτ’ οὖν τοὺς καθόλου τῶν πραγμάτων λόγους, ὥσπερ ὁ νοῦς περὶ τὰ νοητά, καὶ μέσην ἔχει τάξιν τῶν τε πρώτων καὶ τῶν τελευταίων τῆς ψυχῆς γνωστικῶν δυνάμεων. ᾗ δὴ καὶ μάλιστα συγγενής ἐστι τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὕτη· τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει (μέση γάρ ἐστι τῆς τε ἀμερίστου καὶ μεριστῆς καὶ ταύτῃ ἡ ψυχὴ ὁδηγῷ χρῆται πρὸς τὴν τῶν νοητῶν θεωρίαν· τοῦτο γὰρ δὴ τῆς ψυχῆς ἡ τελείωσις. διὰ γὰρ τὸν συνεθισμὸν τῶν αἰσθητῶν, ἐπειδὴ σύντροφος αὐτοῖς ἀδυνατεῖ πρὸς τὴν τῶν καλλίστων καὶ νοητῶν θεωρίαν νομίζει γὰρ κἀκεῖ σώματα εἶναι καὶ σχῆμα καὶ μέγεθος), καὶ περὶ τοῦ θείου δὴ τὰ αὐτὰ φαντάζεται. ὅθεν δεῖ αὐτὴν ἐπὶ τὴν αὑτῆς ὁδεύουσαν τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων ταῦτα δὲ τὰ διανοητά, οἵα αὐτή τε καὶ ἡ περὶ αὐτῆς θεωρία, ἔτι τε τὰ μαθήματα, ἃ τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν), ἵν’ ἐν τούτοις συνεθισθεῖσα ἐνεργεῖν ἀύλως ὁδῷ προελθοῦσα καὶ ἐπὶ τὰ παντελῶς χωριστὰ τῆς ὕλης, λέγω δὴ τὰ θεῖα, χωρήσῃ. εἰ δέ ποτε ἡ διάνοια καὶ περὶ τῶν νοητῶν συλλογίζοιτο, ἀλλ’ οὐ καθ’ αὑτήν, τῷ δὲ νῷ συμπλακεῖσα, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθητῶν συμπλακεῖσα τῇ φαντασίᾳ. ἐπεὶ δὲ φθάνομεν εἰπόντες τὴν δόξαν εἰδέναι τὰ τῶν διανοητῶν σύμπαντα ἄνευ λόγου καὶ τὸ καθόλου ἐν τοῖς αἰσθη- τοῖς, πόθεν ἡ γνῶσις τούτου τῇ δόξῃ, εἴπερ μὴ ὑπὸ διανοίας; εἰ γὰρ αὕτη περὶ τὰ αἰσθητά, σχολῇ γ’ ἄν ἢ αἰσθήσει τοῦτο ἢ φαντασίᾳ ληπτόν, ἀτόμων οὔσαις καὶ μερικῶν γνωστικαῖς. ἢ οὐκ ἄτοπον προχείρως καὶ διανοίᾳ τοῦτο θηρᾶσθαι λέγειν· ὃ γὰρ ἐφ’ ἑνὸς τῶν ὁμοουσίων καὶ δύο καὶ τριῶν, καὶ ἐπὶ πάντων θείη ἄν τις, εἰ καὶ μὴ ἀεί. τὸ δὲ ἀληθὲς ὅτι ἡ λογικὴ ψυχὴ τοὺς [*](1 οὐ συντίθησι om.B 2.(5 ἀληθές Β 9. 10 συντίθεται ἡ ἀποδιίσταται C: συντίθοιτο ἢ ἀποδιίσταιτο Α2 11 καὶ αἴσθησις] αἰσθήσεως AC 12 τῆς] τοῖς Β 18 ᾖ scripsi: ἡ libri 24 τὰ αὐτὰ ταῦτα AC αὑτῆς scripsi: αὐτῆς libri 26 οἴα AC αὐτή τε scripsi: αὕτη τε A2BC: ἥτε ἡμετέρα ψυχὴ Α1 27 συνεσθισθεῖσα C 29 γωρήσει AC 32 σύμπαντα] συμπεράσματα Α τὸ scripsi: τὰ libri ante ἐν add. τὰ A 33 εἰ] οὐ AC 34 ἡ—φαντασία̣] ἡ αἴσθησις τοῦτο ἡ φαντασία Β)
124
λόγους τῶν πραγμάτων συνουσιωμένους ἔχει παρ’ ἑαυτῇ, τῷ καταδεδυκέναι δὲ ἐν τῇ ὕλῃ κατεχώσθησαν ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν τις μικρὸν τὴν τέφραν διορύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ διορύξας τὸν σπινθῆρα ἐποίησεν, ἀλλὰ μόνον τὰ ἐμποδίζοντα ἔπαυσεν, οὕτω τοι καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων. καὶ τοὺς διδασκάλους οὔ φασι τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν οὖσαν καὶ οἷον κρυπτομένην ἐκφαίνειν. λαμβάνει μέντοι ἡ διάνοια, ὥς γε εἴρηται, ἀπὸ νοῦ τὰς ἀ·ρχὰς τῶν ἐπιστημῶν· νοῦς γὰρ ἀρχὴ ἐπιστημῶν, ᾗ τοὺς ὅρους γινώσκομεν. ὅροι δὲ αἵ τε κοιναὶ ἔννοιαι καὶ οἱ ἐν συλλογισμοῖς ἁπλοῖ. ὡς γὰρ τὸ ἐπὶ παντὸς εἶναι τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀναπο- δείκτως ἴσμεν, οὕτω καὶ ὅτι τόδε τι ἄνθρωπός ἐστιν ἢ ψυχὴ ἤ τι τοιόνδε. τοσαῦτα καὶ περὶ διανοίας.)

[*](III 4)

Περὶ μέντοι τοὐ νοητικοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε καὶ φρονεῖ, σκε- πτέον ἤδη νῦν· προὔργου γὰρ ἡμῖν ἡ περὶ αὐτὸ πραγματεία· τοῦτο γὰρ ἡμῶν τὸ θειότατον. ζητήσωμεν δὲ περὶ αὐτοῦ ὅ τι τὴν οὐσίαν ἐστί, καὶ εἰ χωριστὸς καὶ ἀπαθὴς καὶ ἀσώματος, ὅπως τε νοεῖ καὶ ποσαχῶς λέγεται. ὅτι μὲν ὁ καλούμενος νοῦς τῆς ψυχῆς, λέγω δὲ τὸν ἁπλῶς, οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων, πρὶν νοεῖν, ἀλλὰ δυνάμει πάντα, οὐδ’ ἔστι τις αὐτοῦ φύσις φανερόν. εἰ γάρ ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, καὶ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ τὸν νοῦν, ὥσπερ ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν, εἴπερ δεῖ πάθος αὐτὸ καλεῖν. διττὸν γάρ, τό τε πρὸς τελειότητα ἄγον, ὅπερ ἂν καὶ πάθοι καὶ νοῦς καὶ αἴσθησις, καὶ τὸ πρὸς φθοράν. ἔστι μὲν οὖν, ὥσπερ ἡ αἴσθησις δυνάμει ὅπερ τὰ αἰσθητά, ἐνεργείᾳ δὲ οὐδὲν ἐκείνων, πρὶν ἄν αἴσθηται, οὕτω καὶ ὁ νοῦς. εἰ γὰρ μέλλει πάντων τῶν νοητῶν ἀντιληπτικὸς εἶναι, δεῖ αὐτὸν ἀπαθῆ εἶναι καὶ μηδὲν εἶδος ἔχειν τῶν νοητῶν· παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράττει. ἔνθεν οἵ τε βαφεῖς τὰ ὡς οἷόν τε ἀχρ.ωμάτιστα τῶν ἐρίων παρα- λαμβάνουσιν ὡς ἐπιτηδειότερα πρὸς ὃ χρῶμα βούλοιντο, καὶ ὕελος δὲ ὅταν ᾖ προκατειλημμένη τινὶ χρώματι, ἐμποδίζει τῇ διόδῳ τὰ λοιπά. δεῖ δὴ αὐτὸν ἀμιγῆ εἶναι, ὥσπερ Ἀναξαγόρας φησίν, ἵνα κρατῇ, καὶ οὐ μεμῖχθαι εὔλογον αὐτὸν λέγειν τῷ σώματι. εἰ γὰρ μέμικται, ἢ κατὰ κρᾶσιν ἐμμέμικται ἢ ὡς εἶδός ἐστι τοῦ σώματος, ὥσπερ τοῦ αἰσθητηρίου ἡ αἴσθησις καὶ τοῦ πεπτικοῦ ἡ πέψις. ἀλλ’ εἰ κατὰ κρᾶσιν, ποιός τις ἂν γίγνοιτο, ψυχρὸς ἢ θερμός· εἰ δὲ ὡς εἶδος, κἂν ὄργανόν τι εἴη αὐτῷ, ὥσπερ ἐκεῖ αἰσθήσει μὲν τὸ πνεῦμα ἢ τὸ αἰσθητήριον, πέψει δὲ τὰ οἰκεῖα. οὐδέτερον δὲ περὶ αὐτὸν θεωρεῖται. ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι, καὶ ἐν ταῖς νοητικαῖς αὐτοῦ ἐνεργείαις ὀργάνῳ τινὶ καὶ σωματικῷ οὐχ ὁρᾶται χρώμενος· ἔκαμνε γὰρ ἄν, εἰ τοῦτ’ ἦν. νυνὶ δὲ οὐχ ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ τοῦ νοητικοῦ· φανερὸν γὰρ ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως. ἡ μὲν γὰρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ, οἷον [*](3 ἀναλάμπει] ἀνάπτει Β 13 περὶ μέντοι — θειότατον (15) om. Β τοῦ νοητοῦ μορίου C 14 αὐτὸ] αὐτοῦ Α 15 ζητήσομεν AC καὶ (ante εἰ) om. C 17 τῆς ψυχῆς νοῦς AC 18 νοεῖν scripsi: νοεῖ libri 21 καὶ (ante πάθοι) om. A πάθη BC 32 ποῖος AC 36 καὶ om. AC)

125
ψόφου ἐκ τῶν μεγάλων ψόφων, καὶ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καὶ ὀσμῶν οὔτε ὁρᾶν οὔτε ὀσμᾶσθαι· ἀλλ’ ὁ νοῦς ὅταν νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ ᾇ μᾶλλον. τὸ μὲν γὰρ αἰσθητικὸν οὐκ ἄνευ σώματος· σῶμα γὰρ τὸ πνεῦμα, ὃ δὴ ὄχημα καὶ κοινὸν τῶν αἰσθήσεων ὄργανον· ὁ δὲ νοῦς χωριστός. καὶ ἡ μὲν αἴσθησις οὐκ ἐπιμένει τὰ εἴδη τῶν αἰσθητῶν ἔχουσα, ἀλλ’ εὐθὺς ἀποβάλλει· ὁ δὲ νοῦς ἐπιμένει. καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως κίνησίς τις θεωρεῖται καὶ παντελὴς ἑτερότης διὰ τὴν ἔξω ὕπαρξιν τῶν αἰσθητῶν· ἐπὶ δὲ τοῦ νοεῖν οὔτε ἄλλο πάντη τὸ νοητὸν οὔτ’ ἔξω, ἀλλ’ εἴσω, οὔτε σωματική τις γίνεται κίνησις, ἐπεὶ οὐδενὸς ὀργάνου δεῖ, ἀλλὰ κατὰ μόνην τὴν ὡς ὑφ’ ἑτέρου πλήρωσιν ἡ πάθη, καὶ ἀφ’ ἑαυτοῦ πως τὸ νοεῖν διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν καὶ τοιοῦτον, ὡς ἅμα μὲν ὁμοιότητα σῶζον πρὸς τὸ πάθος διὰ τὴν ὡς ἑτέρωθεν ἔνδοσιν, ἅμα δὲ ἕτερον ὂν τοῦ πάθους διὰ τὴν ἀφ’ ἑαυτοῦ τελείωσιν. ὅθεν καὶ ζητεῖ ἡ ψυχὴ ὡς μὴ ἔχουσα, καὶ εὑρίσκει τὰ πράγματα εἰς ἑαυτὴν βλέπουσα ὡς ἔχουσα.

Ἐπεὶ δὲ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει τὸ μὲν ὕλη ἐν ἑκάστῳ γένει τοῦτο [*](ΙΙΙ 5) δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ ποιητικὸν καὶ αἴτιον, οὕτω ποιεῖται πάντα, οἷον ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς· καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι. ὁ καὶ δυνάμει, ὁ δὲ τῷ πάντα ποιεῖν, ὁ ἐνεργείᾳ, ὡς ἕξις τις, οἷον τὸ φῶς. ἔοικε γὰρ ὁ μὲν δημιουργὸς νοῦς καὶ οὐσιοποιὸς τῷ ἡλίῳ, ὁ δὲ κατ’ ἐνέργειαν ἀνθρώπινος καὶ ἡμέτερος τῷ φωτί· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. καὶ οὗτος ὁ νοῦς ἀμιγής ἐστιν, ὡς εἴρηται, καὶ ἀπαθὴς τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ. ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης. τὸ δ’ αὐτό ἐστιν ἡ κατ᾿ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι· ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ. καὶ παραμένων μὲν σώματι ποιὲ μὲν νοεῖ, ποτὲ δὲ οὐ νοεῖ· χωρισθεὶς δέ ἐστι μόνον τοῦθ’ ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. ὡς δὲ τὸν δυνάμει νοῦν γίνεσθαι πάντα λέγοντες, καὶ λίθον καὶ οὐρανὸν καὶ ἄγγελον καὶ τὰ λοιπά, οὐ κατ’ οὐσίαν πάντως λέγομεν, ἀλλ’ ὡς τὰ εἴδη αὐτῶν δεχόμενον γνωστικῶς, οὕτω τοι ἀκούειν χρὴ καὶ τὸν ἐνεργείᾳ νοῦν πάντα ποιεῖν οὐχ ὅτι παράγει πάντων τὴν οὐσίαν τοῦτο γὰρ μόνου τοῦ δημιουργικοῦ), ἀλλ’ ὅτι τὸν δυνάμει νοῦν ποιεῖ πάντων δεκτικόν. πάντα δὲ ποιεῖ νοητὰ οὐχ ἁπλῶς εἰσὶ γάρ τινα καὶ καθ’ αὑτὰ τῇ φύσει νοητὰ ἅπερ εἰσὶ καὶ νοῖ), ἀλλ’ ὅσα μὴ φύσει ὄνια νοητά, τὰ ἔνυλα εὔη· τά τε γὰρ καθόλου ἀπὸ τῶν αἰσθητῶν καὶ μερικῶν συνηθροίσατο καὶ τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως.

καὶ εὖ δὴ οἱ [*](ΙΙΙ 4) λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν· πλὴν οὔτε ὅλη ἀλλ’ ἡ νοητικὴ μόνη, οὔτ’ ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη. καὶ οὗτος τόπος ὁ νοῦς εἰδῶν ὡς δεχόῳνος αὐτά, οὐ μέντοι τῷ ὑποκεῖσθαι αὐτοῖς καὶ αὐτὸς ἐκεῖνα γίνεσθαι, ἀλλ’ ὡς ἡ μήπω γεγραμμένη πινακὶς τὰ γράμματα. ὡς γὰρ ἐν ἐκείνῳ δυνάμει ἐστὶ πάντα τὰ δυνάμενα ἐν αὐτῷ γραφῆναι, ἐνεργείᾳ δὲ οὐδέν ἐστι πρὶν [*](6 ἀλλ’ εὐθὺς ἀποβάλλει om. Β 8 πάντη ἄλλο Α 9 μηδενὸς AC 10 πάθη] incertum Β πῶς Α 16 οὕτω ποιεῖται] τῷ ποιεῖν de Au. 430a. 12 20 δημιουργικὸς AC 23 ἐνέργεια Α 31 μόνον B 35 cf. de Au. 429 a 27)

126
γραφῇ, οὕτω τοι καὶ ὁ νοῦς οὐδέν ἐστιν ἐνεργείᾳ τῶν νοητῶν, πρὶν μάθοι ἢ εὕροι, ἀλλὰ δυνάμει πάντα. καὶ ὡς ἐκείνῳ οὐ φθειρομένου τοῦ προτέρου χάρτου τοῦ δυνάμει γίνεται τὸ ἐνεργείᾳ, καὶ ὁ νοῦς γινόμενος ἐνεργείᾳ τὰ νοητὰ οὐδὲν μεταβαλλει τῆς αὑτοῦ φύσεως· τότε δὲ καὶ ἑαυτὸν νοεῖ νοῶν ἐκεῖνα. ἔτι ὅταν ὁ δυνάμει νοῦς χρόνῳ καὶ διδασκαλίᾳ τῇ ἔξωθεν ἢ τῇ ἐντὸς καὶ παρ’ αὑτοῦ ζητήσει καὶ τριβῇ ἐγγυμνασάμενος γένηται τοιοῦτος οἷος ὁ ἐπιστάμενος, ὡς λοιπὸν μὴ δεῖσθαι διδασκαλίας ἀλλ’ αὐτὸς ἀφ’ αὑτοῦ προφέ- ρειν τὰ εἴδη, τότε γίνεται κατ’ ἐνέργειαν νοῦς. διαφέρει δὲ οὗτος τοῦ κατ’ ἐνέργειαν τοῦ πρώτου καὶ θείου ὅτι ἐκεῖνος ἀθρόως καὶ μιᾷ ἐνεργείᾳ πάντα νοεῖ ἀμεταβάτως, οὗτος δὲ καὶ ὅταν ἐνεργείᾳ γένηται, καθ’ ἓν ἕκαστον νοεῖ καὶ μεταβαίνει ἀφ’ ἑτέρου εἰς ἕτερον, ὑφ’ ἓν πλείονα νοῆσαι μὴ δυνάμενος. καὶ ἐκεῖνος μὲν οὐ γίνεται ἀλλ’ ἔστιν ἐνεργείᾳ, ἄνευ δυνάμεως ἑστῶσαν ἔχων τὴν νῶσιν καὶ ἀεὶ ὡσαύτως καὶ τὴν οὐσίαν ἀμετάβλητον καὶ τὴν ἐνέργειαν κατὰ τὴν οὐσίαν· οὗτος δὲ καὶ ὅταν ἐνεργείᾳ γένηται, οὐκ ἀθρόον ἀλλὰ καθ’ ἕκαστον νοητὸν καὶ νοεῖ καὶ προχειρίζεται. ἔστι γὰρ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ νοητά, ὥσπερ ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τὰ ἐπιστητά πως καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὰ αἰσθητά. ἐπεὶ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα (ἁπλᾶ μὲν τὰ ἄυλα, οἷον ἄγγελος, ψυχή, νοῦς, σύνθετα δὲ ἐξ ὕλης καὶ εἴδους, οἷον πῦρ, ὕδωρ), καὶ ἐν τοῖς συνθέτοις ἄλλο μὲν τὸ εἶδος ἄλλο δὲ τὸ συναμφότερον, οἷον ἄλλο μέν ἐστιν αὐτὸ τὸ πῦρ, λέγω δὴ τὸ σύνθετον, ἄλλο δέ ἐστιν αὐτὸ τὸ πυρὶ εἶναι, γινώσκομεν δὲ ἄμφω, πότερον τῷ αὐτῷ μορίῳ τῆς ψυχῆς τὸ ἀπλοῦν καὶ τὸ σύνθετον γινώσκομεν, ἢ ἑτέρῳ καὶ ἑτέρω; ἢ τῷ αὐτῷ, ἄλλως δὲ καὶ ἄλλως ἔχοντι κατὰ τὴν σχέσιν; λέ- γομεν δὴ ὅτι τῷ αὐτῷ. ἑτέρως δὴ καὶ ἑτέρως ἔχοντι. οὕτω γὰρ ἔχει ὁ νοῦς πρὸς ἑαυτὸν ἐν τῷ νοεῖν ἑκάτερον, ὡς ἔχει ἡ κεκλασμένη εὐθεῖα πρὸς τὴν ἄκλαστον. τῷ γὰρ μὴ καθ’ αὑτὸν ἁπλῇ ἐπιβολῇ γινώσκειν τὸ σύνθετον, ἀλλὰ δεῖσθαι φαντασίας καὶ αἰσθήσεως, καὶ οἱονεὶ διπλόην ἔχειν τινὰ καὶ ἔπι * * τῇ κελλασμένῃ εἰκάζεται. οἱονεὶ γὰρ πρῶτον ἔξω ἐκτείνεται ἐπὶ τὴν φαντασίαν, εἶτα ἐπιστρέφει εἰς ἑαυτὸν καὶ πρὸς τοὺς ἐν αὐτῷ καθόλου λόγους ἐκ τῶν μερικῶν ἀνατρέχει· οἰκεία γὰρ αὐτῷ καὶ κατὰ φύσιν ἐνέργεια ἡ τῶν νοητῶν ἀντίληψις. ὅταν μέντοι περὶ αὐτῶν τῶν εἰδῶν σκοπῇ, μὴ προσχρώμενος αἰσθήσει ἀλλὰ τοὺς ἐν αὐτῷ μόνον λόγους κινῶν, οἷον τίς θερμότητος λόγος ἢ ἀνθρωπότητος καὶ ἔτι ψυχῆς ἢ ἀγγέλου, τότε τὴν ἄκλαστον εὐθεῖαν μιμεῖται. εἷς δὲ καὶ ὁ αὐτὸς ὁ τὰ σύνθετα καὶ τὰ ἀπλᾶ γινώσκων. ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν μαθηματικῶν, ἅπερ καὶ ἐξ ἀφαιρέσεως λέγονται. καὶ γὰρ ἐν τούτοις καὶ τῆς ὕλης ἀφαιρουμένης ἡ διπλόη ἐπιμένει πάλιν. ἄλλο γάρ ἐστι τὸ εὐθὺ καὶ τὸ εὐθεῖ εἶναι· ἔστι γὰρ ὑποκείμενόν τι ἐν τούτοις καὶ οἷον ὕλη τὸ συνεχές, εἶδος δὲ ἡ εὐθύτης καὶ ἡ καμπυλότης αὐτή. ὅταν μέντοι [*](2 ὡς ἐν ἐκείνω Α 3 τῶ δυνάμει C 4. 6 αὑτοῦ scripsi: αὐτοῦ libri 9 τοῦ] καὶ AC 12 ante ἄνευ add. καὶ AC 21 αὐτῶ AC 22 τό τε ἀπλοῦν AC 25 ἡ orn. C 27 ἴσχειν Α 28 ἐπὶ C: ἐπ Β: del. Α: ἐπικαμπὴν vel ἐπίκαμψιν (cf. Philoponus: ἐπικαμπτόμενος πρὸς τὴν αἴσθησιν) 29 ὑποστρέφει Α 32 προχρώμενος C τίς scripsi: τις libri 33 ἄγγελος Β 37 εὐθεῖ] εὐθὺ AC 38 ὁ μέντοι C)
127
κύκλον νοῇ ὁ νοῦς ἢ τὸ καμπύλον, τοῦτο δέ ἐστι τὸ σύνθετον, ἀναλόγως τῇ κεκλασμένῃ εὐθείᾳ νοεῖ· ὅταν δὲ αὐτὰ μόνα ψιλὰ τὰ εἴδη νοῇ, καμπυλότητα εὐθύτητα, τότε μὴ προσχρώμενος αἰσθήσει τῇ ἀκλάστῳ εὐθείᾳ ἔοικεν. ἔτι ὥσπερ ἐπὶ τοῦ σιμοῦ ὡς μὲν σιμότης ἐν ῥινὶ ἔχει τὸ εἶναι, οὗ καὶ νοουμένη ἀχώριστος ἔστι γὰρ σιμότης κοιλότης ἐν ῥινί), ὡς δὲ κοιλότης κεχωρισμένη καὶ οὐδὲν <δεῖ> τῷ νῷ προσεπινοεῖν τὸ ὑποκείμενον, ὅταν ὡς αὐτὴν νοῇ, χωρίσαντι αὐτὴν καθ’ αὑτήν, κατὰ τὰ αὐτὰ καὶ ὁ μαθηματικὸς αὐτῶν τῶν εἰδῶν τοὺς ὁρισμοὺς ἄνευ τοῦ ὑποκειμένου ποιεῖται, οἷον τί ἐστι κύκλος, τί τρίγωνον, τί εὐθὺ καὶ τὰ λοιπά. ἐν ἀφαιρέσει δὲ λέγονται ὡς ἀχώριστα μὲν τῆς ὕλης καθ’ ὕπαρξιν, τῷ νῷ δὲ χωρισθέντα καὶ οἷον ἀφαιρεθέντα τοῦ ὑποκειμένου.

