In Aristotelis Libros De Anima Paraphrasis

Sophonias

Sophonias. In Aristotelis Libros De Anima Paraphrasis (Commentaria in Aristotelem Graeca, 23.1). Hayduck, Michael, editor. Leipzig: Reimer, 1883.

Ἡ περὶ ψυχῆς πραγματεία οὐ μόνον ὅτι καλλίστη καὶ θειοτάτη, ἀλλ’ οἷς καὶ διαφερόντως ἀνθρώποις τῶν ἄλλων οἰκεία καὶ τοῖς λογικοἶς πρεπωδεστάτη πασῶν, προὔργου πρὸς τὴν σκέψιν ἐπαίρει τοὺς φιλοπόνους καὶ τῶν ἀρίστων φιλοθεάμονας. τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δ’ ἑτέραν ἑτέρας ἢ κατ’ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ δαυμασιωτέρων εἶναι, εἰ δι’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν ἐν πρώτοις θείημεν, εὐλόγως ἄν ποιοῖμεν. διαφερουσῶν γὰρ τῶν ἐπιστημῶν πρὸς ἀλλήλας κατά τε τὸ εἶδος τῆς γνώσεως ἢ τὴν τοῦ ὑποκειμένου ποιότητα ἢ καὶ δι’ ἄμφω ταῦτα, κρείττων μὲν ἡ ἀύλῳ χρωμένη τῷ ὑποκειμένῳ τῆς ὑλικῷ. καὶ τῆς φθαρτῷ ἡ ἀφθάρτῳ, ἥ τε τοὺς λόγους ἀκριβοῦσα καὶ ἄρχουσα τῆς κινουμένης καὶ τὰς ἀρχὰς ἐχούσης ἑτέρωθεν, καὶ ἡ κατ’ ἄμφω νικῶσα τῆς κατ’ ἄμφω λειπομένης κρείττων. αὐτίκα ἀστρονομία μὲν ἰατρικῆς πολλῷ βελτίων· τῇ μὲν γὰρ ἀίδιόν τι τὸ ὑποκείμενον καὶ ἄφθαρτον, ὁ οὐρανός, τῇ δὲ φθαρτόν, τὰ ἀνθρώπινα σώματα· οἵ τε λόγοι τῶν λόγων ὀρθότεροι. ταὐτὸν δὲ πεπόνθασι καὶ μηχανικὴ πρὸς γεωμετρίαν καὶ πρὸς ἀριθμητικὴν ἁρμονική· αἱ ἀρχαὶ γὰρ αὐταῖς ἐκεῖθεν, καὶ ὡς σωματικαὶ καὶ ὑλικαὶ ὑπὸ τὰς ἀύλους καὶ ἀσωμάτους τετάχαται. τρίγωνα γὰρ καὶ τετράγωνα τῷ μὲν γεωμέτρῃ ἀύλως θεωρηθήσεται, σωματικῶς δὲ τούτοις ὁ μηχανικὸς προσχρήσαιτο. ἡ γοῦν περὶ ψυχῆς θεωρία τῇ τε σεμνότητι τοῦ ὑποκειμένου (νοητὸν γάρ τι τοῦτο καὶ ἄυλον καὶ ἀθάνατον) τῷ τε ἀκριβοῦσθαι τὰς αἰτίας, καὶ διὰ καιρίων ταύτῃ τοὺς λόγους προέρχεσθαι, καὶ πρὸ τούτων τῷ ἡμῶν αὐτῶν εἶναι καὶ συγγενῆ, τιμιωτάτη ἐπιστημῶν καὶ οἰκειοτάτη πασῶν. δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν καὶ τὰ φυσικὰ σώματα. ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζώων καὶ αἰτία, καὶ τὸ τελέως φιλοσοφῆσαι ταύτῃ κατορθοῦται μόνῃ. τριττῆς γὰρ οὔσης τῆς φιλοσο- [*](1 οὐκ addidi 3 κἀν Β 5 σαφήνειαν C 6 παθεῖν] fort. πονεῖν ἑαυτοὺς ΑC ἐτρίβομεν sic BC: ἐτρίβημεν Α 8 τοῖς] desidero ἱκανοῖς οὖσι, V. Rose εἰωθόσι τὰ om. Α 10 Ἀρχὴ—τμήματος] συμπληκίου ἐξήγησις in marg. ab alia manu Α 15 εἰ τῷ Β 17 τιθείημεν Α 20 φθαρτά Β 28 θεωρηθήσονται C1)

4
φίας, θεολογικῆς, ἠθικῆς καὶ φυσικῆς, ἐν μὲν τῇ θεολογικῇ καὶ ἠθικῇ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία ἡ περὶ ψυχῆς θεωρία· ζητοῦσα γὰρ περὶ τοῦ οἰκείου νοῦ εἰ χωριστός, εἰ ἀθάνατος, εὐθὺς ἐπιστρέφει καὶ πρὸς τὰ νοητὰ καὶ θεῖα εἴδη (πρός τι γὰρ νοῦς καὶ νοητόν) καὶ ζητεῖ τὰς ἐκεῖ τάξεις θεολογοῦσα· τῷ τε περὶ τῶν οἰκείων διεσκέφθαι δυνάμεων, ὁπόσαι τε καὶ ποῖαι, περὶ τῆς ἠθικῆς ἀρετῆς ἐστι πραγματεύεσθαι, εἴπερ ἀρετὴ ψυχῆς, τοῦτο δ’ εὐταξία τῶν ταύτης δυνάμεων, εὖ δὲ τάξαι ταύτας ἀδύνατον τὸν μὴ τὴν φύσιν ἐπεσκεμμένον αὐτῶν. πρὸς δὲ τὴν φυσικήν, ὅτιπερ ἀρχὴ τοῖς ζώοις καὶ ὡς ποιητική κινεῖ γὰρ ταῦτα μόνῃ βουλήσει καὶ οὐ διὰ μοχλείας τινός) καὶ ὡς εἰδική κατὰ ψυχὴν γὰρ εἰδοπεποίηνται καὶ τοῦθ’ ὅπερ εἰσὶν ἔμψυχα λέγονται) καὶ ὡς τέλος· ἕνεκα γὰρ τῆς ψυχῆς τὸ σῶμα· ταύτῃ τοι καὶ ὀργανικὸν πρὸς τὰς ἐκείνης ἐνεργείας ἀπετελέσθη. ἀπιζητοῦμεν οὖν θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκεν ἐξ ἀνάγκης περὶ αὐτήν· ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζώοις ὑπάρχειν, οἷον θυμός, θάρρος, αἴσθησις, νόησις καὶ τὰ ὅμοια. ἀναγκαία γὰρ ἡ περὶ αὐτῶν σκέψις πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ. ἐπεὶ δ’ ἅπαξ ὅρῳ περιλαβεῖν τὴν τῆς ψυχῆς οὐσίαν προτεθυμήμεθα, δεῖ πρότερον ἀμηγέπη καθόλου περὶ ὁρισμῶν ἐπισκέψασθαι· ἧττον γὰρ ἂν παρέλκον δόξοι καὶ περιττόν· εἴ τι χρήσιμον ἐκεῖθεν τοῖς προκειμένοις φανήσεται. ἀγαπητὸν γάρ, εἰ καὶ ἰδίας τούτου τυχόντος πραγματείας ἀλλὰ μὴ κατὰ πάρεργον ἄν τις εἶχεν εὐκρινές τι λαβεῖν. πάντη γὰρ καὶ πάντως ἐστὶ χαλεπώτατον καὶ κοινῶς ἐπὶ πάντων τῶν ὄντων καὶ ἰδίως ἐπὶ ψυχῆς ἡ τῆς ὁριστικῆς μεθόδου σκέψις καὶ τὸ γνῶναι δὴ τὴν οὐσίαν ἑκάστου καὶ ὅ τι ἐστίν. ὧδε δ’ ἐπιοῦσι δῆλον · πότερον μία τίς ἐστι μέθοδος, καθ’ ἣν δυνατόν ἐστι πάντων τῶν ὄντων τοὺς ὁρισμοὺς λαβεῖν καὶ ἀποδοῦναι, ἢ πολλαί; τάχα γὰρ ἄν τῳ δόξειε μία τις εἶναι κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ἣν ἀποδεικτικὴν ὀνομάζομεν. καὶ εἰ τοῦτο, ζητητέον ταύτην ἥτις ποτέ ἐστιν. εἰ δὲ μὴ μία τις καὶ κοινὴ μέθοδος ἀλλὰ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον, τίς ὁ τρόπος τῆς διαφορᾶς καὶ πόσαι καὶ τίνες τὸν ἀριθμὸν καὶ ποῖαι. ὅταν δὲ φανερὸν γένηται ὅτι τοσαίδε, οἷον δύο, καὶ ποῖαι, ὅτι ὑπογραφὴ αὗται καὶ ὁρισμός, ἔτι πολλὰς ἂν ἀπορίας καὶ πλάνας ὁ λόγος ἔχοι. ἑτέρα γὰρ πρὸς τούτοις τρίτη πάλιν ἡμᾶς διαδέχεται ζήτησις, ἐκ τίνων δεῖ ζητεῖν, ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. καὶ τοῦτο εὑρόντες πάλιν ζητήσομεν· ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τὸ γένος τοῦ προκειμένου πράγματος καὶ τίνες αἱ διαφοραὶ καὶ πόσαι, ἃς δεῖ τῷ γένει συμπλέξαντας τὸν ὁρισμὸν ἀποδοῦναι. ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ [*](1 μέντοι Α 6 ὁποῖαι Α 8 τῷ—ἐπεσκεμμένῳ corr. rec. Α 9 βουλῇ Β) [*](14 εἶθ᾿] καὶ πρότερον Α ὧν—ὑπάρχειν (15) οm. Α 21 εἶχεν ἄν τις Α) [*](23 ἰδίας R 24 τοῦ γνῶναι Α 27 βουλευόμεθα Β 29 τίς AC 30 μὴ οm. C 31 τὸ] περὶ τὸ A 32 ὁποῖαι AC 33 γίνηται Β ὁποῖαι Α)
5
ἀριθμοῦ καὶ ἐπιπέδου· τοῦ μὲν γὰρ τὸ διωρισμένον, τοῦ δὲ τὸ συνεχὲς ποσὸν ἐξῃρημέναι ἀρχαί, στοιχειώδεις δὲ καὶ συντεταγμέναι καὶ ὑλικαὶ τοῦ μὲν ἡ μονὰς τοῦ δὲ τὸ σημεῖον, ἡ μὲν συντιθεμένη τὸ δὲ ῥυισκόμενον. καὶ οὕτω μὲν κοινῶς καὶ καθ’ αὑτὴν ὑπάρχει τῇ σκέψει τὸ χαλεπόν. ἰδίως δὲ ζητοῦντες περὶ ψυχῆς ἔτι μᾶλλον ἄν δυσχεραίνοιμεν· πρῶτον γὰρ ἴσως ἀναγκαῖον διελεῖν, ἐν τίνι τῶν γενῶν ἐστιν ἡ ψυχή, δέκα ὄντων τῶν πρώτων, λέγω. δὲ πότερον τόδε τί ἐστι καὶ οὐσία ἢ ποσὸν ἢ ποιὸν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν. ἄλλοι γὰρ ἄλλως περὶ αὐτῆς ἀπεφήναντο οἱ τὸν ὁρισμὸν ζητοῦντες, οἱ μὲν οὐσίαν θέμενοι, οἱ δὲ ποσόν, οἱ δὲ ποιόν· εἰσὶ δ’ οἳ καὶ ἐπὶ τὸ πρός τι ἀνήγαγον. οὐσίας δὲ ὑποτεθείσης ἔτι λείπεται ζήτησις, πότερον τῶν ἐν δυνάμει ὄντων ἐστὶν ἢ μᾶλλον ἐντελέχεια, εἴτ’ οὖν σῶμα τοῦτο γὰρ τῶν ἐν δυνάμει ἀεὶ διὰ τὴν μεταβολήν) ἢ ἀσώματον· διαφέρει γὰρ οὔτι σμικρὸν οὕτως ἢ ἐκείνως· καὶ εἰ σῶμα ἁπλοῦν ἢ σύνθετον. ἐπεὶ δὲ οὐ σῶμα, πότερον χωριστὴ καὶ ἀθάνατος ἢ ἀχώριστος· καὶ πότερον πολλαὶ ἐν ἑκάστῳ ψυχαὶ ἢ μία· καὶ εἰ πολλαί, ἀριθμῷ ἢ καὶ τῷ εἴδει· καὶ εἰ τῷ εἴδει, τούτῳ μόνῳ ἢ καὶ τῷ γένει. περὶ γὰρ πάσης ψυχῆς ἡμεῖς σκοπῆσαι προεθυμήθημεν, οὐχ ὥσπερ ἕτεροι, οἳ περὶ τῆς ἀνθρωπίνης μόνης ζητεῖν ἐοίκασιν. εἰ μὲν οὖν ἕν τι κοινὸν κα·τηγορεῖται πασῶν, εὐλαβητέον τοῦτο ὅπως μὴ λάθῃ γένος ὄν· καὶ δεῖ συνωνύμως κατηγορεῖσθαι καὶ ἕνα ἐπὶ πάσαις ἁρμόττειν λόγον. εἰ δὲ μὴ τὸ κοινὸν γένος ἀλλ’ ὁμώνυμόν τι, καὶ τοὺς λόγους δεῖ πάλιν ἑτέρους ἀνάγκῃ διαφόρους καθ’ ἑκάστην εἶναι, ὥσπερ ἀνθρώπου καθὸ ἀνθρώπου ἕτερος <ἢ> ἵππου καὶ βοὸς ὁ λόγος. παραιτούμεθα δὲ καὶ τοὺς διὰ τὰς ἰδέας πρεσβεύοντας· τὸ γὰρ καθόλου καὶ ἐν ταῖς διανοίαις ζῶον οὐδέν ἐστιν ἢ ὕστερον. εἰ δὲ μὴ πολλαὶ κατ’ εἶδος, ἀλλὰ μία ἐν ἑκάστῃ φύσει, πότερον ἀμέριστος αὕτη καὶ ἀδιαίρετος ἢ μεριστή τις καὶ πολυδύναμος. καὶ εἰ μὲν μεριστὴ καὶ διαφόροις χρῆται δυνάμεσι, τίνα πρὸς ἄλληλα καὶ πρὸς τὴν ὅλην τὰ μέρη τὴν σύνταξιν ἔχει, οἷον λογικόν, θυμικόν, ἐπιθυμητικόν, ἔτι δὲ αἰσθητικὸν καὶ νοητικὸν καὶ τἄλλα. τούτοις γὰρ πᾶσι καλῶς διαιτῆσαι χαλεπόν· ἔτι καὶ τὸ διορίσαι ποῖα τούτων πέφυκεν ἀλλήλων. λαβόντες δὲ καὶ ταῦτα ἔτι πάλιν ἐπαπορήσωμεν, πόθεν ἀρκτέον τῆς διδασκαλίας, πότερον ἐκ τῶν μορίων ἢ ἐκ τοῦ ὅλου, καὶ δεῖ πρότερον λαβεῖν τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια· καὶ γὰρ δόξειεν ἄν ἑκάτερον εὔλογον. τό τε γὰρ τὰ ἁπλᾶ πρὸ τῶν συνθέτων γνωρίζειν σαφέστερον, καὶ ἀθρόως ἐντυχόντι πολλάκις τῷ πράγματι μᾶλλόν τι καὶ περὶ τῶν μερῶν εἰπεῖν εὐπετὲς ἐγένετο. καὶ εἰ τὰ μόρια, ἐπεὶ ταῖς δυνάμεσιν αἱ ἐνέργειαι ἕπονται πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως, καὶ δύναμις ἐξ οὐσίας) καὶ ἀδηλότεραι μὲν αἱ οὐσίαι καὶ δυνάμεις, δῆλαι δὲ αἱ ἐνέργειαι, σταθμώμεθα δὲ [*](4 κοινῶ C 7 τὸ δὲ Β 12 τῶν om. AC 13 διαφέροι corr. Α ἐκείνως ἡ ἐκείνως Β 18 μόνης om. C ἐν om. C 19 λάθοι τε Α 22 ante διαφόρους add. καὶ Α 23 ἢ addidi 27 μὲν om. Α 30 χαλεπά Α τούτων ποῖα Α 32 πότερον λαβεῖν Β 33 τὴν om. B 34 παρὰ τῶν Α1 36 ἐπὶ Β) [*](37 ἀδηλότεροι Α)
6
τὰς ἕξεις ἐκ τῶν ἐνεργειῶν, ὅταν περὶ τῶν μερῶν τῆς ψυχῆς ζητῶμεν, πρότερον αὐτὰ λάβωμεν ἢ τὰ ἔργα αὐτῶν, οἷον τὸ νοεῖν ἢ τὸν νοῦν, τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἐὰν δὲ ἔργα πρότερον ἤτοι τὰς ἐνεργείας δεῖ λαβεῖν, αὗται δὲ τῶν τι, τι, οἷον ἡ νόησις τοῦ νοητοῦ καὶ ἡ αἴσθησις τοῦ αἰσθητοῦ καὶ τοῦ φανταστοῦ ἡ φαντασία, τὸν δὲ εἰδότα τι τῶν πρός τι συννοεῖν ἀνάγκη καὶ τὸ πρὸς ο τοῦτο λέγεται, πάλιν ἄν τις ἀπορήσειεν, ἐάν τε τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον, οἷον τὸ αἰσθητὸν τοὐ αἰσθητικοῦ καὶ τοῦ φανταστικοῦ τὸ φανταστὸν καὶ ἐπὶ τοῖς ἄλλοις οὕτως. εἰ γὰρ σαφηνείας δεῖ, ἐκ τῶν ἀντικειμένων δεῖ· σαφέστερα γὰρ τὰ περὶ ἃ ἐνεργοῦσι τῶν ἐνεργειῶν. ὑπεξῃρήσθω δὲ τὰ περὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ. νοῦ γὰρ τὸ νοητὸν δυσληπτότερον· ὁ μὲν γὰρ ἡμέτερος, τὸ δὲ ὑπὲρ ἡμᾶς. τοσούτων δ’ ἂν καὶ ἔτι πλειόνων δυσχερειῶν ὁ περὶ τούτων γέμων φανείη λόγος, εἰ καθ’ ἕκαστον ἐπεξίοι τις. ἡμεῖς δὲ λεληθότως καὶ τὸν διδασκαλικὸν τῆς πραγματείας τρόπον ὑπεδηλώσαμεν, ἀεὶ κἀν τῇ διαιρέσει ὡς ἀληθὲς τὸ προσληφθὲν τιθέμενοι, καὶ ὡς ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρότερα βαδιούμεθα. ἀλλ’ ἐνταῦθα στάντες ἐκεῖνο λέγομεν, ὡς οὐ μόνον τὸ τί ἐστι γνῶναι καὶ ἡ τοὐ ὁρισμοῦ λῆψις χρήσιμος πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν γεωμετρίᾳ πρὸ τῶν θεωρημάτων τοὺς ὅρους γινώσκομεν, οἷον εὐθὺ τί ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου καὶ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθῇ, καὶ καμπύλον τοὐναντίον καὶ γραμμὴ τόδε καὶ ἐπίπεδον τόδε, πρὸς τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τρεῖς τοῦ τριγώνου γωνίαι ἴσαι στοιχεῖα γὰρ ἐκεῖνα τῶν ἑξῆς καὶ ἀρχαὶ ἀποδείξεως), ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τὸ εἰδέναι τί ἐστι καὶ λαβεῖν τὸν ὁρισμόν. ἐπὰν γὰρ κατὰ διάνοιαν τὰ προσόντα ἐναργῶς τῷ πράγματι συναγάγωμεν, εἴτε ἐξ αἰσθήσεως διὰ πείρας εἴτε ἐκ τῆς κοινῆς λαβόντες ἐννοίας καὶ ὁμολογίας, καὶ ἔχωμεν ἀποδιδόναι ἐντὸς καὶ κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομέν τι λέγειν, ὡς ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τοῖς Φυσικοῖς ὁ περὶ τόπου καὶ κενοῦ τεθήρευται λόγος. πᾶσα γὰρ ἐπιστήμη τρισὶ δια- τρίβει τούτοις· ἢ γὰρ αὐτὸ τὸ πρᾶγμα ζητεῖ ἡ τὰ ἐν αὐτῷ ἢ καὶ ἄμφω, καὶ ἢ καθ’ αὑτὰ ἢ πρὸς ἕτερα. ὧν τὸ μὲν ὁρισμὸς τὸ δὲ ἀπόδειξις· ἄνω δὲ καὶ κάτω συμβεβηκὸς λέγοντας ἰστέον ὅτι διττόν, τὸ μὲν ὃ καὶ ἀντιδιῄρηται ταῖς οὐσίαις καὶ καθ’ αὑτὸ οὐχ ὑφέστηκε καὶ οὔτε παρὸν σώζει καὶ ἀπὸν οὐ φθείρει, ὃ δὴ καὶ πρὸς ἐπιστήμην ἀσυντελές, οἷον τὸ λευκόν, τὸ μέλαν· τὸ δὲ ὃ καθ’ αὑτὸ ταῖς οὐσίαις ὑπάρχει καὶ ἐξ ἀνάγκης, οἷον τὸ ζῶον τῷ ἀνθρώπῳ καὶ τῷ τριγώνῳ τὸ σχῆμα. καὶ τούτων τὰ μὲν καθ’ αὑτὸ μόνον προσεῖναι τοῖς πράγμασι λέγεται ὡς τὰ γένη καὶ αἱ ἐπὶ [*](2 πρότερον scripsi: πότερον libri λάβομεν AC 3 καὶ τὸ αἰσθητικόν AC) [*](4 ἢ τἀς B 13 γέμειν AC 15 κἀν C ἀληθὲς τὸ προσληφθὲν scripsi: ἀληθεῖ τῷ προσληφθέντι libri 17 τὸ] τῷ C 20 οὗ μὴ τὸ μέσον B1 AC 27 ἔχωμεν scripsi: ἔχομεν codices 29 ἐν τοῖς Φυσικοῖς] Phys. Δ 4—8 30 τόπον Β 33 scripsi: λέγοντες B: λέγουσιν CA 36 οἷον τῷ C 37 τῷ σχῆμα pr. C)
7
πλέον διαφοραί, τὰ δὲ καὶ πρώτως, ὡς τὰ οὐσιώδη ἴδια, οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ, καὶ τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ τὸ τριχῇ διαστατὸν τῷ σώματι. ἔτι πᾶν τὸ πρώτως καὶ καθ’ αὑτό, οὐ πᾶν δὲ τὸ καθ’ αὑτὸ ἤδη καὶ πρώτως. ἐκ δὲ τῶν πρώτως ὑπαρχόντων καὶ καθ’ αὑτὸ αἱ ἀποδείξεις προέρχονται. διττὴ δὲ καὶ ἡ ἀπόδειξις, ἥ τε κυρίως ἡ ἐκ τῶν αἰτίων πιστουμένη τὰ αἰτιατὰ καὶ ἐκ τῶν καθόλου τὰ μερικὰ καὶ ἐκ τῶν προτέρων τὰ ὕστερα, ὡς ὁ ἄνθρωπος ζῶον διὰ μέσου τοῦ λογικοῦ, καὶ ἡ τεκμηριώδης ἡ ἐκ τῶν ὑστέρων, ὡς σφαιροειδῆ τὰ οὐράνια, ὅτι καὶ ἡ σελήνη, ἡ δέ, ὅτι τοιώσδε φωτίζεται. ἐπεὶ δὲ τὰ περὶ τούτων μετρίως διῄτηται, † ἴωμεν τοῖς ἑξῆς καὶ τὴν περ ψυχῆς θεωρίαν κατὰ τὸν δεύτερον τῶν ὑφηγημένων θηρῶμεν τρόπον· ἐπεὶ γὰρ ἄδηλος εὐθὺς ἀπαντῶσιν ἡ τοῦ τί ἐστι γνῶσις, διὰ τῶν φαινομένων περὶ αὐτὴν καὶ ἐναργῶν παθημάτων τὸν ὁρισμὸν ζητῆσαι προήχθημεν. ἔχει δὲ ἀπορίαν εὐθύς, πότερον ἅπαντα ταῦτα κοινὰ καὶ τοῦ ἔχοντος εἴτ’ οὖν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, ἢ ἐστί τι καὶ τῆς ψυχῆς αὐτῆς ἴδιον μὴ κοινωνούσης σώματι· καὶ γὰρ τοῦτο λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ. φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι, θαρρεῖν, ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι. μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν εἰ δ’ ἐστὶ καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἄν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι. εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον καὶ δύναται περί τι ἐνεργεῖν καὶ συνοῦσα σώματι μὴ προσχρωμένη σώματι, ἐνδέχοιτ’ ἄν αὐτὴν καὶ χωρίζεσθαι· εἰ δὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἄν εἴη χωριστή, ἀλλὰ καθάπερ τόδε τὸ εὐθὺ τὸ ἐν χαλκῷ ἢ ἐν λίθῳ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον τὸ ἅπτεσθαι τῆς χαλκῆς σφαίρας στιγμήν οὕτω γὰρ ἐν γεωμετρίᾳ λέγεται ἅπτεσθαι τὴν εὐθεῖαν καὶ τὸ ἐπίπεδον τῆς σφαίρας καὶ τοῦ κύκλου κατὰ σημεῖον), οὐ μέντοι ἅψεται χωρισθὲν τοῦ ὑποκειμένου τὸ εὐθὺ εἴτ’ οὖν ἡ εὐθύτης αὐτή, ὅτι οὐδὲ ὑπομένει καὶ ἀχώριστος ἄλλως, ὅτι ἀεὶ μετὰ σώματος. εἰ οὖν καὶ τὰ περὶ τὴν ψυχὴν οὕτως ἔχει ἀναλογείτω γὰρ τῇ μὲν εὐθύτητι ἡ ψυχή, τὸ συναμφότερον δὲ τῷ ἀπευθυσμένῳ σώματι, τὰ δὲ αἰσθητὰ καὶ ὧν ἀντιλαμβάνεται ψυχὴ τῇ χαλκῇ σφαίρᾳ), οὐκ ἄν εἴη χωριστὴ ἡ ψυχὴ οὐδ’ ἀθάνατος, ἀλλ’ οἴχεται διαζυγεῖσα σώματος. μήποτ’ οὖν, ὥσπερ τὸ αἰσθητὸν εὐθὺ τῆς αἰσθητῆς σφαίρας ἥπτετο καὶ τὸ νοητὸν τῆς νοητῆς λέγεται γὰρ καὶ ταῦτα), ταῦτ’ ἄρα δήπου καὶ ἡ ψυχὴ ἀπαλλαγεῖσα σώματος τῶν μὲν αἰσθητῶν εἰδῶν οὐδενὸς ἀντιλήψεται, τῶν θείων δὲ μόνων καὶ νοητῶν. ἀλλ’ ὅτι μὲν ἡ λογικὴ ψυχὴ καὶ ἀθάνατος καὶ ἀνώλεθρος προιοῦσιν αποδειχθήσεται· νυνὶ δ’ ἐνταῦθα κείσθω. ἐκεῖνο δὲ δήπου φανερόν, ὡς τά |γε τοιαῦτα πάθη τῆς ψυχῆς, οἷον φόβος, πραότης, θυμός, ἔτι δὲ δήπου χαρὰ [*](10 ῖωμεν] fort. ἐπίωμεν 22 δύνατον Β 24 legendum est τῷδε τῷ εὐθεῖ τῷ aut ᾧ post λίθῳ addendum cf. Torstrikii De anima ed. p. 114 25 εὐθεῖ Β 27 μέντοι καὶ Α: μέντοι γε C 30 τὴν om. Β 35 δήπου om. Β 36 μόνον Α 39 δήπου om. AC χαρὰ om. Β)
8
καὶ τὸ φιλεῖν τε καὶ μισεῖν καὶ ἕτερά που πλεῖστα μετὰ σώματός εἰσιν · ἅμα γὰρ τούτοις πᾶσιν ἐπιπάσχει τι τὸ σῶμα καὶ συνδιατίθεται· τῇ μὲν γὰρ ὀργῇ τὸ περὶ καρδίαν συγκινεῖται αἷμα, διαχεῖται δὲ τῇ ἐπιθυμίᾳ τὸ ἧπαρ καὶ ὑπ’ αἰδοῦς τὸ πρόσωπον ἐρυθραίνεται, ὡς περὶ τὴν ἐπιφάνειαν χυθέντος τοῦ αἵματος· ὠχρίασις δὲ τούτου ἡ πρὸς τὰ ἔνδον ἀποφυγή· μηνύει δὲ καὶ τὸ ποτὲ μὲν ὑπὸ ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων συμβαινόντων μηδὲν παροξύνεσθαι, ἐνίοτε δὲ ὑπὸ σμικρῶν καὶ ἀμαυρῶν κινεῖσθαι, ἐὰν ὀργᾶ τὸ σῶμα καὶ οὕτως ἔχῃ ὥσπερ ὅταν ὀργίζηται. καὶ καθ’ ἕνα μὲν τρόπον ἐκ τούτων δείκνυται μὴ μόνης εἶναι ταῦτα ψυχῆς, καθ’ ἕτερον δὲ ὅτι οἱ κεκραμένοι τοιῶσδε ἐκ φύσεως, οἵαν ἴσχει τὸ σῶμα κρᾶσιν ἐν τῇ κινήσει τῶν τοιῶνδε παθῶν, τοιοίδε εἰσὶ φύσει. ἔνθεν ἐπιτήδειοι μὲν πρὸς θυμόν, ὅτι τοιώσδε κέκρανται, οἱ δὲ πρὸς φόβον, ὡς μηδενὸς φοβεροῦ συμβαίνοντος ἐν τοῖς· πάθεσιν γίνεσθαι τοῖς τοῦ φοβουμένου. καὶ μεθυσθέντες τινὲς ὀργιλώτεροι γίνονται ἢ δειλότεροι ἡ θρασύτεροι ἢ ἀναιδέστεροι, ὅπως ἂν κράσεως ἔχοιεν. καὶ ἐκ νόσου δὲ ἄν τις γένοιτο ἐπιτηδειότερος πρὸς ὀργήν. καὶ τὰ τοιάδε σιτία τὸ συνουσιαστικὸν σβεννύουσι, καὶ τὰ τοιάδε ἀνάπτουσι. καὶ ὀργιλώτεροι μὲν οἱ μελαγχολ.ικώτεροι, συνουσιαστικώτεροι δὲ οἱ πρὸς τὸ θερμότερον καὶ ὑγρότερον ῥέποντες, εὐφυεῖς δὲ καὶ ὀξεῖς πρὸς τὴν διάνοιαν οἷς ξηρότερος ὁ ἐγκέφαλος. ἐντεῦθεν οἱ φιλοσοφίας μεταποιούμενοι τὴν μετρίαν αἱροῦνται καὶ ξηροτέραν δίαιταν· τὸ γὰρ “παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον” καὶ “ψυχὴ ξηροτέρη ἀληθῶς λέγεται. ἔνθεν καὶ τοῖς ἰατροῖς ἐπῆλθεν εἰπεῖν ἕπεσθαι τάς τῆς ψυχῆς δυνάμεις ταῖς τοῦ σώματος κράσεσιν. εἰ δ’ οὕτω, ταῦτα τὰ πάθη δῆλον ὅτι λόγοι ἔνυλοί εἰσι καὶ οὐ καθ’ αὑτά ἐν ὕλῃ δὲ τὸ εἶναι ἔχουσιν. ὥστε καὶ οἱ ὅροι τοιοῦτοι, οἷον τὸ ὀργίζεσθαι κίνησις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε εἵνεκα τοῦδε· ζέσις γὰρ τοῦ περὶ καρδίαν αἵματος ὑπὸ τοῦ παροξύνοντος, δι’ ὄρεξιν ἀντιλυπήσεως. δεῖ γὰρ ἐν τοῖς τοιούτοις ὅροις μετὰ τοῦ εἴδους καὶ τὴν ὕλην παραλαμβάνεσθαι. καὶ διὰ ταῦτα φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης, εἰ πᾶσα ἀχώριστος, ἢ τοιαύτης, τῆς μετὰ τῆς ὕλης. διαφερόντως δ’ ἂν ὁρίσαιτο ὁ φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶν, λέγω δὴ τῶν τῆς ψυχῆς παθημάτων, οἷον ὀργὴ τί ἐστιν· ὁ μὲν γὰρ ἐρεῖ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δὲ ζέσιν τοῦ περικαρδίου αἵματος ἢ τοῦ θερμοῦ. τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον. χρειωδέστερος δὲ παρὰ τούτους ὁ καὶ ἀμφότερα. εἰ γὰρ ἀνάγκη τὸν λόγον τόνδε τοῦ πράγματος ἐν ὕλῃ τοιᾷδε εἶναι, ὥσπερ εἰ οἰκίας ὁ λόγος οὗτος εἴη, σκέπασμα κωλυτικὸν φθοράς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ὕλη δὲ αὐτοῦ λίθοι, πλίνθοι, ξύλα καὶ τὰ τοιαῦτα, οὐκ ἂν τούτων ἑκάτερος εἴη τέλειος οὐδὲ φυσικὸς κυρίως. οὔτε γὰρ ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον [*](1 που om. Α 3 γὰρ om. Β 7 μηδὲ Α 10 κεκρμμένοι BC κρᾶσιν τὸ σῶμα AC 11 τοιοῦτοι AC 14. 17 ὀργιλότεροι BC 19 πρὸς om. AC) [*](23 τὰς ψυχικὰς δυνάμεις Α 24 παθήματα C δηλονότι libri 33 περὶ καρδίαν AC 35 περὶ AC τόδε A 37 δὲ scripsi: ἄν libri 38 καὶ πλίνθοι Β)
9
ἀγνοῶν, οὔτε ὁ περὶ τὸν λόγον μόνον, ἢ μᾶλλον ὁ ἀμφοὶν. ὥστε τῶν τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργων καὶ παθῶν περὶ μὲν τῶν κοινοτέρων καὶ καθολικῶν ὁ φυσικὸς σκέψαιτο, περὶ δὲ τῶν τινῶν καὶ μερικῶν τεχνίτης, ἄν τύχῃ, τέκτων ἢ ἰατρός· τῶν δὲ μὴ χωριστῶν <μὲν>, δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός· ᾗ δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος. εἰ δὲ δεῖ τι καὶ σαφέστερον εἰπεῖν περὶ τούτων ἐπειγομένους καὶ κατὰ πάρεργον, ὧδ’ ἂν ἔστι. τριῶν δὴ τούτων ἐν τοῖς φυσικοῖς θεωρουμένων πράγμασιν, ὕλης, εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν ἐν τῇ ὕλῃ τὸ εἶδος ἔνεστι, πέντε περὶ ταῦτα καταγίνονται μέθοδοι, φυσική, ἡ κατὰ μέρος τέχνη, διαλεκτική, μαθηματικὴ καὶ ἡ πρώτη φιλοσοφία. ἄλλη δὲ ἄλλως ἐπιβάλλει περὶ αὐτῶν καὶ διαφόρους τὰς ἐνεργείας ἴσχουσι. καὶ φυσικοῦ μὲν ἔργον ἡ περὶ τῶν τριῶν σκέψις· πάντα γὰρ αὐτῷ ἀνεῖται. ζητήσει γάρ, τίς ἡ ὕλη τῶν προκειμένων, οἷον τί τὴν ὕλην εἰσὶ τὰ οὐράνια, πότερον ἐκ τῶν τεσσάρων ἤ τι πέμπτον σῶμα καὶ ἕτερον καὶ τὸ εἶδος ὅτι σφαιρικά· ζητήσει δὲ καὶ τὴν αἰτίαν δι’ ἥν, ἀποδώσει δὲ καὶ σύστοιχον αὐτοῖς καὶ ἐξ ·ἧς πρὸς τὰ πρὸ αὐτῶν ἔχουσι σχέσεως. ἐρεῖ γὰρ ἢ διότι πολυχωρητότατον σχημάτων καὶ διὰ τοῦτο τῷ τὰ πάντα ὑποδεξομένῳ καὶ περιάξοντι οὐρανῷ τὸ σφαιρικὸν πρεπωδέστατον, ἢ ὡς ἀιδίῳ τὸ μήτε ἀρχὴν ἔχον σχῆμα μήτε τέλος κατάλληλον· ἀφανῆ γὰρ κύκλῳ καὶ ἄμφω τὰ πέρατα. ὁριεῖται δὲ αὐτὸν καὶ ἐκ τῆς πρὸς τὰ ὑπὲρ αὐτὸν νοητὰ σχέσεως· εἴποι γὰρ ὡς διὰ τοῦτο κύκλῳ φέρεται, ὅτι μιμεῖται· νοῦ γὰρ ἡ εἰς ἑαυτὸν σύννευσις. ὁ δὲ ἐν μέρει τεχνίτης ποιεῖται μὲν καὶ αὐτὸς περὶ τῶν τριῶν τὴν διατριβήν, καθὰ δὴ καὶ ὁ φυσικός, οὐχ ὡσαύτως δέ. τῷ μὲν γὰρ τό τε ὑποκείμενον μερικόν, οἷον τῷ ἰατρῷ τὰ ἀνθρώπινα σώματα, καὶ αἱ προσεχεῖς ζητοῦνται αἰτίαι, ἐκείνου τὰς ἀνωτάτω καὶ τὴν καθόλου ἐπισκεπτομένου φύσιν. ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας, καὶ ταῦτα ἐπιπολαίως. ὁ μέντοι μαθηματικὸς τῶν ἐξ ἀφαιρέσεως εἰδῶν ·τοὺς ὁρισμοὺς πραγματευόμενος οὐδὲν ὑπολογιεῖται τὴν ὕλην οὐδὲ τῇ αἰτίᾳ προσχρήσεται ὡς αὐτὰ καθ’ αὑτὰ περαινόμενος. ἔνυλα οὖν καὶ αὐτῷ τὰ εἴδη καὶ ἄλλω ἀχώριστα ἢ τῇ ἐπινοίᾳ, ὁποῖα τὰ κοινὰ αἰσθητά. σαρκὸς γὰρ καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ὁμοιομερῶν ἀχώριστα τῆς ὕλης τὰ εἴδη καὶ κατ’ αὐτὴν τὴν ἐπίνοιαν· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποεῖται σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ὅθεν ἀφαιρουμένης τῆς ὕλης καὶ αὐτὰ συναφῄρηνται· καὶ σαρκὸς μὲν καὶ ὀστοῦ εἶδος οὐκ ἄν ἐν ἄλλῳ γένοιτ’ ἀν, ὅτι τῆς οἰκείας ὕλης σχῆμα δὲ τὸ αὐτὸ καὶ λίθῳ καὶ ξύλῳ ὑπάρξειεν ἄν. περὶ δὲ τῶν πάντη χωριστῶν καὶ ἀύλων ὁ πρῶτος φιλόσοφος διαλέξεται. ἔνεισι γὰρ οἱ τῶν [*](3 τῶν τινῶν cf. Torstrikii ed. p. 116 4 μὲν ailduli 7 ante ἐπειγομένους add. ὡς A 11 ἐπιβάλλη C διαφόρους τὰς ἐνεργείας om. pr. Α, in margine add. alia m. 16 ἑξῆς C: ἑξἦς Α 17 πολυχωρητότατον AC Philoponus: πολυχωρότατον erasis duabus litteris Β 20 πέρα C αὐτῶν C 21 νοητὸν Β 22 σύνευσις C 24 τό τε] τῷ τὸ Β 27 ἐπιπολέως C 30 αὐτῷ scripsi: αὐτὰ A: αὐτῇ BC 34 τὴν οἰκείαν ἔχει AC 37 ὑπῆρξεν Β)
10
ἐνύλων εἰδῶν ἐν τῇ ἡμετέρᾳ ψυχῇ λόγοι, καὶ πρὸ τούτων ἐν τῷ μιουργῷ νῷ οἱ καὶ ἐξῃρημένοι. τῶν δὲ ἐν τῇ ψυχῇ λόγων οἱ μέν εἰσι διαστατοὶ καὶ μεριστοὶ οἱ κατὰ φαντασίαν, οἱ δὲ ἀμέριστοι καὶ ἑνιαῖοι οἱ ἐν τῷ λογιστικῷ. τρίγωνα μὲν γὰρ καὶ τετράγωνα διαστατά, ἀνθρώπου δὲ λόγος καὶ ζώου ἀμερῆ. καὶ γεωμέτρης μὲν πρὸς τὰ ·κατὰ τὴν φαντασίαν, ὁ πρῶτος δὲ φιλόσοφος περὶ τῶν ἐν τῷ λογιστικῷ σπουδάσεται καὶ τῶν ἐν τῷ δημιουργῷ. διαφέρουσι δὲ οὗτοι τῷ τοὺς μὲν εἰκόνας εἶναι τῶν πρώτων τοὺς ἐν τῇ ψυχῇ καὶ γνωστικοὺς τῶν πραγμάτων, τοὺς δὲ ἀρχέτυπα καὶ ποιητικούς. καὶ ὁπόταν μὲν περὶ τῶν ποιητικῶν διαλέγηται, ὡς θεωρητικὸς ἐνεργήσει, ὡς καθαρτικὸς δὲ ὅταν περὶ τῶν ἐν τῇ ψυχῇ· γὰρ πρὸς ἑαυτὸν καὶ γινώσκει τὴν ψυχήν, καὶ τοῦτο ὄντως κάθαρσις, ἡ δι’ ἐπιστήμης τῆς ἀγνοίας καὶ τῶν παθῶν ἀπολύτρωσις. ἀλλ’ ἐπανιτέον τὸν λόγον εἰς ταῦτα ἀφ’ οὗπερ ἐξήλθομεν. ἐλέγομεν οὖν ὅτι τὰ πάθη τῆς ψυχῆς οὐ χωριστὰ τῆς φυσικῆς ὕλης τῶν ζώων, ᾗ δὴ τοιαῦθ’ ὑπάρχει, θυμός, φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ οὐδ’ ἐπίπεδον· καὶ διὰ τοῦτο φυσικῷ τῶν ἄλλων ἡ περὶ αὐτῶν ἀφώρισται πραγματεία.

