Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium

Elias Neoplatonicus

Elias Neoplatonicus. Eliae in Porphyrii isagogen et Aristotelis categorias commentaria (Commentaria in Aristotelem Graeca 18.1). Busse, Adolf, editor. Berlin: Reimer, 1900.

107

Τῶν Ἀριστοτελικῶν ἀρχόμενοι λόγων εὐθὺς ἐκ θυρῶν φίλα τῷ Ἀριστοτέλει διαπραξώμεθα καὶ τὴν φίλην αὐτῷ συντομίαν συνόψει συντομωτάτῃ περιβάλωμεν· σύνοψις γὰρ καὶ συντομία φίλαι τῷ Ἀριστοτέλει, Πυθαγορείῳ κατ’ ἀλήθειαν γεγονότι καὶ τὴν Πυθαγόρου σιωπὴν εἰς τὴν γείτονα βραχυλογίαν μεταγαγόντι. δέκα δέ τισι κεφαλαίοις περικλείομεν τὴν αὐτοῦ φιλοσοφίαν. καὶ πρῶτόν ἐστι τῶν δέκα διὰ τί οὕτως ὠνομάσθη ἡ Ἀριστοτέλους φιλοσοφία, Περιπατητική. ἀλλ’ ἐπειδὴ τοῦτο μερικὸν καὶ ἀφιλόσοφον φιλοκαθόλου γὰρ ὁ φιλόσοφος), τὰ καθόλου ζητείσθω διὰ τίνας καὶ πόσας αἰτίας ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων πολλῶν ὄντων, χιλίων τὸν ἀριθμόν, ὥς φησι Πτολεμαῖος ὁ Φιλάδελφος ἀναγραφὴν αὐτῶν ποιησάμενος καὶ τὸν βίον αὐτοῦ καὶ τὴν διάθεσιν. τρίτον πόθεν δεῖ ἄρχεσθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. τέταρτον τί τὸ τέλος αὐτῶν. καὶ ἐπειδὴ ὅπου ἀρχὴ καὶ τέλος, ἔστι τι καὶ μεταξύ, πέμπτον ζητείσθω τίς ἡ μεταξὺ ὁδός. ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροατὴν κατὰ ζωὴν καὶ γνῶσιν. ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγητήν· μηδὲ γὰρ οὗτος ἐκφευγέτω τὴν βάσανον διὰ τὸ ἀξίωμα τοῦ ἐξηγητοῦ, ἀλλ’ εὐθύνας διδότω ὁποῖός ἐστιν. ὄγδοον τί τὸ εἶδος τῆς φράσεως αὐτοῦ. ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν· οὐδὲ γὰρ ἦν φύσει τοιοῦτος, ὡς δηλοῦσιν αἱ ἐπιστολαὶ αὐτοῦ σαφεῖς οὖσαι καὶ οἱ τόποι καὶ τὰ Μετέωρα πάνυ σαφῆ ὄντα. δέκατον κεφάλαιον πόσα καὶ τίνα δεῖ προλαμβάνειν παντὸς Ἀριστοτελικοῦ βιβλίου.

Ταῦτα πάντα τοῦ Πρόκλου λέγοντος δεῖν προλαμβάνειν ἀρχομένους τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐν τῇ συναναγνώσει σύνταγμα δὲ τούτου Πρόκλειον), καὶ τὴν αἰτίαν μὴ προστιθέντος, φέρε ἡμεῖς ἐκ διαιρέσεως τινος [*](1. 2 In titulo om. τῆς φιλοσοφίας b 3 θυρεῶν Η 4 αὐτοῦ HP 4. 5 συντομοτάτη H: συντομωτάτην P περιβάλλωμεν HP 5 φίλα b 6 πυθαγορίω Κ Πυθαγόρου σιωπὴν] cf. p. 23,27 8 αὐτοῦ τὴν φιλ. b 11 ποίας b 12. 13 τῶν ἀριθμῶν Κ1 13 Φιλάδ.] φιλόσοφος coni. Rose (recte) 14 διάθεσιν] διαθήκην coni. Rose (recte) 19 διὰ διδότω Η ὄγδοος Κ τί] καὶ b 20 ἔννατον P 22 κεφάλαιον om. b 25. 26 scribas τοῦτο, nisi malis σύντ. δὲ τ. Πρόκλειον eicere 26 καὶ τὴν αἰτίαν om. b)

108
προσθῶμεν | καὶ τὴν αἰτίαν. ἡ δὲ διαίρεσις πρόεισιν οὕτως περιέχουσα· [*](221v) ἡ Ἀριστοτέλους φιλοσοφία καὶ ὀνομάζεται καὶ ὑφέστηκε. καὶ ἐπειδὴ ὀνομάζεται, ζητοῦμεν πρῶιον διὰ τί οὕτως ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις καὶ διὰ τί Περιπατητικὴ ἡ τοῦ Ἀριστοτέλους ἐκλήθη φιλοσοφία. ἐπειδὴ δὲ ὑφέστηκεν, ἢ καθ’ ἑαυτὴν ὑφέστηκε νόμῳ τέχνης καὶ ἐπιστήμης ἢ πρὸς ἡμᾶς ὡς διδακτή. ἐπειδὴ οὖν καθ’ ἑαυτὴν ὑφέστηκεν, ἢ ἀπὸ τῶν τελείων ἐπὶ τὰ ἀτελῆ καὶ μερικώτερα χωρεῖ ἢ ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, καὶ ζητοπῦμεν τίς ἡ ἀρχή, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. καὶ οὕτως μὲν εἰ καθ’ ἑαυτήν. εἰ δὲ πρὸς ἡμᾶς, ζητοῦμεν τίς ὁ ἀκροατὴς καὶ τίς ὁ ἐξηγητής. ἐπειδὴ δὲ διαιρέσεως συνταγμάτων ἐμνήσθημεν, ἐν δὲ τοῖς συντάγμασίν ἐστι καὶ λέξις καὶ διάνοια διὰ μὲν τὴν λέξιν ζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως καὶ διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσε, διὰ δὲ τὴν διάνοιαν πόσα καὶ ποῖα δεῖ προλαμβάνειν κεφάλαια τῶν Ἀριστοτέλους συνταγμάτων. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.

Πρῶτον κεφάλαιον ἦν τῶν περικλειόντων τὴν Ἀριστοτέλους φιλοσοφίαν τὸ ζητῆσαι κατὰ πόσους καὶ τίνας τρόπους ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. καὶ δεῖ εἰδέναι ὅτι κατὰ ἑπτὰ τρόπους· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναικοὶ δι’ Ἀρίστιππον τὸν Κυρηναῖον. ἀλλ’ ἐπειδὴ οὐκ ἀκριβῶς δυνάμεθα παρακολουθεῖν τοῖς λεγομένοις, εἰ μὴ πρῶτον γνῶμεν τί ἐστιν αἵρεσις, φέρε πρότερον περὶ αὐτῆς εἴπωμεν. αἵρεσίς ἐστι ἀνδρῶν ἀστείων δόξα πρὸς μὲν ἑαυτοὺς συμφωνούντων πρὸς δὲ ἄλλους διαφωνούντων. καὶ καλῶς εἶπεν ῾ἀνδρῶν᾿ καὶ οὐκ ἀνδρός· ἑνὸς γὰρ ἀνδρὸς δόξα αἵρεσιν οὐ ποιεῖ· θέσις γὰρ τότε γίνεται, ὡς ἡ Ἡρακλείτου ὅτι πάντα κινεῖται, ἡ Παρμενίδου ὅτι ἓν τὸ ὂν καὶ ἀκίνητον, ἡ Ἀντισθένους ὅτι οὐκ ἔστιν ἄντιλέγειν· θέσις γάρ ἐστι παράδοξος ὑπόληψις ἑνὸς τῶν κατὰ φιλοσοφίαν γνωρίμων. τὸ δὲ ῾ἀστείων᾿ καὶ αὐτὸ καλῶς πρόσκειται, ἵν’ ὦσιν ἀξιόλογοι καὶ ἐπιστήμονες· ἐὰν γὰρ ὦσιν εἰκαιολόγοι καὶ ἀγελαῖοι, οὐ ποιοῦσιν οὐδὲ τέχνην οὐδὲ ἐπιστήμην. ‘πρὸς ἑαυτοὺς συμφωνούντων καὶ πρὸς ἄλλους διαφωνούτων᾿· ἐὰν γὰρ καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἄλλους συμφωνῶσιν, οὐ ποιοῦσιν αἵρεσιν ἀλλὰ τὸ ἀντικείμενον τῇ αἱρέσει, τοῦτ’ ἔστι κοινὴν ἔννοιαν· χαρακτηρίζει γὰρ τὴν αἵρεσιν συμφωνία μετὰ διαφωνίας, καὶ οὐκ ἐν τοῖς τυχοῦσιν ἀνθρώποις ἀλλ’ ἐν ἀστείοις καὶ ἀξιολόγοις. καὶ ταῦτα μὲν περὶ τῆς αἱρέσεως. δεῖ δὲ εἰδέναι ὅτι κατὰ ἑπτὰ | τρόπους ὀνομάζοντι αἱ κατὰ φιλοσοφίαν 222r αἱρέσεις· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναϊκοὶ δι’ Ἀρίστιππον ἢ [*](3 πρῶτον om. b ὀνομ. P 5 τέχνῃ καὶ ἐπιστήμη b 6 ἢ καὶ πρὸς b διδακτιτή KP 7 ἀτελεῖ H 16 ποίους b 17 αἵρεσις H ἡ] καὶ HPb 19 ἀλλ’ — Ἀρίστιππον (v. 36) eicias ἐπεὶ b 21 αὐτῶν HP post εἴπωμεν add. τί ἐστιν αἵρεσις ὅτι ἡ δόξα P 22 μὲν om. b ἄλλους δὲ coll. KH 23 pr. καὶ om. Kb an εἶπον? 24 ἡ Ἡράκλ.] cf. Zelleri Ph. Gr. I4 p. 576 not. 1 24. 25 ἢ Παρμ. Κ (cf. fr. 8,3 sq. Diels) 25 ἢ Ἀντισθ. Κ (cf. Mullach II p. 282) 27 καὶ αὐτὸ om. K 30 συμφωνοῦσιν HP 35 καὶ] ἢ P 36 alt. ἢ] καὶ b)

109
Ἐρετριεῖς διὰ Μενέδημον τὸν Ἐρετριέα ἢ Μεγαρικοὶ διὰ Τερψίωνα καὶ Εὐκλείδην τοὺς Μεγαρεῖς, ὅθεν καὶ Μεγαρικὴ φιλοσοφία, ἢ Ἠλιακοὶ διὰ Φαίδωνα τὸν ἀπὸ τῆς Ἤλιδος. καὶ οὕτω μὲν ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατριοος.

Ἤ ἀπὸ τοῦ τόπου, ἐν ᾦ τὰς διατριβὰς ἐποιοῦντο, ὡς οἱ Στωικοὶ διὰ τὴν ἐν τῇ Ἀττικῇ ποικίλην στοάν, ἐν ᾗ ἐπαίδευε χηνῶν ὁ Κιττιεύς, οὐχ ὁ Ἐλεάτης ὁ καὶ Παρμενίδειος ὁ ἀμφοτερόγλωσσος, περὶ οὗ εἴρηται

  • ἀμφοτερογλώττοιο μέγα σθένος οὐκ ἀλαπαδνὸν
  • Ζήνωνος.
  • ἀμφοτερόγλωσσος δ’ ἐκλήθη οὐχ ὅτι διαλεκτικὸς ἦν, ὡς ὁ Κιττιεύς, καὶ τὰ αὐτὰ ἀνεσκεύαζε καὶ κατεσκεύαζεν, ἀλλ’ ὅτι τῇ ζωῇ διαλεκτικὸς ἦν ἄλλα μὲν λέγων ἄλλα δὲ φρονῶν· ἐρωτηθεὶς γὰρ οὗτός ποτε ὑπό του τυράννου τίνες εἰσὶν οἱ μάλιστα ἐπιβουλεύοντες τῇ τυραννίδι αὐτοῦ, τοὺς δορυφόρους ἔδειξεν· ὁ δὲ πεισθεὶς καὶ ἀνελὼν αὐτοὺς διεφθάρη· ἀγαθὸν γὰρ ἐνόμισε τὸ ψεύσασθαι διὰ τὴν τοῦ τυράννου ἀναίρεσιν. καὶ τῷ οἰκείῳ διδασκάλῳ ποτὲ Παρμενίδῃ ἓν λέγοντι τὸ ὂν καὶ τὸ εἶδος, ἐκ τῆς ἐνεργείας πολλὰ τὰ ὄντα, συντίθησιν ἐκ τεσσαράκοντα ἐπιχειρημάτων ὅτι ἓν τὸ ὄν, ἀγαθὸν νομίσας τῷ οἰκείῳ συμμαχεῖν διδασκάλῳ. καί ποτε πάλιν τῷ αὐτῷ συνηγορῶν διδασκάλῳ ἀκίνητον λέγοντι τὸ ὄν, διὰ πέντε ἐπιχειρημάτων κατασκευάζει ὅτι ἀκίνητον τὸ ὄν· οἷς ἀντειπεῖν μὴ δυνηθεὶς Ἀντισθένης ὁ Κυνικὸς ἀναστὰς ἐβάδισε, νομίσας ἰσχυροτέραν εἶναι πάσης τῆς διὰ λόγων ἀντιλογίας τὴν διὰ τῆς ἐνεργείας ἀπόδειξιν. οὕτω μὲν καὶ ἀπὸ τοῦ τόπου τῆς συνουσίας.

    Ἤ ἀπὸ τῆς ἐν τοῖς φιλοσόφοις ἐπικρίσεως, ὡς οἱ ἐφεκτικοί· οὗτοι γὰρ ἀκαταληψίαν δοξάζοντες ἐπεῖχον τὰς λύσεις τῶν προτάσεων. ἐκλήθη δὲ καὶ τρίπους ἡ αἵρεσις αὐτῶν, ἐπειδὴ τριπλᾶς ἐποιοῦντο τὰς ἀποκρίσεις· ἐρωτώμενοι γὰρ ὅ τι ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἔλεγον ὅτι ἢ θνητὴ ἢ ἀθάνατος ἢ ἀμφότερα ἢ οὐδέτερον. ἐκλήθη δὲ καὶ ἀπορηματικὴ διὰ τὸ ἀπορεῖν μόνον καὶ μὴ ἐπιλύεσθαι. οὗτοι δὲ ἀντίκεινται τοῖς Πρωταγορείοις· οἱ γὰρ Πρωταγόρειοι τἀληθὲς ἐπρέσβευον, λέγοντες ὅτι τὸ δοκοῦν ἑκάστῳ ἀληθές ἐστιν. ἐλέγχει δὲ ὁ Πλατῶν ἰδία ἑκατέρους, τοὺς μὲν ἐφεκτικοὺς ἐν τῷ Θεαιτήτῳ λέγων πρὸς αὐτοὺς οὕτως· ὅτι ῾κατειληφότες λέγετε μὴ [*](1 μενέδιμον H 2 τὸν μεγαρέα Κ ἴλιακοὶ HP 3 Ἤλιδος b : ἰλιάδος HKP 5 τοῦ (ante τόπου) om. P ὡς οἱ] οἷον HPb 6 post ἀττικῆ add. ὅτι ποικίλη ἦν ἡ στοὰ ἐν ἡ ἐσχόλαζον οἱ στωικοί P 7 παρμενίδιος P εἴρηται] a Timone (cf. Diog. L. IX 25) 8 ἀμφοτερογλώσσου τε Diog. 13 μᾶλλον b 14 πισθεὶς H καὶ om. b 15 ἐνόμησε P ἀνέρεσεν P 16 ποτὲ coll. b an ἐκ <δε>]? 17 συντήθησιν Η ἐπιχείριμ. Η1 19. 20 in mrg. suppl. Ρ2 20 ἀντιπεῖν P δυνηθῇ P 21 πᾶσαν KP 22 τῆς ἐν.] τῶν ἔργων b ἀτόπου P 24 ἐφικτοί HP 25 δὲ om. b 26 διαίρεσις Κ τριπλᾶς] τριπλάσιον Κ ἀποκp.] ἀπορίας b 27 ὅτι ΗΚΡ: εἴτε b: τί ἐστιν Olymp. ἀθάν. ἡ θν. b 28 ἐκλήθησαν δὲ καὶ ἀπορηματικοὶ b 30 οἱ γὰρ Πρωταγ.] cf. Ammon. p. 66,26 31 ἐφικτικοὺς P 32 ἐν τῷ Θεαιτήτῳ] spectare videtur p. 182 D sq. ὅτι om. b λέγεται Ρ)

    110
    εἶναι κατάληψιν ἢ μὴ κατειληφότες; καὶ εἰ μὲν κατειληφότες, ἰδοὺ | ἔστι [*](222v) κατάληψις· εἰ δὲ μὴ κατειληφότες, οὐ πειθόμεθα ὑμῖν μὴ κατειληφόσιν ὅτι ἔστιν ἀκαταληψία᾿. τοὺς τοὺς δὲ Πρωταγορείου ἐλέγχει ἐν τῷ Πρωταγόρᾳ διαλόγῳ λέγων οὕτως· ὅτι ῾ἡμεῖς, ὧ Πρωταγόρα, λέγοντές σε δοξάζειν κακῶς ἀληθεύομεν ἢ ψευδόμεθα; εἰ μὲν γὰρ ἀληθεύομεν, σὺ ψεύδῃ, καὶ ἰδοὺ ἔστι τὸ ψεῦδος· εἰ δὲ ψευδόμεθα σοὺ ἀληθεύοντος, ἰδοὺ πάλιν ἔστι τὸ ψεῦδος. ψεύδῃ οὖν, κἄν τε ἀληθεύῃς κἄν τε ψεύδῃ᾿. καὶ ἐπάγει λέγων ὅτι Πρωταγόρας ψεύδεται, κἄν τε ἀληθεύῃ κἄν τε ψεύδηται. ὁ δὲ Ἀριστοτέλης δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπιχειρήματος ἐλέγχει διὰ τὸ ἀξίωμα τῆς ἀντιφάσεως· εἰ γὰρ οἱ μὲν πάντῃ ψευδῆ δοξάζουσιν οἱ δὲ πάντῃ ἀληθῆ, ἀντίφασις τὸ τοιοῦτον, οὐδέποτε δὲ ἡ ἀντίφασις συναληθεύει· οὐδὲ γὰρ πάντως ἀληθῆ οὐδὲ πάντως ψευδῆ. ταύτης δὲ τῆς αἱρέσεως ἐνόμισάν τινες καὶ τὸν Πλάτωνα εἶναι διὰ τὸ κεχρῆσθαι διστακτικοῖς προσρήμασι, λέγοντα ῾δοκῶ μοι᾿ καὶ ῾ἴσως᾿ καὶ ῾τάχα᾿ καὶ ῾ὑπολαμβάνω᾿. ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων δι’ ἀκρίβειαν ἔλεγεν, οὔτε δὲ ὁ ἀκριβὴς πάντως ἐφεκτικὸς οὔτε ὁ ἐφεκτικὸς ἀκριβής. πλὴν οὐκ ἐφεκτικὸς ὁ Πλατῶν· ἔστι γὰρ πολλαχοῦ ἀκοῦσαι αὐτοῦ λέγοντος καὶ ἀποφαινομένου, ὅπῃ ἔλεγεν ὡς κατὰ τὸν ποιητήν, ἐν μὲν τῷ Φαιδρῷ ὅτι ἡ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἐν τῷ Φαίδωνι ὅτι ἀδαμαντίνοις δεῖ δεσμοῖς τὴν δόξαν ταύτην ἔχοντα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς εἰς Ἅιδου ἰέναι, κἀν τοῖς Νόμοις ὅτι ἀληθέστερα τὰ νῦν λεγόμενα τοῦ τὴν Κρήτην νῆσον εἶναι ἐν Κρήτῃ γὰρ τὰς διατριβὰς ἐποιεῖτο· οὐ γὰρ ἠξίου ἔτι σκηνὰς τῶν αὑτοῦ διαλόγων ποιεῖσθαι τὰς Ἀθήνας διὰ τὰ συμβάντα ἐπὶ Σωκράτει), καὶ ἐν τῇ Πολιτείᾳ φησὶν ὅτι μισθωσώμεθα κήρυκα Στέντορος μεγαλοφωνότερον, ὅστις ἀναβὰς ἐφ’ ὑψηλοῦ βήματος ἀναβοήσει ὡς ὁ μὲν δίκαιος εὐδαίμων, καὶ εἰ λάθῃ πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο ἄδικος νομιζόμενος μαστιγοῖτο, ὁ δὲ ἄδικος ἄθλιος, καὶ εἰ λάθῃ πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο δίκαιος νομιζόμενος τιμῷτο ὑπὸ πάντων. ἐπεξέτεινα δ’ ἂν τὰς χρήσεις τοῦ Πλάτωνος κατασκευαζούσας ὅτι οὐκ ἦν ἐφεκτικός, εἰ μὴ ὅτι πρόλογος νῦν Ἀριστοτελικῶν πρόκειται, οὐχὶ δὲ Πλατωνικῶν.

    [*](1 καὶ om. b post ἰδοὺ 111 litt. eras. Κ 3 ἐν τῷ τοῦ Πρωταγόρου διαλόγῳ b τῷ Πρωταγ.] potius in Euthyd. p. 287 E sq. vel Theaet. p. 170 Α sq. 4 post οὕτως add. ὅσα περὶ ψεύδους ὅτι ἔστι P κακῶς δοξ. σε coll. b 6 pr. τὸ om. b 7 ἀληθεύῃς] ἀληθεύεις P post alt. ψεύδῃ add. πάντως πάντῃ b) δὲ ψεύδῃ HPb 8 Ἀριστ.] Metaph. Γ 4 p. 1007b18sq. 10 παντὶ (pr. 1.) H: πάντα b πάντα (alt. 1.) Pb 11 ἀληθεύει KP 11. 12 πάντα (utrobique) b 13 διστακτ.] εἰκαστικοῖς b λέγοντος P 1.5 ἐφεκτ. πάντ. coll. b 17 ὅπη] ὅτι b 17. 18 ἐν μὲν τῷ Φαιδρῷ] p. 245 C 18 ἐν τῷ Φαίδωνι] potius Reipubl. X 15 p. 619 A 20 ἀφιέναι Η1 κἀν τοῖς Νόμοις] ΙΙ 7 p. 662 Β 22 σκηνῆι b αὐτοῦ b: αὐτοῦ HPK τὰς Ἀθ. π. coll. b 23 ἐν τῇ Πολιτείᾳ] I 24 p. 353 E sq. IV 19 p. 445 Α μισθωσάμεθα P 24 ὅστις] ὃς b 25. 26 corrigas λάθοι 25. 27 παντὸς ἀνθρώπου HP 26 post τοῦτο add. δίκαιος νομιζόμενος τιμῶτο ὑπὸ πάντων del. P μαστιγῶτο HPb λάθει P 28 ἐπεξέτινα P ante κατασκ. add. τὰς b 29 post μὴ addas ἐνενόησα 30 δὲ om. HPb)
    111

    Πέμπτος τρόπος ἦν τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱφέσεων ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὸ ἀδιάφορον τοῦ ζῴου, ἐπειδὴ καὶ αὐτοὶ ἀδιαφορίᾳ ἐπετήδευον ὡς οἱ κύνες δημοσίᾳ ἐσθίειν καὶ ἀφροδισιάζεθαι καὶ ἀνυπόδετοι | περιπατεῖν καὶ ἐν πίθοις καὶ ἐν τριόδοις καθεύδειν. τοῦτο [*](233 r) δὲ ἐποίουν τοῦ φύσει καλοῦ ὀρεγόμενοι· ἔλεγον γὰρ ὅτι εἰ ἀγαθόν ἐστι, δεῖ κοινῇ καὶ ἰδίᾳ πράττεσθαι, εἰ δὲ οὐκ ἔστιν ἀγαθόν, οὔτε κοινῇ οὔτε ἰδίᾳ αὐτὸ διαπρακτέον· οὐ γὰρ ἦν παρ’ αὐτοῖς

  • ἀλλὰ τὸ μὲν φάσθαι τὸ δὲ ἐγκεκρυμμένον εἶναι,
  • ἀλλ’ ἦν παρ’ αὐτοῖς τὸ
  • εἰπὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδια ἔμπης.
  • αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι ἀναιδὲς ζῷον ὁ κύων, ἐπετήδευον δὲ καὶ αὐτοὶ τὴν ἀναίδειαν, οὐ τὴν χείρονα τῆς αἰδοῦς ἀλλὰ τὴν κρείττονα· διττὴ γὰρ ἡ ἀναίδεια ἡ μὲν χείρων τῆς αἰδοῦς ἡ δὲ κρείττων,
  • ἥ τ’ ἄνδρας μέγα σίνεται ἡ δ’ ὀνίνησι.
  • ταύτην οὖν τὴν ἀναίδειαν ἐπετήδευον τὴν κρείττονα αἰδοῦς, οἷον ὑλακτοῦντες κατὰ τῶν ἀλλοτρίων τῆς αὑτῶν φιλοσοφίας. τρίτη αἰτία, ὅτι φρουρητικὸν ζῷον ὁ κύων· ἐφρούρουν δὲ καὶ αὐτοὶ τὰ δόγματα τῆς φιλοσοφίας διὰ τῶν ἀποδείξεων καὶ μέγα ἐφρόνουν ἐπὶ τούτῳ· φαίη γὰρ ἂν ἡ τύχη πρὸς Ἀντισθένην τὸν προστάτην τῆς αἱρέσεως ταύτης οὕτως
  • ἐννέα δὴ προέηκα τανυγλώχινας ὀ·ιστούς,
  • τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα,
  • ὅτι, φησί, τοσαύτας αὐτῷ συμφορὰς ἐπήγαγον, καὶ οὐκ ἠδυνήθην αὐτοῦ καταβαλεῖν τὸ φρόνημα. αὕτη καὶ ἡ τρίτη αἰτία. τετάρτη δὲ ὅτι διακριτικὸν ζῷον ὁ κύων γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἀλλότριον ὁρίζον· ὃν γὰρ γινώσκει, νομίζει φίλον εἶναι, καὶ εἰ ῥόπαλον ἐπιφέροιτο, ὃν δ’ ἀγνοεῖ, ἐχθρόν, καὶ εἰ δέλεαρ ἐπιφερόμενος εἴη· οὕτως οὖν καὶ οὗτοι τοὺς μὲν ἐπι- τηδείους πρὸς φιλοσοφίαν φίλους ἐνόμιζον καὶ εὐμενῶς ἐδέχοντο, τοὺς δὲ ἀνεπιτηδείους ἀπήλαυνον δίκην κυνῶν κατ’ αὐτῶν ὑλακτοῦντες. διὸ καὶ ὁ Πλατῶν ἐν τῷ Γοργίᾳ φησὶν ὅτι ἔχει τινὰ σοφίαν ὁ κύων διακρίνειν φίλον ἀπὸ ἐχθροῦ. καὶ τὸ διακρίνειν δὲ ἀλήθειαν καὶ ψεῦδος μόνου φιλοσόφου. οὕτως καὶ ὁ πέμπτος τρόπος.

    Ἔκτος δὲ τρόπος ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί· τέλος γὰρ τῶν ὄντων τὴν ἡδονὴν ἔλεγον· ὧν τῆς φιλοσοφίας κατῆρξεν Ἐπίκουρος, ᾧ [*](2 τρόπου] προτοῦ P post φιλόσοφοι add. διὰ τί κυνικοί P 3 τοῦ ζώου] τῆς ζωῆς b 4 ἀδιαφορίαν b 7 εἰ δὲ] ἢ IlPb ante οὔτε κ. add. καὶ HPb 8 αὐτὸ om. Hti ἀλλὰ om. Kb (cf. Horn. λ 443) φάσθαι] φαίνεσθαι Κ καὶ κεκp. Kom. κεκρυμμένων Pb 11 εἰπὲ] ἠὲ Horn. H 196 δείδιμεν Horn. ἔμπτης Κ: ἔμπυς P 12 δευτέρα αἰτία in mrg. suppl. P ἀνεδὲς Η 14 ἡ μὲν κρείττων . . ἡ δὲ χ. b δευτέρα αἰτία Q 45: ἥτε Hb: ἥτις KP ἡ δ᾿] δὲ HKP: ἥτε b: ἠδ᾿ Horn. 17 αὐτῶν libri 20 προστάντα H 21 ἐννέα] ὀκτὼ Horn. Θ 297 τανυγλώχεινας P τοῦτον . . ] Horn. 299 24 καταβάλαι HPb ἡ om. K 27. τι ἐπιτηδεία P 28 εὐμενεῖς b 30 ἐν τῷ Γοργίᾳ] potius Reipubl. II 15 p. 375 Esq. xi HP I an διακρίνων ? 33 ὁ ἕκτος b τρόπος om. Κ 34 ὧν τῆς φιλ. b: τῆς φιλ. ὧν HKP)

    112
    συνήκμασεν ὁ Μένανδρος. οὗτοι δὲ οἱ Ἐπικούρειοι καὶ μέχρι τῶν οὐρανίων ἵστων τὴν πρόνοιαν, ἵνα μὴ πράγματα σχῇ τό θεῖον περιεργαζόμενον τὰ τῇδε. μέμνηται δὲ τῆς δόξης ταύτης καὶ Μένανδρος ἐν τοῖς Ἐπιτρέπουσιν, ἥνικα φησιν
  • οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν,
  • ὡς ἀγαθόν τε καὶ κακὸν καθ’ ἡμέραν
  • νέμειν ἑκάστῳ σμικρὸν ἦν;
  • οὗτοι ἔλεγον τέλος εἶναι τὴν ἡδονήν, οὐ τὴν αἰσχρὰν δῆθεν τὴν δι’ ἀφροδισίων καὶ ἄλλων ἡδυπαθειῶν, ἀλλὰ τὴν ἀσχολίαν τῶν παθῶν καὶ καταστηματικήν, τὴν καθιστῶσαν τὴν ψυχὴν ὥστε μὴ πάσχειν | αἰσχρόν τι [*](223v) πάθος· οὐδὲ γὰρ ἡδονὴ τέλος τῆς φύσεως· οὐδὲ γὰρ διὰ τοῦτο ἐνεργεῖ ἡ φύσις, ἵνα ἡδώμεθα, ἀλλὰ συνέπλεξεν ἡδονὴν τῇ ἐνεργεία οἷον δελεάσασα καὶ γοητεύσασα ἡμᾶς δι’ αὐτῆς πρὸς τὸ ἐπίμοχθον τῶν ἐνεργειῶν· ἐπίμοχθον γὰρ μὴ πεινῶντα ἐσθίειν καὶ μὴ διψῶντα πίνειν. ἡ ἡδονὴ οὖν οὐκ ἔστι τέλος, ἀλλ’ ἕπεται ἤτοι συμπλέκεται τῇ κατὰ φύσιν ἐνεργείᾳ, ὥσπερ ἡ σκιὰ τῷ ἐν φωτὶ βαδίζοντι. οὕτως καὶ ὁ ἕκτος τρόπος.

    Ἕβδομος τρόπος τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ὁ ὀνομασθεὶς ἀπό τινος συμβεβηκότος, ὡς οἱ Περιπατητικοὶ ἀπὸ τοῦ Πλάτωνος κατὰ περίπατον τὰς συνουσίας ποιουμένου διὰ τὸ ἅμα τῇ ψυχῇ τὸ σῶμα γυμνάζειν. καὶ τῶν ἀνθρωπίνων ἀναχωρήσαντος διαδέχεται τὴν σχολὴν αὐτοῦ Σπεύσιππος ὁ υἱὸς τῆς Πρωτώνης ἀδελφῆς τοῦ Πλάτωνος· οὐκ ἐτύγχανε γὰρ τηνικαῦτα παρὼν ὁ Ἀριστοτέλης· μετασταλεὶς γὰρ ἦν ὑπὸ Φιλίππου ἐν Μακεδονίᾳ ἐπὶ τῷ παιδεῦσαι τὸν υἱὸν αὐτοῦ Ἀλέξανδρον, ὃν παραλαβὼν οὕτως ἐπιμελῶς ἐπαίδευσε τὴν βασιλικὴν ἐπιστήμην ὡς ἐπιλέγειν τὸν Ἀλέξανδρον, ἡνίκα μηδένα ὠφέλησεν, ὅτι ῾σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ εὐεργέτησα᾿. καί ποτε τοῦ ’ Ἀριστοτέλος εἰπόντος ὅτι ἄπειροι κόσμοι κατὰ Δημόκριτον, ἐπιδακρῦσαί φασι τὸν Ἀλέξανδρον, ὅτι οὐδ’ ἑνὸς ὅλου κόσμου ἠδυνήθη ἐπικρατῆσαι. ἐκεῖθεν δὲ ὑποστρέψας ὁ Ἀριστοτέλης διαδέχεται τὴν σχολὴν τοῦ Σπευσίππου σὺν Ξενοκράτει, καὶ ἀμφότεροι ἐλέγοντο Περιπατητικοὶ τοῖς τόποις διαφέροντες· οἱ μὲν γὰρ ἐκαλοῦντο Λύκειοι Περιπατητικοί, ὡς οἱ Ἀριστοτελικοί, οἱ δὲ ἄλλοι Ἀκαδημαϊκοὶ Περιπατητικοί, ὡς οἱ τοῦ Ξενοκράτους. τῷ χρόνῳ δέ, οἷ συμβαίνει, ἐξέλιπε <τῶν> μὲν τὸ ὄνομα τοῦ τόπου καὶ ἐκαλοῦντο Περιπατητικοὶ χωρὶς τοῦ [*](1 post μένανδρος add. δόξα ἐπικουρείων P οἱ Ἐπικούρειοι] cf. Useneri Epic. p. 241 3 ταύτης om. b Μέν. ἐν τοῖς Ἐπιτp.] frg. 178 (Kock III p. 51) 4 ἡνήκα H 5 οἶμαι b τοὺς] πρὸς (coni. τοὺς) b 6 τἀγαθόν τε καὶ τὸ κακόν coni. Kock 7 σμικp. ἦν] Σμικρίνη corr. Meineke 8 τέλος iter. del. Η 12 ἐσυνέπλεξεν P οἷα b 14 αἰσθίειν ἡ om. HP 15 ἐστι] ἔστι] 17 τῆς ἐπωνυμίας oin. b 18 συμβεβηκότως Η 1 19 τὴν συνουσίαν b ποιούμενοι P 20 καὶ] an ou? ἀναχωp.] χωp. KP 21 Πρωτώνης ] corrigas Ποτώνης, cf. Diog. L, ΙΙΙ 4, Suid. s. v. Πλάτων et Σπεύσιππος, Aristotelis vitae Marc. p. 429,11 ( Rose) 22 ὁ om. K 23 τῷ] τὸ HPb 24 ἐπιμελῶς om. Kb 25 μηδὲν KPb 26 εὐηργέτησα HP 27 ὅτι] εἰπόντα b 28 ἠδυνήθην Hb ὁ om. K 31 et 113,1 Λύκειοι b: λύκιοι iibri 31 ἄλλοι om. b 31 et 113,2 ἀκαδημισακοὶ Hb 32 ὡς om. b 33 τῶν inserui)

    113
    Λύκειοι. τῶν δὲ Ξενοκρατείων τὸ τῆς ἐνεργείας ὄνομα ἐξέλιπε καὶ ἐκαλοῦντο Ἀκαδημαϊκοὶ. Περιπατητικοὶ οὖν ἐκαλοῦντο, οὐχ ὅτι κατὰ περίπατον ἐξηγοῦντο, ἀλλ’ ὅτι διεδέξαντο τὴν σχολὴν τοὐ Πλάτωνος, διὰ μέσου Σπευσίππου, κατὰ περίπατον ποιουμένου τὰς ἐξηγήσεις.

    Οὗτοί εἰσιν οἱ ἑπτὰ τρόποι τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων. προσθῶμεν δὲ καὶ ἡμεῖς καὶ τὴν αἰτίαν τοῦ εἶναι ἑπτὰ μόνον τοὺς τρόπους καὶ μήτε πλείονας μήτε ἐλάττονας. δεῖ εἰδέναι ὅτι ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις ἢ ἀπὸ τύχης, ὡς Περιπατητικοί, ἢ ἀπὸ διανοίας, ἢ ἀπὸ περιστατικοῦ ἢ ἀπὸ προηγουμένου, καὶ ἀπὸ περιστατικοῦ ἢ ὀνόματος ἢ τόπου. καὶ εἰ μὲν ὀνόματος, ὡς Πλατωνικοί, εἰ δὲ τόπου, ἢ χωριστοῦ ἢ ἀχωρίστου. καὶ εἰ μὲν ἀχωρίστου, ποιεῖ τὴν τῆς πατρίδος ἐπωνυμίαν, | εἰ δὲ χωριστοῦ, ποιεῖ τὴν ἀπὸ τόπου [*](224r) ἐπωνυμίαν. ἀπὸ δὲ προηγουμένου ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί, ἢ ἀπὸ τῆς πρὸ τέλους κατασκευῆς, καὶ ταύτης ἢ γνωστικῆς ἢ ζωτικῆς. καὶ εἰ μὲν γνωστικῆς, ποιεῖ τοὺς ἐφεκτικούς, εἰ δὲ ζωτικῆς, ποιεῖ τοὺς Κυνικούς. ταῦτα καὶ περὶ τῆς αἰτίας τῶν ἐπωνυμιῶν.

    Δεύτερον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ εἰπεῖν τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων χιλίων ὄντων τὸν ἀριθμόν, ὡς Ἀνδρόνικος παραδίδωσιν ὁ † ποίτου ἑνδέκατος γενόμενος διάδοχος. τῶν τοίνυν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν εἰσι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξύ. μερικὰ δὲ λέγονται οὐχ ἁπλῶς τὰ πρὸς ἕνα γεγραμμένα δυνατὸν γὰρ καὶ καθολικὸν πρᾶγμα πρὸς ἕνα γράψαι· οὕτω γοῦν ἡ Περὶ κόσμου πραγματεία καθολικὴ οὖσα προσπεφώνηται Ἀλεξάνδρῳ τῷ βασιλεῖ), ἀλλὰ μερικὰ λέγω ὅσα περὶ ἑνὸς καὶ μερικοῦ καὶ πρὸς ἕνα, ὥσπερ αἱ ἐπιστολαὶ αὐτοῦ· αἱ γὰρ ἐπιστολαὶ πρὸς ἕνα εἰσὶ γεγραμμέναι, ἃς ἐν ὀκτὼ βιβλίοις συνήγαγεν Ἀρτέμων τις μετὰ Ἀριστοτέλην γενόμενος. καὶ καθόλου δὲ λέγονται ὅσα περὶ πάντων τῶν μονοειδῶν διαλαμβάνει, ὡς ἡ Φυσικὴ ἀκρόασις φυσικῶν πάντων καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὸ Περὶ γενέσεως καὶ φθορᾶς καὶ τὰ Μετέωρα πάντων τῶν ἐν τῷ μεταρσίῳ τόπῳ ἱσταμένων. τὰ δὲ μεταξὺ ὅσα μήτε ἑο περὶ πάντων μήτε περὶ ἑνὸς ἀλλὰ περὶ πλειόνων διαλέγεται, ὡς ἡ ἱστορία. διττὴ δὲ αὕτη, ἡ μὲν πολιτικὴ ὡς αἱ Πολιτεῖαι, ἃς ἱστόρησεν ἐκ τοῦ πολλὴν γῆν περιελθεῖν ἅμα Ἀλεξάνδρῳ τῷ βασιλεῖ, ἃς ἐκδέδωκε κατὰ στοιχεῖον διακοσίας πεντήκοντα οὔσας τὸν ἀριθμόν, ἡ δὲ φυσικὴ ὡς ἡ Περὶ φυτῶν καὶ ζῴων ἱστορία.