Ὲἔτι νοεῖ ὁ νοῦς καὶ τὰ ἁπλᾶ πράγματα, νοεῖ καὶ τὰ σύνθετα. ἄλλως [*](ΙΙΙ 6) δὲ ἐνταῦθα ἁπλοῦν καὶ σύνθετον λέγομεν ἢ πρότερον, ὡς ἐκεῖ μὲν τὸ ὑλικὸν πρὸς τὸ ἄυλον διαστέλλοντες ἐχρώμεθα τοῖς ὀνόμασιν, ἄμφω δὲ νῦν ἐπὶ τῶν νοητῶν καὶ τὴν ἁπλότητα καὶ τὴν σύνθεσιν τίθεμεν, ἁπλᾶ μὲν τοὺς ὅρους, σύνθετα δὲ τὰς προτάσεις κατονομάζοντες. εἴτε οὖν ἁπλᾶ εἴτε σύνθετα τὰ νοούμενα, κτὰ τοῦτο νοεῖ ὁ νοῦς αὐτά, καθὸ ἕν τι ἁπλοῦν καὶ ἀδιαίρετον ἔχουσιν. ἔστι δὲ τὸ ἀδιαίρετον πενταχῶς· ἢ τὸ ἐν τοῖς ὅροις· ἀδιαίρετοι γὰρ ἐν προτάσεσιν οὗτοι, εἰς φωνὰς ἁπλουστέρας μὴ μεριζόμενοι, οἷον ἄνθρωπος, ἵππος, σύμμετρον, ἀσύμμετρον. λέγεται πάλιν ἀδιαίρετον καὶ τὸ συνεχὲς ὡς ἐνεργείᾳ ἔχον τὴν ἕνωσιν, δυνάμει δὲ τὴν διαίρεσιν, οἷα τὰ μεγέθη, χρόνος, τόπος καὶ τὰ αἰσθητὰ καὶ κατὰ μέρος σώματα. ἀδιαίρετον καὶ τὸ εἶδος τό τε ἐπὶ τῆς μορφῆς καὶ τὸ ἐπὶ τῆς οὐσίας· ἥ τε γὰρ ἑκάστου οὐσία ἕν διαιρε- θεῖσα γὰρ φθείρει τὸ ὅλον) ἥ τε μορφὴ ὁμοίως. ἀδιαίρετον καὶ τὸ σημεῖον καὶ τὸ νῦν ὡς μὴ ἔχοντα ἔκτασιν. καὶ πέμπτον πρὸς τούτοις τὸ ὄντως ἀδιαίρετον, λέγω δὴ τὰ νοητὰ καὶ θεῖα εἴδη, ἐν οἷς οὐδαμῶς τὸ δυνάμει. ἕκαστον οὖν τῶν νοητῶν κατὰ τὸ ἀδιαίρετον τὸ ἐν αὐτῷ ὁ νοῦς νοεῖ, οἷον τοὺς ὅρους καθὸ ἁπλοῖ· ὅθεν καὶ οὐ τὸ μὲν αὐτῶν ἐν τῷδε χρόνῳ τὸ δὲ ἐν τῷδε νοήσει, ἀλλ’ ἅμα καὶ ἀθρόως. καὶ τὰς προτάσεις δὲ οὐ καθὸ σύνθετοι, ἀλλὰ καθὸ ἕν τι σημαίνουσι νοεῖ· οὐ γὰρ ἄνθρωπον καὶ λευκὸν ἀνὰ μέρος, ἀλλ’ ἓν τὸ ἅπαν λευκὸν ἄνθρωπον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. πάλιν τὰ συνεχῆ οὐ καθὸ δύναται διαιρεθῆναι νοεῖ, ἀλλὰ καθό εἰσιν ἐνεργείᾳ ἀδιαίρετα· οἷον ἐὰν νοήσω τὸν Τρωικὸν πόλεμον ὅτι ἐν τοσῷδε χρόνῳ ἐγένετο, οὐ νοῶ αὐτὸν ἀνὰ μέρος ὡς διῃρημένον καὶ συγκείμενον ἐκ πολλῶν, ἀλλ’ ὡς ἕνα τινὰ καὶ συνεχῆ. καὶ τὴν γραμμὴν μέντοι οὐ καθὸ δύναται διαιρεῖσθαι εἰς μέρη ἢ ὅτι σύγκειται ἐκ τοσῶνδε μερῶν, οὕτω νοῶ, ἀλλὰ καθὸ μία τις καὶ συνεχής· εἰ γὰρ κατὰ μέρη, οὐχ ὡς μίαν νοῶ ἀλλ’ ὡς πλείους· καὶ ἕκαστον μόριον μίαν πάλιν γραμμὴν καὶ ἀδιαίρετον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. οὕτω καὶ τὴν μορφὴν τοῦ ἀνδριάντος, οὕτω καὶ τὸ ὅλον. τὴν δὲ στιγμὴν καὶ τὸ νῦν, ἀδιαίρετα [*](1 ἡ] ἡ B: ἧ C 2 νοῇ] νοεῖ C καμπυλότητος Α1 δεῖ addidi 9 δὲ om. C 16 τὰ om. B 17 αὐτὰ om. A 18 ἀδιαίρετον γὰρ AC 21 μεγέθη] μεγέθει Α1Β 23 τὸ om. Α 29 σύνθετον AC 33. 36 νοῶ] νοῦν Β)

128
ὄντα καὶ μὴ ἔχοντα ὕπαρξιν, ἀδιαιρέτως τε νοήσει καὶ τῇ ἀποφάσει τοῦ συνεχοῦς. καὶ τἄλλα δὲ τὰ μὴ ἔχοντα προηγουμένην ὕπαρξιν τῇ ἀποφάσει τῶν ἀντικειμένων αὐτῶν γινώσκομεν εἰδῶν, τὸ κακὸν τῇ ἀφαιρέσει τοῦ ἀγαθοῦ καὶ τὸ διεστραμμένον τῇ τοῦ εὐθέος· εἰ γὰρ καὶ καταφατικῶς προήχθησαν τοῖς ὀνόμασιν, ἀλλ’ οὐδὲν ἧττον στερητικὰ τυγχάνει τῷ πράγματι. τὰ δὲ ὄντως ἀδιαίρετα, τὰ νοητὰ λέγω εἴδη, τῇ καλουμένῃ ἁπλῆ ἐπιβολῇ. ἔτι ὅταν ἐν τῷ νοεῖν ὁ νοῦς ὡς ὄντα καὶ ἐνεστῶτα συντίθησιν, οὐδὲν ἐνθάδε περὶ τοῦ χρόνου προσεννοεῖ· ὅταν δὲ περὶ γεγονότος ἢ μέλλοντος, τότε καὶ χρόνον ἐξ ἀνάγκης προσεννοεῖ. καὶ πρὸς τούτοις ἐπειδὴ τῶν πραγμάτων τὰ μέν ἐστιν ἀεὶ ὡσαύτως ἔχοντα, τὰ δὲ ἄλλοτε ἄλλως, ὅσα καὶ γένεσιν ἐπιδέχεται καὶ φθοράν, ἐπὶ μὲν τῶν ἀεὶ ὡσαύτως ἐχόντων συντιθεὶς τοὺς ὅρους οὐδὲν δεῖ προσεννοεῖν τὸν χρόνον, οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ· οὐ γὰρ νῦν μὲν οὕτως, ἄλλοτε δὲ ἄλλως· ὅτι δὲ Σωκράτης ἐν Λυκείῳ διέτριβε τὸ μὲν χθὲς εἰπεῖν ψεῦδος, τὸ δὲ πάλαι ἀληθές. ἔτι νοεῖ ὁ νοῦς τὰ πράγματα τὰ μὲν ὑπὲρ αὐτὸν εἰκονικῶς, τὰ δὲ μετ’ αὐτὸν παραδειγματικῶς· ἐπεὶ γὰρ οἱ λόγοι τῶν πραγμάτων ἔνεισιν ἐν τῇ ψυχῇ δυνάμει, ὅταν ἐνεργείᾳ προάγωνται, γίνονται ἐνεργείᾳ ὅπερ ἐκεῖνα εἰκονικῶς ἢ παραδειγματικῶς, ὡς ἂν εἴποιμεν γενέσθαι τὴν εἰκόνα Σωκράτους Σωκράτην ἢ τοὺς ἐν τῷ οἰκοδόμῳ λόγους ὅπερ οἰκίαν. ἔτι πᾶς νοῦς ᾗ νοῦς ἀεὶ ἀληθὴς καὶ ἀναμάρτητος καὶ ἄπταιστος· ἢ γὰρ ἥψατο τοῦ πράγματος, φησί τις τῶν παλαιῶν, ἢ οὔ· εἰ μὲν οὖν ἅψαιτο, καὶ ἀντελάβετο αὐτοῦ, εἰ δὲ μὴ ἅψαιτο, οὐδὲ ἔννοιαν αὐτοῦ ἔχει, ὥστε οὐ ψεύσεται. εἰκάζει δὲ τὴν ἐν τοῖς ἁπλοῖς ἀλήθειαν τῇ αἰσθητῇ τῶν εἰδῶν. ὡς γὰρ ἡ ὄψις ἀληθεύει ἐν τῇ τῶν χρωμάτων ἀντιλήψει οὐ συντιθεῖσα τῷ χρώματι τὸ κεχρωσμένον καὶ ὑποκείμενον (οὐ γὰρ ὄψεως τοῦτο ἀλλ’ καὶ δόξης· ἱκανὸν γὰρ τῇ ὄψει πρὸς ἀλήθειαν τὸ λαβεῖν τὸ εἶδος τοῦ ὁρατοῦ, ὁποῖόν ἐστιν), οὕτω καὶ ὁ νοῦς ἀληθεύει κατὰ τὴν εἰδῶν τῶν ἁπλῶν νόησιν. ᾗ μὲν γὰρ ἑκάτερον ἀληθεύει τῇ θίξει τοῦ ὑποκειμένου γνωστοῦ, ταύτῃ αὐτοῖς ἡ ὁμοιότης ἐστίν· ᾗ δὲ ἡ μὲν αἴσθησις χειρόνως ἢ κατὰ συλλογισμόν, ὁ δὲ νοῦς κρειττόνως, ταύτῃ ἀνόμοια. ἡ γοῦν τοιαύτη τοῦ νοῦ ἐνέργεια ἡ περὶ τὰ χωριστὰ εἴδη μάλιστ’ ἄν καὶ κυριώτατα ἀλήθεια εἴη , καὶ μόνοις παραγίνεται τοῖς εἰς ἄκρον εὐζωίας καὶ ἐπιστήμης ἐληλακόσι, καὶ τούτοις ὀλιγάκις. διὸ περὶ ταύτης ὁ αὐτός φησιν ὅτι ὅστις ἐνήργησεν, οὕτως οἶδεν, ὃ λέγω.

[*](ΙΙΙ 7)

Ωσπερ δὲ τὸ αὐτό ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι, ἡ δὲ κατὰ δύναμιν χρόνῳ πρότερον ἐν τῷ ἑνὶ τῷ νῦν, ὅλως δὲ οὐδὲ χρόνῳ (ἔστι γὰρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα), οὕτως καὶ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τοῖς νοητοῖς ἢ τῷ τὸ εἶδος αὐτῶν δέχεσθαι ἢ τῷ πάντως καὶ αὐτὸς νοητὸς εἶναι· καὶ ἐν μὲν τῷ αὐτῷ καὶ ἑνὶ ἀνθρώπῳ πρότερόν ἐστιν [*](1 τε νοήσει] αὖ νοοῦμεν Α2 4 εὐθέα C καὶ om. Α 11 δεῖ] δεῖται Α 20 φησί τις τῶν παλαιῶν] Plotin. Enn. V, 3, 17, cf. Simpl. de Au. p. 261, 23 20. 21 ὄψοιτο Α1ΒC 23 συντεθεῖσα Β 24 κεχωρισμένον A1B 31 καὶ—ὀλιγάκις repetit C 33 δὲ (post ὥσπερ) om. Α1 34 προτέρα Α ἑνὶ om. AC τῷ (aute νῦν) om. B 35 οὕτως] οὗτος Α1ΒC 37 αὐτὸς νοητὸς scripsi: αὐτὸν νοητὸν libri πρότερος AC)

129
ὁ δυνάμει νοῦς τῷ χρόνῳ τοῦ κατ’ ἐνέργειαν· εἰ μέντοι πρὸς τὸ πᾶν ἀπίδοις, οὐδὲ χρόνῳ. ἔστι γὰρ καὶ ὁ κατ’ ἐνέργειαν καὶ πρῶτος καὶ ὁ διδασκαλικός, ὑφ’ ὧν ὁ δυνάμει τελειοῦται. καὶ ὁ ἐνεργῶν μὲν ἁπλαῖς ἐπιβολαῖς γινώσκει τὰς ἁπλᾶς οὐσίας, δυνάμει ὅ ὢν καὶ ἀγόμενος εἰς τελείωσιν μετὰ συνθέσεως ποιεῖται τὴν πρόοδον, καὶ διάνοια τοῦτο ἢ δόξα κατονομάζεται.

(Οἰκείως δ’ ἄν ἐν τούτοις καί τινα τῶν Πυθαγορείων προσιστορήσαιμι· διαιροῦντες γὰρ τὰ ὄντα πρὸς τὰ τῆς ψυχῆς κριτήρια καὶ συμβιβάζοντες πρὸς ἄλληλα, οὕτω φασὶ τῶν ὄντων τὰ μὲν νοητὰ τὰ δὲ αἰσθητά. καὶ τῶν νοη- τῶν τὰ μὲν ἰδίως νοητὰ καλεῖται καὶ ἐπιστητά, τὰ δὲ διανοητά. καὶ πρῶτα μέν ἐστι τὰ νοητά, δεύτερα δὲ καὶ ὑποδεέστερα τὰ διανοητά. τῶν δ’ αὖ αἰσθη- τῶν τὰ μὲν ἰδίως αἰσθητά, ἃ καὶ δοξαστά, τὰ δὲ εἰκαστά. δοξαστὰ μὲν καὶ ἰδίως αἰσθητὰ τὰ κατὰ μέρος σώματα, οἷον λίθοι, ξύλα, τὰ τέτταρα στοιχεῖα. ταῦτα δέ ἐστιν ἐν αἰσθητοῖς πρῶτα, μεθ’ ἃ ἀσθενῆ ἄλλα καὶ οὐχ ὅμοια, ἐπη- κολουθηκότα δὲ τοῖς πρώτοις. ἔστι δὲ ταῦτα αἱ σκιαί· καὶ γὰρ αἱ σκιαὶ πορακολουθήματα τῶν σωμάτων, καὶ εἰ μὴ ἔχοιεν ἄλλο τι ὑποβεβλημένον σῶμα, οὐκ ἄν φανεῖεν. εἴδωλα οὖν αἱ σκιαὶ καὶ τὰ ἐν ὕδασι καὶ κατόπτροις ἐν ἄλλοις καὶ οὐ καθ’ αὑτὰ ὄντα οὐδὲ ἄλλων δίχα φαινόμενα, ἀλλὰ εἰς ἄλλα σώματα πεπτωκότα, ὧν ὑποσπασθέντων οὐ φαίνεται. διὸ αἰσθητὰ μέν ἐστιν ἐν] τῷ γένει, ὅτι ὑπὸ αἴσθησιν πίπτει, εἰκαστὰ δὲ μᾶλλον καὶ πιστευτὰ ἢ ὑποστατά, κατὰ πίστιν λεγόμενα τὴν μὴ ἐπὶ τῶν ἀποδεικτικῶν, ἄλλως δὲ εἰς παραδοχὴν παραλαμβανομένων ἀπὸ τῆς τῶν προφερόντων πίστεως. καὶ γὰρ τὰ τῶν σκιῶν οὐκ ἀφ’ ἑαυτῶν ἔχει τὸ ἀντιληπτικόν, ἀπὸ δὲ τῶν σωμάτων, εἰς ἃ πέπτωκε καὶ ἐν οἷς ἀναπαυόμενα φαίνεται. ἔχει οὖν τὸ ἀβέβαιον ἡ τοιαύτη πίστις· καὶ γὰρ ταῦτα εἰ ἀποσταίη τοῦ κατόπτρου ἢ ὕδατος ἢ ἐδ·άφους, οὐδὲν ἄν εἴη τὸ σύνολον. ὥστε καὶ τῶν σωμάτων δοξαστῶν ὄντων καὶ τὸ εἶναι ἐν τῷ δοκεῖν κεκτημένων αἱ σκιαὶ ἔτι μᾶλλον ὑποβεβήκασι τῷ μὴ ἔχειν ἐξ αὐτῶν τὸ στερέμνιον ἀλλ’ ἐπερείδεσθαι ἐπ’ ἄλλου. τούτοις δὴ ἔοικε καὶ τὰ διανοητά, λόγον ἔχοντα πρὸς τὰ ἐπιστητὰ καὶ νοητά, ὃν τὰ εἰκαστὰ πρὸς τὰ αἰσθητά τε καὶ δοξαστά. τάς τε γὰρ ἰδέας οἱονεὶ κατ’ ἐπαφὴν ἔχει ὁ νοῦς τὰς ὄντως ὄντα οὔσας, τὰ δὲ διανοητά, ἅπερ ἐστὶ τὰ γεωμετρικά, ὑπὸ τῆς διανοίας βλέπεται, οὐκέτι τῆς διανοίας αὐτῆς κατ’ εὐθὺ καὶ οἷον κατ’ ἐπιβολὴν πελαζούσης, ἀλλὰ διὰ λόγου μᾶλλον τῆς ἐπ’ αὐτὰ γινομένης πελάσεως καὶ οἷον ἀπὸ τῶν ἰδεῶν κατιόντων ὡς ἐπὶ εἰκάσματα ἐκείνων καὶ εἴδωλα νοητά· τά τε εἰκαστὰ καὶ ἐν ταῖς σκιαῖς ὑποβέβηκε παρὰ τὰ αἰσθητά, τῷ ἐκεῖνα μὲν καθ’ αὑτὰ ὑποπίπτειν τῇ αἰσθήσει κατ’ εὐθυωρίαν, τὰ δὲ ἐν ἄλλῳ καὶ ἐπ’ ἄλλῳ καὶ δι’ ἄλλο θεωρεῖσθαι. οὐ γὰρ καθ’ αὑτὴν ἡ σκιά, ἀλλ’ ἢ ἐν τῷ ἐδάφει αἰσθητῷ ὄντι καθ’ αὑτὸ ἢ ἐν τῷ κατόπτρῳ ἢ ἐν τοῖς ὕδασιν, ἅπερ ἦν καθ’ ἑαυτὰ αἰσθητά. οὕτω καὶ τὰ μαθηματικὰ ὥσπερ ἐν ταῖς ἰδέαις ἔοικε φαντάζεσθαι καὶ ἐπ’ ἐκείναις ἔχειν τὸ ἐπέρεισμα· οὐ γὰρ δὴ ἀπὸ τῶν [*](2 καὶ (post γὰρ) om. Α 3 ὁ (ante ἐνεργῶν) om. Α ἐνεργειῶν Β 6 proxima excerpta sunt ex lamblicho (Anecdota Gr. ed. Villoison II, 197 sqq.) 16 ὕδασι Α Iambl. cf. V. 37: ὕδατι BC 19 ἐν delevi: om. Iambl. 22 τὰ om. Α1 26 τὸ μὴ AC 21 ἄλλου AC Iambl.: ἄλλων Β 30 τὰς] τὰ Iambl. 31 αὐτοῖς Iambl. 32 αὐτὰ Iambl.: αὐτὴν libri 38 αἰσθητά A Iambl.: καὶ αἰσθητά BC Comment. Aristot. XXIII. 1. Sophon. de Anima. 9)