Ἐπεὶ δὲ ἐπισκοποῦμεν περὶ ψυχῆς, ἀναγκαῖον προδιελθόντας τὰς τῶν προτέρων δόξας καὶ ἅμα ἀποροῦντας περὶ ὧν ἀπορεῖν δεῖ, συμπαραλαμβάνειν καὶ ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν εἰρημένα καλῶς λάβωμεν, εἴ τι δὲ μὴ καλῶς, τοῦτο εὐλαβηθῶμεν. μὴ λάθωμεν δὲ παρέντες καὶ ὃν ἄνωθεν ὑφηγησάμεθα τρόπον τῆς καταλήψεως, τὸν ἐκ τῶν φαινομένων τὴν οὐσίαν γνωρίζοντα. ἀλλ’ ἔστω ἀρχὴ τῆς ζητήσεως καὶ οἱονεί τινα λήμματα καὶ τοῖς περὶ ψυχῆς λόγοις τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ κατὰ φύσιν καὶ ἃ τοῖς πολλοῖς ὡμολόγηται. ταῦτα δὲ τὸ κινεῖσθαι, τὸ γινώσκειν τε καὶ αἰσθάνεσθαι, καὶ πρὸς τούτοις τὸ λεπτότατόν τι αὐτὴν καὶ ἀσώματον οἴεσθαι. τούτοις γὰρ καὶ μάλιστα διαφέρει τοῦ ἀψύχου τὸ ἔμψυχον, καὶ παρὰ τῶν προγενεστέρων δὲ σχεδὸν τοσαύτας καὶ τοιαύτας δόξας περὶ ψυχῆς παρειλήφαμεν. οἱ μὲν γὰρ πρὸς τὴν κίνησιν, οἱ δὲ πρὸς τὴν γνῶ- σιν καὶ αἴσθησιν, οἱ δὲ πρὸς τὴν ἀσωματότητα ἀποβλέψαντες διωρικέναι ταύτῃ τὴν φύσιν ᾠήθησαν. φασὶν γὰρ ἔνιοι ψυχὴν εἶναι τὸ πρώτως καὶ μάλιστα κινοῦν· κινεῖ μὲν γὰρ καὶ ἡ βακτηρία τὸν λίθον καὶ ταύτην ἡ χείρ, ἀλλ’ οὐ πρώτως, ὡς ἐκεῖθεν κινούμενα καὶ παρὰ ψυχῆς. οἰηθέντες δ’ ὑπ’ ἀπειρίας τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν ἕτερον, τῶν κινουμένων τι τὴν ψυχὴν εἶναι ὑπέλαβον. ὅθεν Δημόκριτος πῦρ καὶ θερμὸν αὐτήν φησιν εἶναι· ἀπείρων γὰρ ὄντων σχημάτων καὶ ἀτόμων τὰ σφαι- ροειδῆ πῦρ καὶ ψυχὴν λέγει, οἷον ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα, ἃ φαίνονται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν. ὡς γὰρ τὰ κονιορτώδη ταῦτα σωμάτια εἰσὶ μέν, οὐ φαίνονται δὲ διὰ τὸ μικρομερές, εἰ μήπου περιτύχοι τῷ ἐν τῇ σκιᾷ φωτί, οὕτω κἀκεῖνα τὰ πρῶτα διὰ τὴν ὑπερβολὴν [*](2 οἱ καὶ C 3 τὴν φαντασίαν Α 6 κατὰ om. Α1 10 θεωρητικοὶ Β ἀφ᾿ οὖπερ εἰς ταῦτα C: ὅθεν εἰς ταῦτα Α ὕλη C οὐδ᾿] καὶ Α 18 εὐπορεῖν Α cf. de Anima p. 403b21 21 ὑφηγήμεθα AC 22 τινα] τι C κἀν τοῖς AC 30 ταύτης C 32 κεῖθεν C 34 εἶναι om. Α)

11
λεπτότητος ἀθεώρητα· ὧν τὸ πλῆθος καὶ τὴν πανσπερμίαν στοιχεῖα τῆς ὅλης ὡρίζετο φύσεως ἄτομοι γὰρ καὶ κενὸν κατ’ αὐτὸν τῶν φυσικῶν σωμάτων καὶ πρώτων τῶν τεσσάρων δηλαδὴ στοιχείων στοιχείων, ὥσπερ τῶν ἐξ αὐτῶν καὶ συνθέτων· οὕτω δὲ καὶ Λεύκιππος τίθεται) τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν, διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμούς εὐκινητότατον γὰρ ἡ σφαῖρα) καὶ κινεῖν τὰ λοιπὰ κινούμενα καὶ αὐτά, ὡς ὑπολαμβάνοντες μὴ δύνασθαι καὶ ἠρεμοῦσαν τὴν ψυχὴν ὅσον κατὰ τὴν τοπικὴν κίνησιν δυνάμεσί τισι κινεῖν τὸ σῶμα, ἀλλὰ τῷ αὐτὴν κινεῖσθαι κινεῖν. διὸ καὶ τοῦ ζῆν ὅρον τὴν ἀναπνοὴν ἔθεντο· συνάγοντος γὰρ τοῦ περιέχοντος ἡμᾶς ἔξωθεν καὶ πυκνοῦντος τὰ σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς ζώοις τὴν κίνησιν διὰ τὸ μήδ’ αὐτὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων ἐν τῷ ἀναπνεῖν. κωλύει γὰρ ἡ εἰσπνοὴ αὐτά τε τὰ σφαιρικὰ καὶ τἄλλα τὰ ἐνυπάρχοντα τοῖς ζώοις ἐκκρίνεσθαι, συνανείργοντα τῇ θερμότητι τὸ συνάγον ἔξωθεν καὶ πηγνύον. ἔνθεν καὶ ὅρος ζωῆς ἡ λῆξις τῆς ἀναπνοῆς· ζῶμεν γὰρ ἕως ἂν τοῦτο ποιεῖν δυνώμεθα. ῥυσμὸς δὲ καὶ τροπὴ καὶ διαθιγή, οἷς ἀλλήλων αἱ ἄτομοι διαφέρουσιν, τὸ μὲν σχῆμα, τὸ δὲ θέσις, τὸ δὲ τάξις τῷ Δημοκρίτῳ νενόηνται. τὰ αὐτὰ δὲ τούτοις καὶ τὰ παρὰ τῶν Πυθαγορείων λεγόμενα, καὶ πρὸς τὴν αὐτὴν τείνει διάνοιαν ὅσον κατὰ τὸ πρόχειρον, εἰ μή πού τι δηλοῦται συμβολικώτερον. ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα, ἕτεροι δὲ τούτων οὐ ταῦτα, ἀλλὰ τὸ ταῦτα κινοῦν· εἴη δ’ ἄν ἡ τοῦ παντὸς ψυχή. εἴρηται δὲ αὐτοῖς τοῦτο, ἐπεὶ συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία πολλή. ἐπὶ τὸ αὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν εἴτ’ οὖν αὐτοκίνητον. εἶεν δ’ ἄν οἱ περὶ Πλάτωνα καὶ Ξενοκράτην καὶ Ἀλκμαίωνα καὶ ἕτεροι τῶν ἐκ τοῦ Σωκρατικοῦ διδασκαλείου· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι οἰκειότατον εἶναι ψυχῇ τὴν κίνησιν καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν, αὐτὴν δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηδὲν ὁρᾶν κινοῦν ὃ μὴ καὶ αὐτὸ κινεῖται. ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς· οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. οὗτος γὰρ ταὐτὸν εἶναι ἄντικρυς λέγει ψυχὴν καὶ νοῦν, οὐ.δενὶ διαστέλλων· φάσκει γὰρ ταὐτὸ εἶναι τὸ ἀληθὲς φαινόμενον καὶ οὐ χρῆται τῷ νῷ ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν καὶ ἑτέρῳ αἰσθήσεως· εἰ γὰρ νοῦς μὲν περὶ τὸ ἀληθὲς καὶ τὸ νοούμενον, ψυχὴ δὲ περὶ τὸ αἰσθητὸν καὶ φαινόμενον, ἓν δὲ καὶ ἄμφω αἴσθησις καὶ ἀλήθεια, καὶ νοῦς καὶ ψυχὴ τὸ αὐτό. διὸ καὶ Ὅμηρον ἐπαινεῖ ποιήσαντα ὡς Ἕκτωρ κεῖτο δ’ ἀλλοφρονέων, ἀλλοφρονέοντα λέγων τὸν ὑπὸ τῆς πληγῆς [*](1 σπερμίαν C 2 καὶ κενὸν om. Β 4 τίθεται repetit Β 12 μὴ δήποτε A) [*](13 ἡ εἰσπνοὴ om. Α 14 συνανείργουσα C 16 δυνάμεθα AC 17 θέσιν Α1) [*](18 τάξιν A1 20 συμβουλικώτερον Α 22 ψυχὴ A 24 αὐτὸ κινοῦν libri 26 Σωκρατικοῦ] σωματικοῦ C διδασκαλίου C: διδασκάλου Β 29 λέγει om. C 34 ἑτέρῳ αἰσθήσεως scripsi: ἕτερον αἰσθήσεως Α: ἑτέρων αἴσθησιν Β: ἑτέρω αἰσθητηρίῳ C 35 ἓν] ἑνός Α 37 ὣς C)
12
σκοτωθέντα καὶ παραισθανόμενον Ἕκτορα. Ἀναξαγόρας δ’ ἧττον διασαφεῖ περὶ αὐτῶν· ποτὲ μὲν γὰρ δοκεῖ διακρίνειν, ποτὲ δὲ εἰς τὸ αὐτὸ ἄγειν. ὅταν μὲν νοῦν μόνον αἴτιον λέγῃ τῶν ὀρθῶς καὶ καλῶς ἐχόντων; θειότερόν τι καὶ ὑπὲρ τὴν ψυχὴν τίθεται· οἷς δὲ πάλιν αὐτὸν ἐν πᾶσιν εἶναι διισχυρίζεται καὶ μικροῖς καὶ μεγάλοις ζώοις καὶ τιμίοις καὶ ἀτίμοις, φύρει ταῦτα· ὁ γὰρ κατ’ ἐπιστήμην καὶ φρόνησιν νοῦς οὐ μόνον οὐκ ἐν πᾶσι τοῖς ζώοις, ἀλλ’ οὐδὲ ἐν ἀνθρώποις πᾶσιν. ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὴν ψυχὴν ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον αὐτὴν εἶναι ὑπέλαβον καὶ τοιαῦτα περὶ αὐτῆς ἀπεφήναντο. ὅσοι ὅ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι πάλιν λέγουσιν εἷναι τὴν ψυχὴν ἐκ τῶν τοῦ παντὸς ἀρχῶν καὶ στοιχείων· καὶ οἱ μὲν πλείονας ποιοῦντες τῶν ὄντων τὰς ἀρχὰς ἐκ τούτων, ὅσαι καὶ αἱ ἀρχαί, οἱ δὲ μίαν ἐκ ταύτης μόνης. ἐπεὶ γὰρ ἡ ψυχὴ τῶν ὄντων πάντων ἐστὶ γνωστική, γινώσκεται δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφαρμόσαι γὰρ δεῖ τὸ γινῶσκον τῷ γινωσκομένῳ, ἵν’ ἀποχρώντως κατάληψις γένηται, τοῦτο δὲ δεῖ τῆς πρὸς ἄλληλα κοινωνίας καὶ φυσικῆς οἰκειότητος), ἄπειρα δὲ καὶ τὰ κατὰ μέρος ὄντα, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν ὑπετίθεντο· γινώσκουσα γὰρ ἐκεῖνα διὰ τὸ συμφυὲς καὶ τὰ ἐξ ἐκείνων εἴσεται. ὅτι δὲ τὰ μὲν νοητὰ τῶν ἄντων τὰ δὲ αἰσθητά, καὶ ἐκ τῶν παρ’ ἀμφοτέροις στοιχείων συνεστάναι ταύτην ᾠήθησαν. Ἐμπεδοκλῆς μὲν οὖν τέσσαρας ἀρχὰς τῶν ὄντων τὰ τέσσαρα στοιχεῖα τιθέμενος ὑλικάς, δύο δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν ποιητικάς, ἐκ τόσου· τῶν καὶ τὴν ψυχὴν ἀπεφήνατο, οὕτω λέγων·
  1. γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,
  2. αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον
  3. στοργῇ δὲ τε] στοργήν, νεῖκος δέ τε νείκει λυγρῷ·

Ὡς μὴ ἄλλως τὴν ψυχὴν τὰς ἀρχὰς νοῆσαι δύνασθαι, γῆν, ὕδωρ, ἀέρα καὶ τὰ λοιπά, εἰ μὴ γηίνη καὶ πυρίνη καὶ ἀερίνη αὐτὴ πρότερον εἴη. τὸν αὐτὸν τρόπον καὶ Πλατῶν τὴν ψυχὴν ἐκ τῶν στοιχείων ἐν τῷ Τιμαίῳ ποιεῖ· γινώσκεται γὰρ καὶ κατ’ αὐτὸν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι. πέντε δὲ αὐτῷ γένη τῶν ὄντων εἰσήγηνται οὐσία, ταυτότης, ἑτερότης, κίνησις καὶ στάσις, οὐσίαν λέγοντι τὴν ἀπλῶς ὕπαρξιν, ταὐτότητα τὴν κοινωνίαν, ἑτερότητα τὴν διαφοράν, κίνησιν τὴν ἐνέργειαν τὴν ὁποιανοῦν καὶ μεταβολήν, στάσιν τήν τε ἠρεμίαν καὶ τὴν ἐν τῷ κινεῖσθαι μονήν, καθ’ ἣν καὶ τοῖς κύκλῳ φερομένοις δίδωσι στάσιν. ταῦτα δὲ καὶ διὰ πάντων ἥκουσιν· ἐξ ὧν καὶ τὴν ψυχὴν συνεστάναι λέγει. ἐξ οὐσίας μὲν τῆς τε ἀμερίστου καὶ νοητῆς καὶ τῆς περὶ τὰ σώματα μεριστῆς· οὕτω γὰρ ἔδει τὴν ἀμφότερα γνωσομένην. ἐπεὶ δὲ ἡ γνῶσις ἢ ὁμοιότητί τινι καὶ ταὐτότητι ἢ ἀνομοιότητι καὶ ἑτερότητι γίνεται τό τε γὰρ λευκὸν τῇ τε τοῦ ὁμοίου λευκοῦ παραθέσει γνωρίζομεν, πρὸς δὲ καὶ τῇ τοῦ μέλανος· τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν), διὰ τοῦτο καὶ ἐκ τῆς τοῦ ταὐτοῦ καὶ ἑτέρου τὴν ψυχὴν μεμῖχθαι λέγει φύσεως. ὅτι δὲ αὐτοκίνητος καὶ ἀεικίνητος, πρόδηλον ὅτι [*](3 νοῦν] οὖν C λέγει Α1 11 τὰς om. A τοσούτων Α 14 τούτῳ Α) [*](22 γαίῃ ρὲν κτλ.] Empedocl. v. 333 sqq. Stein 24 δέ τε sic libri 24 νεῖκος δέ τι C 27 ἐν τῷ Τιμαίῳ] c. 8 p. 35 Α 30 λέγων A 33 φερομένης C)