    [*](1 post Λύκειοι add. οἱ Ἀριστοτελικοί b ἐξέλιπε post ξενοκp. colloc. b 2. 4 κατὰ itepteaxov scripsi: κατὰ περιπάτων HKP : κτὰ περιπάτους b 5 καὶ οὗτοι Hb 6 προσθῶμεν—ἐπωνυμιῶν (16) cm. b ἡμᾶς Η καὶ (alt.) ora. Κ (cf. p. 119,12) 7 πλείους Κ δεῖ δὲ IT 8. 9 ἀπὸ δὲ διανοίας ex Olympiodoro inserui 9 ἢ ἀπὸ προηγ.—περιστατικοῦ (10) in mrg. suppl. P 10. 11 εἰ μὲν] ἡ μὲν P 15 τὴν εφεκτικὴν K 19 ὁ ποίτου ΗPK: ὁ τούτου b: ἀπὸ τούτου Littig, ὁ Περιπάτου? (cf. p. 117,22) 25 βίβλοις Hb 26 καὶ eicias 28 τὰ μετ.] μετεώρων K 29 τῶ om K τόπων P συνισταμ. Hb 32 τούτου H τῶ om. Kb 33 post ἀριθμόν add. τίς ἡ φυσική P φυσικὴ δὲ ἡ om) HPb 34 post ἱστορία add. τίς ἡ καθόλου P)
    114

    Ἰῶν δὲ καθόλου τὰ μέν εἰσιν ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. καὶ ὑπομνηματικὰ μὲν λέγονται ἐν οἷς μόνα τὰ κεφάλαια ἀπεγράφησαν δίχα προοιμίων καὶ ἐπιλόγων καὶ τῆς πρεπούσης ἐκδόσεσιν ἀπαγγελίας. τὸ δὲ τοῦ ὑπομνήματος ὄνομα παρὰ Πλάτωνι κεῖται ἐν τῇ Ἐπινομίδι συνόψει οὔσῃ τῶν νόμων· φησὶ γὰρ ἐκεῖ περὶ τῶν νόμων ἀνεκδότων μεινάντων ῾ὡς ἄρα φθάνουσί τινες ὑπομνήματα αὐτῶν εἰληφότες᾿. διὸ οὐδὲ δεῖ ἐκ τῶν ὑπομνηματικῶν πιστοῦσθαι τὰς Ἀριστοτέλους δόξας ὡς διόρθωσιν ὑπομεινάντων. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ τὰ δὲ ποικίλα, μονοειδῆ μὲν ὡς ἐνομίσθη τὸ Περὶ ἑρμηνείας ὑπομνηματικὸν διὰ τὴν ἀσάφειαν, πρὶν γράψαι τὸν φιλόσοφον Ἀμμώνιον εἰς αὐτὸ ὑπόμνημα καὶ δεῖξαι ὅτι καὶ προοίμιον ἔχει καὶ ἐπιλόγους καὶ τὴν πρέπουσαν τῇ ἐκδόσει ἀπαγγελίαν, τὰ δὲ ποικίλα ὡς τὰ πρὸς εὐκαίριον αὐτῷ γεγραμμένα ἑβδομήκοντα βιβλία Περὶ συμμίκτων ζητῇ | μάτων χωρὶς προοιμίων καὶ ἐπιλόγου καὶ τῆς [*](224v) διαιρέσεως.

    Τῶν δὲ συνταγματικῶν τὰ μέν εἰσιν αὐτοπρόσωπα, ἃ καὶ ἀκροαματικὰ λέγονται, τὰ δὲ διαλογικά, ἃ καὶ ἐξωτερικὰ λέγονται. καὶ ὡς μὲν αὐτοπρόσωπα ἀντίκεινται τοῖς διαλογικοῖς, ὡς δὲ ἀκροαματικὰ ἀντίκεινται τοῖς ἐξωτερικοῖς· πάντας γὰρ ἀνθρώπους ὠφελεῖν βουλόμενος ὁ Ἀριστοτέλης ἔγραψε καὶ πρὸς τοὺς ἐπιτηδείους τῆς φιλοσοφίας ἐξ οἰκείου προσώπου διὸ καὶ ἀκροαματικὰ λέγονται, ὡς δέον αὐτῶν πάντως ἀκροάσασθαι· ὅθεν καὶ Φυσικὴ ἀκρόασις, ἐπειδὴ εὐδοκιμεῖν δοκεῖ ὁ Ἀριστοτέλης μάλιστα ἐν αὐτῇ καὶ δέον αὐτῆς πάντως ἀκροάσασθαι τοὺς ἔχοντας ἐπὶ φιλοσοφίαν), ἔγραψε δὲ καὶ πρὸς τοὺς ἀνεπιτηδείους πρὸς φιλοσοφίαν τὰ διαλογικά καὶ ἐν μὲν τοῖς ἀκροαματικοῖς ἃτε δὴ πρὸς ἄνδρας μέλλοντας φιλοσοφεῖν διαλεγόμενος <ἀνροαματικοῖς ἐν δὲ τοῖς διαλογικοῖς> πιθανοῖς κέχρηται λόγοις. κατασκευάζων δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς κἀν τοῖς ἀκροαματικοῖς δι’ ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς διὰ πιθανῶν εἰκότων· φησὶ γὰρ ἐν τοῖς Περὶ ψυχῆς ἀκροαματικοῖς ὅτι ἡ ψυχὴ ἄφθαρτος· εἰ γὰρ ἦν φθαρτή, ἔδει μάλιστα αὐτὴν φθείρεσθαι ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· τότε δὲ ἀκμάζει τοῦ σώματος παρακμάσαντος, ὥσπερ οὖν παρακμάζει ὅτε τὸ σῶμα ἀκμάζει· τὸ δὲ ὅτε δεῖ φθείρεσθαι ἀκμάζον ἄφθαρτον· ἡ ψυχὴ ἄρα ἄφθαρτός ἐστι. καὶ οὕτως μὲν ἐν τοῖς ἀκροαματικοῖς. ἐν δὲ τοῖς διαλογικοῖς φησιν οὕτως· ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς [*](2 ἀπεγράφετο P 4 ἐν τῇ ἐπινομίδι] p. 980 D 9 ἐλογίσθη (in mrg. ἐνομίσθη) Κ 10 ἀμώνιον H 11 ἐπίλογον Kb (cf. Ammon. in 1. De interpr. p. 8,21 sq.) 12 πρὸς εὐκαίριον] πρὸς εὐκαιρίαν coni. Rose (Arist. frg. p. 427,8 not.); an πρὸς εὔκαιρον? (cf. Ilesychii ind. 168, p. 17 Rose) 13 ἐπιλόγων b 18 πάντες h 19 τῇ φιλοσοφίᾳ b 20 πάντας b 22 πάντας Pb post φιλοσοφίαν add. ἐπιτηδείως b 23 τοὺς (post πρὸς) om. HPb 25 ἀναγκαστικοῖς—διαλογικοῖς inserui ex Brandisii coniectura, qui coniecit ἀναγκαστικοῖς ἐν δὲ τοῖς ἐξωτερικοῖς 26 δὲ] corrigas γὰρ κἀν] corrigas ἐν μὲν 27 πειθανῶν H εἰκότως Kb; sed εἰκότων eicias 28 Ilepl ψυχῆς]. A 4 p. 408 b 18 sq. 29 ὑπὸ τοῦ . . ἀμαυροῦσθαι b 30 παρακμάζει] corrigas συνακμάζει 32 post ἐστι add. καὶ ἄλλως ὅτι ἄφθαρτος P 32. 33 ἐν δὲ τοῖς διαλογικοῖς] Aristotelis frg. 39 (p. 46 Rose) 33 post ἀθάνατος add. ἐστι del. Η)

    115
    πάντες οἱ ἄνθρωποι καὶ σπένδομεν χοὰς τοῖς κατοιχομένοις καὶ ὄμνυμεν κατ’ αὐτῶν, οὐδεὶς δὲ τῷ μηδαμῇ μηδαμῶς ὄντι σπένδει ποτὲ ἢ ὄμνυσι κατ’ αὐτοῦ. ὁ δὲ Ἀλέξανδρος ἄλλην διαφορὰν λέγει τῶν ἀκροαματικῶν πρὸς τὰ διαλογικά, ὅτι ἐν μὲν τοῖς ἀκροαματικοῖς τὰ δοκοῦντα αὐτῷ λέγει καὶ τὰ ἀληθῆ, ἐν δὲ τοῖς διαλογικοῖς τὰ ἄλλοις δοκοῦντα, τὰ ψευδῆ. ἀλλ’, ὦ Ἀλέξανοδρε, ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι οὐκ ἔστιν τοῦτο φιλοσόφου· τὸ γὰρ ψεῦδος μὲν ἑλέσθαι, ἀφανίσαι δὲ τὸ ἀληθές, οὐχὶ θεμιτόν·
  • ἐχθρὸς γάρ μοι κεῖνος ἀνὴρ ὁμῶς Ἀίδαο πύλῃσιν,
  • ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δ’ ἐνίσπῃ.
  • τοῦτο δὲ εἶπεν ὁ Ἀλέξανδρος, ἐπειδὴ τὴν λογικὴν ψυχὴν βούλεται φθαρτὴν εἶναι, ὁ δὲ Ἀριστοτέλης ἐν τοῖς διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς· ἵνα οὖν μὴ σχῇ ἐλέγχοντα τὸν Ἀριστοτέλην, διὰ τοῦτο εἶπε τὴν τοιαύτην διαφοράν. ἐν οἷς ἡ πρᾶξις.

    Ἡ διαίρεσις τῶν αὐτοπροσώπων κατὰ τὴν διαίρεσιν γίνεται τῆς φιλοσοφίας προστιθεμένου τοῦ λογικοῦ ἤτοι ὀργανικοῦ· τῆς γὰρ φιλοσοφίας εἰς δύο διαιρουμένης τὰ αὐτοπρόσωπα εἰς τρία διαιρεῖται· τούτων γὰρ τὰ μέν εἰσι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ λογικὰ ἤτοι ὀργανικά. καὶ ἕκαστον [*](225r) τούτων εἰς τρία διαιρεῖται· τὰ γὰρ θεωρητικὰ εἰς τρία διαιροῦνται, εἰς φυσιολογικὸν μαθηματικὸν θεολογικόν, τὰ δὲ πρακτικὰ εἰς ἠθικὰ οἰκονομικὰ πολιτικά, τὰ δὲ λογικὰ εἰς τὰ πρὸ τῆς μεθόδου εἰς αὐτὴν τὴν μέθοδον καὶ εἰς τὰ ὑποδυόμενα τὴν μέθοδον. τὰ οὖν φυσικὰ τοῦ Ἀριστοτέλους ἢ περὶ τῶν σωματικῶν ἐστιν ἢ περὶ τῶν ἀσωμάτων. καὶ εἰ μὲν περὶ ἀσωμάτων, ἢ περὶ τῶν χειρόνων τῶν σωμάτων ἢ περὶ τῶν κρειττόνων. καὶ εἰ μὲν περὶ τῶν κρειττόνων τῶν σωμάτων, ὡς ἡ Περὶ τῆς ψυχῆς αὐτοῦ πραγματεία ἡ γὰρ ψυχὴ κρείττων τοῦ σώματος πέφυκεν εἶναι), εἰ δὲ περὶ χειρόνων τοῦ σώματος, ὡς τὰ Περὶ τῶν χρωμάτων αὐτοῦ ζητήματα· τὰ γὰρ χρώματα χείρω τῶν σωμάτων καθέστηκε, καθότι ἐν αὐτοῖς ἔχει τὸ εἶναι. ἡ δὲ περὶ τὰ σώματα αὐτοῦ φυσιολογία ἢ περὶ τὰ ὑπὲρ τὴν σελήνην, ὡς τὰ οὐράνια σώματα καὶ ἡ περὶ τούτων ζήτησις, περὶ γαλαξίου περὶ ἄστρων περὶ ἡλίου καὶ σελήνης, ἢ περὶ τῶν ὑπὸ σελήνην, καὶ τούτων ἢ περὶ τὰ καθόλου τῆς τῶν σωμάτων φύσεως, ὡς τὰ Περὶ γενέσεως καὶ φθορᾶς ζητήματα, ἢ περὶ τῶν μερικῶν. καὶ εἰ μὲν μερικῶν, ἢ ἐμψύχων ἢ ἀψύχων. καὶ εἰ μὲν ἐμψύχων, ἡ αἰσθητικῶν ἢ ἀναισθήτων. καὶ εἰ μὲν περὶ ἀναισθήτων ἐμψύχων, ὡς τὰ Περὶ φυτῶν αὐτοῦ ζητήματα, εἰ δὲ αἰσθητικῶν, καὶ τούτων πάλιν ἢ περὶ τῶν καθόλου, ὡς αἱ Περὶ τῶν ζῴων αὐτοῦ ἱστορίαι, ἔνθα διαλέγεται περὶ τῶν ἐν τοῖς ζῴοις παθημάτων, περὶ γήρους καὶ [*](1 οἱ superscr. H ὤμνυμεν IIP 4 τὰ διαλογικά b: τὴν διαλογικήν KB? 6 ὅτι eicias 7 οὐ h 8 ἐχθρὸς. . . ] Horn. I 312 9 χ’ Hom.: κεν HKPb xeuSt) scripsi: κεύθει KPHb ἐνίσπῃ scripsi : ἐνέπτει HP: ἐνέπτει ἐνίπτει K-b: δὲ εἴπῃ Horn. 10 ὁ om. HPb 12 ἀριστοτέλειν Η1 13 τοῦτο] τοῦ Η τὴν om. Hb ἐν οἷς ἡ πρᾶξις om. b 15 φιλοσ.] σοφίας P 16 τρία] δύο Κ 17 ante δέ λογ. add. yap θεωρητικὰ εἰς τρία διαιρο— del. P 18. 19 1. φυσιολογικὰ μαθηματικὰ θεολογικά 20 δὲ om. IlPb 211. φυσιολογικὰ 25 πέφυκεν—σώματος in mrg. suppl. H 27 κεῖρον HP 32 εἰ] ἡ P 33. 34 αἰσθητῶν b 35 τοῦτο HPb 36 γήρως b)

    116
    νεότητος, περὶ αὐξήσεως καὶ μειώσεως ταῦτα γὰρ καθόλου εἰσὶ καὶ πᾶσι τοῖς ζῴοις ὑπάρχει), ἢ αὖ κατ’ ἰδίαν, ὡς Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· αὕτη γὰρ μόνοις τοῖς ἀνθρώποις ὑπάρχει. εἰ δὲ πάλιν περὶ τῶν ὑπὸ σελήνην αὐτοῦ φυσιολογικῶν ζητημάτων, τὰ μὲν ὑπὲρ τὴν γῆν ἐστι τὰ δὲ ἐν τῇ γῇ τὰ δὲ ὑπὸ τὴν γῆν· καὶ εἰ μὲν ὑπὲρ τὴν γῆν, ὡς τὰ Μετεωρολογικὰ αὐτοῦ, ἔνθα διαλέγεται περὶ τῆς καπνώδους ἀτμίδος καὶ αὐχμηρώδους, περὶ βροντῆς τε καὶ ἀστραπῆς καὶ νεφῶν καὶ περὶ τῶν διᾳττόντων κομητῶν, δαλῶν τε καὶ αἰγῶν καὶ τῶν ἄλλων εἰδῶν, εἰ δὲ ἐν τῇ γῆ, ὡς ἡ Περὶ θαλασσῶν καὶ ποταμῶν καὶ πηγῶν πραγματεία, εἰ δὲ περὶ τῶν ὑπὸ τὴν γῆν, ὡς ἡ Περὶ τῶν σεισμῶν καὶ χασμάτων αὐτοῦ ζήτησις. καὶ ταῦτα μὲν περὶ τῆς φυσιολογικῆς τοῦ ’ Ἀριστοτέλους. τὰ δὲ μαθηματικὰ αὐτοῦ ὡς τὰ Ὀπτικὰ καὶ Μηχανικὰ αὐτῷ βιβλία γεγραμμένα, θεολογικὰ δὲ ὡς τὰ Μετὰ τὰ φυσικὰ περὶ ἀρχῆς ζητήματα. αὕτη μὲν ἡ διαίρεσις τῶν θεωρητικῶν.

    Τῶν δὲ πρακτικῶν τὰ μέν εἰσιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ Νικομάχεια τά τε μικρὰ καὶ τὰ μεγάλα· τὰ μὲν γὰρ τῷ πατρὶ προσφωνεῖ Νικομάχῳ καὶ λέγοντι Νικομάχεια μεγάλα, τὰ δὲ τῷ υἱῷ ὁμωνύμῳ τῷ πατρὶ καὶ λέγονται Ι Νικομάχεια [*](255v) μικρά. πολιτικὰ δὲ ὡς τὸ Πολιτικὸν σύνταγμα, ἐν ᾧ διδάσκει πῶς δεῖ πολιτεύεσθαι. κἀν τῷ δευτέρῳ λόγῳ τοῦ Πολιτικοῦ ἀντιλέγει τῇ Πολιτείᾳ Πλάτωνος ἅτε ὁμοστοίχῳ οὔσῃ τῇ πολιτείᾳ· ἐν γὰρ ταῖς Πολιτείαις οὐ διδάσκει πῶς δεῖ πολιτεύεσθαι, ἀλλὰ πῶς οἱ πρὸ αὐτοῦ ἐπολιτεύσαντο ἄνθρωποι. ἀλλὰ μὴν καὶ οἰκονομικά εἰσιν αὐτῷ γεγραμμένα βιβλία, ὡς τὸ οἰκονομικὸν σύνταγμα καὶ Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός, ἐν ᾧ λέγει ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν εὖ ἔχοντα οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα καὶ ὡς εἴρηται ἡμῖν ἐν τοῖς τῆς Πορφυρίου Εἰσαγωγῆς προλεγομένοις. αὕτη καὶ ἡ τοῦ πρακτικοῦ διαίρεσις.

    To δὲ λογικὸν καὶ αὐτὸ εἰς τρία διαιρεῖται, εἰς τὰ πρὸ τῆς ἀποδείξεως ἤγουν μεθόδου καὶ εἰς αὐτὴν τὴν ἀπόδειξιν καὶ εἰς τὰ ὑποδυόμενα τὴν ἀπόδειξιν. καὶ τὰ μὲν πρὸ τῆς μεθόδου καὶ τῆς ἀποδείξεως εἰσιν αἵ τε Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά, τὰ δὲ αὐτὴν τὴν μέθοδον τῆς ἀποδείξεως διδάσκοντά εἰσι τὰ Δεύτερα ἀναλυτικά, τὰ oe ὑποδυόμενα αὐτὴν τὴν ἀπόδειξίν εἰσι τὰ τοπικά, αἱ ῾Ρητορικαὶ τέχναι, οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ τὸ Περὶ ποιητικῆς· πέντε γάρ εἰσιν εἴδη τῶν συλ- [*](2 ἰδείαν P 3 εἰ δὲ eras. Κ 6 ἀχμηp. H 9 ἡ post πηγῶν coll. HKP: corr. b 11 φυσιολογικῆς ex φυσιολογίας corr. 11 12 αὐτῷ b: αὐτοῦ HKP 13. 14 θεωριτικῶν Η: μαθηματικῶν Κ 16 εὐδήμεια Simple.: εὐδήμια HKPb νικομάχεια Simpl. El. in Porph. Is. (p. 33,1. 2) νικομάχια HKPb: (constanter) 17 νικομάχῳ] νικομαχίω KP 18 ὁμώνυμα H 19 καὶ πολιτικὰ δὲ Κ 21 τῇ πολ.] an xiu Πολιτικῷ? 24 Περὶ συμβιώσεως ἀνδρὸς καὶ γ.] Arist. fr. 182 (p. 138 Rose) 2.5 συγκεκροτεῖσθαι H 26 δοῦλος Η1 27 ἐξιόντας b ἐν τοῖς τῆς Πορφ. Εἰσαγ.] p. 33,3 29 δὲ om. b αὐτῶ P 33 δεύτερα h: δύο HKP 35 εἴδει H)

    117
    λογισμῶν, ἀποδεικτικὸς διαλεκτικὸς ῥητορικὸς σοφιστικὸς ποιητικός. καὶ εἰκότως, ἐπειδὴ καὶ αἱ προτάσεις ὅθεν λαμβάνονται πέντε εἰσίν· ἢ γὰρ πάντῃ ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ ποιοῦσι τὸν ἀποδεικτικόν. ἢ πάντῃ ψευδεῖς καὶ ποιοῦσι τὸν ποιητικὸν τὸν μυθώδη, ἢ πῇ μὲν ἀληθεῖς πῇ δὲ ψευδεῖς, καὶ τοῦτο τριχῶς· ἢ γὰρ μᾶλλον ἀληθεύει ἧττον δὲ ψεύδεται καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, ἡ πλέον ἔχει τὸ ψεῦδος τοῦ ἀληθοῦς καὶ ποιεῖ τὸν σοφιστικόν, ἢ ἐπίσης ἔχει τὸ ἀληθὲς τῷ ψεύδει καὶ ποιεῖ τὸν ῥητορικόν. ὅθεν καὶ στάσεις παρὰ μόνοις τοῖς ῥήτορσι διὰ τὸ ἐξισάζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἣν γὰρ ἐκτελεῖ χρείαν ἡ στάθμη τῷ τέκτονι διακρίνουσα τὰ εὐθέα ἀπὸ τῶν καμπύλων καὶ παρὰ τοῖς οἰκοδόμοις τὸ βαρύλλιον διακρῖνον τὰ ὀρθὰ ἀπὸ τῶν κεκλιμένων, οὓτω ἡ λογικὴ ὄργανον οὖσα τῆς φιλοσοφίας διακρίνει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα μὴ ψευδῆ δοξάσωμεν μηδὲ κακὰ διαπραξώμεθα. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.

    Ἐπειδὴ πολλὰ ὄντα τὰ Ἀριστοτελικὰ βιβλία ἔγνωμεν διὰ ἰῆς διαιρέσεως καὶ διὰ τοῦτο οὐκ ἴσμεν τί μὲν πρῶτον τί δὲ μετέπειτα τί δὲ ὑστάτιον μεταχειρισώμεθα, φέρε τρία τινὰ ζητήσωμεν, τίς ἡ ἀρχὴ τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. ταῦτα δὲ ζητοῦμεν οὐ μόνον διὰ τὸ πλῆθος αὐτῶν ἀλλὰ καὶ διὰ τὴν διαφωνίαν τῶν ἀρχαίων· οἱ μὲν γὰρ ἔλεγον ὅτι δεῖ ἀπὸ τῆς φυσικῆς ἄρξασθαι, οἱ δὲ ἀπὸ τῆς λογικῆς, ἄλλοι δὲ ἀπὸ τῆς ἠθικῆς, ἕτεροι δὲ ἀπὸ τῆς | μαθηματικῆς· Βοηθὸς [*](226r) γὰρ ὁ Σιδώνιος ἀπὸ τῆς φυσικῆς λέγει, Ἀνδρόνικος δὲ ὁ Ῥόδιος ὁ Περιπατητικὸς ὁ ἑνδέκατος διάδοχος τῆς Ἀριστοτέλους σχολῆς ἀπὸ τῆς λογικῆς ἔλεγε, τῶν δὲ Πλατωνικῶν οἷ μὲν ἀπὸ τῆς ἠθικῆς οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν. καὶ πάντες τὰς οἰκείας δόξας κατεσκεύαζον· οἱ γὰρ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι ἔλεγον ὅτι δεῖ πρότερον κοσμῆσαι τὰ ἠθικὰ προκαθάραντας τὴν ψυχὴν ἀπὸ τῶν μοχθηρῶν ἠθῶν, ἵνα καθαρὰ οὖσα καθαρᾷ προσομιλήσῃ τῇ φιλοσοφίᾳ· ῾ μὴ καθαρὸν γὰρ καθαρῶν ἐφάπτεσθαι οὐχὶ θεμιτόν᾿ κατὰ τὴν Πλάτωνος φωνήν, ὡς καὶ οἱ ἰατρικοί φασι ῾τὰ ῥῆ καθαρὰ τῶν σωμάτων ὁκόσα ἄν θρέψῃς, μᾶλλον ἂν βλάψοις ὕλην ὑποβάλλων τῇ κακοχυμίᾳ᾿, καὶ ὡς οὐκ ἔστιν ὄψει λημώσῃ ἢ φλεγμαινούσῃ ἀκριβολογήσασθαι τὰ ὁρατά, οὕτω καὶ ὁ τοῖς μοχθηροῖς δόγμασι προκατειλημμένος τὴν ψυχὴν ἐπιχειρῶν διδάσκειν μείζονας ἀρχὰς αὐτῇ ψευδοδοξίας [*](1 σοφιστικὸς in inrg. suppl. P: ante ῥητ. oolloc. Hb 3 καὶ—ψευδεῖς (4) om. Κ 5. 6 scribas ἀληθεύουσι ἧττον δὲ ψεύδονται καὶ ποιοῦσι, nisi malis ἡ πρότασις subaudire 6 auXoyw. P ψεῦδος] ψεύδεσθαι Κ 7 post σοφιστικόν add. λόγον del. P STTiaov Hb: ἐπίσις P 8 καὶ (post ὅθεν) om. Η στάσις IvP 13 ψευδῆ om. P 13. 14 ταῦτα—πρᾶξις] ἐν οἷς ἡ πρᾶξις Κ: om. b 15 ὄντα om. Κ 17 μεταχειρισώμεθα scripsi : μεταχειρισόμεθα libri τρία] τρίτην b 19 ἀφωνίαν P 26 ἠθικά] ἤθη b 27 προκαθαίροντας b ἳνα— οὕτως μὲν οὗτοι (118,9) om. b 28 καθαρῶν] καθαρὸν P 29 κατὰ Πλάτωνος φωνήν] Phaedo. p. Β oi icttp.] ἰατρικοὶ οἱατρικοὶ cf. Hippocr. Aphor. 2,10 (M. Gr. XXIII p. 713 ühn.) 30 βλεέψης H: βλάψης ὑποβάλων H: ἐπιβάλλων corr. ex ὑποβάλλων K 31 λημμώση K 32. 33 προκατειλημένος 33 auTfj αὐτῆ ἀρχᾶς K ψευδοξίας KP)

    118
    παρέχει, καὶ ἀπαίδευτος οὐχ ὁ μηδὲν εἰδὼς ἀλλ’ ὁ τὸν ἐν αὑτῷ παῖδα μὴ καταστείλας· ἔστι γὰρ παῖς ἐν ἡμῖν καὶ γέρουσιν οὖσι, τοῦτ’ ἔστιν ἡ ἄλογος ψυχή, ἣν δεῖ παιδεύειν· ὅθεν καὶ παιδεία εἴρηται ἡ ἀναγωγὴ ὡς τοῦ ὲν ἡμῖν παιδὸς οὖσα καταστολή, καὶ πεπαιδευμένος παρὰ Πλάτωνι οὐχ ὁ πολλὰ εἰδὼς καὶ ῥέων χρήσεις ἀλλ’ ὁ τὸν ἐν αὑτῷ παῖδα κατεσταλμένον ἔχων· διό φησιν αὐτὸς ὅτι ’ φιλόσοφον ἐγὼ καλῶ τὸν εὖ ζῶντα, κἂν μήτε γράμματα μήτε νεῖν ἐπίσταται᾿, τὰ περισπούδαστα τοῖς Ἀθηναίοις, γράμματα μὲν διὰ τὴν σοφίαν, νεῖν δὲ διὰ τὸ ναυμαχεῖν. οὕτως μὲν οὗτοι.

    Οἱ δὲ ἀπὸ τῆς φυσικῆς λέγοντες ἄρχεσθαι ἔλεγον ὅτι τὰ μαλακώτερά εἰσιν ὡς σύντροφα ἐκ παίδων ψηλαφώμενα ὑφ’ ἡμῶν, οἷον σάρκες φλέβες νεῦρα, καὶ ὅτι οἱ ἰατροὶ ἀρχόμενοι τῆς θεραπείας ἀπὸ τῶν μαλακωτέρων ἄρχονται φαρμάκων, ὅτι μάλιστα δοκεῖ Ἀριστοτέλης εὐδοκιμεῖν ἐν ταῖς φυσικαῖς αὐτοῦ πραγματείαις. οὕτως καὶ οὗτοι. οἱ δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῶν μαθηματικῶν ἄρχεσθαί φασιν ὅτι δεῖ ταῦτα πρῶτον ἀναγινώσκειν διὰ τὸ θάρρος τῶν ἀποδείξεων ταῦτα γὰρ κυρίως μανθάνομεν, τὰ δὲ εἰκάζομεν ἤπερ μανθάνομεν), καὶ ὅτι ἐν τούτοις διδασκόμεθα πῶς δεῖ μανθάνειν, ὅτι γραμμικαῖς ἀνάγκαις, οὐκ ἀξιοπιστίᾳ προσώπων ἀναπαυούμενοι, καὶ διὰ Πλάτωνα ἐπιγράψαντα πρὸ τοῦ μουσείου ῾ ἀγεωμέτρητος μηδεὶς εἰσίτω.’

    Οί δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι ἔφασκον ὅτι ὄργανον ἡ λογικὴ καὶ δεῖ πρῶτον εἰδέναι τὸ ὄργανον καὶ εἶθ’ οὕτως ποῦ δεῖ χρήσασθαι τῷ ὀργάνῳ· οὕτω γὰρ καὶ ἐπὶ βαναύσων τεχνῶν ἔχει· ὁ γὰρ φοιτήσας εἰς τέκτονα πρῶτον μανθάνει τὰ ὄργανα, οἷον τρύπανον τέρετρον, καὶ εἶθ’ οὕτως ἄρχεται αὐτῆς τῆς τεκτονικῆς. οὕτως μὲν οὖν καὶ οὗτοι. | φέρε δὲ ἡμεῖς εἴπωμεν τἀληθὲς πόθεν δεῖ ἄρχεσθαι. ἔδει τοίνυν ἄρχεσθαι [*](226 v) ἡμᾶς ἀπὸ τῆς ἠθικῆς διὰ τοὺς λέγοντας δεῖν ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι· τούτων γὰρ δριμύτερον οὐδὲν ἔχομεν. ἀλλ’ ἐπειδὴ διδασκόμεθα τὰ ἤθη οὐκ ἐκ συνηθείας καθάπερ τὰ πληγῇ νεμόμενα ζῷα, δεῖν ἄρχεσθαι ἀπὸ τῆς λογικῆς, μηδὲ οὕτως ἀμελήσαντας τῶν ἠθῶν ἀλλ’ ἁμωσγέπως αὖ κοσμήσαντας διὰ παραινέσεων ἐγγράφων ἢ ἀγράφων, οἷαί εἰσιν αἰ Ἰσοκράτους, ἵν’ ἕτοιμον εὕροι ὁ λόγος τὸ ὅ τι ἀκριβῶς ἐπαγιώθη ἐν αὐτῷ· ἰστέον γὰρ ὅτι τῆς φιλοσοφίας εἰς τὸ θεωρητικὸν καὶ τὸ πρακτικὸν διαιρουμένης καὶ τοῦ μὲν θεωρητικοῦ περὶ τὸ ἐν λόγοις ἀληθὲς καὶ ψεῦδος καταγινομένου τοῦ δὲ πρακτικοῦ περὶ τὸ ἐν πράξει ἀγαθὸν καὶ κακόν, παρῆλθεν ὁ συλλογισμὸς ὄργανον κοσκίνου δίκην οἷον ἐκλογῆς καὶ ἀπεκλογῆς, ἵν’ ἐν μὲν [*](3 παιδία P 6 φησιν αὐτὸς] Leg. p. 689 D ἔ πλέειν νεῖν P an ἐπιστητὰ ? 9 δεῖν b: om. HKP (cf. v. 26) 11 νευρᾶι b 12 καὶ ὅτι b; ὅτι—πραγματείαις cf. p. 114,21 14 τῶν om. Κ 16 τὰ δὲ—μανθάνομεν om. KP om anok ἄλλα x003E;? 17 γραμματικῶν P ἀξιοπιστεία H 17. 18 ἀναπαυόμενον b (recte, nisi malis ἀναπαυομένους) 18 ἀγεωμ.] cf. Zelleri Ph. Gr. IP p. 357 not. 3 21 xai δεῖ—δεῖ (p. 119,30) om. b 22 ἔχει] ἔφη Κ 23 πρῶτον] πρότερον H 24 οὖν cm. HP 25 δὲ] καὶ Η 27 ἐπεὶ HP 30 ἐγγράφων] ἐγγράφψν] HP εἰσιν] φησιν P 30. 31 αἱ Ἰσοκράτους] cf. Ammon. in Porph. Is. p. 15,21 32 otatp.] θεωρουμένης HP 35 ἀπεκλογῆς scripsi: ἀπολογῆς libri (cf. p. 119,1))

    119
    θεωρίᾳ ἐκλέξηται τὸ ἀληθὲς ἐν δὲ πράξει τὸ ἀγαθόν, ἀπεκλέξηται δὲ καὶ τὸ ψεῦδος καὶ τὸ κακόν, ἵνα μήτε ψευδῆ δοξάσωμεν μήτε κακὰ διαπραξώμεθα. καὶ εἰ ἦν ἐν τοῖς Πλάτωνος χρόνοις ἡ διαλεκτική, οὐκ ἄν ἐπέγραψεν ὁ Πλατῶν πρὸ τοῦ οἰκείου μουσείου ‘ἀγεωμέτρητος μηδεὶς εἰσίτω᾿, ὁπότε καὶ οὗτος ἐνεδείξατο τὴν δύναμιν αὐτῆς ἐν τῷ Σοφιστῇ λέγων ῾γύμναζε σαυτὸν διὰ τῆς καλουμένης παρὰ πολλοῖς ἀδολεσχίας, ἕως ἔτι νέος εἶ, ἐπεὶ διαφεύξεταί σε τάληθές ᾿, ἀδολεσχίαν καλέσας τὴν ἀποστασίαν τῶν πραγμάτων ἤγουν τὴν λογικήν· καὶ γὰρ Ἀριστοτέλης ἐν ἰῇ λογικὴ ἀντὶ τῶν πραγμάτων εἰσφέρει ταῦτα τὰ στοιχεῖα, ἄλφα βῆτα γάμμα, καὶ διὰ τούτων διδάσκει τὰς συμπλοκὰς τῶν συλλογισμῶν· διὸ συνεχῶς αὐτοῖς χρώμενος ἐν τῇ λογικῇ οἷον ἀδολεσχίαν τινὰ ποιεῖ ἑκάστοτε τὰ αὐτὰ λέγων. ταῦτα καὶ ἡμεῖς καὶ πόθεν δεῖ ἄρχεσθαι εἴπωμεν. ἐν οἷς ἡ πρᾶξις.

    Ἐπειδὴ ἔδειξεν ἡμῖν ὁ λόγος ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι προ- κοσμήσαντας τὰ ἤθη, ἵνα καθαροὶ ὄντες καθαρᾷ προσομιλήσωμεν τῇ φιλοφίᾳ, ἔτι δὲ τῆς φιλοσοφίας διαιρουμένης εἴς τε τὸ θεωρητικὸν καὶ πρακτικὸν ἡ λογικὴ οἷα κόσκινόν τι οὖσα, ὡς προείπομεν, ἐκλέγεται ἀπὸ μὲν τοῦ θεωρητικοῦ τὸ ἀληθὲς ἀπὸ δὲ τοῦ πρακτικοῦ τὸ ἀγαθόν, ἀπεκλέγεται δὲ καὶ τὸ ψεῦδος τοῦ θεωρητικοῦ καὶ τὸ κακὸν πάλιν τοῦ πρακτικοῦ, ἵνα μήτε ψευδῆ δοξάσωμεν μήτε κακὰ διαπραξώμεθα, ἔχοντες τὴν λογικὴν διακρίνουσαν, ἤγουν τὴν ἀπόδειξιν, ἥτις ἐστὶ τῷ ὄντι τὸ Ἐρμαϊκὸν μῶλυ, ᾗτινι ὁπλισάμενοι οὐ θέλγονται ὑπὸ τῶν Σειρήνων τῶν ἑτεροδόξων αἱρέσεων τῆς φιλοσοφίας, ὥσπερ ὁ Ὀδυσσεύς, τῶν ἑταίρων αὐτοῦ συωθέντων ὑπὸ τοῦ τῆς Κίρκης φαρμάκου, ὁ δὲ τῇ ἀποδείξει μὴ ὁπλισάμενος γίνεται ὗς Βοιωτία· συνήγαγεν οὖν ὁ λόγος ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι τὰ ἤθη πρότερον κοσμήσαντας.

    Καὶ ἐπειδὴ | συνεχῶς περὶ τῆς ἀρχῆς ἐζητοῦμεν, ἡ δὲ ἀρχὴ πάντως [*](227r) τέλους ἐστὶν ἀρχή, φέρε περὶ τοῦ τέλους ζητήσωμεν, ἐπειδὴ καὶ τέταρτον κεφάλαιον ἦν τῶν προτεθέντων ζητῆσαι τί τὸ τέλος, καὶ ὅτι γινώσκοντες τί τὸ τέλος προθυμότεροι γινόμεθα. οἱ δὲ μὴ γινώσκοντες τὸ τέλος τυφλοῖς ἐοίκασι βαδίζουσι καὶ φερομένοις οἷ μὴ δεῖ. τέλος τοίνυν τῆς Ἀριστοτελικῆς φιλοσοφίας τὸ γνῶναι ὅτι πάντων μία ἐστὶν ἀρχή· ἀποδεκτέον γὰρ μᾶλλον ἐπὶ θεοῦ τὸ εἰρημένον ἤπερ ἐπὶ βασιλέως, ὡς παρὰ τῷ ποιητῇ

  • οὐκ ἀγαθὸν πολυκοιρανίη.
  • [*](2. 3 διαπραξόμεθα H 3 διαλεκτική] corrigas λογική ἐπέγραφεν HP 4 6 ὁ H ἀγεωμέτριτος IIP 5 οὗτος] οὕτως P αὐτῆς om. Κ ἐν τῷ Σοφιστῇ] potius Parm. p. 135 D 6 κὰλ.] λεγομένης H πολλῆς P 7 ἀποστάσαν HP 9 γάμα Κ 13 14 προκοσμίσαντας Η 17 ἀπολέγεται KP (cf. V. 1) 18 pr. καὶ om. H 20 Ἐρμ. μῶλυ] cf. Horn. κ 305 21 ᾗτινι] Tivt P ὡπλισμένοι H: ὠπλισάμενοι (sic) P an θελγόμεθα ? 22 ὀδισεὺς P ἑτέρων P 23 ὡπλισμένος H: ὡπλισάμενος P ὗς Βοτωτία] cf. Pind. 01. VI 90 26 ζητοῦμεν παντὸς K 27 ἐστὶν om. K 27. 28 τέτ. κεφ. correxi: τέσσαρα κεφ. fdXata libri 30 τοίνυν om. b 31 φιλ.] σοφίας P ὅτι supra scr. Κ xe γὰρ b 32 τῷ ποιητῇ] Hom. Β 204)
    120
    ὅτι δὲ μία πάντων ἀρχὴ δείκνυσιν ὁ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ θεολογῶν οὕτως· ἡ ἀρχὴ ἢ μία ἢ πολλαί· καὶ εἰ μὲν μία, ἔχομεν τὸ ζητούμενον, εἰ δὲ πολλαί, ἢ τεταγμέναι ἡ ἄτακτοι. ἀλλ’ εἰ μὲν ἄτακτοι, ἀτακτότερα τὰ ἐξ αὐτῶν καὶ οὐκέτι κόσμος ὁ κόσμος ἀλλ’ ἀκοσμία, καὶ ἔσται τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν μὴ ὄντος. εἰ δὲ τεταγμέναι, ἢ ὑφ’ ἑαυτῶν ἐτάχθησαν ἢ ἔξωθεν ὑπό τινος αἰτίας· ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτῶν, ἔχουσί τι κοινὸν τὸ συνάπτον αὐτὰς κἀκεῖνο ἡ ἀρχή, εἰ δὲ ὑπ’ ἔξωθέν τινος αἰτίας, πάλιν ἢ μιᾶς ἢ πλειόνων. καὶ εἰ μὲν μιᾶς, ἐντεῦθεν μία ἐστὶν ἡ ἀρχή, εἰ δὲ πλειόνων, ἢ τεταγμένων ἡ ἀτάκτων. οὐ παύσομαι τὰ αὐτὰ πολλάκις ἀνακυκλῶν καὶ ἐπ’ ἀπείρῳ, τοῦ ἀπείρου δὲ μὴ ὄντος, μία ἄρα τοῦ παντὸς ἡ ἀρχή. ἣ καὶ ἄλλως· ὅτι ἡ ἀρχὴ ἢ μία ἢ πολλαί. καὶ εἰ μὲν πολλαί, ἡ τὰ αὐτὰ παράγουσιν ἢ ἕτερα. καὶ εἰ μὲν τὰ αὐτά, περίεργος ἡ μία τῆς ἄλλης πάντα παραγούσης καὶ περιττὴ ἡ μία, εἰ δὲ ἕτερα, ἀτελὴς ἑκατέρα· λείπει γὰρ τῇδε τὰ παραγόμενα ὑπὸ τῆσδε. οὐδὲν δὲ τὸ θεῖον ἀτελὲς οὐδέποτε· μία ἄρα τοῦ παντὸς ἀρχή. καὶ ταύτην βούλεται ποιητικὴν εἶναι οὐρανίων καὶ τῶν ὑπὸ τὴν σελήνην· εἰ γὰρ καὶ ἅμα θεὸς ἅμα κόσμος, ἀλλ’ οὖν κατ’ αἰτίαν προυπάρχει ὁ θεὸς τοῦ κόσμου, καὶ οὐκ ἐκ τοῦ αὐτομάτου ὁ κόσμος ἀλλὰ τὸν θεὸν ἔχει αἴτιον, ὥσπερ καὶ ὁ ἥλιος τοῦ οἰκείου φωτὸς προυπάρχει κατ’ αἰτίαν. εἰ δέ τις ἐρεῖ ὅτι πολλαὶ ἀρχαὶ κατὰ Ἀριστοτέλην ὅσα γὰρ τὰ κύκλῳ κινούμενα, τοσαῦτα καὶ ἀκίνητα· λέγει γὰρ ταῖς ἑπτὰ σφαίραις ἑπτὰ νοῦς ἐφεστάναι καὶ κινεῖν, αὐτοὺς δὲ ἀκινήτους εἶναι), ἀλλὰ καὶ οὕτως μία ἀρχή· ἐξηρτημένοι γάρ εἰσι πάντες οἱ ὑποβεβηκότες νόες τοῦ ἑνὸς τοῦ κινοῦντος τὴν ἀπλανῆ. εἰ δὲ ἐρεῖς ῾καὶ διὰ τί τὸν νοῦν λέγει τὴν πρωτίστην ἀρχὴν καὶ μὴ τὸ ἀγαθόν, ὡς ὁ Πλάτων΄;᾿, ἐπίστασο ὅτι καὶ μετὰ τὰ φυσιολογικὰ θεολογῶν εὐθὺς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ εὐλόγως τὸν νοῦν φυσικωτέραν ἀρχὴν εἶπεν, ἐπεὶ οἶδε καὶ αὐτὸς τὸ ἀγαθὸν τὴν μίαν τοῦ ὄντος ἀρχήν, ὡς δηλοῖ τὸ προοίμιον τῆς Ἠθικῆς αὐτοῦ πραγματείας ἔχον οὕτως ῾πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ἔτι δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ | τινος ἐφίεσθαι [*](227v) δοκεῖ.’ διὸ καὶ καλῶς ἀπεφήναντο τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. ἰστέον δὲ ὅτι ἀεὶ θεολογῶν ὁ Ἀριστοτέλης φυσιολογεῖ εἰ γὰρ καὶ περὶ κινούμενα [*](1 ὅτι δὲ—σελήνην (16) om. b ἐν τῇ Μετὰ τὰ φυσικά] cf. Λ 10 p. 1075a 11 sq. ; ex Elia fluxit Schol. iu Prov. Salomonis (Arist. frg. 17 Rose) 2. 3 καὶ ἡ (sic) μὲν μία — ἡ (sic) δὲ πολλαὶ in mrg. suppl. P 4 ὁ κόσμος om. Κ 5 παρὰ] superscr. κατὰ P ἐκ τοῦ Κ τοῦ κατὰ φύσιν om. P ὄντα II ἢ ὑφ’] xai ὑφ’ P 6 post ἔξωθεν add. καὶ οὐκέτι κόσμος ὁ κόσμος ἀλλ’ ἀκοσμία καὶ ἔσται τὸ παρὰ φύσιν τοῦ . . . ἔξωθεν Κ 8 πάλιν om. KP καὶ εἰ—πλειόνων (9) om. K ἡ μὲν . . . ἡ δὲ P 10 ἐπαπαπείρω P 11 ἄλως H ἡ (post ὅτι) om. P 13 καὶ περιττὴ ἡ μία fort, eicias εἰ] ἡ Η 14 ἀτελεῖς ’ 15 ἡ ἀρχή Iv 16 οὐρανίων scripsi : οὐρανῶν libri τὴν om. Κ 17 ὁ om. KP 18 ὥσπερ —μία ἀρχή (22) om. b 21 λέγει] cf. Metaph. Λ 8 p. 1073a 14 sq. 22 xai ἐξηρτ. εἰσὶ b 24 αὑτὸ τὸ ἂγ. b 25 φυσιολογ.] φυσικὰ Κ 26 πράγματα K φυσικοτέραν H 27. 28 τὸ πp. τῆς Ηθικῆς] Eth. Mc. Α 1 p. 1094a 1 28 ἔχων P 30 ἀπεφήνατο b 31 δὲ ora. P ὁ om. ΗP)
    121
    ἡ φυσιολογία περὶ δὲ ἀκίνητα ἡ θεολογία, ἀλλ’ οὖν τὰ ἀκίνητα, φημί, τῶν διὰ κινήσεως εἰσιν αἴτια), ὥσπερ ἀνάπαλιν ὁ Πλατῶν ἀεὶ φυσιολογῶν θεολογεῖ, πανταχοῦ παρεγκυκλῶν τὸ δόγμα τῶν ἰδεῶν. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον.