130
αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπινοεῖσθαι ταῦτα, ἀλλ’ ὑποβάντα ἀπὸ τῶν ἰδεῶν τὸ εἰδωλικὸν ἔχειν ἀπ’ ἐκείνων, τῷ προσειληφέναι καὶ μέγεθος καὶ ἐν διαστάσει φαντάζεσθαι. ὅπερ γὰρ ἐν τοῖς τῶν αἰσθητῶν εἰδώλοις τὸ ἀμενηνὸν καὶ καθ’ αὑτὸ ἀνετέρειστον, τοῦτο ἐν τοῖς νοητοῖς τὸ ἔνογκον καὶ διαστατόν· ἀλλ’ ἐπεὶ καὶ τοῦτο σπεύδει πρὸς τὸ ἄογκον καὶ ἀμερές, ἐπαναπαύεσθαι ἔοικεν ἐν τῇ τῶν ἰδεῶν ἀμερείᾳ, ὡς αἱ σκιαὶ ἐν τῇ τῶν αἰσθητῶν ἀντιτυπίᾳ. ὥσπερ τοίνυν τὰ διανοητὰ τῶν νοητῶν κεχώισται, οὕτω καὶ ἡ διάνοια τῆς νοήσεως. διόπερ καὶ Βροτῖνος ἐν τῷ Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ’ ἀλλήλων τάδε λέγει “ ἁ δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι, καὶ τὸ διανοατὸν τῶ νοατῶ ὁ μὲν γὰρ νόος ἐστὶ τό τε ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον” τοιοῦτον δέ ἐστι τὸ εἶδος· καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρῶτόν ἐστι τῶν ἄλλων), “ἁ δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον νοέον· ἐπιστάμαν γὰρ καὶ λόγον τὸ προσείληφε. παραπλησίως δὲ καὶ τὰ διανοατά· ταῦτα δ’ ἐντὶ τὰ ἐπιστάτα καὶ τὰ ἀποδεικτὰ καὶ τὰ καθόλω τὰ ὑπὸ 70) νόω διὰ τῶ λόγω καταλαμβανόμεωα” . ἐν δὴ τούτοις μεῖζον μὲν λέγει τὴν διάνοιαν καὶ τὸ διανοητὸν νοῦ καὶ νοητοῦ, οὐ τῇ δυνάμει ἀλλὰ τῷ πλήθει· ἐναντίως δὲ ἔχει ταῦτα πρὸς ἄλληλα. ἀφορίζεται δὲ αὐτὰ ἀπ’ ἀλλήλων οὐ τούτοις μόνον, ἀλλὰ καὶ τῷ τὰ μὲν ἀπλᾶ εἶναι καὶ ἀσύνθετα, τὰ δὲ πολυειδῆ καὶ σύνθετα· καὶ διότι τὰ μὲν πρώτως νοεῖ καὶ νοεῖται, τὰ δὲ δευτέρως καὶ παρ’ ἐκείνων λαμβάνοντα τὴν ἐνέργειαν τούτων. καὶ τὰ μὲν ἐν εἴδεσιν ἕστηκε, τὰ δὲ ἐν λόγοις πολλαπλοῖς ποιεῖται τὴν ἐνέργειαν· καὶ τὰ μέν ἐστιν ἀμέριστα, τὰ δὲ μεριστά· καὶ τὰ μὲν κρείττω ἀποδεικτικοῦ συλλο- γισμοῦ, τὰ δὲ συλλογίζεταί τι περὶ τῶν ὄντωω· καὶ τὰ μὲν αὐτά ἐστι τὰ ὄντα, τὰ δὲ ἐν τοῖς καθόλου περιείληφε καὶ συνεμφαίνει τὰ καθ’ ἕκαστον· καὶ τὰ μὲν ἀύλοις καὶ καθαραῖς ἐνεργείαις χρῆται, τὰ δὲ συμμεμιγμένην ἔχει τὴν νόησιν· τῷ γὰρ νῷ διὰ τοῦ λόγου καταλαμβάνει τὰ οἰκεῖα γνωστά, ἢ τῷ νῷ μετὰ λόγου. συμβαίνει δὴ οὖν ἐκ τούτων τά τε κρινόμενα πράγματα καὶ τὰ κριτήρια αὐτῶν διεστηκέναι ἀπ’ ἀλλήλων, ὡς τὰ μὲν διανοητὰ τῶν νοητῶν διαφέρειν, τὴν δὲ διάνοιαν τοῦ νοῦ. ὡς τέσσαρες μέν εἰσι διαφοραὶ τῶν ὄντων, τέσσαρες δὲ τῆς· κρίσεως ἀρχαί, καὶ ὡς ὁ λόγος μέσως ἔχων ἐφάπτεται τῶν δύο ἄκρων, νοητῶν τε καὶ αἰσθητῶν, ἐν τέλους τάξει πρὸς τὸν νοῦν καὶ τὴν αἴσθησιν καθιστάμενος, ὡς ἀρχὰς οὔσας ἑαυτοῦ, καὶ ὑπ’ αὐτῶν ἀποτελούμενος. τεσσάρων δὴ οὐσῶν τῶν κρινουσῶν δυνάμεων τάξις τις αὐτῶν θεωρεῖται καὶ αἱ ἐνέργειαι διῃρημέναι τυγχάνουσιν· ἐπὶ μὲν τῷ ἀκροτάτῳ νόησις, ἐπὶ δὲ τῷ δευτέρῳ διάνοια, ἐπὶ δὲ τῷ τρίτῳ πίστις, εἰκασία δὲ ἐπὶ τῷ τετάρτῳ. καὶ ὑπὸ νόησιν μὲν διαλεκτικὴ τάττεται· ταύτῃ γὰρ ὁ νοῦς τὰ ὄντα καὶ τὰ εἴση τὰ ἀνυπόθετα θεωρεῖ, καὶ λόγον ἔχει περὶ πάντων δοῦναι αἰσθητῷ τε [*](4 ἀνεπείρειστον Α: ἀνεπέραστον Β 6 ἀμερία C 8 Βροτῖνος] πλοτῖνος B1: Βροντίνος Iambl. 9 ἁ δὲ Iambl.: ἅδε Α: ἃ δὲ C: ὧ δὲ Β διανοητὸν Β νοητῷ Β 10 πρῶτον Β νοέων C 12 ἁ Iambl.: ἡ libri 13 ἐπιστάμαν Iambl.: ἐπιστήμην libii τὸ] τὸν Iambl. 14 διανοατἀ Iambl.: διανοητά libri ἐπιστητὰ ΑΒ καθόλου Β τὰ om. Β 15 τοῦ νοοῦ Β 16 λέγει] λέγης C1 18 μόνον Α Iambl.: μόνοις BC τὸ δὲ C 21 πολλαπλῆν Iambl. 22 κρείττωνα Α 24 συνεμφαίνει Α Iambl.: συμφαίνει BC 29 ὡς] ὥστε AC 32 ὑποτελούμενος Β 36 διαλεκτικὸς C)
131
οὐδενὶ προσχρῆται, ἀλλὰ τοῖς νοητοῖς εἴδεσιν. διαλεκτικὴν δὲ λέγομεν οὐ τὴν περιάγουσαν τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν, ἀλλὰ τὴν ἐπισκοποῦσαν τὰ ὄντα ἡ ὄντα, τὴν ἀνυπόθετον φιλοσοφίαν, ἣν μετὰ τὰ φυσικὰ καὶ θεολογίαν προσωνομάσαμεν. διανοίᾳ δὲ σύστοιχος ἡ μαθηματικὴ καὶ ἡ φυσική, ἡ μὲν οὖσα περὶ τὰ πάθη καὶ εἴδη τοῦ ποσοῦ, ἡ δὲ περὶ τοὺς καθόλου λόγους τῶν σωμάτων τῶν αἰσθητῶν καὶ τῶν τούτοις ἑπομένων ᾗ σώμασι. ταῦτα ἀληθῆ μὲν καὶ γενναῖα καὶ τοῖς ἡμετέροις συνᾴδοντα πλὴν τὰ περὶ τῶν μαθηματι- κῶν· οὐ γὰρ ὥσπερ ἡμεῖς ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν τίθενται. ἴδωμεν δὲ καὶ ἃ τούτων ἑξῆς φασι, καὶ ἧστινος οὐσίας τὴν λογικὴν ψυχὴν τίθενται· τῆς γὰρ μέσης ἀποφανοῦνται καὶ μαθηματικῆς. ἀναφέρομεν οὖν, φασί, καὶ τὰ περὶ τῆς ψυχῆς ἐν τοῖς μαθηματικοῖς. καὶ ἓν μὲν γένος τῶν ἐν τοῖς μαθήμασιν ὄντων οὐκ ἄν τις αὐτὴν εὐλόγως θείη κατὰ τὴν τοιαύτην ἐπι- βολὴν τῆς θεωρίας· μεριστὴ γὰρ ἄν οὕτω γένοιτο ἡ περὶ τῆς μαθηματικῆς οὐσίας γνῶσις. διόπερ οὔτε ἰδέαν τοῦ πάντη διαστατοῦ οὔτε ἀριθμὸν αὐτὸ· κινητὸν οὔτε ἁρμονίαν ἐν λόγοις ὑφεστῶσαν οὔτε ἄλλο οὐδὲν τοιοῦτον κατ’ ἰδίαν ἀφοριστέον περὶ αὐτῆς· κοινῇ δὲ συμπλέκειν πάντα ἄξιον, ὡς τῆς ψυχῆς καὶ ἰδέας οὔσης ἀριθμοῦ καὶ κατ’ ἀριθμοὺς ἁρμονίαν περιέχοντας ὑφεστώσης· πάσας τε συμμετρίας κοινῶς, ὅσαι ποτέ εἰσιν ὑπὸ τὴν μαθηματικήν, ὑπὸ ταύτην ὑποτακτέον, τάς τε ἀναλογίας ὅλας ὑπ’ αὐτὴν θετέον. διὰ δὴ τοῦτο γεωμετρικῇ τε ὁμοῦ καὶ ἀριθμητικῇ καὶ ἁρμονικῇ ἀναλογίᾳ συνυπάρχει. ὅθεν δὴ καὶ λόγοις τοῖς κατ’ ἀναλογίαν ἡ αὐτή ἐστι, ταῖς τε ἀρχαῖς τῶν ὄντων ἔχει τινὰ συγγένειαν καὶ πάντων ἐφάπτεται τῶν ὄντων καὶ πρὸς πάντα ὁμοιοῦσθαι δύναται. αἰτίαι μὲν οὖν εἰσι τοιαῦτα. τῆς τοιαύτης ὑπολήψεως· πρὸς δὲ τὴν θεωρίαν ἀφορμαὶ ἄν γένοιντο τὴν μαθηματικὴν ὁμοῦ καὶ τὴν περὶ τῆς ψυχῆς, εἰ κατίδοιμεν ὡς τὸ πεπερασμένον πᾶν καὶ ὡρισμένον ἀπὸ τῶν ἀριθμῶν εἰς αὐτὴν ἐφήκει, ὁ δ’ ἑνιαῖος λόγος ἀπὸ τῆς τοῦ ἑνὸς φύσεως. ἡ δὲ εἰς μέγεθος καὶ αὔξησιν προἰοῦσα δύναμις καὶ ἔχουσα περιουσίαν, ὥστε πᾶσι διδόναι αὐτὴν τοῖς μετρίοις, ἀπὸ τῆς γεωμετρικῆς οὐσίας πάρεστιν. ἡ δὲ δύναμις τῆς ἐναρ- μονίου κινήσεως τάξις τε καὶ λόγων συμμετρία, ἥ τε ἐν ἀριθμοῖς συμφώνοις ἢ συμφωνίαν περιέχουσιν ἀμετρίᾳ ἀπὸ τῆς κατ’ οὐσίαν ἁρμονίας παραγίνεται. διόπερ καὶ ἁρμονιῶν κατακούει ἡ ψυχὴ καὶ χαίρει τοῖς ἡρμοσμένοις, ὡς οὖσα αὐτὴ ἁρμονία. ἔκ τε ἀριθμῶν καὶ ἄλλων τοιούτων μαθηματικῶν μέτρων τὴν οὐσίαν ἔχει, ἅπερ συγγένειαν παρεδέξατο πρός τε τὰ νοητὰ εἴδη καὶ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ ἔνυλα εἴδη. πρὸς γὰρ πάντα ταῦτα ἡ παροῦσα δόξα δίδωσι θεωρίας ἀφορμήν, ὡς ἱκανῆς οὔσης τῆς οὕτως ὑποτιθεμένης μαθημα- τικῆς δόξης πάντα τὰ τοιαῦτα νοήματα παρέχειν. ἵνα δὲ συνέλωμεν τὴν ὅλην δόξαν, ἐν λόγοις κοινοῖς πάντων τῶν μαθημάτων τὴν ψυχὴν νοοῦμεν οὖσαν, ἔχουσαν μὲν τὸ κριτικὸν αὐτῶν, ἔχουσαν δὲ καὶ τὸ γεννητικόν τε καὶ ποιητικὸν αὐτῶν τῶν ἀσωμάτων μέτρων, οἷς καὶ τὴν γενεσιουργίαν δύναταί τις προσαρμόζειν τῶν ἐνύλων εἰδῶν, τήν τε δι’ εἰκόνων ἀπεργασίαν ἐκ τῶν ἀφανῶν εἰς [*](1 διαλεκτικὰ C 2 προάγουσαν Β 7 τὰ] τῶν Α2 9 τούτοις Α2 τίθεται C 10 φησι B 13 μαθηματικῆς Α Iambi.: τῶν μαθηματικῶν BC 29 συμφωνίοις Α 34 πάντα ταῦτα Α Iambi.: ταῦτα πάντα BC 38 ποιητικῶν C)
132
τὸ φανερὸν προϊοῦσαν συνάπτουσάν τε τὰ ἔξω τοῖς εἴσω. κατὰ γὰρ πάντα ταῦτα, ὡς συλλήβδην εἰπεῖν, ὁ τῆς ψυχῆς λόγος περιέχει ἀφ’ ἑαυτοῦ τὴν ὅλην τῶν μαθημάτων συμπλήρωσιν. πότερον δὲ μῖγμα ἐκ πάντων ἐστὶ τῶν ἐν τοῖς μαθήμασιν ὄντων, ἢ πάντα ὑφίστησιν αὐτὴ καθ’ ἕνα λόγον προηγούμενον, χρὴ διασκέψασθαι. εἰ μὲν οὖν σύμμιξίς ἐστιν ἀφ’ ὅλων, προυπάρχει αὐτῆς τὰ συμπληρωτικὰ ἀφ’ ὧν συνιόντων συγκίρναται, καὶ οὐκέτ’ ἄν εἴη αὕτη ἀρχὴ τῆς μαθηματικῆς οὐσίας, ἀλλ’ ἀπὸ τῶν σποράδην ὑφεστηκότων μαθημάτων συνιόντων εἰς ταὐτὸ ἀπογεννωμένης, πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ σύνθεσίν τινα συνάγει μετὰ τῆς ψυχῆς καὶ ὑστερογενῆ ὡς ἐκ προτέρων τινῶν ἐπισυνισταμένην ὑπόστασιν. εἰ μέντοι αὕτη πρώτως ἀρχηγός ἐστι τῆς μαθηματικῆς οὐσίας καὶ παρεισάγει ταύτην ἐξ ἑαυτῆς, πρεσβυτέρα τε αὐτῆς ἔσται καὶ ὡς ἐν αἰτίας λόγῳ προηγεῖται καὶ ὡς ἑτέρα ὑπερέχει. ἔστι δὲ καὶ τοῦτο ὑπε- ναντίον πρὸς τὴν παροῦσαν δόξαν· τιμιωτέρα γὰρ ἄν οὕτω γένοιτο ἡ ψυχὴ τῶν ἐν τοῖς μαθήμασιν ὄντων. βέλτιον οὖν λέγειν ὡς οὗτε προηγεῖται οὔτ’ ἐπακολουθεῖ τοῖς μαθηματικῶς οὖσι, συντρέχει δὲ ἅμα πρὸς αὐτὰ καὶ συνυφέ- στηκεν ἀσύνθετον καὶ ἀμέριστον ἔχουσα τὴν ἐν ὅλοις καὶ ἀφ’ ὅλων σύμμιξιν, μονοειδῶς τε αὐτοῖς παροῦσα καὶ ἑνιαίως αὐτῶν ὅλων μετέχουσα, δύναμίν τε περιεκτικὴν τῶν ὅλων ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ἑαυτὴν δοῦσα εἰς ὅλα τὰ μαθήματα ὡσαύτως. εἰ δὲ τοῦτο οὕτως ἔχοι, καὶ πάντα περιείληφεν ἐν ἑαυτῇ τελέως καὶ ἀνενδεῶς, οὐδέν τε ἐκτὸς ἑαυτῆς ἀφίησιν· αὐτή τε γάρ ἐστι τελεία καὶ οὐχ οἷόν τε τῆς οἰκείας ἀρχῆς ἀπολείπεσθαί τι τῶν ὄντων· μία τε οὕτως ἔσται ἡ οὐσία τῆς αὐτῆς ἀρχῆς δι’ ὅλων διηκούσης. διαφοραί γε μὴν οὐδὲν ἧττον ἔσονται κατὰ τὰς διαφόρους δυνάμεις καὶ ζωὰς καὶ ἐνεργείας τῆς ψυχῆς καὶ τὸ τῶν οὐσιῶν αὐτῆς πλῆθος, ὅπερ ἐν ἑνὶ περιέχεται. τοσαῦτα ἄν τις καὶ παρὰ τῶν μαθηματικῶν ἐν Πυθαγορείοις εἰς τὴν τῆς ψυχῆς συνεισφέροιτο πραγματείαν·

Πάλιν δὲ ἐπαναλαβόντες καὶ τὰ εἰρημένα πρόσθεν περὶ νοῦ συνάγοντες λέγομεν ὡς εἷς ὢν τὴν οὐσίαν καὶ ἀναλλοίωτος πολυπλασιάζεται τῇ σχέσει ταῖς ἐνεργείαις καὶ ταῖς δυνάμεσι. καὶ δυνάμει μὲν λέγεται, πρίν τι μαθεῖν ἢ εὑρεῖν, ὡς ἐν παισί· καθ’ ἕξιν δέ, ὡς ὅταν ἐπιστήμων μὲν γένηται, μὴ ἐνεργῇ δὲ κατὰ τὰς ἐπιστήμας, ὡς ὁ καθεύδων γεωμέτρης ἢ καὶ ἐγρηγορὼς μὴ ἐνεργῶν δὲ κατὰ τὴν ἐπιστήμην. κατ’ ἐνέργειαν δέ, ὡς ὅταν θεωρῇ, καὶ τοῦτο διττῶς· ἢ περὶ τῶν ἀιδίων καὶ καθόλου καὶ θείων, ὡς ὅταν ἀστρονομῇ ἢ γεωμετρῇ, καὶ καλεῖται θεωρητικὸς διανοητικός, τέλος ποιούμενος τὴν ἀλήθειαν, ἢ περὶ τῶν ἀνθρωπίνων καὶ μερικῶν καὶ πολιτικῶν, τέλος τιθέμενος τὸ ἀγαθόν, καὶ καλεῖται πρακτικός· καὶ ἔτι παρὰ τούτους ὁ κυριώτατος καὶ κατ’ ἐνέργειαν νοῦς ὁ θεωρητικὸς ὄντως, ἐν ᾧ κατ’ οὐδέν ἐστι τὸ δυνάμει, ἀλλ’ ἔστιν ἄνευ δυνάμεως ἐνέργεια, ἐξ οὗ τῶν ἐπιστημῶν τὰς ἀρχὰς ἔχει ὁ δυνάμει νοῦς· οὗτος δὴ καὶ ἀθάνατος εἶναι τοῖς ἑξῆς ἀποφανθήσεται καὶ [*](7 ἀλλ’ ἀπὸ — οὐσίας (11) om. C 8 ἀπογεννωμένης Α Iambl.: ἀπογεννωμένη BC 10 πρώτως Iambl.: πρῶτος libri 12 ἑτέρα A Iambl.: ἕτερα C: ἕτερον Β 14 ὡς οὔτε] ὥστε οὐ C 15 μαθηματικοῖς A1B: incertum C 16 ἐφ’ ὅλων Β 21 μία τέον οὕτως Α 22 διοικούσης AC 26 πραγματείας Α1 28 πολλαπλασιάζεται Α 34 θεωρητικὸν διανοητικὸν B ante διανοητικὸς add. καὶ C)

133
περὶ μὲν τῆς οὐσίας αὐτοῦ καὶ ἐνεργείας, ἔτι δὲ ποσαχῶς λέγεται, τοσαῦτα. περὶ δὲ τῆς ἀθανασίας διὰ βραχέων κἀνταῦθα ὑπομνησθήσεται, ὡς διττοῦ ὄντος τρόπου καθ’ ὃν ἄν τι φθείροιτο, τοῦ τε τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκε διαλύοντος, καθ’ ὃν τὰ σώματα πάντα φθείρεται ἐξ ὕλης ὑφεστῶτα καὶ ειοους, καὶ ἑτέρου του τῶν ἀσωμάτων ἐν ὑποκειμένῳ δὲ τῷ σώματι τὸ εἶναι ἐχόντων. φθείρεται γὰρ καὶ ταῦτα, οὐκ εἰς τὰ ἁπλᾶ ἀναλυόμενα, ἀλλὰ τοῦ ὑποκειμένου ἀνεπιτηδείου γενομένου εἰς τὸ στέγειν αὐτά, ὥσπερ τὸ ἐν τῷ κηρῷ σχῆμα τακέντος αὐτοῦ. ὃ γοῦν παντελῶς χωριστὸν τῆς ὕλης καὶ ἀσώ- ματον καὶ μὴ ἐν ὑποκειμένῳ καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ ἱδρυμένον, τοῦτο ἀνάγκη ἄφθαρτον εἷναι καὶ ἀίδιον. ὅτι δὲ τὰ νοητὰ τὰ χωριστὰ τῆς ὕλης ἀνάγκη καὶ νόας εἶναι δῆλον· εἰ γὰρ χωριστὸν ὄν, μὴ εἴη δὲ νοῦς, οὐδὲ νοήσει· ὥστε μάτην ἔσται ἀνενέργητον ὄν. ἀλλὰ μὴν ὅσα τὴν οὐσίαν χωριστὴν ἔχει, ταῦτα καὶ τὴν ἐνέργειαν· ὥστε τὰ χωριστὰ τῶν νοητῶν τῆς ὕλης καὶ ἐνέρ- γειαν ἕξει χωριστήν. τίς δ’ ἂν αὐτοῦ εἴη ἐνέργεια ἢ τὸ νοεῖν; οὐ γὰρ δὴ τό γε αἰσθάνεσθαι ἡ ἄλλη τις σωματικὴ ἐνέργεια. ἔτι οὐδεμία δύναμις ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχουσα αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρέφειν δύναται· συνεπιστραφήσεται γὰρ καὶ τὸ σῶμα ἐν ᾧ ἐστιν. οὐδὲν δὲ σῶμα ἑαυτῷ ἐφαρ- μόσαι δύναται· ἀλλ’ οὐδ’ ἄλλῳ, εἰ μὴ κατ’ ἐπιφάνειαν. ὁ δὲ νοῦς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφει καὶ ἑαυτὸν ὁρᾷ αὐτὸς περὶ αὑτοῦ ζητῶν καὶ αὐτὸς εὑρίσκων. ἀσώματος ἄρα διὰ ταῦτα καὶ ἀνώλεθρος. καὶ μέντοι ἀπολυθεὶς σώματος διανοίᾳ μὲν οὐκ ἐσεῖται προσχρώμενος, μὴ διὰ προτάσεων ἐπὶ συμ- περάσματα πάλιν ἥκων, ἀλλὰ νοῦς ἔσται καθαρὸς δίχα ζητήσεως, ὅτε βού- λοιτο, καὶ ἀχρόνως ἐπιβάλλων τοῖς πράγμασιν, ἅτε δὴ τοὺς λόγους πάντων ἔχων ἐν ἑαυτῷ τῷ μὴ ἐπιθολοῦσθαι σώματι.)

᾿Απορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦς ἐστι καὶ ἀπαθὴς καὶ μηδενὶ μηδὲν ἔχοι κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τὸ νοεῖν πάσχειν τί ἐστι. δεῖ γὰρ αὐτὸν σχέσιν ἔχειν πρὸς τὸ νοούμενον καὶ οἷον ἅπτεσθαι αὐτοῦ· εἰ δὲ τοῦτο, οὐκ ἄν εἴη ἀπαθής. πάσχειν μέντοι δοκεῖ τὰ πάσχοντα ὑπὸ τῶν ποιούντων τῷ κοινῆς ὕλης κεκοινωνηκέναι. ἔτι ὁ νοῦς ἢ νοεῖ ἑαυτὸν ἢ οὔ. εἰ μὲν οὖν μὴ νοεῖ, παρὰ τὴν ἐνάργειαν· τίς γάρ ἐστιν ὁ ἀποφαινόμενος περὶ αὐτοῦ τοῦ νοῦ καὶ λέγων ὅτι ἀσώματός ἐστι καὶ ἀπαθὴς καὶ ἀίδιος καὶ πᾶσαν τὴν περὶ ψυχῆς πραγματείαν συνθεὶς καὶ τἄλλα εἰ μὴ αὐτὸς ὁ νοῦς; ἐπεὶ δὲ νοεῖ ἑαυτόν, ἢ κατὰ ταὐτὸν νοεῖ τε καὶ νοηθήσεται καὶ ἔστιν αὐτῷ νῷ τε εἶναι καὶ νοητῷ, ἢ κατ’ ἄλλο μὲν νοήσει, κατ’ ἄλλο δὲ νοηθήσεται. ἀλλ’ εἰ μὲν τὸ πρῶτον, ταὐτὸν ἔσται αὐτῷ τὸ νῷ τε εἶναι καὶ νοητῷ, καὶ τὸ νοητῷ τε καὶ νῷ. καθὸ γὰρ νοῦς, νοητός· οὐκοῦν καὶ καθὸ νοητός, νοῦς· ὀνόματα γάρ ἐστι πλείονα καθ’ ἑνὸς ὑποκειμένου. εἰ δὲ τοῦτο, πάντα τὰ νοητὰ νοῖ ἔσονται. οὐκοῦν ἐπεὶ τὰ εἴδη πάντα νοητά, καὶ τὸ τοῦ λίθου καὶ τὸ τοῦ ξύλου οὐ γὰρ αἰσθήσει τὸ κατ’ οὐσίαν εἶδος ληπτόν)· ἔσονται ἄρα καὶ ἐν [*](11 νόας] νοῦς Α 13 τὰ om. C 15 τό γε] τό τε Β 17 ἑαυτὸ ΒC 18 ἄλλῳ scripsi: ἄλλο libri 19 αὐτοῦ AC 22 ἥκων scripsi: ἥκειν libri 24 post σώματι add. τοσαῦτα καὶ περὶ τούτου AC 25 ᾿Απορήσειε κτλ. cf. de An. Γ 4. 429 b 22 26 ἔχει C cf. de An. 429b 24 28 πάσχει Α1 33 καὶ ἔστιν — νοηθήσεται (34) om. Β 35 τὸ νῷ] τῷ νῷ AC τὸ νοητῷ] τῷ νοητῷ AC)