13
αὐτῇ κίνησιν ὑπολείπει καὶ στάσιν. ὁμοίως δὲ τούτοις καὶ ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθη, ἐν οἷς αἴ τε λογικαὶ συνουσίαι αὐτοῦ καὶ τὰ ἄγραφα τῶν δογμάτων ἱστόρηνται· αὐτὸ μὲν τὸ ζῶον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας συνεστάναι φησὶν καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους εἴτ’ οὖν τῆς αὐτοδυάδος καὶ αὐτοτριάδος καὶ αὐτοτετράδος· καὶ τἄλλα δὲ ὁμοιοτρόπως. τέτταρα γὰρ αὐτῷ ἐκεῖ ἕτερα στοιχεῖα τῶν εἰρη- μένων τοῦ νοητοῦ διακόσμου πεποίηνται, ἐν ᾧ τὸ τῶν ἰδεῶν πλήρωμα· τὸ αὐτοέν, ἡ αὐτοδυάς, ἡ αὐτοτριὰς καὶ ἡ αὐτοτετράς, ἀφ’ ὧνπερ καὶ αἰσθητὸς οὗτος κόσμος ἤρτηται ὡς ἀπ’ αἰτίου τοῦ νοητοῦ καὶ αἱ ἀρχαὶ αὐτοῦ ἐκεῖθεν. τὸ μὲν γὰρ ἐνταῦθα σημεῖον ἀπὸ τοῦ ἐκεῖθεν ἑνός, δυὰς δὲ καὶ τριὰς καὶ τετρὰς τὰ πρῶτα γραμμῆς καὶ πλάτους καὶ βάθους ποιητικά, ἐξ ὧν τὸ σῶμα ὁ ὁρώμενος οὗτος κόσμος. ἔδει γὰρ ἐν τῷ νοητῷ κόσμῳ τὰς τοῦ αἰσθητοῦ προυποκεῖσθαι ἀρχάς. ὡς γὰρ ὅλον τὸ ἐκεῖθεν αὐτοζῷον τοῦδε τοῦ ἐνταῦθα κοσμικοῦ ζώου παράδειγμα, οὕτω καὶ ἀρχαὶ τῶν ἀρχῷ. ἀρχὰς δὲ τῶν νοητῶν ταύτας ὁ Πλατῶν ἐτίθετο, ὅτιπερ κατὰ τοὺς Πυθαγορείους καὶ αὐτὸς ἀριθμοὺς τὰ εἴδη ὠνόμαζεν, εἴτε ὡς ἀφοριστικὰ καὶ μετρητικὰ τῆς ὕλης ἀρρυθμίστου οὔσης καθ’ αὑτὴν καὶ ἀσυντάκτου καὶ τόδε τι ποιοῦντα καὶ δηλωτικὰ τῶν ὑποκειμένων, εἴτε ὥσπερ οἱ ἀριθμοὶ ἐκ μιᾶς ἀρχῆς τῆς μονάδος προήχθησαν, οὕτω καὶ τὰ εἴδη ἐκ μιᾶς τῆς πάντων αἰτίας. καὶ ἔτι πᾶς ἀριθμὸς καὶ μεμερισμένος ἐστὶ καὶ ἀμερής, τὸ μὲν κατὰ τὰς ἐν αὐτῷ μονάδας, τὸ δὲ κατὰ τὴν ὁλότητα· ἀμερῆ δὲ καὶ τὰ ἐν τῷ δημιουργῷ εἴδη, μεμερισμένα δὲ τὰ ἐν τῇ ὕλῃ. ἔτι ἀρι- θμοὶ τὰ εἴδη καὶ οὕτως (εἴδη δὲ λέγομεν, ἃ τοῖς κυρίοις ὁρισμοῖς ζεται)· ὡς γὰρ ἀπὸ τοῦ ἀριθμοῦ εἰ ἀφέλῃς μονάδα ἢ προσθήσεις ἢ ἕτερον αὐτοῦ μόριον, ·αὐτίκα ἕτερος ἀριθμὸς γίνεται, οἷον ὁ ἕξ, εἰ ἀφέλῃς μονάδα, ἕτερος ὁ πέντε γίνεται, οὕτω καὶ ἐπὶ τῶν εἰδῶν εἴτ’ οὖν τῶν λόγων τῶν ὁριστικῶν, εἰ ἀφαιρήσεις ἢ προσθήσεις λέξιν, ἕτερον εἶδος ἐποίησας. ἐπεὶ δὲ καὶ στοιχεῖον τῶν ἀριθμῶν ἡ δεκάς, ταύτης δὲ ἡ τετράς, διὰ τοῦτο τὰς τῶν ἀριθμῶν ἀρχὰς καὶ τῶν ἰδεῶν ἀρχὰς ἐτίθετο. ἐκ τούτων οὖν καὶ τὴν ψυχὴν συνιστᾷ νοῦν μὲν τὸ ἓν λέγων, ἐπιστήμην δὲ τὰ δύο· μοναχῶς γὰρ ἐφ’ ἕν· τὸν δὲ τοῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν δὲ τὸν τοῦ στερεοῦ. ἐπεὶ γὰρ τὰ εἴδη αὐτὰ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν ὄντων ἐλέγετο, εἰσὶ δὲ ἐκ τῶν στοιχείων, κρίνεται δὲ τῇ ψυχῇ τὰ πράγματα τὰ μὲν νῷ, τὰ δὲ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δ’ αἰσθήσει, συνεστάναι δεῖν καὶ ταύτην ἐκ τῶν τεττάρων λέγει· ἀπὸ μὲν τοῦ αὐτοενὸς τὸν νοῦν αὐτῇ ἁπλοῦν ὄντα καὶ ἀμερῆ ἑνὰς δὲ καὶ τὰ νοητά), ἀπὸ δὲ τῆς δυάδος τὴν ἐπιστήμην· δυὰς γὰρ τὰ ἐπιστημονικὰ τὸ ποθὲν πὴ ὡρισμένως ἔχοντα· τριὰς δὲ ἡ δόξα· τριττὰ γὰρ καὶ τὰ δοξαστὰ διὰ τὸ ἀμφιρρεπές· ἀπὸ δὲ τῆς τετράδος τὴν αἴσθ·ησιν, ὅτι περὶ τὸ σῶμα, ὃ τετράδι συντέθειται. ἐντεῦθεν οὖν ἐκεῖνο δῆλον, ὅτι οἱ τὰς ἰδέας εἰσάγοντες καὶ ταύτας [*](1 κίνησιν αὐτῇ ΑC περὶ φιλοσοφίας of. fr. p. 1477b36 8 ἡ (post καὶ) oin. AC) [*](14 τοῦ δὲ BC 17 μετρικὰ Α 20 αἰτίας om. Α 22 ἔτι—ἐποίησας (27) om. AC δὲ καὶ ἐκ ΑC καὶ τὸ C)
14
τῶν ὄντων ὑποτιθέμενοι τούτων πάλιν ἑτέρας ἀρχὰς ῳοντο τὰς εἰρημένας. ἐπεὶ δὲ καὶ κινητικὸν ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωστικὸν οὕτως, ἔνιοι ἐξ ἀμφοῖν ἀπεφήναντο τὴν ψυχὴν ἀριθμὸν κινοῦνθ’ ἑαυτόν. διαφέρονται δὲ περὶ τῶν ἀρχῶν, τίνες καὶ πόσαι. οἱ μὲν γὰρ σωματικὰς ἐποίουν, ὡς οἱ φυσικοί, οἱ δὲ ἀσωμάτους, ὡς οἱ Πυθαγόρειοι, οἱ δὲ μικτάς· καὶ οἱ μὲν πολλὰς οἱ δὲ μίαν ἐτίθεντο. καὶ τὸ μὲν ἐπὶ πλέον τι λέγειν περὶ αὐτῶν παρεῖται εἴρηται γὰρ ἐν τοῖς καθόλου τῶν φυσικῶν πρότερον), ἐκεῖνο δὲ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι κοινῶς τὴν ψυχὴν ἐκ τῶν στοιχείων τιθέμενοι, μόνον δὲ πρὸς τὸ εἶδος καὶ τὸ πλῆθος διαφερόμενοι ἀκολούθως ἕκαστος τῇ παρ’ ἑαυτοῦ περὶ ἀρχῶν ὑπολήψει καὶ τὰ περὶ τὴν ψυχὴν συνῆπτον. καὶ πρῶτον οὐκ ἀλόγως παρὰ πᾶσιν ἐκεῖνο εἰσήγηται· τὸ γὰρ κινητικὸν τὴν συσὶν τῶν ἄλλων τῶν πρώτων εἶναι καὶ ἀρχὴν ὑπειλήφασιν. τοῦτο δὲ εἶναί τισι τὸ πῦρ ἔδοξε· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖται καὶ κινεῖ τἄλλα πρώτως. Δημόκριτος δὲ καὶ γλαφυρωτέραν ἀπέδωκεν αἰτίαν ἀποφηνάμενος διότι τούτων ἑκάτερον τῷ πυρί· τὰ γὰρ πρῶτα καὶ ἀδιαίρετα τῶν σωμάτων τὰ σφαιρικά, ἃ πῦρ ἔθετο καὶ ψυχήν, κινητικώτατα τῶν ἄλλων καὶ διά τε τὴν μικρομέρειαν καὶ τὸ σχῆμα· τοιοῦτον δὲ καὶ πῦρ καὶ νοῦς. ἔοικε δὲ καὶ Θαλῆς, ἐξ ὧν ἀπομνημονεύουσιν, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν καὶ κινητικὸν ὑπολαβεῖν, εἴπερ τὸν Μάγνητα λίθον ἔμψυχον εἶπεν, ὅτι κινεῖ τὸν σίδηρον· λίθου δὲ καὶ πάντων ἀρχὴ κατ’ αὐτὸν τὸ ὕδωρ. Διογενὴς δ’ ὥσπερ καὶ ἕτεροί τινες ἀέρα ταύτην ὡς ἐξ ἀρχῆς καὶ στοιχεῖον· τοῦτον γὰρ ᾤετο ἔξω πυρὸς τῶν ἄλλων λεπτομερέστατον καὶ κινητικώτατον εἶναι καὶ μανώσει καὶ πυκνώσει τἄλλα γεννᾶν. καὶ ᾗ μὲν πρῶτος καὶ ἐκ τούτου γέγονε τὰ λοιπά, γνωστικὸν ἡ ψυχή, ᾗ δὲ λεπτὸς καὶ κοῦφος, κινητικόν. Ἡράκλειτος δὲ πῦρ, εἴπερ ἐξ ἀναθυμιάσεως αὐτὴν ἔλεγεν, ἐξ ἧς καὶ τἄλλα συνίστησι, καὶ ἀσώματόν τε καὶ ῥέον ἀεί. εἰ γὰρ ἐν κινήσει καὶ φορᾷ τὰ ὄντα, ὥσπερ ἐκεῖνός τε ᾤετο καὶ πολλοὶ ἕτεροι, τὸ δὲ κινούμενον κινουμένῳ γινώσκεται ὡς ὁμοίῳ ὅμοιον, ἔδει τὴν ψυχὴν οὕτως ἔχειν φύσιν, συγκινεῖσθαι τοῖς οὖσι καὶ συμπαραθέειν γνωρίζουσαν. παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης, Πυθαγορικὸς ὤν, ὑπολαβεῖν ἔοικε περὶ ψυχῆς· φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ ἐοικέναι τοῖς ἀθανάτοις, τοῦτο δ’ ὑπάρχειν αὐτῇ ὡς ἀεὶ κινουμένῃ· κινεῖσθαι γὰρ καὶ τὰ θεῖα πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τοὺς ἀστέρας καὶ τὸν ὅλον οὐρανόν. τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς αὐτὴν ἀπεφήναντο, καθάπερ Ἵππων ὁ ἄθεος. πεισθῆναι δὲ ἔοικεν ἐκ τῆς γονῆς, ἣν ἔμψυχον ἔλεγεν, ὅτι πάντη ὑγρά, ὡς καὶ τὸ ὕδωρ τῶν ὅλων ἀρχή, ὅτι τῶν φυτῶν ἡ πρώτη καὶ ζώων τροφὴ ὑγρά. ἐλέγχει δὲ καὶ τοὺς αἷμα φάσκοντας τὴν ψυχήν, [*](3 ἀποφηνάμενοι Α διαφέρονται—νοῦς (18) post πασῶν τῶν ἀρχῶν (15, 15) transponunt ponunt ΑC 7 τῶν φυσικῶν Phys. Α, 2 sqq. 9 μόνον om. Α πρὸς δὲ Α 11 ἄλογον Β ἐκεῖνο παρὰ πᾶσιν AC 19 ἐξ ὧν repetit C) [*](20 κινητικὴν C 22 ὡς om. Β καὶ στοιχεῖον] στοιχείου ΑΒ 30 φὺσεως Α)
15
ὅτι ἡ γονὴ οὐχ αἷμα· ταύτην δ’ εἶναι τὴν πρώτην ψυχήν. ἕτεροι δ’ αἷμα, καθάπερ Κριτίας, τὸ αἰσθάνεσθαι τῆς ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες· τοῦτο δ’ ὑπάρχει διὰ τὴν τοῦ αἵματος φύσιν· τὰ γὰρ ἄναιμα ἀναίσθητα, οἷον ὀστᾶ, τρίχες, ὄνυχες. πάντα οὖν τὰ στοιχεῖα ἄλλο παρ’ ἄλλων ὡς ἀρχὴ ψυχικὴ συνεισήνεκται, καὶ κριτήν τινα τούτων ἕκαστον καὶ προστάτην ἀπείληφε πλὴν τῆς γῆς· ταύτην δ’ οὐδεὶς ἀπεφήνατο, πλὴν εἴ τις εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ ὃς πάντα.

Ἀνακεφαλαιούμενοι δὲ τὰ εἰρημένα λέγομεν ὡς πάντες ὁρίζονται τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τῷ ἀσωμάτῳ· τούτων δ’ ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχάς. ὡς γὰρ τὰ αἴτια οὕτω καὶ τὰ αἰτιατά. ὅθεν καὶ οἱ τῷ γινώσκειν, ὡς εἴρηται, αὐτὴν ὁριζόμενοι ἢ στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσιν, λέγοντες παραπλησίως ἀλλήλοις, πλὴν Ἀναξαγόρου· φασὶ γὰρ διὰ τοῦτο ἐκ τῶν ἀρχῶν, ἵνα τῷ ὁμοίῳ γινώσκῃ τὸ ὅμοιον, καὶ ἐπεὶ πάντα γινώσκει, συνιστῶσιν αὐτὴν ἐκ πασῶν τῶν ἀρχῶν. ὅσοι μὲν οὖν μίαν τινὰ λέγουσιν αἰτίαν καὶ στοιχεῖον ἕν, καὶ τὴν ψυχὴν ἓν τιθέασιν, οἷον πῦρ ἢ ἀέρα· οἱ δὲ πλείους λέγοντες τὰς ἀρχὰς καὶ τὴν ψυχὴν πλείω ποιοῦσιν. ὅσοι δ’ αὗ ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, καὶ τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστῶσιν· οἳ δὲ θάτερον τῶν ἐναντίων, οἷον θερμὸν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, καὶ τὴν ψυχὴν ὁμοίως τιθέασιν. διὸ καὶ τοῖς ὀνόμασιν ὁμοίω·ς ἀκολουθοῦσιν οἱ μὲν τὸ θερμὸν ψυχὴν λέγοντες, ὅτι διὰ τοῦτο καὶ τὸ ζῆν ὠνόμασται, οἱ δὲ τὸ ψυχρὸν διὰ τὴν ἀναπνοὴν καὶ τὴν κατάψυξιν καλεῖσθαι ψυχήν. μόνος δ’ Ἀναξαγόρας τὸν παρ’ αὐτῷ νοῦν ἀπαθῆ φησιν εἶναι καὶ κοινὸν οὐθὲν οὐθενὶ τῶν ἄλλων ἔχειν· μόνον γάρ φησι τῶν ὄντων αὐτὸν ἁπλοῦν εἶναι καὶ ἀμιγῆ καὶ καθαρόν, πάντων συντεθέντων ἐκ τῶν ὁμοιομερῶν. τοῦτον δὲ τὸν θεῖον εἶναι συννενοήκαμεν, ὃν καὶ ἀρχὴν τῶν ὅλων μάλιστα τίθεται· εἰ δὲ καὶ τὸν ψυχικὸν οὕτω λέγει, πῶς νοήσει τοιοῦτος ὤν, εἴπερ καθ’ ὁμοιότητα τὸ γινώσκειν, αὐτός τε οὐκ εἶπε καὶ ἐκ τῶν εἰρημένων ἀσυμφανές ἐστι. πλὴν τοῦτο αὐτοῦ χάριεν, ὅτι τῶν σωμάτων ἐχώρισε, καὶ αὕτη δοξῶν ἡ καιριωτάτη· νοῦν γὰρ ἀρχὴν καὶ ποιητὴν τῶν ὄντων πρῶτος ἐπέστησε καὶ νήφων ἐφάνη παρ’ εἰκῆ λέγοντας. κοινῶς δὲ περὶ πάντων εἰπεῖν δεῖ ὡς τὴν ψυχὴν ἐκ τῶν στοιχείων λέγοντες οὐχ ὡς τἄλλα λέγουσι τροπῇ καὶ μεταβολῇ τί γὰρ τοῦ τυχόντος ζώου δεήσειεν ἢ φυτοῦ;) ἀλλὰ μοῖράν τινα καθαρὰν καὶ εἰλικρινῆ κατὰ μόνην τὴν σχέσιν πρὸς τὰς ἀρχὰς τὴν διαφορὰν ἔχουσαν, ὡς αἱ μὲν τινῶν τῶν ἐξ ἐκείνων γάρ), ἡ δὲ οὔ· καὶ αἱ μὲν ὅλον, ἡ δὲ μέρος. τὰ μὲν οὖν παραδεδομένα περὶ ψυχῆς καὶ δι’ ἃς αἰτίας· λέγουσιν οὗτοι, ταῦτα. ἤδη δὲ καὶ πρὸς τὴν ἐξέτασιν τῶν λεγομένων κατὰ τὴν προτέραν ὁμολογίαν ἰτέον· ἐκεῖνο δὲ [*](3 ὑπάρχειν de An. 405b 7 4 παρ’ ἄλλου A: παρ’ ἄλλον C 5 ἀρχὴ ψυχικὴ A) [*](8 ὡρίζονται Α 13 γινώσκει C 14 συνιστᾶσιν C corr. Α 18 καὶ] ὡς Β συνιστᾶσιν AC 23 αὐτῶν C 24 αὐτὸν τῶν ὄντων AC 27 λέγοι Α 30 ποιητὸν Β 33 τυχόντως Α1 διοίσαιεν Α 37 οὗτοι] οὕτω de An. 405b30)

16
ποιοῦμεν δῆλον ὡς οὐ παντάπασι τὰ τῶν ἀνδρῶν ἀθετήσομεν. οὐ γὰρ ἐκεῖνοι πάντα κακῶς εἰρήκασιν, εἰ καὶ παρὰ τὴν τῶν ἐλέγχων ἀγωγὴν τοῦτο δόξειεν· τοῖς γὰρ φαινομένοις ὁ λόγος ἐνστήσεται. οὔτε γὰρ ὅτι ἔδωκαν ἁπλῶς τῇ ψυχῇ μεμφόμεθα οὔτ’ εἰ γινώσκειν εἶπον τὰ πράγματα· τὸ γὰρ ἀσώματον καὶ νοερὸν αὐτόθεν ἡμέτερόν ἐστιν· ἀλλ’ ὅτι κίνησιν εἰπόντες οὐ διεστείλαντο τὴν ποίαν καὶ πῶς, καὶ παρῆκαν τοῖς πολλοῖς τὰς σωματικὰς δὴ ταύτας νοεῖν καὶ ἐπὶ ψυχῆς. καὶ γινώσκει μέν, οὐχ ὡς λέ- γεται δέ· οὐ γ·ὰρ ἑαυτοὺς λελήθαμεν, ἅ τε ἐν ἄλλοις εἴπομεν καὶ ἐροῦμεν, ὡς ἔνεστι κἀν τῇ ψυχῇ κίνησις. εἰ γὰρ τὸ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπ’ αὐτῆς μανθάνει γὰρ καὶ ἐπιστήμων ἐξ ἀνεπιστήμονος γίνεται, καὶ παρὰ μέρος ἀρετήν τε καὶ κακίαν μεταβεβλημένη δέχεται), κίνησις δέ ἐστιν ἡ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόοδος, πῶς οὐ κινηθήσεται; ποῦ δὲ θήσει τις καὶ τὰς νοητικὰς αὐτῆς καὶ τελείας ἐνεργείας καὶ τὰς τῶν θεωρημάτων διεξοδικὰς ἀνελίξεις καὶ ἀπὸ προτάσεων ἐπὶ τὰ συμπεράσματα ἀγωγάς; ὥστε καὶ Πλάτωνι οὗτος γὰρ μάλιστα οὐσιοῖ τῇ ψυχῇ τὴν κίνησιν) εἰ πρὸς ταῦτα βλέψαντι, πρὸς δὲ εἰ καὶ τὴν ζωοποιὸν αὐτῆς ὀνειρώξαντι δύναμιν αὐτοκίνητον αὐτὴν καὶ ἀεικίνητον προσαγορεῦσαι ἐπῆλθε, τοσοῦτον τοῦ ἐγκαλεῖν ἀπέχομεν, ὅσῳ καὶ προσεπαινοῦμεν καὶ ὡς τὰ ἡμέτερα πρεσβεύοντα τὸν ἄνδρα γνωρίζομεν· τέως δὲ πιεσθήτω καὶ διδότω τὰς εὐθύνας τῷ λόγῳ ὁ τῶν πολλῶν ὀλιγωρῶν καὶ μὴ διαιρῶν τὸ κατὰ τὸ φαινόμενον ἄτοπον.

Έπισκεπτέον δὲ πρότερον περὶ κινήσεως λογικώτερον· ἴσως γὰρ οὐ μόνον ψεῦδος ἄν φανείη τὸ τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασὶν οἱ λέγοντες αὐτοκίνητον ἢ δυναμένην κινεῖν, ἀλλὰ καὶ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν αὐτῇ κίνησιν, οἵαν δίδωσιν ἐννοεῖν τὰ παρ’ αὐτῶν εἰσαγόμενα. ὅτι μὲν γὰρ οὐκ ἀναγκαῖον πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, καθάπερ ᾠήθησαν, εἴρηται πρότερον ἐν τοῖς πρώτοις περὶ κινήσεως. εἰ γὰρ τὸ πρώτως κινοῦν κἀκεῖνο κινοῖτο, οὐκέτι ἐν κινήσει τὰ κινούμενα συμμεταβληθέντα τῷ αἰτίῳ. καὶ τὸ ὀρεκτὸν κινοῦν, οἷον τὸ κάλλος τὸν ἐραστήν, ἀκίνητόν ἐστιν. ἓν μὲν οὖν καὶ πρῶτον τοῦτο παρόραμα τῇ ἀρχῇ τῶν λόγων αὐτῶν· τῷ γὰρ οἰηθῆναι ἅπαν τὸ κινοῦν κινεῖσθαι, ὡς κινοῦσαν τὸ σῶμα τὴν ψυχὴν καὶ αὐτὴν τῶν κινουμένων ὑπέλαβον. δεύτερον δέ, ἐπεὶ κινεῖται πᾶν ἢ καθ’ ἕτερον καὶ κατὰ συμβεβηκὸς ἢ καθ’ αὑτὸ καὶ κατ’ οὐσίαν, καὶ τῶν καθ’ ἕτερον καὶ κατὰ συμβεβηκὸς τὰ μὲν ἔχουσιν ἰδίαν καὶ καθ’ αὑτὰ κίνησιν, ὡς οἱ πλωτῆρες τὴν διὰ ποδῶν βάδισιν αὕτη γὰρ ἀνθρώπων· τὸ γὰρ τῷ πλοίῳ συμφέρεσθαι αὐτοῖς οὐ καθ’ αὑτό), τὰ δὲ οὔ, μόνῳ δὲ τῷ ἐν ἑτέρῳ εἶναι τὴν κίνησιν ἴσχοντα ὡς ἡ λευκότης οὐ γάρ ἐστιν ἰδία λευκότητος κίνησις καὶ τῶν ἄλλων παθῶν [*](1 οὐδὲ γὰρ Α 8 εἴπαμεν Α 9 κἄν Α 11 τε om. Α 12 δυνάμεως B πρόοδον Β 13 νοητικὰς scripsi: νοητὰς libri 14 καὶ τἀς ἀπὸ Α) [*](16 εἰ καὶ] καὶ εἰ AC 17 προσηγορεῦσαι C 19 πιεσθήτω καὶ om. Β 20 διαρθρῶν Α 24 δυναμένην] δύναμιν Β ἀλλὰ—ἀδυνάτων repetit 25 γὰρ om. Β 27 ἐν τοῖς πρώτοις περὶ κινήσεως] Phys. Θ, 6 p. 258b 30 πρῶτον om. B 31 τὸ γὰρ σῶμα B 36 τὸ ἐν ἑτέρω BC 37 καὶ om. Β)