    Πέμπτον δὲ κεφάλαιον ἦν, ἐν ᾧ ἐζητοῦμεν τίνες αἱ μεταξὺ ὁδοί. δεῖ δὲ εἰδέναι ὅτι πέντε εἰσὶ βαθμοὶ τῆς φιλοσοφίας, λογικὴ ἠθικὴ φυσικὴ μαθηματικὴ θεολογία. ἄκρα μὲν ἐν τούτοις δύο, λογικὴ καὶ θεολογία, μέσα δὲ τὰ λοιπά. καὶ τούτων τὰ μὲν περιρραντηρίοις καὶ θειώσεσιν ἔοικε, τὰ δὲ προτελείοις καὶ αὐταῖς ταῖς μυήσεσι· περιρραντηρίοις μὲν γὰρ καὶ θειώσεσιν ἔοικεν ἡ ἠθικὴ ἀποκαθαίρουσα τὴν ψυχὴν τῶν μοχθηρῶν δογμάτων, ἵνα τεταγμένη οὖσα καθαρὰ ᾖ καὶ καθαρᾷ προσομιλήσῃ τῇ φιλοσοφίᾳ (ἡ γὰρ τάξις πρὸς τῷ ἑνί, ἡ δὲ ἀταξία πρὸς ἰῷ πλήθει), προτελείοις δὲ ἔοικεν ἡ φυσική· εἰ γὰρ καὶ ἀκίνητα ζητοῦμεν ἐν τῇ θεολογίᾳ κινούμενα δὲ ἐν τῇ φυσιολογίᾳ, ἀλλ’ οὖν κινήσεως αἴτια τὰ θεῖα καὶ ἐκ τῶν κινουμένων εἰς ἔννοιαν ἐρχόμεθα τῶν νοητῶν· τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν. αὐτοῖς δὲ τοῖς τελείοις ἔοικεν ἡ μαθηματικὴ ὥσπερ κλῖμάξ τις καὶ γέφυρα διαβιβάζουσα ἡμᾶς ἀπὸ τῶν πάντῃ ἐνύλων ἐπὶ τὰ πάντῃ ἄυλα. τοῦτο δὲ πάντως ὅλον τέμενος ἡ Ἀριστοτέλους φιλοσοφία, ἡ δὲ λογικὴ τριγχοῦ δίκην φρουρεῖ τὰ ἐν αὐτῇ θεωρήματα.

    Ἐν τῇ παρούσῃ πράξει ζητήσωμεν τὸ ἕκτον καὶ ἕβδομον κεφάλαιον· ἥκομεν γὰρ ὑμᾶς τε καὶ ἡμᾶς ἐξετάσοντες. ζητείσθω δὲ ἐν τῷ ἕκτῳ κεφαλαίῳ ὁποῖον δεῖ εἶναι τὸν ἀκροατὴν τῷ τε βίῳ καὶ τῇ γνώσει, ἐν δὲ τῷ ἑβδόμῳ ὁποῖον δεῖ καὶ τὸν ἐξηγητήν. ἔστω τοίνυν ὁ μὲν ἀκροατὴς κατὰ ζωὴν τεταγμένος καὶ μικρὸς κόσμος, ἵνα διὰ μὲν τῆς ἐν αὐτῷ τάξεως τὴν μίαν τοῦ παντὸς ἀρχὴν γνῷ ἡ γὰρ τάξις πρὸς τῷ ἑνὶ ἡ δὲ ἀταξία πρὸς τῷ πλήθει), διὰ δὲ τοῦ ἐν αὐτῷ μικροῦ κόσμου τὸν ὅλον κόσμον ἐπιγνῷ. ἔσται δὲ μικρὸς κόσμος, εἰ ὥσπερ ἐν τῷ κόσμῳ τὰ κρείττονα τῶν χειρόνων ἄρχει· αἰσχρὸν γὰρ ἀνδρί τινι ἢ μορίῳ κρατεῖσθαι ὑπὸ τοῦ χείρονος, ὥς φησιν ὁ Πλατῶν, διὸ κρατείτω μὲν ὁ λόγος τοῦ θυμοῦ ὁ θυμὸς δὲ τῆς ἐπιθυμίας· κοσμεῖ γὰρ τὸν μὲν λόγον φρόνησις τὸν ἀνδρεία τὴν δὲ ἐπιθυμίαν ἡ σωφροσύνη· τούτου γε εὖ ἔχοντος καὶ ἰδιοπραγοῦντος ἐπιφαίνεται ἡ δικαιοσύνη, οὐκ ἐν τῷδε τῷ μορίῳ οὖσα τῆς ψυχῆς ἢ τῷδε ἀλλ’ οἷον ἁρμονία τις οὖσα τούτων καὶ τὸ ἐπιγινόμενον εἶδος. τοιοῦτος μὲν ἔστω κατὰ ζωήν. κατὰ δὲ γνῶσιν ἔστω ἀκριβὴς μὴ ἐπαναπερὶ [*](1 δὲ] καὶ b 3 ἐν οἷς—κεφάλαιον (4) om. b 5 δὲ om. Hb καὶ ’vE? b 8. 9 περιραντ. H 9 προτελείαις b γὰρ om. KP 10 ἀποκαθέρουσα P 11. 12 ἡ γὰρ τάξις — πλήθει eicias (cf. v. 25) 12 τελείοις Κ: ’a b 15 νοητῶν ex νοημάτων corr. P 19 τριγχοῦ] τοίχου b (cf. Plat. Reip. VII, 14 p. 534 E) τὰ — θεωρήματα om. b 21 ἥκομεν — ἐξηγητήν (23) om. b ἐξετάσωντες Η1 23 ἐστὶ τοίνυν P μὲν om. KP 24 τὴν CtoTjv b 25 ἡ γὰρ—φιλόσοφος (p. 122,32) om. b 26 δὲ supra scr. Η 28 μωρίω HP 29 φησιν πλατῶν H (spectat Reipubl. IV, 16 p. 441 C sq.) 30 pr. δὲ cm. KP τῆς om. H alt. oe τοιοῦτον 31 oe om. HP aotcpoo. P 32 TooE P 34 τοιοῦτος scripsi: τοιοῦτον libri)

    122
    παυόμενος | τῇ ἀξιοπιστίᾳ τῶν προσώπων· ὁ γὰρ τοιοῦτος μὴ πιστεύων [*](228r) ὡς ἔτυχε τοῖς παλαιοῖς ἄλλῳ τρόπῳ πιστεύει· πιστεύει γὰρ Σωκράτει λέγοντι ῾καὶ Σωκράτους μὲν ὀλίγον φροντιστέον τῆς ἀληθείας δὲ πολύ᾿ καὶ Ἀριστοτέλει λέγοντι ἐν τῇ Ἠθικῇ ῾φίλος μὲν ὁ ἀνήρ, φίλη δὲ καὶ ἡ ἀλήθεια· ἀμφοῖν δὲ φίλοιν ὄντοιν αἱρετέον μᾶλλον τὸ ἀληθές᾿. καὶ δι’ ἄλλην δὲ αἰτίαν ἔστω ἀκριβής, ἐπειδὴ ἐκ τοῦ αὐτοῦ πάθους γίνεται μισολογία καὶ μισανθρωπία, ὥς φησιν ὁ Πλατῶν ἐν τῷ Φαίδωνι, ἐκ τοῦ ῥᾳδίως πιστεύειν ἢ ἤθεσιν ἢ λόγοις· καὶ οἱ εἰσοικισάμενοι γάρ τινας ὡς χρηστὰ ἤθη ἔχοντας ἐπ’ αὐτοφώρῳ καταλαβόντες ὅτι φαῦλοί εἰσι τοῦ λοιποῦ μισάνθρωποι γεγόνασι, καὶ οἱ πιστεύσαντες λόγοις τισὶν ὡς ἀρραγέσι τελευταῖον δὲ ὁρῶντες αὐτοὺς ὑπὸ τῶν διαλεκτικῶν ταραττομένους τοῦ λοιποῦ μισόλογοι ἐγένοντο. ἵνα οὗν μήτε μισόλογοι γενώμεθα μήτε μισάνθρωποι, δέον ἡμᾶς τοὺς ἀκροατὰς ἀκριβεῖς εἶναι καὶ μὴ ἀνέχεσθαι τῶν ἀποτάδην λόγων, ἀλλ’ ἐκδιδόναι ἑαυτοὺς τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν λόγοις διὰ Σωκράτην λέγοντα πάλιν ὅτι ἱεῖ μὴ σὺ σεαυτοῦ λέγοντος ἀκούσῃς, ἄλλῳ λέγοντι μὴ πιστεύσῃς᾿, τοῦτ’ ἔστιν εἰ μὴ σὺ ὁ δεδωκὼς τὰς προτάσεις καὶ ἐξ ἀνάγκης τὸ συμπέρασμα δεδωκώς, ἄλλῳ μὴ πιστεύσῃς· ὅ γε τὸ σπέρμα δεδωκὼς τοῦ φῦναι τὸ κακὸν αἴτιός ἐστι. ἔστι δὲ εἰπεῖν πρὸς τοὺς ἔξωθεν ἐπιχειροῦντας λέγειν τὸ συμπέρασμα ἄλλου δεδωκότος τὰς προτάσεις ῾πῶς ἄν σύ μοι λέξειας ἅ με χρὴ λέγειν;’, καὶ πρὸς τὸν δεδωκότα τὰς προτάσεις ἀγανακτοῦντα δὲ ἐπὶ τῷ συμπεράσματι ὅτι ῾ σοῦ ταῦτα, οὐκ ἐμοῦ κλύεις᾿. δεῖ αὐτὸν μὴ εἶναι δύσεριν καὶ φιλόνεικον· ῾ὁ γὰρ τοῖς ἐναργέσι μαχόμενος᾿, φησὶν ὁ Ἀριστοτέλης, ῾αἰσθήσεως ἢ κολάσεως δεῖται· εἰ γὰρ εἰδὼς ἀντέλεγε τῇ ἀληθείᾳ, κολάσεως, εἰ δὲ ἀγνοῶν, αἰσθήσεως᾿. τοιοῦτος μὲν ὁ ἀκροατής.

    Ὁ δὲ ἐξηγητὴς ἔστω ἅμα ἐξηγητὴς καὶ ἐπιστήμων. ἔστι δὲ ἐξηγητοῦ μὲν ἔργον ἡ ἀνάπτυξις τῶν ἀσαφῶν ἐν τῇ λέξει, ἐπιστήμονος δὲ ἡ κρίσις τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, ἤτοι ἀνεμίων καὶ γονίμων. δεῖ αὐτὸν μὴ συμμεταβάλλεσθαι οἷς ἂν ἐξηγῆται δίκην τῶν ἐν σκηνῇ ὄντων καὶ διάφορα πρόσωπα ὑποδυομένων διὰ τὸ μιμεῖσθαι διάφορα ἤθη, καὶ Ἀριστοτελικόν μὲν γίνεσθαι τὰ τοῦ Ἀριστοτέλους ἐξηγούμενον καὶ λέγειν ὅτι οὐκ ἐγένετο φιλόσοφος τοιοῦτος, Πλατωνικὰ δὲ ἐξηγούμενον Πλατωνικὸν γίνεσθαι καὶ λέγειν ὅτι οὐκ ἐγένετο κατὰ Πλάτωνα φιλόσοφος. δεῖ αὐτὸν μὴ ἐκ παντὸς τρόπου βιάζεσθαι καὶ λέγειν ὅτι πάντως ἀληθεύει ὁ ἀρχαῖος ὃν ἐξηγεῖται, ἀλλὰ πανταχοῦ ἐπιλέγειν ῾φίλος ὁ ἀνήρ, φίλη δὲ καὶ ἡ ἀλήθεια, ἀμφοῖν [*](2. 3 Σωκράτει λέγοντι] Pliaedo. p. 91 C (De vita Arist. p. 432,11 Rose) 3 σωκρακράτους P ὀλίγα Κ 4 ἐν τῇ Ἠθικῇ] Eth. Nic. Α 4 p. 1096a16 7 ἑ τῷ Φαίδωνι] p. 89 C 8 γάρ scripsi: δέ libri 9 αὐτωφώρω Η 11 ταραττ. scripsi: πραττ. libri 12 an ὑμᾶς? 13 ἀνέχ.] δέχεσθαι KP τὸν ἀποτ. λόγον Κ ἀποστάδην H 14 διὰ Σωκp. λέγοντα] Ale. I p. 114 E 15 ἀκούσεις K ἄλλως P IG καὶ] ἢ KP 17 ὅ γε] ἡ γε P ; an ὁ γὰο̣ 18 δὲ] an γὰρ? 21 κλύει K: κλύειν P δεῖ] δι’ P 22 φιλόνικον P φησὶν ὁ Αp.] Top. Α 11 p. 105a4sq. ὁ oin. HP 23 εἰδὸς H ἀγγνοῶν Η 28 συμμεταλαμβάνεσθαι P 30 toO cm. HP 33 αὐτὸν] τὸν ἐξηγητὴν b 34 φίλος . . . ] cf. v. 4 φίλη — προκειμένοιν (123,1) oin. b)

    123
    δὲ φίλοιν προκειμένοιν φιλαιτέρα ἡ ἀλήθεια᾿. δεῖ αὐτὸν μὴ συμπάσχειν αἱρέσει τινί, ὃ πέπονθεν Ἰάμβλιχος· οὗτος γὰρ προσπάσχων τῷ Πλάτωνι [*](228v) συνδίδωσι τῷ Ἀριστοτέλει ὅτι οὐκ ἀντιλέγει τῷ Πλάτωνι διὰ τὰς ἰδέας. δεῖ αὐτὸν μὴ ἀντιπάσχειν αἱρέσει, ὥσπερ Ἀλέξανδρος· οὗτος γὰρ ἀντιπάσχων τῇ ἀθανασίᾳ τῆς ψυχῆς τῆς λογικῆς τὰς εἰρημένας ῥήσεις ἐν τῷ ἀθάνατος ἡ ψυχὴ πειρᾶται πάσαν στροφὴν περιστρέφειν. δεῖ αὐτὸν πάντα εἰδέναι τὰ Ἀριστοτέλους, ἵνα σύμφωνον δείξας τὸν Ἀριστοτέλην ἑαυτῷ τὰ Ἀριστοτέλους διὰ τῶν Ἀριστοτέλους ἐξηγήσηται. δεῖ αὐτὸν πάντα εἰδέναι τὰ Πλάτωνος, ἵνα σύμφωνον ἑαυτῷ τὸν Πλάτωνα ἀποδείξῃ τὰ Ἀριστοτέλους τῶν Πλάτωνος εἰσαγωγὴν ποιούμενος. ἐν οἷς ἡ πρᾶξις.

    Ὄγδοον κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι τί τὸ εἶδος τῆς Ἀριστοτέλους ἀπαγγελίας. οὐχ ἓν τοίνυν τοῦτο, ἀλλὰ διάφορον, εἰ μηδ’ ἄν εἴποι τις ἄλλῳ τρόπῳ ἓν τῷ πανταχοῦ πρόσφορον εἶναι αὐτὸ τοῖς ὑποκειμένοις πράγμασιν· ὡς γὰρ πρόσφορον δοκεῖ ἓν εἶναι· παντοίων γὰρ πραγμάτων ἁψάμενος ὁ Ἀριστοτέλης παναρμόνιον εἶδος λόγων ἐπετήδευσε, συμμεταμορφῶν ἀεὶ τοὺς λόγους τοῖς πράγμασι. διὸ ἐν μὲν τοῖς μερικοῖς, φημὶ δὲ ταῖς ἐπιστολαῖς, ἐστὶ σύντομος, κοινὸς ἅμα καὶ ἴδιος, κοινὸς μέν, ἐπειδὴ οὐδὲν διαφέρει ἐπιστολιμαῖος χαρακτὴρ τῆς κοινῆς διαλέκτου ἢ τῷ ἔγγραφον εἶναι καὶ πρὸς ἀπόντας, ἴδιος δέ, ἵνα μὴ εἰς ἰδιωτισμὸν ἐμπέσωμεν. διὸ καὶ ὁ Ἑρμογένης ἐν τῇ Ἑητορικῇ τέχνῃ φησὶ ‘τὰ κοινὰ καινῶς καὶ τὰ καινὰ κοινῶς᾿. τὰ γὰρ κοινότερα ἐνθυμήματα δεῖ ξενοπρεπέσι λέξεσι φράζειν, ἵνα μὴ καταφρονῶνται διὰ τὸ χαμαίζηλον τῆς λέξεως, τὰ δὲ καινὰ πάλιν καὶ ξενοπρεπέστερα τῶν ἐνθυμημάτων δεῖ κοινοτέραις λέξεσι φράζειν, ἵνα βαθέα ὄντα νοῆται. ἀλλὰ καὶ δριμύς ἐστιν· ὅτι γὰρ δριμύς, δηλοῖ αὐτοῦ μία ἐπιστολή· μετὰ γὰρ θάνατον Σωκράτους ὑπεξελθὼν Ἀθηνῶν καὶ διατρίβων ἐν Χαλκίδι ἀνεκαλεῖτο ὑπὸ Ἀθηναίων ἐπανελθεῖν, καὶ μὴ πεισθεὶς ἀντέγραψεν οὓτως οὐ μὴ ἐάσω Ἀθηναίους δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν, παρ’ οἷς

  • ὄχνη ἐπ’ ὄχνῃ γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ᾿.
  • διὰ δὲ τοῦ ῾σῦκον δ’ ἐπὶ σύκῳ᾿ ᾐνίξατο τοὺς συκοφάντας πολλοὺς ὄντας Ἀθήνησι καὶ ἀεὶ δεχομένους αὑτοὺς καὶ μηδέποτε λήγοντας.

    [*](1 φιλαιτέρα] φιλέτερος HP: φιλτέρα δὲ b Ἰάμβλ.] cf. Zelleri Ph. Gr. V3 p. 685 6 ·τῆς περὶ]: τῷ περὶ b (cf. 114,33 sq.) ἔστιν] εἰ Η: ora. P 7 πᾶσαν στροφὴν Ttepiaxp. b: πᾶσαν τροφὴν περιτρέφειν HP: πάση σπουδὴ περιτρέπειν Κ δεῖ αὐτὸν—ἓν elvat (15) om. b 11 πλάτωνα P 12 alt. τὸ om. Κ 13 τοῦτο τοίνυν coll. P 14 εἴπῃ P αὐτὸ scripsi : αὐτῶ libri 15 post πράγμασιν add. ὡς γὰρ πρόσφορον εἶναι auTu) τοῖς ὑποκειμένοις πράγμασιν del. H ἓν om. Κ γὰρ ora. b 16 ὁ om. Κ 19 Tiu sciipsi: τὸ libri 20 καὶ om. Κ ἀπόντας ex Olympiodoro correxi: ἅπαντας libri ἰδιωτισμοὺς b 21 ὁ Ἑρμογένης] haec adnoiuinatio in Hermog. arte rbet. non invenitur, sed caput Πῶς τὰ κοινὰ διανοήματα ἰδιώσομεν ΙΙ p. 449Sp.); similiter dicilur Rhet. Gr. I p. 328 Sp. Ta μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς, cf. Plat. Phaedr. p. 267 B Isocr. Paneg. p. 420 τέχνη καινὰ κοινὰ] καινὰ P 22 Ta — νοῆται (25) om. b 23 χαμέζηλον P 25 ὅτι P γὰρ δρισμύς . . ] Ἀλεξάνδρου frg. 667 (p. 419 Rose) post. alt. δριμύς add. ἐστι b 26 Σωκp.] corrigas Ἀλεξανδρου 27 ἐκαλεῖτο E 28 ἐάσω vit. Arist. p. 440,12 (Rose): πείσω HRPb δισαματεῖν HP 29 ὄγχη . . ] Horn, ἡ 120. 121)
    124

    Ἐv δὲ τοῖς μεταξύ, φημὶ δὲ ταῖς διτταῖς ἱστορίαις, ἀκριβὴς καὶ διηρθρωμένος, ὅπερ μάλιστα ἁρμόζει τῇ ἱστορίᾳ· οὐ γὰρ ἔστιν ὡς ἐπὶ τῶν ἄλλων ἔξωθεν ἐπιχειρῆσαι, οὕτω καὶ ἐπὶ τῆς ἱστορίας. ἐν δὲ τοῖς καθόλου ἐν μὲν τοῖς διαλογικοῖς, τοῖς καὶ ἐξωτερικοῖς, σαφὴς ὡς πρὸς τοὺς ἔξω φιλοσοφίας διαλεγόμενος, ὡς δὲ ἐν διαλεκτικοῖς ποικίλος ταῖς μιμήσεσιν, Ἀφροδίτης ὄνομα] γέμων καὶ χαρίτων ἀνάμεστος. ἐν δὲ τοῖς καθόλου τοῖς αὐτοπροσώποις,] τοῖς καὶ ἀκροαματικοῖς, κατὰ μὲν τὴν λέξιν ἀσαφής· γίνεται δὲ ἡ ἀσάφεια διὰ [*](229r) τοὐ ὀνοματοποιεῖν, ὡς ὅταν λέγῃ κατηγορίας οὐ τὰς ἐπὶ ἐγκλήμασι δίκας, ὡς ἔθος, ἀλλὰ τὰ γενικώτατα, ὡς ἔθος ἔχει ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι, καὶ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν, ὡς ἡνίκα λέγει * *, ἢ πάλιν τόπον, ὡς ἡνίκα λέγει οὐ τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχεται τὸ περιεχόμενον, ὡς ὡρίσατο ἐν τοῖς Φυσικοῖς, ἀλλὰ τὸ ἐπιχείρημα τὸ πολλῶν ἐπιχειρημάτων περιεκτικόν, καὶ ἑρμηνείαν, ὡς ἡνίκα λέγει τὴν ἀκαλλώπιστον λέξιν ἐν τῷ Περὶ ἑρμηνείας. ἀλλὰ καὶ ἄλλως ἀσαφής ἐστιν· ἀπορῶν γὰρ οὐκ εὐθὺς τὴν λύσιν τίθησι παράλληλον, ἀλλ’ ἐπισυνάπτει δευτέραν καὶ τρίτην ἀπορίαν καὶ οὕτω διὰ τῆς λύσεως τῆς τρίτης ἀπορίας λύει τὴν πρώτην ἀπορίαν. ἐν δὲ τῇ διανοίᾳ οὐκ ἐξίσταται τοῦ φαινομένου· διὸ δυσωπεῖ ἀεὶ καὶ καταναγκάζει τοὺς ἀκροατὰς ἐκ τῆς ἐναργείας τῶν φαινομένων. καὶ τὰ δειχθέντα αὐτῷ διὰ τοῦ λόγου ἐπισφραγίζει διὰ τῆς τῶν παλαιῶν μαρτυρίας, ὅτι οὕτω δοκεῖ καὶ Ἡρακλείτῳ καὶ Ἐμπεδοκλεῖ. καὶ τὰ ὑπὲρ φύσιν ζητῶν πιστοῦται αὐτὰ ἐκ τῶν κατὰ φύσιν· διὸ ἀεὶ ὁ Ἀριστοτέλης θεολογῶν φυσιολογεῖ, ὥσπερ ἀνάπαλιν ὁ Πλατῶν ἀεὶ φυσιολογῶν θεολογεῖ, παντελῶς παρεγκυκλῶν τὸ δόγμα τῶν ἰδεῶν. ἐν οἷς καὶ ἡ παρσῦσα θεωρία.

    Ἔναιον κεφάλαιον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν ὁ Ἀριστοτέλης· οὐ γὰρ φύσει ἦν ἀσαφὴς καί τι δι’ ἀσθένειαν ἀπαγγελτικὴν τοῦτο ἐποίει πολλαχοῦ γὰρ σαφῶς ἀπαγγέλλει, οἷον ἐν τοῖς μερικοῖς πᾶσι καὶ ἐν τοῖς μεταξύ, καὶ τῶν καθόλου ἐν τοῖς διαλογικοῖς πᾶσι καὶ τῶν αὐτοπροσώπων ἔν τισιν, οἷον ἐν τοῖς Μετεώροις καὶ τοῖς τόποις καὶ τοῖς Σοφιστικοῖς ἐλέγχοις), ἀλλὰ φύσει ὢν σαφὴς ἐπετήδευσε τὴν ἀσάφειαν. ἐπιτηδεύει δὲ αὐτὴν διὰ τρεῖς αἰτίας· ἢ γὰρ κρύψεως χάριν ἡ δοκιμασίας ἢ γυμνασίας· ὅπερ γὰρ τοῖς ποιηταῖς [*](1 τοῖς scripsi : ταῖς libri (cf. p. 123,17) διτταῖς] cf. p. 113.31 ἀκριβὴς om. P 3 καὶ om. HPb (cf. v. 16) 5. 6 ἀφp. ὄνομα γέμων HKP: Ἀφp. ὄνομα τέμνων b: ὄνομα, quod primitus supra ἀφροδ. additum fuisse videtur, inclusi: Ἀφp. ἐννόμου γέμων coni. Bernays (Dial. d. Arist. p. 137): Ἀφροδίτας ἄλοκα τέμνων scrips. Bergk (PL4 III p. 718): Ἀφροδίτης θ’ ἄμα γέμων coni. Kaibel (Stil der IloX. Ἀθ. des Arist. p. 116 not.) 7 γίνεται—ἀορίαν (17) eicias (cf. v. 25) 8 λέγει Η κατηγορίαν Κ ἐπ᾿ ἐγκλήματι b 9 ἔχοντα b 9. 10 ὑποκείσθω Κ 10, 11 λέγῃ (utrobique) b 10 post λέγει lacunam statuit Brand., excidisse videntur verba Aristotellca (Cat. p. 7 a 5) ἐν δὲ καὶ ὀνοματοποιεῖν κ. τ. λ. ἡ πάλιν—λέγει (11) om. Κ (supra lineam τόπον m.2 suppl.) 11 τόπους b οὐ τὸ] οὔτι Κ 12 ὡρίσατο ἐν τοῖς Φυσικοῖς] Δ 4 p. 212a5 sq. τό πολλ. b: τῶν πολλ. HKP 13 λέγῃ b 14 ἐρμηνίας H 18 ἐνεργείας HP 23 ἐν—ἐλ. (30) om. b 25 ἔννατον KP 26 φύσι H καί τι—ἐποίει (27) om. Κ (fort, recte) καί τι] καίτοι P 28. 29 διαλογ.] λογικοῖς KP 31 ἐπιτηδεύει] ἐπετήδευσε b)

    125
    οἱ μῦθοι καὶ τοῖς ἱερεῦσι τὰ παραπετάσματα, τοῦτο τῷ Ἀριστοτέλει ἡ ἀσάφεια μονονουχὶ ἐπάγοντι τὸ Ὀρφικὸν ἐκεῖνο
  • ἀείδω ξυνετοῖσι, θύρας δ’ ἐπίθεσθε βεβήλοις.
  • καὶ τὸ ὅμοιον τούτῳ
  • κακοφραδέων δὲ βεβήλων
  • οὔατα λαχνήεντα περισκεπέτωσαν ἀράχναι,
  • καὶ τὸ Καλλιμάχειον ἐκεῖνο
  • τὸν κάλαθον κατιόντα χαμαὶ δέρκεσθε γυναῖκες,
  • μηδ’ ἀπὸ τοῦ τέγεος μηδ’ ὑψόθεν αὐγάσσησθε,
  • καὶ Ἀριστοτέλης ἐγκαλούμενος ὑπὸ Ἀλεξάνδρου ἐπὶ τῇ ἐκδόσει τῶν αὑτοῦ συγγραμμάτων ῾καὶ ἐκδέδοται᾿ φησὶ ῾καὶ οὐκ ἐκδέδοται᾿, αἰνιττόμενος τὴν ἀσάφειαν, ὡς καί τις τῶν Πυθαγορείων ἐκδοὺς τὸ μονόβιβλον τὸ Περὶ τῶν ἀλόγων γραμμάτων ναυαγίῳ περιέπεσεν ὡς τὰ ἀπόρρητα ἐξορχησάμενος] καὶ ὅ φησιν ὁ Πλατῶν διὰ τὴν ἀσάφειαν, ῾ ἵν’ εἰ ἡ δέλτος τι πάθῃ ἢ ἐν γῇ ἡ ἐν θαλάσσῃ, ὁ ἀναγνοὺς μὴ γνῷ᾿, οὕτω μὲν κρύψεως χάριν. ἢ δοκιμάσεως [*](229v) τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων, ἵνα οἱ μὲν ἀνεπιτήδειοι πρὸς φιλοσοφίαν κατανωτίσωνται, (πρὸς οὗς ἔστιν εἰπεῖν
  • πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;),
  • οἱ δ’ ἐπιτήδειοι πρὸς φιλοσοφίαν ἑτοιμότεροι γένωνται, μανθάνοντες ὡς πλείονος ἐπιμελείας δέονται τὰ μαθήματα, πρὸς οὓς ἔστιν εἰπεῖν τὸ Πλατωνικὸν ἐν τῇ ἐπινομίδι εἰρημένον οὕτως· ‘εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ ἰτέον, ταῦτα μαθήματα, αὕτη ἡ ὁδός· ἀμελεῖν δὲ οὐ δεῖ᾿. οὕτω καὶ οἱ ἀετοὶ κρίνουσι τὴν γνησιότητα καὶ τὴν νοθείαν τῶν νεοττίων· ἱστῶντες γὰρ τὰ νεόττια ἀντικρὺ τοῦ ἡλίου, ὅσα μὲν ἀσκαρδαμυκτὶ δύνανται ἀντωπῆσαι πρὸς τὰς αὐγὰς τοῦ ἡλίου, ἐπανάγοντες εἰς τὴν καλιὰν ὡς γνήσια ἐκτρέφουσιν, ὅσα δὲ μὴ δυνηθῶσιν ἀντωπῆσαι πρὸς τὰς αὐγὰς τοῦ ἡλίου, ὡς νόθα ἀποβάλλονται· ὡς γὰρ δῖος καὶ βασιλικὸς ὁ ἀετὸς τὴν βασιλικωτέραν τῶν αἰσθήσεων ἠκριβωμένην ἔχει, φημὶ δὲ τὴν ὄψιν. ὅτι δὲ βασιλικὸς ὁ ἀετός, δηλοῖ τὸ μὴ θέλειν αὐτὸν θνησιμαῖον ἐσθίειν ποτέ. οὕτω καὶ οἱ Κελτοὶ τῷ ᾿Ρήνῳ ποταμῷ κρίνουσι τὰ γνήσια τέκνα καὶ τὴν νοθείαν τῶν βρεφῶν· ἐμβάλλοντες γὰρ εἰς ἀσπίδα τὰ βρέφη ἀφιᾶσιν ἐν τοῖς ὕδασι, [*](1 Tw om. Κ 3 ἀείδω ξυνετοῖσι coni. Brand, ex Lobeckii Aglaoph. Ι p. 452sq.: ctel δ’ ἀξυνέτησι Η: ἀεὶ δ’ ἀξυνέτοισι KP; cf. Mullach Ι p. 166 βεβήλοις] βέβηλοι legendum docet Lobeck 1.1. p. 451 4 τούτῳ b: τοῦτο HKP 5 κακοφραδέων . . . ] hoc fragmentis Orphicis Grphicis addendum 7 καλλιμάχιον codd. (hymn. Cer. αὐγάσσησθε 8 δέρκεσθε] SaaEtads Call. γυναῖκες] βέβαλοι Call. 9 τῶ Call. αὐγάσσησθε Call.: αὐγάσασθε HKPb 10 Ἀριστ.—ἐξορχησάμενος (13) inclusi ἐγγαλ. H αὐτοῦ libri 12 πειθαγορίων H 13 γραμμ.] πραγμάτων b 14 καὶ ὅ—ἀνεπιτηδείων (16) om. b ὁ Πλατῶν] ep. II p. 312 D εἰ ἡ] ἦν Η: ἦρ κατανοτίσονται P1: κατανωτίσονται P2 18 πῇ] ποῦ Kb (cf. liom. Θ 94) 19 οἱ δ’ ἐπιτήδειοι, OEi (22) om. b γένονται II 21 ἐπινομίδη HP (cf. Epin. p. 992 Α) ταύτῃ Plat.: ταῦτα HKP 22 τὰ ex Plat, inserui ἡ om. HP 24 μὲν] μὴ b δύναται H 25 ἐπανάγοντες—ἡλίου (26) om. b καλλιὰν Η 27 δὼς HPb 28 ἠκριβομένην P ,30 οἱ om. P γνίσια Η)
    126
    καὶ ὅσα μὲν αὐτῶν περισωθῶσιν ἐκ τοῦ ὕδατος, γνήσια νομίζοντες ἐκτρέφουσιν, ὅσα δὲ κατακλυσθῶσιν ἐκ τοῦ ῥεύματος τοῦ ποταμοῦ, ὡς νόθα ἡγοῦνται ἀπόλλυσθαι. οἱ δὲ Πυθαγόρειοι καὶ τοὺς ἐπιτηδείους καὶ τοὺς ἀνεπιτηδείους πρὸς τὴν αὑτῶν φιλοσοφίαν δι’ ὀνειράτων προεγίνωσκον· ἀνέκρινον γὰρ αὐτοὺς μετὰ τὸ πολλὰ εὔξασθαι ποῖα εἶδον ὀνείρατα, καὶ ὅσους μὲν ἐνόμισαν ἐπιτηδείους εἶναι, εἰσεδέχοντο ἐν τῇ σχολῇ ἤγουν ἐν τῷ ὁμακοίῳ, τοὺς δὲ ἀνεπιτηδείους ἀπεβάλλοντο μετὰ πάσης τῆς περιουσίας, καὶ τοῦ λοιποῦ κενοτάφιον ποιήσαντες ὡς περὶ ἀποιχομένων ἤγουν τεθενώτων διελέγοντο. ὅθεν καί τις τοῦτο παθὼν ἐξ αὐτῶν Χειλέων ὁ Λακεδαιμόνιος πῦρ ὑφῆψε τῇ σχολῇ καὶ πολλοὺς ἔφθειρεν. ὁ δὲ Πλατῶν διὰ τῆς μέθης ἔκρινε τὴν γνησιότητα τῶν ἐπιτηδείων καὶ μή, ἄμεινον ποιῶν τοῦ Πυθαγόρου, διότι τοῖς ὀνείρασιν ἔστι πολλὰ προσθεῖναι καὶ ἀφελεῖν, μεθυσθέντες δὲ πάντα ἀτρεκῶς ἐξαγγέλλομεν, ἃ πρώην πολλοῖς ἐκρύπτομεν περιβολαιοις. οὐτῶ μὲν καὶ δοκιμασίας χάριν ἡ γυμνασίας· οὐτῶ γοῦν ὁ Πλατῶν τὴν χαλεπότητα τῶν δογμάτων ἐπετήδευσε γυμνασίας χάριν. οὕτω καὶ ὁ Ἀπόλλων τὸ λοξὸν τῶν μαντευμάτων ἐπετήδευσε· πείρας γὰρ χάριν τῷ Κροίσῳ δέδωκεν ἀσαφῆ χρησμὸν
  • Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει·
  • ἄδηλον γὰρ ἢ τὴν ἰδίαν ἢ τὴν τῶν ὑπεναντίων· διὸ ἀπατηθεὶς ἐπεστράτευσε καὶ κατόπιν ἔπραξε. καὶ τοῖς Ἀθηναίοις χρησμὸς ἐδόθη
  • τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ | εὐρύοπα Ζεύς·
  • [*](230r) ἐδήλου γὰρ ὡς διὰ τριήρων δεῖ αὐτοὺς ναυμαχῆσαι· τοῦτο ἐδήλου τὸ ξύλινον τεῖχος. τοῦτο δὲ ὑπέλαβε Θεμιστοκλῆς ὡς δεινότατος ξυνιέναι. καὶ τοῖς Σαλαμινίοις ἐδόθη χρησμὸς λέγων
  • ὦ θεία Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν·
  • ἄδηλον δὲ ποίων γυναικῶν, τῶν ἰδίων ἢ τῶν ὑπεναντίων. καὶ συνελόντι φάναι, ὃ τοῖς ποιηταῖς οἱ μῦθοι καὶ τοῖς ἱερεῦσι τὰ παραπετάσματα, τοῦτο τῷ Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, κρύψεως χάριν. πάλιν ὃ τοῖς ἀετοῖς ὁ ἥλιος καὶ τοῖς Κελτοῖς ὁ ῾Ρῆνος, τοῖς Πυθαγορείοις τὰ ὀνείρατα, τῷ Πλά- [*](2 κατακλεισθῶσι Η 4 ἀνεπιδήτους P αὐτῶν libii προεγινώσκων Η 5 αὐτὰ b ὅσα b 6 ἐπιτήδεια b ἤγουν] ἤτοι b ἐν om. Hb 6 ἐν μακοίω P 8 ἤγουν] ἢ b 9 ἐξ] καὶ P ἐξ αὐτῶν in lac. V litt. om. Κ Χειλέων] scribas Κύλων (Diod. X 11 Iambi, v. Pyth. 248 Porph. v. Pytb. 54 Diog. L. II 46 VIII 49) vel Γύλων (Them. or. 23 p. 285 Olymp. in Plat. Phaed. p. 8) 9. 10 λακίδα HP 10 ἀφῆψε ὑφῆψαι P ὁ δὲ Πλατῶν] huius narratiunculae ansam ὢ praebuit Symp. p. 217 D οἶνος . . . ἀληθής. 11 τῶν om. P ἄμεινον—γυμνασίας χάριν (15) om. b 12 προσθῆναι P 13 ἐξαγγέλομεν H 15 ttjV χαλεπότητα Κ2: τῆ χαλεπότητι ’P 16 post ἐπετήδευσε add. γυμνάσιον P γὰρ om. K 17 χρησμὸν] cf Diod. Exc. YII 28 18 Κροῖσος—ἔπραξε (20) om. b ἅλυν] ἄλλην P 19 ἐναντ. P 20 χρησμὸς] cf. Herod. VII 141 21 τριτογενεῖ Herod.: τριττογενῆ HKPb διδοῖ Herod.: δάοι HKP: δῴοι b 22 ἐδήλου — ξυνιέναι (23) om. b 24 χρησμὸς] Herod. VIII 142 25 ἀπολλεῖς δὲ σὺ Κ2: πόλις δὲ ΗΚ1: πόλις P: ἀπολεῖς ἠδὲ b 26 τῶν (alt.) om. Η καὶ συνελόντι—συγγράματος (127,4) om. b 28 λέξιν] τάξιν KP)
    127
    τωνι ἡ χαλεπότης τῶν δογμάτων, ἡ μέθη, τοῦτο τῷ Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, δοκιμασίας χάριν * * *

    Δέκατον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι πόσα καὶ τίνα κεφάλαια δεῖ προλαμβάνειν ἐπὶ παντὸς Ἀριστοτελικοῦ συγγράμματος. ἓξ τοίνυν κεφάλαια δεῖ προλαμβάνειν, τὸν σκοπὸν τὸ χρήσιμον καὶ τὰ ἑξῆς. ζητητέον δὲ τὸν σκοπὸν καὶ ὅτε κηρύττεται ὑπὸ τῆς ἐπιγραφῆς, ἐπειδὴ πάντα πρὸς τὸν σκοπὸν ἀφορᾷ, ὥς φησι καὶ ὁ Πλατῶν ῾ ὦ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι. τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη᾿. κηρύττεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἐπιγραφῆς, ὡς ἐν τῷ Περὶ ψυχῆς κἀν τῷ Περὶ οὐρανοῦ κἀν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. μάλιστα δὲ ζητητέον τὸν σκοπόν, ὅτε μὴ ὑπὸ τῆς ἐπιγραφῆς κηρύττεται, ὅτε πάνυ ἀσαφής ἐστιν ἡ ἐπιγραφὴ καὶ ἀπεξενωμένη, ὡς αἱ Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας. τὸ δὲ χρήσιμον ζητητέον διὰ τὸ συντονωτέρους γενέσθαι τοὺς ἀκροατὰς οἷον δέλεαρ ὁρῶντας προσγινόμενον τὸ ἐξ αὐτοῦ κέρδος πρὸς ἐρωτικὴν διάθεσιν. μάλιστα δὲ τὸ χρήσιμον ζητητέον διὰ τὰ δοκοῦντα μάτην γεγράφθαι βιβλία, ὡς οἱ τόποι τὰ αὐτὰ ἀνασκευάζοντες καὶ κατακευάζοντες, ἢ ἐπὶ κακῷ, ὡς οἱ Σοφιστικοὶ ἔλεγχοι τρόπους ἀπάτης διδάσκοντες. ὑπὲρ ὧν ἔστιν εἰπεῖν ὅτι καὶ οἱ τόποι ἐπὶ καλῷ ἐγράφησαν· γυμνασίας γὰρ χάριν, ἵνα θλιβομένη ἡ ψυχὴ ἐκ τῶν ἐφ’ ἑκάτερα ἐπιχειρημάτων ἀπογεννήσῃ τὸ τῆς ἀληθείας φῶς, δίκην τῶν πυρεκβόλων λίθων τῶν παρατριβομένων ἀλλήλοις καὶ πῦρ ἀφιέντων ἢ φῶς. ἀλλ’ οὐδὲ οἱ Σοφιστικοὶ ἔλεγχοι ἐπὶ κακῷ, εἰ καὶ τρόπους ἀπάτης διδάσκουσιν· οὐ γὰρ ἵν’ ἀπατήσωμεν ἀλλ’ ἵνα μὴ ἀπατηθῶμεν. οὕτω γὰρ οἱ ἰατροὶ διδάσκουσι τὰ δηλητήρια οὐ διὰ χρῆσιν ἀλλὰ διὰ φυγήν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς ζητητέον, καὶ ὅτε κηρύττει τὸν σκοπόν, μάλιστα δὲ ζητητέον τὴν ἐπιγραφήν, ὅτε ἀσαφής ἐστιν, ὅτε ὀνοματοποιεῖ ὁ Ἀριστοτέλης, ὡς ἐν Κατηγορίαις καὶ ἐν τῷ Περὶ ἑρμηνείας· καὶ γὰρ ὅταν λέγῃ Κατηγορίας, οὐ τὰς ἐπ’ ἐγκλήμασι δίκας, ὡς ἔθος, φησίν, ἀλλὰ τὰ γενικώτατα | ὡς ἔθος ἔχοντα ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι, [*](230v) καὶ πάλιν περὶ τόπων, οὐ τὸ πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχεται τὸ περιεχόμενον, ὡς λέγομεν περιέχεσθαι τὸν οἶνον ὑπὸ τῆς τοῦ κεραμίου ἔνδοθεν ἐπιφανείας, ἀλλὰ κανόνα τὸν πολλῶν κανόνων περιεκτικόν. καὶ πάλιν τὸ Περὶ ἑρμηνείας λέγων οὐ τὴν κατὰ λέξιν ἑρμηνείαν λέγει, ἀλλὰ τὰς τῆς ψυχῆς ἐννοίας.