134
τοῖς ἀψύχοις νοῖ, ὅπερ ἄτοπον. εἰ δὲ μὴ κατὰ ταὐτὸ νοῦς ἐστι καὶ νοητόν, ἀλλὰ κατ’ ἄλλο μὲν νοεῖ κατ’ ἄλλο δὲ νοεῖται, οὐχ ἁπλοῦς ἔσται οὐδ’ ἀμιγής, ἕξει δὲ πρὸς τῷ νοῦς εἶναι καὶ ἄλλο τι μεμιγμένον αὐτῷ καὶ μὴ ἔχων τι ἴδιον πρὸς τἄλλα ἐσεῖται· ὡς γὰρ ἐκείνων ἕκαστον νοητόν, καὶ αὐτός. καὶ τὰ μὲν ἠπορημένα ταῦτα. ἀπαντῶντες δὲ πρὸς μὲν τὰ πρότερα οὕτω λέγομεν, ὡς διττοῦ τοῦ πάσχειν ὄντος, ὡς ἐν τοῖς πρόσθεν ἐλέγετο, τό τε γὰρ πρὸς φθορὰν ἄγεσθαι πάσχειν ἐτίθεμεν καὶ τὸ πρὸς τελείωσιν) οὐδὲν ἄτοπον εἰ πάσχειν τὸν νοῦν λέγοιμεν τῷ δέχεσθαι τὰ εἴδη τὰ νοητὰ τελειούμενον, ὥσπερ ὑπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν· καὶ καθάπερ ἡ ὄψις περὶ τὸ μέλαν ἡ λευκὸν ἐνεργήσασα οὐκ ἔφθαρτο οὐδ’ ὅπερ ἐκεῖνα κατὰ τὴν ὕλην γέγονεν οὐ γὰρ λελεύκωται ἢ μεμελάνωται), οὕτω τοι καὶ τὸν νοῦν ἀπαθῆ μένοντα μὴ καὶ τὴν οὐσίαν, ἀλλὰ μόνα τὰ εἴδη τῶν νοητῶν γνωστικῶς δέχεσθαι. λέγεται μέντοι καὶ νοῦς καὶ αἴσθησις καταχρηστικῶς πάσχειν τῷ ὥσπερ τὰ πάσχοντα τὸ κύριον πάθος δεχόμενα τὸ τοῦ ποιοῦντος εἶδος ἐπιμένειν ἐν αὐτῷ χρόνον τινά οἷον ὁ ἀὴρ παθὼν ὑπὸ τοῦ πυρὸς ἢ τὸ ξύλον καὶ γινόμενον πῦρ ἐπι- μένει μέχρι του τῇ καταδοχῇ τοῦ πυρός), καὶ ταῦτα παραμένειν τῇ καταδοχῇ τῶν εἰδῶν· πλὴν τὰ μὲν τρέπεται τὴν οὐσίαν, τὰ δὲ οὐ τρέπεται. καὶ ὁ μὲν νοῦς αὐτοκίνητος ἀφ’ ἑαυτοῦ ποτε νοεῖ, ἡ δὲ αἴσθησις δεῖται τῆς τῶν αἰσθητῶν παρουσίας. καὶ ὁ μὲν μεταβάλλει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ οὐ δεχόμενος ἅπερ μὴ εἶχεν εἴδη, ἀλλ’ ἐοικὼς τῷ καθεύδοντι γεωμέτρῃ ὡς ἔχων μὲν τοὺς λόγους ἐμποδιζόμενος δέ, καὶ μόνου χρῄζει τοῦ ἐξυπνίσοντος οὗτος δὲ ὁ ἐνεργείᾳ νοῦς ἢ ὁ διδασκαλικὸς καὶ καθόλου· ἐμπόδιον δὲ αἱ ἐκ τῆς συμπλοκῆς τῆς φαντασίας ἀλλόκοτοι δόξαι, ἃς ἀνακαθαίρων τοῖς ἐλέγχοις γνώριμον ποιεῖ τὸν ἐνόντα θησαυρόν), ἡ δὲ αἴσθησις ἐκ τοῦ πρώτου δυνάμει μεταβάλλει δεχομένη ἅπερ μὴ εἶχεν εἴδη, πρὸς δὲ τὰ δεύτερα. ὡς οὐδὲν ἄτοπον, εἰ κατὰ ταὐτὸν νοῦς τε εἴη καὶ νοητόν. οὐ γὰρ ψεῦδος τὸ πᾶν νοητὸν νοῦν ὑπάρχειν, ἀλλ’ ἀληθές τε καὶ ἀναγκαῖον, εἴπερ νοητὰ τὰ κυρίως νοοῖμεν καὶ ἐνεργείᾳ, ταῦτα δὲ τὰ παντελῶς ἄυλα καὶ χωριστά. τὰ μέντοι τῶν αἰσθη- τῶν εἴδη νοητὰ λέγοντες καταχρώμεθα τῷ ὀνόματι· οὐ γὰρ χωριστὰ οὐδὲ κατ’ ἐνέργειαν ἀλλὰ δυνάμει, καὶ τῷ χωρίσαι ταῦτα τὸν νοῦν τῇ ἐπινοίᾳ τῆς ὕλης ὑφίστανται ἄλλως ὄντα ἀνύπαρκτα. ἔτι εἰ ἅμα νοῦς ἐστι καὶ νοητόν, διὰ τί μὴ ἀεὶ νοεῖ τῶν νοητῶν αὐτῷ παρόντων; καὶ εἰ αὐτὸς νοῦς τε εἴη καὶ νοητόν, διὰ τί μὴ ἑαυτὸν ἀεὶ νοεῖ ἀεὶ αὑτῷ παρών ; ἢ ὅτι λήθῃ ἐμπο- δίζεται· τοῦτο δὲ διὰ τὴν φαντασίαν. εἰ γὰρ καὶ ἀπαθὴς αὐτός; ἀλλ’ ἡ φαντασία φθαρτή· ταύτης δὲ χωρὶς οὐ νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης τῶν ἐν τῷ κόσμῳ τι· μόλις γὰρ ἄν τις τῶν εἰς ἄκρον ἀρετῆς καὶ φιλοσο- φίας ἐληλακότων γνώσεταί τι τῶν νοητῶν ἀφαντάστως. ᾿Επιστῆσαι δ’ ἐν τούτοις χρὴ καὶ τὴν παρὰ τῶν παλαιοτέρων ἀντιλογίαν καὶ ἐπαπόρησιν, ὡς διῄτηται. λέγουσι γὰρ ὡς, εἴπερ ἡ λογικὴ ψυχὴ ἀγράφῳ γραμματείῳ προσέοικε, μᾶλλόν τι κατὰ τὸ πρῶτον δυνάμει τὰ εἴδη τὰ νοητὰ [*](3 τῷ scripsi: τὸ libri 11 μὴ καὶ] μὴ κατὰ Β 16 μέχρι τοῦ Β 18 ἡ] εἰ Α 21 ἐξυπνήσοντος AC 32 τῶν νοητῶν νοεῖ Β post αὐτῷ add. del A αὐτῷ ΑΒ ἐν τῶν Α2)
135
δέχεται. ἔνθεν καὶ οὐ προβιωτὴ τοῦ σώματος ἔσται, ἥπερ ὁ Πλατῶν ἔλεγεν· ἦ γὰρ ἄν καθ’ ἕξιν ἔχειν τοὺς λόγους ἔμελλεν· εἰ δὲ μὴ τοῦτο, ἀρχὴν τοῦ εἶναι εἴληφεν. ἔνθεν δὲ καὶ πέρας ὄξει· πᾶν γὰρ τὸ ἀρξάμενον κατὰ χρόνον καὶ πέρας ἔχει κατὰ χρόνον. οὐκ ἄρα ἀθάνατος. καὶ εἰ ταῦτα, ἔστι δὲ κατ’ αὐτοὺς καὶ ὁ κόσμος ἀίδιος, ἀνάγκη δυοῖν θάτερον ἢ ἀθανάτους οὔσας τὰς λογικὰς ψυχὰς ἀπείρους εἶναι καὶ γίνεσθαι ἄπειρον γὰρ καὶ τὸ παρελθὸν καὶ τὸ γενησόμενον), ἢ εἰ τοῦτο ἀδύνατον, θνητὰς εἷναι ὥσπερ καὶ τὰ λοιπά, καὶ ἢ εἰς τὸ μηδαμὴ μηδαμῶς ὂν χωρεῖν, εἴπερ εἰσὶν ἀσώματοι, ἢ εἰς ὕλην ἀνα- λύεσθαι, καὶ οὕτως ἔσονται σώματα. λύεται δὲ τούτοις, ὡς οὐ λέγεται ἡ ψυχὴ δυνάμει, ὡς ἄν τὸ σπέρμα δυνάμει ἄνθρωπον εἴποιμεν· ἀλλ’ ἐπειδὴ ἑκάστου τοῦ σημαινομένου δυνάμει πλάτος τι θεωρεῖται λέγομεν γὰρ καὶ τὴν πρώτην ὕλην δυνάμει εἶναι ἄνθρωπον καὶ τὰ σ·τοιχεῖα καὶ τὸ σπέρμα, καὶ πάντα κατὰ τὸ πρότερον, οὐ μέντοι ὁμοίως ἀλλὰ τὸ μὲν ἐγγυτέρω τοῦ πράγματος, τὸ δὲ πορρωτέρω, καὶ κατὰ τὸ δεύτερον δὲ τὸ καθ’ ἕξιν δυνάμει πλάτος πολύ· ἄλλως γὰρ ὁ ἐγρηγορὼς μὴ ἐνεργῶν δὲ τὸ γεωμετρεῖν, καὶ ἄλλως ὁ καθεύδων δυνάμει καὶ καθ’ ἕξιν γεωμέτραι λέγονται), οὕτω καὶ ἡ ψυχὴ κἂν δυνάμει λέγηται καὶ ἀγράφῳ ἐοικέναι γραμματείῳ, διὰ τὴν ἐκ τῶν παθῶν τῆς γνώσεως ἐπιπρόσθησιν τοῦτο λέγεται δοκοῦσα μήδ’ ὅλως ἔχειν. δόξειε δ’ ἂν καὶ ὁ καθεύδων γεωμέτρης ἐστερῆσθαι πάντη, καὶ ὁ νοῦς τῷ τῇ γενέσει πεφύρθαι ἔοικέ που τῷ καθεύδοντι ἢ καρουμένῳ. ὡς οὖν ὁ ἥλιος τὰ χρώματα, δυνάμει ὄντα ἐν τῇ νυκτί, ἀνατείλας ποιεῖ ἐνεργά, οὐ τὴν ὑπόστασιν παρέχων αὐτοῖς, ἀλλ’ ὑφεστηκότα καὶ ἄδηλα ἐμφανῆ ποιῶν, οὕτω καὶ ὁ ἐνεργείᾳ νοῦς τελειοῖ τὸν δυνάμει, οὐκ ἐντιθεὶς ἐν αὐτῷ μὴ ὄντα εἴδη, ἀλλὰ κρυπτόμενα διὰ τὸν ἀπὸ γενέσεως κάρον ἐκφαίνων. καὶ ταῦτα μὲν ἐκεῖνοι· καὶ τοιοῦτόν τι κατ’ αὐτοὺς τῇ ψυχῇ τῆς ἀγνοίας τὸ αἴτιον. οἷς δὲ τὰ θεῖα φιλοσοφεῖται καὶ οὔτε προΰπαρξις οὔτε μεθύπαρξις τῆς ψυχῆς τοῦ σώματος δογματίζεται, ἀλλ’ ἅμα ἄμφω παρὰ τοῦ δημιουργοῦ λαμβάνειν τὴν οὐσίωσιν καὶ τὴν ὕπαρξιν, κἂν ἡ μὲν τελείαν εὐθύς, ὅτιπερ ἄυλος καὶ ἀσώματος, τὸ δὲ πληροῦσθαι διὰ τῆς κατὰ μικρὸν ἐπιδόσεως διὰ τὸ ὑλῶδες καὶ τὸ ἐκ τῶν στοιχείων συντίθεσθαι, ἑτέρως καὶ περὶ τῆς ἀγνοίας αὐτῆς δογματίζεται· τῷ γὰρ μὴ εὐφυῶς ἔτι το ὄργανον ἔχειν κατὰ τὴν βρεφικὴν ἡλικίαν οὔτε πάσας οὔτε τελείας τῆς ψυχῆς τὰς ἐνεργείας κεχώρηκεν αὐτῆς τελείας οὔσης, διαρθρουμένου δὲ τῷ χρόνῳ καὶ τελειουμένου τέλειαι καὶ ὁλόκληροι αἱ ψυχικαὶ δυνάμεις ἐγγίνονται.

Ἔτι κἀκεῖνο ἐπισκεψώμεθα, ἆρα ἐνδέχεται τῶν παντάπασι κεχωρισμένων τῆς ὕλης θείων εἰδῶν νοεῖν τι τὸν ἡμέτερον νοῦν ἀχώριστον ὄντα αὐτὸν μεγέθους καὶ ἔτι συνόντα σώματι. ἢ τοῦτο μὲν καὶ προηπόρηται καὶ προλέλυται, ὡς καὶ νοεῖ ταῦτα καὶ παραμένων σώματι, εἰ καὶ μὴ οὕτως ὡς μετὰ τὴν ἀπαλλαγὴν [*](1 ἅπερ B ὁ Πλάτων ἔλεγεν] Phaedo 18 p. 72 Ε 2 ἢ γὰρ C 3 δὲ om. C 6 ψυχὰς om. Β 8 ὃν] οὐ Β 12 καὶ πάντα Α: οὐ μέντοι BC 15 γὰρ] δὲ C 16 λέγονται] λέγεται C 17 λέγηται B 2: λέγεται AC 18 δοκοῦσα A 2: δοκοῦσαν BC 21 ἐνεργά] ἐνεργεία AC 23 ante κρυπτόμενα add. τὰ A 2 33 καὶ (ante τελειουμένου) om. Β ante αἱ add. καὶ Α 36 ἢ―σώματι (37) om. Β)

136
τῆς παχύτητος· καὶ τὸ θειότατον καὶ ἀθάνατον αὐτοῦ τῆς φύσεως ἐν τούτῳ δείκνυται μάλιστα. πολλοὶ γὰρ τῶν πάλαι φιλοσοφησάντων μακαρίων ἀνδρῶν καὶ πολλάκις περὶ αὐτῶν ἡμᾶς ἐδίδαξαν, καὶ ἡμεῖς δὲ ὅταν εἰς τὸν κόσμον ἀποβλέποντες πρὸς τὴν τοῦ θεοῦ ἀναγώμεθα ἔννοιαν, οὐ τὸ πᾶν τοῦτο αἰσθήσεως ἢ φαντασίας εἶναι τιθέμεθα, ἢ ὅσον ἐρεθίσαι τοὺς ἐναποκειμένους ἐν ἡμῖν λόγους, ἀλλὰ τοῦ ἀκροτάτου τῆς ψυχῆς μέρους καθαρὰς ἐννοίας. πρὸς τούτοις κἀκεῖνο ζητήσωμεν, πότερον ὃν ὑμνοῦμεν ἐνεργεία νοῦν καὶ τελειοῦντα τὸν δυνάμει ἐν ἡμῖν ἐστιν, ὥσπερ ὁ δυνάμει, ἢ ἔξωθεν καὶ οὐχ ἡμέτερος. τινὲς μὲν ἴσως ὑπολάβοιεν ἂν τὸν θεῖον τοῦτον εἶναι καὶ δημιουργικὸν καὶ καθόλου, ἐπεὶ τὰ πάντα ποιεῖν ἀκούουσι καὶ νοεῖν· οὐ γὰρ ἀνθρωπίνου νοὸς τοῦτο. τοῦτο δὲ οἶμαι λέληθεν αὐτούς· οὐ γὰρ θεολογοῦμεν ἐνταῦθα. ἄλλοι ἕτερον ἔξωθεν καὶ αὐτόν, δεύτερον μὲν τοῦ πρώτου καὶ θείου, προσεχῶς δὲ καὶ ὑπερ- κείμενον ἡμῶν καὶ ἐλλάμποντα τῷ ἡμετέρῳ νῷ. πρὸς τοῦτο καὶ τὸ τοῦ φωτὸς αὐτοῖς τείνει παράδειγμα. ἕτεροι οὐκ ἀλλότριον τῆς ἡμετέρας ψυχῆς, ἀλλ’ ἐν αὐτῇ καὶ δύο νόας εἶναι, τὸν μὲν δυνάμει τὸν δὲ ἐνεργείᾳ, καὶ τὸν δυνάμει τελειοῦσθαι ὑπὸ τοῦ ἐνεργείᾳ, καὶ τὸν μὲν δυνάμει ἀεὶ ἐν τῇ ψυχῇ εἶναι, τὸν δὲ ἐνεργείᾳ θύραθεν ἐπεισιέναι. ἄλλοι τὸν διδασκαλικὸν τοῦτον εἶναι, ὃς τε- λειοῖ τὸν ἐν ἄλλῳ δυνάμει παρατιθέμενος τὰ τῶν ἐπιστημῶν θεωρήματα καὶ νοήματα, καὶ αὐτὸς ἐκ δυνάμεως εἰς ἐνέργειν ἀχθείς ποτε. πέμπτη πρὸς τούτοις δόξα, ἣν οἶμαι καὶ μᾶλλον ἀληθῆ, ἣ ἕνα καὶ τὸν αὐτὸν εἶναι λέγει τὸν δυνάμει καὶ ἐνεργείᾳ, καὶ οὐκ ἔξωθεν ἀλλ’ ἐν μιᾷ τῇ αὐτῇ ψυχῇ καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καθ’ ἕκαστα ἀνθρώπῳ, διαφέροντα δὲ ἑαυτοῦ τῷ τελείῳ καὶ ἀτελεῖ. κατ’ ἄλλην δὲ καὶ ἄλλην ἐκδοχὴν καὶ αἱ λοιπαὶ δόξαι προσβιβαζό- μεναι ἀληθεύουσι.)

Τούτων οὕτω διωρισμένων λείπεται καὶ περὶ τοῦ ὀρεκτικοῦ μορίου τῆς ψυχῆς εἰπεῖν. πρότερον δὲ ἐκεῖνο τῶν ἀναγκαίων ἐγνῶσθαι ὡς ἔστι τις ἀνα- λογία τῆς αἰσθητικῆς ψυχῆς καὶ τῆς διανοητικῆς, καὶ ὡς ὁρμὴ καὶ ὄρεξις ἀμφοτέροις, καὶ ἡ μὲν κατὰ νοῦν ἀγαθῶν οὖσα καλεῖται βούλησις, κακῶν δὲ φυγή. τὸ μὲν δὴ αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον ἐντὸς τὴν ψυχὴν καὶ νοῆσαι ὅρον ἁπλῶς· ὅταν δὲ ἡδὺ ἢ λυπηρὸν ὧδε, ἐκεῖ οἷον κατάφασις καὶ ἀπόφασις, καὶ τότε δὴ ἡ ψυχὴ ἢ διώκει ἢ φεύγει. ὅταν γὰρ ἡ αἴσθησις τὴν οὐσίαν τῶν αἰσθητῶν γινώσκῃ, οἷον τοῦ θερμοῦ ὡς θερμοῦ, διακρίσεως μόνης αἰσθάνεται καὶ πυρώδους οὐσίας· ὅταν δὲ μετὰ φαντασίας ὡς πρὸς τὸ ζῶον ἀναφέρουσα κρίνῃ οὐ μόνον ὡς αἰσθητήν, ἀλλὰ καὶ ὡς ἀνιαρὰν ἢ ἡδεῖαν, ὄρεξις λέγεται, καὶ ἢ φεύγει ὡς φθαρτικὴν ἢ διώκει ὡς σωστικήν. καὶ ἔστι τὸ ὀρεκτικὸν ταὐτὸ τῇ αἰσθητικῇ δυνάμει κατὰ τὸ ὑποκείμενον, τῷ λόγῳ δὲ διάφορον· ἡ μὲν γὰρ αἴσθησις, ὥς γε εἴρηται, ἁπλῆ ἐστι τοῦ αἰσθητοῦ γνῶσις ὡς αἰσθητοῦ, ἡ δὲ ὄρεξις ὡς φθαρτικοῦ τοῦ ζώου ἢ σωστικοῦ. καὶ οὐκ ἄλλο τι τὸ [*](2 πάλιν Β 4 ἀναγόμεθα AC 5 εἶναι τιθέμεθα om. Α 6 καθαραὶ ἔννοιαι Α τούτους C 9 τοῦτο Β 20 δόξα om. A 1 24 ἀληθεύ- σουσι AC 27 post ἀναλογία add. καὶ AC 28 ante ἀμφοτέροις add. ἐν AC ἀμφοτέραις A 2 29 τῷ] τὸ Α 32 γινώσκει AC 36 ταὐτὸ] τοῦτο Β 38 φθαρτικοῦ―σωστικοῦ scripsi: φθαρτικὴ—σωστική libri post τι add. ἐστι AC)

137
ἥδεσθαι ἢ λυπεῖσθαι καὶ τὸ φεύγειν ἢ διώκειν, ἅπερ εἰσὶ τοὐ ὀρεκτικοῦ ἐνέρ- γειαι, ἢ τὸ αἰσθάνεσθαι ὡς συμμέτρου ἢ ἀσυμμέτρου αὐτῷ. καὶ αὕτη μὲν ἡ κατὰ τὴν αἴσθησιν ὄρεξις, ἥτις ἔσται καὶ ἐν ἀλόγοις, σύνθετος ἐκ φαντασίας καὶ αἰσθήσεως. ἡ δὲ κατὰ τὸν λόγον καὶ τὸν πρακτικὸν νοῦν, ἐπειδήπερ ὑπόκεινται τῇ διανοητικῇ ψυχῇ τὰ φαντάσματα μνήμῃ σωζόμενα ὥσπερ τῇ αἰσθήσει τὰ αἰσθητά, εἰς ἅπερ ὁ νοῦς ὁρᾷ, ὅταν μὲν ὡς ἁπλοῦν τὸν τύπον ἴδῃ τοῦ αἰσθητοῦ, ἀπλοῦν αὐτοῦ ἴσχει τὸ νόημα, καθ’ ὃ γίνεται ἀληθεύων περὶ τῶν αἰσθητῶν ἄνευ συνθέσεως, ἀναλογῶν τῇ ἁπλῇ αἰσθήσει· ὅταν δὲ ὡς ἀγαθόν τι τούτων ἢ κακὸν ὑπολάβῃ τῷ ζῴῳ, ἤδη σύνθετον γίνεται, ᾧ ἕπεται φυγὴ καὶ δίωξις, ἀνάλογος τῇ τοῦ ἡδέος αἰσθήσει καὶ λυπηροῦ. καὶ ἡ μὲν κατ’ αἴσθησιν ὄρεξις ἀεὶ τοῦ παρόντος, ἡ δὲ λογιστικὴ καὶ τοῦ μέλλοντος. ὡς γὰρ παρούσης αἰσθήσεως κινούμενον τὸν φρυκτὸν ὁ νοῦς ὁρῶν ὁ πρακτικὸς γνωρίζει ὅτι πολέμιοι, καὶ διώκειν ἐπιτάττει ἢ φεύγειν, οὕτω καὶ αἰσθήσεως ἀπούσης ἀναπλάττων τοῦτο τῇ φαντασίᾳ, ὡς εἴ ποτε τοιοῦτον ἔσεται, τί δεῖ ποιεῖν, βουλεύεται περὶ τῶν μελλόντων συντιθεὶς πρὸς τὰ παρόντα, καὶ κρίνας διώκει ἢ φεύγει. τοῦτο δέ ἐστι τὸ ἐν τοῖς πρακτοῖς ἀγαθὸν ἢ κακόν· ταῦτα γὰρ καὶ τέλη καὶ ἀρχαὶ τῷ πρακτικῷ νῷ, δι’ ἃ τὴν αἵρεσιν ποιεῖται καὶ τὴν φυγήν. οὐ μόνον δὲ ἐπὶ τοὐ πρακτικοῦ νοῦ ἀρχὴ τελικὴ τὸ ἀγαθὸν ἢ κακόν, ἀλλὰ καὶ τοῦ θεωρητικοῦ, ᾧ ἔργον τὸ ἀληθὲς ἰδεῖν καὶ τὸ ψεῦδος· ἔστι γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀγαθὸν καὶ κακὸν ἄνευ πράξεως. διαφέρει μέντοι τὸ ὡς ἀληθὲς ἀγαθὸν τοῦ πρακτικοῦ ἀγαθοῦ καὶ τὸ ὡς ψευδὲς κακὸν τοῦ πρακτι- κοῦ κακοῦ, ὡς ἐκεῖ μὲν τὸ ἀληθὲς ἁπλῶς ἐστιν ἀγαθὸν καὶ φύσει, καὶ τὸ ψεῦδος ὁμοίως κακόν, τὸ δ’ ἐν τοῖς πρακτοῖς οὐχ ἁπλῶς ἀλλὰ ποτὲ καὶ τινί, οἷον τὸ λούσασθαι ἢ βαδίσαι ἢ γυμνάσασθαι• καὶ τὸ μὲν τῆς λογικῆς ψυχῆς πρακτικὸν οὐδὲν νοεῖ ἄνευ φαντάσματος, τὸ δὲ θεωρητικὸν οὐ πᾶν. καὶ ἔτι μᾶλλον ὁ ἐνεργείᾳ νοῦς γεωμετρικὰς μέν τινας θεωρίας φαντάσεται ὡς περί τι πρακτικάς· ὅταν δὲ θεωρῇ τὸ νόημα τὸ περὶ τοῦ τριγώνου, ὅτι αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι καὶ αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους καὶ τὰ ὅμοια, εἰ καὶ τὸ τρίγωνον ἄνω καὶ κάτω φέρομεν, ἀλλ’ οὖν τὸν λόγον αὐτὸν καθαρὸν ἐπισκοποῦμεν. καὶ ὅταν τὰς λογικὰς μεθόδους ἀποδεικνύῃ ὡς τρία σχήματα τοῦ κατηγορικοῦ συλλογισμοῦ καὶ τρόποι ἀποδεικτικοὶ τόσοι καὶ ἀντιστροφὴ προτάσεων τοῦτο καὶ ἐῶ λέγειν, ὅταν περὶ τῶν νοητῶν καὶ ἀύλων εἰδῶν συλλογίζηται), πῶς ἢ τίνα φαντάσεται; ἐπεὶ δὲ τῶν νοητῶν, ὡς πολλάκις εἴρη. τᾶι, τὰ μὲν ἐνεργείᾳ καὶ φύσει νοητὰ τὰ δὲ θέσει, ὄντα φύσει αἰσθητά, οἷα τὰ μαθηματικὰ σχήματα, κινήσεις καὶ ἁρμονίαι καὶ ἀναρμοστίαι αἵ τε τῶν αἰσθητῶν ἕξεις καὶ διαθέσεις καὶ οἱ φυσικοὶ λόγοι, ἀδύνατον ἄνευ αἰσθήσεως τὴν περὶ ταῦτα ἐπιστήμην ἐγγενέσθαι τῇ ψυχῇ. διὰ τοῦτο μὴ αἰσθανόμενος μηδὲν οὐδ’ ἂν μάθοι τούτων, ὅταν τε θεωρῇ, ἀνάγκη ἐν φαντάσματι θεωρεῖν· [*](3 ὄρεξις om. B 6 μὴ Β 7 ἴδοι Α 9 κακῶν Α 1 12 φρικτὸν C 14 ἔσεται sic libri 16 πρακτοῖς scripsi: πρακτικοῖς libri 23 τὸ] τὰ Β πρακτικοῖς BC 27 τρίγωνος Β 29 τὸ] τῷ C κατὰ Β 30 ἀποδεικνύει A 1 33 συλλογίζεται A 1 C 35 ἁρμονίαι] ἁρμοστία Α ἀναρμοστία AC 37 διὰ τοῦτο κτλ. cf. de An. Γ 8. 432a7 38 τε om. Β φαντάσμασι AC)
138
τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά εἰσιν ἄνευ ὕλης. τὰ μέντοι πρῶτα νοήματα τὰ περὶ τῶν ἀύλων εἰδῶν τῶν φύσει νοητῶν καὶ ἐνεργείᾳ, ἐπείπερ ἄνευ αἰσθήσεως, καὶ ἄνευ φαντασίας. ἔστι γὰρ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως· συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές.