17
παρὰ τὴν ἐν οἷς εἰσι σώμασι), καὶ τῶν αὖ καθ’ αὑτὸ ·κινουμένων τὰ μὲν οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας ἔχουσι τὴν κίνησιν καὶ ἀεὶ ὡς τὰ οὐράνια, τὰ δὲ οὔ, ἀλλὰ τὸ ποτὲ κινεῖσθαι τοιώσδε φύσει ἔχουσιν τὴν δύναμιν, ὡς ἡ βῶλος τὸ κάτω φέρεσθαι, τοσαυταχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι ἐπισκοποῦμεν περὶ ψυχῆς, εἰ ὅλως καθ’ ἕτερον τῶν τρόπων δυνατὴ κινεῖσθαι τὸν κατ’ οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ κἄν ἡμεῖς δοίημεν. ἀλλ’ εἰ ἔστιν ἡ οὐσία τῆς ψυχῆς τὸ κινεῖν ἑαυτήν, οὐ κατὰ συμβεβηκὸς αὐτῇ τὸ κινεῖσθαι ὑπάρξει, ὥσπερ τῷ λευκῷ ἢ τριπήχει. κινεῖται γὰρ καὶ ταῦτα, ἀλλὰ κατὰ συμβεβηκός· ᾧ γὰρ ὑπάρχουσιν, ἐκεῖνο κινεῖται τὸ σῶμα. διὸ καὶ οὐκ ἔστιν τόπος αὐτῶν, τῆς δὲ ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει. τριῶν δὲ οὐσῶν κινήσεων φυσικῶν παρείσθω γὰρ ἡ κατὰ τὴν οὐσίαν νῦν ὡς μᾶλλον μεταβολὴ ἢ κίνησις), τῆς ἐν ποσῷ καὶ ποιῶ καὶ ποῦ, εἴτ’ οὖν φορᾶς, ἀλλοιώσεως, αὐξήσεως καὶ μειώσεως, ἢ μίαν τούτων κινοῖτ’ ἄν ἢ πλείους ἢ πάσας· ὅπως δ’ ἄν κινηθείη κατ’ αὐτὰς μόνον, εἰ φυσικῶς ἐν τόπω ἔσται· πᾶσαι γὰρ αὗται κατὰ τόπον. τούτω δ’ ἕπεται τὸ σῶμα εἶναι. οὖν ἀσώματος κατ’ Ἀναξαγόραν καὶ Πλάτωνα; καὶ φορὰ μὲν ὅτι κατὰ τό- πον αὐτόθεν δῆλον, ἔτι δὲ αὔξησις καὶ μείωσις· ὅτι δὲ καὶ ἀλλοίωσις καὶ ἡ αἰσθητὴ καὶ παθητικὴ μεταβολή, ὧδ’ ἔσται· τὸ γὰρ κινούμενον κατ’ ἀλλοίωσιν καθ’ αὑτὸ μεριστόν ἐστιν, τοῦτο δὲ σῶμα, τοῦτο δὲ ἐν τόπω. καὶ καθόλου εἰπεῖν πᾶν τὸ κινούμενον μεθίσταται ἐξ οὗ ἐστιν εἰς τὸ ἐν ᾧ ἔσται. ἔκ τινος γὰρ εἴς τι πᾶσα μεταβολή. τὸ δὲ τοιοῦτον οὔτ’ ἐξ οὗ μετέβαλεν, ἐν ἐκείνῳ ἐστὶν ὅλον οὐδέπω γὰρ μεταβάλοι), οὔτε εἰς ὅ· ἤδη γὰρ ἄν καὶ μεταβεβληκὸς εἴη καὶ οὐκέτι μεταβάλλον. λείπεται τὸ μέν τι αὐτοῦ ἐν ἐκείνῳ εἶναι ἐξ οὗ, τὸ δὲ εἰς τὸ ἐν ᾧ έσται. μεριστὸν ἄρα καὶ διὰ τοῦτο σῶμα. αἰσθητὰς δ’ ἀλλοιώσεις λέγομεν διὰ τὰς ψυχικάς, ἀρετὴν καὶ κακίαν, γνῶσιν καὶ ἄγνοιαν, ἃς τῷ κατὰ φύσιν διαφερούσας καὶ παρὰ φύσιν οὐδὲ κυρίως ἄν ἀλλοιώσεις λέγοιμεν ὡς καὶ ὑγείαν καὶ νόσον, γενέσεις δὲ μᾶλλόν τινας καὶ φθοράς. ἔτι εἰ φύσει κινεῖται, κἄν βίᾳ κινηθείη, κἀν εἰ βίᾳ, καὶ φύσει· ἐξ ἀμφοτέρων δὲ δῆλον ὅτι τόπον ἕξει. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται φύσει, καὶ ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δὲ καὶ εἰς ὃ κινεῖται βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ. ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι αὐτοπροαιρέτου καὶ αὐτοκινήτου καὶ κατ’ αὐτοὺς οὔσης, οὐδὲ πλάσσειν βουλομένοις ῥᾴδιον. αἰ γὰρ δοκοῦσαι καθόλου καὶ μάλιστα καὶ πρῶται κινήσεις αὐτῆς, κρίσις καὶ ὄρεξις, οὔποτ’ ἄν βίᾳ κινηθεῖεν, ἀλλὰ τυράννου μὲν ἀσεβές τις δόγμα ἄκων ὁμολογήσειε χείλεσιν, ἐντὸς δὲ συνθέσθαι ἢ δοξάσαι βίᾳ πῶς ἔχει χώραν; δόξοι δ’ ἄν κατὰ θυμὸν καὶ ἐπιθυμίαν βιάζεσθαι, ὅταν ἐρεθίζηται ὑπὸ τῶν ἔξωθεν. οὐκ ἔστι δέ· εἰ γὰρ μὴ ὁ λόγος τῷ πάθει ἐνδοίη, οὔ ποτ’ ἄν ἐξαχθείη. ἀκούσιον γὰρ καὶ βίᾳ [*](2 ἔχον Α 3 ἔχοντα Α 4 τὸ συνταχῶς Β 6 τὸν] τὸ γὰρ Β 8 ὑπάρχει A τριπήχει parum distincte Β 18 αἰσθητὸς Β 19 ἑαυτὸ C) [*](22 καὶ om. AC 23 μέν τι] μέντοι C 24 ἔσται Diels: ἐστιν BC: om. Α 25 κακίαν καὶ γνῶσιν AC 27 λέγομεν C 28 κἀν βίᾳ Α) [*](29 ἕξοι Α 36 δοξάσαι ἡ συνθέσθαι Α ἔχοι Α 38 ἐνδοίη] συνθείη B1)
18
ἐστίν, οὗ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένου τοῦ πάσχοντος ἢ πράττοντος· δηλοῦσι δὲ καὶ οἱ σπουδαῖοι οὐδενὶ τῶν ἐρεθιζόντων εἴκοντες ὥστε εἰ τῇ κατὰ φύσιν κινήσει καὶ ἡ παρὰ φύσιν εἵπετο, οὐ κινεῖται δὲ παρὰ φύσιν, οὐδὲ κατὰ φύσιν ἄρα. ὑπεξῃρήσθω δὲ τὰ οὐράνια καὶ κατὰ φύσιν κινούμενα καὶ οὔποτε πρὸς βίαν ἀντιφερόμενα, ἢ οὐδὲ κατὰ φύσιν ἄν κυρίως κινεῖσθαι λέγοιτο, παρ’ ὅσον ὑπὸ κρείττονός τινος δυνάμεως ἄγονται. διττὴ δ’ ἡ τῶν ζώων κίνησις, καὶ ὑπὸ ψυχῆς, ὡς κινεῖ ψυχὴ βουλήσει, καὶ ὑπὸ φύσεως. ὅταν γὰρ ἵπτηται ἢ νήχηται ἢ βαδίζῃ, κατὰ ψυχὴν κινεῖται· φυσικῶς δέ, ὅταν τῇ τοῦ ἑνὸς ἐπικρατήσει τῶν ἁπλῶν ὧν σύγκειται ὑπὸ βαρύτητος κάτω φέρηται. ἔτι εἰ μὲν ἄνω κινηθείη, πῦρ ἔσται, εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις αὗται. εἰ δέ, ὧν κατὰ φύσιν ἴδιαι κινήσεις αἱ αὐταί. καὶ αὐτὰ ταὐτά, ταὐτὸν ἄρα πῦρ καὶ ψυχὴ καὶ ὅλον ὅλῃ καὶ μέρος μέρει. οὐχ οὕτω δὲ λέγεται, ἀλλὰ μέρος καὶ ἐκεῖθεν. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν μεταξὺ ἀέρος καὶ ὕδατος. εἰ μὲν οὖν μηδεμίαν τῶν στοιχείων κινεῖται κίνησιν, οὐδ’ ἐκ στοιχείων ὅλως. ἔτι ἐπεὶ τῶν κινούντων μόνον τὸ κατὰ φορὰν ἐν τούτῳ δὲ] καὶ αὐτὸ κινεῖται οὔτε γὰρ τὸ αὖξον ἢ λευκαῖνον ἀνάγκη αὔξεσθαι ἢ λευκαίνεσθαι), φαίνεται δὲ ἡ ψυχὴ κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν λέγειν τὰς κινήσεις. ἃς καὶ αὐτὴ κινεῖται. εἰ δὲ τοῦτο καὶ ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι ἣν τὸ σῶμα κινεῖται, ταύτην καὶ αὕτη. τοῦτο δὲ κινεῖται φορᾷ· ὥστε καὶ ἡ ψυχὴ μεταβάλοι ἂν κατὰ τὸ σῶμα ἢ ὅλη, ὅτι καὶ τὸ σῶμα ἐν τῇ ἅλσει ὅλον, ἢ κατὰ μόρια ὡς ἄν καὶ χεὶρ καὶ ποὺς κινηθείη. εἰ δὲ τοῦτο ἐνδέχεται, καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν ἐνδέχοιτ’ ἄν, τούτῳ δ’ ἕποιτο τὸ ἀνίστασθαι τὰ τεθνεῶτα. εἰ γὰρ μή τινι ζωτικῇ δυνάμει τῇ παρουσίᾳ τῆς ψυχῆς τὸ σῶμα συνέχεται, ἀλλὰ μόνον ὡς ὤσει καὶ μοχλείᾳ τινὶ κινεῖ, οὐδὲν κωλύει ταῦτα γίνεσθαι. οὕτω· καὶ] γάρ φησι Δημόκριτος καὶ οἱ περὶ αὐτόν, οἳ τὰς σφαιρικὰς ἀτόμους εἰσῆγον, κινεῖσθαι τὴν ψυχήν· τῷ γὰρ ἀεὶ ταύτας κινεῖσθαι διὰ τὸ πεφυκέναι μηδέποτε μένειν συνεφέλκειν τε καὶ κινεῖν τὸ σῶμα πᾶν ψυχὴν οὔσας, παραπλήσια λέγοντες Φιλίππῳ τῷ κωμῳδοδιδασκάλῳ εἰπόντι ποιῆσαι τὸν Δαίδαλον κινουμένην τὴν ξυλίνην Ἀφροδίτην ἐγχέαντα τοῖς ἔνδον κοιλώμασιν ἄργυρον χυτόν. ἡμεῖς δὲ ἐρωτήσομεν αὐτούς, εἰ καὶ ἠρέμησιν τοῦτο ποιεῖ αὐτό. πῶς δὲ ποιήσει, χαλεπὸν ἢ καὶ ἀδύνατον εἰπεῖν· τὰ δὲ ζῷα οὐ μόνον κινούμενα φαίνεται ὑπὸ ψυχῆς ἀλλὰ καὶ ἠρεμοῦντα. τί οὖν τῆς ἠρεμήσεως αἴτιον; ἀεικίνητοι γὰρ αἱ σφαιρικαὶ ἄτομοι. ἔτι εἰ κινεῖ αὐτὴ ἑαυτήν, καὶ αὐτὴ κινοῖτο ἄν, ὥστ’ εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καὶ ἡ ψυχὴ ἄν ἐκσταίη τῆς οὐσίας αὐτῆς, εἴπερ καθ’ αὑτὴν ἀλλὰ μὴ κατὰ [*](4 ὑπεξαιρήσθω ΑC 5 ἀντιφερόμενα] φερόμενα in rasura octo vel novem litterarum rec. Α 8 ὅταν μὲν γὰρ AC ἵπταται AC καὶ νήχηται Β βαδίζει AC) [*](9 σύγκηται C 10 καταφέρεται Β κινηθείη Α2 16 δὲ delevi: ὡς Α 18 λέγει Α1 20 μεταβάλλοι C 21 ἄλσει in rasura om. B) [*](23 τοῦτο AC μὴ τῇ, ut videtur, Β 24 ὡς ὤσει] ὡς εἰ B 25 τινὶ om. AC κινεῖ om.B καὶ delevi 29 κωμοδιδασκάλω Α: κωμωδιδασκάλω C ποιῆσαι] κινῆσαι Β 31 ποιεῖ τοῦτο αὐτὸ AC 35 κινεῖτο ἄν Α 36 καθ’ αὑτὸ B)
19
συμβεβηκὸς ἑαυτὴν κινεῖ. εἰ δὲ τοῦτο, καὶ φθαρείη ἄν, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ ἀσώματος· τῷ γὰρ ἀσωμάτῳ πάσης ἄλλης ἐξῃρημένης κινήσεως ἡ κατ’ οὐσίαν αὐτῷ καὶ ζωώδης ὑπολειφθήσεται. εἰ δὲ μὴ τοῦτο διὰ τὰ ἑπόμενα ἄτοπα, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ ὑπ’ ἄλλου ὁρῶμεν γὰρ μάλιστα ὑπὸ τῶν αἰσθητῶν τὴν ψυχὴν κινουμένην· κατανοήσασα γὰρ τὸν ἔρχεται εἰς τὴν τοῦ θεοῦ ἔννοιαν, καὶ ἐκ τῶν μερικῶν καὶ καθ’ ἕκαστα εἰς τὴν τοῦ καθόλου γνῶσιν ἀνάγεται, καὶ τὸ ὀρεκτὸν ἰδοῦσα πρὸς τὴν λῆψιν ὑπὸ τῆς ἐφέσεως ὥρμησε, καὶ τὸν λυπήσαντα εἰς ὀργήν· ὅθεν καὶ τισιν ἐκ γενετῆς ἐξέλιπεν αἴσθησις, καὶ ἡ κατ’ αὐτὴν ἐκλέλοιπε κίνησις), πάλιν ἰδίως πρὸς ταῦτα τῷ Πλάτωνι ἀπολογίας δεήσει· πῶς γὰρ αὐτοκίνητον τὸ ἑτεροκίνητον; ἢ πῶς καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκός; οὐ δεῖ γάρ, ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι, ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἢ δι’ αὑτὸ ἀγαθὸν τὸ μὲν δι’ ἄλλο τὸ δ’ ἑτέρου ἕνεκέν ἐστι. καθ’ αὑτὰ δὲ καὶ δι’ αὑτὰ ἀγαθὰ τὸ φιλοσοφεῖν, τὸ ὑγιαίνειν, ἡ ἀρετή· οὐ γὰρ ἑτέρων ταῦτα χάριν σπουδάζεται. δι᾿ ἄλλο καὶ ἑτέρου ἕνεκεν ἡ ἰατρική, πλοῦτος, ἰσχύς. ἴδωμεν δὲ καὶ ἃ ἐν τῷ Τιμαίῳ περὶ τῆς τοῦ παντὸς ὁ αὐτὸς φυσιολογεῖ ψυχῆς· ταὐτὰ γὰρ τῷ Δημοκρίτῳ καὶ εἴ τις ἄλλος εἴρηκε τῷ κινεῖσθαι κινεῖν κἀκεῖ φανείη διοριζόμενος· πλὴν ὅσον οἱ μὲν ὥσπερ ἐν εἱρκτῇ τῷ σώματι κατακλείουσιν, ὁ δὲ περιπλέκει· συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς, ὅπως αἴσθησιν καὶ σύμφυτον ἁρμονίαν ἔχῃ καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς, τὴν εὐθυωρίαν σχίσας εἰς δύο κύκλους κατέκαμψε καὶ διελὼν ἐκ τοῦ ἑνὸς κύκλου δύο δισσαχῇ συνημμένους ἑτέρους κύκλους πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους, ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. δεῖ δὲ εἰς σαφήνειαν καὶ τὴν λέξιν παραθέσθαι τὴν ἐν Τιμαίῳ, συντεμόντας ὅσον ἐνδέχεται· λαβὼν γάρ, φησίν, ὁ θεὸς οὐσίαν καὶ ταὐτότητα καὶ ἑτερότητα τὰ τῶν ὄντων στοιχεῖα, καὶ οὐσίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν μέσην τῆς τε ἀμερίστου ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, εἶτα συγκεράσας πάντα ἐξέτεινε καὶ ἐποίησεν εὐθεῖαν καὶ ταύτην αὖ κατέτεμεν εἰς ἁρμονικοὺς ἀριθμούς, λέγω δὴ εἰς μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα καὶ τὸν θ΄ καὶ ἡ καὶ κζ΄ ἀριθμόν, ὧν ἐφεξῆς μὲν τῶν περιττῶν ἰδίᾳ τιθεμένων καὶ αὖ πάλιν τῶν ἀρτίων ἡ γεωμετρικὴ ἀναλογία γενήσεται. καὶ σχίσας μετὰ τοῦτο κατὰ μῆκος εἰς δύο εὐθείας τὴν μίαν, εἶτα συνάψας χιοειδῶς ἀλλήλαις ἀνέκλασε καὶ ἐποίησε κύκλους δύο, τὸν μὲν μείζονα τὸν δὲ ἐλάττονα, καὶ τὸν μὲν ἔξω τὸν δὲ ἔσω, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα, καὶ ἐκίνησε τὸν μὲν ἔξω ἐπὶ τὰ δεξιά, ἐπὶ τὰ ἀριστερὰ δὲ τὸν ἔσω, καὶ ἐπεφήμισε τὸν μὲν ἔξω [*](3 ὑποληφθήσεται AC 9 ἐξέλειπεν AC 10 δεήσειε Α 1 1 τὸ κατὰ om. Β οὐδ’ εἰ A 12 ἑαυτὸν B 13 τὸ μὲν—ἀγαθὰ (14) om. C 15 χάριν ταῦτα AC 16 ἡ om. AC τῷ om. AC ἐν τῷ Τιμαίῳ] Tim. 8 p. 34 Β sq.) [*](19 ὥσπερ om. B 22 φορᾶς Α 24 post κύκλους add. εἶναι C 28 καὶ ἀεὶ κατὰ Α 30 αὖ] οὖν A 32 καὶ ἰδίᾳ AC 34 χιοειδῶς BC Philoponus: χιοδῶς Α ἀλλήλας Β 35 ἔσω—ἔξω (36) Β 36 ἐκείνησε A)
20
κύκλον ταὐτοῦ, τὸν δὲ ἔσω θατέρου· καὶ τὸν μὲν ἔξω ἕνα εἴασε καὶ ἄσχστον, τὸν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἐποίησεν ἑπτὰ κύκλους ἀνίσους, διπλασίονι καὶ τριπλασίονι λόγῳ ὑπερέχοντας ἀλλήλων· καὶ τοὺς μὲν τρεῖς ἴσους τάχει τῆς κινήσεως ἐποίησε, τοὺς δὲ λοιποὺς τέτταρας ἀνίσους τῇ κινήσει καὶ ἀλλήλοις καὶ τοῖς τρισί· καὶ τοῦτο εἶναι τὴν τοῦ παντὸς ψυχήν. εἶτα μετὰ τοῦτο, φησί, πᾶν τὸ σωματοειδὲς τοῦ κόσμου ἐντὸς ἐναπέκλεισε καὶ συναρμόσας τὴν ψυχὴν ἐκ τοῦ μέσου διέπλεξε μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ κύκλῳ αὐτὸν ἔξωθεν πάντα περιεκάλυψε. καὶ τὰ μὲν τῆς ἐν Τιμαίῳ ψυχογονίας σχεδὸν οὕτως ἔχει. εἰ μὲν οὖν ἄλλο τι παρὰ τὰ κείμενα δίδωσιν ἐννοεῖν ἡ περὶ τοῦ ἀνδρὸς δόξα, καὶ συμβολικήν τινα τὴν περὶ ψυχῆς θεωρίαν πεποίηται ἔσται γὰρ ἴσως τοῦτο, εἴ τις εἰς αὐτὸν ὅλον ἀπίδοι Πλάτωνα), τάχ’ ἄν τις ἀπαντήσοι θεραπεία καὶ τὸ εἰκὸς ἔχει τὰ εἰρημένα· ὅσον ὅ οὖν τῷ φαινομένῳ ἥκιστά γε τὰ τοιάδε περὶ ψυχῆς προσήκει.. διὰ ταῦτα οἱ μὲν ἔλεγχοι ἀναγκαῖοι οὐ πρὸς Πλάτωνα μᾶλλον ἢ πρὸς τοὺς τὸ φαινόμενον κακῶς ἐκλαμβάνοντας· εἰ δέ τι καὶ κατὰ πάρεργον ἄλλο γένοιτο καὶ μεγέθους ἐκτὸς ὁ νοῦς ἀποδειχθείη καὶ μερισμοῦ, προὔργου τοῦτο ἔσται ἡμῖν. καὶ δὴ πρῶτον πῶς ἡ εὐθεῖα σχίζεται ἀπλατὲς οὖσα μῆκος; πῶς δὲ καὶ ὅλως κατατμηθεῖσα εἰς τοὺς ἁρμονικοὺς ἀριθμοὺς ὡς μία οὖσα κατὰ μῆκος ἢ σχίζεται ἡ εἰς κύκλους περιάγεται; πῶς δὲ καὶ ἡ εὐθεῖα κύκλος; ἀνομοιογενῆ γὰρ τὰ μεγέθη. ἔπειτα πῶς τῶν κύκλων ὁ εἷς μείζων γίνεται τῆς εὐθείας μήτε προσθήκην μήθ’ ὑφαίρεσιν προσλαβούσης; πῶς δὲ ὅλως εἰ οἱ κύκλοι οὗτοι ψυχή, ὧν ἐντὸς τὸ σωματοειδὲς ἀπεκλείσθη ἅπαν, συναρμοσθέντες περιεπλάκησαν ἐκ τοῦ μέσου τοῦ παντὸς μέχρι τοῦ ἐσχάτου οὐρανοῦ; οὐ γὰρ δύναται τοῦτο ποιεῖν ὁ κύκλος σφαῖραν ἔξωθεν περικαλύπτειν. καὶ πρὸ τῶν ὅλων πῶς ἔχει καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος; τὴν γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην βούλεται οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς· οὗτος γὰρ ὁ κύκλος· οὐ γὰρ δὴ οἷόν γε ἡ αἰσθητικὴ οὐδ’ οἷον ἡ ἐπιθυμητική· τούτων γὰρ ἡ κίνησις οὐ κυκλοφορία, ἀλλὰ νοῦ καὶ λογικῆς ψυχῆς. αὕτη γάρ ἐστιν ἡ πρὸς ἑαυτὴν ἐπιστρέφουσα καὶ μιμουμένη κύκλον περὶ ἑαυτῆς ζητοῦσα καὶ ἑαυτὴν γινώσκουσα· ἡ μέντοι αἰσθητικὴ καὶ θυμοειδὴς καὶ ἐπιθυμητικὴ οὐ κινεῖται κύκλῳ, ἀλλ’ εὐθεῖαί τινές εἰσιν. αἵ τε γὰρ ὄψεις τῶν ὀφθαλμῶν κατ’ εὐθεῖαν ἐκπέμπονται καὶ κατὰ τὰ αὐτὰ παλινδρομοῦσιν ἐν ταῖς ἀνακλάσεσι, καὶ θυμὸς δὲ καὶ ἐπιθυμία πρόοδοί τινές εἰσιν εὐθείας μιμούμενοι καὶ τὰς περὶ τὸ σῶμα ἐνεργείας ἀνεπιστρόφους ἔχουσιν· οὐ γὰρ συναίσθονται ἑαυτῶν οὐδὲ ταῖς ἐνεργείαις αὐτῶν ἐφιστάνουσιν. ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς οὕτως ὥσπερ καὶ ἡ νόησις νοῦ γὰρ ἐνέργεια νόησις), ἡ δὲ ὥσπερ τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν, ὥστε καὶ ὁ νοῦς οὕτως ἔσται δήπου συνεχὴς ὡς ἀριθμός, οὐχ ὡς μέγεθος· ἢ γὰρ ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής. τοσοῦτον γὰρ ἀπέχομεν τοῦ συνεχὲς ἤ ὅλως μέγεθος λέγειν τὸν νοῦν, ὥστε καὶ διωρισμένον αὐτὸν φαῖμεν ἄν εὐλογώτερον. οὐ γὰρ δήπου πάντα ἅμα νοεῖ ὥσπερ [*](12 ἔχοι Α 14 μᾶλλον] μόνον, ut videtur, Α1 20 μείζω Α 26 οἶος AC 29 μιμουμένη κύκλον] κινουμένη κύκλῳ B καὶ (post ζητοῦσα) om. AC) [*](36 ἐνεργεία C ταὐτὰ Α1 40 αὐτὸν om. AC)
21
μέν, ἐπειδὴ μὴ ἐν χρόνῳ αὐτῷ τὸ εἶναι, ἐφεξῆς δὲ ὡς ὁ ἀριθμός· ἥδε γὰρ ἡ πρότασις μετὰ τήνδε καὶ μετ’ αὐτὴν ἑτέρα. ἐπεὶ γὰρ οὐ πρὸς τὸ ἔξω ἡ ἐνέργεια αὐτοῦ ἀποτείνεται, ἀλλ’ ἐν αὑτῷ ὁρῶν πάντα ὁρᾷ τῷ πάντων εἶναι ἐν αὐτῷ τοὺς λόγους καὶ πλήρωμα χρηματίζειν εἰδῶν, τῷ μὲν ὅλως πλείονα εἶναι τὰ νοήματα εἴη ἄν οἷον ἀριθμός, τῷ δὲ ταῦτα ἐφεξῆς εἶναι εἴη ἄν ταύτῃ συνεχής. ἔτι πῶς ἄν καὶ νοήσειε μέγεθος ὤν; πότερον καθ’ ὅλον ἢ ἐν ὁτῳοῦν τῶν μορίων αὐτοῦ; μορίων δ’ ἤτοι κατὰ μέγεθος ἢ κατὰ εἰ δεῖ καὶ τοῦτο μόριον εἰπεῖν. εἰ γὰρ ὁ νοῦς κύκλος ὢν τῷ κινεῖσθαι ἐφάπτεται τοῦ νοητοῦ καὶ ταύτῃ νοεῖ μέγεθος γὰρ ὢν οὐκ ἄν ἄλλως γνώσαιτο), ἀνάγκη πᾶσα ἢ τῷ ὅλῳ κύκλῳ καὶ ἀθρόᾳ τῇ θίξει νοεῖν ἢ κατὰ μέρος· εἰ κατὰ μέρος, ἢ κατὰ μόριον ἢ κατὰ σημεῖον ἐφαπτόμενος· καὶ εἰ κατὰ σημεῖον, ἤτοι καθ’ ἓν ἢ οὐ καθ’ ἕν. εἰ μὲν οὖν καθ’ ἓν σημεῖον νοεῖ μόνον, περιττὰ τὰ ἄλλα· τίς οὖν χρεία τῆς κύκλῳ κινήσεως ἢ ὅλως μεγέθους; εἰ γὰρ ὁ νοῦς τῷ νοεῖν εἶναι λέγεται τὸ δὲ ἓν σημεῖον μόνον νοεῖ, τοῦτο ἄν εἴη νοῦς. εἰ δὲ μὴ καθ’ ἓν σημεῖον μόνον νοεῖ, ἤτοι κατὰ πλείονα ἢ κατὰ πάντα νοήσει. τὸ μὲν οὖν κατὰ πλείονα νοεῖν ἀποκληρωτικόν· κατὰ πόσα γὰρ καὶ διὰ τί τοσαῦτα; καὶ πάλιν τὰ λοιπὰ περιττὰ ἔσται. εἰ δὲ κατὰ πάντα τὰ ση- μεῖα νοεῖ, τριχῶς ἔσται· ἤτοι γὰρ ἕκαστον αὐτῶν πάντα τὰ νοητὰ νοήσει, ἢ δεῖ πρὸς ἕκαστον τῶν νοητῶν τῆς πάντων συμπνοίας καὶ οὐκ ἄλλως νοήσει τι, εἰ μὴ πάντα τὰ σημεῖα, ταὐτὸν δ’ εἰπεῖν ὁ κύκλος ἅπας ἐφάψηται, ἢ τῷδε μὲν τόδε νοεῖ, ἄλλῳ δὲ ἄλλο καὶ ἑξῆς ὁμοίως, ὥσπερ τυχὸν ὁρατῶν μὲν ὄψις, ἀκουστῶν δὲ ἀκοὴ καὶ ἄλλη τῶν αἰσθήσεων ἄλλου τινὸς τῶν αἰσθητῶν. εἰ μὲν οὖν ἕκαστον ἅπαντα νοεῖ, ἄπειρα δὲ τὰ σημεῖα, πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό. νῦν δὲ φαίνεται καὶ ἅπαξ ἐνδεχόμενον· δυνατὸν γάρ τι προσάπαξ νοήσαντα μηκέτι νοῆσαι ἢ ἐπιλαθόμενον ἢ μηκέτι τῇ διανοίᾳ προχειρισάμενον. εἰ τοίνυν ἐνδέχεται μὲν ἅπαξ τι νοήσαι, ἕκαστον δὲ τῶν σημείων πάντα νοεῖ καὶ τῇ τοῦ κύκλου περιφορᾷ ἀεὶ ἐφάπτεται, ἀνάγκη τὸ αὐτὸ καὶ ἀπειράκις νοεῖν, εἴπερ ἀίδιος ἡ περιφορά. ἄλλως τε εἰ ἄπειρα τὰ σημεῖα, τὰ δὲ ἄπειρα ἐκπεριελθεῖν ἀδύνατον, οὐδέποτε καθ’ ὅλον ἑαυτὸν ὁ νοῦς νοήσει, ἀλλὰ τὸ αὐτὸ νοητὸν τὸ μέν τι αὐτοῦ τοῦ νοῦ νοήσει, τὸ δὲ οὐ νοήσει. καὶ τοῦτο μὲν οὕτως· εἰ δὲ δεῖ καθ’ ἕκαστον νοητὸν τῆς πάντων θίξεως, τί ποτε ἕκαστον ἐποίησε θιγόν; δῆλον γὰρ ὡς ἕκαστον ἔδρασέ τι· τίς οὖν ἡ καθ’ ἕκαστον ἀντίληψις; εἰ δέ τις εἴποι ὡς ἐπὶ συλλογισμῶν, ὅτι τὸ μὲν τῆσδε ἐφάπτεται τῆς προτάσεως, ἄλλο δὲ ἄλλης, ἡ δὲ πάντων περίοδος τὸ συμπέρασμά ἐστιν καὶ οἷον τὸ ὅλον νοητόν, τοῦτό ἐστιν ἡ τελεία νόησις, οὐκ ἐρεῖ καλῶς. εἰ γὰρ τὸ μὲν τήνδε νοεῖ τὴν πρότασιν τὸ δὲ τήνδε, τί τὸ κρῖνον καὶ λέγον ὅτι ἥδε τῆσδε ἑτέρα ἐστίν; ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ [*](2 ἀριθμός] ὀριθμός C 3 ἕτερα B 4 αὐτοῦ |om. Β αὑτῷ scripsi: αὐτῷ libri) [*](7 καθόλου BG at cf. v. 30 et p. 22, 11. 23 1) ἐφάπτηται A 10 οὐ γνώσιτο Α. γνώσ(??)το Β 14 κινήσεως AC Philoponus: νοήσεως Β 15 τῷ νοεῖν νοῦς εἶναι Philoponus 16 μόνον om. A 20 πρὸς] παρὰ Β 21 ἐφάψηται AC Philoponus: ἐφάψεται Β 28 καὶ (post αὐτὸ) om. Α 33 θίγον libri 37 κρῖνον] Κοῖνον Β)
22
δὲ σὺ αἴσθοιο. καὶ τί τὸ ἐκ πασῶν ὡς ἓν συνάγον συμπέρασμα; δεῖ γὰρ τὸ αὐτὸ πάσας ἐγνωκέναι, ἵν’ εἴπῃ ὅτι ἐκ τῶνδε τόδε συνάγεται. τὸ γὰρ ἐφαψάμενον τῆσδε τῆς προτάσεως οὐ γνώσεται τὴν ἑτέραν πρότασιν, ἧς ἕτερον σημεῖον ἐφήψατο, ἢ ἡ ἑτέρα ὑπόθεσις γενήσεται καὶ πάντα πάντων ἀντιλήψεται· ἔτι ἐπειδὴ τῶν προτάσεων ἑκάστη ἔστι τις καὶ ἀπόφανσις, δῆλον ἄρα, ὅταν τὴν πρότασιν ἀπόφανσιν νοῇ, ὡς ὅλον τι νοήσει μηδὲν δεόμενον τῆς τῶν ἄλλων σημείων θίξεως. ἔτι εἰ τὰ μὲν σημεῖα ἄπειρα, ὡς ἀνωτέρω ἐλέγετο, δεῖ δὲ εἰς τὸ νοῆσαί τι τῆς τῶν ἀπείρων θίξεως, τὰ δ’ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν τῶν ἀδυνάτων ἐστίν, οὐδέποτε νοήσει. οὕτω μὲν καὶ τὸ δευτερον λείπεται ζητῆσαι, μήποτε ὡς ἡ αἴσθησις, οὕτω τοι καὶ ὁ νοῦς ἄλλῳ σημείῳ ἄλλου νοητοῦ ἀντιλαμβάνεται. ἀλλ’ εἰ τοῦτο, πάλιν οὐ καθ’ ὅλον ἑαυτὸν πάντα νοήσει. οὐ τοῦτο δὲ ἡ ἐνάργεια ὑπαγορεύει· οὐ γὰρ δὴ ψυχὴν μὲν τυχὸν ἐθέλοντες νοῆσαι τόδε τὸ μόριον τοῦ νοῦ κινοῦμεν, ἄγγελον δ’ ἄλλο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. πῶς δ’ ὢ καὶ ἐπ’ αἰσθήσεως ἐφίστανεν ὁ νοῦς, ὡς ὀφθαλμὸς μὲν χρωμάτων, ἀκοὴ δὲ ψόφων καὶ ἄλλη αἴσθησις ἄλλων αἰσθητῶν ἀντιλαμβάνεται; ἔτι τὰ διαφόρων ἀντιλαμβανόμενα καὶ αὐτὰ κατ’ οὐσίαν διάφορα εἶναι ἀνάγκη. διάφορα ἄρα κατ’ οὐσίαν τὰ σημεῖα ἔσονται. τίς δὲ διαφορὰ οὐσιώδης σημείου πρὸς σημεῖον οὐδὲ πλάσσειν βουλομένοις ῥᾴδιον; οὕτω μὲν οὖν κατὰ σημεῖον τὸν νοῦν νοεῖν τῶν ἀδυνάτων ἐστίν. εἰ δὲ κατὰ μόρια γίνοιτο ἡ νόησις, ἢ ἀρκεῖ πάλιν ἓν τῶν μορίων εἰς νόησιν ἢ οὐκ ἀρκεῖ. εἰ μὲν οὖν ἓν μόριον τὸ νοοῦν, εἴη περιττὴ ἡ τῶν ἄλλων εἰσαγωγή· τοῦτο γὰρ ἔσται νοῦς. ἄλλως τε αὐτὸ τοῦτο τὸ μόριον ζητήσομεν, πότερον καθ’ ὅλον ἐφαπτόμενον τοῦ νοητοῦ νοεῖ ἢ κατὰ μόριον, καὶ ἥξουσιν οἱ πρότερον λόγοι. ἄλλ’ ὑποκείσθω νοεῖν καθ’ ὅλον· τίς οὖν τῶν λοιπῶν χρεία; εἰ δὲ μὴ καθ’ ἓν μόριον ἡ νόησις γένοιτο, ἐπεὶ ἐνδέχεται καὶ εἰς πεπερασμένα διελεῖν πᾶν μέγεθος καὶ εἰς ἄπειρα, εἰς πεπερασμένα μέν, ὅταν εἰς ἴσα κατὰ ποσὸν διαιρεθείη οἷον εἰς δακτυλιαία ἢ πηχυαῖα (πᾶν γὰρ πεπερασμένον καταμετρεῖται ὑπὸ παντὸς πεπερασμένου), εἰς ἄπειρα δέ, ὅταν εἰς ἄνισα ἢ εἰς τὰ αὐτὰ κατὰ λόγον, καὶ διεξοδεύηται δι’ ὅλου διχοτομούμενον (ἐπ᾿ ἄπειρον γὰρ ἡ διχοτομία πρόεισι, διὰ τὸ ἀεὶ μὲν εἰς μέγεθος γίνεσθαι τὴν τομήν, πᾶν δὲ μέγεθος συνεχὲς εἶναι, πᾶν δὲ συνεχὲς διαιρετόν), εἰ μὲν οὖν εἰς πεπερασμένα γένοιτο ἡ τομή, ἤτοι ἕκαστον πάντα νοήσει, ἢ οὐκ ἄλλως νοεῖ, εἰ μὴ πάντα θίγῃ, ἢ τινὰ τινῶν· καὶ τὰ αὐτὰ ἐροῦμεν πάλιν ἅπερ καὶ πρότερον. ὁμοίως δὲ καὶ εἰ ἄπειρα τὰ μόρια ὑπόκειται, τοῖς αὐτοῖς οἷς καὶ ἐπὶ τῶν σημείων λόγοις χρησόμεθα. πρὸς τούτοις εἰ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι ἢ ὅλως μέγεθος ἔχειν; καὶ ἱσταμένου γὰρ ἀντιλήψεται. εἰ μὲν οὖν κατὰ μόριον ὁπωσδήποτε νοεῖν ὑποτεθείη, τοσαῦτα ἄτοπα ἀπαντᾷ· εἰ δ’ ἀναγκαῖον νοῆσαι ὅλῳ τῷ κύκλῳ θιγόντα, ἴδωμεν εἰ [*](5 Philoponus: ἀπόφασις libri 12 ἐνάργεια] ἐνεργεία Β 22 ζητήσωμεν AC 23 πρότερον A 26 διελεῖν] δινεῖν Β 27 οἷον εἰς AC Philoponus: εἰς om. Β 28 πεπερωμένου Α 32 πάντων Β 34 εἰ εἰς ἄπειρα C) [*](35 χρησόμεθα Β Philoponus: χρησαίμεθα AC θιγεῖν libri ὁτοοῦν C: ὁτιοῦν Β 37 ὑποτιθείη pr. Α 38 θιγόντα libri εἰδῶμεν Α)
23
δέχεται καὶ τίς ἡ τοῖς μορίοις θίξις· εἰ γὰρ οὐ πρότερον νοεῖ, πρὶν ἐκπεριέλθοι ὁ κύκλος, τί ποιεῖ ἕκαστον μόριον; εἰ γὰρ μὴ νοεῖ περιερχόμενα τὰ μόρια, ἡ δὲ τοῦ ὅλου κύκλου θίξις κατὰ μόρια γίνεται, οὐδ’ ὅλως ἄν νοήσοι· οὐ γὰρ ἄλλῳ τινὶ ἐφάπτεται τοὐ νοητοῦ ἢ τοῖς ἑαυτοῦ μέρεσι. λείπεται λέγειν ὡς ἕκαστον μὲν τῶν μερῶν μέρος γινώσκει τοῦ νοητοῦ, ὁ δὲ ὅλος κύκλος τὸ ὅλον. τίς δ’ ἄν εἴη τῶν μερῶν πρὸς τὰ ἀμερῆ θίξις; πῶς γὰρ νοήσει τὸ μεριστὸν ἀμερεῖ, ἢ τὸ ἀμερὲς πῶς νοηθήσεται μεριστῷ; εἰ γὰρ μὴ οἷά τέ ἐστι τὰ μέρη τὸ ὅλον νοεῖν, ἄνευ δὲ τῆς τῶν μερῶν νοήσεως τὸ ὅλον οὐ νοεῖ ἡ γὰρ ἄθροισις τῆς τῶν μερῶν νοήσεως ἡ τοῦ ὅλου ἐστὶ νόησις), οὐδὲν ἀμερὲς ἂν δύναιτο νοεῖν· ὥστε οὐ νοήσει τὸ νοητὸν ἀμερὲς ὂν αὐτὸς ὢν μεριστός. ἔτι εἰ ἑκάστῳ μορίῳ μέρος νοεῖ, τὸ ὅλον νόημα σύνθετον ἔσται. πῶς οὖν νοήσει τὸ ἁπλοῦν νόημα; ἅπαν γὰρ οὕτω νόημα σύνθετον ἔσται. ἀλλὰ μὴν ἁπλοῦ νοήματος μὴ ὄντος οὐδὲ σύνθετον ἔσται. ἀναιρεθήσεται ἄρα καὶ νοῦς νοήματος μὴ ὄντος. ἔτι δὲ ἀναγκαῖον, ὃν ἄνω καὶ κάτω κύκλον περιάγομεν καὶ νοῦν εἶναι λέγομεν, τυγχάνειν αἰσθητὸν καὶ μερικόν, ἀλλὰ μὴ καθόλου μηδὲ κοινόν. εἰ γὰρ νοῦ μὲν κίνησις νόησις, κύκλου δὲ περιφορά, καὶ νοῦς ἄν εἴη κύκλος, οὗ ἡ τοιαύτη περιφορά. αἰσθητοῦ δὲ ἡ περιφορά· τὰ γὰρ καθόλου ἀκίνητα. καὶ ὁ νοῦς ἄρα κύκλος αἰσθητός. ἔτι ἀεὶ δή τι νοήσει· δεῖ γάρ, εἴπερ ἀίδιος ἡ περιφορά. ἡ γὰρ ὁμοία καὶ ὡσαύτως ἔχουσα περὶ τοῦ αὐτοῦ τινός ἐστι. δεήσει οὖν τοιοῦτον εἶναι τὸ νοούμενον, ὃ οὐδέποτε νενοημένον ἔσται. τί οὖν τοῦτό ἐστιν; οὐδὲ γάρ ἐστιν ἄπειρος νόησις· τῶν γὰρ γνώσεων αἱ μὲν πρακτικαὶ αἱ δὲ θεωρητικαί, ἄμφω δὲ πεπερασμέναι. αἵ τε γὰρ πρακτικαί, ἐπεὶ πᾶσαι ἑτέρων χάριν, τυχοῦσαι τοῦ παύονται, ὥσπερ καὶ αἱ κατ’ αὐτὰς πράξεις, πλὴν ἀνάπαλιν ἐκεῖθεν γὰρ ἡ πρᾶξις ἄρχεται, ἔνθα ἡ θεωρία κατέληξεν), αἵ τε θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται· λόγος δὲ πᾶς ὁρισμὸς ἢ ἀπόδειξις, καὶ ἄμφω πεπέρανται. αἱ μὲν γὰρ ἀποδείξεις ὡς ἀπ’ ἀρχῆς τῶν κοινῶν ἐννοιῶν ὁδεύουσαι ὡς ἐπὶ τέλος τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα φέρονται, καὶ εἰ ἐπὶ πολὺ προοδεύουσαι τέως, οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δὲ ἀεὶ μέσον καὶ ἄκρον ὅρον εὐθυποροῦσιν. οἷον ὁ ἄνθρωπος γελαστικόν, τοῦτο δὲ λογικόν, καὶ τὸ συμπέρασμα ὁ ἄνθρωπος λογικόν. ταύτῃ τῇ ἀποδείξει προσθεὶς ἕνα ὅρον ἐπισυνάπτω ἑτέραν ἀπόδειξιν, ἄκρον μὲν τὸν προστεθέντα ποιήσας, τὸν δὲ πρὶν ἄκρον μέσον. προστίθημι οὖν τὸ ζῶον καὶ λέγω· ὁ ἄνθρωπος λογικόν· τὸ λογικὸν ζῶον· ὁ ἄνθρωπος ζῶον. πάλιν ἐπισυνάπτω τὸ ἔμψυχον, εἶτα τὸ σῶμα καὶ ἑξῆς οὕτως. ἡ δὲ τοιαύτη τῶν ἀποδείξεων πρόοδος ἐπ’ εὐθείας γίνεται· οὐ γὰρ ὑποστρέφει πρὸς τὴν ἀρχὴν οὐδὲ δείκνυσι τὴν πρώτην πρότασιν· ἡ μέντοι περιφορὰ πάλιν ἐπ’ ἀρχὴν ἀνακάμπτει. πεπέοὐ [*](1 om. Α 3 νοήσῃ Β τὸν ὅλον Β ἀμερῆ scripsi: μέρη libri) [*](7 ἀμερεῖ] ἀμερὲς Α 8 τὸ ὅλον νοεῖν Α Philoponus: τοῦ ὅλου νοεῖν BC 12 πῶς οῦν—ἔσται om. Β 14 οὐκ ὄντος AC 15 καὶ νοῦν] κινοῦν Β 17 εἴη om. Α 28 προσδεύουσαι Α1 29 ἀνακάμπτουσι] ἀνάπτουσι C 32 ἐπισυνάπτων Α προστεθέντα C Α1 Philoponus: προτεθέντα Β Α1 37 μέντοι] μέν τι A)
24
ρανται δὲ καὶ οἱ ὁρισμοί, εἴπερ ἀρχὴ μὲν αὐτῶν τ.ὰ γενικώτατα, τέλος δὲ τὰ εἰδικώτατα, ἀφώρισται δὲ καὶ τὰ μέσα. ἔτι εἰ ἡ αὐτὴ περιφορὰ πολλάκις, δεήσει καὶ πολλάκις ἢ ἀεὶ νοεῖν τὸ αὐτό· εἴτε γὰρ ὡς μήπω νενοημένον τέλειον εἴτε ὡς πολλάκις ἀνελιττόμενον. καὶ ἀμφότερα ἄτοπα, καὶ πρὸς τούτοις ἡ νόησις ἔοικεν ἠρεμήσει τινὶ καὶ στάσει μᾶλλον ἢ κινήσει, ὥσπερ καὶ ἐν τῷ συλλογισμῷ· τῷ ὄντι γὰρ ὁ ζητῶν καὶ προσαπορῶν ἐν πολλῇ ταραχῇ, ἠρεμεῖ δὲ ὁ εὑρὼν καὶ νενοηκώς. πῶς οὗν ἡ νόησις κίνησις; ἀλλὰ μὴν οὐδὲ μακάριόν γε, ὃ μὴ ῥᾴδιον ἀλλὰ βίαιον. εἰ γὰρ τῷ νῷ μᾶλλον ἠρεμεῖν κατὰ φύσιν, ὡς δέδεικται, κινεῖσθαι δὲ λέγεται, οὐκ εὐμαρῶς ἀναφέρει τοῖς παρὰ φύσιν τρυχόμενος. ὥστε ἐπίπονον αὐτῷ καὶ τὸ μεμῖχθαι τῷ σώματι, εἴπερ μὴ ἀπολυθῆναι δύναται, καὶ προσέτι φευκτέον, ἐπείπερ τῷ νῷ βέλτιον μὴ μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ. ἔτι καὶ ἐν χείρονι μοίρᾳ τὸν ἀεὶ χρόνον ἡ τοῦ παντὸς ἔσται ψυχὴ μηδὲ τὸ ἴσον ἔχουσα ταῖς ἡμετέραις ψυχαῖς, αἵ τινές ποτε τοῦ σώματος ἀπολύονται· ἀίδιον γὰρ αὐτῇ τὸ συνεῖναι σώματι, εἴπερ ὁ κόσμος ἀνώλεθρος. ἀλλ’ οὐχ οὕτω ταῦτα ἔχει. ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία. οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι ἀκίνητος γὰρ ταύτην, ὡς δέδεικται, πλὴν ἢ κατὰ συμβεβηκός) οὔτε τὸ σῶμα αἴτιον τῆς ἑαυτοῦ κινήσεως, ἀλλὰ ψυχὴ μᾶλλον ἐκείνῳ. οὐ μόνον δὲ τὴν ποιητικὴν αἰτίαν τῆς οὐρανίου περιαγωγῆς τὴν προσεχῆ ὁ Τίμαιος ἐσιώπησεν, ἀλλ’ οὐδὲ τῆς τελικῆς ἐμνημόνευσεν, οὐδ’ ὅτι βέλτιον λέγεται. καίτοι ἐχρῆν εἰπεῖν διὰ τοῦτο τὸν θεὸν κύκλῳ ποεῖν φέρεσθαι τὴν ψυχήν, ὅτι βέλτιον αὐτῇ τὸ κινεῖσθαι τοῦ μένειν, καὶ κινεῖσθαι δὲ οὕτως καὶ οὐκ ἄλλως. ἐπεὶ δὲ ἡ τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα τῶν περὶ οὐρανοῦ καὶ κινήσεως, ταύτην ἀφίεμεν νῦν. ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τοῖς περὶ ψυχῆς· συνάπτουσι γὰρ καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες διὰ τίνα αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος. καίτοι δόξειεν ἂν τοῦτο ἀναγκαῖον εἶναι· διὰ γὰρ τὴν κοινωνίαν καὶ τὴν ποιάν τινα σχέσιν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καὶ τὸ μὲν κινεῖ τὸ δὲ· κινεῖται· τούτων δ’ οὐθὲν ὑπάρχει πρὸς ἄλληλα τοῖς τυχοῦσιν. οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· τί γὰρ ἄν λευκότης ὑπὸ γλυκέος πάθοι; οὔκουν οὐδὲ ἡ αὐτὴ ψυχὴ ὁμοίως εἰς τὸ] πᾶν δράσει σῶμα· δοκεῖ γὰρ ἕκαστον σῶμα ἴδιον εἶδος ἔχειν καὶ μορφὴν οἰκείαν· εἰ δὲ εἶδος τῶν ἐμψύχων ἡ ψυχή, τὰ δὲ τῶν ζώων εἴδη διάφορα, πῶς ἄν εἴη τὸ προστυχὸν σῶμα τῆς τυχούσης ὄργανον; οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν, ποῖόν τι ἡ ψυχή, περὶ δὲ τοῦ δεξομένου σώματος οὐδὲν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενόν ἐστι κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα, τὴν λογικὴν εἰς τὰ τῶν ἀλόγων καὶ ἔμπαλιν· τῷ γὰρ Ἐμπεδοκλεῖ ἐκεῖθεν ἐπῆλθεν·
  1. ἤδη δέ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κούρη τε
  2. θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς·
[*](1 αὐτῶν om. C 2 εἰ ἡ] εἰ om. C Α1: ἡ om. Α2 3 ἢ καὶ ἀεὶ ΑC 4 τέλεον C 13 μοῖρα C 14 ἶσον AC 19 ἀλλὰ] ἀλλ’ ἡ A 31 οὐκοῦν Β) [*](32 τὸ delevi 34 προστυχεῖν C 39 ἤδη δέ] Empedocl. fragm. v. 383 ed. Stein)
25
δύεσθαι· δεῖ γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δὲ ψυχὴν τῷ σώματι. καὶ ἐς τόσον μὲν τὰ κατὰ τὸν Τίμαιον.