    [*](1. 2 ἡ χαλεπότης τῶν δογμάτων hoc loco eicias et post δοκιμασίας χάριν inseras τέλος ὃ τῷ Πλάτωνι ἡ χαλεπότης τῶν δογμάτων καὶ τῷ Ἀπόλλωνι τὸ λοξὸν τῶν μαντευμάτων, τοῦτο ἠῶ Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, γυμνασίας χάριν. 5 καὶ τὰ ἑξῆς HK: καὶ τὴν ἐπιγραφὴν τὸ γνήσιον τὴν τάξιν παὶ τὰ ἑξῆς P: τὴν αἰτίαν τῆς ἐπιγραφῆς τὴν τάξιν τῆς ἀναγνώσεως τὴν εἰς τὰ κεφάλαια διαίρεσιν καὶ εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον b 6 ὑπὸ] διὰ Κ 7 ὁ Πλάτων] Phaedr. p. 237 Β (of. p. 41,4) 8 βουλεύσασθαι b 11 ὑπογραφῆς H 12 σαφής Κ 18 διδ. ἀπ. coll. Hb 19 θληβ. H 20 δίκην—φῶς (21) cm. b 23 ἀπατηθ.] ἀπατήσωμεν P 24 οἱ cm. KP 26 δὲ ζητητ.] δὲ ἐξηγητέον KP 27 λέγει H1 28 φημί P 30 τόπων] τούτων KP 32 τὸν b: τῶν ΗΚP 34 ἐννοίαις P)
    128

    Ἐφ᾿ οἷς ζητητέον καὶ τὸ γνήσιον διὰ τὰς γινομένας νοθείας· νοθεύονται γὰρ τὰ βιβλία πενταχῶς· ἡ γὰρ δι’ εὐγνωμοσύνην μαθητῶν τὰ οἰκεῖα συγγράμματα τοῖς οἰκείοις διδασκάλοις ἀνατιθέντων, ὡς τὰ Πυθαγόρου καὶ Σωκράτους ἐπιγραφόμενα βιβλία μὴ ὄντα Σωκράτους ἢ Πυθαγόρου ἀλλὰ Σωκρατικῶν καὶ Πυθαγορικῶν. ἢ διὰ φιλοτιμίαν βασιλικήν· Ἰοβάτους γὰρ τοῦ Λιβύων βασιλέως συναγαγόντος τὰ Πυθαγόρου καὶ Πτολεμαίου τὰ Ἀριστοτέλους. τινὲς καπηλείας χάριν τὰ τυχόντα συγγράμματα λαμβάνοντες ἐκέδρουν καὶ ἔσηπον διὰ παραθέσεως νέων πυρῶν, ἵνα σχοῖεν δῆθεν τὴν ἐκ τοῦ χρόνου ἀξιοπιστίαν. ἢ δι’ ὁμωνυμίαν συγγραφέων ἡ συγγραμμάτων ἢ ὑπομνημάτων· καὶ συγγραφέων μέν, ὅτι οὐ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης οὕτως ἐκαλεῖτο ἀλλὰ καὶ ἄλλοι Ἀριστοτέλεις ἐγένοντο ἐπὶ αὐτοῦ, ὡς ὁ παιδοτρίβης καὶ ἐπίκλην Μῦθος, καὶ μετὰ ταῦτα, ὡς ὁ διδάσκαλος Ἀλέξανδρος· ἔδει γὰρ αὐτὸν οἷον δεύτερον ὄνια Ἀριστοτέλην. πάντων οὖν τούτων συγγραψαμένων * * νομίζονται τοῦ Σταγειρίτου εἶναι. * * * ἀλλὰ καὶ δι’ ὁμωνυμίαν ὑπομνημάτων γίνεται ἀπάτη, τοῦ Ἀλεξάνδρου μὴ μόνον τὰ Ἀριστοτέλους ὑπομνηματίσαντος βιβλία τοῦ Σταγειρίτου ἀλλὰ καὶ τῶν ἄλλων, καὶ νομίζονται πάντα τὰ τοιαῦτα ὑπομνήματα εἰς τὰ τοῦ Σταγειρίτου γεγράφθαι διὰ τὸ ἐπίσημον τοῦ ἀνδρός. [ἢ διὰ τὸ ἐκλογὰς εἶναι ἐνομίσθησαν τοῦ αὐτοῦ εἶναι τοῦ ποιήσαντος τὰς ἐκλογὰς καὶ οὐχὶ τῶν πρωτοτύπων συγγραφέων. ἢ δι’ ὀφρὺν κτήσεως ξενοπρεπῶν βιβλίων τινὲς ἄσημοι ὄντες συγγραφεῖς διὰ τὸ δόξαι ξενοπρεπεῖς εἶναι καὶ τοιαῦτα ἔχειν βιβλία ἐπέγραφον ὀνόματα συγγραφέως ἐνδόξου.] οὕτω μὲν τὸ γνήσιον. τὴν δὲ τάξιν ζητητέον οὐ πρὸς τὰ ἀνομοιοειδῆ, ἥτις εἴρηται ἡμῖν, ὅτε ἐλέγομεν ὅτι δεῖ τὴν λογικὴν προηγεῖσθαι καὶ μετὰ ταύτην τὴν ἠθικὴν καὶ οὕτως ἐφεξῆς, ὡς εἴρηται, ἀλλὰ πρὸς τὰ ὁμοιοειδῆ τάξιν ζητητέον, λογικοῦ ὄντος τοὐ βιβλίου, ποίαν τάξιν ἔχει πρὸς τὰ λογικά, ἢ πρὸς τὰ φυσικὰ τὸ φυσικόν. τὴν δὲ εἰς τὰ μόρια διαίρεσιν ζητητέον ὡς ἀνατομῆς τάξιν ἔχουσαν· ὥσπερ γὰρ ἡ ἀνατομὴ τῶν ἐν βάθει μορίων ἀνάπτυξιν ποιουμένη τὴν ἑκάστου χρείαν παρίστησιν, οὕτω καὶ ἡ εἰς τὰ μόρια διαίρεσις τῶν ’ Ἀριστοτέολους [*](1 ἐφ’ scripsi: ἐν libri τὴν γινομένην νοθείαν b 3. G τὰ τοῦ πυθ. Κ 4 ἐπιγραφώμενα P 9 συναγαγόντως Η: συνάγοντος Pb 8 πυρρῶν b: μυρρῶν coni. Mullacb (fr. ph. 1411 not. 15) 9 ἀξιοπιστείαν Η ὁμωνυμίας Kb μόνος ex μόνον corr. Κ 10. 11 ὁ σταγ. ἂp. ἐκαλ. οὕτως om.) b 12 ἐπίκλην Μῦθος Olymp.: idem vel ἐπικληθεὶς μῦθος coni. Brand, ex Diog. L. V 35 (πέμπτος ὁ ἐπικληθεὶς Μῦθος): ἐπιλήμμυθος HK: ἐπιλήμυθος P: ἐπιλύμηθος b 13 ἀριστοτέλους K: ἀριστοτέλης P; post ἀριστ. addas ἀριθμεῖν; of. Zeller ΙV3 p. 779 adn. 14 συγγραψάντων Κ ante νομίζονται inseras τὰ συγγράμματα εἶναι om. KP 14. 15 ante ἀλλὰ καὶ lacunam signavi; cf. v. 9 et Oiympiodori expositionem δι’ ὁμωνυμίαν δὲ συγγραμμάτων ἐνοθεύοντο τὰ βιβλία, διότι μὴ μόνος Ἀριστοτέλης ἔγραψε Κατηγορίας, καὶ Θεόφραστος καὶ Εὔδημος, οἱ τούτου μαθηταί. πολλάκις οὖν τις περιτυχὼν ταῖς Κατηγορίαις, Θεοφράστου εἰ τύχοι, ἐνόμισεν αὐτὰς εἶναι Ἀριστοτέλους. 16 ὑπομνηματήσαντος P 18 ἐπίσιμον H ἡ διὰ—ἐνδόξου (22) inclusi 19 τοῦ (prins) om. Hb 20 συγραψέων P 21 συγραφῆς H 22 συγγραφέως. P 23 ἐλέγομεν] p. 1 18,25 sqq. 28 ὥσπερ] ὡς Kb 29 ἡ om. P)

    129
    συγγραμμάτων ἀρίστη. τὸ δὲ τίς ὁ τρόπος τῆς διδασκαλίας | οὐ ζητοῦμεν, [*](231r) ὡς καὶ αὐτοῦ ἀνωτέρω εἰρημένου, ὅτε ἐζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως τοῦ Ἀριστοτέλους. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.

    Ἐπειδὴ κατὰ τὸν Παιανιέα πᾶς λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι νομίζεται καὶ κενόν, φέρε ἔργῳ προλάβωμεν τοῦ βιβλίου τῶν Κατηγοριῶν τὰ εἰωθότα ζητεῖσθαι ἐπὶ ἑκάστου Ἀριστοτελικοῦ βιβλίου, τὸν σκοπόν, τὸ χρήσιμον καὶ τὰ ἑξῆς. οὐχ εἷς τοίνυν ἔδοξεν εἶναι ὁ σκοπὸς τῶν κατηγοριῶν, ἀλλὰ πλείους· ὅσα γὰρ τὰ ὄντα, τοσοῦτο φέρονται καὶ σκοποί. τριττὰ δὲ τὰ ὄντα, φωναί, νοήματα καὶ πράγματα. οἱ μὲν οὖν περὶ φωνῶν εἰρήκασι τὸν σκοπόν, ὡς ’ Ἀλέξανδρος καὶ Εὐστάθιος, οἱ δὲ περὶ νοημάτων, ὡς Πορφύριος, οἱ δὲ περὶ πραγμάτων, ὡς Ἑρμῖνος· πάντες μὲν γὰρ συνεφώνησαν περὶ τῶν δέκα κατηγοριῶν εἶναι τὸν σκοπόν, ἀλλ’ οἱ μὲν ὡς ἐκφωνουμένων μόνον, οἱ δὲ ὡς ὑφεστωσῶν, οἱ δὲ ὡς νοουμένων. καὶ οὐκ εστιν εἰπεῖν ὅτι ὀνόματι μὲν τρεῖς οἱ σκοποὶ, ἔργῳ δὲ εἷς· οὐδὲ γὰρ ἀκολουθεῖ ταῦτα ἀλλήλοις· οὐ γὰρ ὅπου φωναί, καὶ νοήματα πάντως, διὰ τὰς ἀσήμους φωνάς, οὐδὲ ὅπου νοήματα, ἐκεῖ καὶ πράγματα, διὰ τόν τραγέλαφον καὶ ἱπποκένταυρον νοήματα ὄντα ἀνύπαρκτα. ἀλλὰ καὶ κατὰ τὰς αἰτίας διαφέρουσι· νοῦ μὲν γὰρ τὰ νοήματα, θεοῦ δὲ τὸ παράγειν τὰ πράγματα,. ψυχῆς δὲ τὰς φωνάς. οὐχ εἷς ἄρα κατ’ αὐτοὺς ὁ σκοπὸς ἀλλὰ πλείους, καὶ πάντοτε τούτοις ἕλκουσι καὶ ἀνθέλκουσι τὸν Ἀριστοτέλην πρὸς κατασκευὴν τῆς ἰδίας δόξης· οἱ μὲν γὰρ λέγοντες ὅτι περὶ φωνῶν μόνον, ἐκ τῆς ἐπιγραφῆς κατασκευάζουσιν, ὅτι Κατηγορίαι ἐπιγέγραπται τὸ βιβλίον, κατηγορία δέ ἐστι τὸ κατά τινος ἀγορεύεσθαι ἤγουν λέγεσθαι, τὸ δὲ γέγεσθαι φωνή ἐστι· περὶ φωνῶν ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν. καὶ ὅτι κατακέχρηται τῷ λέγεται ῾ ὁμώνυμα λέγεται᾿ ῾ συνώνυμα δὲ λέγεται᾿ <λέγων>, τὸ δὲ λέγεται φωνή· περὶ φωνῶν ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν, καὶ πάλιν ἐκ τοῦ διελεῖν αὐτὸν τὰ λεγόμενα εἰς δύο· φησὶ γὰρ ὅτι ῾τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς᾿, καὶ τὰ μὲν ἄνευ συμπλοκῆς εἰς δέκα διεῖλε κατηγορίας· αἱ οὖν κατηγορίαι περὶ φωνῶν εἰσιν ὡς ἐκ τῶν λεγομένων ἔχουσαι τὸ εἶναι· τὸ γὰρ λέγεται φωνῆς πρόσρημα. οἱ δὲ λέγοντες ὅτι περὶ πραγμάτων ὁ σκοπὸς τῶν Κατηγοριῶν κατασκευάζουσιν οὕτως· ὅτι τοῖς ἑαυτῶν ἑάλωτε πτεροῖς κατὰ τὴν παροιμίαν· ἃ γὰρ λέγετε κατασκευάζοντες ὅτι περὶ φωνῶν, τὰ αὐτά φαμεν πρὸς κατασκευὴν ὅτι περὶ πραγμάτων· φατὲ ὅτι Κατηγορίαι ἐπιγέγραπται, τὸ δὲ κατηγορεῖσθαι καὶ [*](2 ἐζητοῦμεν] p. 123,12 4 κατὰ τὸν Παιανιέα] spectat Demosth. XI 23 μέτεον P 6 etcoScuxot P 8 τοσοῦτοι—ὄντα (9) in mrg. suppl. P 10. 11 Ἀλέξανδρος et ’f’jpto; inter permutari debent; cf. Olymp. καὶ ἡ μὲν αἵρεσις) ἔλεγεν περὶ φωνῶν μόνων διαλέγεσθαι τὸν Ἀριστοτέλην, εἰς ἣν ἦν ὁ Πορφύριος, ἡ δὲ περὶ μόνων πραγμάτων, εἰς ἣνξ ἦν ὁ Ἑρμῖνος, ἡ δὲ περὶ μόνων νομημάτων, εἰς ἣν ἦν Ἀλέξανδρος. idem apparet ex Simpl. f. 3r et Porph. in Cat. comm. p. 57 11 γὰρ om. b 15 φωναί scripsi: φωνή libri post νοήματα add. ἐκεῖ πράγματα del. P 19 κατὰ τοὺς ’ 20 πάντοσε b 25 ὁμών. ὁμόν. P) δὲ λέγ. συνὼν. (σονόν. P) λέγ. HP : ὁμών. δὲ λέγ. συνών. δὲ λέλ. Κ Arist. Cat. p. Ui. 6) λέγων addidi (cf. P. 130,3) 27 ὃτι om. KP τῶν μὲν λεγ. UPb (cf. Arist. Cat. p. la 16) 32 τοῖς ἑαυτῶν ἑάλ. πτ.] cf. Macar. VIII 57 μὲν p. 222 Lentsch) ἑάλωτε scripsi: ἑάλωσθε libri λέγεται P1)

    130
    λέγεσθαι κατά τινος φωνῆς ἴδιον σημαντικῆς πράγματος· περὶ πραγμάτων ἄρα ὁ σκοπός. εἰ δὲ λέγετε ὅτι κατακέχρηται τῷ λέγεται, καὶ τῷ τί ἐστιν ῾οὐσία ἐστί λέγων καὶ ῾δεύτεραι οὐσίαι εἰσί λέγων· περὶ πραγμάτων [*](231v) ἄρα ὁ σκοπός. εἰ δὲ πάλιν λέγετε ὅτι διαιρεῖ τὰ λεγόμενα εἰς τὰ συμπεπλεγμένα καὶ εἰς τὰ ἄνευ συμπλοκῆς καὶ ἐξ αὐτῶν κατάγει τὰς κατηγορίας, τοῦτο ἡμῖν συνᾴδει· τὰ λεγόμενα γὰρ διεῖλεν, οὐ τὰ λέγοντα· τὰ δὲ λεγόμενα πράγματά εἰσι· περὶ πραγμάτων ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν. οἱ δὲ λέγοντες ὅτι περὶ νοημάτων φασὶ πρὸς τοὺς πρώτους ὅτι νικᾶσθε ἡμῖν ἀμφότεροι, καὶ οἱ λέγοντες περὶ πραγμάτων μόνων εἶναι τὸν σκοπὸν καὶ οἱ λέγοντες περὶ φωνῶν, ἵνα τὰ μέσα τούτων ἀναφανῇ τὰ νοήματα, ὡς καὶ ἐξαγγέλλοντα καὶ ἐξαγγελλόμενα· ἐξαγγέλλουσι γὰρ μόναι αἱ φωναί, ἐξαγγέλλονται δὲ μόνα τὰ πράγματα, τὰ δὲ νοήματα καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται.

    Τούτων οὕτω μαχομένων ὀψέ ποτε ἐπιγενόμενος ὁ Ἰάμβλιχος ἔλυσε τοὺς ἄνδρας τῆς τε πρὸς ἀλλήλους στάσεως καὶ τῆς πρὸς τὸν Ἀριστοτέλην, λέγων οὕτως· μάχεσθε, ὦ ἄνδρες, μὴ μαχόμενοι καὶ ἀληθεύετε μὴ ἀληθεύσντες καὶ ψεύδεσθε μὴ ψευδόμενοι· ὅμοιον γὰρ πάσχετε, ὥσπερ ἄν εἴ τινες ἄνδρες ἐθέλοιεν ὁρίσασθαι τὸν ἄνθρωπον καὶ ὁ μὲν εἴποι αὐτὸν ζῷον μόνον ὁ δὲ λογικὸν ὁ δὲ θνητὸν ὁ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, μηδεὶς δὲ τὸ ὅλον ἑνῶσαι δυνηθῇ ὅτι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὕτως οὖν καὶ ὑμεῖς ὁ μὲν περὶ φωνῶν λέγει μόνον ὁ δὲ περὶ πραγμάτων ὁ δὲ περὶ νοημάτων, ἐνὸν πάντα μῖξαι καὶ εἰπεῖν ὅτι καὶ περὶ φωνῶν καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων· ἐρωτάσθωσαν γὰρ οἱ λέγοντες περὶ φωνῶν μόνον ὃτι ῾ποίων φωνῶν; ἆρα τῶν ἀσήμων; οὐ δήπου γραμματικῶν γὰρ αὗται), ἀλλὰ τῶν σημαινουσῶν πράγματα· οὐκ ἄρα περὶ φωνῶν μόνον ἀλλὰ περὶ τῶν σημαινουσῶν πράγματα᾿. οἱ δὲ περὶ πραγμάτων μόνον λέγοντες ἐρωτάσθωσαν καὶ αὐτοί· ῾πῶς διδάσκει ὁ φιλόσοφος τὰ πράγματα; δακτύλῳ χρώμενος; οὐ δήπου· μερικὸν γὰρ δήπου τοῦτο καὶ ἀφιλόσοφον· φιλοκαθόλου γὰρ οἱ φιλόσοφοι, τὰ δὲ καθόλου οὐκ ἐνδέχεται χωρὶς λόγου διδάξαι οὐδὲ τῷ δακτύλῳ· ὁ· * * ἄρα † χρήματα πράγματα διδάσκει ἐξ ἀνάγκης᾿. [*](1 σημαντικοῦ Η 2 λέγεται (pr. 1.) HP καὶ τὸ τί ἐστιν Pb ; scribas καὶ τῷ ἔστιν (cf. Olymp. ὁ δὲ Ἑρμῖνος . . πιστοῦται τὸν λόγον αὑτοῦ ἐκ τοῦ τὸν Ἀριστοτέλην πανταχοῦ τῷ ἔστι προσρήματι κεχρῆσθαι) 3 οὐσία ἐστι] Arist. Cat. p. 2a11 δεύτ. οὐσίαι εἰσί] δεύτ. δὲ οὐσίαι λέγονται Arist. Cat. p. 2a14 (cf. p. 2a18. 2a18. 2b30), unde fort, καὶ δεύτ.—λέγων eicias 4 λέγεται HP τὰ (ante συμπ.) oia. HPb 4. 5 συμπεπελεγμένα P 5 ἄνω HP 11 καὶ (prius) ora. Κ 11. 12 ἐξ· ἀγγέλλουσι] ἐξαγέλουσι Η 12 μόνα] μόνως HPb 14 ἐπιγινόμενος P 15 τῆς τε πρὸ iter. Η τε om. Κ 16 ἀληθεύεται ’ 17 ψεύδεσθαι (pr. 1.) P ὥσπερ ἄν Urb. 35: ὡς ἄν b: om. HKP 20 an δυνηθείη ? 21. 24 μόνων Κ 24 ποίων φ.; apa τῶν ἀσ. ἄρα ποίων φ.; τῶν ἀσ. HKP 25. 26 ἀλλὰ καὶ περὶ πραγμάτων τῶν σημαινουσῶν om.) b 26 πράγματα scripsi: πρᾶγμα libri 28 τούτου IIP ἀφιλοσ.] οὐ φιλοσ. Κ 29 ὁ φιλόσοφος b 30 οὐδὲ] ὁ δὲ KP ἄρα χp. πp.] ἄρα νοήματα b; couicias x003E; ἄρα κεχρημένος τὰ πράγματα, Olymp. exhibet οὐ δήπου γὰρ δακτύλῳ δείκνυσι ταῦτα φιλοσοφῶν· οὐκοῦν καὶ περὶ φωνῶν ἐστιν αὐτῷ ὁ λόγος. ἀλλ’ ἐπειδὴ σημαίνουσι τὰ πράγματα αἱ φωναὶ διὰ μέσων νοημάτων, καὶ περὶ νοημάτων ἐστὶν ἄρα αὐτῷ φροντί)

    131
    οἱ δὲ περὶ νοημάτων λέγοντες εἶναι τὸν σκοπὸν ἐρωτάσθωσαν· ῾περὶ ποίων νοημάτων; τῶν διακένων καὶ μὴ ἐποχουμένων τοῖς πράγμασιν, ἢ τῶν ἐποχουμένων τοῖς πράγμασιν; οὐ δήπου περὶ τῶν μὴ ἐποχουμένων, ἐπεὶ οὐκέτι ἡ φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ἀλλὰ τῶν μὴ ὄντων, ἀλλὰ περὶ τῶν ἐποχουμένων· οὐκ ἄρα περὶ νοημάτων μόνον ἀλλὰ καὶ περὶ πραγμάτων᾿. εἰ δὲ περὶ πραγμάτων, ἐξ ἀνάγκης καὶ περὶ φωνῶν διαλέγεται · εἰ ἄρα περὶ νοημάτων καὶ πραγμάτων, ἐξ ἀνάγκης καὶ περὶ φωνῶν διαλέγεται· οὐκέτι οὖν περὶ φωνῶν μόνον ἢ περὶ πραγμάτων ἢ περὶ νοημάτων, ἀλλὰ περὶ φωνῶν καὶ περὶ πραγμάτων διὰ μέσων νοημάτων· ἑκάστῃ γὰρ μονάδι ἡ λοιπὴ δυὰς ἕπεται. ἀλλ’ ὅσον ἐκ τούτων τρεῖς δόξουσιν I εἶναι οἱ σκοποί, ὅπερ οὐδ’ αὐτῷ Ἰαμβλίχῳ δοκεῖ· ἐν γὰρ [*](232r) τοῖς σκοποῖς τῶν Πλάτωνος διαλόγων παντὸς βιβλίου ἕνα βούλεται εἶναι τὸν σκοπόν. οὕτως οὖν εἴπωμεν· ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν περὶ φωνῶν ἐστι σημαινουσῶν πράγματα διὰ μέσου νοημάτων. Ἀλλ᾿ ἐπειδὴ τὸ ‘Σωκράτης περιπατεῖ᾿ καὶ ἀπλῶς πᾶσα πρότασις φωνή ἐστι σημαντικὴ πράγματος διὰ μέσου νοήματος, περὶ δὲ τῶν προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας διαλαμβάνει, εἴπωμεν ἄλλως τὸν σκοπόν· ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου. ἁπλῶν νοημάτων. ἀλλ’ ἐπειδὴ καὶ τὸ ὄνομα καθ’ αὑτὸ καὶ τὸ ῥῆμα φωναί εἰσιν ἁπλαῖ ἀπλᾶ σημαίνουσαι πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, περὶ δὲ ὀνόματος καὶ ῥήματος ἐνταῦθα οὐ ζητεῖ ἀλλ’ ἐν τῷ Περὶ ἑρμηνείας, εἴπωμεν ἄλλως τὸν σκοπόν· ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἀπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων· πάλαι γὰρ συνελθόντες οἱ ὀνοματοθέται ὠνόμασαν τὸ μὲν ἄνθρωπον τὸ δὲ τυχὸν ἵππον τὸ δὲ τρέχει τὸ δὲ νικᾷ, μὴ προσδιορισάμενοι ποῖα σημαίνει χρόνον καὶ ποῖα οὕ. καλοῦνται ταῦτα τῆς πρώτης θέσεως τῷ ἁπλῶς οὕτως ὀνομάσαι τὰ πράγματα. ὕστερον δὲ ἐπιγενόμενοι ἕτεροι ὅσα μὲν εὗρον προσσημαίνοντα χρόνον, ῥῆμα ἐκάλεσαν, ὅσα δὲ οὐ προσσημαίνοντα χρόνον, ὄνομα. αἱ Κατηγορίαι οὖν τὰ περὶ τῆς πρώτης θέσεως ζητοῦσιν, ὡς εἴρηται, καὶ οὐ περὶ τῶν τῆς δευτέρας θέσεως, τοῦτ’ ἔστιν ὀνομάτων καὶ ῥημάτων. ἀλλ’ ἐπειδὴ καὶ τὰ ὀνόματα τῆς πρώτης θέσεως ἄπειρά εἰσι τὰ κατὰ μέρος, αἱ δὲ κατηγορίαι ὡρισμέναι εἰσί δέκα γὰρ τὸν ἀριθμόν), εἴπωμεν οὕτως· ὅτι ὁ σκοπὸς τοὐ [*](1 ἐρωτάσθω H 3 ἢ τῶν—πράγμασιν in mrg. suppl. P 4 ἐπεὶ] ἐπὶ P an ἔσται? 4. 5 τῶν μὴ ὄντων ἀλλὰ om. P 5 περὶ (post ἄρα) orn. KP 6 περὶ (post καὶ) om. Κ εἰ] ὁ HP 7. 8 εἰ ἄρα περὶ νοημ.—διαλέγεται om. b 7 εἰ] ὁ H: εἰ ὁ P 8 διαλεγόμενος P οὐκ ἔστι H 9 ante διὰ add, καὶ lib 10 τῶν νοημ. Hb 11 δοξάζουσιν Η1 οἱ om. P αὐτὸ KP 12 διὰ λέγων (sic) P τὸν om. b 13 οὖν scripsi : ὡς libri εἴπομεν HKb 14. 24 μέσων b 15 τὸ] xoJ K 17 ὁ om. K 18 φωνῶν—ἁπλῶν ἁπλῶν (19) in mrg. P 21 δὲ b: om. HKP 25 τὸν μὲν . . τὸν δὲ KP εἰ τύχοι b 26 προσδιορησ. H 27 xtb] τὸ P 28 προσημαίνοντα HP 29 προσσημαίνοντα b: προσημαίνει TIP: προσσημαίνει Κ 30 εἴρηται] V. 22. 23 xal om. P)
    132
    βιβλίου τῶν Κατηγοριῶν διαλαμβάνει περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, καὶ τούτων οὐκ εἰδικωτάτων οὐκ ἀτόμων οὐ μερικῶν οὐχ ὑπαλλήλων, ἀλλὰ γενικωτάτων. ἐν οἷς θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

    Δεύτερον οὖν κεφάλαιον τὸ χρήσιμον. οὐ χρήσιμος ἡ παροῦσα πραγματεία, τολμῶ λέγειν. πρὸς φιλοσοφίαν, ἀλλὰ χρήσιμος ὡς αὐτὴ ἡ φιλοσοφία· καὶ ἡ φιλοσοφία γὰρ γνῶσίς ἐστι πάντων τῶν ὄντων καὶ τὸ παρὸν βιβλίον πάντα τὰ ὄντα περιέχει· ὑπὸ γὰρ τὰς δέκα κατηγορίας πάντα τὰ ὄντα ἀνάγεται. καὶ δι’ ἀποφάσεως τὸ χρήσιμον ῥητέον τοῦ παρόντος βιβλίου οὕτως· εἰ μὴ ἦν ἡ. πρώτη θέσις τῶν ἁπλῶν φωνῶν, ἡ δευτέρα οὐκ ἂν ἦν· εἰ μὴ ἦν ἡ δευτέρα θέσις, ὀνόματα καὶ ῥήματα οὐκ ἄν ἦσαν· τούτων δὲ μὴ ὄντων πρότασις οὐκ ἦν· προτάσεως δὲ μὴ οὔσης συλλογισμὸς οὐκ ἦν· συλλογισμοῦ μὴ ὄντος ἀπόδειξις οὐκ ἦν· | ἀποδείξεως μὴ [*](232v) οὕσης ἀπέλειπον ἄν τὰ ὄργανα τὰ διακριτικά, ἐν μὲν θεωρίᾳ διάκρισις τῶν ἀληθῶν καὶ τῶν ψευδῶν καὶ ἡ ἐκλογὴ μὲν τῶν ἀληθῶν ἀπεκλογὴ δὲ τῶν ψευδῶν, ἐν δὲ πράξει διάκρισις ἀγαθοῦ ἀπὸ κακοῦ καὶ ἡ ἐκλογὴ μὲν τῶν ἀγαθῶν ἀπεκλογὴ δὲ τῶν κακῶν· εἰ μὴ ἦν τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, ἡ φιλοσοφία οὐκ ἦν· εἰ μὴ ἡ φιλοσοφία ἦν, τὸ εὐδαιμονεῖν οὐκ ἦν. καὶ ἔχεις διὰ τοῦ δι’ ἀποφάσεως χρησίμου καὶ τὴν τάξιν, ὅτι δεῖ προηγεῖσθαι τὸ παρὸν βιβλίον παντὸς ἄλλου λογικοῦ βιβλίου, ἐπειδὴ καὶ ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν πάντων προηγεῖται.

    Ἐφ᾿ οἷς εἴπωμεν καὶ τὴν αἰτίαν τῆς ἐπιγραφῆς. ἓξ τοίνυν ἐπιγραφαὶ φέρονται τοῦ παρόντος βιβλίου· οἱ μὲν γὰρ ἐπέγραψαν Κατηγορίαι, ὡς αὐτὸς ὁ Ἀριστοτέλης, οἱ δὲ Περὶ τῶν κατηγοριῶν, ὥς τινες ἑταῖροι τοῦ Ἀριστοτέλους, οἱ δὲ Περὶ δέκα γενῶν * * τοῦ ὄντος, ὡς Πλωτῖνος ταῖς κατηγορίαις, οἱ δὲ Πρὸ τῶν τόπων, ὡς Ἀρχύτας ὁ Ταραντῖνος, οἱ δὲ Περὶ τῶν καθόλου λόγων, ὡς Ἄδραστος ὁ Ἀφροδισιεὺς ὁ Περιπατητικός. νικᾶ δὲ πάσας ἡ τοῦ ’ Ἀριστοτέλους· ὁ γὰρ ἐπιγράφων ὅτι Κατηγορίαι ἐνδείκνυται ὅτι οἱ λόγοι δι’ οἰκείαν ἰσχὺν ἴσχυσαν γενέσθαι ὅπερ τὰ πράγματα. οὕτω καὶ Ἀριστείδης χάριν μαρτυρῶν τῶν ῾Υπὲρ τῶν τεττάρων ἐπέγραψε τοὺς λόγους οὕτω· Κίμων, Μιλτιάδης, Περικλῆς, Θεμιστοκλῆς. καὶ ὁ Πλατῶν δὲ ἐπιγράφει οὕτως· Γοργίας, Φαίδων, Φαιδρὸς. οἱ δὲ ἐπιγράφοντες Περὶ τῶν κατηγοριῶν ἢ ὁ * * Περὶ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν [*](4 ἐν—πp. om. b οὖν] ἦν Ηb οὐ] ποῦ b 6 ἀλλὰ Urb. 35: πλὴν οὐ ΗΚPb αὕτη HK 9 διὰ προσφάσεως Η 10 πρώτη om. Κ 12 πρώτασις H πρωτάσεως Η1 13 συλογισμοῦ P 14 ἀπέλιπον Kb μὲν οὖν Κ 15 ἀληθῶν] ἀγαθῶν P (coir. ead. m.) 16 ἀπὸ] καὶ b ἡ om. b 19 διὰ τοῦ om. ὁ 23 ὑπέγραψαν KP 24 ὁ αὐτὸς ἂp. Κ οἱ δὲ—ἀριστοτέλους (25) iter. P (bs ’P (poster, loco): ὧν KP (priore 1.) b ἑταῖροι Urb. 35 b: ἕτεροι HKb 25 τῶν inserui post γενῶν lacunam signavi, quae suppleri potest ex Urb. 35 περὶ τῶν δέκα γενῶν, ὡς ἄλλοι ἑταῖροι αὐτοῦ πάλιν· ἔγραψαν γὰρ καὶ οὔτοι κατὰ ζῆλον τοῦ διδασκάλου τοιαῦτα βιβλία. -spl τῶν γενῶν τοῦ ὄντος, ὡς πλωτῖνος, (cf. v. 33) Πλωτῖνος] Enn. VI, 1 (p. 566 sq.) 27 ἀφροδισεὺς HKP 29 περιγενέσθαι Η1 30 Ἀριστείδης) III p. 433 Diadorf τῶν ὑπὲρ Urb. 35: τὰ ὑπὲρ IIKPb 32 δὲ 0111. b 33 inseias Περὶ τῶν δέκα γενῶν ἢ (cf. v. 25))

    133
    καθόλου λόγων ἐνδείκνυνται ὅτι οἱ λόγοι δι’ οἰκείαν ἀσθένειαν κατόπιν ἐγένοντο τῶν πραγμάτων καὶ οὐκ ἴσχυσαν γενέσθαι ὡς αὐτὰ τὰ πράγματα. νικᾷ δὲ καὶ τὴν Πρὸ τῶν τόπων ἐπιγραφήν· εἰ γὰρ καὶ ἐξὸν τὴν τάξιν ἐπιγραφὴν ποιῆσαι, ὡς ἐν τῇ Μετὰ τὰ φυσικά, ἀλλ’ ἐκεῖ εὐλόγως· καὶ μόναις γὰρ ἕπεται ταῖς Φυσικαῖς καὶ μόνα, τὸ δὲ παρὸν βιβλίον οὐ μόνων προηγεῖται τῶν τόπων ἀλλὰ καὶ ἄλλων. οἶδε δὲ πάσας τἀς ἐπιγραφὰς ὁ Ἀριστοτέλης ἐπιγράφειν, Κατηγορίαι, τόποι, ἀλλὰ καὶ τὴν Περὶ οὐρανοῦ καὶ κόσμου. αὕτη καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς.