Ὥσπερ δὲ ὁ ἀὴρ παθὼν ὑπὸ χρώματος τοιανδὶ τὴν κόρην ἐποίησεν, αὕτη δὲ ἕτερον τὸ πνεῦμα τὸ ὀπτικόν, καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις καὶ αἱ λοιπαὶ κατ’ εἶδος αἰσθήσεις εἰς οἰκεῖον ἔνδον ἑκάστη τὸ κατάλληλον ἀπὸ τῶν ἔξω καταντᾷ τέλος, ἓν μὲν τῷ ὑποκειμένῳ διάφορον δὲ τῷ λόγῳ, οὕτω καὶ κοινόν τι πέρας πάλιν τὸ ὁρίζον εἰς ἓν καὶ συνάγον φανήσεται τὰ διάφορα πέρατα, τὸ ἀπλῶς αἰσθητικὸν τῆς ἁπλῆς αἰσθήσεως, καθάπερ καὶ πρόσθεν ἐλέγετο. ὡς γὰρ λευκὸν καὶ μέλαν ἑνὶ τῷ ὑποκειμένῳ τῷ ὀπτικῷ κρίνεται, διαφόρῳ δὲ τῇ δυνάμει, καὶ βαρὺς ψόφος καὶ ὀξὺς ἑνὶ τῷ ἀκουστικῷ, καὶ ἐπὶ τῶν ἄλλων, οὕτω τοι καὶ τὸ κοινὸν πρὸς τὰ διάφορα τῶν αἰσθητῶν, χρῶμα ψόφον ὀσμὴν καὶ τὰ λοιπά, ἕξει κριτήριον, ἓν μὲν καὶ ἀμερὲς ὅν, πολυειδὲς δὲ καὶ τῷ λόγῳ διάφορον, πέρας ὂν περάτων καὶ κοινοτήτων κοινότης καὶ κρινόντων κριτήριον. ἔχει δὲ οὕτως ὡς τὸ λευκὸν πρὸς τὸ μέλαν, οὕτω τὸ κρῖνον ἑκάτερον πρὸς τὸ κρῖνον ἑκάτερον· ἀνάλογα γάρ. διὸ καὶ ἐναλλὰξ ὡς ἡγούμενον πρὸς ἡγούμενον καὶ ἑπόμενον π·ρὸς ἑπόμενον. ἐκεῖνο δ’ ἐκείνου ἀντελαμβάνετο, καὶ τοῦτο τούτου ἀντιλήψεται. ἀλλὰ μὴν ἓν τῷ ὑποκειμένῳ τὰ διαφόρως κρίνοντα· μία γὰρ δύναμις ἡ ὀπτική. καὶ ἐπὶ τῶν διαφόρων δὲ τὸ κοινὸν οὕτως ἕξει. ὃ γὰρ ἐπὶ τῶν ὁμογενῶν καὶ ἐναντίων ἐθεωρήσαμεν, τοῦτο καὶ ἐπὶ τῶν ἑτερογενῶν οὐδὲν κωλύει συμβαίνειν. καὶ δὴ ὡς τὸ λευκὸν πρὸς τὸ γλυκύ, τὸ κρῖνον πρὸς τὸ κρῖνον καὶ ἐναλλάξ· ἀνάλογα γάρ. καὶ ὡς ἐκεῖ ἓν τῷ ὑποκειμένῳ τὰ τῶν ἐναντίων ἐφάνη κριτήρια, οὕτω τῶν διαφόρων ὧδε· τί γὰρ διοίσει ἀπορεῖν, πῶς τὰ μὴ ὁμογενῆ κρίνει ἢ τὰ. ἐναντία; οὐκ ἀκριβοῦμεν δὲ τὰ τῆς ἀναλογίας. εἰς τί δὲ ὅλως ταῦτα καίπερ ἀπερρηγμένα δοκοῦντα τῆς συνεχείας ἐμβέβληνται, ἢ ὡς ἄν ἐκεῖνο δειχθῇ· ὡς αἴσθησις πρὸς αἰσθήσεις ἔχει ἡ κοινὴ πρὸς μερικὰς καὶ αἰσθητὰ πρὸς αἰσθητά, καὶ νοῦς πρὸς νοήσεις ἕξει καὶ νοητὰ πρὸς νοητά. ὁμοίως γὰρ κἀκεῖ κἀνταῦθα βαθμίδες αἰσθήσεως καὶ νοήσεως, καὶ τὸ συναγωγὸν ἐν ἀμφοτέροις ἐκ πολλῶν ἓν καὶ μία ἡ διὰ πάντων ἥκουσα δύναμις.

[*](III 8)

Καὶ δὴ τὰ περὶ ψυχῆς ῥηθέντα συγκεφαλαιώσαντες εἴπωμεν πάλιν ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι· πάντα γὰρ αἰσθητὰ τὰ ὄντ·α ἢ νοητά. διττὴ δὲ καὶ ἡ τῆς ψυχῆς δύναμις, ἡ μὲν ἐπιστημονικὴ καὶ διανοητικὴ ἡ δ’ αἰσθητική. ἔστι δὲ ἡ ἐπιστήμη μὲν τὰ ἐπιστητά πως, ἡ δ’ αἴσθησις τὰ αἰσθητά· πῶς δὲ τοῦτο, δεῖ ζητεῖν. τέμνει οὖν ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις τὰ πράγματα, ἡ μὲν δυνάμει εἰς τὰς δυνάμεις, ἡ δὲ ἐνεργείᾳ εἰς τὰς ἐνεργείας. τῆς δὲ ψυχῆς τὸ αἰσθητικὸν καὶ τὸ ἐπιστημονικὸν δυνάμει ταῦτά ἐστι, τὸ μὲν ἐπιστητὸν τὸ δ’ αἰσθητόν. ἀνάγκη δὲ ἢ αὐτὰ τὰ πράγματα ἢ τὰ εἴδη εἶναι. [*](3 γὰρ] δὲ Α 10 ἁπλῆς] ἁπλῶς Α 12 ἀκουστῷ C 13 τοι om. C 14 κριτήρια Β 15 δὲ om. BC 16 κριτήρια Β 18 καὶ om. Α 19 ἀντιλήψεται scripsi: ἀντιλήψαιτο libii ἓν scripsi: ἐν libri 33 γὰρ ἡ αἰσθητὰ Α)

139
αὐτὰ μὲν δὴ οὗ· οὐ γὰρ δὴ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ εἶδος· ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων καὶ ὁ νοῦς εἶδος ἐξ εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν. ὡς γὰρ ἡ χεὶρ ὄργανον οὖσα ψυχῆς τελειοῦται διὰ τῆς τῶν αἰσθητῶν ὀργάνων ἐνεργείας, πρίονος σκεπάρνου πηδαλίου καὶ τῶν λοιπῶν, καὶ ἔστιν ἐξ ὀργάνων ὄργανον εἶδος οὖσα αὐτῶν οὕτω πρὸς πάντα τὰ ὄντα ἡ ψυχή. καὶ ἀπλῶς εἰπεῖν ὑπὲρ τῆς προκειμένης πραγματείας ὡς ἕν τί ἐστι καὶ τὸ πᾶν ὁ πολυύμνητος νοῦς ὁ διὰ πάντων ἥκων ἐν τοῖς ἔχουσι καὶ ταῖς διαφόροις ἐνεργείαις καὶ σχέσεσι ποικίλος γενόμενος. οὗτος τῷ τε σώματι ζωὴν χορηγεῖ καὶ κίνησιν καὶ αἴσθησιν νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ ἅπτεται τῇ σαρκὶ καὶ τὰς πολλὰς εἰς μίαν συνάγει τὴν κοινὴν αἴσθησιν), καὶ φαντασίαν ποιεῖ κατέχων τὰ τῶν αἰσθητῶν ἐγκαταλείμματα. δόξα δὲ ποιά τις αὐτοῦ περί του τῶν ὄντων ὑπόληψις. ὅταν δὲ διεξοδικῶς ἐνεργῇ καὶ τὰς κοινωνίας ζητῇ τῶν πραγμάτων καὶ ἑτερότητας καὶ τοῖς ἡγουμένοις ἐπισυνάπτῃ τὰ ἐφεπόμενα διανύων ὁδόν τινα ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, διάνοια ὀνομάζεται. νοῦς δὲ ὅταν ἁπλῶς ἐπιβάλλῃ καὶ τοῦ ὄντος ἔχηται. καὶ θεωρητικὸς καὶ πρακτικὸς καὶ φθαρτὸς καὶ ἀίδιος καὶ δυνάμει καὶ ἐνεργείᾳ καὶ ψευδὴς καὶ ἀληθὴς λέ- γεται· τῶν τε γὰρ ἐνεργειῶν τὸ διάφορον καὶ τῶν ἐφ’ ἃ ἡ ἐνέργεια, ἥ τε περὶ τὸ σῶμα σχέσις καὶ ἡ τῆς ὕλης ἐπιπλοκὴ καὶ συνθόλωσις πολυειδῆ καὶ μυριώνυμον ἀπειργάσαντο. ἀπολυθεὶς δὲ τῆς γεννήσεως καὶ πρὸς ἑαυτὸν συναχθεὶς γενήσεται τοῦτο καθαρῶς, ὃ λέγεται νῦν, νοῦς ἐνεργείᾳ, λήθης πάσης καὶ ἀγνοίας ἀπηλλαγμένος, ἀεὶ θεωρῶν ἀνεμποδίστως καὶ ἀπλανῶς τοῦ ἀληθοῦς ἐφαπτόμενος, ἑστῶσαν ἔχων τὴν οὐσίαν καὶ ἀμετάβλητον καὶ τελείαν τὴν ἐνέργειαν.

Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις τῶν ζώων, τῷ τε κριτικῷ, ὃ [*](ΙΙΙ 9) διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω ταῦτα· περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν μεγέθει καὶ τόπῳ· ἢ λόγῳ ἢ καὶ πᾶσα ἡ ψυχή· κἀν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι. ἔχει δὲ ἀπορίαν εὐθύς, πῶς τε δεῖ μόρια ψυχῆς λέγειν καὶ πόσα. τρόπον γάρ τινα ἄπειρα φαίνεται, καὶ οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες λογικὸν θυμικὸν ἐπιθυμητικόν, οἱ δὲ τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. κατὰ γὰρ τὰς διαφοράς, δι’ ἃς ταῦτα χωρίζουσι, καὶ ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περὶ ὧν καὶ νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζώοις, καὶ τὸ αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως. ἔτι δὲ τὸ φανταστικόν, ὃ τῷ μὲν εἶναι πάντως ἕτερον, τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον ἔχει πολλὴν ἀπορίαν, εἴ τις θείη κεχωρισμένα μόρια τῆς ψυχῆς. [*](1 μὲν γὰρ δὴ οὐ AC 16 ὄντως B 17 φθαρτικὸς Α 1 20 γενέσεως A 25 τε om. B 28 ἐστι ψυχῇ Β 29 καὶ om. Α 31 fort. μόριον Β 32 τινες―ἄλογον (34)] Plato de Rep. IV p. 439 D sq. λογιστικὸν Α ante ἐπιθυμητικόν add. καὶ AC 36 ἔχον om. Α: ἔχων C 37 πάντων Α 38 θείη] θήσει A1)

140
πρὸς δὲ τούτοις τὸ ὀρεκτικόν, ὃ καὶ λόγῳ καὶ δυνάμει ἕτερον ἄν εἶναι δόξειε πάντων. καὶ ἄτοπον δὴ τὸ τοῦτο διασπᾶν· ἔν τε τῷ λογικῷ ἡ βούλησις γίνεται ὄρεξις οὖσα τοῦ ἀγαθοῦ, καὶ ἐν τῷ ἀλόγῳ θυμὸς ἐπιθυμία· εἰ δὲ τρία ἡ ψυχὴ κατὰ τοὺς τριμερῆ λέγοντας, καὶ ἐν ἑκάστῳ ἔσται ὄρεξις. ἀλλ’ οὐ δεῖ οὔτε μίαν οὖσαν τὴν ψυχὴν τεμαχίζειν εἰς διάφορα μόρια οὔτε διαφόρων οὐσῶν τῶν δυνάμεων διοικίζειν ἄλλην ἐν ἄλλῳ μορίῳ τοῦ σώματος. εἰ μὴ γὰρ πᾶσαι διὰ παντὸς ἥκουσι, πῶς ὅλον τραφήσεται ἢ αὐξηθείη ἢ κινηθήσεται;

Πάλιν οὖν ἀναλαβόντες λέγομεν τί τὸ κινοῦν τὸ ζῶόν ἐστι. τὴν μὲν γὰρ κατ’ αὔξησιν καὶ φθίσιν κίνησιν, ἅπασιν ὑπάρχουσαν, τὸ πᾶσιν ὑπάρχον δόξειεν ἄν κινεῖν τὸ γεννητικὸν καὶ θρεπτικόν. περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς καὶ ὕπνου καὶ ἐγρηγόρσεως κινήσεις γάρ πως τοπικαὶ καὶ αὗται) ὕστερον ἐπι- σκεπτέον· ἔχει γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν. ἀλλὰ περὶ τῆς κατὰ τόπον κινήσεως τί τὸ κινοῦν τὸ ζῶον τὴν πορευτικὴν κίνησιν, σκεπτέον. ὅτι μὲν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἡ τοπικὴ κίνησις ἕνεκά του καὶ μετὰ φαντασίας ἢ ὀρέξεως· οὐθὲν γὰρ μὴ ὀρεγόμενον ἢ φεῦγον κινεῖται, ἀλλ’ ἢ βίᾳ μεταβὰν ἔσται, ὡς Ἱππόλυτος τυχὸν ὑπὸ τῶν ἵππων συναρπασθείς. ἡ δὲ θρεπτικὴ εἰ καὶ ἕνεκά του, ἀλλ’ οὐ μετὰ φαντασίας. ἔτι τὰ φυτὰ τὴν θρεπτικὴν ἔχοντα δύναμιν ἦσαν ἄν καὶ πορευτικὰ καὶ εἶχον ἄν μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν ταύτην. τί δ’ ἄν εἴποιμεν περὶ τῆς βώλου, ὅταν ἐπὶ τὰ κάτω φέρηται, ἢ ὅταν ἐπὶ τὰ ἄνω τὸ πῦρ; οὐ γὰρ βίαιος αὕτη ἡ κίνησις, καὶ ὅμως οὐ μετ’ ὀρέξεως. ἢ οὐ περὶ πάσης ἡμῖν ἐνταῦθα πρόκειται τοπικῆς διασκοπῆσαι κινήσεως, ἀλλὰ περὶ μόνης τῶν ζώων. ὁ οὐρανὸς δὲ καὶ τὰ οὐράνια κύκλῳ φερόμενα κατ’ ὄρεξιν ποιοῦνται τὴν κίνησιν· νοὸς γὰρ μιμοῦνται τὴν εἰς αὑτὸν συστροφήν. ἀλλ’ οὐδὲ τὸ αἰσθητικὸν τὸ κινοῦν ἐστι· πολλὰ γάρ ἐστι τῶν ζώων, ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δέ ἐστι καὶ ἀκίνητα. εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηθέν, μηθ᾿ ἀπολείπει τι τῶν ἀναγκαίων πλὴν ἐν τοῖς πηρώμασι καὶ ἐν τοῖς ἀτελέσι, τὰ δὲ τοιαῦτα τῶν ζώων τέλειά εἰσι καὶ οὐ πηρώματα σημεῖον δὲ ὅτ’. γεννητικά, εἰ καὶ μὴ ὡς τὰ ζῷα ἐκ συνδυασμοῦ, ἀλλ’ ὡς τὰ φυτά, καὶ ἀκμὴν ἔχει καὶ φθίσιν)· ὥστ’ εἶχεν ἂν καὶ τὰ ὀργανικὰ μόρια τῆς πορείας. ἀπορήσειε δ’ ἄν τις, εἰ καὶ παρεκβατικώτερον· εἰ δὴ πολλὰ τῶν ζώων τὴν αἰσθητικὴν ἔχει δύναμιν, τελειοτέραν οὖσαν, τῆς γεννητικῆς ἐστερημένα ταύτης οὕσης ὑποδεεστέρας, πῶς ἐλέγετο ἐν τοῖς ἔμπροσθεν ὅτι οὐ πρότερον τῶν τελειοτέρων ἐνδέχεται μετασχεῖν, εἰ μὴ τῶν καταδεεστέρων τις μετάσχῃ; † ὄρτυγες γὰρ καὶ μυῖαι καὶ σκώληκες καὶ ἄλλ’ ἄττα αἰσθητικὰ ὄντα τῆς γεννητικῆς ἐστέρηνται δυνάμεως τῷ αὐτο- μάτως ἢ ἐκ σήψεως ὕλης φύεσθαι. ἐκεῖνο δὲ πρὸς τοῦτο λέγομεν ὡς ὅσαι τῶν ψυχικῶν δυνάμεων πρὸς τὸ εἶναι συντελοῦσι, ταύτας ἀνάγκη κατὰ τὴν εἰρημένην τάξιν τοῖς ἐμψύχοις παραγίνεσθαι· ὅσαι δὲ πρὸς τὸ εὖ εἶναι οἷον [*](2 λογιστικῷ Α 5 τεμμαχίζειν libri 7 αὐξήσεται Α 12 πως om. C 17 ὡς ὁ Ἱππόλυτος Α 21 ἡ om. Β 25 αὑτὸν scripsi: αὐτὸν libri 28 ἐστι Α 30 συνδοιασμοῦ AC 31 μέρη AC 32 ἔχοι Α 33 ταύτης om. Α ἀποδεεστέρας Β 35 μετάσχοι AC)

141
ἡ γεννητικὴ πρὸς ἀιδιότητα καὶ διαδοχὴν μόνην, ταύτας οὐκ ἀνάγκη. τοσαῦτα καὶ περὶ τούτων. αὖθις δ’ ἐπανιόντες λέγομεν, ὡς οὔτε τὸ λογιστικὸν οὔθ’ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν, οὔτε ὁ θεωρητικὸς οὔθ’ ὁ πρακτικός, τῷ τὸν μὲν μηδὲν νοεῖν πρακτόν, οὗ ἕνεκα ἡ κατὰ τόπον κίνησις, ἀλλὰ τῶν καθόλου καὶ νοητῶν ἀντιλαμβάνεσθαι, καὶ μήτε περὶ φευκτοῦ ἢ διωκτοῦ λέγειν· ἡ δὲ κίνησις ἢ φεύγοντος ἢ διώκοντος τί ἐστι. καὶ μᾶλλον ὅ ἄν ὑπονοηθείη ἠρεμίας αἴτιος ἢ κινήσεως· θεωρῶν γὰρ προσδεής ἐστι τῆς κατὰ σῶμα ἠρεμίας ὡς ἐκκρουόμενος τῇ κινήσει. οὔτε δὲ ὁ πρακτικὸς ᾗ τοιοῦτος κινήσεως αἴτιος· πολλάκις μὲν γὰρ θεωροῦμεν τῶν φευκτῶν τι ἢ διωκτῶν, καὶ οὐ κινούμεθα ἀλλ’ ἐν μόνῃ ψῇ τῇ τοῦ πράγματος ἱστάμεθα θεωρίᾳ, ὡς ἄν τις περὶ πολέμου βουλεύοιτο, πῶς ἄν τροπώσαιτο πολεμίους ἐπιόντας ἢ φυγῇ χρήσαιτο· πολλάκις δὲ καὶ μὴ θελόντων κινηθῆναι ἐν τῇ φοβερῶν ἢ ἡδέων διανοήσει, ἡ μέντοι καρδία ἀντιτείνουσα κινεῖται καὶ αἱ τρίχες φρίττουσι. καὶ πάλιν διψῶντος ἐν στρατοπέδῳ στρατιώτου καὶ κελεύοντος τοῦ πάθους ἵεσθαι ἐπὶ πότον, ὁ νοῦς μένειν παρακελεύεται ἐν θεωρία τοῦ καλοῦ καὶ συμφέροντος. καὶ αὖθις ἐπιτάττοντος τοῦ νοῦ καὶ κελευούσης τῆς διανοίας τῆς πρακτικῆς φεύγειν τι ἢ διώκειν, οὐ κινεῖται ὁ ἄνθρωπος ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν πράττει, οἷον ἐπὶ τῶν ἀκρατῶν· ἑταίρας γὰρ φανείσης ὁ μὲν νοῦς φεύγειν παρακελεύεται, ἡ δὲ ἐπιθυμία μένειν βιάζεται. καὶ ἔτι αἱ τέχναι πᾶσαι νοῦς οὖσαι πρακτικὸς οὐκ ἐνεργοῦσιν, ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ ποιεῖν κατὰ τὴν ἐπιστήμην, ἀλλ’ οὐ τῆς ἐπιστήμης. ὁρῶμεν γὰρ ὅτι ὁ ἔχων τὴν ἰατρικὴν οὐκ ἰᾶται οὐδὲ ἔρχεται ἐπὶ τὸν ἄρρωστον, ἕως ἂν ἢ τὸ φιλοχρήματον ἢ φιλότιμον κινήσῃ ἢ καὶ ἄλλο τι. ἀλλὰ μὴν οὐδ’ ἡ ὄρεξις ἡ ἐμπαθὴς ἥ τε θυμικὴ καὶ ἐπιθυμη- τικὴ κυρία τῆς κινήσεως· οἱ γὰρ ἐγκρατεῖς ὀρεγόμενοι καὶ ἐπιθυμοῦντες οὐ πράττουσιν ὧν ἔχουσι τὴν ὄρεξιν, ἀλλ’ ἀκολουθοῦσι τῷ νῷ.