Παραδέδοται δὲ καὶ ἄλλη τις δόξα περὶ ψυχῆς πιθανὴ μὲν πολλοῖς καὶ οὐδεμιᾶς ἧττον τῶν λεγομένων, φθάνει δὲ λόγους ὥσπερ εὐθύνας δεδωκυῖα, διὰ τῶν οἰκείων καὶ δεδημευμένων ἐληλεγμένη λόγων τῶν τε πρὸς Εὔδημον ἡμετέρων καὶ τῶν ἐν τῷ Φαίδωνι Πλάτωνος, οὐχ ἧττον δὲ καὶ νῦν εὐθυνθήσεται· ἁρμονίαν γὰρ αὐτήν τινες λέγουσιν. ἐπεὶ γὰρ κρᾶσις τῶν ἐναντίων ἡ ἁρμονία καὶ σύνθεσις καὶ πολυμιγέων καὶ δίχα φρονεόντων ἕνωσις, ἑώρων δὲ καὶ τὸ σῶμα ἐξ ἐναντίω συγκείμενον, ἁρμονίαν τὴν ψυχὴν τοῦ συγκρίματος ὑπετόπασαν. καίτοι ἡ μὲν ἁρμονία ἢ λόγος τις καὶ ποιὰ σχέσις τῶν μιχθέντων πρὸς ἄλληλα, ὡς ἐπὶ χορδῶν φέρε εἰπεῖν τήνδε πρὸς ταύτην τὸν διπλασίονα καὶ ἄλλην πρὸς ἄλλην ἕτερον λόγον ἔχειν, ἢ σύνθεσις λίθων καὶ ξύλων ὑπὸ τέχνης ἡρμοσμένων ἢ φύσεως· πῶς ὅ ἄν τι τούτων εἴη ψυχή, οὐσία οὖσα; ἔτι τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας· κατ’ οὐδὲν γὰρ εἶδος κινήσεως ἡ ἁρμονία τὰς χορδὰς κινήσειεν, ἀλλ’ ὁ τεχνίτης ἔξωθεν, αὕτη δ’ ἐπιγίνεται· ψυχὴ δὲ κινεῖ τὸ σῶμα, καὶ τοῦτο μάλιστα πάντες αὐτῇ ὡς εἰπεῖν ἀπονέμουσιν. ἁρμόζει δὲ μᾶλλον καθ’ ὑγείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, κάλλους, ἰσχύος, αἰσθήσεως. ἔτι ἡ ἁρμονία τοῖς ἡρμοσμένοις οὐ μάχεται, ἀλλ’ ἕπεται οὕτως, ὡς̣ ἄν ἔχοι τὰ ἡρμοσμένα, ἔχουσα· ψυχὴ δὲ μάχεται σώματι καὶ ἄρχει αὐτοῦ καὶ παρεμποδίζει τὰς ἐπιθυμίας. ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττον λέγεται, ψυχῆς δὲ ψυχὴ ὁμοειδὴς μᾶλλον ἢ ἧττον οὐ λέγεται. καὶ ἐρετὴν μὲν καὶ κακίαν ἡ αὐτὴ μεταβαλλομένη δέχεται, οὖσαν τὴν μὲν ἁρμονίαν καὶ συμφωνίαν τῶν ἐν αὐτῇ μερῶν καὶ δυνάμεων, τὴν δὲ ἀναρμοστίαν. ἀπᾴδει γοῦν ἁρμονίαν λέγειν ἁρμονίαν καὶ ἀναρμοστίαν εἰσδέχεσθαι καὶ ποιότητα ὑποκεῖσθαι ποιότησιν. ἔτι φανερώτατα ὁ λόγος ἐλέγχεται, εἴ τις πειραθείη ἀποδιδόναι τὰ πάθη τῆς ψυχῆς τοῖς τῆς ἁρμονίας εἴδεσιν. εἴπερ γὰρ ἡ ὅλη ψυχὴ τῇ ὅλῃ ἁρμονίᾳ ταὐτόν, καὶ τὰ μέρη τοῖς μέρεσι. μέρη δὲ ψυχῆς μὲν τυχὸν θυμός, ἐπιθυμία καὶ τἄλλα, ἁρμονίας δὲ Λύδιον, Φρύγιον καὶ τὰ λοιπά. ποῖα γοῦν ποίοις ἁρμόσαιμεν., πότερον ὁ θυμὸς Λύδιος ἁρμονία ἢ Φρύγιος, καὶ πῶς οὐ γελοῖον; καὶ τὸ λέγειν δὲ τὸν νοῦν διπλασίονα λόγον ἔχειν τῶν κεκραμένων, τὸν ἡμιόλιον δὲ τὴν αἴσθησιν καὶ ἄλλον ἄλλο τῶν ἀτοπωτάτων ἐστίν. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἐπεὶ δὲ καὶ διττὸν τὸ τῆς ἁρμονίας, ὡς φθάνομεν διελόμενοι εἰς δύο γὰρ ταῦτα ἀποβλέψαντες λέγομεν κυριώτατα μὲν τὴν σύνθεσιν τῶν μεγεθῶν, οὐ τῶν μαθηματικῶν δέ, ἀλλὰ τῶν ἐχόντων θέσιν καὶ κίνησιν· ὁπόταν γὰρ οὕτως ἁρμόσωσι λίθοι, ξύλα, ὡς μηδὲν ἐντὸς συγγενὲς παραδέχεσθαι, ἁρμονία μάλιστα λέγεται· δεύτερον δὲ τὸν τῶν μεμιγμένων λόγον, ἐκεῖθεν [*](1 ἐς C 3 εἰς A τὸν om. Β 5 ἥττων AC 6 οἰκείων] κοινῶν AC τῶν πρὸς Εὔδημον ἡμετέρων] Eudemum dialogum dicit, cf. fragm. p. 1479b 7 ἐν τῷ Φαίδωνι Πλάτωνος] Phaedo 41 p. 92 Α 12 φέρε εἰπεῖν om. Α τόν scripsi: τὴν libri 20 ἔχοι RC: ἔχῃ Α Philoponus 20 ποία AC 30 ποίοις] ποίας C ἢ] ἡ Β 31 κεκραμμένων AC 36 λίθοι] λίθα καὶ Α)