    Ἐφ᾿ οἷς εἴπωμεν τὸ γνήσιον. γνήσιον τοίνυν ἐκ τοῦ παλαιοῦ τὸ παρὸν βιβλίον ἀπὸ τῆς φράσεως καὶ τῆς δεινότητος τῶν ἐνθυμημάτων καὶ ἐκ τοῦ ὀνομαστὶ μεμνῆσθαι α·ὐτὸν τοῦ παρόντος βιβλίου ἐν ἄλλοις αὑτοῦ βιβλίοις καὶ λέγειν ὅτι ῾ ὡς εἴρηται ἐν Κατηγορίαις᾿, καὶ ἐκ τοῦ κατὰ ζῆλον αὐτοῦ γράψαι τοὺς ἑταίρους αὐτοῦ ὁμώνυμα βιβλία καὶ χρήσασθαι τῇ ῾περὶ᾿ πρπιέσει, καὶ ἐκ τοῦ εὐθύνας δεδωκέναι αὐτὸ τοῖς Ἀττικοῖς ἐξηγηταῖς· τεσσαράκοντα γὰρ βιβλίων εὑρεθέντων ἐν παλαιαῖς βιβλιοθήκαις τῶν Ἀναλυτικῶν καὶ δύο τῶν Κατηγοριῶν τέσσαρα μόνα τῶν Ἀναλυτικῶν ἐκκρίνουσι | καὶ τῶν Κατηγοριῶν ἕν, καὶ εἰ μὴ γνήσιον ἦν τὸ παρὸν σύγγραμμα, [*](233r) ἀκέφαλος ἦν πᾶσα ἡ λογικὴ πραγματεία· Συριανὸς μὲν γάρ ὁ φιλόσοφος ἐπέγραψε τῷ Φαίδωνι νοθευομένῳ ὑπό τινος Παναιτίου·

  • εἴ με Πλατῶν οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες·
  • Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω.
  • ἀλλὰ νόθον μ’ ἐτέλεσσε Παναίτιος, ὅς ῥ’ ἐτάλασσε
  • καὶ ψυχὴν θνητὴν καί με νόθον τελέσαι.
  • ἐγὼ δέ, φησὶν ὁ ἡμέτερος διδάσκαλος, ἐπιγράφω ταῖς Κατηγορίαις
  • εἰ μὴ Ἀριστοτέλους γενόμην, ἢ διπλόος οὗτος,
  • ἢ σοφίην ἀκάρηνον ἐδείματο νόσφιν ἐμεῖο.
  • οὕτως καὶ τὸ γνήσιον.

    Ἐφ᾿ οἷς εἴπωμεν τὴν εἰς τὰ μόρια διαίρεσιν. εἰς τρία τοίνυν διαιρεῖται τὸ παρὸν βιβλίον, 〈εἰς τὰ πρὸ τῶν κατηγοριῶν〉, εἰς τὰς κατηγορίας, [*](2 ouyt b 3 εἰ γὰρ—ποιῆσαι (4) iu mrg. suppl. P ἐξ ὧν ’: ἕξων P 5 γὰρ μόναις coll. b μόνα] μόνον HP G ὁ om. Kb 9 γνήσιον (alt.) superscr. HP 11 αὐτοῦ b: αὐτοῦ HKP Ι2 ὅτι om. KP ὡς εἴρηται ἐν κὰτ.] videas Bonitzii ind. p. 102a 13 ἑτέρους P βιβλία om. KP χρῆσθαι KP 13. U τῇ περί προθέσει] cf. p. 132,24 14 αὐτῶ P 15 τεσαp. P γὰρ superscr. K 16 μόνον lib 16. 17 ἐκκίνουσι P: ἐγκp. b 17 ἓν τῶν xat. Hb μὴ ex μὲν corr. K σύγp. P 19 ἐπέγγραψαι Η Φαίδωνι corr. Brandis ex Asclep. in Metaph. p. 90,23 (Hayduck) cf. Zeller 11a 441: φαίδρω libri νοθευσμένω KP 20 d κτλ.] cf. Anthol. Pal. IX 358 με Κ2b μὲν ’P οὐ — τελέσαι (23) om. b ὐ γράψεν Κ2: ὑπέγραψε HP: ἐπέγραψε μὲν δύω Anth.: δύο HKP γένοντο Κ2 21 σωκρατικὸν ’P ὀάρων γὰρ ὦν ’P 22 μ’ ἐτέλεσε D: με τέλεσε P ὅς ρ᾿ ἐτάλασσε] ὅς ρ᾿ ἑτάλασε K: 6; ixEXeas H: οὓ (sic) ἐτέλεσε P: ὅς ρ᾿ ἐτέλεσσε Anth. 23 καί με] κἀμὲ Anth. TEXsasi ’: τέλεσε P: τελέσει Anth. 24 ἡμέτερος ex ὑμέτερος corr. P: ὑμέτερος H 25 Ἀριστοτέλους γενόμην b: dptatoxEXrj? ἐγενόμην HKP ojto; b: ’jxws HKP 29 εἰς τὰ πρὸ τῶν κατηγοριῶν ex Olymp. insei)

    134
    τουτ᾿ εστιν εἰς αὐτοὺς τοὺς αγωνας, καὶ εἰς τὰ χρησιμα πρὸς τὰς κατηγορίας· τὸ πρῶτον γὰρ καὶ τὸ τελευταῖον τμῆμα χρήσιμα διδάσκει πρὸς τὰς κατηγορίας, πλὴν οὐ τὰ αὐτά· ἐν μὲν γὰρ τῷ πρώτῳ τμήματι ἐκεῖνα τὰ χρήσιμα διδάσκει, ὧν οὐδεμίαν ἔχομεν πρόσκλησιν ἐκ τῆς συνθείς, περὶ ὁμωνύμων, περὶ ὑποκειμένου, περὶ κατηγορουμένου· ἐν δὲ τῷ τελευταίῳ τμήματι ἐκεῖνα τῶν χρησίμων διδάσκει, ἃ καὶ ἐκ τῆς συνηθείας γινώσκομεν, περὶ προτέρου, περὶ τοῦ ἅμα, περὶ τοὐ ἔχειν, περὶ κινήσεως. οὐκ ἠβουλήθη δὲ πάντα τὰ χρήσιμα ἐν ἑνὶ μέρει εἰπεῖν, ἵνα μὴ τὰ προτέλεια μείζονα ποιήσῃ τῶν ἀγώνων. καὶ ἡμεῖς οὖν ἵνα μὴ τὰ προοίμια μείζονα ποιήσωμεν, τῶν μὲν προοιμίων ἅλις, ἐπ’ αὐτοὺς δὲ τοὺς ἀγῶνας λοιπὸν χωρήσωμεν καὶ τὴν ἐξήγησιν τῆς λέξεως. ἐν οἷς καὶ τὰ προλεγόμενα τῶν Κατηγοριῶν.

    [*](7 τοῦ ἅμα b: ἅμα HKP 10 μὲν] νῦν Κ: μὲν γὰρ P λοιπὸν om. P 11 οἶς] τούτοις b 12 Κατηγ.] expl. b)
    135

    p. 1a1 .<῾Ομώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν>.

    Ἐπειδὴ σκοπὸς αἱ κατηγορίαι, τὸ δὲ ὁμώνυμον κατηγορεῖται τῶν κατηγοριῶν, ηγοριῶν, πᾶσα δὲ κατηγορία τῶν ὑπ’ αὐτὴν εἰδῶν συνωνύμως κατηγορεῖται ὡς γένος εἴδους, διὰ τοῦτο ὁ Ἀριστοτέλης προτάττει τὴν διδασκαλίαν τῶν ὁμωνύμων καὶ συνωνύμων, κἀν τούτοις προτάττει τὰ ὁμώνυμα τῶν συνωνύμων, ἐπειδὴ καὶ τὸ ἓν τῶν δύο προηγεῖται· ἐπὶ γὰρ τῶν ὁμωνύμων ἑνὸς μόνου χρεία· ὀνόματος γὰρ μόνου κοινωνίαν ποιεῖ τὰ ὁμώνυμα, τὰ δὲ συνώνυμαι κοινωνίαν ὀνόματος καὶ κοινωνιαν πράγματος. ἀλλ’ ἐπειδὴ Ἀριστοτέλης τί ἐστι μόνον λέγει ἕκαστον, τί ὁμώνυμα καὶ τί συνώνυμα, εἴπωμεν πρὸ τοῦ τί ἐστι τὸ εἰ ἔστιν. εἰκότως δὲ ζητοῦμεν τὸ εἰ ἔστιν, ἐπειδή τινες ἐπιχειροῦσιν ἀνελεῖν τὰ ὁμώνυμα, δεικνύντες ὅτι οὐκ εἰσὶ ταῦτα. φέρε οὖν ἡμεῖς δείξωμεν ὅτι εἰσὶ τὰ ὁμώνυμα. δείκνυμεν δὲ οὕτως, λῆμμα ὁμολογούμενον τοῦτο προλαμβάνοντες ὅτι τῶν στοιχείων | πεπερασμένων καὶ αἱ [*](233v) συμπλοκαὶ πεπερασμέναι εἰσί· τὰ δὲ στοιχεῖα πεπερασμένα εἰσίν εἴκοσι γὰρ καὶ τέσσαρά εἰσι τὸν ἀριθμόν)· τῶν δὲ στοιχείων συμπλοκαί εἰσιν αἱ συλλαβαί, πεπερασμέναι ἄρα εἰσὶ καὶ αἱ συλλαβαί· τῶν δὲ συλλαβῶν συμπλοκαὶ εἰσι τὰ ὀνόματα, πεπερασμένα ἄρα εἰσὶ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἄπειρά εἰσι τῷ πολλάκις καὶ ἀεὶ γίνεσθαι. οὐδέποτε δὲ τὸ πεπερασμένον τῷ ἀπείρῳ ἐξισοῦται, εἰ μὴ πολλάκις ἀνακυκληθῇ· εἰσὶν ἄρα τὰ ὁμώνυμα· οὐδὲν γάρ ἐστιν ὁμώνυμον εἰ μὴ ἀνακύκλησις τοῦ αὐτοῦ ὀνόματος πολλάκις γινομένη. οὕτω τοῦ Ἀριστοτέλους δείξαντος ὅτι εἰσὶ τὰ ὁμώνυμα τοῖς Σοφιστικοῖς ἐλέγχοις καὶ ὅτι ἐξ ἀνάγκης εἰσί, πειρῶνται ἀνελεῖν λόγῳ τοιούτῳ χρώμενοι· φασὶν ὅτι τὸ ὁμώνυμον πρᾶγμα καὶ τὸ ὄνομα ἐπιδέχεται τοῦ ὁμωνύμου καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὰ δὲ τὸ αὐτὸ ὄνομα καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδεχόμενα συνώνυμά εἰσι· τὰ ὁμώνυμα ἄρα συνώνυμα. καὶ τί τῶν ἄλλων ἔσται τῶν ὁμωνύμων συνωνύμων ὄντων; πρὸς οὓς λέγομεν λύσεις δύο, μίαν μὲν τοιαύτην· ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ [*](1 post κειμένου add. περὶ ὁμωνύμων Κ 2 lemma iuserui 7 γὰρ superscr. Η 10 ἐκ. λέγει coll. P 12 οὖν om. Η 17 πεπεp. ἄρα—συλλαβαί om. KP 18 ἄρα om. Κ 19 γίνεσθαι —πρᾶξις (136,20) folii iuferiore parte abscisa paucis relictis litteris interierunt P 23 ἐν addidi τοῖς σοφ. ἐλ.] c. 4 p. 165b30sq. 27 ἔσται om. K)

    136
    πρᾶγμα καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον κατ’ ἄλλο καὶ ἄλλο ὄνομα· καθὸ μὲν γὰρ Αἴας καὶ Αἴας, ὁμώνυμά εἰσιν, ὑπογραφὰς δὲ διαφόρους ἔχει ἕκαστος αὐτῶν, καθὸ μέντοι τὸ Αἴας καὶ Αἴας ἄνθρωποι, συνώνυμά εἰσιν. οὐδὲν οὖν ἄτοπον καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον τὸ αὐτό, κατ’ ἄλλο δὲ καὶ ἄλλο. ἢ καὶ ἄλλως· ὅτι κατὰ τὸ αὐτὸ ὄνομα καὶ ὁμώνυμον καὶ συνώνυμον δύναται εἶναι· ὑποκείσθωσαν γὰρ δύο τινὲς Εὔβουλοι λεγόμενοι· ἐνταῦθα ὡς μὲν Εὔβουλος καὶ Εὔβουλος ἑκάτεροι ὁμώνυμοι, εἰ δὲ ἐκ τύχης τινὸς εἶεν καὶ συνετοί, συνώνυμοί εἰσιν· εὑρίσκονται γὰρ καὶ Εὔβουλοι λεγόμενοι καὶ εὔβουλοι ὄντες, ὡς καὶ τὸν ὁρισμὸν τοῦ εὐβούλου δεχόμενοι. αὕτη πρώτη λύσις διπλῆ. δευτέρα δὲ λύσις, ὅτι παραλογίζονται οἱ λέγοντες δεικνύναι τὰ ὁμώνυμα συνώνυμα· οὐδὲ γὰρ ἔδειξαν ὃ ἐπηγγείλαντο, ἐπειδὴ ἡ συνώνυμος κατηγορία καὶ κοινῇ μετέχεται ὑπὸ τοῦ μετέχοντος καὶ ἰδίᾳ, κἂν μὴ ᾖ τὸ λεῖπον· οἷον ἀνθρώπου μὴ ὄντος δύναται ζῷον καὶ λέγεσθαι καὶ εἶναι ὁ ἵππος, καὶ τὸ ἀνάπαλιν ὁ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ ζῷόν ἐστι, κἀν μὴ ᾖ ὁ ἵππος· ἐπὶ δὲ τῶν ὁμωνύμων οὐκ ἔρρωται οὗτος ὁ κανών· οὐδὲ γὰρ εἷς Αἴας ἐν ὅλῳ τῷ κόσμῳ δύναται εἶναι ὁμώνυμος ἄλλου μὴ ὄντος Αἴαντος. τί οὖν συνήγαγεν ὁ λόγος; ὅτι δύναται τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον κατ’ ἄλλο καὶ ἄλλο, ὁμώνυμα μὲν κατ’ αὐτὸ τὸ ὄνομα κατ’ ἄλλην δὲ καὶ ἄλλην σημασίαν συνώνυμα, ὡς ἐπὶ τοὐ Εὔβουλος. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

    p. 1a1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν.

    Μετὰ τὸ εἰ ἔστι τῶν ὁμωνύμων ἔλθωμεν καὶ ἐπὶ τὸ τί ἐστι, ταὐτὸν εἰπεῖν καὶ ἐπὶ τὴν | ὑπογραφήν. ὁρίζεται τοίνυν τὰ ὁμώνυμα ὁ Ἀριστοτέλης 234r οὕτως· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινὸν ὁ δέκατά τοὔνομα λόγος οὐσίας ἕτερος, ὡς τὸ Αἴας καὶ Αἴας· οἱ γὰρ δύο Αἴαντες ὄνομα μόνον ἔχουσι κοινὸν ὑπογραφὰς δὲ διαφόρους. σαφηνίσωμεν οὖν ἑκάστην λέξιν οὖσαν ἐν τῇ ὑπογραφῇ.

    p. 1 a 1 Ὁμώνυμα.

    Ἴδου εὐθέως ἐκ θυρῶν ὁ Ἰαμβλίχειος σκοπὸς ἀναφαίνεται, ὅτι καὶ περὶ φωνῶν καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων ὁ σκοπὸς ταῖς Κατηγορίαις· τὰ γὰρ ὁμώνυμα οὐδὲ ἐν πράγμασι μόνοις ᾗ πράγματά εἰσι θεωροῦνται, ἐπεὶ ἔσται ἡ ὁμωνυμία ταὐτότης πραγμάτων, ὅπερ ἄτοπον. ἀλλ’ ἐν πράγμασιν ἡ ὁμωνυμία πεπονθόσι τὴν ὁμωνυμίαν. εἰ οὖν ἐξ ἀνάγκης [*](2 ὁμώνυμά εἰσιν post αὐτῶν (3) transponas 3 ἕκαστον Κ 9 εὔβουλοι H 11 δεικνύειν (pr. 1.) H 13 καὶ λέγεσθαι superscr. H 15 οὕτως H 17 αἶαν om. Κ 18 μὲν post αὐτὸ (19) coll. H 19 δὲ post ἄλλην Vat. 1018: post ὢ coll. Κ: om. Η 21 μόνον om. H 22 τῶν ὁμωνύμων] τὸ ὁμώνυμον b 23 τὴν ὑπογραφήν scripsi : τῆς ὑπογραφῆς HKP 29 ἰαμβλίχειος Urb. 35: ἰαμβλίχιος HKP 30 καὶ περὶ πραγμάτων om. P 32 ἐπεὶ] ἐπὶ P ἔσται— οὐχ ὅτι (p. 138,4) paucis litteris reiictis desunt P (cf. p. 135,18 not.))

    137
    καὶ ἐν φωναῖς καὶ ἐν πράγμασι τὰ ὁμώνυμα, καὶ ἐν νοήμασιν ἐξ ἀνάγκης· ὅπου γὰρ φωναί, καὶ πράγματα πάντως, μέσα δὲ τούτων εἰσὶ τὰ νοήματα.

    p. 1a 1 Λέγεται.

    Μὴ ἐπειδὴ ἐχρήσατο τῷ λέγεσθαι, πάντως περὶ φωνῶν τὸν σκοπὸν νοήσωμεν· καὶ ἐπὶ φωνῶν γὰρ καὶ ἐπὶ νοημάτων καὶ ἐπὶ πραγμάτων τίθεται τὸ λέγεται· ὡς γὰρ τοῦ λέγειν τὰ τρία δυναμένου σημαίνειν, καὶ τὸν βαρβαρίζοντα κακῶς λέγειν φαμέν, ὅτι περὶ φωνάς ἐστι τὸ σφάλμα, καὶ τὸν ἀδιανόητα φθεγγόμενον ὡς περὶ τὰ νοήματα ἁμαρτάνοντα καὶ τὸν ψευδόμενον ὡς περὶ πράγματα σφαλλόμενον. ἀδιανόητοι λέγονται οἱ ταῖς ἀσήμοις λέξεσι χρώμενοι, οἷον τῷ βλίτυρι σκινδαψός· οὐδὲν γὰρ τούτων σημαίνει τι· ἢ σημαίνουσι μὲν αἱ λέξεις καθ’ ἑαυτάς, εἰς ἀλλήλας δέ εἰσιν ἀνακόλουθοι· λέγων γὰρ οὕτως ῾ ὁ ἄνθρωπος ζῷον, ἀλλὰ καὶ ὁ λίθος σῶμα, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, ταῦτα ἀδιανόητα ὡς ἀνακόλουθα.]

    p. 1a1 Ὁμώνυμα λέγαται.

    Ἀποροῦσιν ὅτι διὰ τί πληθυντικὸν ἑνικῷ ἀποδέδωκεν· ὀφείλων γὰρ εἰπεῖν ῾λέλονται᾿, λέγεται εἶπε. πρὸς ὅ φαμεν ὅτι τοῦτο πεποίηκεν ὁ Ἀριστοτέλης οὐ κατὰ Ἀττικὴν σύνταξιν ἡ συνήθειαν οὐδὲ γὰρ ἐφρόντιζε τούτου ὥσπερ καὶ οἱ ἄλλοι φιλόσοφοι, μόνον μὴ κατόπιν τῆς ἀληθείας γένωνται), νωνται), ἀλλὰ τοῦτο πεποίηκεν ὁ. Ἀριστοτέλης καὶ πληθυντικὸν ἑνικῷ συνέταξεν, ἐπειδὴ καὶ τὰ ὁμώνυμα πολλὰ πράγματα ὄνια ἑνὶ ὀνόματι ὀνο- μάξονται.

    p. 1a 1 Ὧν ὄνομα.

    Ἀποροῦσί τινες λέγοντες ὅτι καὶ ἐν ῥήμασίν ἐστιν ὁμωνυμία· τὸ γὰρ ἐρῶ ῥῆμα σημαίνει καὶ τὸ ἐπιθυμῶ καὶ τὸ λέξω· πῶς οὖν εἶπεν ὄνομα μόνον κοινόν, εἰ καὶ ἐν ῥήμασίν ἐστιν ὁμωνυμία; τί οὖν φαμεν; ὅτι τὸ ὄνομα διττόν, τὸ μὲν κατὰ παντὸς μέρους λόγου φερόμενον, καθ’ ὅ φαμεν τὸν Πλάτωνα καλοῖς ὀνόμασι χρήσασθαι, οὐχ ὅτι ῥήμασιν οὐκ ἐχρήσατο, τὸ δὲ ἀντιδιαστελλόμενον τοῖς ἄλλαις μέρεσι τοῦ λόγου τὸ κυρίως ὄνομα τὸ πτωτικόν. ἐνταῦθα οὖν ὄνομα ἀκουστέον τὸ κατὰ ῥημάτων φερόμενον καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου.

    [*](8 φθεγκομ. H ὡς περὶ ] ὥσπερ H δὲ πράγματος H ἀδιανόητοι — ἀνακόλουθα (13) inclusi ὀνομάζεται Κ δὲ K 10 τῷ scripsi: τὸ ὧντινων 15 ὃτι om. K 20. 21 ὀνομάζεται K 22 post ὧν add εἰπὼν ἀντὶ τοῦ ὧντινων πραγμάτων H 23 ἀποροῦσι—λόγου (30) post ἐξηπλωμένον (138,10) coll. Κ δὲ τινες Κ 24 λέξω Amm.: λέγω HK)
    138

    p. la 1 Μόνον.

    To μόνον δύο σημαίνει· ἢ γὰρ τὸ μοναδικόν, καθ’ ὅ φαμεν ὅν μόνον θεόν, ἢ τὸ πρὸς ἀντιδιαστολὴν τοῦ ὁμοζύγου λεγόμενον, ὡς πολλάκις λέγεται ὅτι ἀπελείφθη τις ἐν πολέμῳ δόρυ μόνον ἔχων, οὐχ ὅτι χεῖρας ἢ πόδας οὐκ εἶχεν, ἀλλ’ ὅτι τὰ ὁμόζυγα τούτου οὐκ εἶχεν οἷον ἀσπίδα καὶ κνημῖδας, καὶ πάλιν ἀπελείφθη τις ἐν ἀρίστῳ ἄριον μόνον ἔχων πρὸς ἀντιδιαστολὴν τῶν ὁμοζύγων ἐδεσμάτων. εἴρηται οὖν ἐνταῦθα μόνον τὸ πρὸς ἀντιδιαστολὴν τοῦ ὁμοζύγου· τὸ γὰρ ὄνομα ὁμόζυγον τοῦ ὁρισμοῦ, | διὸ καὶ [*](234v) ἀνθορίζονται· ὄνομα γάρ ἐστιν ὁρισμὸς συνεσταλμένος, ὁρισμὸς δέ ἐστιν ὄνομα ἐξηπλωμένον.

    p. 1a 1 Κοινόν.

    Τὸ κοινὸν τετραχῶς· ἢ γὰρ τὸ ἀδιαίρετον ὡς ὁ αὐλὸς κοινὸς ἢ οἰκέτὴς, ἢ τὸ διαιρούμενον ὡς ἀγρὸς ἢ οἰκία, ἢ τὸ τοῦ προκαταλαμβάνοντος ἴδιον, ὡς ὁ τοῦ θεάτρου τόπος κοινὸς ὢν τοῦ προκαταλαμβάνοντος γίνεται ἴδιος, ἢ τὸ ἐπίσης μετεχόμενον ὡς ἡ τοῦ κήρυκος φωνή αὕτη γὰρ ἐπίσης ὑπὸ πάντων μετέχεται) καὶ ἡ ὕλη]. κοινὸν οὖν ἐνταῦθα δεῖ λαβεῖν τὸ ἐπίσης μετεχόμενον· τῆς γὰρ Αἴας φωνῆς ἐπίσης μετέχουσιν οἱ δύο Αἴαντες.

    p. 1a1 Ὁ δὲ κατὰ τοὔνομα λόγος οὐσίας ἕτερος.

    Κατὰ τοὔνομα τὸ εἰρημένον· τὰ γὰρ ἄρθρα ἀναφορικά εἰσιν. ἀποροῦσι δέ τινες πῶς φιλοσύντομος ὢν ὁ Ἀριστοτέλης περιττὰ νῦν λέγει· ἤρκει γὰρ εἰπεῖν ὅτι ὁμώνυμά εἰσιν ὧν ὄνομα κοινόν· εἰ γὰρ ἕν τι τούτων δοθῇ, τὸ ἄλλο ἕπεται ἐξ ἀνάγκης * * ὁ· ὁ γὰρ ὁρισμὸς αὐτῶν διάφορος. καὶ εἰ εἴποις ὅτι ὁμώνυμά εἰσιν ὧν μόνος ὁ ὁρισμὸς διάφορος, τὸ ἄλλο εἵπετο ἐξ ἀνάγκης· τὸ γὰρ ὄνομα αὐτῶν μόνον εἶχεν εἶναι κοινόν. περιττῶς οὖν εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. πρὸς ὅ φαμεν ὅτι οὐ μάτην τοῦτο εἶπεν, ἀλλ’ ἵνα δείξῃ ποῖος ὁρισμὸς διάφορος· οὐδὲ γὰρ ὁ ὡς ἀνθρώπων ὁρισμὸς διάφορος ὁ αὐτὸς γὰρ λόγος τῶν δύο Αἰάντων ὡς ἀνθρώπων), οὐδὲ κατὰ τὸ Αἴας καὶ Αἴας διαφέρουσιν ὁ αὐτὸς γὰρ [*](1 μόνον κοινόν Κ o ἢ τὸ] τὸ δὲ H 4 ἀπελύφθη H 7 ἐντεῦθεν Η1 τὸ om. P 13 ὁ ἀγρὸς Κ1 14 ὁ om. H post προκαταλ. iter. ἴδιον—προδαταλαμβάνοντος P 16 καὶ ἡ ὕλη recte om. Urb. 35 20 etp.] διηρημένον HP 22 ἕν τι Κ2: ἀντὶ HK1P 23 post ἀνάγκης defectum signavi, iuseras εἰ γὰρ εἴποις ὅτι ὁμώνυμά εἰσιν ὧν ὄνομα μόνον κοινόν, τὸ ἄλλο εἴπετο ἐξ ἀνάγκης· 24 εἴποις ex εἴπῃς corr. Κ 25 αὐτῶν om. KP περιττὸς Κ 26 post τοὔνομα iter, μόνον εἶχεν εἶναι κοινόν del. P 27 post διάφορος add. ὁ αὐτὸς P (cf. Y. 28) οὐδὲ—διάφορος (28) om. Κ 28 pr. ὁ superscr. H καὶ λόγος H 29 ὡς om. KP καὶ αἴας superscr. P)

    139
    λόγος τῆς Αἴας φωνῆς, ὅτι δισύλλαβος βαρύτονος καθαρὸν τὸ a ἔχουσα), ἀλλ’ ὁρισμὸν διάφορον ἔχουσι τὰ ὁμώνυμα κατὰ τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς αὐτῆς· ἡ γὰρ Αἴας φωνὴ σημαίνει ἐπὶ μὲν τοῦ ἑνὸς Αἴαντος ὅτι ἐστὶ τοῦ Τελαμῶνος καὶ ἐκ τῆς Σαλαμῖνος, ἐπὶ δὲ τοῦ ἄλλου ὅτι ἐστὶ τοῦ Ὀιλέως καὶ Λοκρός· τούτων γὰρ τῶν ἰδιωμάτων τῶν ἐφ’ ἑκατέρῳ θεωρουμενων ὑπογραφὴ διάφορος εστι.

    p. 1a2 Τῆς οὐσίας.

    Οὖσίν ἐνταῦθα κοινότερον ἀκουστέον τὴν καὶ κατὰ τῆς ὑπάρξεως φερομένην· διττὴ γὰρ ἡ οὐσί, ἡ μὲν ἀντιδιαστελλομένη ταῖς ἐννέα κατηγορίαις ἡ κυρίως οὐσία, ἡ δὲ κατὰ συμβεβηκότων φερομένη, ἣν καὶ νῦν ἀκουστέον.

    p. 1a2 Ἕτερος.

    Διὰ τί, φασί, δύο οὐσῶν ἀντιθέσεων, κοινοῦ — ἰδίου, ταὐτοῦ — θατέρου, μὴ εὐθὺς μνησθεὶς τοῦ κοινοῦ καὶ τοῦ ἀντικειμένου ἐμνήσθη, φημὶ δὴ τοῦ ἰδίου, I καὶ ἑτέρου μνησθεὶς τοῦ ταὐτοῦ οὐκ ἐμνήσθη; καὶ λέγομεν [*](235r) ὅτι βουλόμενος τεχνῶσαι ἡμᾶς καὶ πλειόνων ἀντιθέσεων ἐντὸς ποιῆσαι, ἑνὸς σκέλους ἀφ’ ἑκατέρας ἀντιθέσεως ἐμνήσθη, κελεύων καὶ τοῦ ἄλλου ὑπακούειν· μνησθεὶς γὰρ κοινοῦ εἰς ἔννοιάν σε τίθησι τοῦ ἰδίου, καὶ μνησθεὶς ἑτέρου κελεύει σε νοεῖν τὸ ταὐτόν. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.

    Ορισάμενος ὁ Ἀριστοτέλης τὰ ὁμώνυμα ὧν ὄνομα μόνον κοινὸν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἓτερος, παραδείγματι κέχρηται πρὸς παράστασιν τῶν ὁμωνύμων τῷ τε ἀληθινῷ ἀνθρώπῳ καὶ τῷ γεγραμμένῳ· τούτων γὰρ ἑκάτερος ζῷον λέγεται ὅτι δὲ ὁ γεγραμμένος ζῶον λέγεται, δῆλον ἐντεῦθεν, ὅτι ὁ δημιουργὸς αὐτοῦ ζωγράφος εἴρηται), ὁ δὲ ὁρισμὸς αὐτῶν διάφορος· ὁ γὰρ ἀληθὴς ἄνθρωπος οὐσία ἔμψυχός αἰσθητική, ὁ δὲ γεγραμμένος οὐκ οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἔμψυχος ἀλλ’ ἄψυχος, οὐκ αἰσθητικὸς ἀλλ’ ἀναίηθητος, ἀλλὰ ζῷον λέγεται ὡς εἰκὼν οὐσίας ἐμψύχου αἰσθητικῆς.

    Ἰνα δὲ γνῶμεν ὑπὸ ποῖον τῶν ὁμωνύμων ἀνάγεται τὸ παράδειγμα, φέρε εἴπωμεν τὴν διαίρεσιν τῶν ὁμωνύμων. τούτων τὰ μέν εἰσιν ἀπὸ τύχης, ὡς ὅταν τινὲς ἐν διαφόροις τόποις ὄντες τῷ αὐτῷ ὀνόματι ὀνομάζωνται, μηδεμίαν ἔννοιαν ἐσχηκότος τοῦ ὀνομάσαντος τῶν ἐν ἄλλῳ τόπῳ οὓτως ὀνομαζομένων, ὥσπερ Ἀλέξανδρος ὁ Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ [*](3 TOU om. HP 5 ἑκάτερα Κ 8 τὴν humore del. H 15 δὴ om. Κ 16 ἐντὸς Urb.. 35 Par. 2051 : ἔννοιαν HKP (cf. Amm. in Cat. p. 1,3) 19 ἡ om. Η post πρᾶξις inseras lemma Owv Οἷον—γεγραμμένον 20 post ὁμών. add. μόνον κοινὸν del. P 22 τε om. K 23 τούτου KP ὅτι — λέγεται in mrg. suppl. P 24 αὐτῶν K: om. P εἴp.] λέγεται Κ 25 αὐτῶν scripsi.: : αὐτοῦ HKP 27 αἰσθητικῶς Κ’ 29 ὑποδειγμάτων ὑποδειγμάτων Κ παράδ.] ὑπόδειγμα Κ 31. 32 ὀνομάζονται HP 32 ἐσχηκότως P τῶν . . ὀνομαζομένων (33) scripsi: τὸν ὀνομαζόμενον ΗKP)

    140
    ἀπὸ διανοίας, ὡς ὅταν βουλευσάμενός τις ὀνομάσῃ ὄνομα. καὶ τὰ μὲν ἀπὸ τύχης ἀδιαίρετα· αἱ γὰρ διαιρέσεις ὑπὸ τεχνῶν καὶ ἐπιστημῶν προβάλλονται, ὥς φησι καὶ ὁ Πλάτων, ὅτι ἐμπειρία μὲν ἡμῶν τὸν αἰῶνα ποιεῖ πορεεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. τὰ δὲ ἀπὸ διανοίας ἃ μὲν κατὰ χρονικὴν ἔννοιαν ἃ δὲ οὐ κατὰ χρονικὴν ἔννοιαν, καὶ τῶν κατὰ χρονικὴν ἔννοιαν τὰ μὲν κατὰ μνήμην, ὡς εἴ τις τοῦ πατρὸς μνημονεύων τὸν υἱὸν τὸν ἴδιον τῷ ἐκείνου ὀνομάσῃ ὀνόματι, τὰ δὲ κατ’ ἐλπίδα, ὡς εἴ τις τὸν υἱὸν αὑτοῦ ὀνομάσῃ Πλάτωνα ἐλπίσας αὐτὸν γενήσεσθαι τοιοῦτον οἶδε γὰρ καὶ ἀξιοπίστων ἀνδρῶν ὀνόματα ἐρεθίζειν ἡμᾶς πρὸς μίμησιν ἐκείνων ὧν εἰσι καὶ τὰ ὀνόματα), τὰ δὲ κατὰ τὸ συναμφότερον καὶ κατὰ μνήμην καὶ κατ’ ἐλπίδα. οὕτω μὲν τῶν κατὰ χρονικὴν ἔννοιαν. τῶν δὲ οὐ κατὰ χρονικὴν ἔννοιαν τὰ μὲν κατὰ μέθεξιν, ὡς ἀπὸ τῆς μουσικῆς μουσικὴ γυνή, τὰ δὲ κατὰ μεταφοράν. διαφέρει δὲ μεταφορὰ ἀναλογίας· μεταφορὰ γάρ ἐστι σύντομος ἀναλογία, ἀναλογία δέ ἐστιν ὡς ὅταν εἴπω ὅτι οἷον λόγον ἔχει τόδε πρὸς τόδε, τοῦτον ἔχει τόδε πρὸς τόδε. ἡ δὲ μεταφορὰ οὐ λόγῳ κέχρηται ἀλλ’ ὀνόματι· ὀφείλων γὰρ εἰπεῖν τις ῾ὁποῖον λόγον ἔχει ὁ ποιμὴν πρὸς τὰ πρόβατα, | τοῦτον ὁ βασιλεὺς πρὸς τὸν λαόν᾿ καὶ [*](235v) χρήσασθαι οὕτω τῇ ἀναλογίᾳ, μὴ εἴποι οὕτως ἀλλὰ ποιμένα καλέσαι λαῶν τὸν βασιλέα μεταφορικῶς. οὕτω μὲν τὰ κατὰ μεταφοράν. πάλιν τὰ μὲν ἀφ’ ἑνὸς τὰ δὲ πρὸς ἕν· καὶ τὰ μὲν ἀφ’ ἑνὸς ἢ ὡς ἀπὸ ποιητικοῦ, ὡς ἀπὸ ἰατρικῆς ἰατρικὸν σμιλίον καὶ βιβλίον, ἡ ὡς ἀπὸ παραδειγματικοῦ, ὡς ἀπὸ ἀληθινοῦ ἀνθρώπου ὁ γεγραμμένος· εἰκὼν γὰρ ὁ γεγραμμένος τοῦ ἀληθινοῦ ἀνθρώπου. τὰ δὲ πρὸς ἓν οἷον τὰ πρὸς ἓν τέλος ἀφορῶντα, ὑγιεινὸν οὖρον ὑγιεινὸν σιτίον. τὸ παράδειγμα οὖν ἐλήφθη ἀπὸ τῶν ἀφ’ ἑνὸς καὶ τούτων ἀπὸ τοῦ παραδειγματικοῦ. καὶ ταῦτα μὲν περὶ τούτων.

    Δεῖ δὲ τὰ ὁμώνυμα μὴ κατὰ μόνην τὴν προφορὰν κοινωνεῖν, ἀλλὰ καὶ κατ’ ἄλλα περιστατικά, οἷον τόνον πτῶσιν πνεῦμα γένος ἀριθμὸν γραφὴν μέρος λόγου συνήθειαν· τὸ γὰρ ἀργὸς παροξυτόνως καὶ τὸ ἀργὸς ὀξυτόνως οὐχ ὁμώνυμα· τῷ γὰρ τόνῳ διαφέρει· καὶ ὅτε μὲν παροξύνεται, δηλοῖ τὸν Ἀργὸν τὸν φύλακα τῆς Ἰοῦς, ὃν ἀποκτείνας ὁ Ἑρμῆς Ἀργειφόντης ἐκλήθη δηλοῖ δὲ καὶ ἄλλα ὀνόματα κύρια), ὅτε δὲ ὀξυτόνως, δηλοῖ τὸν μηδὲν ἐργαζόμενον καὶ τὸν ταχὺν καὶ τὸν λευκόν. πάλιν τὸ ἐλάτης οὐκ ἔστιν ὁμώνυμον· διάφορος γὰρ ἡ πτῶσις· ὅτε γὰρ τὸν ἐλάτην δηλοῖ, ἤγουν τὸν ἐλαύνοντα, εὐθεῖά ἐστιν, ὅτε δὲ τὸ δένδρον, θηλυκῆς ἐστι πτώσεως γενικῆς, οἷον ἡ ἐλάτη τῆς ἐλάτης. ἀλλ’ οὐδὲ τὸ ῾οιος᾿ ὁμώνυμον δύναται εἶναι· σημαίνει γὰρ καὶ τὸ μόνος καὶ τὸ ὁποῖος, ἀλλ’ ὅπου [*](2 διαίρετα (sic) P 06 Πλάτων] (jorg. p. 448 C 5 καὶ τῶν—ἔννοιαν (6) om. P 7 καὶ τὸν υἱὸν Κ ὀνομάσῃ scripsi: ὀνομάσει ΗΚ: ὀνομάζει P 8 ὀνομάσῃ Vat. 1018: ὀνομάσει HKP γενέσθαι HP 9 καὶ om. Κ 10 aute ἐκείνων add. τῶν ἀνδρῶν Κ τὰ (aute ὀνόμ.) om. HP 13 δὲ] γὰρ Κ ὅτι om. Κ 15 πρὸς τόδε τόδε pr. 1. coll. Κ 17 τοῦτον scripsi: τοῦτο Jibri 18 εἴπῃ Κ καλέσαι scripsi: καλέσει HP: καλέσῃ Κ 30 post ἀργὸν add. καὶ P τῆς ἰοῦς om. HP 30. 31 ἀργηφόντης HP 31 scribas ὀξυτονεῖται (cf. v. 29) 34 ἤγουν om. P)

    141
    μὲν δασύνεται, τὸ ὁποῖος σημαίνει, ὅπου δὲ ψιλοῦται, τὸ μόνος· ἐπειδὴ γὰρ διαφέρει κατὰ τὸ πνεῦμα, οὐ δύναται εἶναι ὁμώνυμον. ὥσπερ οὐδὲ τὸ καινόν· ἡ γὰρ γραφὴ διάφορος· ὅτε γὰρ δηλοῖ τὸ μάταιον καὶ τὸ κοῦφον, διὰ τοῦ ἑ ψιλοῦ γράφεται, ὅτε δὲ τὸ νέον, διὰ διφθόγγου. οὐδὲ τὸ εἶπον πάλιν δύναται ὁμώνυμον εἶναι· ὁ γὰρ ἀριθμὸς διάφορος· τὸ γὰρ ῾εἶπον ἐκεῖνοι᾿ πληθυντικοῦ ἐστιν ἀριθμοῦ, τὸ δὲ εἶπον ἐγώ᾿ ἑνικοῦ. ἀλλ’ οὐδὲ τὸ φάρος ὁμώνυμον δύναται εἶναι· δηλοῖ γὰρ θηλυκῶς μὲν ἐκφωνούμενον τὴν πόλιν, ἀρσενικῶς δὲ τὸ κτίσμα, οὐδετέρως δὲ τὸ ἱμάτιον· ἐπειδὴ οὖν τὸ γένος διάφορον, ὁμώνυμον εἶναι οὐ δύναται. οὐδὲ πάλιν τὸ ἔχεις ὁμώνυμον, διάφορον ὂν μέρος λόγου· δηλοῖ γὰρ τὰς ἐχίδνας, οἷον οἱ ἔχεις τῶν ἔχεων, δηλοῖ δὲ καὶ τὴν καθεκτικὴν ἐνέργειαν, ἔχω ἔχεις. ἀλλ’ οὐδὲ τὸ ἅρμα ὁμώνυμον· δηλοῖ γὰρ τὸ ζεῦγος τῶν ἵππων καὶ τὰ ὅπλα, παρὰ μὲν Ῥωμαίοις τὰ ὅπλα, παρὰ δὲ Ἕλλησι τὸ ζεῦγος. ἐπειδὴ οὖν παρὰ τὴν διάφορον συνήθειαν διάφορα σημαίνει, ὁμώνυμον εἶναι οὐ δύναται. ταῦτα δὲ περὶ διαιρέσεων καὶ συστάσεων τῶν ὁμωνύμων. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις. |

    p. 1a6 Συνώνυμα δὲ λέγεται ὧν τὸ ὄνομα κοινὸν καὶ ὁ λόγος [*](236r) τῆς οὐσίας ὁ αὐτός.