Εἰ γοῦν μηδὲν εἴη τῶν ἀπηριθμημένων τὸ κινοῦν, τί ἄν εἴη; ἢ φαίνεταί [*](III 10) γε δύο ταῦτα τὰ κινοῦντα, νοῦς καὶ ὄρεξις, ὄρεξις μὲν ἐπὶ τῶν ἐμπαθῶν, νοῦς δὲ ὁ μὲν λογικὸς καὶ πρακτικὸς ἐπὶ τῶν σπουδαίων, ὁ δὲ κατὰ φαντασίαν ἐπὶ τῶν ἀλόγων· ἐν γὰρ ἐκείνοις ἡ νόησις οὐ λογισμός ἐστιν ἀλλὰ φαντασία. καὶ ἡμεῖς δὲ ὅταν ἀπροβουλεύτως μνησθέντες τινὸς ἴωμεν ὄπισθεν αὐτοῦ, κατὰ μόνην φαντασίαν κινούμεθα. τρία οὖν κατὰ τοῦτο τὰ κινητικὰ κατὰ τόπον εἴη ἄν, νοῦς πρακτικὸς φαντασία καὶ ὄρεξις. μήποτε δὲ οὐκ εὐλόγως ἔχῃ λέγειν τοσαῦτα τὰ τῆς κινήσεως αἴτια, ἀλλ’ ἓν τοῦτο τίθεσθαι καὶ κοινὸν τὴν ὄρεξιν. εἰ γὰρ καὶ ἐν πλείοσιν ὑφέστηκε, νῷ καὶ θυμῷ καὶ ἐπιθυμίᾳ, ἀλλ’ οὖν εἰς ἕν τι συνάγεται καθὸ ὄρεξις. εἰ γὰρ δύο νοῦς καὶ ὄρεξις ἐκίνουν, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν. νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως ἡ γὰρ βούλησις ὄρεξις· ὅταν δὲ κτὰ λογισμὸν κινῆται, καὶ κτὰ βούλησιν κινεῖται), ἡ δὲ ὄρεξις κινεῖ παρὰ τὸν λογισμόν· ἡ γὰρ ἐπιθυμία [*](1 γενητικη C 2 περὶ τούτου AC 4 πρακτικόν ΑΒ 5 καθόλων C 7 κατὰ τὸ σῶμα A 8 δὲ om. A 10 μονῇ Β 12 τῇ τῶν φοβερῶν AC 13 αἱ om. C 14 ἴεσθαι libri 18 κελεύεται A 19 πρακτικὴ A 1 22 κινήσει A 1 C 26 οὐδὲν Β 27 τὰ om. AC 31 οὖν] ἂν 32 Α 32 ἂν om. A δὲ] μήπου τ’ οὖν A 33 ἔχει AC 38 κινῆται Β)

142
ὄρεξίς τίς ἐστιν. ἓν δὲ λέγομεν τὸ ὀρεκτικὸν οὐχ ὡς μιᾶς φύσεως οὔσης τῆς τε τοῦ νοῦ καὶ τῆς ἐμπαθοῦς, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς έν. ὄρεξις μὲν οὖν ἀρχὴ κινήσεως τῷ σώματι, ταύτης δὲ τὸ ὀρεκτόν, οἷον κάλλος πόμα νίκη. τοῦτο δὲ τὸ ἀγαθὸν ἢ τὸ ὄντως ἢ τὸ φαινόμενον, καὶ πρακτον· τοῦτο δέ ἐστι τὸ καὶ ἄλλως ἔχειν δυνάμενον, καὶ περὶ ὃ βουλή, οἷον εἰρηνεῦσαι πολε- μῆσαι πλουτῆσαι ὑγιᾶναι. ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις τῆς ψυχῆς κινεῖ ἡ καλουμένη ὀρεκτικὴ φανερόν· ὅπως δέ, ὡς ἄν τινος τῇ ψυχῇ ἔφεσις γένηται (τοῦτο δέ ἐστι τὸ ὀρεκτὸν καὶ πρακτὸν ἀγαθόν), καὶ δεῖται τῆς εἰς αὐτὸ μετουσίας καὶ τοπικῆς μεταβάσεως, εὐθὺς τὸ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ κινεῖ τοῦτο γὰρ αὐτῇ πρῶτον ὄργανον αἰσθήσεως καὶ κινήσεως, λεπτότατον ὂν ὥσπερ τὸ τῆς ζωῆς ἐν καρδίᾳ)· τὸ δὲ τὰ νεῦρα, πάντων ἐν ἐγκεφάλῳ τὰς ἀρχὰς ἐχόντων· τὰ δὲ τὰ ὀργανικὰ τοὐ σώματος μόρια, χεῖρας καὶ πόδας καὶ τὰ λοιπά· τούτοις δὲ τὸ ὅλον σῶμα μετάγεται καὶ οὕτω κίνησις γίνεται. ἐπεὶ δὲ ἡ ὄρεξις ἢ ἐν νῷ ἢ ἐν τῷ πάθει, ποτὲ μὲν κατορθουμένη ποτὲ δ’ ἡμαρτημένη ἡ πρᾶξις γίνεται. εἰ μὲν γὰρ ὁ νοῦς ἄρχοι, κατορθοῖ· πᾶς γὰρ νοῦς ᾗ νοῦς ὀρθός ἐστιν· εἰ δὲ ἡ ἐμπαθής, ἁμαρτάνει. καὶ ἀεὶ μὲν ὁ πρακτικὸς νοῦς ἕνεκά του τῆς πράξεως γάρ), ὁ θεωρητικὸς δ’ οὔ. τέλος δ’ ἐκείνῳ μὲν ἡ πρᾶξις, τῷ δὲ ἡ θεωρία. καὶ μέντοι καὶ ἡ ὄρεξις ἕνεκά του πᾶσα· τοῦ ὀρεκτοῦ γάρ. τὸ δὲ ἀρχὴ μὲν τῷ πρακτικῷ νῷ γίνεται βουλευομένῳ, τέλος δὲ τῆς πράξεως. οἷον ῥιγῶντες βουλευόμεθα ὅτι δεῖ σκέπης· τοῦτο ὅ ἄν γένοιτο, εἰ ἐπινοηθείη τι ἡμῖν περιβόλαιον· τοῦτο δὲ εἰ στήμονα καὶ κρόκην συνάψαιμεν· ταῦτα δὲ ἐξ ἐρίων, ἐκ τῶν προβάτων δὲ τὰ ἔρια· δεῖ οὖν ὠνήσασθαι πρόβατα. καὶ εἰς τοῦτο τοῦ πρακτικοῦ νοῦ λήξαντος ἐν- τεῦθεν ἡ πρᾶξις ἄρχεται· ὠνούμεθα πρόβατα, κείρομεν τὰ ἔρια, στήμονα καὶ κρόκην ποιοῦμεν· ταῦτα δὲ συμπλέξαντες ποιοῦμεν περιβόλαιον· καὶ ἐνταῦθα κατέληξε πάλιν ἡ πρᾶξις, ἔνθα ἤρξατο ἡ θεωρία. καὶ δὴ περὶ τοῦ αὐτοῦ λογίσαιτ’ ἄν πολλάκις καὶ ὁ θεωρητικὸς νοῦς, εἰς ὃ καὶ ὁ πρακτικός, οὐχ ὁμοίως δέ· ὁ μὲν γὰρ αὐτὴν τὴν φύσιν τοῦ πράγματος ἐπισκέψαιτο μόνην ὅπως ἔχοι, οὐκ εἰδὼς εἴτε πρακτόν ἐστιν εἴτε μή, οἷον τίς ποτε φύσις ὑγείας καὶ τίς ἡ τῶν σωμάτων κρᾶσις, καὶ οὐ πρὸς μερικὸν ἀλλὰ καθόλου· ὁ δὲ ὅπως ἂν τόδε τὸ σῶμα ψυχρὰν ἔχον δυσκρασίαν ἰάσαιτο, πάντα μερικά. μή- ποτε δὲ καὶ ὁ θεωρητικὸς κινεῖ· ὅτι μὲν γάρ ἐστί τις ὄρεξις καὶ αὐτῷ, πρόδηλον. ὀρεγόμεθα γὰρ μαθημάτων καὶ τῆς τῶν πραγμάτων θεωρίας καὶ τῆς πρὸς τὸ θεῖον ἀνατάσεως· ἔνθεν καὶ πρὸς τοὺς διδασκάλους φοιτῶμεν ἑαυτοῖς ἐξευρεῖν μὴ δυνάμενοι, οἵ τε διδάσκαλοι πρὸς τοὺς διδαχθῆναι ὀφείλοντας ἔρχονται ὀρεχθέντες τούτου. κἄν τελειωθέντα δέ τις ὑποθοῖτο τὸν ἡμέτερον νοῦν καὶ γενόμενον ἐνεργείᾳ, καὶ τότε προσδεὴς ἔσται τῆς ἀπ’ ἄλλου γνωστοῦ ἐπ’ ἄλλο μεταβάσεως, ὡς καὶ νῦν ὁρῶμεν τοὺς ἐπιστήμονας· οὐ γὰρ δὴ πάντα προχείρως ἕξει ὡς ὁ θεῖος ἀθρόως καὶ μιᾷ ἐπιβολῇ καὶ ἀεὶ πάντων τῶν ὄντων ἑστῶσαν ἔχων τὴν θεωρίαν, ἀλλ’ ἀφ’ ἑτέρου ἐφ’ ἕτερον θεώρημα μεταβαίνων ἔσται· [*](3. 8 ὀρεκτικόν Β 19 βουλομένῳ BC 26 ἔνθα] ὅθεν A 31 post πάντα add. δὲ Α 39 ἕξοι ὥσπερ A)
143
τοῦτο δὲ ὀρέξεως ἄνευ ἀδύνατον. ὥστε γένοιτ’ ἄν ποτε καὶ ἡ ἐν τῷ θεωρη- τικῷ νῷ ὄρεξις αἰτία τῷ σώματι τῆς κατὰ τόπον κινήσεως. ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν, ὡς οὐκ αὐτόθεν ἡ ἐν τῷ θεωρητικῷ ὄρεξις κινητική ἐστι τοῦ σώματος, ἀλλ’ ὀρεχθεὶς τοῦ μαθεῖν τι ἢ διδάξαι, ἐπεὶ μὴ οἷόν τε τοῦτο γενέσθαι ἄνευ τῆς κατὰ τόπον κινήσεως, ἐπιτρέπει τῷ πρακτικῷ νῷ ποιήσασθαι τὴν τοῦ σώματος κίνησιν, ὁ δὲ κινεῖ· ἐπεὶ καὶ ὑγιαίνειν τὸ σῶμα βούλεται, ἵνα μὴ πρὸς τὴν ἐνέργειαν ἐμποδίζηται, καὶ λ·ουτροῖς ἔνθεν καὶ γυμνασίοις χρῆται· οὐχ ᾗ δὲ θεωρητικός, ἀλλ’ ᾗ πρακτικός, ὡς εἷς τῷ τέλει διαφέρων. ὅτι μὲν οὖν κατ’ ὄρεξιν ἐν τοῖς ζώοις ἡ κίνησις, δῆλον ἐκ τούτων.

Ἐπεὶ δ’ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις, τοῦτο δέ, ὅταν λόγος ἐπι- θυμίᾳ μάχηται, σκεπτέον ὅπως ποτὲ ταῦτ’ ἔχει. ὁ μὲν γὰρ λόγος σωφροσύνη καὶ δικαιοσύνης ὀρέγεται, τὰ δὲ πάθη τὸ μὲν ἐπὶ τὸ φιλήδονον, τὸ δὲ ἐπὶ τὸ φιλότιμον ἐκκαλεῖται· καὶ ὁ μὲν διὰ τὸ μέλλον ἀνθέλκειν κελεύει, ἡ δὲ ἐπι- θυμία διὰ τ·ὸ ἤδη ἡδύ· φαίνεται γὰρ τὸ ἤδη ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ τὸ παρὸν ἀγαθὸν καὶ ἀπλῶς ἀγαθὸν διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον. καὶ δήπου τῷ πυρέττοντι ψυχροῦ ἐφιεμένῳ ὁ μὲν νοῦς ὁρῶν τὸ μέλλον κακὸν ἐκ τῆς πόσεως ἀποτρέπει πιεῖν, ἡ μέντοι ἐπιθυμία τὸ παρὸν ὁρῶσα βιάζεται· καὶ οὕτω λοιπὸν συμβαίνει τὴν μάχην τῶν ὀρέξεων γίνεσθαι. τοῦτο δ’ ἐν μόνοις ἀνθρώ- ποις τοῖς καὶ χρόνου αἴσθησιν ἔχουσιν, οὔτε δὲ ἐν τοῖς κρείττοσιν οὔτε ἐν τοῖς χείροσι· τοῖς μὲν γὰρ οὐκ ἔστιν ἀλογία, τοῖς δ’ οὐκ ἔστι λόγος. τούτων οὕτως ἐχόντων ἀνάγκη τὸ κινοῦν τὴν κατὰ τόπον κίνησιν τὸ ζῶον μὴ ἓν εἶναι. ἀλλὰ γένει μὲν ἕν, εἴδει δὲ καὶ ἀριθμῷ πλεῖστα. αὐτίκα ποιητικὸν μὲν καὶ πρῶτον αἴτιον αὐτὴ ἡ ὄρεξις· δεύτερον δὲ ᾧ κινεῖ. τοῦτο δὲ διττόν, τὸ μὲν κινοῦν μέν, οὐ κινούμενον δέ, ὡς τὸ ὀρεκτόν, οἷον ὑγεία, νίκη, ὃ δὴ καὶ τελικὸν κινήσεως αἴτιον· τὸ δὲ κινούμενόν τε καὶ κινοῦν, ὅπερ ἐστὶν ὀργανικόν, τὸ ἐν ἐγκεφάλῳ πνεῦμα· τούτῳ γὰρ ὀργάνῳ πρώτῳ πρὸς τὴν αἴσθησιν καὶ κίνησιν ἡ ψυχὴ χρῆται. ὅθεν καὶ εἴ τις ἔμφραξις ἐν νεύρῳ γένοιτο τοῦ πνεύματος κωλύουσα τὴν δίοδον, τὸ μὲν ἀνωτέρω κινήσεται τὸ κάτω δ’ οὔ. εἰδικὸν δὲ αὐτὴ ἡ κίνησις, ἧς ζητοῦμεν τὰ αἴτια. κινούμενον δὲ τὸ ζῶον. τὸ μέντοι πνεῦμα καὶ ἀρχὴ καὶ τέλος ἐστί· καθὸ μὲν γὰρ μέσον ὂν τῆς ἀσωμάτου καὶ ἀύλου φύσεως καὶ τοῦ παχέος τούτου σώματος, καὶ δι’ αὐτοῦ δευτέρως καὶ κίνησις χορηγεῖται καὶ αἴσθησις, εἴη ἄν ἀρχή· καθὸ δὲ ἄλλοθεν κινεῖται καὶ εἰς αὐτὸ ἀποτελευτῶσιν αἱ τῆς ψυχῆς ἐλλάμψεις καὶ ζωαί, γένοιτ’ ἄν τελευτή. ὅθεν ἕν ἐστι καὶ οὐχ ἕν, καὶ κινούμενον καὶ ἀκίνητον. θεωρητέον δὲ περὶ αὐτοῦ ὕστερον ἐν τοῖς κοινοῖς ἔργοις ψυχῆς καὶ σώματος διεξοδικώτερον· νῦν δ’ ὡς ἐν κεφαλαίῳ εἰπεῖν ὅτι τὸ κινοῦν ὀργανικῶς, ὅπου ἂν ἀρχὴ καὶ τελευτὴ τὸ αὐτό, ὡς ἐν θύρᾳ καὶ κιβωτίῳ ὁ γίγγλυμος· ἐνταῦθα γὰρ τὸ κυρτὸν καὶ τὸ κοῖλον τὸ μὲν τελευτή, τὸ δ’ ἀρχή. διὸ τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται, λόγῳ μὲν ἕτερα ὄντα, μεγέθει δὲ ἀχώριστα· πάντα γὰρ ὤσει καὶ ἕλξει κινεῖται. [*](3 ὄρεξις repetit Β 8 post εἶς add. ὢν AC 11 ἔχοι Α 14 φαίνεται γὰρ τὸ ἤδη ἡδὺ om. B τὸ ἤδη scripsi, cf. de Αn. 433b9: τὸ τόδε AC 23 ante αὐτὴ add. ἡ Α 26 τούτῳ scripsi: τοῦτο libri 29 αὐτὴ] αὕτη A 1 31 παχέως C 33 ἐλλάψεις C 34 post ὅθεν add. καὶ Α 37 γίγγλυμος scripsi: γιγγλυσμός libri)

144
διὸ ὥσπερ ἐν κύκλῳ δεῖ μένειν τι καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν. ὅλως μὲν οὖν, ὥσπερ εἴρηται, ᾗ ὀρεκτικὸν τὸ ζῶον, ταύτῃ ἑαυτοῦ κινητικόν· ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας· αὕτη δὲ ἢ λογιστικὴ ἢ αἰσθητική, ὡς κἀν τοῖς περὶ φαντασίας ἐλέγετο. τῆς δὴ αἰσθητικῆς καὶ τὰ ἄλλα ζῷα μετέχει. ἡ γὰρ φαντασία ἢ ἀπὸ τοῦ νοῦ τὰς ἀρχὰς λαμβάνουσα κινεῖται ἢ παρὰ τῆς αἰσθήσεως. καὶ ἀπὸ μὲν τοῦ νοῦ τὸν τρόπον τοῦτον· ὅταν γὰρ ὁ νοῦς ὁ πρακτικὸς ὀρεχθῇ διά τι φέρε εἰπεῖν ἀγαθὸν κινῆσαι τὸ ζῶον ἐπὶ τὸ Βυζάντιον, εὐθὺς ἡ φαντασία τυποῦται ὑπὸ τῆς τοῦ νοῦ ὀρέξεως, τοῦτο δέ ἐστι τῆς βου- λήσεως, καὶ μορφοῦται τὸν τύπον τῆς πόλεως ἢ ἀληθῆ, εἰ ἔφθη διὰ τῆς αἰσθήσεως τυπωθῆναι, τότε μνημονεύουσα, ἢ ἐξ ὁμοιότητος τῶν ἄλλων καὶ πεπλασμένον· εἶτα βουλευομένου, πότερον διὰ γῆς ἢ θαλάσσης πορεύσεται, καὶ ἡ φαντασία μορφοῦται τὸν πλοῦν ἢ τὴν γῆν· καὶ προκρίναντος θάτερον, εἰ τύχοι, τὴν διὰ γῆς καὶ τὴν διὰ τῶνδε ἢ τῶνδε τῶν τόπων ὁδόν, πάλιν ἡ φαντασία μορφοῦται κατ’ ἐκεῖνο, εἰς ὅπερ ἡ τοὐ νοῦ ἔκλινε βούλησις, καὶ τότε κινεῖ κατὰ ταύτην τὸ ζῶον συνθεῖσα πάντα τὰ φαντάσματα εἰς ἕν· λέγω δὴ τὴν ἐπὶ τόνδε τὸν τόπον πορείαν διὰ γῆς καὶ τῶνδε τῶν τόπων. καὶ τοιαύτη μὲν ἡ λογικὴ τήν τε ἀρχὴν ἀπὸ τοῦ νοῦ ἔχουσα καὶ κατὰ μέρος εἰς ἓν συντι- θεῖσα. ἡ μέντοι ἄλογος ἀπὸ τῶν αἰσθήσεων τὰς ἀρχὰς λαμβάνει· τὸ γὰρ ἐγγινόμενον ἐν αἰσθήσει πάθος τοῦ αἰσθητοῦ προσβαλόντος ἐναπομαξαμένη μορφοῦται, εἴτε ἡδὺ εἴτε λυπηρόν, καὶ κινεῖ τὴν ὄρεξιν ἐπὶ τὸ φυγεῖν ἢ ἑλεῖν, ἡ δὲ τὸ ζῶον· οἷον ὑπὸ τῆς τοῦ μέλιτος ὀσμῆς οὔσης ἡδείας πάσχει προσβαλὸν τὸ τῶν μυιῶν ὀσφραντικόν, τὸ δὲ τυποῖ τὸ φανταστικόν, ἐκ τούτου δὲ ὄρεξις, ἡ δὲ ἐπὶ τὸ μέλι τὰς μυίας ἄγει· τάς τε μελίσσας κατὰ τὰ αὐτὰ λυποῦσα διώκει ἡ τοῦ καπνοῦ προσβολή. ἐκ δὴ τῆς αἰσθήσεως ἡ ἄλογος φαντασία τὴν ἀρχὴν ἴσχει, καὶ τὰ πολλὰ φαντάσματα εἰς ἓν συνθεῖναι ἀδυνατεῖ, ὥσπερ ἡ λογική, ἀλλὰ συμπαρομαρτεῖ τῇ αἰσθήσει τοῦτο μόνον φανταζομένη, οὗπερ ἡ αἴσθησις ἀντελάβετο, ἐπιλανθανομένη τῶν ὄπισθεν· διὸ οὐδὲ δοξάξειν τὰ ἄλογα δύναται, εἴπερ ἡ δόξα τοῦ καθόλου.