26
τοὔνομα φέροντες), οὐδ’ ὁποτέρως εὔλογον ἂν εἴη τὴν ψυχὴν ἁρμονίαν καλεῖν. αὐτίκα γὰρ ἡ τῶν μορίων σύνωσις λίαν εὐεξέλεγκτος. πολλαὶ γὰρ αἱ συνθέσεις αὐτῶν καὶ διάφοροι· ἄλλη γὰρ χειρὸς καὶ ποδὸς ἑτέρα καὶ τῶν ἄλλων οὕτω. ποία γοῦν τούτων ψυχή, ἢ πᾶσαι; τίνος δὲ <δεῖ> μέλους ἢ πῶς τὸν νοῦν σύνθεσιν εἷναι ἢ τὸ αἰσθητικὸν ἢ ὀρεκτικόν; ὁμοίως δ’ ἄτοπον καὶ τὸ τὸν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν. ἐπεὶ γὰρ οἱ λόγοι τῶν ἐν τῷ σώματι κράσεων τῶν τε ὁμοιομερῶν καὶ ἀνομοιομερῶν πολλοὶ καὶ παντοδαποί οὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μῖξις τῶν στοιχείων, καθ’ ἣν σὰρξ καὶ καθ’ ἣν ὀστοῦν, καίπερ ὕλης οὔσ·ης τῆς αὐτῆς), συμβήσεται γοῦν πολλὰς τὸν ἕνα καὶ κατὰ πᾶν τὸ σῶμα ἔχειν ψυχάς, εἴπερ πάντα μὲν ἐκ τῶν στοιχείων μεμιγμένων τὰ μέρη, ὁ δὲ τῆς μίξεως λόγος ἁρμονία καὶ ψυχή. ἀπαιτήσειε δ’ ἄν τις τοῦτο καὶ παρ’ Ἐμπεδοκλέους· ἕκαστον γὰρ τῶν ἐν σώματι μερῶν ἐν λόγῳ τινί φησιν εἶναι· εἰ γοῦν τὰ εἴδη τῶν μορίων λόγος ἐστὶ κατ’ αὐτὸν τῆς κράσεως, ἔστι δὲ καὶ ἡ ψυχὴ εἶδος τοῦ ὅλου ζώου, πότερον καὶ αὐτὴ εἶδός ἐστι τῶν μιχθέντων, ἐξ ὧν τὸ ὅλον, ἢ ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μιχθεῖσιν; εἰ μὲν γὰρ ὁ λόγος ἡ ψυχὴ τῶν κεκραμένων, πῶς φησι “γαίῃμὲν γὰρ γαῖαν ὀπώπαμεν”; οὐ γὰρ τὰ στοιχεῖα ὁ λόγος. καὶ προσέτι ψυχαὶ ἐν τῷ ζῴῳ. εἰ ὅ ἕτερόν τι οὖσα παρὰ τὸν λόγον ἐγγίνεται, πάλιν πῶς φησι “γαίῃ γαῖαν ἐγνώκαμεν’’; εἰ δὲ τὰ στοιχεῖα ἡ ψυχή, τί δήποτε ἐπὶ μὲν τῶν ἄλλων ὀστοῦ καὶ σαρκὸς καὶ τῶν ὁμοίων οὐ τὰ στοιχεῖα ἀλλὰ τὸν λόγον αἰτιᾶται, ἐπὶ δὲ ψυχῆς τὰ στοιχεῖα; καίτοι κρεῖττόν τι τῆς ὕλης τὸ εἶδος. ἔτι δὲ πότερον καὶ ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως, ἣν αὐτὸς τῆς τῶν στοιχείων ἐποίει συγκρίσεως, ἢ τῆς κατὰ λόγον; καὶ εἰ ταύτης, πότερον καὶ αὐτὴ ἡ φιλία λόγος ἐστὶν ἢ παρὰ τὸν λόγον ἕτερον, οὐκ εὐπετές ἐστιν παρ’ αὐτοῦ μαθεῖν. τοσαῦτα δὲ καὶ πρὸς Ἐμπεδοκλέα ὡς ἐν παρεκβάσει διηπορήκαμεν. ἐπανιτέον δὲ πάλιν, ὅθεν παρήλθομεν· ἔχει γὰρ ἔτι ἡ τῇς ἁρμονίας δόξα πιθανὰς τὰς ἀντιλαβάς. οὐ γὰρ ο·ὕτως ἁπλῶς παρὰ τῶν ἀντεισαγόντων ἐτίθετο. εἰ γὰρ ἕτερον, φασίν, ἡ ψυχὴ τῆς κατὰ λόγον μίξεως, τί δήποτε ἅμα τὸ σάρκα εἶναι ἀναιρεῖται καὶ αὐτὴ συναναιρεῖται; ταῦτα δὲ κἀν τοῖς ἄλλοις πάσχει τοῖς ὁμοιομερέσιν· συναναιρεῖται γὰρ ἑκάστῳ ἀναιρουμένῳ καὶ τελεία φθορὰ παρακολουθεῖ τοῦ ζώου. οὐχ οὕτω δὲ ἔδει, εἴπερ ἕτερον ἦν τῆς ἁρμονίας τῆς ἐν σώματι ἡ ψυχή, ἀλλ’ ὥσπερ τὸν κιθαρῳδὸν καὶ τῆς τῶν χορδῶν ἁρμονίας χαλασθείσης ἔτι παρεῖναι τῇ κιθάρᾳ οὐδὲν κωλύει, ἕτερον ὄντα τῆς κιθάρας καὶ τῆς ἁρμονίας, οὕτως ἔδει ποτὲ καὶ τῆς ἐν σώματι ἁρμονίας ἀπολλυμένης ἔτι παρεῖναι τὴν ψυχήν, εἴπερ μὴ ἦν ἁρμονία. πάλιν εἰ μή ἐστιν ἡ ψυχὴ ὁ λόγος τῆς μίξεως τῆς ἐν ἑκάστῳ τῶν μορίων, τί δήποτε πάντα φθείρεται ψυχῆς ἀπολιπούσης; εἴποι δ’ ἄν τις πρὸς ταῦτα, ὥσπερ [*](2 μερῶν Α 4 τούτου BC δεῖ addidi μελλοῦς A 6 τῷ om. Α1) [*](14 εἶδος om. C1 15 ἐξ ὧν τὸ δὅλον Philoponus: ἐξ ὅλων libri 18 post ἐγγίνεται add. τί οὖσα καὶ πῶς· καὶ Α 19 γαίαν AG ἐγνώκαμεν] ὀπώπαμεν supra add. Β 21 τῆς ψυχῆς AC 25 ὡς] καὶ Β 26 ἐπανιστέον Β) [*](27 εἰσαγόντων AC 29 ἄμα τῷ BC σαρκὶ Α 30 συναιρεῖται Β) [*](37 ἀπολειπούσης AC)
27
τῇ διαφανείᾳ τὸ φῶς, οὕτω τοι καὶ ἐπὶ ψυχῆς ἔχει καὶ τῆς σωματικῆς ἁρμονίας· ἀναιρεθείσης γὰρ ταύτης ἀναιρεῖται καὶ ἡ ψυχή, μᾶλλον δὲ ἡ εἰς τὸ σῶμα τῆς ψυχῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ’ ἡ τούτου εἰς αὐτὸ ἐνέργεια. πάλιν δ’ αὖ καὶ ψυχῆς ἀπολιπούσης ἀπολείπει εὐθὺς καὶ ἁρμονία, διότι τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον ἀεὶ τὸ ἐλλιμπάνον τῶν ἡρμοσμένων αὕτη ἐστί. καὶ παρεῖναι μέντοι ἴσως τῷ σώματί ποτε καὶ μετὰ τὴν διάλυσιν οὐδὲν κωλύει, ἐνεργῆσαι δέ τι εἰς αὐτὸ τῶν οὐκ ἐνδεχομένων ἐστίν, ὡς οὐδὲ τὸν κιθαρῳδὸν εἰς τὴν ἀνάρμοστον λύραν. ἀλλ’ οὔτε μήν, ἐπείπερ ἔστιν αἷς τῶν κράσεων αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται, ἤδη καὶ ὅλη τῶν κράσεων ἀποτέλεσμα, ὡς ἰατροὶ λέγουσιν, ἀλλὰ κατιούσῃ μὲν πρὸς γένεσιν τῇ ψυχῇ τὰ πάθη δέδονται ἔχοντα τὸ εἶναι ἐν ὑποκειμένῳ τῷ πνεύματι, διαβαίνοντα δὲ καὶ πρὸς τὸ παχὺ τοῦτο σῶμα· οὐκ ἄνευ μέντοι τῆς τοιᾶσδε κράσεως γίνεται, ὥσπερ οὐκ ἄνευ τῶν χορδῶν ἡ ἁρμονία. ὡς γὰρ τὰ αὐτομάτως φυόμενα δεῖται μὲν πάντως τῆς Τοιᾶσδε γῆς, δεῖται δὲ καὶ ὑετοῦ, οὐ μὴν τοῦτο καθάπαξ ἀπόχρη πρὸς γένεσιν, ἀλλ’ ἐκεῖθεν οἱ λόγοι τούτων ἐκ τῆς ὅλης δημιουργίας προέρχονται, οὕτω τοί φαμεν κἀν τῇ τοιᾷδε κράσει ἐκ τῆς ὅλης δημιουργίας τοὺς τῶν παθῶν ἐνιέναι λόγους κατὰ τὴν ἀξίαν ἑκάστῃ τῶν λογικῶν ψυχῶν. καὶ ὥσπερ τὸ εἶδος ἐν τοῖς αὐτομάτοις γενόμενον οὔτε ἐκ τῆς μίξεως τῆς γῆς καὶ τοῦ ὕδατος ἀπλῶς ἐπεγένετο οὔτ’ ἔξωθεν αὐθυποστάτως προϋφεστηκὸς ἐγγίνεται, ἀλλ’ οἱ λόγοι οἱ δημιουργικοὶ ἐν τῇ τοιᾷδε τῶν στοιχείων ἐπιτηδειότητι ἐγγεννῶσιν, οὕτω δὴ καὶ τὰ τῶν παθῶν εἴδη ἐν ταῖς του σώματος τελεσιουργουνται κρασεσιν· οὐ γὰρ δεῖ τὰ αἴτια χείρονα ποιεῖν τῶν αἰτιατῶν. ὅτι μὲν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι ἢ κράσεων ἀποτέλεσμα τὴν ψυχὴν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων. κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι τὴν τοπικὴν κίνησιν ἔστι καὶ κινεῖν. ἑαυτήν, καθάπερ εἴπομεν, οἷον κινεῖσθαι μὲν τὸ σῶμα ἐν ᾧ ἐστιν, τοῦτο δὲ κινεῖσθαι ὑπὸ ψυχῆς· ἄλλως δ’ οὐχ οἷόν τε κατὰ τόπον κινεῖσθαι. εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι, χαίρειν, θαρρεῖν, φοβεῖσθαι, ἔτι δὲ ὀργίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ πάντα κινήσεις εἶναι κατὰ τὸ ποιὸν δοκοῦσιν. ὅθεν οἰηθείη τις ἂν αὐτὴν κινεῖσθαι. ὅτι δὲ καὶ τοῦτο οὔτ’ ἀληθὲς οὔτ’ ἀναγκαῖον, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ὅτι μάλιστα δοίημεν τὸ λυπεῖσθαι ἢ χαίρειν κινήσεις εἶναι, τί μᾶλλον ἔσται ἡ ψυχὴ κινουμένη; ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἡ ψυχὴ αὐτὴ καθ’ αὑτὴν κινεῖται. τὸ δὲ ὅμοιον ὡς κἄν εἴ τις λέγοι τὴν ψυχὴν κινεῖσθαι τῷ ὑφαίνειν ἢ οἰκοδομεῖν· βέλτιον γὰρ ἴσως μὴ λέγειν τὴν ψυχὴν ταύτας κινεῖσθαι τὰς. κινήσεις, τὸ χαίρειν, τὸ ἐλεεῖν, τὸ ὑφαίνειν, τὸ μανθάνειν, ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ εἴτ’ οὖν τὸ συναμφότερον, τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς [*](5 ἡ] A1C1 6 ἀπολειπούσης AC τὸ om. C 7 αὕτη] αὐτὴ Α1: αὑτὴ C) [*](8 post ποτὲ add. δὲ C 10 αἷς om. C 12 δέδενται 17 ὅλης] ὕλης C) [*](20 ante ἐν add. τὸ Α 22 ἐπιτηδειότι Β ἐγγενῶσιν Β 27 εἴπαμεν Α 36 τὸ scripsi: τὰ libri λέγει AB 39 εἴτ’ οὑν] εἰ τοίνυν Β)
28
κινήσεως οὔσης οὐ γὰρ ἰδίως ταῦτα κινήσεις ψυχῆς, οὐδ’ ὥσπερ ἄν εἴποιμεν τὸν ἄνθρωπον τῇ χειρὶ κινεῖσθαι ἀντιλαμβανόμενον ταύτῃ τινός, οὕτω καὶ τῇ ψυχῇ λέγομεν κινεῖσθαι), ἀλλ’ ὅτι ὁτὲ μὲν μέχρις ἐκείνης ἡ κίνησις ὁτὲ δὲ ἀπ’ ἐκείνης. χρῆται μὲν γὰρ ἡ ψυχὴ ὀργάνῳ τῷ ἐν ἐγκεφάλῳ λεπτοτάτῳ πνεύματι, ὃ δὴ καὶ σύμφυτον αὐτῇ φασιν Ἕλληνες καὶ ἀχώριστον καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος ὡς ἐξ ἀιδίου προσηρτημένον· ὃ δὴ καὶ αὐγοειδὲς καλοῦσι σῶμα. δεῖ γὰρ ἔχειν αὐτὴν ὃ ζωοποιήσει ἀεί, εἴπερ μὴ μάτην φύσει ζωοποιός. τούτῳ γοῦν ἐνιδρυμένη ὡς αἰσθομένη καὶ κρίνουσα εἰσδέχεται τὰς τῶν αἰσθητῶν προσβολάς. μέσον γὰρ τοῦτο ψυχῆς ἐν τῇ κοινωνία καὶ τοῦ παχέος ἵσταται σώματος, καὶ τῶν ἐξωτερικῶν εἰς φυχὴν κινήσεων ἕδρα καὶ τελευταία περάτωσις, ἀρχὴ δ’ αὖ τῶν ἐκεῖθεν εἰς τὸ σῶμα διικνουμένων ἐνεργειῶν καὶ διάδοσις. ὅθεν ἡ μὲν αἴσθησις ἀπὸ τωνδὶ <τῶν> αἰσθητῶν καὶ ἀνατρέχει πρὸς τοῦτο ἐντευξομένη τῇ ψυχῇ, ἡ δ’ ἀνάμνησις αὖ αὐτόθεν πρὸς τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς· μνησθέντες γὰρ πολλάκις φοβεροῦ τινος ὠχριάσαμεν καὶ τὸν πλοῦν ἐννοοῦντες ἐναυτιάσαμεν. καὶ σχεδὸν τὰ ἐν σώματι πάντα πάθη, ἃ τὰ μὲν κατὰ ποιάν τινα φορὰν τὰ δὲ κατ’ ἀλλοίωσιν, διὰ τούτου συμβαίνει, οἷον ἐπὶ τοῦ θυμοῦ· ὁ μὲν λόγος κρίνας τὸ πνεῦμα ἐκίνησε, τὸ δὲ τὸ περὶ καρδίαν ζέσαν αἷμα διέχυσεν εἰς τὴν ἐπιφάνειαν πρὸς ἄμυναν τοῦ λυπήσαντος, ὡς ἄν βασιλεὺς μὲν στρατηγῷ, ὁ δὲ τῷ στρατιώτῃ τοῦ πολεμίου τὴν σφαγὴν ἐπιτάξειε. καὶ τὸ διανοεῖσθαι δὲ οὐκ ἄνευ τινὸς κινήσεως γίνεται, ἕως ἄν τῷ σώματι ψυχὴ σύνεστιν, ἀλλ’ ἢ τῇ τοῦ ἐγκεφάλου. ἤ τινος ἑτέρου μορίου, ὅθεν καὶ τὰ πρόσωπα τῶν διανοουμένων ξηρότερα γίνεται. μόνος δὲ ὁ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις καὶ οὐ φθείρεσθαι. μάλιστα γὰρ ἄν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· εἰ γὰρ ἦν ἀχώριστος σώματος ὥσπερ δῆτα θυμὸς καὶ ἐπιθυμία, ἔδει συνακμάζειν καὶ συμφθίνειν τῷ σώματι. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει, ὅτι μὴ καὶ τοὐναντίον φρόνησις γάρ, φησὶ Πλατῶν, καὶ δόξαι ἀληθεῖς καὶ βέβαιαι ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας ἐγγένοιντο), ἀθάνατος ἄν εἴη καὶ τῆς φθορᾶς ἀνεπίδεκτος. εἰ δὲ λῆροι ὡς τὰ πολλὰ τῶν γερόντων οἱ ἔξωροι καὶ μωραίνει κἀν ταῖς μέθαις καὶ τοῖς ὕπνοις καὶ νόσοις ἔστιν αἷς ἄνθρωπος, οὐ τῷ τὸν νοῦν αὐτόν τι πάσχειν τοῦτο προσγίνεται· ἀλλ’ ὥσπερ ἐπὶ τῶν αἰσθητηρίων τῷ χρόνῳ παχυνθέντων τῶν ἐν ὀφθαλμοῖς χιτώνων οὐ κατὰ τοὺς νέους οἱ γέροντες βλέπουσιν, εἰ δὲ λάβοι ὁ πρεσβύτης ὄμμα νέον, ἴδοι ἄν ὥσπερ ὁ νέος, ὡς τῆς αἰσθητικῆς δυνάμεως ἀπαθοῦς μενούσης, οὕτω τοι καὶ· τὰ ἐν τῷ γήρᾳ συμπίπτοντα οὐ τῷ τὴν ψυχήν τι πεπονθέναι, ἀλλ’ ἐν ᾧ ἐστι, τὸ σῶμα δήπου, μοχθηράς ὕλης ἐμπιπλάμενον τῇ ἐπὶ ποσὸν ἢ ποιὸν τῶν χυμῶν ἀμετρίᾳ ὥς [*](1 οὐ om. C 4 ante ὀργάνῳ add. πρώτῳ Α ἐν om. BC 6 δὴ om. Α1: ὅπερ Α2 9 προβολάς Β 10 παχέως A ἔδρα AC 12 τῶν addidi 13 αὖ αὐτόθεν scripsi: ἀπ’ αὐτόθι libri 15 ὠχρειάσμεν Α ἐναντιάσαμεν ΑΒ 16 φοράν τινα AC 17 συμβαίνει scripsi: συμβαίνειν libri 18 τὸ περὶ] τὸ om. B 19 τῷ στρατηγῷ AC 21 ψυχὴ AB) [*](26 ἔχοι Α 27 φησὶ Πλατῶν] de Legg. II 1 p. 653 Α βεβαίαι C) [*](28 ἐγγίνοιντο C1 33 πρεσβύτης Β 36 τῆς—ἀμετρίας BC ὥς τις] ὥστε Α1)
29
τις φλύαρος γείτων ἐκκρούει καὶ τῶν οἰκείων ἐξίστησι· καὶ οὕτω δὴ τὸ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου, τοῦ πνεύματος, εἰς ὃ πρώτως αἱ ψυχικαὶ δυνάμεις ἐλλάμπουσιν, αὐτὸ δ’ ἀπαθές ἐστι. τὸ δὲ διανοεῖσθαι ἢ φιλεῖν ἢ μισεῖν καὶ τὰ τοιαῦτα οὐκ εἰσὶν ἐνέργειαι νοῦ (ὁ γὰρ νοῦς θειότερόν τι ἴσως καὶ ἀπαθές), ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο, ἡ ἐκεῖνο, τοῦ συναμφοτέρου δηλαδὴ ζώου. διὸ καὶ τούτου φθειρομένου οὔτε φιλεῖ οὔτε μισεῖ οὔτε μνημονεύει· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ, ὃ ἀπόλωλεν. οὐ μνημονεύει δὲ ἡ ψυχὴ ἀπολυθεῖσα τοῦ σώματος, ἅθ’ ἑστῶσαν τὴν γνῶσιν καὶ μὴ παραρρέουσαν ἔχουσα, ὡς αὐτοῖς ὁμιλοῦσα τοῖς πράγμασι· καὶ μνήμη μὲν τῶν πάλαι ἐγνωσμένων, ψυχῇ δὲ τότε τὸ πρότερον καὶ τὸ ὕστερον ἐπι- λέλοιπεν, εἰ μήπου κατὰ τὴν προχείρισιν τῶν θεωρημάτων· ἕστηκε γὰρ ἀεὶ καὶ ἐν τῷ νῦν ἐξετάζεται. ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτου· εἰ δ’ ὅλως μὴ κινεῖται, δῆλον ὡς οὐδ’ ὑφ’ αὑτῆς.

Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον· τὸ λέγειν εἶναι τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυτόν, ὥσπερ ἔλεγε Ξένοκράτης. ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δ’ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην; οὔτε γὰρ αἰσθήσει τοῦτο οὔτε νῷ ληπτόν. καὶ ὑπὸ τίνος: καὶ γὰρ οὐδὲ τοῦτο εὔπορον. καὶ ἐπεὶ ἅπας ἀριθμὸς ὅ τε φυσικὸς ὅ τε μαθηματικὸς πλῆθός εἰσι καὶ σωρεία μονάδων καὶ ἀνάγκη κινουμένου συγκινεῖσθαι τὰς μονάδας, πότερον αὐτὴ ἑαυτῇ ἑκάστη μονὰς αἰτία κινήσεως ἢ ἄλλη ἄλλῃ; ᾗ μὲν γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ· ᾗ δὲ ἀμερής, καὶ ἀδιάφορος. πῶς δὲ καὶ κινεῖται; πότερον κατ’ εὐθεῖαν ἢ κύκλῳ, ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν; τοῦτο δὲ καὶ πόρισμα ἔσται τῷ τὴν παροῦσαν δόξαν εὐθύνοντας καὶ ποσοῦ διωρισμένου παντὸς τὴν ψυχὴν ἐκτὸς αποδείκνυσθαι, ὥσπερ τοῦ συνεχοῦς ἐν τοῖς πρὸς Τίμαιον πρότερον. ἐπεὶ οὖν φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων τῆς ψυχῆς κινήσεις, εἴπερ ἡ ψυχὴ ἀριθμός, θυμὸς λέγ·ω καὶ ἐπιθυμία καὶ τἄλλα γραμμαὶ ἔσονται. εἰ γὰρ αἱ τοῦ ἐνταῦθα ψυχικοῦ ἀριθμοῦ μονάδες ταῖς στιγμαῖς ταυτισθήσονται, οὐδὲν κωλύει συμβαίνειν τὸ ἄτοπον. ἔστι δὲ στιγμὴ μονὰς θέσιν ἔχουσα ἐν γραμμῇ γάρ), μονὰς δὲ στιγμὴ ἄθετος. αἱ ψυχικαὶ δὲ μονάδες κεῖνταί που καὶ τὴν ἐν σώματι θέσιν ἔχουσι. στιγμὴ γοῦν καὶ μονὰς ἐνταῦθα ταὐτόν. γραμμαὶ δ’ ἄρα θυμός τε καὶ αἴσθησις. ἔτι ἄν ἀπ’ ἀριθμοῦ ἀριθμὸν ἀφέλῃς ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· κἄν ἀριθμὸν ἀφελὼν μονάδα ἕτερον ἀριθμὸν περιττὸν τὸν θ΄ πεποίηκα· κἄν ἀριθμὸν ἀφέλῃς, ἄλλος σοι τῷ εἴδει ὁ καταλειπόμενος γίνεται· ἄν γὰρ ἀπὸ τοῦ ις΄ τετραγώνου ἀφαιρήσῃς τρία, οὐκέτι ἕξεις τετράγωνον. εἰ δὲ καὶ τὸν γνώμονα ἀνέλῃς τὸς ζ΄, τετράγωνος μὲν γενήσεται ὁ θ΄, οὐ μὴν ὁ αὐτὸς τῷ εἴδει. τὰ δὲ φυτὰ καὶ πολλὰ τῶν ζώων διαιρούμενα ζῇ, ὡς ἂν τὴν [*](2 τοῦ] αὐτοῦ Α 7 ἀπώλωλεν A C1 10 πάλαι] πάλιν Β 11 προχεῖ· ρηαιν AC ἔστηκε AC 16 αὐτὸν C 19 εἰσὶ] ὢν Α 20 ἑαυτῇ] ἑαυτὸν C 22 ᾗ scripsi: ἡ libri ἀδιάφορα Α 23 καὶ κατὰ AC) [*](24 εὐθύναπας Β 30 μονὰς γὰρ στιγμὴ C 35 κἀν C 30 τετραγώνου] τετραγωνος, ut videtur, Β ἀφαιρήσαις AC)

30
αὐτὴν ψυχὴν τὰ μέρη τῷ εἴδει καὶ μετὰ τὴν τομὴν ἔχοντα. δηλοῦσι δὲ τῶν κλάδων οἳ βλαστάνουσι φυτευόμενοι καὶ τὰ διαιρεθέντα τῶν ἐντόμων ἐπί τινα χρόνον σπαίροντα ὡς ἐν ἑκάστοις τινὸς παραμεινάσης κινήσεως καὶ αἰσθήσεως. ἔτι δόξειεν ἄν τῇ τοῦ Δημοκρίτου τὴν Ξενοκράτους δόξαν παρόμοιον. τί γὰρ διαφέρει μονάδας λέγειν καὶ ἀριθμὸν ἢ σωμάτια μικρά, ἃς τὰς μὲν οὗτος, τὰς δὲ ἐκεῖνος ὑπετίθετο. εἰ γὰρ αἱ σφαιρικαὶ τῶν ἀτόμων τοῦ μεγέθους ἀφαιρεθεῖσαι στιγμαὶ γένωνται, μένῃ δὲ τὸ πλῆθος, οὐδὲν μᾶλλον ἐλέγχεται ὁ λόγος οὐδὲ λυμαίνεται τὴν ὑπόθεσιν τὸ τὴν τῶν ἀτόμων ἀφελέσθαι συνέχειαν· ἔσται γάρ τι πάλιν ἐν αὐταῖς τὸ μὲν κινοῦν τὸ δὲ ὥσπερ καὶ πρὸ τοῦ ἐν τῷ μεγέθει. οὐ γὰρ διὰ τὸ συνεχῆ σώματα εἶναι καὶ μεγέθει διαφέρειν ἡ σμικρότητι τὸ κινεῖσθαι συμβαίνειν ἔλεγεν, ἀλλ’ ὅτι πλῆθος ἄλλως ἦν, καὶ τῇ πρὸς ἄλληλα πλήξει καὶ ἀντωθήσει. οὕτω δήπου καὶ Ξενοκράτης οὐκ ἐπειδὴ τὰς μονάδας ἐξ ὧν ἡ ψυχὴ ἀμερεῖς ὑπετίθετο, διὰ τοῦτο καὶ τὸ κινεῖσθαι προσένεμεν, ἄλλ’ ὅτι ποσόν τι καὶ ἀριθμὸς ἦν. διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσον τὰς μονάδας. εἰ δ’ ἐν τῷ ζῴῳ καίπερ αὐτοκινήτῳ ὄντι τὸ κινοῦν ἡ ψυχή, οὐ τὸ σῶμα, καὶ ἐν τῷ ψυχικῷ δὲ ἀριθμῷ οὕτως ἔσται· οὐ τὸ κινοῦν καὶ κινούμενον σύμπαν ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον. δῆλον οὖν ὅτι οὐ πᾶσαι μονάδες ψυχαί, ἀλλ’ αἱ κινοῦσαι μόνον ὥσπερ καὶ ἐπὶ τῶν ἀτόμων αἱ σφαιρικαί. ἔτι εἰ καὶ ἐνδέχεται ὅλως ἐκ μονάδων τὴν ψυχὴν εἶναι, δεῖ αὐταῖς κἄν τινος διαφοράς πρὸς τὰς ἄλλας ἐξ ὧν μὴ ψυχή. στιγμῆς δὲ μοναδικῆς τίς ἂν εἴη διαφορὰ πλὴν θέσις; οὐ γὰρ ἄν ἄλλην τις εὕροι μονάδος πρὸς μονάδα τὴν ἑτερότητα. ἔτι εἰ μὲν εἰσὶν ἕτεραι αἱ ἐν τῷ σώματι καὶ ἐξ ὧν τὸ σῶμα μονάδες πάντα γὰρ ἐκ τῶν ἀτόμων) τῶν ψυχικῶν μονάδων καὶ στιγμῶν, ἑνοῦται δὲ ψυχὴ σώματι, ἀνάγκη καὶ ταύτας ἑνωθῆναι. ἐν τῷ αὐτῷ ἄρα ἔσονται αἱ μονάδες ταῖς μονάσιν αἱ ψυχικαὶ ταῖς σωματικαῖς, καὶ καθέξει χώραν στιγμῆς σωματικῆς ἡ ψυχικὴ καὶ ἀλλήλαις προσεφαρμόσουσιν. εἰ δὲ τοῦτο, τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους; ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά, καὶ τὸ ἀμερὲς τῷ ἀμερεῖ συντιθέμενον καὶ τὸ ὅλον ἀμερές ἐστιν. ὥστε ἢ κατὰ μίαν στιγμὴν τοῦ σώματος ἔμψυχον ἔσται τὸ ζῶον, εἰ πᾶσαι τῆς ψυχῆς μιᾷ τῇ τοῦ σώματος ἐφαρμόσαιεν ἢ καθ’ ἑκάστην ψυχὴν ἕξει τὸ ζῶον. καὶ εἰ ἄπειροι ἑκατέρωθεν, ἢ πᾶσαι πάσαις ἐφαρμόσουσι κἀντεῦθεν ἄπειροι δήπου καὶ ψυχαὶ τῷ ζῴῳ ἐνέσονται κἀκεῖνο δὲ οὐ λέγω ὅτι καὶ τὸ ἄπειρον ἐνεργείᾳ γενήσεται), ἢ εἰ μὴ πᾶσαι πάσαις, οὐ καθ’ ὅλον ἑαυτὸ ἔμψυχον τὸ σῶμα οὐδ’ ὅλως ἔμψυχον. εἰ δὲ αὐταὶ αἱ ἐν τῷ σώματι στιγμαὶ καὶ ὁ ψυχικὸς ἀριθμὸς ἕν, ἢ κυριώτερον εἰπεῖν εἰ ὁ τῶν ἐν σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχουσι τὰ σώματα; στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι καὶ ἄπειροι ἄτομοι. ἔτι εἴπερ χωριστὴ ἡ ψυχή, πῶς οἷόν τε χωρίζεσθαι τὰς [*](3 αἰσθήσεως καὶ κινήσεως AC 5 ἀριθμοὺς B σώματα Α σμικρά AC) [*](6 ἐτίθετο AC 7 γένονται AC μένῃ scripsi: μένει libri 8 ὁ λόγος ἐλέγχεται AC τὸ A Philoponus: τῶ BC 19 καὶ ἐπὶ in margine add. Β 23 αἱ om. C 28 τῷ ἀμερὲς Α 31 ἕξοι Α 33 ἐνέργεια Α1 C 34 ἑαυτὸ scripsi: ἑαυτῶ libri)
31
στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, ἃς δὴ ψυχὴν ὑπετίθεντο; οὐ γὰρ εἰς στιγμὰς τὰς γραμμὰς διαιρήσομεν (οὐ μέρη γὰρ αὐτῶν) οὔτε εἰς γραμμὰς τὰ ἐπίπεδα. πῶς οὖν ἀριθμὸς ἡ ψυχή; εἵπετο γὰρ τούτῳ τὸ τὰς μονάδας στιγ- μὰς εἶναι διὰ τὴν θέσιν. συμβαίνει οὖν, καθάπερ εἴπομεν, τῇ τοῦ Ξενοκράτους