    Μετὰ τὰ ὁμώνυμα ἔρχεται ὁ Ἀριστοτέλης ἐπὶ τὰ συνώνυμα· δέεται γὰρ καὶ τούτων εἰς τὰς δέκα κατηγορίας, εἴ γε ἑκάστη κατηγορία τῶν οἰκείων εἰδῶν συνωνύμως κατηγορεῖται. ἀλλ’ ἐπειδὴ κἀνταῦθα τί ἐστι τὰ συνώνυμα λέγει, προηγεῖται δὲ τὸ εἰ ἔστι τοῦ τί ἐστι, δείξωμεν ὅτι εἰσὶ τὰ συνώνυμα. εἰσὶ τοίνυν τὰ συνώνυμα διὰ τριῶν αἰτιῶν· πρῶτον μὲν αὐτὰ τὰ ὁμώνυμα συνώνυμα ἐδείχθη, δεύτερον ὅτι τεσσάρων τινῶν παρακειμένων ἀλλήλοις, ὁμωνύμων συνωνύμων πολυωνύμων ἑτερωνύμων, ἔστι δι’ ἑνὸς λόγου δεῖξαι ὅτι εἰσὶ τὰ τέσσαρα καὶ τί ἐστιν αὐτῶν ἕκαστον. δείκνυμεν δὲ ταῦτα ἐκ διαιρέσεως οὕτως· ἀεὶ δύο πραγμάτων λαμβανομένων, ἐχόντων ὄνομα καὶ ὁρισμόν, συμβαίνει ταῦτα ἢ κατ’ ἄμφω κοινωνεῖν, καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμόν, καὶ γίνεται τὰ συνώνυμα, ἢ οὐδὲ κατὰ τὸ ὄνομα οὐδὲ κατὰ τὸν ὁρισμὸν κοινωνοῦσι καὶ γίνεται τὰ ἑτερώνυμα, ἢ πῇ μὲν κοινωνοῦσι πῇ δὲ διαφέρουσι· καὶ ἢ κατὰ τὸ ὄνομα μὲν κοινωνοῦσι τῷ δὲ πράγματι διαφέρουσι καὶ γίνονται τὰ ὁμώνυμα, ἢ τῷ μὲν πράγματι κοινωνοῦσι διαφέρουσι. δὲ τῷ ὀνόματι καὶ γίνεται τὰ πολυώνυμα, οἷον ξίφος ἄορ μάχαιρα φάσγανον σπάθη. ἔδειξεν οὖν ὁ λόγος ὅτι καὶ εἰσὶ καὶ τί ἐστιν ἕκαστον αὐτῶν. τοῦτο δεύτερον. τρίτον εἰ ψευδὴς δείκνυται ὁ λόγος [*](1 τὸ om. KP 3 καινόν Κ: καινόν Η: κενόν P καὶ τὸ] καὶ H: ἡ P 7 τὸ om. HP ὁμώνυμος Η 8 πόλιν] πάλην HP 10 οἱ om. P 11 δὲ om. Κ 17 ante συνών. add. tit. περὶ συνωνύμων P δὲ om. HP TD Te Arist. ὁ κατὰ τοὔνομα λόγος Arist. 22 δείξομεν Η2 aute ὅτι add. ὡς Κ 24 ἐδείχθη] p. 135,27 sq. 27 δὲ om. KP 33 γίνονται. P πολλυώνυμα H 34 an εἰσὶ 〈τὰ τέσσαρα〉 ? (cf. v. 26))

    142
    ὁ ἀναιρῶν τὰ συνώνυμα ὁ λέγων ὅτι τὰ συνώνυμα ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται, εἴ γε ἑκάστη τοῦ οἰκείου εἴδους συνωνύμως κατηγορεῖται, τὸ δὲ ὑπὸ δύο κατηγορίας ἀναγόμενον, οὔτι λέγω ὑπὸ τὰς δέκα, ὁμώνυμον, τὰ ἄρα συνώνυμα οὐκ εἰσίν, εἰ ὁμώνυμα δείκνυται. λύομεν δὲ τοῦτο οὕτως· ὅτι παραλογίζεσθε· τὸ γὰρ ἀναγόμενον ὑπὸ τὰς δέκα κατηγορίας διχῶς λέγεται ἀνάγεσθαι· ἢ γὰρ ὡς εἶδος αὐτῶν ἢ ὡς ὕλῃ χρώμενον αὐταῖς ταῖς κατηγορίαις. ὡς μὲν εἶδος οὕτως· τὸ λευκὸν ὑπὸ διαφόρους κατηγορίας ὡς εἶδος ἀνάγεται· εἰ γὰρ τὸ λελευκωμένον λάβῃ τις, ὑπὸ τὴν οὐσίαν ἀνάγεται, εἰ δὲ τὸ χρῶμα, ὑπὸ τὴν ποιότητα. οὕτω μὲν οὖν ὡς εἶδος. εἰ δὲ ὡς ὕλῃ χρώμενον ταῖς δέκα κατηγορίαις, ὡς τὰ πρός τι· ταῦτα γὰρ οἰκείαν ὕλην μὴ ἔχοντα ἐν ταῖς δέκα θεωροῦνται κατηγορίαις. οὕτως οὗν καὶ τὰ συνώνυμα οὐχ ὡς εἶδος ἀνάγονται ὑπὸ τὰς δέκα κατηγορίας, ἀλλ’ ὡς ὕλῃ χρώμενα ταῖς δέκα ὡς τὰ πρός τι. καὶ τὰ συνώνυμα δὲ τῶν πρὸς τί εἰσι· τὸ γὰρ συνώνυμον συνωνύμῳ ἐστὶ συνώνυμον. ταῦτα μὲν περὶ τῶν συνωνύμων.

    Ἐφ᾿ οἷς διαλαμβάνει καὶ περὶ τῶν παρωνύμων. τρίτα δὲ ἔταξε ταῦτα διὰ τρεῖς αἰτίας· ἢ ὅτι προηγεῖται τὸ ἓν τῶν δύο καὶ τὰ δύο τῶν τεσσάρων, | καὶ ἐπὶ μὲν ὁμωνύμων ἑνὸς χρεία ὀνόματος γὰρ κοινοῦ), ἐπὶ δὲ [*](236v) τῶν συνωνύμων δύο, ὀνόματος καὶ ὁρισμοῦ, ἐπὶ δὲ τῶν παρωνύμων τεσσάρων χρεία, κοινωνίας ὀνόματος καὶ διαφορᾶς, κοινωνίας πράγματος καὶ διαφορᾶς. αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι τῶν μὲν ὁμωνύμων καὶ συνωνύμων ἐν ὅλαις χρήζει ταῖς κατηγορίαις, τῶν δὲ παρωνύμων ἐν μόνη τῇ ποιότητι. αὕτη καὶ δευτέρα αἰτία. τρίτη δὲ αἰτία, ὅτι προηγοῦνται ἀεὶ τὰ γνήσια τῶν νόθων, καὶ ἐπὶ μὲν τῶν ὁμωνύμων καὶ συνωνύμων γνήσιαι καὶ αἱ κοινωνίαι καὶ αἱ διαφοραί, ἐπὶ δὲ τῶν παρωνύμων νόθοι. ταῦτα περὶ τῆς τάξεως αὐτῶν. ἀλλ’ ἐπειδὴ καὶ τούτων τὸ τί ἐστι μόνον λέγει, οὐ μὴν καὶ τὸ εἰ ἔστι, δείξωμεν ὅτι εἰσὶ τὰ παρώνυμα. ἔστι τοίνυν τὰ παρώνυμα, πρῶτον μὲν ὅτι τὰ ὧν εἰσι μέσα ἐδείχθη ὅτι εἰσί, τὰ συνώνυμα καὶ ἑτερώνυμα, δεύτερον εἰ ψεύδεται ὁ λόγος ὁ λέγων αὐτὰ μὴ εἶναι καὶ λέγων οὕτως· ὅτι εἰ εἰσὶ τὰ παρώνυμα, ἔδει αὐτὰ ἐντὸς πεσεῖν τῆς ἀνωτέρω λεχθείσης διαιρέσεως τὴν γὰρ διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν), οὐ περιέλαβε δὲ αὐτὰ ἡ διαίρεσις, δῆλον ὅτι οὐκ εἰσί ἁ παρώνυμα. λέγομεν πρὸς ταῦτα οὕτως· ὅτι οὐκ ἠδύνατο ἐντὸς πεσεῖν τῆς διαιρέσεως τὰ παρώνυμα, διότι ἡ διαίρεσις κατὰ γνησίας κοινωνίας * * κα. τὰς διαφοράς. ταῦτα καὶ περὶ τούτων.

    Δεῖ δὲ εἰδέναι ὅτι τεσσάρων χρεία, ἵνα γένωνται τὰ παρώνυμα, κοινωνίας ὀνόματος καὶ διαφορᾶς ὀνόματος, κοινωνίας πράγματος καὶ διαφορᾶς [*](2 εἴ γε] εἴτε Η 3 ἀναγόμενον scripsi: συναγόμενον HKP οὔτι scripsi: ὅτι οὐ ΗP: οὖ K 8 λευκώμενον (sic) P 13 ὕλην P χρώμενα Urb. 35: χρῶνται HKP 18 γὰρ] καὶ Κ 21 δευτέρα αἰτία om. Κ 22 χρίζει H 27 μὴν] μὲν P 30 εἰ superscr. Κ 31 λεχθείσης] p. 141,27 τὴν γὰρ διαιp.] cf. p. 73,12 32 an δῆλον ? 33 λέγωμεν H 34 post lacunam signavi, inseras καὶ διαφορὰς ἐγένετο, τὰ δὲ παρώνυμα νόθους ἔχει τάς τε κοινωνίας)

    143
    πράγματος. ὅθεν τὸ Ἕλενος καὶ Ἑλένη οὐκ ἔστι παρώνυμον· ἔχει γὰρ κοινωνίαν ὀνόματος, ἐπειδὴ αἱ πρῶται συλλαβαὶ πᾶσαι ἀμφοτέρων τῶν ὀνομάτων αἱ αὐταί εἰσιν, ἀλλὰ καὶ διαφορὰν ὀνόματος ἔχουσι κατὰ τὴν τελευταίαν συλλαβήν. ἀλλ’ ἐπειδὴ ὡς Ἕλενος καὶ Ἑλένη οὐδεμίαν κοινωνίαν ἔχουσιν ἕκαστος γὰρ οἰκείαν ὑπογραφὴν ἔχει), διὰ τοῦτο οὐκ ἔστι παρώνυμα. οὑδὲ παρθενική καὶ παρθένος παρώνυμα διὰ τὸ μὴ ἔχειν διαφορὰν πράγματος· τὸ αὐτὸ γὰρ αἱ δύο λέξεις δηλοῦσι, καὶ ἔστι πολυώνυμον. οὐδὲ τὸ ἀρετή καὶ σπουδαῖος διὰ τὸ μὴ εἶναι κοινωνίαν τοῦ ὀνόματος, κατὰ δὲ τὸ πρᾶγμα καὶ κοινωνίαν καὶ διαφορὰν ὡς μετέχοντος καὶ μετεχομένου. οὐδὲ μουσικὴ γυνή καὶ μουσικὴ ἐπιστήμη παρώνυμα διὰ τὸ μὴ ἔχειν διαφοραν ὀνόματος.

    Τούτων οὕτω προληφθέντων ἴδωμεν πῶς ὁρίζεται τὰ παρώνυμα. ὁρίζεται δὲ αὐτὰ οὕτω λέγων παρώνυμά εἰσιν ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει, διὰ τούτων τὰ τέσσαρα δηλώσας· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅσα ἀπό τινος τὴν κοινωνίαν τοῦ πράγματος καὶ τὴν διαφοράν τὰ γὰρ ἀπό τινος κοινωνεῖ αὐτοῦ I πάντως καθὸ ἐξ αὐτοῦ, διαφέρει δέ, ἐπειδὴ πάντῃ ταὐτὸν τὸ [*](237r) μετέχον τῷ μετεχομένῳ). διὰ δὲ τοῦ εἰπεῖν διαφέροντα τῇ πτώσει τὴν διαφορὰν τοῦ ὀνόματος ἐδήλωσε πτῶσις δὲ παρὰ Ἀριστοτέλει τὸ πέρας τῆς λέξεως), διὰ δὲ τοῦ εἰπεῖν τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν του ὀνόματος.

    Δεῖ δὲ τούτων προληφθέντων εἰδέναι ὅτι οὐκ ἀποδεκτέον τὸν ποιητὴν τὰ ὁμώνυμα συνώνυμα λέγοντα, ὡς ἐπὶ τοῦ

  • ἶσον θυμὸν ἔχοντες·
  • ὁμωνύμους γὰρ ὄντας συνωνύμους ἐκάλεσε διὰ τὸ ἴσον τοῦ θυμοῦ. οὐδὲ τοὺς λέγοντας τὰ πολυώνυμα συνώνυμα ἀποδεκτέον, ὡς τὸ ξίφος μάχαιρα σπάθη ἄοp. οὐδὲ γραμματικοὺς ἀποδεκτέον ἀντιδιαστέλλονας τὰ παρώνυμα τοῖς ὀνοματικοῖς καὶ ῥηματικοῖς. εἰσὶ δὲ ὀνοματικὰ τὸ Τρύφων ἀπὸ τοῦ τρυφή καὶ τὸ Θέων ἀπὸ τοῦ θεός, ῥηματικὰ δὲ τὸ Φιλήμων νοήμων ἀπὸ τοῦ φιλῶ καὶ νοῶ. δέον πάντα παρώνυμα καλέσαι, τὰ μὲν ὀνοματικὰ καλοῦσι τὰ δὲ ῥηματικά. ἐφ’ οἷς τούτων ζητηθέντων τῆς τῶν παρωνύμων, ζητήσωμεν καὶ τῶν ἀφ’ ἑνὸς καὶ τῶν πρὸς ἓν τὴν διαφοράν. διαφέρουσι δὲ ταῦτα ἀλλήλων, ὅτι ἐπὶ μὲν τῶν παρωνύμων τεσσάρων χρεία, ὡς εἴρηται, ἐπὶ δὲ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν δύο μόνων χρεία, κοινωνίας πράγματος καὶ διαφορᾶς ὀνόματος, ὡς ἐπὶ τοῦ ἰατρικὸν βιβλίον, ἰατρικὸν σμιλίον οὐκ ἔχουσι γὰρ ὄνομα κοινόν), καὶ ὑγιεινὸν οὖρον καὶ ὑγι- [*](1 post ὅθεν add. καὶ P 2 πᾶσαι συλλ. coll. HP 3. 4 τελευτέαν Η 8 τοῦ ὀνόματος—κοινωνίαν (9) in mrg. suppl. H 13 δὲ om. HP εἰσιν] δὲ λέγεται Arist. 15 γὰρ om. Κ 15. 16 τὴν κοινων.—ἀπό τινος in rarg. suppl. H 17 pr. αὐτοῦ] αὐτῶ HP post δὲ add. καὶ Κ οὐ inserui 19 δὲ] an γὰρ ? ποιητὴν] Horn. P 720 24 ἴσου P 26 ante μάχ. add. ἡ HP 28 καὶ ῥηματικοῖς in mrg. suppl. P ὀνοματικὰ scripsi: παρώνυμα IIKP 29 τρυφή et θεός scripsi: τρυφῶν et θεῶν HKP (cf. Theod. Alex. p. 273,3 Hilgard; Et. M. p. 464,20) 31 περὶ inserui 34 εἴρηται] p. 142,36 μόνον H)
    144
    εινὸν σιτίον· ταῦτα γὰρ ὄνομα οὐκ ἔχει κοινὸν ἀλλὰ πρᾶγμα. ταῦτα μὲν ἐπὶ τοσοῦτον. χωρήσωμεν δὲ καὶ ἐπὶ τὴν κατὰ λέξιν ἐξήγησιν.

    p. 1a6 Συνώνυμα λέγεται ὧν τὸ ὄνομα κοινὸν καὶ ὁ λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς.

    Τῷ αὐτῷ κέχρηται παραδείγματι ᾧ καὶ ἐπὶ ὁμωνύμων· κἀκεῖ γὰρ ἔλεγεν οἷον ζῷον ὃ τε ἄνθρωπος καὶ ὁ γεγραμμένος, ἐνταῦθα δὲ οἷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς. τοῦτο δὲ πεποίηκεν, ἵνα δείξῃ ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον· ἢ γὰρ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς οἱ δύο Εὔβουλοι, ἢ τὸ αὐτὸ ἄλλω καὶ ἄλλω κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς ὁ Σωκράτης τῇ μὲν οἰκείᾳ εἰκόνι ὁμώνυμος τῷ δὲ Πλάτωνι συνώνυμος ὡς ἄνθρωπος, ἢ τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο καὶ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς οἱ δύο Αἴαντες κατὰ γὰρ τὸ Αἴας ὁμώνυμοι, κτὰ δὲ τὸ ἄνθρωπος συνώνυμοι), ἡ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατὰ τὸ αὐτό, ὡς τὸ παράδειγμα Ἀριστοτέλους· τὸ γὰρ ζῷον τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ καὶ ὁμώνυμον καὶ συνώνυμον, τῷ μὲν γεγραμμένῳ ζῴῳ ὁμώνυμον, τῷ δὲ ἵππῳ καὶ τῷ βοὶ ὡς ζῴοις συνώνυμον.

    p. 1a10 ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκάστου λόγον ὁ· * * ζῴ ῳ ἐπὶ ἑκατέρου, τὸν αὐτὸν ἀποδώσει λόγον.

    Ἄλλο ἐστὶν εἰπεῖν I ζῴῳ εἶναι καὶ ζῷον εἶναι καὶ ἀνθρώπῳ εἶναι 237v καὶ ἄνθρωπον εἶναι· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν ταὐτόν ἐστιν, οἷον θεῷ εἶναι καὶ θεὸν εἶναι. ἐπὶ δὲ τῶν συνθέτων οὐ ταὐτόν· ἐὰν γὰρ εἴπω ῾ἄνθρωπον᾿, τὸ συναμφότερον σημαίνω, τὸ σῶμα καὶ τὴν ψυχήν, ἐὰν δὲ εἴπω ῾ἀνθρώπῳ εἶναι᾿ τὸ ἁπλοῦν δηλῶ, οἷον τὴν ψυχήν· αὕτη γὰρ ἡ λογικὴ ψυχὴ εἰδοποιεῖ τὸν ἄνθρωπον· τὰ γὰρ πράγματα εἴδει κρίνεται, οὐ τῇ ὕλῃ. ἐπειδὴ οὖν τὸ ζῷον ἁπλοῦν ἐστιν ὡς εἶδος, ἀδιαφόρως ὀνομάζειν ἐξῆν. αὐτὸς δὲ ὡς ἄδειαν ἔχων τὸ ζῴῳ εἶναι ἔθηκεν. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πράξις.

    p. 1a16 Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς.

    Μετὰ τὰ ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα, ὧν ἕκαστον ἐδήλου [*](2 χωροῦμεν HP 3 ὢν. δὲ Arist. τό τε Arist. ὁ κατὰ τοὔνομα λόγος Arist. 4 tert. ὁ om. P 6 τὸ γεγραμμένον Arist. 7 ὅ τε et ὁ om. KP δείξει ’ 11 εἰκόννι P ὡς] ὁ P 12 καὶ (ante ὁμών.) om. H 14 ἄλλο (alt. 1.) κ 16 post μὲν add. γὰρ H 18 ἑκάστου] ἑκατέρου Arist. ante ζώω ἐπὶ ἑκατ. lac. signavi: τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι Arist. 19 λόγον ἀποδ. coll. Arist. 20 καὶ ἀνθρώπω εἶναι cm. P 21 οἷον scripsi: ἐν HKP 24 δηλοῖ K οἷον om. Κ 27 ἄδιαν P τὸ scripsi: xui HKP 28 πρᾶξις om. H)

    145
    τὸν Ἰαμβλίχειον σκοπὸν περὶ φωνῶν ἁπλῶν ὄνια σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, ἔρχεται ὁ Ἀριστοτέλης καὶ ἐπὶ αὐτὰς τὰς κατηγορίας. ἀλλὰ πρὸ τῆς τούτων διδασκαλίας διαιρεῖ τὰ λεγόμενα καὶ τὰ ὄντα, τὰ μὲν λεγόμενα εἰς τὰ μετὰ συμπλοκῆς καὶ ἄνευ συμπλοκῆς, τὰ δὲ ὄντα εἰς καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός. τοῦτο δὲ ποιεῖ, ἵνα δείξῃ ποῖα μὲν λεγόμενά εἰσιν αἱ κατηγορίαι, ὅτι ἄνευ συμπλοκῆς, ποῖα δὲ ὄντα, ὅτι καθόλου οὐσία συμβεβηκός, ἀλλ’ οὐ μερικὴ οὐσία οὐδὲ μερικὸν συμβεβηκός. ἀμφότερα οὖν διαιρεῖ ὁ Ἀριστοτέλης, καὶ τὰ λεγόμενα καὶ τά ὄνια. πλὴν ἐν τούτοις προτάττει τὴν διαίρεσιν τῶν λεγομένων ὡς σύντομον, ἵνα μὴ πρότερον περὶ τῆς ἄλλης διαλεγόμενος τῷ ἐπὶ πολὺν χρόνον περὶ αὐτὴν διατρίβειν μὴ μεμνημένος τῆς ἑτέρας δόξῃ περὶ ἐκείνης μόνης διαλαμβάνειν, ὁπότε καὶ τοῦτο ποιήσαντος αὐτοῦ ἐνόμισαν οἱ μὲν ὅτι περὶ ἑνὸς μόνου διαλαμβάνει· οἱ μὲν γὰρ περὶ φωνῶν μόνων οἱ δὲ περὶ πραγμάτων, ὡς ἀνωτέρω εἴρηται. καὶ μιᾷ δὲ μόνῃ εἰ ἐχρήσατο διαιρέσει, ἢ τῶν λεγομένων μόνων ἢ τῶν ὄντων μόνων, εἶχε καὶ οὕτω τὸ ζητούμενον, διὰ μὲν τῶν λεγομένων τὰ πράγματα, εἰ λέγουσι μὲν αἱ φωναὶ λέγονται δὲ τὰ πράγματα, καὶ τὰ ὄντα μόνον εἰ διεῖλεν εἰς καθόλου οὐσίαν καὶ συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός, καὶ οὕτως εἶχε τὸ ζητούμενον· τὸ γὰρ καθόλου καὶ μερικὸν τῶν φωνῶν ἡ δὲ οὐσία καὶ τὸ συμβεβηκὸς τῶν πραγμάτων· τρισὶ δὲ διαιρέσεσι χρωμένου τοῦ Ἀριστοτέλους διακεκριμέναις ἀλλήλων, μιᾷ μὲν τῇ λεγούσῃ τὰ μὲν καθόλου οὐσίαν καὶ καθόλου συμβεβηκὸς καὶ μερικὴν οὐσίαν καὶ μερικὸν συμβεβηκός, ἄλλῃ δὲ διαιρέσει τῇ διαιρούσῃ καὶ τὰ μετὰ συμπλοκῆς καὶ τὰ ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας, τινὲς τὰς διαιρέσεις ταύτας τρεῖς οὔσας μίαν συνεχῆ ἐνόμισαν λέγοντες οὕτως· τῶν 238r λεγομένων τὰ μὲν μετὰ συμπλοκῆς τὰ δὲ ἄνευ συμπλοκῆς, καὶ τὰ ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας, τὰ δὲ μετὰ συμπλοκῆς εἰς καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός. πρὸς οὓς λεκτέον ὅτι κακῶς ἀπατᾶσθε ἐκ τῆς προφορᾶς τῆς καθόλου οὐσίας καὶ μερικῆς οὐσίας, καθόλου συμβεβηκότος καὶ μερικοῦ συμβεβηκότος καὶ συμπεπλεγμένα αὐτὰ ἐνομίσατε· τὸ γὰρ συμπεπλεγμένον καὶ τὸ ἀπλοῦν παρὰ Ἀριστοτέλει οὐ τῇ προφορᾷ κρίνεται ἀλλὰ τῷ σημαινομένῳ, καὶ ἁπλῶς παρ’ αὐτῷ τὰ σύνθετα τῶν ὀνομάτων, Κόρακος πέτρα, Ἄρειος πάγος, Νεάπολις καὶ αὐτὸ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, 6 ὁρισμός, ἁπλᾶ πάντα ταῦτα παρὰ τῷ Ἀριστοτέλει, ἐπειδὴ ἓν σημαίνουσι πρᾶγμα. σύνθετα δὲ παρ’ αὐτῷ τὰ πολλὰ σημαίνοντα, οἷον τὰ ὁμώνυμα [*](1 ἰαμβλίχιον HKP (cf. p. 136,29) 2. 3 τὰς αὐτὰς coll. Κ 7 καὶ addidi 8 post pr. συμβ. addita ἀμφότερα οὖν διαιρεῖ ὁ ἀριστοτέλης del. P 11 μὴ om. Κ 14 ἀνωτέρω] p. 129,9 sq. 15 d ante μόνη coll. Κ: om. P 16 καὶ οὕτω om. K: οὕτω om. P 21 διακεκριμμέναις HP 22. 23 οὐσίαν iter. H 25 συνεχεῖ ’ 26 δὲ superscr. P 29 ἀπατ.] ἀποκτᾶσθε P προσφορᾶς P 31 συμπεπελμένα P 32 παρὰ] κατὰ ’ 35 ταῦτα—πρᾶγμα (36) om. P ταῦτα ante πάντα coll. H τῶ om. Η 36 post δὲ IV litterae erasae P)
    146
    πάντα, ὡς τὸ κύων τοῦτο γὰρ πολλὰ σημαίνει), καὶ αὐτὸ τὸ ηݲ μονοσύλλαβον συμπελεγμένον ὡς πολλὰ σημαῖνον· ἔστι γὰρ καὶ ἀριθμὸς καὶ ῥῆμα, ἀριθμὸς μὲν ὀκτώ, ῥῆμα δὲ ὡς παρὰ τῷ ποιητῇ
  • ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων,
  • ἀντὶ τοῦ εἶπε, καὶ παρὰ Πλάτωνι ἦ δ’ ὃς᾿ ἀντὶ τοῦ ῾εἶπεν οὗτος᾿. ἀλλ’ ὁ μὲν Ὅμηρος μετὰ τοὺς λόγους τίθησιν αὐτὸ ῾ἦ καὶ κυνέῃσιν ἀντὶ τοῦ εἶπε καὶ ἔοικε τοῦτο τῷ ῾ὣς ἔφατο᾿. παρὰ δὲ Πλάτωνι ἀεὶ πρὸ τῶν λόγων τίθεται ῾ἦ δ’ ὃς᾿ καὶ ἐπάγει τί εἶπε, καὶ ἔοικε τοῦτο τῷ
  • τὸν δ’ ἀπαμειβόμενος.
  • ἀποροῦσι δὲ πάλιν διὰ τί <τὰ> μετὰ συμπλοκῆς τῶν ἄνευ συμπλοκῆς προέταξε. καὶ λέγομεν ἢ ὡς σαφέστερα καὶ γνωριμώτερα σαφέστερα γὰρ τὰ σύνθετα τῶν ἁπλῶν), καὶ ὅτι τὰ συμπεπλεγμένα θέσιν δηλοῦσι (προηγεῖται δὲ ἀεὶ ἡ θέσις τῆς ἄρσεως), ἢ ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴ τῶν μελλόντων γένηται καὶ λήξῃ μὲν τὸ πρῶτον τμῆμα εἰς ἀπαρίθμησιν ψιλὴν τῶν κατηγοριῶν, ἄρξηται δὲ τὸ δεύτερον ἀπ’ αὐτῆς τῆς διδασκαλίας τῶν κατηγοριῶν.

    p. 1a19 Οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ.

    Καλῶς ἐχρήσατο τοῖς παραδείγμασι μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἕτερον θεὶς ὄνομα, ἵνα μηδὲ ἄκοντες περὶ τὴν ἀνάγνωσιν σφαλῶμεν καὶ κατὰ συμπλοκὴν αὐτὰ ἀναγνῶμεν. μετὰ συμπλοκῆς γὰρ ἦν τὸ ῾ἄνθρωπος τρέχει᾿ ὅλον τοῦτο, ἀλλὰ καὶ χωρὶς συμπλοκῆς δυνατὸν αὐτὰ ἀναγνῶναι, ῾ἄνθρωπος᾿ ἰδίᾳ καὶ ῾τρέχει᾿ ἰδίᾳ. ἀλλ’ εἰ οὕτως αὐτὰ ἔθηκεν ῾ ἄνθρωπος, τρέχει῾, ἴσως ἐσφάλλετό τις περὶ τὴν ἀνάγνωσιν κατὰ συμπλοκὴν αὐτὰ νομίζων εἶναι. μεταξὺ δὲ κειμένου του ὀνόματος ἄνθρωπος, βοῦς τρέχει, νικᾷ, οὐδὲ ἄκοντες ἀμαρτάνομεν περὶ τὴν ἀνάγνωσιν. ῥήμασι δὲ ἐχρήσατο τρίτου προσώπου καὶ οὐ πρώτου οὐδὲ δευτέρου, | ἐπειδὴ ταῦτα [*](238v) ὡρισμένα εἰσὶ τὰ πρόσωπα· ἢ γὰρ ἀφ’ οὗ ὁ λόγος ἢ πρὸς ὃν ὁ λόγος. τὰ δὲ τοὐ τρίτου προσώπου ῥήματα κἄν πρόσωπον εἰσάγωσιν, ἀλλ’ ἀόριστον εἰσάγουσι πρόσωπον· πᾶν μὲν γὰρ ὁριστικὸν ῥῆμα πρόσωπον εἰσάγει καὶ ταύτῃ δοκεῖ συμπεπλεγμένον εἶναι, τὰ δὲ τοῦ τρίτου προσώπου ῥήματα κἄν πρόσωπον εἰσάγωσιν ἐξ ἀνάγκης, τῷ ἀόριστον εἰσάγειν πρόσωπον δοκοῦσι [*](1 γὰρ om. P 3 ποιητῇ] Horn. Α 528 4 καὶ om. P 5 καὶ παρὰ iter. P Πλάτ.] Phaedo p. 70 B alias 6 τοὺς λόγους Paris. 2051: τῆς λογικῆς HKP ἦ—ἔφατο (7) in mrg. suppl. H κυαν.] ἀνέησιν P 8 τῶ Paris 2051: om. HKP 9 τὸν δ’ ἀπαμ.] Horn. A 130 al. 10 τὰ ex Philop. (p. 27,10) inserui: om. HKP τῶν ἄνευ συμπλ. in mrg. suppl. Η 12 συμπεπελμένα P post θέσιν iQseras τὰ δὲ ἁπλᾶ ἄρσιν ὡς θέσιν μὲν τῶν συνθέτων εἰσηγουμένων ἄρσιν oe tiLv ἁπλῶν Urb. 35) 13 ἀεὶ om. Η 18 καλοῖς P 20 ἦν scripsi: ἦσαν HKP ἐστι Paris. 2051) 21. 22. 23 αὐτὰ Paris. 2051: αὐτὸ HKP 23 ἐσφάλετο Η1P τις] τι ὁ HP 24 τοῦ libri: aa ἐτέρου? (cf. v. 19) 27 ἢ . . ἢ] καὶ . . καὶ Κ 28 τοῦ om. P 30 συνπεπελμένον P (fere coastanter) 31 εἰσαγάγωσιν H: εἰσάγουσιν P τῶ] τὸ HP)

    147
    οὐδὲ ὅλως εἰσὶ συμπεπλεγμένα τῷ μὴ πρόσωπον εἰσάγειν ὅλως, εἰ μὴ ὅτι τὸ πρῶτον παράδειγμα ἀναλῦσαι ἐζήτει τῷ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς αὐτὸ ποιῆσαι.

    p. 1a20 Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένω δὲ οὐδενί ἐστιν.

    Μετὰ τὴν διαίρεσιν τῶν λεγομένων ἔρχεται καὶ ἐπὶ τὴν διαίρεσιν τῶν ὄντων. καὶ δύο λαμβάνει ἀντιθέσεις, μίαν ἐκ τῶν λεγομένων καὶ μίαν ἐκ τῶν ὄντων, ἐκ μὲν τῶν λεγομένων καθόλου καὶ μερικόν, ἐκ δὲ τῶν ὄντων οὐσίαν καὶ συμβεβηκός. καὶ τέσσαρας ποιεῖ συμπλοκάς, καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός. καὶ προτάττει ἐν. τούτοις τὴν καθόλου οὐσίαν καὶ ὡς καθόλου καὶ ὡς οὐσίαν. δεύτερον δὲ τάττει τὸ μερικὸν συμβεβηκὸς ὡς πάντῃ ἀντικείμενον τῇ καθόλου οὐσίᾳ, ἐσχάτου ὀφείλοντος αὐτοῦ ταγῆναι ὡς ὄντος συλλογῆς τῶν χειρόνων καὶ ἑλκομένου ὑπὸ τῆς καθόλου οὐσίας· τῶν γὰρ ἀντικειμένων μία ἡ γνῶσις. τῶν δὲ λοιπῶν δύο δικαιολογουμένων καὶ τοῦ μὲν λέγοντος οὐσίας εἶναι τοῦ δὲ καθόλου εἶναι, τὸ κῦρος δίδωσι καὶ τὴν ψῆφον τῷ καθόλου συμβεβηκότι διὰ τέσσαρας αἰτίας· ἢ ὅτι τῷ καθόλου αἱ κατηγορίαι χαρακτηρίζονται καὶ οὐχὶ τῷ οὐσίαι εἶναι, ἢ ὅτι τὸ καθόλου ἐπιστήμονας ἡμᾶς ποιεῖ, οὐ τὸ μερικόν, ἢ ὅτι ταύτῃ προὔχομεν τῶν ἀλόγων τῷ γινώσκειν τὰ καθόλου, ἐπεὶ εἰς τὴν μερικὴν γνῶσιν προὔχουσιν ἡμῶν τὰ ἄλογα, ἔχοντά τινα αἴσθησιν ἡμῶν ἀκριβεστέραν, ἢ ἵνα ἀπὸ οὐσίας ἄρξηται καὶ εἰς οὐσίαν λήξῃ καὶ μέσα φυλάξῃ τὰ συμβεβηκότα ὡς ἀσθενῆ· πανταχου γὰρ τὸ

  • κακοὺς δ’ ἐς μέσσον ἔλασσεν·
  • οὕτω γὰρ καὶ ἐπὶ τῶν οὐρανίων ἔχει καὶ ὑπὸ σελήνην· τὰ μὲν οὐράνια περιέχει, περιέχεται δὲ τὰ ὑπὸ σελήνην, κἀν τοῖς ὑπὸ σελήνην πράγμασι πάλιν τὰ ὑγρὰ καὶ διαρρέοντα, ὕδωρ καὶ ἀήρ, συσφίγγεται ὑπὸ τῶν ξηρῶν, πυρὸς καὶ γῆς. καὶ ταῦτα μὲν περὶ τούτων.

    Ἀλλ᾿ εἰ μὲν οὕτως ἦν ὀνομάσας αὐτὸς ὁ Ἀριστοτέλης ὡς ἡμεῖς, καθόλου οὐσίαν, καθόλου συμβεβηκός, μερικὴν οὐσίαν, μερικὸν συμβεβηκός, πραγμάτων ἄν ἦμεν | ἀπηλλαγμένοι. ἐπειδὴ δὲ οὐχ οὕτως αὐτὰ ὀνομάζει, 239r ἀλλ’ ἤμειψε τὰ ὀνόματα, ἄξιον ζητῆσαι διὰ τί ἤμειψε τὰ ὀνόματα. καὶ λέγομεν τούτου δύο αἰτίας· ἢ γὰρ διὰ τὸ ὑπογράψαι ἅμα καὶ ὑποἐχρήσατό [*](1 γε] ἔχοντα τό γε P 2 εἰσὶ—ὅλως in mrg. suppl. P εἰσάγει P 3 τῷ sciipsi: τὸ libri G οὐδέν IT 10 καὶ τέσσαρες — alt. συμβεβηκός (11) in mrg. suppl. P 11 μερικὴν (alt. 1,) P 12 καὶ ὡς καθ.—οὐσίαν om. Κ 14 αὐτῶ P συλλογὴ HP 16 γνῶσις] λύσις Κ 17 λέγοντος] λόγου P οὐσὶα HK 18 alt. τῶ] τὸ HP 19 οὐσία HP τὸ om. P 25 κακοὺς δ᾿ ἐς . . ] Horn. Δ 299 μέσον ἤλασεν libri 26 γὰρ om. Κ 29 καὶ (ante γῆς) superscr. H 32 ἀπήλαγμ. P)

    148
    αὐτὰ καὶ ὑπέστησεν· ἐν τῷ γὰρ καθ’ ὑποκειμένου τὸ κατά τινος δηλοῖ κατηγορεῖσθαι. τὰ αὐτὰ κἀπὶ τῶν ἄλλων ἂν εἴποις. ἢ ἶνα δείξῃ ὅτι οὐκ ἔστι τι τούτων τῶν τεσσάρων περαιτέρω· διὰ τοῦτο γὰρ καὶ ἀντιφατικῶς αὐτὰ προήγαγεν. ἵνα μηδὲ ἄκοντες σφαλῶμεν καὶ νομίσωμέν τι μέσον εἶναι τούτων· πάντως γὰρ δύο πραγμάταων καταφατικῶς προφερομένων καὶ ἀντικειμένων ἀλλήλοις νομίζεταί τι μέσον εἶναι διὰ τὸ ἄλλων ὁμοίως καταφατικῶς προφερομένων εὑρῆσθαί τι μέσον, οἷον ἀρτίου καὶ περισσοῦ; νόσου καὶ ὑγείας νομίζεταί τι μέσον εἶναι διὰ τὸ ἐπ’ ἄλλων εὑρῆσθαι ἀντικειμένων, οἷον λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρόν. οὕτω καὶ ἐπὶ τούτων εἰ προήγαγεν αὐτὰ καταφατικῶς, ἵνα εἴπῃ καθόλου μερικὸν οὐσίαν συμβεβηκός, ἐνομίζετό τι εἶναι μέσον τούτων. ἐπειδὴ δὲ οὐδέν ἐστι μέσον τούτων, ἀντιφατικῶς αὐτὰ προήγαγε, τὸ μὲν καθόλου καλῶν καθ’ ὑποκειμένου τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, καὶ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τὴν δὲ οὐσίαν οὐκ ἐν ὑποκειμένῳ· τῶν γὰρ ἀντιφατικῶς προφερομένων οὐκ ἔστι τι μέσον εὑρεῖν. ἀντίφασις δέ ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, οἷον ὡς ἐὰν εἴπῃς ῾λευκόν ἐστι — λευκὸν οὐκ ἔστι᾿· τούτου γὰρ οὐδέν ἐστι μέσον. καὶ ταῦτα ἐν τούτοις.

    Λοιπὸν δὲ ζητείσθω διὰ τί τεσσάρων ὄντων τὰ δύο μόνα ὑπογράφει, τὸ συμβεβηκὸς καὶ τὸ μερικόν. καὶ λέγομεν ὅτι ὡς μὲν σύντομος τὰ δύο μόνα ὑπογράφει, ὡς δὲ τεχνίτης δύο οὐ τὰ τυχόντα, ἀλλὰ μίαν ἀφ’ ἑκατέρας ἔλαβεν ἀντίθεσιν κελεύων ἡμᾶς τοῦ λοιποῦ ἔννοιαν ἔχειν· διὰ γὰρ τοῦ ἐν ὑποκειμένῳ ἐρχόμεθα εἰς ἔννοιαν τοῦ οὐκ ἐν ὑποκειμένῳ, διὰ δὲ τοῦ ὑποκειμένου ἐρχόμεθα εἰς ἔννοιαν τοῦ καθ’ ὑποκειμένου μὲν οὐκ ἐν ὑποκειμένῳ δέ. ὡς δὲ κηδεμὼν τῶν χειρόνων ταῦτα ὑπογράφει, ἵνα μὴ δι’ ἀμυδρότητα τοῦ εἶναι ὀλισθήσῃ πως καὶ δόξῃ μηδ’ ὅλως εἶναι.

    p. 1a24 Ἐν ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρίς εἶναι τοὐ ἐν ᾧ ἐστι.