[*](III 11)

Τούτων οὕτω διωρισμένων σκεπτέον καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν αὐτὰ τυγχάνει ὧδε δὲ ἀτελῆ λέγομεν, οἷς αἴσθησις γεῦσις μετὰ τῆς ἁφῆς ὑπάρχει μόνη), πότερον ἐνδέχεται φαντασίαν ὑπάρχειν καὶ τούτοις, ὥσπερ καὶ τοῖς τελείοις τῶν ζώων, εἴπερ καὶ τῇ κινήσει φαντασία σύνεστιν, ἢ οὔ. ἢ τοῦτο μὲν καὶ ἀπορεῖν τὴν ἀρχὴν οὐκ εὔλογον· εἰ γὰρ ἐπιθυμίαν αὐτοῖς ἐνοῦσαν ὁρῶμεν τῷ ἥδεσθαι καὶ λυπεῖσθαι τὸ δέ, ὅτι συστέλλονται καὶ διαχέονται· κοχλίαι μὲν γὰρ ὕδατος αὐτοῖς προσιόντος τῶν ὀστράκων ἐξέρπουσι· συγκλείονται δὲ καὶ συνάγονται σκληροῦ τινος προσεγγίσαντος), λείπεται λέγειν καὶ φαντασίαν αὐτοῖς ἐνεῖναι· πλὴν ὥσπερ τὴν κίνησιν, οὕτω καὶ ταύτην ἀόριστον ἕξουσι. τοῖς μέντοι τελειοτέροις, οἷον ἵπποις κυσὶ καὶ μελίτταις, τεταγμένως πως κινουμένοις ἐπί τε γὰρ νομὰς τὰς συνήθεις καὶ τὰς καταἑαυτοῦ [*](2 scripsi: δ’ αὐτοῦ libri 10 προτυπωθῆναι Α 12 προκρίναντας Β θάτερον scripsi: θατέρου libri 17 ante κατὰ add. τὰ Α 19 προσβάλλοντος Α 20 post ἡδὺ add. ἧ Α: εἰ C 24 δὴ] δὲ Β 32 καὶ om. A)

145
μονὰς οἴκοθεν οἴχονται), καὶ ἡ φαντασία μᾶλλόν τι ἐκείνων ἕξει τεταγμένον. ὡρισμένως δὲ καὶ τελεώτατα ὁ λογικὸς κινηθήσεται ἄνθρωπος νῷ καὶ βουλήσει χρώμενος· καὶ οὐ πάντως τῷ φαινομένῳ ἡδεῖ ἕψεται, εἰ μὴ καὶ ἀγαθὸν εἴη ἦν γὰρ ἄν περιττὴ ἡ ἐν αὐτῷ ἐπιστασία τοῦ λογισμοῦ), καὶ τόδε πρὸ τοῦδε αἱρήσεται. ἑνὶ γάρ τινι κανόνι τῷ ἀγαθῷ χρήσαιτο, καὶ πρὸς ἐκεῖνο βλέπων τὴν φυγὴν ποιήσεται καὶ τὴν αἵρεσιν. ἄλλως μέντοι καὶ ἄλλως ὁ φαῦλος καὶ ὁ σπουδαῖος πρός τε τὸ ἀγαθὸν βλέπουσι καὶ τῷ συλλογισμῷ χρήσονται· ὁ μὲν γὰρ τῷ φαινομένῳ ὁ δὲ τῷ ὄντι προσβαλεῖ. καὶ ὁ μὲν ὅτι ἡδὺ θήλεος ὁμιλία, τὸ δὲ ἡδὺ κατὰ φύσιν, τοῦτο δὲ ἀγαθόν, τοῦτο δὲ αἱρετόν, ἐπὶ τὴν μῖξιν ἥξεται· ὁ δὲ ἐπειδὴ τόδε ἡδύ, ἡδέων δὲ τὸν σπουδαῖον ἀπέχεσθαι δεῖ, σωφρονήσειεν. ἐπεὶ δὲ ἀντιπεπονθότα τὸν λόγον συνέγνωμεν πρὸς τὰ πάθη, τέσσαρες ἕξεις ἠθικαὶ ἐν ψυχῇ ἀναφανήσονται. ἢ γὰρ μάχονται πάθος καὶ λόγος ἢ οὔ· καὶ εἰ μὴ μάχονται, ἢ τοῦ λόγου κρατήσαντος καὶ τὰ πάθη ἐξευγενίσαντος ἄγει ὅποι καὶ βούλοιτο, καὶ καλεῖται σωφροσύνη, ἡ τῶν τεσσάρων ἀρετῶν τῶν γενικῶν περιληπτική, ἢ τὰ πάθη τὸν λογισμὸν ἐδουλώσαντο ἀνδραποδισάμενα, καὶ λέγεται ἀκολασία. εἰ δὲ μάχονται καὶ παρὰ μέρος τὴν ἧτταν καὶ τὴν νίκην ἀντιλαμβάνουσιν, ὥσπερ σφαῖρα ἄνω καὶ κάτω κυλιομένη, ἐγκράτεια καὶ ἀκρασία κατονομάζεται· ἐγκράτεια μὲν εἰ κρατεῖ λόγος, ἀκρασία δὲ εἰ πάθος. τέσσαρες δ’ οὖσαι ἀρεταὶ γενικαὶ τῶν ὅλων καὶ περιεκτικαὶ φρόνησις σωφροσύνη ἀνδρία καὶ δικαιοσύνη τρία μέρη τῶν τῆς ψυχῆς διενεί- μαντο· καὶ φρόνησις μὲν ἐν τῷ λογιστικῷ, σωφροσύνη δὲ ἐν τῷ ἐπιθυμη- τικῷ, ἀνδρία δὲ ἐν τῷ θυμικῷ, ἡ μέντοι δικαιοσύνη ἐν ἀμφοτέροις θυμῷ καὶ ἐπιθυμίᾳ. καὶ φρόνησις μέν ἐστιν ἕξις μετὰ λόγου ἀληθοῦς περὶ τὰ ὄντως ἀνθρώπινα ἀγαθὰ πρακτικὴ καὶ εὑρετική· σωφροσύνη δὲ ἕξις ἀνένδοτος περὶ τὰς σωματικὰς ἡδονὰς μετὰ ὀρθοῦ λόγου κατὰ προαίρεσιν· ἀνδρία δὲ ἕξις ἐκ προαιρέσεως ὁρμητικὴ κατὰ λόγον ὀρθὸν πρὸς τοὺς ὑπὲρ ἀγαθοῦ κινδύνους ἐν ὑπομονῇ τῶν κατ’ ἄνθρωπον ἀλγεινῶν· δικαιοσύνη δὲ ἕξις προαιρετικὴ κατὰ τὸν ὀρθὸν λόγον τοῦ κατ’ ἀξίαν παρεκτική. καὶ μεσότης μὲν ἡ σωφρο- σύνη ἀκολασίας καὶ ἠλιθιότητος, ἀνδρία δὲ δειλίας καὶ θράσους, ἀφροσύνης δὲ καὶ πονηρίας ἡ φρόνησις, καὶ πλεονεξίας δὲ καὶ μειονεξίας ἡ δικαιοσύνη. τούτων οὖν οὕτως ἐχόντων ἐπεὶ ἐκ δύο τοὐλάχιστον προτάσεων συλλογισμὸς ἅπας συμπεραίνεται, τῶν δὲ ἡ μὲν μερικὴ καὶ ἐλάττων, ἡ δὲ καθόλου καὶ μείζων, ποία μᾶλλον αἰτία τῆς τοὐ ἀνθρώπου κινήσεως; ὡς ἐπὶ παραδείγματος “ἐγὼ φιλόσοφος, πάντα φιλόσοφον εὖ ποιεῖν δεῖ, ἐμὲ ἄρα εὖ ποιεῖν δεῖ”· πάλιν “ἐγὼ ἠρίστευσα, πάντα ἀριστέα στεφανοῦσθαι δεῖ, ἐμὲ ἄρα στεφανοῦσθαι δεῖ”. καὶ πῶς μὲν θεωροῦσιν ἡ μερικὴ τὸ κῦρος ἔχειν φανήσεται· αὕτη γάρ ἐστιν ἡ ἐπὶ τὴν πρᾶξιν κινήσασα δι’ ἑαυτήν, αὕτη δὲ καὶ ἡ πράττουσα. ἀλλ’ ἔστι πως καὶ ἡ καθόλου αἰτία· εἰ μὴ γὰρ τῷ καθόλου κρίνοι τὸ πρακτὸν ἡ ψυχή, ὅτι πάντα τοιόνδε τόδε δεῖ ποιεῖν, οὐ κινεῖται· ὥστ’ εἰ καὶ ἀμφοτέρας αἰτίας [*](1 οἴχονται scripsi: οἴονται libri 2 ὡρισμένος C 3 ἡδεῖ scripsi: ἡδὺ libri 7 ὁ (ante σπουδαῖος) om. AC 10 ἡδίων C ἀπεσχέσθαι C 20. 22. 25. 29 ἀνδρεία AC 28 παρεκτική] περιεκτική Β 30 δὲ (post πλεονεξίας) om. C 31 οὖν om. C 32 περαίνεται Α Comment. Aristot. XXIII. 1. Sophon. de Anima. 10)
146
εἴποιμεν, ἀληθὲς ἄν εἴποιμεν. καὶ δὴ ἡ μὲν μερικὴ ἔστιν ὅτε ἀορισταίνει καὶ κινεῖται μεταβαίνουσα, ἡ δὲ καθόλου ἧττον ἢ οὐδαμῶς· ἐνδέχεται γὰρ τὸν λέγοντα “ἠρίστευσα” καὶ μὴ ἀριστεῦσαι· καὶ νῦν μὲν Διομήδης ἠρίστευσε, νῦν δὲ Ἀχιλλεύς, ἄλλοτε Αἴας· ἡ δὲ “πάντα ἀριστέα δεῖ στεφανοῦσθαι” ἵσταται καὶ οὐ μεταβάλλει εἰ μή τις καὶ τὴν εἰς ἄλλην ὁμοίαν πρᾶξιν μετά- βασιν ταύτης ἀλλοίωσιν εἴποι, οἷον “δεῖ πάντα ἀριστέα δωρεὰν λαμβάνειν”. πάσχει δὲ τοῦτο, διότι μᾶλλον πρὸς τοῦ ἑνὸς ἢ τοῦ πλήθους, ἡ δὲ ἐλάττων πρὸς τοῦ πλήθους ἄπειρα γὰρ τὰ καθ’ ἕκαστα), καὶ ὅτι ἐπὶ μὲν τῆς μερικῆς, μιᾶς ὑποκειμένης καὶ τῆς αὐτῆς πράξεως, ἀπειράκις ἐνδέχεται, ὥς γε εἴρηται, μεταβάλλεσθαι, ἡ δὲ καθόλου ἀκίνητος, τότε δὲ κινεῖται ὅτε καὶ ἡ πρᾶξις ἑτέρα γένηται. καὶ ὅσῳ καθολικωτέρα ἐστί , τοσούτῳ μᾶλλον ἀκίνητος· διὸ τὸ πάντων καθολικώτατον καὶ ἀκίνητόν ἐστιν, οἷον τὸ ἀγαθόν· πάντων γάρ ἐστι τελικώτατον αἴτιον καὶ πάντες οἱ συλλογισμοὶ διαφερόντως τοῦ πρακτικοῦ νοὸς εἰς τοῦτο τελευτῶσι· διὰ τοῦτο στεφανοῦσθαι δεῖ ὅτι ἀγαθόν, καὶ διὰ τοῦτο εὖ ποιεῖν δεῖ.

[*](III 12)

Τούτων οὕτω διαιτηθέντων καὶ τὸ τῆς κατὰ τόπον κινήσεως αἴτιον τοῖς ζώοις ὃ τυγχάνει ὂν εἰπόντες, ὅτι ὄρεξις ἀπλῶς, καὶ ᾖ μὲν ὄρεξις, ἕν, ᾗ δὲ ἐν πλείοσι μορίοις, οὐχ ἕν, νῦν ζητήσωμεν, τί δήποτε μὴ πάντα κινητικὰ κατὰ τόπον τὰ ἔμψυχα, καὶ ἵνα ταῦτα καλῶς διαρθρωθείη, τὸν περὶ τῶν μορίων τῆς ψυχῆς λόγον ἀναλάβωμεν. τὸ μὲν οὖν θρεπτικὸν ἀναγκαίως ἐν παντὶ ἐμψύχῳ θεωρεῖται· πᾶν γὰρ τὸ γενόμενον αὔξησιν ἔχει καὶ ἀκμὴν καὶ φθίσιν καὶ δεῖται τοῦ προσκρινομένου καὶ αὔξοντος, ὃ δὴ τῷ ὑποκειμένῳ ἐξομοιούμενον ποιήσει τὴν αὔξησιν· τοῦτο δὲ τροφή. οὐ μόνον δὲ διὰ τὴν αὔξησιν τροφῆς δεῖται τὰ ἔμψυχα οὐ γὰρ διὰ παντὸς αὔξεται), ἀλλὰ καὶ δι’ ἣν ὑπομένει διηνεκῆ φθίσιν καὶ ἀπορροὴν δεῖται τοῦ εἰσιόντος καὶ ἀναπληροῦντος τὴν κένωσιν. διὰ ταῦτ’ ἄρα τὴν θρεπτικὴν δύναμιν ἐν πᾶσι τοῖς ἐμψύχοις ἀνάγκη εἶναι. τὴν δὲ αἰσθητικὴν οὐκ ἀνάγκη ἐν πᾶσιν· αὐτίκα γὰρ ὅσα ἀπλᾶ τῶν σωμάτων, οἷον τὰ τέσσαρα στοιχεῖα, καὶ ὅσα σύνθετα, ἐξ ἑνὸς δὲ ἐπικρατοῦντος συνέστηκεν, οἷα τὰ φυτά, οὐκ αἰσθήσεται· γεωδέστερα γάρ, γῆ δὲ ἥκιστα τῶν ἄλλων συμβαλεῖται πρὸς αἴσθησιν, βαρύτατον ὂν καὶ ἀκίνητον. ὅθεν καὶ τὰ ἐν τοῖς ζώοις μόρια, οἷον ὀστᾶ τρίχες ὄνυχες, κατὰ τοσοῦτο τῶν ἄλλων <μᾶλλον> ἀναίσθητα, ὅσῳ καὶ γεωδέστερα. δεῖ δὲ τὴν αἴσθησιν ἐν μεσότητι εἶναι, ἵν’ εἴη τῶν εἰς ἑκάτερα ἐκκλινόντων κριτήριον. ἔτι ἀπλοῦν ὃν τὸ σῶμα οὔτε τοῦ οἰκείου αἰσθήσεται οὐ γὰρ ἄν παθεῖν ὑφ’ ὁμοίου τὸ ὅμοιον δύναιτο· πάθοι γὰρ ἄν ὑφ’ αὑτοῦ· πάθος δὲ ἡ αἴσθησις), οὔτ’ αὖ γνωριεῖ τὸ ἀλλότριον· φθαρή- σεται γὰρ ὑπὸ τοῦ ἐναντίου. οὔτ’ οὖν ἀπλοῦν σῶμα ἕξει ἁφὴν ἢ ὅλως αἴσθησιν ὡς τὰ καθόλου, οὔθ’ ὅσα μὴ τῶν εἰδῶν δεκτικὰ ἄνευ τῆς ἄης. καὶ τὸ ἁπτικὸν καὶ αἰσθητικὸν σύνθετον ἔσται καὶ μῖγμα ἐκ πάντων, ἵνα τὰς ὑπερβολὰς γινώσκῃ τῶν στοιχείων· τοῦ γὰρ ἀέρος ψυχροτέρου ἢ θερμοτέρου γεγονότος ἐπαισθηἡ] [*](4 εἰ Β 10 κινεῖτε C 11 καθολικώτερον BC 17 ἡ μὲν Α 21 γεννώμενον AC 22 προκρινομένου C 24 καὶ om. Β 29 οἷον Α 32 μᾶλλον addidi 33 κριτήρια Β 35 ὐπ’ αὐτοῦ BC 37 ἁπτικὸν scripsi: ἁπτὸν libri 39 ἢ θερμοτέρου om. B)

147
σόμεθα, μένοντος δ’ εὐκραοῦς οὔ. μῖξιν δὲ στοιχείων καὶ σύνωσιν λέγομεν τὴν κατὰ τὸ ἀνάλογον· ὅσα γὰρ ἐλαττοῦντι τῷ ποσῷ, ἐν τῇ συνδρομῇ πλεονεκτοῦσι τῇ δυνάμει, οἷον πέπονθε τὸ πῦρ πρὸς τὴν γῆν ἐν τοῖς τῶν ζώων σώμασιν· ἡ μὲν γὰρ πλείστη τῷ ποσῷ, τὸ δὲ δραστικώτερον. ἀναίσθητα μὲν οὖν τὰ φυτά, ὅτι ἁπλᾶ καὶ κατὰ τὴν ἑνὸς συντέθεινται ἐπικράτειαν. τὸ δὲ ζῶον, ὅτι σύνθετον, ἀναγκαῖον αἴσθησιν ἔχειν· καὶ ἔτι δεῖ αὐτὰ σώζε- σθαι τοῦτο δὴ καὶ σκοπὸς τῆς φύσεως), ἵνα δὲ σώζηται, τρέφεσθαι, ἵνα δὲ τραφείη, κινεῖσθαι ἐπὶ τὰ τρέφοντα. μὴ ἔχοντα δὲ αἴσθησιν κἄν περιέπεσε τοῖς τρέφουσιν, οὐκ ἄν ἔγνω, μὴ γινώσκοντα δὲ οὐκ ἄν ἐτράφη· καὶ εἰ τοῦτο, μάτην ἄρα καὶ τὴν ἀρχὴν ἐκινήθη. ἀλλ’ οὐδὲν μάτην ἡ φύσις ποιεῖ, ἀλλὰ πάντα ἕνεκά του τὰ φύσει ἢ συμπτώματα τῶν ἕνεκά του, ὡς τὸ πολιοῦσθαι ἐν γήρᾳ ἢ ξανθὰς ἔχειν τὰς τρίχας τὰ μειράκια συμπτώματα δὴ τῶν ἕνεκά του γινομένων παρὰ τῆς φύσεως, τὸ μὲν διὰ τὸ φλέγμα τὸ δὲ διὰ τὸ αἷμα. φανερὸν δὲ ἐντεῦθεν καὶ ὃ ζητῆσαι προεθυμήθημεν, διὰ τί μὴ 〈πάντα〉 μεταβατικὰ κατὰ τόπον τὰ ἔμψυχα· εἰ γὰρ ἡ κίνησις διὰ τὴν τροφήν, τροφὴ δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον, οὐδὲν χρεία φυτοῖς τῆς τοπικῆς κινήσεως, ἁπλοῖς οὖσι καὶ συμπεφυκόσι τῇ γῇ κἀκεῖθεν παρακειμένην ταῖς ῥίζαις τὴν τροφὴν ἕλκουσι. τοῖς δὲ ζώοις, ἐπεὶ σύνθετα καὶ δεῖται τῷ καταλλήλῳ τραφήσεσθαι, ἡ τοῦ τόπου μετάβασις προσγίνεται, ἵν’ ἐκ διαφόρων τὸ πρόσφορον τῆς τροφῆς ἐρανίζηται· τοῖς δὲ αὐτοῖς καὶ αἴσθησις διὰ τὴν τοῦ βλαβεροῦ καὶ ὠφελίμου διάκρισιν. καὶ τοῦτο μὲν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ.

Μήποτε δὲ ὁ λόγος φθάνει καὶ ἐπὶ τῶν ἀεικινήτων αἰθερίων σωμάτων, καὶ αἴσθησις αὐτοῖς ὑπολείπεται, εἴπερ καὶ ψυχὴ καὶ νοῦς· τοῖς γὰρ οὕτω περὶ αὐτῶν δοξάζουσι καὶ τοῦτο συνυποληφθείη. καὶ γεῦσιν μὲν ἐν αὐτοῖς καὶ ἁφὴν οὐ πάνυ τις, φασίν, ἀναγκάσει λόγος διὰ τὸ ἀπαθὲς καὶ ἀνενδεὲς τῆς φύσεως, ἢ θυμὸν καὶ ἐπιθυμίαν, ἀκοὴν δὲ καὶ ὅρασιν τὰς τιμιωτέρας ἐνεῖναι τοῖς τιμιωτάτοις διισχυρίσαιτο. τί γὰρ κάλλιον ψυχῇ καὶ σώματι νοῦν ἐλλάμπειν ἐν ἀναισθήτῳ σώματι ἢ ἐν αἰσθητικῷ; καὶ εἰ τὸ πρῶτον, ἡ μὲν οὐ μᾶλλον νοήσει τῶν εἰς σοφίαν συμβαλλόντων ἐστερημένη κρατίστων καὶ τιμιωτάτων ὄψει γὰρ καὶ ἀκοῇ τὸ τῆς φιλοσοφίας ἡμῖν θηρᾶται γένος), τὸ δὲ οὐδὲν ἑαυτῷ ἐσεῖται χρήσιμον. τίς δὲ κοινωνία ἢ ἕνωσις γένοιτο τῶν ἄκρως ἐναντίων, μὴ ὄντος τοῦ μεσιτεύοντος νοὸς καὶ σαρκός, ἀπούσης αἰσθήσεως; λείπεται τὸ δεύτερον λέγειν καὶ ἀκόλουθον τοῖς τὰ οὐράνια σώματα ἔμψυχα καὶ ἔννοα λέγουσι τὸ αἰσθητικὰ τίθεσθαι.

Ταῦτα μὲν οὖν οὕτως. ἔτι δὲ κἀκεῖνο συνεξετάσωμεν, τί δήποτε πέντε οὐσῶν αἰσθήσεων, εἴ τις τῶν ἄλλων ἐκλείψειεν, οὐ φθείρει τὸ ὑποκείμενον καὶ ἔστιν οἷς τῶν ζώων οὔθ’ ὅρασις οὔτ’ ἀκοὴ φύσει προσγέγονεν, ἁφῆς δὲ ἀναι- ρουμένης εὐθὺς καὶ ζῶον ἀναιρεῖται, καὶ μόνη ἀναγκαιοτάτη καὶ κοινοτάτη καὶ τῶν ἄλλων πρώτη. λέγομεν οὖν ὅτι, εἴπερ, ὡς δέδεικται, δεῖ τὸ ἔμψυχον [*](7 σκοπὸν Β 13 τῶν μὲν—τῶν δὲ Β 14 πάντα addidi 17 παρακείμενα B 19 προσγεγένηται AC 22 φθάνοι AC 23 γὰρ om. Β 24 αὐτὸν A 1 25 λόγον B 27 διισχυρίσαιντο Α: διισχυρίσαντο Β 28 ἢ ἐν] ἡ τῷ Α 32 ἄκρων Α 35 οὖν om. AC 36 τις] τι B)

148
τρέφεσθαι, καὶ οὐχ οἷόν τε μόνιμα εἶναι τὰ ζῷα καὶ κατερριζῶσθαι σύνθετα ὄντα, ἡ δὲ τροφὴ σῶμά ἐστιν ἁπτόν, τρεφόμεθα δὲ ἐξ ὧν συνεστήκαμεν, συνιστάμεθα δὲ ἐκ ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν οἱ γὰρ χυμοὶ ἥδυσμα τούτοις εἰσὶν ὡς πεπλεγμένοι, διὸ καὶ αὐτοὶ ἁπτοί πώς εἰσι καὶ ἡ γεῦσις ἁφή), ἀνάγκη ἄρα ἔχειν τὸ ζῶον κριτικὴν δύναμιν τῶν τρεφόντων καὶ μή, ἁπτῶν δὲ ὄντων, καὶ αὐτὸ δεῖ ἁπτικὸν εἶναι. ἡ γὰρ τροφὴ ἁπτομένη τοῦ τρεφομένου τρέφει, οὐ πόρρω κειμένη· εἰ γοῦν μὴ ἔχει τὴν ἁφήν, οὐδὲ πλησιάζον τὸ τρέφον γνωρίσει· μὴ γνωρίζον δὲ οὐκ ἄν ἕλοιτο· μὴ ἑλόμενον δὲ οὐκ ἄν τραφείη· μὴ τρεφόμενον δὲ οὐδὲ εἶναι δυνήσεται, ὥστε πρὸς αὐτὸ τὸ εἶναι συντελεῖ τοῖς ζώοις αὐτὴ ἡ ἁπτικὴ αἴσθησις. αἱ δὲ ἄλλαι πρὸς τὸ εὖ εἶναι· διὸ ἐνεῖναι οὐκ ἀνάγκη πᾶσι πάσας, ἀλλὰ τοῖς τελειοτέροις καὶ τελειωθεῖσι. καὶ ἔτι τὰ μὲν κατὰ φύσιν σωστικά τε καὶ βλαβερὰ τῇ ἀφῇ κρίνεται, χρώματα δὲ καὶ ὀσμαὶ καὶ ψόφοι, ὧν αἱ λοιπαὶ αἰσθήσεις, οὔτε σωστικὰ οὔτε φθαρτικά· διὸ καὶ οὐκ ἀνάγκη ἐν πᾶσιν εἶναι τὰς τούτων κριτικάς.

