Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
9. (V, 222.)
Εἰς Ἀριάδνην
Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἐλοῦσα κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·
εἰ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνὴν, αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο·
εἰ δὲ καὶ ἀγλαίης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ Κύπρις ἐνικήθη, κἂν ἐδίκαζε Πάρις.
σιγῇ ἐφ’ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.