δόξῃ τὸ ἄτοπον πῶς μὲν ταὐτὸ τοῖς σῶμά τι λεπτομερέστατον αὐτὴν τιθεῖσιν, πῶς δὲ τοῖς ὡς Δημόκριτος. ἐκεῖνοι μὲν γάρ, ἵνα καὶ πάλιν τὰ αὐτὰ προσθῶμεν, τὸ λεπτομερὲς προσλαμβάνοντες, ἵνα δι’ ὅλου χωρεῖν τοῦ σώματος δύνηται ἔστι γὰρ ἐν παντὶ τῷ αἰσθανομένῳ ψυχὴ σώματι), δύο τε σώματα ἐν τῷ αὐτῷ εἶναι καὶ σῶμα διὰ σώματος χωρεῖν ὑπολείπουσιν· οὗτοι δὲ ἀριθμὸν λέγοντες ἔν τε τῇ μιᾷ στιγμῇ τοῦ σώματος πλείστας ψυχικὰς ἢ καὶ πάσας προσεφαρμόζουσι, κἀντεῦθεν ἢ μιᾷ στιγμῇ τοῦ παντὸς σώματος τὴν ψυχὴν εἶναι ἀνάγκη ἢ πᾶν μέρος ἰδίαν ἔχειν. πῶς δὲ καὶ κινήσει ταῖς σφαίραις Δημόκριτος, ὥς γε εἴρηται, ἢ Ξενοκράτης τῷ ἀριθμῷ; τὸ αὐτὸ γὰρ ἀδύνατον ἕψεται τοῖς ταὐτὰ λέγουσιν. τί γὰρ διαφέρει σφαίρας λέγειν μικρὰς ἢ μονάδας μεγάλας, ἢ ὅλως μονάδας φερομένας; ἀμφοτέρως γὰρ ἀναγκαῖον κινεῖν τὸ ζῶον τῷ κινεῖσθαι ταύτας. εἴτε γὰρ τῶν σφαιρῶν ἀφέλῃς τὸ συνεχὲς τοῦ μεγέθους, στιγμαὶ μοναδικαὶ ἔσονται, εἴτε αἱ στιγμικαὶ μονάδες προσλάβωσι μέγεθος, Δημοκρίτειοι σφαῖραι γενήσονται· οὐ γὰρ τὸ ποιάς τινας εἶναι διαφέρει, ἀλλ’ ὅτι πλῆθος καὶ κινεῖται. ἡμεῖς δὲ πρὸς τὴν τοῦ Δημοκρίτου δόξαν τὴν Ξενοκράτους ἐλαύνοντες εἰς ταὐτὸν στιγμὴν μονάδα καὶ ἄτομον συνηγάγομεν καὶ ὡς ἑνὶ δι’ ὅλου κατεχρησάuεθα. τοῖς μὲν δὴ συμπλέξασιν εἰς τὸ αὐτὸ κίνησίν τε καὶ ἀριθμὸν ταῦτα συμβαίνει καὶ πολλὰ ἕτερα. οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλ’ οὐδὲ κατὰ συμβεβηκὸς ἀριθμὸν ψυχῇ ἐνεῖναι, ὥσπερ τὴν κίνησιν δήπου συνεχωρήσαμεν. δῆλον δ’ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας καὶ ὅσα ἄλλα τοιαῦτα. ποῖος γὰρ ἀριθμὸς αἴσθησις; ποῖος δὲ λόγος ἢ διάνοια; ὥσπερ γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν. μὴ δὲ καὶ συκοφαντῶμεν τὸν ἄνδρα, τοσοῦτον ἀνεπιστημοσύνης αὐτῷ περιάπτοντες, ὃ κἄν τοῖς ἰδιώταις ὀκνήσαιμεν, ἕως ἄν * * καὶ πρὸς ἄλλο τι σκοπῶν τῇ ψυχῇ τὸν λόγον ἀπέδωκεν. ἦ που γὰρ ἄν ἐκείνοις ἐδέησε τοιοῦτον ἀριθμὸν τῆς ψυχῆς κατειπεῖν, οἳ κἀν τὰ αἰσθητὰ μὴ τῶν νοητῶν ἐξαρτήσαιεν, οὐκ ἀποχρῶσαν ἐπιστήμην ἥγηνται· ὥστε εἰ ὁ μὲν ὡς εἶδος εἰδῶν καὶ λόγον ἐκ λόγων καὶ οὐσίαν αὐτόζωον καὶ αὐτενέργητον τὴν ψυχὴν θεώμενος ἀριθμὸν προσεῖπε καὶ κίνησιν, ἡμεῖς δὲ τῷ φαινομένῳ τοὺς ἐλέγχους προσήψαμεν, οὔτε ἀλλήλοις ἠναντιώμεθα καὶ ἀμφότεροι καθήκοντας τοὺς λόγους συνεπεράναμεν.

Τριῶν οὖν τρόπων παραδεδομένων, καθ’ οὓ, ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ κινητικώτατον ἀπεφήναντο τῷ κινεῖν ἑαυτήν, οἱ δὲ σῶμα τὸ λεπτομερέστατον ἢ [*](1 στιγμὰς v. Torstrikii ed. p. 120 2 γραμμὰς] στιγμὰς AC 4 τοῦ οm. AC) [*](5 δόξα Β 6 καὶ πάλιν—ἵνα (7) om. C 12 ἀνεῖναι Α post κινήσει add. τὸ σῶμα AC 15 ἀναγκαίως Β 16 σφαίρας Β 18 ποιάς τινας scripsi: ὁποῖαί τινες libri 21 ἑνὶ scripsi: ἑνὸς libri 27 ἡ scripsi: ἡ libri 29 αὐτὸ C κἀν ΑΒ ὀκνήσωμεν Β ἕως ἂν] lacunam indicavi: ἴσως ἂν Diels)

32
ἀσωματώτατον τῶν ἄλλων· ταῦτα δὲ τίνας ·ἀπορίας καὶ ὑπεναντιώσεις ἔχει, σχεδὸν ἤδη διεληλύθαμεν. λείπεται ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ στοιχεόων αὐτὴν εἶναι· λέγουσι μὲν γάρ, ἵνα αἰσθάνηται τῶν ὄντων ἕκαστον καὶ γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν πολλὰ καὶ ἀδύνατα τούτῳ τῷ λόγῳ. τίθενται γὰρ γνωρίζειν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἄν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες. οὐκ ἔστι δὲ μόνα τὰ ἁπλᾶ, οὐδὲ τῶν στοιχείων μόνον ἡ ψυχὴ γνωστική, ἀλλὰ καὶ πολλὰ ἕτερα, μᾶλλον δ’ ἴσως ἄπειρα, τὰ ἐκ τῶν στοιχείων συγκείμενα, διάφορά τε ἀλλήλοις καὶ τοῖς στοιχείοις. ἐξ ὧν μὲν οὖν ἐστιν ἕκαστον τῶν συνθέτων, ἔστω γινώσκειν τὴν ψυχήν, ἐπείπερ ἐξ ἐκείνων· τὸ σύνολον καὶ τὸ σύνθετον ἅπαν τίνι γνωριεῖ ἢ αἰσθήσεται, οἷον τί ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ σὰρξ ἢ ὀστοῦν; ὁμοίως δὲ καὶ ὁτιοῦν ἄλλο τῶν οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα οὐδὲ ἀπλῶς κραθέντα τούτων ἕκαστον γέγονεν, ἀλλὰ λόγῳ τινὶ καὶ διαφόρῳ συνθέσει, ἧς ἡ ψυχὴ μὴ μετέχουσα πῶς εἴσεται; καθάπερ καὶ Ἐμπεδοκλῆς φησι περὶ τοὐ ὀστοῦ·
  1. ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι
  2. τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης,
  3. τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο·
δηλῶν διὰ τούτων ποιᾷ τινι κράσει τὸ ὀστοῦν γενέσθαι· ὀκτὼ δὲ παρα- λαβὼν μοίρας εἰς τὴν τῶν ὀστῶν γένεσιν, ὧν τέσσαρας μὲν πυρός, πλείονας ἴσως διὰ τὸ ξηρόν τε καὶ λευκόν, δύο δὲ γῆς, ἀέρος καὶ ὕδατος, ὃ καὶ νῆστιν αἴγλην προσηγορεύκει, ἀνὰ μίαν, ἐν τῇ γῇ τὴν τούτων χωνείαν τίθεται, ἣν ὡς κατὰ τοὺς Πυθαγορικοὺς κύβον. οὖσαν καὶ ἐναρμόνιον ἐπίηρον κατωνόμασεν. ὁ κύβος δὲ ἐναρμόνιον διὰ τοὺς λόγους τῶν ἐν αὐτῷ ἀριθμῶν· ιβ΄ μὲν γὰρ ἔχει πλευράς. ἡ δὲ γωνίας, ς΄ δὲ ἐπίπεδα· τούτων δ’ ἐφεξῆς τιθεμένων ιβ΄ ἡ ς΄ ἡ διὰ πασῶν ἐπιτελεῖται ἁρμονία ἐξ ἐπιτρίτου καὶ ἡμιολίου τὴν σύνθεσιν ἔχουσα. κύβοι δὲ τῶν ἀριθμῶν ὁ ἡ ὁ κζ΄ καὶ οἱ ὅμοιοι, τετράγωνοι δὲ ὅ καὶ ὒ καὶ οἱ ὅμοιοι. γένεσις δὲ αὐτῶν· πᾶς ἀριθμὸς πολλαπλασιασθεὶς κατὰ τὰς ἐν αὐτῷ μονάδας τετράγωνον ποιεῖ, πᾶς δὲ τετράγωνος κατὰ μίαν τὴν ἑαυτοῦ πλευρὰν πολλαπλασιασθεὶς κύβος γίνεται. πέντε δὲ καὶ αἱ ὠνομασμέναι ἐν ἁρμονικῇ συμφωνίαι, αἱ μὲν τρεῖς ἁπλαῖ, ἡ ἐν ἐπιτρίτῳ καὶ ἡμιολίῳ, αἳ καὶ διὰ τεσσάρων καὶ διὰ πέντε λέγονται, καὶ ἡ διὰ πασῶν καὶ ἐν διπλασίονι, ἃς καὶ ὁ κύβος ἔχει· λοιπαὶ δὲ σύνθετοι δύο ἡ διὰ πασῶν καὶ διὰ τεσσάρων ἅμα ἢ καὶ διὰ πέντε, καὶ ἡ δὶς διὰ πασῶν. ποιεῖ μὲν οὖν καὶ Ἐμπεδοκλῆς τὴν σύνθεσιν ἐν λόγῳ τῶν μερικῶν, καὶ διὰ ταῦτα ἧττόν τι ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ οἱ λόγοι [*](1 ἀσωματότατον BC ἀπεναντιώσεις ΑC 4 γνωρίζει Α post ἀδύνατα add. καὶ Α τῷ τούτῳ λόγῳ Α 9 συντεθέντων Α 10 τι] τὶς Β) [*](11 ὁτοοῦν AC 14 Ἐμπεδοκλῆς φησι] Empedocl. fragm. v. 199 sqq. ed. Stein) [*](15 εὐρυστέρνους Β 17 ὑφαίστοιο Α 18 γεγενῆσθαι AC 19 μοίρας παραλαβὼν Α τέσσαρας—πλείονας Α2: τέσσαρα—πλείονα Α1 ΒC 20 ἀέρος δὲ A2) [*](21 αἴγλη A χωνείας C 27 καὶ (post δ΄) om. AC 30 ἐναρμονικῆ AC αἰ μὲν—ἐπιτρίτῳ] οὐσῶν μὲν τῶν τριῶν ἁπλῶν· τῆς ἐν ἐπιτρίτῳ Α1) [*](31 αἴ] ἣ Α1 ἡ om. Α1 33 διὰ πασῶν καὶ om. A. ἢ om. Α)
33
ἐνέσονται τῶν συνθέσεων. γνωριεῖ γάρ, ὡς πολλάκις λέγομεν, τὸ ὅμοιον ἕκαστον, τὸ δ’ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐδέν, εἰ μὴ καὶ ταῦτα ἐνέσται. τοῦτο δ’ ὅτι ἀδύνατον, οὐδὲν δεῖ λέγειν. τίς γὰρ ἀπορήσειεν, εἰ ἔνεστι λίθος ἐν τῇ ψυχῇ ἢ ἄνθρωπος; εἴπερ δὲ τὰ στοιχεῖα τοῦ λίθου καὶ τοῦ ἀνθρώπου ἐν τῇ ψυχῇ, τί κωλύει καὶ ἐπὶ τῶν ἄλλων οὕτως; οὐ γὰρ ἄλλο τι τυγχάνει τὴν φύσιν τῶν πραγμάτων ἕκαστον, εἰ μὴ τὰ στοιχεῖα μετὰ τῆς ποιᾶς συνθέσεως. εἰ μὲν γὰρ οἱ λόγοι τῆς συνθέσεως οἷον ἡμιόλιος τυχὸν ἢ ἄλλος ὁστισοῦν ἐπεφύκεσαν καθ’ αὑτούς, κἀν πιθανῶς τὸ πλάσμα προὔβαινε καὶ τὴν ψυχὴν γινώσκειν τὰ πράγματα ὑπελάβομεν καὶ μόνον τοὺς λόγους κατέχουσαν· νυνὶ δὲ οἱ τῆς συνθέσεως λόγοι τοῖς συντεθεῖσιν ἀχώριστοι. ἀνάγκη οὖν τῷ λέγειν οὕτω γινώσκειν αὐτὴν τὴν ψυχὴν εἶναι λίθον καὶ ἵππον καὶ τὰ παρὰ ταῦτα πάντ, ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν· ἀνάγκη γὰρ κατὰ̣ τὰ αὐτὰ ἐνεῖναι τῇ ψυχῇ καὶ τὰς στερήσεις, ὥσπερ καὶ τὰς ἕξεις. ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος σημαίνει γὰρ τὸ μὲν οὐσίαν, τὸ δὲ ποσόν, τὸ δὲ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον, ἐπείπερ πάντων ἡ ψυχὴ γνωστική, ἐξ ἀπάντων ἔσται ἢ ἔκ τινων ἢ ἐξ ἑνός; εἰ δὲ μηδὲν τούτων,. πότερον ἐκ τῶν κοινῶν στοιχείων ἢ ἐκ τῶν ἰδίων ἑκάστης, ἵν’ ἐκεῖνα γινώσκουσα καὶ τὰ ἐξ αὐτῶν γνωριεῖ; καὶ στοιχεῖα μὲν κοινὰ τῶν πασῶν οὐ δοκεῖ· οὐ γὰρ ὑπ’ ἀρχαῖς ἑτέραις αὗται πρῶται τῶν ὄντων οὖσαι ἀρχαί· οὐ γὰρ αὐτῶν κοινὸν γένος τὸ ὄν. εἰ δὲ ἑκάστῃ γε ἴδια δοίημεν, οἷον τῇ οὐσίᾳ φέρε εἰπεῖν τὴν ὕλην καὶ τὸ εἶδος, ποσῷ δὲ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, εἴτ’ οὖν τὴν μονάδα καὶ τὴν στιγμὴν ὡς συγκατατεταγμένα καὶ ὑλικά, ὥσπερ ἐπὶ λίθου ἄλλως μὲν ἀρχὴ ἡ οὐσία, ἄλλως δὲ τὰ στοιχεῖα, πάλιν πότερον ἐξ ἁπάντων τῶν παρ’ ἑκάστης ἰδίων ἡ παρὰ τῶν τῆς μιᾶς μόνης οἷον εἰπεῖν τῆς οὐσίας. τοῖς αὐτοῖς δὲ πάλιν καὶ ἐν ἀμφοτέροις ἀπόροις ὁ λόγος ἐνέχεται. εἴτε γὰρ ἐκ τῶν τῆς οὐσίας μόνης, πῶς γινώσκει τῶν ἄλλων ἕκαστον; εἰ δ’ ἐκ τῶν παρ’ ἑκάστῃ πασῶν, ἔστιν ἄρα καὶ ποσὸν καὶ ποιὸν καὶ οὐσία. ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ στοιχείων οὐσίαν εἷναι καὶ μὴ ποσόν· κἀν τοῖς ἄλλοις οὕτω. τοῖς δὴ λέγουσιν ἐκ πάντων ταῦτά γε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον τί γὰρ ἄν ὑγρὸν ὑπὸ τοῦ ὁμοίου πάθοι ὑγροῦ;) αἰσθάνεσθαι δὲ τοῦ ὁμοίου τὸ ὅμοιον καὶ γινώσκειν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὸ δ’ αἰσθάνεσθαι τε καὶ κινεῖσθαι τιθέασιν, ὁμοίως δὲ καὶ τὸ γινώσκειν τε καὶ τὸ νοεῖν. τοῦτο δ’ ἴσως αὐτοῖς καὶ τοῦ ἀποικισθῆναι τῆς ἀληθείας ὑπαίτιον παρεθὲν ἐν ἀρχαῖς ἀνεπίσκεπτον· οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· οὗτε γὰρ τὰ πάντη ἕτερα οὔτε τὰ πάντη ταὐτὰ πάθοιεν ἢ δράσειεν ἄλληλα τί γὰρ φωνὴ ὑπὸ θερμοῦ πάθοι ἢ πῦρ ὑπὸ πυρός;) ἀλλὰ τὰ πῆ μὲν ὅμοια πῆ δὲ ἀνόμοια [*](2 έσται B 8 πλάσμα Α 12 ὁμοίως δὲ om. Β 13 δὲ] ἐπειδὴ Α) [*](16 ψυχικὴ, ut videtur, Α1 ἡ καὶ ἐξ ἑνός AG 18 γνωριῆ AC 21 τὸ (ante διωρισμένον) om. Β 22 συγκαταταγμένα C 23 τὰ δ στοιχεῖα Α) [*](24 παρὰ τῶν] fort, τῶν παρὰ τῶν (post παρὰ) om. A1 25 ante τῆς add. τῶν Α 27 καὶ ποιὸν καὶ ποσὸν C 29 γε] τε Α 34 αἴτιον B παραιθὲν A 37 πάθοι ὑπὸ θερμοῦ Α)
34
κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τὸ γὰρ ἐνεργείᾳ θερμὸν δρᾷ, πάσχει δὲ τὸ ψυχρὸν δυνάμει θερμὸν ὂν καὶ ἄγεται τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑπὸ του ἐνεργείᾳ τοιούτου ὄντος. πολλὰς οὖν ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ Ἐμπεδοκλῆς καὶ εἴ τις ἄλλος εἴρηκεν, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, καίπερ ἱκανῶς ἐληλεγμένου, τοῖς φθάσασιν ἔτι μαρτυρήσει καὶ τὰ ἑξῆς λεχθησόμενα· μάλιστα γὰρ ὅσα ἐστὶν ἐν τοῖς τῶν ζώων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστᾶ, νεῦρα, τρίχες, οὐδὲν αἰσθάνεσθαι δοκεῖ, ὥστε οὐδὲ τῶν ὁμοίων. καίτοι προσῆκεν· εἰ γὰρ διὰ τοῦτο γαίῃ γαῖαν ὀπώπαμεν, ὅτι τὸ ὅλον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, τὰ μᾶλλον ἐγγίζοντα τῇ γῇ μᾶλλον αὐτὴν ἔδει γινώσκειν· ἔπειτα δὲ καὶ ἑκάστῃ τῶν ἀρχῶν ἄγνοια πλέον ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἓν μόνον ἑκάστη τὸ συγγενές, πολλὰ δὲ ἀγνοήσει, τάς τε ἑτέρας ἀρχὰς καὶ τὰ σύνθετα. συμβαίνει δὲ καὶ Ἐμπεδοκλεῖ ἀφρονέστατον εἶναι τὸν παρ’ αὐτῷ θεόν· μόνος γὰρ τῶν στοιχείων οὐ γνωριεῖ τὸ νεῖκος, μηδὲν ἔχων ἐκείνου, τὰ δὲ θνητὰ πάντα· ἐκ πάντων γὰρ ἕκαστον. καὶ πρότερον ὅλως διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, εἴπερ πᾶν ἢ στοιχεῖον, ὡς γῆ ὕδωρ ἀήρ, ἢ ἐκ στοιχείου ἑνός, ὥσπερ ὁ κρύσταλλος ἐκ μόνου τοῦ ὕδατος, ἢ ἐκ πλειόνων ἢ καὶ πάντων, ὡς λίθοι καὶ ζῷα καὶ φυτά· ἀναγκαῖον γάρ ἐστι πᾶν ἢ ἕν τι γινώσκειν ἢ τινὰ ἢ πάντα. ἔτι εἰ ἐκ τῆς τῶν στοιχείων συνδρομῆς ἡ ψυχή, ταῦτα δὲ διεκέκριτο πρότερον καὶ ὕλης ἐπεῖχε λόγον, ἀπορήσειεν ἄν τις, τί τὸ ἑνοποιοῦν τὰ στοιχεῖα συνιόντα εἰς τὴν τῆς ψυχῆς γένεσιν· κυριώτατον γὰρ ἐκεῖνο τὸ συνέχον, ὅ τί ποτ’ ἄν φανείη, καὶ πρῶτον. ψυχῆς δ’ εἶναί τι κρεῖττον καὶ ἄρχον ἐν τῇ συνθέσει ἀδύνατον· αὕτη γὰρ ἡ καὶ τὰ διεστῶτα συνάψασα· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ. τοῦτον γὰρ εὔλογον, ὅτι χωριστός, καὶ προγενέστερον καὶ κατὰ φύσιν κύριον εἶναι· καὶ εἴπερ τὸ τίμιον ἐν τοῖς πρώτοις, τὸ μάλιστα τιμιώτατον ἐν τοῖς μάλιστα πρωτίστοις. φανερὸν οὖν ὅτι νοῦς ἀρχή, τῶν μὲν πάντων ὁ ἐξῃρημένος καὶ δημιουργὸς καὶ ἀίδιος, τῶν δὲ συνθέτων ὁ ψυχικός.

Ὡς μὲν οὖν ἄν τις ἰδίως πρὸς ἕκαστον τῶν ἀποφηναμένων περὶ ψυχῆς ἐπισκέψαιτο τοσαῦτα· κοινὸν δὲ πάντων παρόραμα, ὅτιπερ ἑξῆς καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὴν ψυχὴν τὰ ὄντα ἐκ τῶν στοιχείων ποιοῦντες καὶ οἱ τὸ κινητικώτατον αὐτὴν εἶναι λέγοντες οὐ περὶ ἀπάσης ψυχῆς τὸν λόγον προάγουσι. καίτοι γε ἐχρῆν τοὺς φιλοσοφεῖν ἐσπουδακότας μὴ ἐν μέρει ζητεῖν τῶν ὄντων τὴν ἀλήθειαν. κίνησιν γὰρ τὴν κατὰ τόπον μόνην τῶν ἄλλων καὶ αἴσθησιν ὑπολαβόντες περὶ ψυχῆς, οἷς μὴ ταῦτα παρῇ, ἐλλελοίπασιν. καὶ ἴσως κατά τι οὐκ ἀπὸ λόγου· καὶ γὰρ αὔξησιν μὲν καὶ ἀλλοίωσιν οὐδὲ κυρίως ἄν τις εἴποι ψυχῆς κινήσεις ὡς κἀν τοῖς ἀψύχοις ἐνούσας. λίθοι γὰρ αὔξονται καὶ τὰ ὑπὸ γένεσιν καὶ φθορὰν πάντα ἀλλοιώσεως μέτοχα. εἰ δέ ποτε καὶ κατ’ αὐτὰς κινοῦνται τὰ ἔμψυχα, ἀλλ’ οὐχὶ καὶ ὑπὸ ψυχῆς οὐδὲ [*](5 τῷ] τὸ C τῷ ὁμοίῳ v. Torstrikii ed. p. 128 6 γὰρ] μὲν γὰρ Α) [*](10 αὐτὴν Α Philoponus: αὐτὰ BC 17 ὁ om. AC 18 καὶ (ante ζῶα) om. Α ἕν] ἔν C 20 διεκέκριντο Α 24 δέ τι BC 26 ante τιμιώτατον add. τὸ C 33 τοῖς—ἐσπουδακόσι Α1 36 ἄπο BC Α2)