[*](III 13)

Φανερὸν οὖν ἐκ τούτων καὶ ὅπως οὐχ ἁπλοῦν οἷόν τε εἶναι τὸ τοῦ ζώου σῶμα, οἷον πύρινον ἢ ἀέρινον ἢ ὑδάτινον· καὶ εἰ μὴ πόνος τὸ πολλάκις περὶ τῶν αὐτῶν λέγειν, εἴπωμεν πάλιν. ἄνευ γὰρ ἁφῆς, ὡς εἴρηται, οὐδεμίαν ἄλλην αἴσθησιν ἔχειν τὸ ζῶον ἐνδέχεται· ἅπαν γὰρ σῶμα ἔμψυχον ἁπτικόν. τὰ μὲν οὖν ἄλλα στοιχεῖα ἔξω γῆς αἰσθητήρια μὲν ἄν γένοιτο, δι’ ἑτέρου δ’ αἰσθήσεται καὶ τοῦ μεταξύ· ἡ μέντοι ἁφὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστι, διὸ καὶ τοῦτο τοὔνομα ἔχει. ὥστε τῶν ἄλλων τριῶν στοιχείων οὐδὲν ἄν εἴη σῶμα τοῦ ζώου. οὐδὲ δὴ γήινον. πάντων γὰρ ἡ ἁφὴ τῶν ἁπτῶν ἐστι μεσότης, καὶ ἔστι δεκτικὸν τὸ αἰσθητήριον οὐ μόνον ὅσαι γῆς εἰσι διαφοραί, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἁπτῶν ἀπάντων. διὰ τοῦτο τοῖς ὀστοῖς καὶ ταῖς θριξὶ καὶ τοῖς τοιούτοις μορίοις οὐκ αἰσθανόμεθα, ὅτι γῆς. διὰ τοῦτο καὶ τὰ φυτὰ ἀναίσθητα. ταῦτ’ ἄρα οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζώου σῶμα. τούτων οὕτως ἐχόντων, ἐπεὶ ἄνευ ἁφῆς οὐδεμίαν οἷόν τε ἄλλην εἶναι, αὕτη δὲ οὔτε γῆς οὐτ’ ἄλλου τῶν στοιχείων ἑνός, ὡς οὐδὲ τὸ τοῦ ζώου σῶμα, φανερὸν ὡς ἀνάγκη μόνης ταύτης στερισκόμενα τὰ ζῷα θνήσκειν· ταύτῃ γὰρ τὸ ζῴῳ εἶναι ὥριστο. ἐντεῦθεν καὶ τὰ μὲν ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ διαφθείρει τὸ ζῶον, οἷον χρῶμα ψόφος καὶ ὀσμή, ἀλλὰ μόνα τὰ αἰσθη- τήρια, ἄν μὴ ᾖ τι κατὰ συμβεβηκός, οἷον εἰ ἅμα τῷ ψόφῳ ὦσις καὶ πληγὴ γένηται, καὶ ὑπὸ ὁραμάτων ἐκπληκτικῶν καὶ ὑπ’ ὀσμῆς ἕτερα κινεῖται, ἃ τῇ ἀφῇ φθείρει καὶ ὁ χυμὸς δὲ τῶν δηλητηρίων, ᾗ ἅμα συμβαίνει ἁπτικὸς εἶναι, ταύτῃ φθείρει)· ἡ δὲ τῶν ἁπτῶν ὑπερβολὴ οἷον θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ ἀναιρεῖ τὸ ζῶον. παντὸς μὲν γὰρ ὑπερβολὴ αἰσθητοῦ ἀναιρεῖ τὸ αἰσθητήριον, ὥστε καὶ τὸ ἁπτὸν ὑπερβάλλον τὴν ἁφήν· ταύτῃ δ’ ὥρισται τὸ ζῆν. καὶ σύνεστι μὲν ἀεὶ αὕτη τῷ ζώῳ ἐξ ἀνάγκης· τοῦ εἶναι γὰρ ἕνεκα, αἱ δὲ ἄλλαι τοῦ εὖ, καὶ γένει ζώων οὐ τῷ τυχόντι, ἀλλὰ τισίν. οἷον τῷ [*](7 εἰ οὖν A ἔχη AC 11 ἐνεῖναι om. A 18 ante γὰρ add. μὲν Α 22 post τῶν add. μὲν Α 23 δὴ om. C 26 τοῖς om. Β 29 ζώου σῶμα] ὦμα Β 30 μόνοις C 31 τὸ] τῷ ΑC 33 εἰ om. C 40 αἱ δὲ κτλ. cf. de An. Γ 12. 434b 24)

149
πορευτικῷ ἀνάγκη ὑπάρχειν· εἰ γὰρ μέλλει σώζεσθαι, ὡς ἐλέγετο, οὐ μόνον δεῖ ἁπτόμενον αἰσθάνεσθαι, ἀλλὰ καὶ ἄποθεν· τοῦτο δ’ ἄν εἴη, εἰ διὰ τοῦ μεταξὺ αἰσθητικὸν εἴη, τῷ ἐκεῖνο μὲν τὸ μεταξὺ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν καὶ κινεῖσθαι, αὐτὸ δὲ ὑπ’ ἐκείνου. ὥσπερ γὰρ τὸ κινοῦν κατὰ τόπον μέχρι τινὸς μεταβάλλειν ποιεῖ, καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν καὶ αὐτὸ καὶ ἐστι διὰ μέσου ἡ κίνησις μία κατ’ ἀλληλουχίαν, πολλῶν ὄντων τῶν ἑξῆς κινούντων καὶ κινουμένων, τὸ πρῶτον δὲ κινοῦν ἀκίνητον καὶ κινεῖ καὶ ὠθεῖ αὐτὸ οὐκ ὠθούμενον, καὶ αὖ πάλιν τὸ ἔσχατον αὐτὸ ἀκίνητον καὶ μόνως ὠθεῖται οὐκ ὦσαν, τὰ δὲ μέσα ἄμφω, οὕτω καὶ ἐπὶ τῆς ἐν αἰσθήσει ἀλλοιώσεως. οἷον ὁ μὲν ἄνθρωπος κινεῖ τὴν χεῖρα, ἡ δὲ τὴν βακτηρίαν, αὕτη δὲ τὴν θύραν, κἀκείνη πρὸς ἀκίνητον ὠθίσθη τὸν τοῖχον. ὁ μὲν οὖν ἄνθρωπος μόνως ἐκίνησεν, ἡ δὲ θύρα μόνως ἐκινήθη, τὰ δὲ μεταξὺ καὶ ἐκινήθη καὶ ἐκίνησε. κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τῶν αἰσθανομένων γίνεται, οἷον ἐπὶ τῆς ὄψεως· ὁ μὲν γὰρ ἥλιος κινεῖ τὴν ἐν ταῖς σφαίραις διαφάνειαν, ἐκεῖναι δὲ τὸν ἀέρα, ὁ δὲ τὸ ὕδωρ, τὸ δὲ τὸ αἰσθητήριον τοῦ ὄντος ἐν τῷ ὕδατι· καὶ διὰ τοῦτο καὶ ἐν ὕδατι ὄντες ὁρᾶν δυνάμεθα τὸν ἥλιον καὶ τὰ ἄστρα. ὁ μὲν οὖν ἥλιος μόνως κινεῖ καὶ τὰ ἄστρα, τὸ δὲ αἰσθητήριον μόνως κινεῖται, τὰ δὲ μεταξὺ καὶ κινεῖται καὶ κινεῖ. ἔτι ἐπὶ τοῖς αὐτοῖς καὶ ἑτέρῳ παραδείγματι χρησόμεθα πρὸς σαφήνειαν. ὥσπερ ἄν εἴ τις εἰς κηρὸν βάψειέ τι σφραγιστήριον, μέχρι τούτου ἔβαψεν, ἕως ὁ κηρὸς ἐνεδίδου κινούμενος, λίθος δὲ οὐδὲν πάθοι οὐδὲ κινηθείη διὰ σκληρότητα, ἐν ὕδατι δέ, ὅτι καὶ κηροῦ πολλῷ μαλακώ- τερον, μέχρι πόρρω βάψει, ἔτι δὲ μάλιστα ὁ ἀὴρ ἐπὶ πλεῖστον κινηθήσεται καὶ ποιήσει καὶ πάθοι, ἐάν περ μένῃ καὶ εἷς ᾖ, κατὰ τὰ αὐτὰ δὴ συμβαίνει καὶ τὰ περὶ αἴσθησιν. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον λέγειν τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ σχήματος καὶ τοῦ χρώματος ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι, καὶ πάσχειν καὶ κινεῖν, μέχρις οὗ ἂν ᾖ εἷς ἐπὶ δὲ τοῦ λείου ἔστιν εἷς), διόπερ οὗτος πάλιν τὴν ὄψιν κινεῖ. καθόλου δὲ περὶ ὁράσεως οὕτω διωριστέον, ὡς οὐκ ἀκτίνων ἐκπεμπομένων κωνικῶς ἢ σωματικῶς ἢ ἀσωμάτως, ὥς τινες λέ- γουσιν, αἱ ἀνακλάσεις γίνονται, ἀλλὰ τῷ τὰς ἐνδιδομένας ἐνεργείας ἀπὸ τῶν ὁρατῶν τῷ ἀέρι ὡς διαφανεῖ ὄντι εἰδοποιεῖν αὐτὸν ἕνα ὄντα καὶ τῇ συνεχείᾳ καὶ τῇ κατ’ εἶδος ταὐτότητι καὶ τῇ συμμετρίᾳ τοῦ διαστήματος, καὶ τῷ μὲν ὁρατικῷ προσπιπτούσας αἰσθητηρίῳ κινεῖν αὐτό· λείῳ δέ τινι καὶ πεφωτι- σμένῳ καὶ πυκνῷ προσπεσούσας καὶ οὔσας ἐν τῷ δεξαμένῳ ἀέρι ὡς ἔτι μένοντι ἑνὶ καὶ μὴ διακοπέντι ἢ διὰ τραχύτητα ἢ ἀραιότητα ἢ διὰ σκοτεινότητα, τοὐ ἀντερείσαντος λείου καὶ στερεοῦ ὄντος, καὶ διὰ τοῦτο οὐ πορρωτέρω προϊούσας, ἀλλ’ οἷον εἰς τοὐπίσω ἐπανιούσας καὶ τῷ ἐνδόντι αἰσθητῷ, ἐὰν ὁρατικὸν ᾖ, γινομένας ὁρατάς, ποιεῖν τὴν ἀνάκλασιν τὴν ἐπὶ τῆς ὄψεως· οἷον ἀπὸ τοῦ χρώματος καὶ τοὐ σχήματος τοῦ ἐμοῦ προσώπου ἐνδοθείσης τῆς [*](3 ὑπὸ] ἀπὸ Β 7 καὶ (post κινούντων) om. Β τὸ δὲ πρῶτον AC 11 ὠθήσθη Β 14 ἐκεῖνα Β 17 μόνως (ante κινεῖ) scripsi: μόνος libri 18 ἐπὶ τοῖς] ἐπί τοι Β 20 οὐδὲν] οὐδ’ ἄν Α 24 αἰσθήσεως AC 29 τῷ] τὸ AC 30 ἕνα ὄντα] ἕως ἄν εἴς ἡ Α: ἄν εἷς ἦ add. C 36 προιούσας] ποιούσας BC ἐπανιούσης A 1 post ἐὰν add. καὶ Α)
150
ὁρατικῆς ἐνεργείας τῷ μεταξὺ ἀέρι τοῦ τε προσώπου καὶ κατόπτρου καὶ μενούσης δι’ ὅλου τοῦ μεταξύ, καὶ διὰ τὸ τὴν πρόσω κωλύεσθαι φορὰν ὑπὸ τοῦ λείου ἅμ καὶ φυλάσσοντος ἕνα τὸν μεταξὺ ἀέρα ἐπανακαμπτούσης ἕως τοῦ ἐμοῦ προσώπου πάλιν· ὅπερ ἐπειδὴ οὐ μόνον ἐστὶν αἰσθητὸν ἀλλὰ καὶ ὁρατικόν, ὄψεται τὴν ἐνδιδομένην αὐτῷ ὡς ἀπὸ τοῦ ὁρατοῦ ἐνέργειαν, τουτέστιν ὡς ἀπὸ χρώματος καὶ σχήματος· καὶ τοῦτο καλεῖσθαι ἀνάκλασιν, τὴν οἷον ἐπανάκαμψιν καὶ εἰς τὸ ἐξ ἀρχῆς ἐνδεδωκὸς ἐνέργειαν. κατὰ τὸν αὐτὸν τρόπον. καὶ τὰς ἄλλας γίνεσθαι ἀνακλάσεις, ὅσαι καὶ μὴ κατ’ ὀρθὰς γίνονται γωνίας ὁραταὶ καὶ ἀκουσταί, ὅσαι τε δι’ ἀέρος καὶ ὕδατος καὶ ὅσαι κατὰ διάφορα σχήματα τῶν λείων γίνονται· ἡ γὰρ ἀνάκλασις οὐ μόνον κατ’ ὀρθὰς γίνεται γωνίας ἀλλὰ καὶ κατὰ πάσας τὰς κατ’ ἰσότητα πρὸς τὸ ὑποκείμενον ἐπίπεδον ἀντικειμένας, ὡς καὶ τοῖς μαθηματικοῖς διώρισται. διὸ οὐ πρὸς τὸ ἐνδεδωκὸς μόνον ἀντανακλᾶται ἡ ἐνέργεια τοῦτο γὰρ ὅτε κατ’ ὀρθάς), ἀλλὰ καὶ πρὸς ἄλλα τὰ κατ’ ἰσότητα τὴν εἰρημένην ἔχοντα πρὸς τὸ κάτοπτρον σχέσιν. εἰ δέ τι τῶν ἐνταῦθα λεγομένων περὶ ὁράσεως μὴ συνᾴδει τοῖς ἔμπροσθεν, οὐ δεῖ θαυμάζειν· ἐπὶ γὰρ τῶν οὕτω δυσχερῶς ἐχόντων πρὸς τὴν περίληψιν μόλις ἄν τις τῇ τῶν διαφόρων λόγων ἐντυχίᾳ καὶ γυμνασίᾳ ἴσχυσέ τι λαβεῖν πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. καὶ περὶ τοῦ φωτίζειν δὲ ὅλως καὶ ὁρᾶν εἰσὶν οἳ λέγουσιν ἕτερα καὶ τῶν νῦν καὶ τῶν προτέρων, ὡς τῇ ποιᾷ σχέσει τοῦ τε φωτίζοντος καὶ φωτιζομένου καὶ ὁρῶντος καὶ ὁρωμένου γίνεσθαι, καὶ μὴ διά τινος μεταξὺ ἐνεργείας ἢ ἀλλοιώσεως, ὡς ἐπὶ τῶν ἄλλων εἶχεν αἰσθήσεων. ἐπ’ ἐκείνων μὲν καὶ διὰ χρόνου καὶ τῶν μεταξὺ ἡ κίνησις ἦν, οἷον ἐπ’ ἀκοῆς καὶ ὀσφρήσεως· οὐ γὰρ ἅμα ὁ ἐγγὺς καὶ πόρρω τοῦ αὐτοῦ ψόφου ἢ ὀσμῆς ᾔσθετο, ὅτι κατὰ φορὰν καὶ ἀλλοίωσιν· ἐπὶ δὲ φωτὸς καὶ ὁράσεως ἀθρόως ἀχρόνως ἅμα, ὅτι κατὰ σχέσιν· τοιαῦτα γὰρ τὰ πρός τι. δεξιὸν γάρ του ἢ ἴσον ἢ διπλάσιον ἀχρόνως γίνεται· καὶ ὡς ἐπὶ τούτων ἅμα τῷ τὸ ἓν ἀπεῖναι οὐδὲ τὸ ἕτερον ἔσται ἅμα γὰρ τῷ μεταβληθῆναι διπλάσιον καὶ ἥμισυ ἔφθαρτο), οὕτω καὶ ἐπὶ τοῦ φωτός· ἅμα τῷ φανῆναι ἐφώτισε καὶ τῷ ἀπεῖναι ἐσκότισεν. ἐπὶ δὲ τῶν κατ’ ἀλλοίωσιν οὐχ οὕτως· οὐ γὰρ εὐθὺς τοῦ θερμάναντος οἰχομένου καὶ ὁ ἀὴρ ἀπέβαλε τὴν θερμότητα, ἀλλ’ ἔτι ἔχει. διοίσει μέντοι τὰ περὶ φωτὸς τῶν πρός τι, ὡς ἐκεῖ τὸ ἐγγὺς καὶ πόρρω ἀδιά- φορον πρὸς τὸ γενέσθαι σχέσιν, καὶ πανταχόθεν δυνατόν, ἐνταῦθα δὲ δεῖ συμμετρίας τῷ ἀποστήματι καὶ κατ’ εὐθεῖαν μόνην. καὶ ταῦτα ὡς ἐν πα- ρεκβάσει παρεξετάσαντες πάλιν ἐπανίωμεν. ἡ μὲν οὖν ἁφὴ τοῦ εἶναι ἕνεκα τοῖς ζώοις οὔτε γὰρ οἷόν τε μὴ ζῶον ἔχειν αὐτὴν οὔτε ζῶον ἄλλην πρὸ ταύτης), αἱ δὲ ἄλλαι τοῦ εὗ εἶναι, οἷον ὄψις, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ, καὶ ὅλως ἐπεὶ ἐν διαφανεῖ· γεῦσις δὲ διὰ τὸ ἡδὺ καὶ λυπηρόν, ἵν’ [*](3 ἕως] ὡς Α 17 εὐτυχία Β 19 πρότερον AC 26 τῷ τὸ scripsi: τοῦτο libri 27 οὐδὲ τὸ ἕτερον―τῷ ἀπεῖναι (29) om. Β ἅμα] ἀλλὰ C 30 θερμαίνοντος Α: θερμάνοντος C εἰχουμένου Α καὶ om. BC 31 μέντοι] μέντι C 34 ἐπανίομεν AC 36 ὅπως] ὅπερ C)
151
αἰσθάνηται τοῦ ἐν τῇ τροφῇ καὶ ἐπιθυμῇ καὶ κινῆται· ἀκοὴ δὲ ὅπως σημαίνῃ τι αὑτῷ· γλῶσσα δὲ ὅπως σημαίνηῃ τι ἑτέρῳ.

Καὶ δὴ τούτων οὕτω πεπερασμένων ἔτι βραχύ τι περὶ τῶν κατὰ τὴν παροῦσαν πραγματείαν συμβάντων ἡμῖν ὑπομνήσαντες τέλος ἐπιθῶμεν τοῖς εἰρημένοις. τῶν περὶ ψυχῆς πραγματευσαμένων οἱ μὲν μαθηματικώτερον οἱ δὲ λογικώτερον τὴν σκέψιν πεποίηνται, καὶ προσηκούσας ἑκάτεροι τῇ ἐξ ἀρχῆς προθέσει τὰς ἀποδείξεις ἐπέφερον· καὶ ἄμφω μέντοι ὡς πρὸς νοῦν μᾶλλον ἢ ψυχὴν ἡνωμένην καὶ προσχρωμένην σώματι πεπραγματεῦσθαι ἐγνώσθησαν. ὅσοι δὲ καὶ φυσικῶς τι περὶ αὐτῆς εἰπεῖν ἐπεχείρησαν καὶ τὸ πρὸς· τὴν ὕλην κατατεταγμένον αὐτῆς θεωρῆσαι καὶ καθ’ ὅσον κοινωνεῖ σώματος, οὗτοι δέ οἳ περὶ τῆς τοῦ παντὸς εἰπεῖν ἐπέβαλον φύσεως, ὡς ἐν τοῖς ἄλλοις, κἀν τούτοις περαίνουσιν ἁπλῶς ἐπελθόντες καὶ κατὰ πάρεργον· ὅπως δὲ ὅλη τέ ἐστι καὶ μερῶν ἔχοι, τίς δὲ αὐτῆς καὶ ἡ πρὸς τὴν ὕλην κοινωνία, καὶ ἐφ’ ὅσον τό τε τῶν ἐνεργειῶν καὶ δυνάμεων πολυειδὲς καὶ διάφορον, καὶ περὶ τούτων ἐντελῶς τι παρῆκαν εἰπεῖν. ἔχουσι μέντοι ὅμως χάριν ἰδίως ἀμφό- τεροι οἵ τε μαθηματικῶς καὶ λογικῶς ζητοῦντες καὶ οἱ φυσικῶς περὶ αὐτῆς σκοποῦντες. ὃ γὰρ οὐκ ἔχει τις παρὰ τούτων λαβεῖν, παρ’ ἐκείνοις ἐν- τεύξεται· καὶ ὡς μὲν ἀθάνατος δήπουθεν καὶ ἀνώλεθρος οἱ λογικοὶ καὶ μαθηματικοὶ λέγουσι, τὴν δ’ αὗ αὐτῆς πρὸς τὴν ὕλην καὶ τὴν φύσιν σχέσιν μᾶλλον δ’] ἄν τις παρὰ τῶν φυσικῶν ἐκπορίσαιτο. δῆλον δ’ ἂν ἐκ τούτων εἴη καὶ τῆς προθέσεως τῆς ἡμετέρας τὸ σκόπιμον· ὃ γὰρ ἀμφοτέροις ἐλλεῖ- πον συνέγνωμεν, τῷ παρ’ ἑκατέροις βοηθοῦμεν ὑπάρχοντι καὶ συνάγομεν ἄμφω τοῦτο γὰρ ἔδοξε κάλλιον) καὶ τὰς παραδοθείσας ἀρχὰς προάγομεν εἰς τελείωσιν, ἀπὸ μὲν τῆς ὕλης καὶ τῆς αἰσθήσεως διὰ ·τὸ σαφὲς ἀπαρξάμενοι, πρὸς δὲ τὸν νοῦν καταλήξαντες. εἴ τις δὲ κἀν τοῖς θεωρήμασιν ἐπιθήκη καὶ τῶν εὑρισκομένων ἐπέκτασις, οὐκ ἄχρηστός ἐστι· τίνι γὰρ μᾶλλον ἄν τις ἡσθείη καὶ ὑποίσοι πόνον ἢ αὑτὸν γινώσκων; ἐπεὶ δὲ ἀθάνατος ἡ ψυχὴ οὖσα δέδεικται, ἐπιμελείας δεῖ πλείστης, ὅπως ὡς βελτίστη ἔσται· μὴ καθαρὰ γὰρ ἀπαλλαγεῖσα σώματος πρὸς κακὸν αὐτῇ τὸ γεγενῆσθαι ἀθάνατον. εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοὐ τε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς· νῦν δὲ ἐπειδὴ τὸ ζῆν αὐτῇ παραμόνιμον φαίνεται, οὐδεμία ἄν εἴη ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς φρονιμωτάτην καὶ δικαιοτάτην γενέσθαι μετὰ ἀνδρίας καὶ σωφροσύνης. τὰς γὰρ ᾀδομένας τῶν ψυχῶν ἐκτίσεις μετὰ τὸν τῇδε βίον καὶ τὰς τῶν ἀνοσίων εἰσπράξεις ἔργων καὶ τὴν εἰς τέλος ἐν πυρὶ τῆς ἀδικίας κατάλυσιν, τάς τε ἀμοιβὰς τῶν ἀγαθῶν κατὰ τὰ ἴσα μέτρα καὶ τὴν τοῦ καλλίστου μετουσίαν καὶ θειοτάτου τὰς ἐλλάμψεις, τὰς θεώσεις, τὰς ἀναβάσεις ἀληθῆ νομίζειν χρή. προνοίας γὰρ οὔσης καὶ λόγου τὸ πᾶν ἐπιστατοῦντος, πῶς οἷόν τε μὴ εἶναι [*](1 κινεῖται C 2 σημαίνει Β αὑτῷ scripsi: αὐτῶ libri σημαίνει BC 3 περὶ om. Β 5 περὶ τῆς ψυχῆς C 6 τῇ] τῆς A 1 11 post οἳ add. καὶ AC 20 δ’ delevi 25 δὲ (post πρὸς) om. C 27 ὑποίσει Β αὐτὸν BC 31 αὑτῶν scripsi: αὐτῶν libri 32 τῆς mn. Β 34 ἀνδρείας C)

152
κρίσιν καὶ τῶν βεβιωμένων ἐξέτασιν, ἢ λεγομένην μὴ πιστεύεσθαι ὅσιο; καὶ μέντοι καὶ σωμάτων ἔσται ἀνάστασις ταῖς ἰδίαις ψυχαῖς αυνέσεσθαι, ἣν δὴ καὶ παλιγγενεσίαν ὁ ἀληθὴς πρεσβεύει λόγος· καὶτὴν εἰς τοῦτο τῶν πολλῶν συλλογισμῶν καὶ πλοκῶν τοῦ σωτῆρος φωνὴν πιστοτέρα ἡγούμεθα. οὐδὲν ἢ μικρὸν ὤνησεν.

[*](1 βεβιωμένην B 2 συνέσεσθαι] συνεσομένων A2 3 παλιγγενεσίας B ὁ ἀληθὴς] om. B 6 δόξα τῷ δεδωκότι θῶ τὸ τέλος rubr. subscr. C)