Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
7. (V, 218.)
Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου κείραντα Γλυκερὰς τῆς ἀλόχου πλοκάμους,
ὁπλότερος πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,
καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.
ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη, εἰ με κατοικτείρειν ἤθελε τειρόμενον;
σχέτλιος, ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοί βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.
ἀλλ’ ἔμπης τελέθει μισούμενος· αὐτὰρ ἔγωγε δύσκολος, οὐχ ὁρόων τὴν περικειρομένην.