    Τεσσάρων φωνῶν γνωστῶν ἡμῖν οὐσῶν, ἐν ὑποκειμένῳ, οὐκ ὑποκειμένῳ, τοῦ καθ’ ὑποκεμένου, οὐ καθ’ ὑποκειμένου, δύο μόνας ἐκ τούτων ὑπογράφει ὁ φιλόσοφος καὶ ταύτας τἀς χείρονας, τὸ ἐν ὑποκειμένῳ 〈καὶ τὸ οὐ καθ’ #x003E;, τοῦτ’ ἔστι τὸ συμβεβηκὸς καὶ τὸ μερικόν. καὶ προτάττει τὸ ἐν ὑποκειμένῳ τοῦ μερικοῦ, διότι τοῦτο δύναται καὶ καθόλου εἶναι [*](239v) καὶ αἱ κατηγορίαι δὲ τῷ καθόλου κρίνονται, οὐχὶ τῷ μερικὸν εἶναι, τὸ δὲ μερικὸν καθόλου οὐδέποτε δύναται εἶναι. ἰστέον μέντοι ὅτι τοῦ ἐν ὑποκειμένῳ ὁρισμὸς οὐκ ἔστιν ὡς ὁμωνύμου· ἐννέα γὰρ κατηγορίας περιέχει. καθόλου δὲ εἰπεῖν οὐδεμιᾶς ὁμωνύμου φωνῆς ἐστιν ὁρισμός, εἴ γε οἱ ὁρισμοὶ κοινωνίαν [*](1 τῶ] τὸ HP καὶ ὑπέγp.—ὑποκειμένου (2) in mrg. suppl. V 3 τοῖς ἄλλοις K 4 παραιτέρω P U αὐτὸς Κ εἶπε HK 12 τι post εἶναι coll. P: om. Κ 17 δὲ] an γὰρ? εἴποις HP 19 λοιπὸν—εἶναι (26) fort, eicias (cf. v. 29 sq.) δὲ om. KP 20 ὅτι om. KP 24 οὐ καθ’ iaserui 27 ὑπάρχων ’ 29 ’i inserui 32 καὶ τὸ οὐ καθ’ ὑποκειμένου inserui 34 alt. τῶ] τὸ P 37 οὐ‘ μιᾶς KP)

    149
    πράγματος ἐπιζητοῦσι, τὰ δὲ ὁμώνυμα κοινωνίαν ὀνόματος. πλὴν ἡ ὑπογραφὴ τοῦ ἐν ὑποκειμένῳ ἔχει τὸ ἀναλογοῦν ὁρισμῷ· αὐτὸ γὰρ τὸ ἔν τινι γένει ἀναλογεῖ, συστατικαῖς δὲ διαφοραῖς τὸ μὴ ὡς μέρος ὑπάρχον καὶ τὸ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι. τεσσάρων δὲ χρεία, ἳνα γένηται τὸ ἐν ὑποκειμένῳ· θέλει γὰρ εἶναι ἔν τινι πάντως ἰδοὺ γὰρ ὁ νοῦς, ἤγουν ἡ λογικὴ ψυχή, οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ οὐδὲ ἔν τινί ἐστι), θέλει μὴ ὡς μέρος ὑπάρχειν ἰδοὺ γὰρ ἡ χεὶρ ἔν τινι οὖσα, τῷ σώματι, οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ μέρος ἐστὶ τοῦ σώματος), θέλει τὸ μὴ δύνασθαι χωρὶς ὑποστῆναι ἰδοὺ γὰρ ὁ Σωκράτης ἔν τινί ἐστι τόπῳ, ἐν Λυκείῳ, καὶ μὴ ὢν μέρος τοῦ τόπου οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ δύναται χωρὶς τοῦ τόπου ἐκείνου εἶναι), θέλει καὶ ἐν αὐτῷ τὴν ὓπαρξιν ἔχειν· ἰδοὺ γὰρ ὁ Σωκράτης ἔν τινι χρόνῳ ὤν, ἐν τῷ Πελοποννησιακῷ, καὶ μὴ ὢν μέρος τῶν χρόνων καὶ μὴ δυνάμενος αὐτῶν χωρισθῆναι, οὐκ ἔστι συμβεβηκός, ἐπειδὴ μὴ τὸ εἶναι ἔσχεν ἐν τῷ χρόνῳ· οὐ γὰρ ἡ οὐσία ἐν χρόνῳ τὸ εἶναι ἔχει συμβεβηκότι ὄντι, ἀλλ’ ὁ χρόνος ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι ὡς συμβεβηκός, ἕνδεκα δὲ συμαινόμενά εἰσι τοῦ ἔν τινι· ἢ γὰρ ἐν χρόνῳ, ὡς ὁ Σωκράτης ἐν τοῖς Πελοποννησιακοῖς, ἡ ἐν τόπῳ, ὡς ἐν Λυκείῳ ὁ Σωκράτης, ἢ ἐν ἀγγείῳ, ὡς ὁ οἶνος ἐν τῷ ἀμφορεῖ καὶ οἱ πυροὶ ἐν τῷ μεδίμνῳ καὶ εἴη ἄν ὁ μὲν τόπος ἀγγεῖον ἀκίνητον τὸ δὲ ἀγγεῖον τόπος κινούμενος). ἡ ὡς ὅλον ἐν μέρεσιν, ὡς ὁ δέκα ἐν τῷ ἑπτὰ καὶ τρία, ἢ ὡς μέρη ἐν ὅλῳ, ὡς ὁ ἑπτὰ καὶ τρία ἐν τῷ δέκα καὶ ὅλως τὸ μὲν ὅλον ἑνικῶς λέγεται, τὰ δὲ μέρη πληθυντικῶς, ἐπειδὴ μία μὲν ἡ ὁλότης, πολλὰ δὲ τὰ μέρη), ἢ ὡς γένος ἐν εἴδει, ὡς τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ, ἢ ὡς εἶδος ἐν γένει, ὡς ὁ ἄνθρωπος ἐν τῷ ζῴω καὶ ἐνταῦθα μὲν εἰκότως ἑνικῶς ἐκφωνεῖται ἀμφότερα, γένος ἐν εἴδει καὶ εἶδος ἐν γένει, ἐπὶ δὲ ὅλου καὶ μερῶν τὸ μὲν ὅλον ἑνικῶς τὰ δὲ μέρη πληθυντικῶς, ἐπειδὴ τὸ μὲν ὅλον ἑνὶ μέρει ἑαυτὸ ὁλόκληρον οὐ δύναται παρασχεῖν, τὸ δὲ γένος ὅλον ἑαυτὸ ἑνὶ εἴδει παρέχει· ἰδοὺ γὰρ τοῦ ὁρισμοῦ ἐπίσης ἅπαντα μετέχει), ἢ ὡς εἶδος ἐν ὕλῃ, ὡς τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ, ἡ ὡς ἐν ποιητικῷ, καθό φαμεν ὅτι οὐκ ἔστιν ἐν ἐμοὶ τὸ πρᾶγμα, ἀλλ’ ἐν τῇ | φύσει ἰῇ δημιουργούσῃ τὸ [*](240r) ἔμβρυον ἢ ἐν τῷ ἄρχοντι, ἢ ὡς ἐν τελικῷ, καθό φαμεν ἐν φιλοσοφίᾳ ἔχειν τὰς ἐλπίδας, ἢ ὡς ἐν ὑποκειμένῳ, καθό φαμεν τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ. ταῦτα τὰ ἕνδεκα σημαινόμενα τοῦ ἔν τινι ὑπὸ τὴν ποῦ κατηγορίαν ἀνάγει ὁ Ἀριστοτέλης· ἕκαστον γὰρ τούτων δηλοῖ τόδε ἐν τῷδε κεῖσθαι, τὸ δὲ κεῖσθαι τῆς ποῦ κατηγορίας. ταῦτα δὲ τὰ ἕνδεκα τοῦ κατὰ φύσιν ἔν τινι σημαινόμενα· εἰσὶ γὰρ καὶ παρὰ φύσιν, ὡς ἡ φθορὰ ἐν τῷ φθειρομένῳ καὶ τὸ πῦρ ἐν τῷ ξύλῳ· καθόλου γὰρ ἡ φθορὰ ἐν τῷ φθειρομένῳ παρὰ φύσιν.

    [*](1 ἡ om. H 2 αὐτῶ P post τινι addita μέρος ὑπάρχων (sic) καὶ τὸ ἀδύνατον χωρὶς εἶναι del. P 5 ἤγουν om. P 10 pr. τοῦ om. HP 14 τῶ om. Κ 20 τῶ] τοῖς Κ τρισίν Κ 21 ὡς om. II 22 ἡ Paris. 2051: om. HKP 24 6 om. HP 25 τὰ ἀμφότ. P 27 εἴδη P 30 φύσει τῆ om. K: τῆ om. H 31 ἔβρυον P ἢ ( ante ὡς) om. KP 36 καὶ scripsi: τὰ libri 36. 37 post φθειρομ. additiiin παρὰ φύσιν del. P 37 ἡ om. KP)
    150

    Ἀποροῦσι δέ τινες τρεῖς ἀπορίας· πρώτην μὲν ὅτι κατὰ ποῖον σημαινόμενον τῶν ἕνδεκα τὸ σημεῖον ἐν τῇ γραμμῇ. καὶ λέγομεν ὅτι ὡς εἶδος ἐν ὕλῃ· εἰδοποιεῖ γὰρ τὴν πεπερασμένην γραμμὴν τὸ σημεῖον. δευτέρα ἀπορία ἡ λέγουσα, εἰ τὸ ὅλον ἐν τοῖς μέρεσιν, οὐδὲν δέ ἐστι τὸ ὅλον παρὰ τὰ μέρη, πῶς οὐκ αὐτὸ ἐν ἑαυτῷ εὑρίσκεται. πρὸς ὅ φαμεν ὅτι οὐκ ἀρκεῖ ἡ συνδρομὴ ὅλων τῶν μερῶν πρὸς τὸ γενέσθαι τὸ ὅλον, ἀλλὰ χρεία καὶ θέσεως καὶ σχήματος καὶ τοῦ ἐπιγινομένου εἴδους. τρίτη ἀπορία ἡ λέγουσα ὅτι πῶς τὸ ἐν ὑποκειμένῳ, συμβεβηκὸς ὄν, ἀντιδιέστειλε τῷ τόπῳ καὶ τῷ χρόνῳ συμβεβηκόσιν οὖσι καὶ αὐτοῖς. καὶ λέγομεν ὅτι οὐ τῷ τόπῳ καὶ τῷ χρόνῳ αὐτὸ ἀντιδιέστειλε, συμβεβηκόσιν οὖσιν, ἀλλὰ ταῖς ἐν τόπῳ καὶ χρόνῳ οὐσίαις οὖσιν.

    p. 1a24 Ἐν ὑποκειμένῳ δὲ λέγω.

    Καλῶς εἶπε λέγω, ἐπειδὴ αὐτὸς οὕτως αὐτὰ ὠνόμασεν· ὅπου γὰρ ἄλλων εἰσὶν αἱ θέσεις, τὸ λέγεται τίθησιν, ὁ μώνυμα δὲ καὶ συνώνυμα λέγεται. ἐδείξαμεν δὲ τὴν παροῦσαν ὑπογραφὴν πῶς ἔχει τὸ ἀναλογοῦν γένει καὶ συστατικαῖς διαφοραῖς καὶ ὅτι αὕτη ἡ ὑπογραφὴ χωρίζει αὐτὸ ἀπὸ τῶν δέκα σημαινομένων τοῦ ἔν τινι· διὰ γὰρ τοῦ ἔν τινι ἐχώρισεν αὐτὸ ἀπὸ τοῦ ὡς ὅλον ἐν μέρεσι· τοῦτο γὰρ οὐχ ὡς ἄλλο ἐν ἄλλῳ, ἀλλ’ ὡς αὐτὸ ἐν ἑαυτῷ δοκεῖ εἶναι. διὰ δὲ τοῦ εἰπεῖν μὴ ὡς μέρος ἐχώρισεν ἀπὸ τοῦ ὡς μέρος ἐν ὅλῳ καὶ τοῦ ὡς γένος ἐν εἴδει καὶ ὡς εἶδος ἐν γένει· δοκεῖ γάρ πως, κἂν μὴ κυρίως, μέρος εἶναι τοῦ εἴδους τὸ γένος· προσλαβὸν γὰρ τὰς διαφορὰς ἀποτελέσαι τὸ εἶδος. καὶ τὸ εἶδος μέρος δοκεῖ εἶναι τοῦ γένους ὡς μερικώτερον αὐτοῦ· οὐδὲ γὰρ εἶπεν ‘ὃ ἔν τινι μέρος ὑπάρχον᾿, ἀλλὰ μὴ ὡς μέρος ὑπάρχον, ἐπειδὴ ταῦτα οὐ κυρίως μέρη. διὰ δὲ τοῦ εἰπεὶν ἐστι, καὶ ὃ λέγομεν ἐν αὐτῷ τὴν ὕπαρξιν ἔχειν, ἐχώρισεν αὐτὸ ἀπὸ τοῦ χρόνου, ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ ποιητικοῦ, ἀπὸ τοῦ τελικοῦ· οὐδὲ γὰρ ἐν τούτοις ἔχει τὸ εἶναι, ὡς ἐδείξαμεν. τοῦ γὰρ ὡς εἶδος ἐν ὕλῃ χωρίζει αὐτὸ τὰ χωρίζοντα ἀπὸ τοῦ ὡς γένος ἐν εἴδει.

    p. 1a24 24 Ἐν ὑποκειμένῳ δὲ λέγω.|

    Ἐπειδὴ ἔγνωμεν τὴν ὑπογραφὴν τοῦ ἐν ὑποκειμένῳ καὶ ἐδείξαμεν [*](240v) ὅτι ἔχει τὸ ἀναλογοῦν γένει καὶ συστατικαῖς διαφοραῖς, γένει τὸ ἔν τινι, [*](7 ἐπιγινομ. Paris. 2051: ἐπιγενομ. HKP 8 ὅτι om. KP 9 ὅτι om. P 10 αὐτῶ P 14 οἷον inserui δὲ post συνώνυμα transponas 15 ἐδείξαμεν] p. 149,1 16 αὕτη] αὐτὴ HP 18 ἐχώρησεν KP 19 ἄλλο ex ἄλλω corr. P 20 ἐχώρησεν Κ1P alt. μέρος] 1. μέρη (cf. p. 149,20) 22 τὸ εἶδος τοῦ γένους Κ προσλαβὼν HP ἀποτελέσαι (sc. δοκεῖ) scripsi: ἄποτελέσει libri 25 ἀδύνατον χωρὶς εἶναι inserui 26 an ὃ καὶ ἐλέγομεν? (cf. p. 149,11) 26. 27 corrigas τοῦ ἐν χρόρῳ ἀπὸ τοῦ ἐν τόπῳ ἀπὸ τοῦ ἐν ποιητικῷ ἀπὸ τοῦ ἐν τελικῷ 27 οὐδὲ] an οὐδὲν? 28 ἐδείξαμεν] p. 149,12 sq. γὰρ] an δὲ? 31 ἐν Superscr. Κ 32 τὸ] τῶ Κ)

    151
    τὰς προσηκούσας ἀπορίας ἀπορήσωμεν. αὗται δέ εἰσιν αἱ πλεονεξίαν καὶ μειονεξίαν κατηγοροῦσαι. καὶ αἱ μὲν κατηγοροῦσαι πλεονεξίαν ἐπιχειροῦσιν οὕτως· ὅτι καὶ οὐσίαις ἁρμόζει αὕτη ἡ ὑπογραφή· ἰδοὺ γὰρ ὁ Σωκράτης ἔν τινί ἐστι τόπῳ καὶ οὐκ ἔστι μέρος τοῦ τόπου καὶ οὐ δύναται χωρισθῆναι τοῦ τόπου πάντως γὰρ ἐν τόπῳ ἐστί), καὶ ὅμως οὐκ ἔστι συμβεβηκός. πρὸς ὅ φαμεν ὃτι ὁποῖον λαμβάνετε τόπον; εἰ μὲν τὸν καθ’ ἕκαστα, τούτου χωρίζεται, εἰ δὲ τὸν καθόλου, οὐδ’ ὅλως ἐστὶν ἐν αὐτῶ. εἰ δὲ στενούμενοι εἴπωσιν ὅτι οὕτε τὸν καθ’ ἕκαστα ὡρισμένον φαμὲν οὔτε τὸν καθόλου, ἀλλὰ τὸν μερικόν, ὅστις ἀόριστός ἐστι, πάντως δὲ ἔν τινι τόπῳ ὁ Σωκράτης, ἡμεῖς φαμεν ὅτι ἡ τελευταία διαφορὰ τῆς ὑπογραφῆς οὐχ ἁρμόζει αὐτῷ, τὸ μὴ δύνασθαι χωρὶς ὑποστῆναι· οὐδὲ γὰρ ὁ Σωκράτης οὐσία ὢν ἐν τόπῳ ἔχει τὸ εἶναι συμβεβηκότι ὄντι, ἀλλ’ εἰ ἄρα ὁ τόπος ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι. αὕτη πρώτη ἀπορία. δευτέρα ἀπορία· ὅτι ἰδοὺ τὸ ὅλον ἐν τοῖς μέρεσι καὶ οὐκ ἔστι τὸ ὅλον μέρος τῶν μερῶν καὶ οὐ δύναται τὸ ὅλον τῶν μερῶν χωρισθῆναι, καὶ ὅμως οὐκ ἔστι συμβεβηκός. πρὸς ὅ φαμεν ὅτι ἡ ὑπογραφὴ ἔν τινι εἶχεν, οὐκ ἔν τισι· τὸ δὲ ὅλον ἔν τισι λέγεται εἶναι, οὐκ ἔν τινι· τοὐλάχιστον γὰρ ἐν δύο μέρεσι τὸ ὅλον θεωρεῖται. διὸ καὶ ἐπαποροῦσιν ὅτι καὶ τὸ ὅλον ἔν τινι λέγεται· ἓν γὰρ τῶν ἕνδεκα σημαινομένων ἐλέγετο εἶναι τοῦ ἔν τινι τὸ ὡς ὅλον ἐν μέρεσι. καὶ λέγομεν ὅτι τοῦτο εἴρηται πρὸς ἔνδειξιν τοῦ μὴ δύνασθαι τὸ συμβεβηκὸς καθ’ αὑτὸ ὑπάρχειν, καὶ ὅτι ἑνικὴ μὲν ἡ ἐκφώνησις τοῦ ἔν τινι, πλῆθος δὲ σημαίνει· ἔν τινι γὰρ πλήθει τῶν μερῶν τὸ ὅλον ἢ ἔν τινι ποσότητι μερῶν θεωρεῖται. καὶ ἄλλως δὲ ταῦτα διακέκριται, ὅτι τὸ μὲν ὅλον δοκεῖ ἐν τοῖς μέρεσιν αὐτοῦ ὡς αὐτὸ ἐν ἑαυτῷ εἶναι, τὸ δὲ συμβεβηκὸς ἄλλο ἐν ἄλλῳ ἐστίν. ἄλλη ἀπορία ἡ λέγουσα ὅτι τὸ εἶδος ἐν τῇ ὕλῃ καὶ οὐκ ἔστι μέρος τῆς ὕλης καὶ οὐ χωρίζεται τῆς ὕλης χωριζόμενον γὰρ φθείρεται), καὶ ὅμως οὐκ ἔστι συμβεβηκὸς ὡς εἶδος καὶ ὡς εἰδοποιὸν τὸ εἶδος αὐτό, ἀλλ’ οὐσία· τοῦ γὰρ εἰδοπεποιημένου οὐσία ἐστί. πρὸς ὅ φαμεν ὅτι συμβεβηκὸς τὸ εἶδος· τῇ γὰρ ὕλῃ συμβέβηκεν, ἐπειδὴ καὶ χωρίζεται αὐτῆς. τοῦ μέντοι συνθέτου οὐσί ἐστὶ τὸ εἶδος καὶ ἡ ὕλη, ὡς συμπληρωτικὰ αὐτοῦ. διὸ καὶ μέρη αὐτοῦ λέγεται, οὐκ ἀλλήλων μέρη· οὐδὲν γὰρ τοῦ λοιποῦ δύναται | παρ’ [*](241r) ἑαυτὸ μέρος εἶναι· οὐδὲ γὰρ ὁ ἑπτὰ τοῦ τρία λοιποῦ ὄντος παρ’ ἑαυτὸν δύναται μέρος τοῦ δέκα εἶναι. αὗται αἱ ἀπορίαι τῶν πλεονασμὸν κατηγορούντων. οἱ δὲ ἔλλειψιν κατηγοροῦντεις ἐπιχειροῦσι λέγοντες οὕτως· ὅτι οὐ παντὶ συμβεβηκότι ἁρμόζει αὕτη ἡ ὑπογραφή, εἰ μὴ τῷ [*](1 ὑπογp. συστ.] ὑποκειμένην συστασίαν Κ 7 λαμβάνεται HP 8 εἰ δὲ τὸν] ὁ δὲ τῶν P στερούμενοι KP ΚΡ φαμὲν superscr. Η lo συμβ.—εἶναι ora. K εἰ scripsi: ἢ HP 14 δευτέρα δὲ P ’J ἕνδεκα scripsi: δέκα libri (cf. p. 149,16 20 καὶ λέγομεν—ἔν τινι (22) iter., sed delendo corr. K 25 ἄλλο ait. 1.) P 30 καὶ] scribas οὐ 32 οὐδὲν] οὐδὲ P 33 ἑαυτὸ Urb. 35: ἑαυτῶ HKP μέρος—ἐαυτὸν in mrg. suppl. H οὐδὲ—εἶναι (34) om. P ἑαυτὸν Urb. 35: ἑαυτῶ HK 34 τοῦ δέκα eicias)
    152
    ἀχωρίστῳ. πρὸς ὅ φαμεν ὅτι ὅσον μὲν ἐπὶ τὸ χωρίζεσθαι ἢ μὴ χωρίζεσθαι τοῦ συμβεβηκότος τὸ μὲν χωριστὸν τὸ δὲ ἀχώριστον, ὅσον δὲ ἐπὶ τὸ μὴ δύνασθαι χωρὶς ὑποστῆναι πᾶν συμβεβηκὸς χωριστὸν ἀχώριστον· οὐδὲ γὰρ εἶπεν ῾ὃ ἀδύνατον χωρισθῆναι᾿, ἀλλ’ ὃ ἀδύνατον χωρὶς ὑποστῆναι. εἶτά φασιν ὅτι δύναται χωρὶς ὑποστῆναι συμβεβηκός· ἰδοὺ γὰρ ἡ εὐωδία τοῦ μήλου, συμβεβηκὸς οὖσα, καταλείψασα τὸ μῆλον μένει ἐν τῷ αἰσθητηρίῳ ἢ τῷ κιβωτίῳ. λύουσι τοῦτο διάφοροι, ὁ μὲν Πλατῶν ὅτι οὐκ ἐχωρίσθη τοῦ ὑποκειμένου· μετά τινων γὰρ λεπτῶν ἀπορροιῶν χωρεῖ πρὸς ἡμᾶς, ὡς δηλοῖ ἡ κατὰ μέσον αὐτοῦ ἴσχνανσις· ἐν γὰρ τῷ δένδρῳ οὐκ ἰσχνάίνεται διὰ τὸ πλείονα εἶναι τὴν εἰσροὴν τῆς ἐκροῆς. ὁ δὲ Ἀριστοτέλης τὸ διακονικὸν αἰτιᾶται τοῦ ἀέρος, ὅτι ᾧ λόγῳ ἐστὶ διορατὸς καὶ διηχής, τούτῳ καὶ δίοσμος. ὁ δὲ Πλωτῖνος τὰ Ἀριστοτέλους καὶ Πλάτωνος συναγαγών φησιν ὅτι μεταβάλλεται μέρος τοῦ ἀέρος τῇ εὐωδίᾳ· ἡ γὰρ εὐωδία μείνασα ἐν τῷ μήλῳ γεννᾷ ὁμοίαν ἑαυτῇ ἑτέραν ποιότητα μεταβάλλουσαν μέρος τοῦ ἀέρος, ἧς αἰσθανόμεθα. οὐδεμία δὲ τῶν δοξῶν τούτων καθ’ αὑτὴν ἀληθής· οὐδὲ ἡ Πλάτωνος ἡ λέγουσα ἀπορροίας· ἡ γὰρ ἀπόρροια σῶμα, παντὸς δὲ σώματος μία ἡ κατὰ φύσιν κίνησις ἢ γὰρ κοῦφον καὶ ἐπὶ τὰ ἄνω ῥέπει, ἢ βαρὺ καὶ κάτω), τῆς δὲ εὐωδίας τοῦ μήλου πάντες ὁμοτίμως αἰσθανόμεθα κατὰ κύκλον, δῆλον ὅτι οὐκ ἀρκεῖ ἀπορροίας μόνον εἰπεῖν. οὐδὲ ἡ Ἀριστοτέλους μόνη ἀληθής· ἰδοὺ γὰρ οἱ χοῖροι πλείονα ὀρύττουσι τὸν βόρβορον ἐπὶ τῷ πλέον αἰσθέσθαι τῶν ἀπορροιῶν, καὶ δυσώδη δὲ τόπον παριόντες ῥάκει φράξαντες τὰς ῥῖνας, καίπερ ἀναπνέοντες, τῆς δυσωδίας οὐκ αἰσθανόμεθα, ἅτε διυλισθεισῶν τῶν ἀπορροιῶν καὶ καθαροῦ τοῦ ἀέρος χωροῦντος πρὸς ἡμᾶς. οὐδὲ τὸ τοῦ Πλωτίνου μόνον ἀληθὲς τὸ ποιοῦσθαι ὅλον τὸν ἀέρα· πλασματῶδες γὰρ τὸ λέγειν ὅλον τὸν ἐν μέσῳ ἀέρα ποιοῦσθαι ἐπὶ τῶν γυπῶν τῶν αἰσθανομένων τῶν ἐν ἄλλαις πόλεσιν ἀτάφων σωμάτων. αἱ τρεῖς οὖν ἅμα ἀληθεῖς εἰσιν, ἀλλ’ ἐπὶ μὲν τῶν φαύλως ὀσμωμένων χρεία καὶ ἀπορροιῶν, ἐπὶ δὲ τῶν ἀκριβῶς ὀσμωμένων ἀρκεῖ καὶ τὸ δίοσμον τοῦ ἀέρος, ἐπὶ δὲ τῶν μέσως ἀρκεῖ. καὶ ἡ μεταβολὴ τοῦ ἀέρος. κατ’ οὐδεμίαν δὲ τῶν δοξῶν αἱ ποιότητες | ἀπὸ τοῦ ὑποκειμένου εἰς ὑποκείμενον μεταβαίνουσιν· ἢ γὰρ ἐν τῷ [*](241v) αὐτῷ νῦν εἰσι, κἂν τῷ ἐν ᾧ εἰσι κἂν τῷ ἐξ οὗ καὶ διασπασθήσεται αὐτὴ ἑαυτῆς ἡ ποιότης, ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ νῦν. ἐπεὶ δὲ πάντως μεταξὺ τῶν δύο νῦν ἐστι χρόνος μέσος, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσονται χωρὶς ὑποκειμένου. ἐνῆν δὲ καὶ ἁπλούστερον λῦσαι ταῦτα, ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης· ῾ὃ ὅ [*](1 τὸ ex τῶ corr. Κ 3 πᾶν—ὑποστῆναι (4) in mrg. suppl. (ex parte evanida) H 4 ὑποστ.] potiiis εἶναι 5 φησιν P 7 πλατῶν] οἱ ἀριστοτελικοί Olymp. 8 ἀποριῶν 11 9 μέσον] μέρος H οὐκ om. P 10 Ἀριστοτέλης] Πλωτῖνος Olymp. (of. Enn. ΙV 5,1sq.; 6,2) 11 διορατικὸς b: διορατικὸς ΗKP διηχθής Η: διειδής Κ 12 καὶ (post τούτω) om. KP Πλωτῖνος] cf. v. 10 (Olymp. haiic tertiam opinionem uon memorat) 13 ante τῆ εὐωδ. add. έν H 15. 16 κατ’ αὐτὴν libri 19 an δῆλον ὅτι? 21 τῷ] τὸ HP 22 om. KP ἀναπλέοντες P1 26 ἐπὶ τῶν γυπῶν] fort, spectat Soph. Ant. 1082 27 ἐπὶ] ἐπεὶ HP 33 ἐπεὶ δὲ K2: ἐπειδὴ ’P 35 ἀπλ.] ἀπὸ ἑτέρων H)
    153
    δύναται χωρὶς εἶναι τοῦ ἐν ᾧ ἦν᾿, ἀλλὰ τοῦ ἐν ᾧ ἐστιν, ὅπου δ᾿ ἄν ᾖ ἡ ποιότης, ἐν ὑποκειμένῳ ἐστίν.

    p. 1b10 Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοὐ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοὐ ὑποκειμένου λεχθήσεται.

    Ἐπειδὴ αἱ κατηγορίαι βάθος ἔχουσι καὶ πλάτος βάθος μὲν τὴν εἰς τὰ μερικώτερα αὐτῶν πρόοδον, πλάτος δὲ τὴν εἰς τὰ πλάγια μετάστασιν, οἷον ἵνα βάθος μὲν λάβῃς οὕτως, τὴν οὐσίαν καὶ τὸ σῶμα καὶ τὸ ἔμψυχον καὶ τὸ ζῷον, καὶ οὕτως ἐφεξῆς), διὰ τοῦτο ὁ Ἀριστοτέλης κανόνα καὶ τοῦ πλάτους καὶ τοῦ βάθους ἡμῖν παραδίδωσι, καὶ νῦν μὲν τοῦ βάθους, ἐφεξῆς δὲ καὶ τοῦ πλάτους. ἔστι δὲ ὁ κανὼν οὕτως· ὅταν τὸ πρῶτον τοῦ δευτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου καὶ τὸ δεύτερον τοῦ τρίτου, καὶ τὸ πρῶτον τοῦ τρίτου κατηγορηθήσεται ὡς καθ’ ὑποκειμένου· οἷον τὸ ἔμψυχον κατηγορεῖται τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ τὸ ἔμψυχον τοῦ ἀνθρώπου κατηγορηθήσεται. καλῶς δὲ πρόσκειται ἐν τῷ κανόνι καθ’ ὑποκειμένου· εἰ γὰρ μέλλει ἀληθὴς εἶναι ὁ κανών, δεῖ ἑκατέραν τῶν προτάσεων καθ’ ὑποκειμένου εἶναι· εἴτε γὰρ αἱ δύο ὦσιν ἐν ὐποκειμένῳ, οὐδὲν συνάγεται ἀληθές, εἴτε ἡ μία καθ’ ὑποκειμένου ἡ δὲ λοιπὴ ἐν ὑποκειμένῳ, καὶ ἢ ἡ μία ἢ ἡ δευτέρα, οὐδὲ οὕτως ἀληθές τι συνάγεται. καὶ δὴ εἰλήφθωσαν αἱ δύο ἐν ὑποκειμένῳ, οἷον ῾ὁ ἄνθρωπος λευκός, τὸ λευκὸν δισύλλαβον, ὁ ἄνθρωπος ἄρα δισύλλαβον᾿. ἐὰν συμπερανθῇ οὕτως, ψεῦδος τὸ συναγόμενον. εἰλήφθω πάλιν ἡμῖν ἐν ὑποκειμένῳ ἡ μία καὶ ἡ δευτέρα καθ’ ὑποκειμένου, οἷον ἰὴ ἄνθρωπος λευκός, τὸ λευκὸν χρῶμα, ὁ ἄνθρωπος ἄρα χρῶμα᾿, καὶ ἔστι ψεῦδος τὸ συναγόμενον. εἰλήφθω πάλιν ἡ μὲν μία καθ’ ὑποκειμένου οἷον ὁ ἄνθρωπος ζῷον᾿, ἡ #x003E; δευτέρα ἐν ὑποκειμένῳ, οἷον τὸ ζῷον δισύλλαβον᾿, οὐδὲν ἀληθές τι συνάγεται. καὶ ἔχομεν διὰ τούτου τὸ ἀνάπαλιν τοῦ κανόνος· οὗτος γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀνάγει· ὥσπερ γὰρ ὁ κανὼν ἐδείκνυε τὸ πρῶτον τῷ δευτέρῳ ὑπάρχον καὶ τὸ δεύτερον τῷ τρίτῳ, οὕτω καὶ διὰ τοῦ ἀνάπαλιν ἔστι δεῖξαι τὰ ὕστερα καὶ δεύτερα ὑπὸ τὰ πρῶτα ἀναγόμενα, οἷον ὁ ἄνθρωπος ὑπὸ τὸ ζῷον τὸ δὲ ζῷον ὑπὸ τὸ ἔμψυχον καὶ τὸ σῶμα καὶ τὴν οὐσίαν, καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν τινες ἀναχθήσεται. καὶ ἐπὶ καθ’ ἄλλων κατηγοριῶν ὡσαύτως.

    Ἀποροῦσι δὲ τινες λέγοντες ὃτι ὁρίζεται τὸ καθ᾿ ὑποκειμένου, ὃτε λέγει, τὸ πρῶτον τῷ δευτέρῳ ὑπάρχει καὶ τὸ δεύτερον τῷ τρίτῳ, ὄτι [*](2 ἦ K: ἐστὶν HP 4 τοσαῦτα] πάντα Arist. 5 ῥηθήσεται Arist. 6 τὴν superscr. K: om. P 7 εἰς τὰ πλάγια] οὐσίαν καὶ τὸ σῶμα Κ 8 οἷον in ras. K | λαμβάνουσιν P τὸ (ante ἔμψ.) οὐσίαν τὸ κατηγορεῖται H 13 οἷον — | ὑποκειμένου (16) Om. K post ἔμψ. add. τοῦ ἀνθρώπου κατηγορη | sed del. P 15 δὲ om. P 23 λευκός—ἄνθρωπος (25) om. K 23. 24 6 ἄνθp. ἄρα χρῶμα om. P 24 εἰλήφθο Η 25 δὲ inserui 26 δισύλαβον P ἄρα alt. καὶ om. ΗP 30 καὶ δεύτερα eicias 31 δέ om. HP 35 καταλέγει P εἰ inserui)

    154
    καὶ τὸ πρῶιον τῷ τρίτῳ ὑπάρχει, ἀλλὰ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ ὁρίζεται, φημὶ δὴ τὴν οὐσίαν ἢ καὶ ὑποκείμενον], ὅτε καταλέγει τὰ ἴδια τῆς οὐσίας· | αἱ γὰρ ὑπογραφαὶ ἐκ τῶν ἰδίων λαμβάνοντι. αὕτη ἡ ἀπορία. [*](242r) λύομεν δὲ αὐτὴν οὕτως· ὅτι κανών ἐστιν ὁ λεχθείς, οὐχ ὁρισμὸς ἢ ὑπογραφή· ἐν οὐδεμιᾷ γὰρ ὑπογραφῇ ἤτοι ὁρισμῷ τὸ ὁριστὸν ἤτοι τὸ τοῦ ὁριστοῦ ὄνομα ἐν αὐτῇ τῇ ὑπογραφῇ παραλαμβάνεται· οὐδεὶς γὰρ λέγει ὅτι ἄνθρωπός ἐστι ζῷον ἄνθρωπος· νῦν δὲ ἐν τῷ κανόνι πολλάκις τὸ ὁριστὸν παρελήφθη, φημὶ τὸ καθ’ ὑποκειμένου. πρὸς δὲ τὴν ἄλλην φαμὲν ἀπορίαν ὅτι οὐδὲν τῶν ἰδίων τῆς οὐσίας ὧν καταλέγει ὑπογραφή ἐστι τῆς οὐσίας· πάντα γὰρ ὅσα ἴδια αὐτῆς καταλέγει ἢ μόνῃ μὲν οὐσίᾳ ὑπάρχει οὐ πάση δέ, ἡ πάσῃ μὲν οὔ, μόνῃ δὲ τῇ ὑπογραφῇ. καὶ τὰ κυρίως ἴδια καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ θέλουσιν ὑπάρχειν, ὡς μεμαθήκαμεν.

    Διττῆς δὲ οὔσης τῆς κατηγορίας, τῆς μὲν καθ’ ὑποκειμένου τῆς δὲ ἐν ὑποκειμένῳ, ἡ ἐν ὑποκειμένῳ κατηγορία ἄλλο ἄλλῳ λέγουσα ὑπάρχειν οὐδεμίαν παρέχει ζήτησιν. ἡ δὲ καθ’ ὑποκειμένου κατηγορία θέλουσα δεῖξαι τὸ ἕτερον ὃπερ τὸ #x003E;, τοῦτ’ ἔστι τὸ κατηγορούμενον ὅπερ τὸ ὑποκείμενον, ζήτησιν παρέχει· ἐρεῖ γάρ τις ῾ποῖόν ἐστι τὸ κατηγορούμενον ζῷον τοῦ ἀνθρώπου, αὐτὸ τὸ ἐγκατατεταγμένον ἢ ἄλλο καθολικώτερον; εἰ μὲν γὰρ τὸ ἐγκατατεταγμένον, ἀδολεσχία ἡ κατηγορία αὐτὴ ἑαυτῆς κατηγοροῦσα, εἰ δὲ τὸ καθόλου, συνεπεκταθήσεται τὸ μερικὸν τῷ καθόλου καὶ ἔσται τὸ μερικὸν ὅπερ τὸ καθόλου.’ τοῦτο ἡμεῖς φαμεν ὅτι καθόλου τὸ κατηγορούμενον καὶ κοινότερον θέλει εἶναι τοῦ ὑποκειμένου καὶ ἰδικώτερον· εἰ μὲν γὰρ κοινότερόν ἐστιν, οὐκ ἔστιν ἀδολεσχία ἡ κατηγορία, εἰ δὲ ἴδιόν ἐστιν ἑκάστου, οὐ συνεπεκταθήσεται τὸ μερικὸν τῷ καθόλου, ὡς ἐπὶ τοῦ κέντρου καὶ τοῦ σημείου τοῦ κύκλου· τὸ γὰρ σημεῖον ἐκεῖνο πασῶν τῶν ἐξ αὐτοῦ εὐθειῶν ἐκλαβόμενον καὶ κοινόν ἐστιν ἁπασῶν καὶ ἴδιον ἑκάστης. καὶ ἡ φωνὴ τοῦ κήρυκος καὶ κοινῇ ἐστιν ἅπασιν ἀκουστὴ καὶ ἰδίᾳ ἑκάστῳ, καὶ ἐν πᾶσίν ἐστι κἀν τῷ ἀέρι μία οὖσα. καὶ αὐτὸ δὲ τὸ δοκοῦν ἐξισάζειν ἴδιον καθολικώτερον δοκεῖ εἶναι, ἐπειδὴ τὰ ἄρθρα τοῖς καθόλου προσδιορισμοῖς ἰσοδυναμοῦσιν· ἐν γὰρ τῷ λέγειν ῾ὁ ἄνθρωπος γελαστικόν᾿ οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι πᾶς ἄνθρωπος γελαστικόν· τὸ δὲ πᾶς ἀντὶ τοῦ· ἓκαστος νοεῖται· ἑκάστου δὲ ἀνθρώπου τὸ γελαστικὸν καθολικώτερον. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν ὅτι δύναται τὸ αὐτὸ καὶ καθολικώτερον εἶναι τοῦ ὑποκειμένου καὶ ἰδικὸν αὐτοῦ· ἰδοὺ γὰρ ὁρῶμεν ὅτι ἡ ἀνείδεος ὕλη προἰοῦσα ἐκ τῆς οὐσίας πρότερον εἰδοποιεῖταί πως τὰς διαστάσεις προσλαμβάνουσα ποσουμένη, εἶτα ποιοῦται, εἶτα ποιεῖ τὸ ἔμψυχον σῶμα, μετ’ αὐτὸ τὸ ζῷον, εἶτα ἐπὶ τούτοις τὸν ἄνθρωπον καὶ τὸν Σωκράτην ἔσχατον, κἀκεῖ ἀποτελευτᾷ. καὶ τὰ μὲν πρὸ τοῦ Σωκράτους πάντα εἰδοποιοῖς διαφοραῖς διαφέρει [*](242v) [*](2 δὴ om. HP ἡ καὶ ὑποκείμενον inclusi 7 τὸ ὁριστὸν om. KP 12 μεμαθήκαμεν] in commeut. Porph. Isag. p. 89,26 sq. 14 λέγουσα Urb. 35: θέλουσα HKP 16 ὅπερ τὸ ἕτερον Uvb. 35: om. HKP 19 αὐτὴ scripsi: αὓτη HKP 24 τῶ] τὸ P 25 καὶ τοῦ σημείου eicias 26 ἐκλαβ.] an ἐπιλαβ. ? 27, 28 καὶ ἐν πᾶσιν—οὖσα eicias oU τῶ] τό Η 33 ἄλλος P 34 ἀνίδεος H 37 τὸν (ante σωκp.) om. P 38 σωκράτης H)

    155
    ἀλλήλων, ὁ δὲ Σωκράτης τινὶ ἰὅιοτροπίᾳ διαφέρει τῶν ἄλλων ἀνθρώπων, ᾖτινι ἐπιφοιτᾷ τὸ εἶδος τὸ μερικὸν τοῦ τινὸς ἀνθρώπου μηκέτι ἄλλην κατὰ φύσιν διαφορὰν ἐπιδεχόμενον, διὸ καὶ μένει ἀδιαίρετον. καὶ ὅρα πῶς ἡ αὐτὴ ὕλη, πᾶσιν δποκειμένη κοινῶς, καὶ ἱδίᾳ ἑκάστῳ δπόκειται. οὕτω καὶ ἐπὶ τοῦ ξᾠου ἔχει ἤ τοῦ ἐμψύχου. τὸ αὐτὸ καὶ κοινὸν καὶ ἴδιον ἑκάστου γίνεται, κοινὸν μὲν ὡς πολλοῖς ὑπάρχον, ἴδιον προσλαβὸν εἰδοππιοὺς διαφορὰς καὶ γινόμενον εἶδος ἄλλοτε ἄλλο, κατ’ἀναλογίαν τῆς ὕλης πᾶσιν ὑποκείμενον κοινῶς καὶ ἰδίᾳ ἑκάστῳ. ταὺτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.

    p. 1 b 16 Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἶον ξᾠου καὶ ἐπιστήμης.