35
προαιρετικῶς ἢ κατ’ οἰκείαν ὁρμήν τε καὶ βούλησιν οὔτε γὰρ αὔξεταί τις ἑκὼν οὔτ’ ἀλλοιοῦται, ἀλλ’ ὑπό τινων ἔξωθεν ἢ αἰσθητῶν ἢ νοητῶν καὶ ὑπὸ τοῦ πρώτου καὶ προσκρινομένου καὶ αὔξοντος), τὴν δὲ τοπικὴν μόνην καὶ καθὸ ἔμψυχα καὶ παρὰ ψυχῆς. ταύτῃ τοι δήπου περὶ μόνης τῆς αἰσθητικῆς καὶ κατὰ τόπον κινητικῆς ἐπ’ ἴσης τοῖς πᾶσι διείληπται. φανεῖεν δ’ ἄν καὶ κατὰ τοῦτο ὑστερηκέναι αὐτό. οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα κινητικά φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζώων καὶ μεταβατικῆς ἐστερημένα κινήσεως, καὶ παρερχόμεθα τὰ φυτὰ ὡς μετὰ τῆς αἰσθήσεως καὶ τὴν τοπικὴν ἀφῃρημένα κίνησιν· ἀλλὰ τῶν κατὰ τόπον κινητικῶν ζώων τὰ πολλὰ διάνοιαν οὐκ ἔχει. εἰ δέ τις καὶ ταῦτα συγχωρήσειε καὶ τὸν νοῦν μὴ ἕτερόν τι λέγειν ψυχῆς μη- δὲ τοῦ αἰσθητικοῦ, ἀλλὰ μέρος μὲν ἐκείνης, ταὐτὸν δὲ τούτῳ, οὐδ’ οὕτως ἄν εἶεν περὶ πάσης διειληφότες ψυχῆς οὐδὲ περὶ ὅλης οὐδὲ περὶ μιᾶς. οἱ γὰρ τὰς καθολικωτάτας καὶ διὰ πάντων ἡκούσας ἐμψύχων δυνάμεις, θρεπτικήν, αὐξητικὴν καὶ γεννητικήν, πρῶτον ἐν τοῖς φυτοῖς ἐνούσας παραδραμόντες (μία δ’ ἐν ἑκάστῳ τῶν ἀτόμων ψυχὴ πλείοσι δυνάμεσιν ἢ μορίοις κεχρημένη, περὶ ὧν διαλαβεῖν παρήκασι) πῶς ἄν ἢ περὶ μόνης τῆς ἀνθρωπίνης ἢ ὅλως δια- λαβόντες εἶεν αὐτῆς; τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλούμενος λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. οὐχ οἷόν τε δὲ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδὲ τῶν ζώων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνεῖ· τὰ ἔντομα γὰρ οὐκ ἀναπνεῖ καὶ τὰ ἔνυδρα. ἔτι καὶ τοῦτο λέληθε τοὺς τὴν ψυχὴν διὰ τὸ γνωστικὸν ἐκ τῶν στοιχείων ποιοῦντας, ὡς οὐ δεῖ ἐξ ἁπάντων· ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἀντιθέσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον. καὶ γὰρ τῷ εὐθεῖ καὶ τὸ εὐθὺ γνβρίζεται τῷ ἐφαρμόζειν καὶ τὸ μὴ εὐθὺ τῷ μὴ ἐφαρμόζειν· κριτὴς γὰρ ὁ κανὼν ἀμφοῖν· τὸ δὲ καμπύλον οὔθ’ ἑαυτοῦ οὕτε τοῦ εὐθέος γνωστικὸν διὰ τὴν ἀοριστίαν. οὕτως ἐπὶ ὄψεως καὶ τυφλότητος, ἀγνοίας καὶ γνώσεως, νόσου καὶ ὑγείας· οὐ γάρ ἐστιν ἀγνοίας ἢ τυφλότητος ἢ νόσου ἑτέρα τις μάθησις ἢ ἡ τῶν ἀντικειμένων κατάληψις. ἀλλ’ ἐν μὲν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ὡς τὰ εἰρημένα, αὐτόθεν δῆλον καὶ ὁ λόγος ἀδήριτος· ἐν δὲ τοῖς ἐναντίοις, ἃ καὶ ἄμφω εἴδη καὶ διάφορα πράγματα καὶ οὐ τόδε τοῦδε μᾶλλον ὕπαρξις, τίς ἂν ἐκ τοῦ ἑνὸς καὶ τοῦ θατέρου γνῶσις ἐγγένοιτο; οἷον χρώμασι μὲν λευκὸν καὶ μέλαν, χυμοῖς δὲ γλυκὺ καὶ πικρόν, ἐν δὲ τοῖς στοιχείοις ὑγρὸν καὶ ξηρόν, θερμὸν καὶ ψυχρόν οὐδὲν γὰρ τούτων τοῦ ἑτέρου στέρησις ἢ ἀπόπτωσις. ἢ ἐπείπερ τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ταῖς δὲ ἀντικειμέναις ποιότησιν ἢ δυνάμεσιν, ἔτι δὲ ἐνεργείαις καὶ ἕξεσι πρὸς ἄλληλα καὶ τὰ εἰρημένα συνέ- στηκεν, ὁ τὸ ἓν τῶν ἀντικειμένων γνοὺς καὶ τὸ ἕτερον εἴσεται. ὁ γὰρ τὸ [*](2 ἡ καὶ ὑπὸ Α 3 τὴν δὲ] τήν τε C 5 φανεῖαν Β 10 λέγει AC) [*](12 οἱ] εἰ 14 παραδραμέντες C 16 διαλαβεῖν] διηλέχθαι Α 17 καλούμενος] immo καλουμένοις 18 φερομένη C 19 συμβαίνει C 20 ἐνίοις] ἐνὶ C) [*](23 αὐτό τε C 24 τὸ ἐφαρμόζειν C τὸ μὴ] τοῦ μὴ C 25 εὐθέως C 27 ἡ (ante ἡ) om. B 28 ὡς τὰ] ὡς ἐπὶ (?) τῶν A2 29 εἰρημένων Α2 ἀδήριτος scripsi: ἀδήρητος libri 32 χυμῶν C ·γλυκὺς καὶ πικρός AC 35 ἢ] καὶ AC) [*](36 εἴσεται] γνώσεται C, qui tamen in marg. habet εἴσεται)
36
λευκὸν εἰδὼς διάκρισιν ὄψεως καὶ τὸ μέλαν σύγκρισιν αὐτῷ τούτῳ γνώσεται, ὅ τε τὴν ὑγείαν συμμετρίαν τῶν χυμῶν ὁρισάμενος καὶ τὴν νόσον ἀσυμμετρίαν ἅμ συνελογίσατο· ὥστε κἀν τοῖς στοιχείοις, ἐπεὶ τὰ μὲν αὐτῶν δραστικὰ καὶ ποιητικὰ καὶ εἴδους ἐπέχει λόγον, τὸ πῦρ ὁ ἀήρ, τὰ δὲ παθητικὰ καὶ ὑλικά, ὕδωρ καὶ γῆ, ἠναντίωνται δήπου καὶ ταῖς ποιότησιν, ὃς τὸ πῦρ οἶδεν ὅτι θερμὸν καὶ ξηρὸν δυνάμει. καὶ τὸ ὕδωρ νενόηκεν ὑγρὸν καὶ ψυχρόν’ οὕτως ὁ ἀέρα καὶ γῆν. ἀλλὰ καὶ ὁ ἓν γνοὺς τὰ πάντα εἴσεται, ὡς πάσας τῶν στοιχείων ἑκάστου ἔχοντος τὰς παρ’ ἄλλοις ποιότητας ἢ ἐνούσας ἢ ταῖς οὔσαις ἀντικειμένας·

ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλξοι καὶ τοὺς Στωι- κοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις. κἀκεῖνο δὲ πρὸς τοῦτο τείνει·

  1. μεσταὶ δὲ Δῖός πᾶσαι μὲν ἀγυιαί,
  2. πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
  3. καὶ λιμένες.
πάντες γὰρ οὗτοι θεὸν ἢ θεῖόν τι τὴν ψυχὴν ὑπειλήφασι. τοῦτο δὲ ἔχει ἀπορίας τινάς· τί δήποτε ἐν παντὶ σώματι ψυχῆς ἐνούσης τὰ μέν ἐστι ζῷα τὰ δὲ οὔ, ἀλλ’ ἐν μὲν τῷ ἀέρι οὖσα ἡ ψυχὴ οὐ ποιεῖ ζῶον, ἐν δὲ τοῖς μικτοῖς ποιεῖ, καὶ ταῦτα βελτίων εἶναι ἐν τούτοις δοκοῦσα. ἐπιζητήσειε δ’ ἄν τις καὶ τοῦτο, διὰ τίνα αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζώοις βελτίων τε καὶ ἀθανατωτέρα ὑπ’ αὐτῶν λέγεται, καίπερ ὁμοίως τοῖς ἐν συνθέσει καὶ τῶν ἁπλῶν ἀλλοιουμένων καὶ φθειρομένων. συμβαίνει δὲ ἀμφοτέρως ἄτοπον καὶ παράλογον· καὶ γὰρ ζῶον ἢ τὸ πῦρ ἢ τὸν ἀέρα λέγειν ἐμπλήκτων, καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης παραλογώτατον. ὑπολαβεῖν δ’ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις, ἐπεὶ τὰ μέρη τῶν στοιχείων ὁμοειδῆ τοῖς ὅλοις· ταῦτα δὲ x003E; ἔμψυχα συντεθέντα γὰρ ποιεῖ ζῶον), καὶ τὰ ὅλα ἔμψυχα. οὐχ οὕτω δὲ ἔχει. ἀνάγκη γὰρ τὴν ἐν τῷ ὅλῳ τῷ ἀέρι ψυχὴν ἢ ὁμοειδῆ εἶναι ἑαυτῇ ἢ ἀνομοιοειδῆ. ὁ δὲ ἀὴρ διασπώμενος ὁμοειδής. εἰ μὲν οὖν ὁμοειδής, ἐπειδὴ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ἐν τοῖς ἐμψύχοις ἔμψυχα γίνεται, ἔδει πάντα τῆς αὐτῆς ψυχῆς μετέχειν. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις· οὐ γὰρ ταὐτὸν τὸ θρεπτικὸν τῷ αἰσθητικῷ. εἰ δὲ ἀνομοιομερὴς εἴη, ἢ πάντα τὰ μόρια αὐτῆς διὰ παντὸς διήκει τοῦ ἀέρος, ἢ ἕκαστον μέρος τι τοῦ ἀέρος ἐμπεριείληφεν. εἰ μὲν οὖν πάντα τὰ ψυχικὰ μόρια ἐν ὁτῳοῦν μορίῳ ἀερίῳ εἰσίν, ἔδει πάντα ὁμοίως ἔμψυχα εἶναι καὶ πάντα μετέχειν καὶ λόγου καὶ αἰσθήσεως καὶ θυμοῦ καὶ ἐπιθυμίας. ἀλλ’ οὐ τὸ δεύτερον· οὐδὲ τὸ πρῶτον [*](3 συνελογήσατο C ὥστε scripsi: ὡς δὲ libri 5 ὃς] ὡς C 7 ἕκαστον C) [*](8 παρ’ ἄλλας C οὔσαις] ἐνούσαις C 11 τις] τε C 12 ὑπολαμβάνοντας AC) [*](13 κἀκεῖνο] καὶ τὸ τοῦ Ἀράτου Α Philoponus v. Arat. Phaen. 2—4 18 εἰσι) [*](20 ἐπιζητήσει C 21 τῆς] τοῖς C 22 ἀθανατώτερος Β 24 ἡ (post ζῶον) om. Α ἡ (post πῦρ) om. Α1 25 ἐνούσας C 27 εἰ addidi 28 τῷ (ante ὅλῳ) om. Α 30 τοῦ ἀπολαμβάνεσθαι C 31 ψεῦδος] ψευδῆ Β 32 τῷ θρεπτικῷ Α1 33 διήκει] διοίκει Α1 τι] τῆ C 35 ἀέρια Α1)
37
ἄρα. εἰ δὲ ἕκαστον μόριον τῆς ψυχῆς μέρος τι τοῦ ἀέρος ἀπείληφεν, ἔδει ἄλλο ζῶον ἄλλης ψυχῆς μετέχειν, τὸ μὲν τῆς θυμικῆς μόνον, τὸ δὲ τῆς ἐπιθυμητικῆς, τὸ δὲ τῆς λογικῆς καὶ ἄλλο ἄλλης, εἴπερ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ψυχὴν ἔχει. νυνὶ δὲ ὁρῶμεν τινὰ μὲν πασῶν τῶν ψυχικῶν δυνάμεων μετέχοντα, τὰ δὲ πλειόνων, τὰ δὲ μιᾶς. ὥστ’ εἰ πάντα ἐπιοῦσιν ἀδύ- νατον φαίνεται, καὶ τὸ οὕτω λέγειν περὶ ψυχῆς ψεῦδος. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς οὔτε τὸ γινώσκειν ὑπάρχει τῇ ψυχῇ τῷ ἐκ τῶν στοιχείων εἶναι οὔτε τὸ κινεῖσθαι αὐτὴν οὕτω καλῶς που καὶ ἀληθῶς λέγεται.

Ἐπεὶ δὲ τῆς ψυχῆς ἐστι τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαί τε καὶ δοξάζειν, ἔτι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ βουλεύεσθαι καὶ ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ ἡ κατὰ τόπον κίνησις τοῖς ζώοις ὑπὸ ψυχῆς κινεῖ γὰρ ταῦτα ὥσπερ ἄν εἰ καὶ κυβερ- νήτης τὴν ναῦν), ἔτι δὲ αὔξη τε καὶ ἀκμὴ καὶ φθίσις ὑπ’ αὐτῆς, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει καὶ πάσῃ νοοῦμέν τε καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ὡς εἶναι μὲν ὅ τί ποτε τὴν φύσιν καὶ τὴν οὐσίαν μίαν καὶ τὴν αὐτὴν ἁπλὴν καὶ ἀμέριστον, διαφόρους δὲ ποιεῖ- σθαι τὰς ἐνεργείας, ἢ πολυμερῆ καὶ διοικεῖν μορίοις ἑτέροις ἕτερα; καὶ δὴ πότερον τὸ ζῆν ἔν τινι τούτων ἐστί, καὶ τοῦτό ἐστι τὸ φυτικόν, ἢ καὶ ἐν πλείοσιν ἢ καὶ ἐν πᾶσιν, ἢ καὶ ἄλλο τι τὸ αἴτιον; ἴσον δὲ ἀμφοτέρως τῷ λόγῳ τὸ ἄπορον. εἴτε γὰρ μίαν εἴπομεν φέρε εἰπεῖν τὴν ἐν ἀνθρώπῳ πᾶσαν, διαφόρους δὲ ἔχειν τὰς ἐνεργείας, καὶ τοῦτό ἐστιν αὐτῇ τὸ θυμοῦσθαι καὶ λογίζεσθαι καὶ αἰσθάνεσθαι καὶ τἄλλα πάσχειν τε καὶ ποιεῖν, τῷ πολυδύναμον εἶναι, ὡς καὶ τὸ πῦρ εἴποις φωτίζειν καὶ ξηραίνειν καὶ καίειν καὶ ἄνω φέρε- σθαι, ἑνὸς ὄντος αὐτοῦ τὴν φύσιν καὶ τὴν οὐσίαν, καὶ τὸ μῆλον εὐῶδες ἐρυθρὸν καὶ γλυκύ, καὶ τοιόνδε σχῆμα ἔχει καὶ ἄλλ’ ἄττα διάφορα, αὐτὸ δὲ τῇ οὐσίᾳ ταὐτόν, πῶς ὁ νοῦς χωριστός, πῶς φθαρτὸν τὸ αἰσθάνεσθαι; καὶ πρὸ τούτων πῶς λογικὴ καὶ ἄλογος, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται; εἰ δὲ μὴ μίαν ἀλλὰ μεριστήν, ὡς ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν, πῶς ἔσται τὸ ζῶον ἕν; πῶς ἑαυτῷ συνεχές τε καὶ συμπαθές; εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ εἰδοποιοῦντα μόρια τῆς ψυχῆς αὐτὰ ἡνῶσθαι πρότερον· εἰ δὲ ἥνωνται, τί τὸ ἑνῶσαν καὶ τί τὸ συνέχον τὴν φύσιν, εἰ μεριστή ; ἀλλ’ ἆρα μὴ τὸ σῶμα; πολλοῦ δεῖ, ὃ ψυχῆς μᾶλλον δεῖται συνέχεσθαι ἐξελθούσης γὰρ διαπνεῖ τε καὶ σήπεται. ἢ γοῦν ὑφ’ ἑτέρου τὰ μόρια ἥνωνται ἢ ὑφ’ αὑτῶν ὑφ’ αὑτῶν μὲν ἀδύνατον, ὅτι τὰς φύσεις διάφορα· εἰ δ’ ὑπ’ ἄλλου, ἢ ἓν τοῦτο πάλιν ἀνάγκη εἶναι ἢ πολυμερές. καὶ εἰ πολυμερές, ὑπόλοιπον ζητεῖν πάλιν, τί τὸ ἐκεῖνο ἑνοῦν καὶ ὅπως, κἀκεῖνο τί· καὶ οὕτως ὁ λόγος βαδιεῖται εἰς ἄπειρον. εἰ δὲ τὸ συνέχον ἕν, ἐκεῖνο μάλιστα ἂν εἴη ψυχή. εἰ δὲ τοῦτο, τί δήποτε μὴ καὶ τὴν ψυχὴν αὐτόθεν ἓν λέγομεν; εἰ γὰρ τὸ ἑνοῦν τὰ διακεκριμένα ἓν δεῖ εἶναι [*](3 ante τὸ add. καὶ Β τῷ scripsi: τὸ libri 5 μετέχοντα] μεταθέντα C) [*](6 φαίνεσθαι C ψεῦδος] ψευδῆ Β 7 τῷ] τὸ C2 8 ἢ ἀληθῶς C) [*](9 δοξάξειν Α 13 πᾶσι C 19 εἴτε] εἴς τε C 20 ἴσχειν A 21 καὶ ἄλλα C 22 ὡς κἄν Α: ὡς κἀν C ἔν ὄν αὐτὸ Α1 μῦλον Α εὐώδη Β 24 αὐτοῦ ΒΑ2 25 ταὐτοῦ ΒΑ2 27 ἄλλο μὲν C ἄλλο δὲ C2 28 ἑαυτὸ C 30 ἄρα C 35 ἓν τὸ συνέχον AC 37 διακεκριμμένα ΑC)

38
αὐτίκα, ἑνοῖ δὲ ψυχὴ τὸ σκεδαστὸν τοῦ σώματος, πῶς οὐκ αὐτόθεν εὔλογον μίαν αὐτὴν ὑποτίθεσθαι καὶ μὴ δεῖσθαι τρίτου τοῦ καὶ ταύτην συνέχοντος οὕτω μὲν οὖν ὁ λόγος δυσχερὴς ἑκατέρωθεν. ἢ μήποτε φύσει μὲν καὶ οὐσίᾳ οὐχ ἓν ἀλλήλοις τὰ μόρια, ἑνώσει δὲ ἄκρᾳ καὶ σχέσει καὶ συμπαθεία· διαβαίνει γάρ τι καὶ ἐκ τοῦ λόγου πρὸς τὰ πάθη καὶ τοῖς πάθεσιν ὁ λόγος συνδιατίθεται τό τε γὰρ εἴκειν τῷ λόγῳ καὶ ὑποτετάχθαι τὰ πάθη ἐκεῖθεν ἥκει τῇ συλλήψει ἐλλάμποντος, τό τε πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν ἐμποδί- ζεσθαι τῇ κοινωνία τῶν παθῶν ἐπιγίνεται καὶ οὕτως ἡ ψυχὴ μία, ὡς εἰ καὶ τὸν ὅλον ἄνθρωπον μιᾶς οὐσίας λέγοιμεν, καὶ ἀπλῶς ὡς τὰ ἐξ ὕλης καὶ εἴδους τὸ ἓν ἔχουσιν. ὕλης γὰρ κἀντεῦθεν πρὸς τὴν λογικὴν ἐπέχει λόγον ἡ ἄλογος, καὶ πρὸς ταύτην ἡ φυτική, καὶ πρὸς ἐκείνην τὸ σῶμα καὶ ὥσπερ ἐν τοῖς ἐξ ὕλης καὶ εἴδους οὐ δεῖ ζητεῖν, τί τὸ ἑνῶσαν φύσει τὸ ἡνῶσθαι καὶ οἴκοθεν ἔχοντα, ὡς αὐτομάτως καὶ ἐξ οὐδεμιᾶς προσεχεστέρας αἰτίας τὸ εἶδος τὴν ὕλην δέχεσθαι, ὁπόταν καὶ ἐπιτήδειος γένηται, οὕτω τοι κἀν τῖς ψυχαῖς εἶδος μὲν ἡ λογικὴ καὶ μορφή, ὕλη δὲ ταύτης προσεχὴς καὶ ὡς ὑποκείμενον ἔγγιον ἡ ἄλογος, τῆς δὲ ἡ φυτική, εἶτα τὸ σῶμα. καὶ τὸ μὲν φύσει πρότερον καὶ τὸ ὕστερον οὐκ ἐκβεβήκασιν, ἔχονται δὲ ἀλλήλων ἐν ταῖς συναγωγαῖς καὶ τὸ ὅλον ἕν, τῆς ἀνωτάτω τὸ κῦρος καθάπαξ ἐχούσης ἐν τῷ συνθήματι, ὡς ἐπὶ τῆς ἀνθρωπίνης ἔχει. συννεύει γὰρ ὁ λόγος τὰ πάντα πρὸς ἑαυτὸν καὶ λογοποιεῖ ἐλλάμπων τὰς ὑποβεβηκυίας ζωάς, καὶ διοικεῖ καὶ συνέχει τῷ σώματι ὡς ἐπὶ τῆς Ἡρακλείας λίθου, ἐξ ἧς καὶ ἀλλήλων ἤρτηνται τὰ σιδήρια. ἀπο- ρήσειε ὅ ἄν τις καὶ περὶ τῶν μορίων, τίνα ἔχει ἕκαστον δύναμιν ἐν τῷ σώ- ματι. εἰ γὰρ ἡ ὅλη ψυχὴ τὸ ὅλον σῶμα συνέχει, πλείους δὲ ὤφθη αὕτη τὰς δυνάμεις ἔχειν καὶ τὰ μέρη διάφορα, προσήκει καὶ τῶν μορίων ἕκαστον συνέχειν τι τῶν τοῦ σώματος μερῶν ἢ μελῶν, ὡς καί τινες τῶν πρὸ ἡμῶν διωρίσαντο διανείμαντες ἄλλοις ἄλλα μορίοις μόρια τὰ τῆς ψυχῆς τοῖς τοῦ σώματος, ὥσπερ ὁ Τίμαιος ἐν ἐγκεφάλῳ μὲν ἐγκατοικίζει τὸ λογιστικόν, τῇ δὲ καρδίᾳ τὸ θυμικόν, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικόν. τοῦτο δὲ ἀδύνατον· ποῖον γὰρ μέρος τοῦ σώματος ὁ νοῦς ἢ πῶς συνέξει, χαλεπὸν καὶ πλάσαι. θυμῷ μὲν γὰρ καὶ ἐπιθυμίᾳ καὶ ἄλλῳ τινί, οὗ κινουμένου κινεῖταί τι καὶ τοῦ σώματος, κἄν τις ἀληθῆ τὸν λόγον ὑπονοήσειε· νοῦς δὲ μηδενὶ προσχρώμενος ἐν τῇ ἐνεργείᾳ μορίῳ τοῦ σώματος ἅτε χωριστὸς καὶ ἀνώλεθρος πῶς συνέξει σῶμα; ἔτι δὲ μᾶλλον ἐντεῦθεν ἔσται κατάδηλον· οὐ μόνον γὰρ μορίῳ μόριον οὐκ ἀποκεκληρωμένον ἐσεῖται τῷ τῆς ψυχῆς τὸ τοῦ σώματος, ἀλλὰ καὶ πάντα ἢ καὶ τὰ πλεῖστα διὰ πάντων ἥκειν φανήσεται. τό τε γὰρ θρεπτικὸν καὶ αὐξητικόν, ἔτι δὲ καὶ αἰσθητικὸν καὶ κινητικὸν ἐν παντὶ τῷ σώματι· τούτων γὰρ καὶ ποὺς καὶ χεὶρ μετέχει καὶ κεφαλή · καὶ τὰ μὲν τοῖς ἐμψύχοις πᾶσι, τὰ δὲ μόνοις τοῖς ζώοις. φαίνεται γοῦν καὶ τὰ φυτὰ διαιρούμενα ζῆν, καὶ τῶν ἐντόμων ζώων διαιρουμένων σύνεστι κἀν τοῖς μορίοις ἡ αἰσθητικὴ καὶ [*](3 καὶ οὐσίᾳ om. Β 4 σχέσις, ut videtur, Β 12 ἡνῶσθαι scripsi: ἑνῶσθαι libri) [*](21 ἐξ ἧς] ἑξῆς C σιδήρια AC Philoponus: σίδηρα Β 22 τῶν om. BC δύναμιν ἕκαστον AC 24 ἑκάστου Α2 26 ἀλλήλοις B 27 ὁ Τίμαιος Plato Tim. cap. 31. 32 29 ἢ πῶς ὁ νοῦς Α 31 κἀν C 34 ἐσεῖται sic libri τῷ τοῦ Α 35 ἢ καὶ] καὶ οm. AC 36 καὶ (ante αἰσθητικὸν) om. AC)
39
κινητικὴ ψυχή, πλὴν διαφόρως ἡνωμένοις ἡ διῃρημένοις· ἐκεῖ μὲν γὰρ μία ἡ ψυχή, ὥσπερ τῷ εἴδει, οὕτω καὶ τῷ ἀριθμῷ καὶ τῇ συνεχείᾳ· νυνὶ δὲ εἴδει μὲν ταὐτὸ τοῖς τμήμασι, τῷ δὲ ἀριθμῷ συνδιέσχισται· ἑκάτερον γοῦν τῶν μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα χρόνον. εἰ δὲ μὴ διὰ τέλους, οὐδὲν ἄτοπον· ὄργανα γὰρ οὐκ ἔχουσι τὰ ταῖς ψυχικαῖς ὑπηρετοῦντα δυνάμεσι καὶ τροφῆς εἰσαγωγὰ καὶ δεκτικὰ καὶ πεπτικά, στόμα τυχόν, κοιλίαν, ἧπαρ, οἷς τὸ ἀπορρέον τοῦ σώματος ἀνυφαίνεται, καὶ διὰ τοῦτο τὴν φύσιν οὐ σώζουσιν· ἀλλ’ οὐδὲν ἧττον ἐν ἑκατέρῳ τῶν μορίων τοῦ σώματος ἅπαντα ἐνυπάρχει τὰ τῆς ψυχῆς, καὶ ὁμοειδῆ εἰσιν ἀλλήλοις τὰ διαιρεθέντα σωμάτια καὶ τῇ ὅλῃ, ἀλλήλοις μὲν ὡς οὐ χωριστὰς τὰς ψυχικὰς δυνάμεις συνούσας ἔχοντα, ἀλλὰ πάσας ὅλα, τῆς δὲ πρότερον καὶ ὅλης ψυχῆς ὡς διαιρετῆς εἰς ὁμοειδῆ. μήποτε δὲ καὶ ὁ λόγος ἔχει τι πρόσαντες· ἐπὶ μὲν γὰρ τῶν φυτῶν καί τινων ζώων, ἴσως εὐθυπορῶν προέβαινεν· ὅτε δὲ τὰς ἐν τοῖς τελειοτέροις τῶν ζώων αἰσθήσεις καὶ κινήσεις προχειριζόμεθα, μὴ μᾶλλόν τι τὸν ἐγκέφαλον ἰδίως τῶν ἄλλων ἐπαιτιώμεθα, μὴ οὐχ ἧττον ἄτοπα λέγειν δόξαιμεν. εἰ γοῦν τις διαφορὰ κἀκείνων πρὸς ταῦτα φανείη, αὕτη καὶ τοῖς ἠπορημένοις ἔσται λύσις· ἄλλως ἐπὶ τῶν φυτῶν καὶ ἑτέρως ἐπὶ τῶν ζώων καὶ τούτων ἐν τοῖς τελειοτέροις ἡ ψυχὴ ἑνοῦται τῷ σώματι. ἐκείνοις μὲν γὰρ ἡ οἰκεία ψυχὴ ὡς ὑποκειμένοις ἀμέσως ἐχρήσατο, καὶ ὅλῳ τῷ φυτῷ, ῥίζῃ καὶ στελέχεσι καὶ κλάδοις, ἰσομοίρως ἑαυτὴν ἡ φυτικὴ ψυχὴ ἐγκατέμιξε καὶ διένειμε, τοῖς ζώων δὲ σώμασι καὶ μᾶλλον τῷ ἀνθρωπίνῳ μεσότητι χρησαμένη τῷ ἐν ἐγκεφάλῳ πνεύματι· καὶ παντὶ μὲν ἐκείνῳ καὶ δι’ ὅλου πάσας τὰς δυνάμεις ἐνέθετο πρώτως, δι’ ἐκείνου δὲ δευτέρως μετοχετεύει τῷ σώματι δι’ ὀργάνων σωμα- τικῶν, τῶν νεύρων ἴσως, τὴν ζωήν, τὴν κίνησιν καὶ τὴν αἴσθησιν. εἴ που γοῦν ἐν τῷ μέσῳ βλαβείη τὸ πνεῦμα ἐπιπορευόμενον, τὰ ἐφεξῆς τῆς ἐνδιδομένης καὶ καταλλήλου ἐνεργείας ἀφίησιν ἔρημα, ὡς οὐ πρώτως ἐνούσης αὐτοῖς τῆς ψυχικῆς δυνάμεως. ὥστε τὰ μὲν μετὰ τοῦ ἐγκεφάλου καὶ ἃ συνέχεται τῷ πνεύματι μόρια τῶν ψυχικῶν κατακορῆ τυγχάνουσιν μεταδόσεων, τὰ δὲ διασπασθέντα νενέκρωται· διὰ ταῦτα τοῖς διαιρεθεῖσι τῶν φυτῶν ἡ ψυχὴ σύνεστιν, ἐνίοις δὲ τῶν ζώων οὔ. οὐ καινοτομοῦμεν δὲ κἀν τοῖς φυτοῖς ψυχὴν ἐνεῖναι ἰσχυριζόμενοι· τί γὰρ ἄν τις τὸ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν ὀνομά- σειε; φανερὸν δὲ ὅτι καὶ ταύτης μόνης ὡς καθολικωτέρας καὶ ζῷα κοινωνεῖ καὶ φυτά, καὶ τῆς μὲν αἰσθητικῆς ἀρχῆς αὕτη χωρίζεται, οὐδὲν δὲ ταύτης ἄνευ μετέχει αἰσθήσεως.

[*](8 ante οὐδὲν add. οὖν AC 9 σώματι Β 12 ἔχοι Α 13 ὅταν AC)[*](16 αὐτὴ Β 17 ἐν om. Α 19 στελέχοις AC 21 ἐν om. C)[*](25 τῆς om. B 26 ἑνούσης Α 27 μὲν om. Α 30 κἀν Α τὴν ψυχὴν C)