    Μετὰ τὸν κανόνα τοῦ βάθους ἔρχεται καὶ ἐπὶ τὸν κανόνα τοῦ πλάτους. καὶ ἐπειδὴ τὸ πλάτος αἱ διαφοραὶ ποιοῦσι, διτταὶ <δὲ> αἱκ διαφοραί (ἢ γὰρ συσιτατικαὶ ἢ διαρετικαὶ), καὶ τὰ γένη δὲ διττά, τὰ μὲν ὑπ’ἄλληλα τὰ δὲ οὐχ ὑπ’ἄλληλα, ζητεῖ διὰ τούτων ὁ Ἀριστοτέλης πῶς ἔχουσιν αἵ τε συστα. τικαὶ διαφοραὶ καὶ αἱ διαρετικαὶ πρὸς τὰ ὑπ’ἄλληλα γένη καὶ οὐχ ὑπ’ἄλληλα, καὶ ἀποφαίνεται λέγων ὅτι τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, τῶν δὲ ὑπ’ ἄλληλα τεταγμένων αἱ μὲν συστατικαὶ αἱ αὐταὶ παντως, αἱ δὲ διαιρετικαὶ ποτὲ μὲν αἱ αὐταὶ ποτὲ δὲ ἕτεραι. ἐτέρτων δὲ γενῶν ἀκουστέον τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων * * ὡς ζῷον καὶ ἐπιστήμη, ἢ τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν ἀναγόμενα ἀντιδιαιρούμενα δέ, ὡς τὸ σῶμα καὶ ἀσώματον. καὶ ἐπὶ μὲν τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων καὶ αἱ συστατικαὶ καὶ αἱ διαιρετικαὶ πάντως ἕτεραὶ εἰσιν, ὥσπερ ζᾠου καὶ ἐπιστήμης, ὦν αἱ κατηγορίαι διάφοροι. αἱ μὲν γὰρ συστατικαὶ τοῦ ζᾠου τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, αἱ δὲ διαιρετικαὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, θνητὸν καὶ ἁθάνατον, τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν τὸ ἄππαιστον καὶ βέβαιον καὶ τὸ περὶ τὰ ἀεὶ ὠσαύτως ἔχοντα καταγίνεσθαι, διαιρετικαὶ δέ, ὡς διεῖλεν ἐν τῷ Γοργίᾳ ὁ Πλάτων, ὅτι τῶν τεχνῶν αἱ μέν εἰσι μόνως λογικαί, ὡς ἡ διαλεκτική, αἱ δὲ μόνως πρακτικαί, ὡς ἡ γραφική, αἱ δέ λογικαὶ ἅμα καὶ πρακτικαί. καὶ τοῦτο τριχῶς. ἢ γὰρ ἐπίσης ἔχουσι τῷ λόγῳ τὴν πρᾶξιν, ὡς ἡ κιθαρῳδία καὶ ἡ πεττευτικὴ προλέγουσα τὰς βολὰς ὦν χρείαν ἔχει, ἢ πλείονα ἔχει τὸν λόγον τῆς πράξεως, <ὡς ἡ ὑποκριτική>, ὡς ἐπὶ τοῦ [*](2 ἦτινι] ἢ τινὶ ΗΚ 1 Ρ 3 μαίνει Η 5 ἢ eras. K τὸ ἔμψυχον Κ 6 ὑπάρχων et προσλαβὼν Η 7 ἰδοποιοὺς Η 12 τὸ]τοῦ Ρ δὲ Laur. 72,5: om. HKP 13 ἢ καὶ (sic) διαρετικαί in mrg. suppl. P γένει Η δὲ οm. K 15 αἱ (ante διαιp.) om. HP 16 καὶ (ante μὴ) om. HK 17 ἕτεραι _τεταγμένων om. KP 20 καταγομένων ΚΡ ante ὡς lac. signavi ante ζῶον add. τὸ ΗΡ 25 διαιp. δὲ coll. HP 26.27 τὸ περὶ iterate corr. P 27.28 ἐν τῷ Γοργίᾳ]p. 449 Α sq. 28 ὁ om. HP 29 pr. αἱ δὲ iter. P 31 πεττευτικὴ Urb. 35: μαντευτικὴ ΗΚV (Plat. Gorg. 450D) βολὰς scripsi: βουλὰς ΗΚΡ ὦν Urb. 35: ὡς ΗΚΡ 32 ὡς ἡ ὑποκριτ.] ὡς ὑποκριτική Urb. 35: om. HKP)

    156
  • ἃ δ’ ἔλαβες, ἀπόδος, πατρὸς ἐμοῦ λαβὼν πάρα
  • εἰπόντος τοῦ δὲ κατὰ τὸ σιωπώμενον ἀνανεύσαντος μόνον ῾ἄπαγε᾿ πάλιν [Ὀρέστης]
  • οὐ χρήματ’ εἶπον,
  • ἢ τὸ ἀνάπαλιν πλείονα τὴν πρᾶξιν τοῦ λόγου, ὡς ἐπὶ τῆς ἰατρικῆς μᾶλλον πρακτικῆς οὔσης ἢ λογικῆς, ἣ λόγῳ μὲν | διὰ τὴν διάγνωσιν [*](243r) χρῆται καὶ θεραπείαν· ὁ γὰρ ἄριστα διαγνοὺς ἄριστα θεραπεύσε; * * . οὐ μόνον δὲ ἐπὶ τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων ἑτέρων γενῶν ὁ κανὼν οὗτος ἀληθεύει, ἀλλὰ καὶ ἐπὶ τῶν μὴ ὑπ’ ἄλληλα. μὴ ὑπ’ ἄλληλα δὲ ἐστι τὰ ἀντιδιαιρούμενα, ὡς τὸ ἀσώματον τῷ σώματι καὶ τὸ ἔμψυχον τῷ ἀψύχῳ καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ τελεῖ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ἐπὶ τούτων· τοῦ γὰρ σώματος συστατικαὶ μὲν διαφοραὶ τὸ τριχῇ διαστατὸν τὸ θετὸν ἤτοι θέσιν ἔχον, διαιρετικαὶ δὲ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. τοῦ δὲ ἀσωμάτου διαιρετικαὶ μὲν τὸ θεῖον, τὸ ἀγγελικόν, συστατικαὶ δὲ πρὸ τῶν διαιρετικῶν οὖσαι τούτων τὸ ἀδιάστατον, τὸ ἄθετον.

    Διὸ καὶ ἀποροῦσι λέγοντες ὅτι καὶ ἐπὶ τῶν ὑπὸ μίαν κατηγορίαν ἀναγομένων ἀντιδιαιρουμένων δὲ καὶ μὴ ὑπ’ ἄλληλα ὄντων δυνατὸν τὰς αὐτὰς εἶναι διαφοράς· ἐὰν γὰρ διέλω τὸ ζῷον εἰς χερσαῖον καὶ ἔνυδρον, εἶτα τὸ χερσαῖον εἰς ἔναιμον, οἷον ἄνθρωπον ἵππον, ἢ εἰς ἄναιμον, οἷον μελίττας, ἀκρίδας, διέλω δὲ καὶ τὸ ἔνυδρον εἰς ἔναιμον, οἷον λάβρακα, θῦνον, ὀρφῶν καὶ τὰ τοιαῦτα, ἢ εἰς ἄναιμον. οἷον σηπίαν τευθίδα κάραβον, ἰδοὺ καὶ τῶν ἀντιδιαιρουμένων καὶ μὴ ὑπ’ ἄλληλα ἑτέρων γενῶν αἱ αὐταὶ εὑρίσκονται διαφοραί. κἄν διέλῃ τις τὸ ζῷον εἰς ἔναιμον καὶ ἄναιμον καὶ τὸ ἔναιμον διέλῃ εἰς ἔνυδρον καὶ χερσαῖον καὶ τὸ ἄναιμον ὁμοίως διέλῃ εἰς ἔνυδρον καὶ χερσαῖον, καὶ οὕτως πάλιν εὑρίσκονται αἱ αὐταὶ τῶν αὐτῶν ἀντιδιαιρουμένων αἱ διαφοραί, καὶ τὰ παραδείγματα δῆλα. τί οὖν φαμεν πρὸς τοῦτα; ὅτι ἑτέρας τῷ εἴδει διαφορὰς ὁ Ἀριστοτέλης λέγει τὰς ποιούσας ἕτερα εἰ ἀεὶ διαφέροντα ἀλλήλων καὶ; μηδέποτε ταὐτὸν ὄντα· τὸ γὰρ ἔναιμον τὸ χερσαῖον τῷ ἐναίμῳ τῷ ἐνύδρῳ οὐδέποτέ ἐστι ταὐτὸν τῷ εἴδει, οὐδὲ τὸ ἀνάπαλιν τὸ ἄναιμον τὸ ἔνυδρον τῷ χερσαίῳ τῷ ἀναίμῳ ταὐτόν ἐστί πα τῷ εἴδει. αἱ διαφοραὶ δὲ οὐχ ὅτι αἱ αὐταὶ διαφέρουσιν ἀλλήλων· πῶς γὰρ τὸ ἔναιμον τοῦ ἐναίμου διοίσει ὡς ἔναιμον, εἰ μὴ προσλάβῃ ἰδιώματά τινα καὶ γίνηται ποῦ μὲν ἄνθρωπος ποῦ δὲ ἰχθύς, εἰ τύχοι; δεῖ δὲ καὶ τοῦτο ἐπίστασθαι, ὥς φησιν Εὐστάθιος ὁ φιλόσοφος ὑπομνηματίσας τὰς Κατηγορίας, ὅτι ὅταν λέγῃ Ἀριστοτέλης τῶν δέ γε ὑπ’ ἄλληλα οὐδὲν [*](1 ἃ δ’ ἔλαβες . . ] Eur. Orest. 643. 634 (cf. Schol. in Eur. ed. Schwartz I p. 163) ἔλαβε Η 1. 2 πάρα εἰπόντος scripsi: προσειπόντος IIKP Ὀρέστης 4 χρήματα HKP πλείωνα H 6 ἣ scripsi: καὶ libri μέν om. H 7 post θεραπεύσει lacunam signavi 9 οὗτος post ἀληθ. coll. HP 10 post ἔμψ. additum καὶ del. P 13 ἔχων P 15 τὸ (ante ἄθετον)] καὶ Κ 18 ἔννυδρον P 1 20 ὀφρὸν KP 27 λέγει superscr. Η εἴδει (alt. 1.) H 30 tw (ante ἀναίμω) om. Η 31 alt. αἱ om. II 32 τοῦ ἐναίμου—ἔναιμον om. P εἰ om. H 33 γίνηται scripsi: γίνεται libri 35 λέγει HP post ἄλληλα add. γενῶν Arist.)

    157
    κωλύει τὰς αὐτὰς εἶναι, ὅτι περὶ τῶν διαιρετικῶν λέγει, οὐ περὶ τῶν συστατικῶν· ἅ. γὰρ συστατικαὶ μέρη εἰσίν, ὥσπερ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικὸν τοὐ ζῴου· μέρη γὰρ ταῦτα τοῦ ζῴου δοκεῖ εἶναι ὡς συμπληρωτικὰ αὐτοῦ, οὐκέτι δὲ διαφοραὶ αὐτοῦ, ἐάν τις ἀκριβῶς θεωρήσῃ. αἱ δὲ διαιρετικαὶ κυρίως διαφοραί εἰσιν ὡς | διαφόρων εἰδῶν ποιητικαί. [*](243v) ἐπὶ τούτων οὖν τῶν διαιρετικῶν ἐν τοῖς ὑπαλλήλοις δυνατόν ποτε τὰς αὐτὰς εἶναι διαιρετικὰς τοῦ ὑπεράνω καὶ τοῦ ὑποκάτω· ἐὰν γὰρ διέλω τὸ ζῷον εἰς πτηνὸν καὶ ἔνυδρον, οὐ δύναμαι τὰς αὐτὰς ποιῆσαι διαιρετικὰς τοῦ ζῴου ἁπλῶς πτηνοῦ καὶ ἐνύδρου· οὔτε γὰρ τὸ πτ·ηνὸν εἰς λογικὸν καὶ ἄλογον διαιρεθῆναι δυνατὸν οὔτε τὸ ἔνυδρον, ἐάν τις τὸ ζῷον τὸ εἰς αὐτὰ διαιρεθὲν ἐπιτηδεύῃ διελεῖν εἰς λογικὸν καὶ ἄλογον · ἀδύνατον γάp. εἰ δὲ διέλω τὸ ζῷον εἰς χερσαῖον καὶ ἔνυδρον, τὸ χερσαῖον δύναμαι διελεῖν εἰς λογικὸν καὶ ἄλογον· εἰς γὰρ ἄνθρωπον καὶ ἵππον. διαιρῶ δὲ καὶ τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον ἐξὸν γὰρ)· καὶ ἰδοὺ αἱ αὐταὶ εὑρίσκονται τοῦ ζῴου καὶ τοῦ ὑποκάτω διαφοραί, τὸ λογικὸν καὶ τὸ ἄλογον, τοῦ ζῴου καὶ τοῦ χερσαίου τοῦ ἐκ τῆς διαιρέσεως τοῦ ζῴου καταγομένου· καὶ τὸ χερσαῖον γὰρ διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον.

    Ἄλλαι εἰσιν αἱ συστατικαὶ τούτων καὶ διαιρετικαὶ διαφοραί· γὰρ τοὐ ἀσωμάτου διαφοραί, κἂν συστατικαὶ ὦσι κἂν διαιρετικαί, οὔκ εἰσιν αἱ αὐταὶ ταῖς διαιρετικαῖς καὶ συστατικαῖς τοῦ σώματος. ὑπ’ ἄλληλα δέ ἐστι τὰ κατὰ βάθος προιόντα, ὡς τὸ σῶμα τὸ ἔμψυχον τὸ ζῷον ὁ ἄνθρωπος. ἐπὶ δὲ τῶν ὑπ’ ἄλληλα αἱ μὲν συστατικαὶ πάντως αἱ αὐταί τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω πάντως κατηγορεῖται), αἱ δὲ διαιπετικαὶ ποτὲ μὲν αἱ αὐταὶ ποτὲ δὲ ἕτεραι· ἐὰν γὰρ διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, οὐ δύνασαι διελεῖν τὸ λογικὸν εἰς λογικὸν καὶ ἄλογον· διὸ ἕτεραι. εἰ δὲ διέλῃς τὸ ζῷον εἰς θνητὸν καὶ ἀθάνατον καὶ τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, αἱ αὐταί εἴσιν. ὅταν οὖν λέγῃς, m Ἀριστότελες, τῶν δέ γε ὑπ’ ἄλληλα τεταγμένων οὐδὲν κωλύει αὐτὰς εἶναι, περὶ τῶν συστατικῶν λέγεις ἢ τῶν διαιρετικῶν , εἰ μὲν περὶ τῶν συστατικῶν, ἐπειδὴ αὗται πάντως αἱ αὐταί, τί βούλεται τὸ οὐδὲν κωλύει ἐπὶ μέσου ἀεὶ λεγόμενον; εἰ δὲ περὶ τῶν διαιρετικῶν τί ἐροῦμεν πρὸς τὸν κανόνα τοῦ βάθους περὶ τῶν συστατικῶν εἰρημένον; καὶ λέγομεν ὅτι μήποτε δι’ ἀμφότερα, καὶ διὰ μὲν τὰς διαιρετικὰς τὸ οὐδὲν κωλύει διὰ δὲ τὰς συστατικὰς ὅτι πάντως αὐταί, ὡς ἔχει ὁ κανὼν τοῦ βάθους. ἀποροῦσι δέ τινες ὅτι διὰ τί προέταξε τὸ ἀποφατικὸν τοῦ καταφατικοῦ. καὶ λέγομεν ὅτι ὡς ἀναγκαῖον ἐνδεχομένου· πάντως γὰρ ἐπὶ τῶν ἀποφατικῶν, τοῦτ’ ἔστι τῶν μὴ ὑπ ἄλληλα φημι], ἄλλαι εἰσὶ καὶ ἄλλαι, ἐπὶ δὲ τοὐ καταφατικοῦ, φημὶ τοῦ [*](1 post αὐτὰς add. διαφορὰς Arist. 6 ouv om. P 13 καὶ (post δὲ) om. P 14 αἱ αὐταὶ scripsi: αὗται libri εὑρίσκονται om. KP ὑποκάτω scripsi: ὑποκειμένου libri 16 γὰρ om. P 17 ante λογ. add. τὸ Κ 18 οὖν inserui 20. 21 ὑπ’ ἄλλ.—ἄνθp. eicias 23 αἱ αὐταὶ] ἑαυταὶ Η 24 δύναται P 27 λέγεις Η Lost ἄλληλα add. γενῶν τεταγμ. om.) et αὐτὰς διαφορὰς Arist. 28 λέλεις — συστατικῶν (29) in mrg. suppl. H 32 εἰρημένων HP 35 καταφ.] ἀποφατικοῦ K 37 φημί, quod inclusi, KP: φημὶ ὅτι H)

    158
    ὑπαλλήλου, ἐνδέχεται τὰς διαιρετικὰς καὶ τὰς αὐτὰς εἶναι καὶ ἑτέρας. καὶ διὰ τί τὸ μὲν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον; ἐπειδὴ τὸ τῇ συναντιθέσει ἀντίστροφον ἀεὶ ἀπὸ τοῦ ἑπομένου γινόμενον αὐτὸς ἐκ τοὐ ἡγουμένου ἐποίησεν· εἶπε γὰρ | ὅτι τῶν ἑτερογενῶν καὶ τῶν μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραί [*](244r) εἰσι πάντως αἱ διαφοραὶ ἀμφότεραι ἁ * *, ὀφείλων εἰπεῖν ὅτι ῾ὧν δὲ αἱ αὐταί εἰσι διαφοραί, ταῦτα ὑπ’ ἄλληλα᾿. καλῶς δὲ πρόσκειται ὅτι ἕτεραι τῷ εἴδει, ἵνα τὰς οὐσιώδεις λάβωμεν διαφοράς· εἰ γὰρ μὴ ταύτας ἀλλὰ συμβεβηκυίας λάβωμεν, δυνατὸν τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων τὰς αὐτὰς εἶναι διαφοράς· διαιρῶ γὰρ τὸ ζῷον εἰς ὑπόπουν καὶ ἄπουν, καὶ τὸ σκεῦος εἰς ὑπόπουν καὶ ἄπουν, καὶ τὸ μὲν ζῷον ἀνάγεται ὑπὸ τὴν οὐσίαν τὸ δὲ σκεῦος ὡς ὄργανον ὑπὸ τὸ πρός τι. δεῖ δὲ καὶ τοῦτο εἰδέναι ὅτι ὑποάλληλον ἑνικῶς μᾶλλον δεῖ λέγειν ἢ ὑπάλληλα πληθυντικῶς· τὰ γὰρ ὑπάλληλα δοκοῦσιν ὑφ’ ἑαυτὰ ἀνάγεσθαι, ὅπερ ἀδύνατον· οὐδὲ γὰρ τὸ ζῷον ὑπὸ τὸ λογικὸν τελεῖ ποτε, εἰ καὶ τὸ λογικὸν ὑπὸ τὸ ζῷον. ταῦτα ἔχει ἡ πρᾶξις.

    p. 1b25 Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων.

    Διελὼν ὁ Ἀριστοτέλης τὰ λεγόμενα εἰς τὰ μετὰ συμπλοκῆς καὶ ἄνευ συμπλοκῆς καὶ τὰ ὄντα εἰς καθόλου οὐσίαν καὶ μερικὴν οὐσίαν, καθόλου συμβεβηκὸς καὶ μερικὸν συμβεβηκός, διαιρεῖ τὰ ἄνευ συμπλοκῆς εἰς δέκα κατηγορίας. καὶ ἀποροῦσιν ὅτι διὰ τί ἀνωτέρω μὴ ἐπεξῆλθε πάσῃ τῇ διαιρέσει, ὅτε διῄρει τὰ λεγόμενα καὶ τὰ ὄντα. καὶ λέγομεν ὅτι ἀναγκαίως τελευταίαν ἐφύλαξε τὴν διαίρεσιν ταύτην, ἵνα λήξῃ μὲν τὸ πρῶτον τμῆμα εἰς ψιλὴν ἀπαρίθμησιν τῶν κατηγοριῶν, ἄρξηται δὲ τὸ δεύτερον αὐτῆς τῆς ἀκριβοῦς διδασκαλίας· ὥσπερ γὰρ οἱ ἄριστοι τῶν γραφέων πρὸ τῆς τελείας μορφῆς τῆς διὰ τῶν χρωμάτων ἀμυδρὰν ἔννοιαν παρέχονται τοῦ γραφησομένου διὰ τῆς σκιαγραφίας ἢ λευκογραφίας, οὕτω καὶ ὁ Ἀριστοτέλης λόγῳ ὑπογράφων τὰ πράγματα ἀμυδρὰν ἔμφασιν ἡμῖν παρέχει τῶν κατηγοριῶν· ἡ μὲν γὰρ παχυμερὴς αὐτῶν διδασκαλία ἐπὶ ψιλῶν τῶν παραδειγμάτων πρόεισι μόνον, ἡ δὲ λεπτομερὴς τά τε ἴδια καταλέγει ἑκάστης καὶ τὴν διαίρεσιν, ἵνα καὶ τὰ ὑπάρχοντα ἐν ταῖς κατηγορίαις γνῶμεν διὰ τῶν ἰδίων καὶ τὰ οἷς αὗται ὑπάρχουσι διὰ τῆς διαιρέσεως. ἀλλ’ αὐτὸς μὲν. Ἀριστοτέλης ἐπὶ παραδειγμάτων ποιεῖται τὴν ἀπαρίθμησιν τῶν δέκα κατηγοριῶν, φέρε δὲ ἡμεῖς ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ παραδείγματος ποιησώμεθα τὴν διδασκαλίαν, ἐπὶ τοῦ Σωκράτους· αὐτὸς γὰρ οὐσία ἐστὶν ὡς ἄνθρωπος καὶ ποσὸν ὡς δίπηχυς ἢ τρίπηχυς καὶ ποιὸν ὡς λευκὸς ἢ μουσικὸς καὶ [*](5 post ἀμφότεραι lacunam signavi, suppleveris τῶν δὲ ὐπ’ ἄλληλα οὐ πάντως ἕτεραι) ἀλλὰ καὶ αἱ αὐταί διάφοραι ἀμφότεραι 9 καὶ τὸ—ἂπουν (10) in mrg. suppl. P 11 εἰδέναι καὶ τοῦτο coll. Κ 12 ἑνικὸς P 14 τὸ (ante pr. λογ. et ζῶον) cm. K 19 καὶ μερικ. συμβ. cm. P 24 διδασκ.] διαιρέσεως Κ τελ.] τελευταίας K 26 ἡ λευκογραφίας om. Κ ὁ om. Κ 27 λόγω ὑπογράφων Paris. 2051 Marc. 217: λογογραφῶν HKP 31 οἷς] εἰς P 32 an ἐπὶ (ι΄)? 33 ποιήσωμεν Κ)

    159
    πρός τι ὡς πατὴρ ἢ ὡς υἱὸς καὶ ποιεῖ ὡς τέμνων καὶ πάσχει ὡς τεμνόμενος καὶ κεῖται ὡς καθήμενος ἢ ἑστὼς ἢ ἀνακεκλιμένος ἢ γὰρ πάντα ὄρθιά ἐστι τὰ μέλη καὶ λέγεται ἑστάναι ἢ πάντα ὕπτια καὶ λέγεται ἀνακεκλίσθαι I ἢ τὰ μὲν ὄρθια τὰ δὲ ὕπτια καὶ λέγεται καθῆσθαι), καὶ ἔχει [*](244v) ὡς ὑποδεδεμένος ἢ ἠμφιεσμένος ἢ ἔχων δακτύλιον καὶ ποῦ ὡς ἐν Λυκείῳ διδάσκων καὶ ποτὲ ὡς ἐπὶ τῶν Πελοποννησιακῶν χρόνων γεγονώς. τοὐ δὲ Ἀριστοτέλους ψιλὴν ἀπαρίθμησιν ποιησαμένου τῶν κατηγοριῶν ὅτι δέκα καὶ τὴν αἰτίαν μὴ προσθέντος διὰ τί δέκα, φέρε ἡμεῖς καὶ τὴν αἰτίαν προσθῶμεν διὰ τί δέκα. δείκνυμεν δὲ τοῦτο ἐκ διαιρέσεως τοιαύτης· τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἢ οὐκ ἐν ὑποκειμένῳ. καὶ εἰ μὲν μὴ ἐν ὑποκειμένῳ, ποιεῖ τὴν οὐσίαν, εἰ δὲ ἐν ὑποκειμένῳ, ἢ καθ’ ἑαυτὸ ἢ οὐ καθ’ ἑαυτό. καὶ εἰ μὲν καθ’ ἑαυτό, ἡ μεριστὸν ἢ ἀμέριστον. καὶ εἰ μὲν μεριστόν, ποιεῖ τὸ ποσόν, εἰ δὲ ἀμέριστον, ποιεῖ τὸ ποιόν· κἄν γὰρ δοκῇ τὸ ποιὸν μεριστὸν εἶναι, διὰ τὴν ὕλην ἐστὶ μεριστόν. εἰ δὲ οὐ καθ’ ἑαυτό, ἢ σχέσις ἐστὶ μόνη καὶ ποιεῖ τὰ πρός τι, ἢ κατὰ σχέσιν ἄλλων νοεῖται καὶ ποιεῖ τὰς λοιπὰς ἓξ κατηγορίας· τεσσάρων γὰρ οὐσῶν ἁπλῶν κατηγοριῶν, οὐσίας ποσοῦ ποιοῦ πρός τι, ἐκ τῆς συμπλοκῆς τούτων αἱ λοιπαὶ ἀπογεννῶνται, ἐξ οὐσίας καὶ ποσοῦ τὸ ποῦ καὶ ποτέ, ἐξ οὐσίας καὶ ποιοῦ τὸ ποιεῖν καὶ πάσχειν, ἐξ οὐσίας καὶ τῶν πρός τι τὸ ἔχειν καὶ τὸ κεῖσθαι. διὸ καὶ ἀποροῦσιν ὅτι πῶς λέγομεν ὅτι ἁπλαῖ αἱ δέκα εἰσὶ κατηγορίαι, εἴ γε αἱ τέσσαρες μόναι εἰσιν ἁπλαῖ αἱ δὲ ἓξ σύνθετοι. καὶ λέγομεν ὅτι συνθέτους αὐτὰς καλοῦμεν διότι ἔμφασιν ἡμῖν συνθέσεως εἰσάγουσιν, ἐπειδὴ αὐταὶ ἁπλαῖ εἰσιν· οὐ γὰρ κατηγορία 〈τὸ ἐν τόπῳ ὂν οὐδὲ τὸ ἐν χρόνῳ ταῦτα γὰρ σύνθετα), ἀλλὰ〉 τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἐν χρόνῳ· διὰ γὰρ τοῦτο καὶ ἀπαρεμφάτοις ὀνόμασιν ὠνόμασεν αὐτὰ ὁ Ἀριστοτέλης, ἵνα μὴ τῷ ἐφέλκεσθαι πρόσωπον σύνθεσίν τινα εἰσαγάγῃ, οἷον τὸ ποεῖν καὶ τὸ πάσχειν καὶ τὸ ἔχειν καὶ τὸ κεῖσθαι, ἅπερ ἀπαρέμφατά εἰσιν. ἐπειδὴ δὲ μὴ γένος τὸ ὂν τῶν δέκα κατηγοριῶν, δύνανται καὶ τάξιν ὑποδέχεσθαι· προτέρα ἡ οὐσία ὡς ὑποκείμενον πᾶσι δεύτερον τὸ ποσόν, ἐπειδὴ καὶ ἡ ἀνείδεος ὕλη πρότερον ποσοῦται , τρίτον τὸ ποιὸν καὶ τοῦ πρότερον, ἐπειδὴ καὶ τὸ καθ’ αὑτὸ τοῦ ἐν σχέσει πρότερον. ἀλλ’ εἰ ταῦτα οὕτω, προτέτακται τὰ ἐξ οὐσίας καὶ ποσοῦ τῶν ἐξ οὐσίας καὶ ποιοῦ καὶ τὰ ἐξ οὐσίας καὶ ποιοῦ τῶν ἐξ οὐσίας καὶ πρός τι. καὶ ταῦτα μὲν ἐν τούτοις.

    Ἐφ᾿ οἷς μετὰ τὴν διαίρεσιν τῶν κατηγοριῶν καὶ τὸ πλῆθος ὅτι δέκα καὶ οὔτε πλείους οὔτε ἐλάττους, ὡς ἐδείξαμεν, φέρε τὰς εἰωθυίας ἀπορίας [*](1 ante irairjp add. ἢ μὲν 3 ὄρθιά ἐστι] ὀρθιάζει K 9 δὲ om. KP 10 ante οὐκ add. ἐν P μὲν om. P 13 δοκεῖ H 15 τὰ] τὸ P νοῆται H 17 ἀπογενῶνται H ἐν ἀπλαῖ post ἐπεὶ coll. K 22 ἐπεὶ II αὐταὶ b: αὗται HKP 23 τὸ ἐν τόπω ὂν—ἀλλὰ (24) ex Urb. 35 insevui 24 τοῦτο γὰρ coll. Κ 25 τῶ] τὸ P 26 εἰσάγη Η 29. 30 προτ.] δεύτερον Κ 30 εἷθ᾿—ποιοῦται ex Urb. 35 inserui 31 ἐπειδὴ—πρότερον in mrg. suppl. P ἐν om. KP 32 pr. τὰ om Η ποσοῦ τῶν ἐξ οὐσ. καὶ ποιοῦ in mrg. suppl. H 33 ante πρός add. τῶν Κ)

    160
    ἀποροῦσι τοίνυν οἱ μειονεξίαν αὐτῶν κατηγοροῦντες ὅτι διὰ τί μὴ ἕνδεκα αἱ κατηγορίαι προστιθεμένου τοῦ ἔχεσθαι· τί δήποτε γὰρ τῷ μὲν ποιεῖν τὸ πάσχειν ἀντέταξε, τῷ δὲ ἔχειν τὸ ἔχεσθαι οὐκέτι; καὶ λύει τοῦτο Συριανὸς | λέγων ὅτι ὑπὸ τὸ κεῖσθαι ἀνάγεται τὸ ἔχεσθαι, ἔχομεν δὲ μίαν [*](245r) κατηγορίαν τὸ κεῖσθαι· τὸ γὰρ ἐχόμενον ἐν τῷ ἔχοντι κεῖται· οἷον ἔχει τις δακτύλιον ἡ ἱμάτιον ἢ ὑποδήματα, ταῦτα ἐν τῷ ἔχοντι κεῖνται. ἄλλοι ἀποροῦσιν, οἱ πλεονεξίαν αὐτῶν κατηγοροῦντες, διὰ τί μὴ ἐννέα αἱ κατηγορίαι, τοῦ ποιεῖν καὶ πάσχειν ὑπὸ τὸ κινεῖσθαι ἀναγομένων· ἀμφότερα γὰρ κινοῦνται, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. πρὸς ὅ φαμεν ὅτι οὐχ ἣν κίνησιν κινεῖται τὸ ποιοῦν, κινεῖται καὶ τὸ πάσχον, οὐδὲ ἣν κίνησιν κινεῖται τὸ πάσχον, ταύτην ἀντιδρᾷ καὶ τὸ ποιοῦν· οἷον τὸ πῦρ θερμαίνει, οὐ θερμαίνει ψύχεται, οὐδὲ πάλιν ἡ χιὼν καθὸ ψύχει θερμαίνεται· καθόλου γὰρ οὐδὲν τῶν ὄντων καθὸ ποιεῖ καὶ πάσχει, οὐδὲ καθὸ πάσχει καὶ ποιεῖ. ἄλλοι δὲ διὰ τί μὴ ὀκτὼ αἱ κατηγορίαι, τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ὑπὸ τὰ πρός τι ἀναγομένων. πρὸς ὅ φαμεν ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον τῶν πρός τι, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν, τὰ ἀπαρέμφατα, οὐ πρός τι. ἄλλοι δὲ διὰ τί μὴ ἓξ αἱ κατηγορίαι, τοῦ ἔχειν καὶ τοῦ κεῖσθαι ὑπὸ τὰ πρός τι ἀναγομένων. ἡ αὐτὴ δὲ λύσις, ὅτι τὸ ἔχον καὶ τὸ κείμενον τῶν πρός τι; τὸ δὲ ἔχειν καὶ τὸ κεῖσθαι, τὰ ἀπαρέμφατα, οὐ πρός τι. ἄλλοι διὰ τί μὴ πέντε αἱ κατηγορίαι, ὡς ὁ Γαληνός, οὐσία ποσὸν ποιὸν πρός τι πρός τί πως ἔχον. πρὸς ὅ φαμεν ὅτι οὐ δύναται τὸ πρός τί πως ἔχον γένος εἶναι τῶν λοιπῶν κατηγοριῶν· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τάξις οὐδὲ τὸ πρότερον καὶ τὸ δεύτερον, ἐπὶ δὲ τῶν συνθέτων κατηγοριῶν ἔστι τάξις· πρότεραι γὰρ αἱ ἐξ οὐσίας καὶ ποσοῦ τῶν ἐξ οὐσίας καὶ ποιοῦ καὶ αἱ ἐξ οὐσίας καὶ ποιοῦ τῶν ἐξ οὐσίας καὶ πρός τι. εἰ δέ τις εἴποι τέσσαρας κατηγορίας μόνον, οὐσίαν ποσὸν ποιὸν πρός τι, τὰς δὲ ἓξ ὡς σχετικὰς ὑπὸ τὰ πρός τι ἀνάγεσθαι, ῥητέον ὅτι ἐπὶ τῶν πρός τι ψιλὴ σχέσις ἐστίν, ἐπὶ δὲ τῶν λοιπῶν ἓξ κατηγοριῶν οὐκ ἔστι ψιλὴ σχέσις ἀλλὰ σχέσις μεθ’ ὕλης, οὐσία μετὰ ποσοῦ. οὐσία μετὰ ποιοῦ, οὐσία μετὰ τῶν πρός τι. ἄλλοι διὰ τί μὴ τέσσαρες αἱ κατηγορίαι, ὥς φησιν ὁ Πλωτῖνος, οὐσία ποσὸν ποιὸν πρός τι· αἱ γὰρ λοιπαὶ ἐκ τῆς συμπλοκῆς τούτων ἐγένοντο. καὶ λύει ὁ αὐτὸς λέγων ὅτι κἀν σύνθετοι ὦσιν, ἀλλ’ οὖν ἁπλῆ ἡ νόησις αὐτῶν· ἄλλο δὲ εἶδος τοῦ ἁπλοῦ παρὰ τὸ σύνθετον, καὶ ἄλλο τὸ σύνθετον· ἄλλο γὰρ ἄνθρωπος εἶναι καὶ ἄλλο ψυχὴ εἶναι, ἄλλο σώματι [*](3. 4 τῷ scripsi: τοῦ libri 8 αὐτῶν ex αὐτοῦ corr. Κ 10 pr. καὶ om. HK ποιεῖν καὶ τὸ πάσχειν H1 11 κίνησιν—ἣν om. P οὐδὲ—ποιοῦν (12) in mrg. suppl. Η 12 ἀλλ’ inserui 21 αἱ om. P Γαληνός] cf. Prautelii Log. I p.563 22 ἔχων (alt. 1.) II 23. 24 οὐκ ἔστι] οὐκέτι Κ 24 ἐπὶ] ἐπεὶ H 25 πρό b: πρῶται HKP 25 ποσοῦ—pr. οὐσίας καὶ (26) in mrg. paene oblitterata suppl. H: om. KP 30 οὐσία μετὰ ποιοῦ in mrg. suppl. K τῶν iter. P 31 Πλωτῖνος] cf. Enn. TI, 1,13 sq. 33 ὦσιν b: εἰσιν HKP 34 καὶ ἄλλο τὸ σύνθετον om. K (fort, recte))
    161
    εἶναι καὶ ἄλλο ἀνθρώπῳ εἶναι. ἕτεροί φασι διὰ τί μὴ τρεῖς αἱ κατηγορίαι, οὐσία ποσὸν ποιόν· τὰ γὰρ πρός τι οἰκείαν ὕλην μὴ ἔχοντα ἐν τούτοις θεωρεῖται. πρὸς οὕς φαμεν ὅτι κἂν οἰκείαν ὕλην μὴ ἔχωσιν, ἀλλ’ οὖν ἄλλο εἶδος τῶν πρός τι· τὰ δὲ πράγματα τῷ εἴὸει κρίνεται, οὐ τῇ ὕλῃ· ἄνθρωπος γὰρ καὶ βοῦς καὶ ἵππος κοινὴν ἔχοντες τὴν ὕλην διάφορον εἶδος ἔχουσιν. ἄλλοι φασὶ | διὰ τί μὴ δύο αἱ κατηγορίαι, οὐσία καὶ συμβεβηκός. [*](245 v) καὶ λέγομεν ὅτι οὐ δύναται τὸ συμβεβηκὸς γένος εἶναι τῶν ἐννέα· οὐκέποτε γὰρ ἀπὸ τῶν εἰδῶν τῶν ἀπὸ γένους καταγομένων τὰ μὲν καθ’ αὑτὰ τὰ δὲ κατὰ συμβεβηκότα εὑρήσεις, ἀλλ’ ἢ πάντα καθ’ αὑτά ὡς τὰ μέρη τῆς οὐσίας, ἢ πάντα ἐν σχέσει, ὡς τὰ μέρη τοῦ πολυπλασίου, τὸ διπλάσιον τὸ τριπλάσιον τὸ τετραπλάσιον· ἐπὶ δὲ τῶν ἐννέα κατηγοριῶν τὰ πρός τι μόνον ἐν σχέσει εἰσίν. ἕτεροι διὰ τί μὴ μία κατηγορία, τὸ ὂν διὰ πάντων διῆκον. καὶ λέγομεν ὅτι οὐ δύναται τὸ ὂν γένος εἶναι τῶν δέκα κατηγοριῶν. τούτου δὲ καὶ αἱ αἰτίαι εἴρηνται ἡμῖν ἀνωτέρω. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.

    <Περὶ οὐσίας>.

    p. 2a11 Οὐσία εέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως.

    Ἓξ δέ τινα κεφάλαια δεῖ προλαβεῖν τοῦ περὶ ἰῆς οὐσίας λόγου· πρῶτον μὲν διὰ τί ἀπὸ οὐσίας ἤρξατο ὁ Ἀριστοιέλης, δεύτερον ποσαχῶς ἡ οὐσία καὶ περὶ ποίας αὐτῷ ὁ λόγος, τρίτον διὰ τί φιλοκαθόλου ὢν ὁ Ἀριστοτέλης καὶ προτάττων ἀεὶ τὰ καθόλου τῶν μερικῶν αὐτὸς γάρ ἐστιν ἐν τοῖς Ἀποδεικτικοῖς ὁ λέγων ὅτι τοσοῦτον κρείττω ἐστὶ τὰ καθόλου τῶν μερικῶν ὅσον τὰ ἀίδια τῶν φθαρτῶν καὶ ἡ ἐπιστήμη τῆς αἰσθήσεως), νῦν τὰ ἐναντία ποιεῖ καὶ τὴν μερικὴν προτάττει οὐσίαν, τέταρτον εἰ δύναται ὡς γένος ἡ οὐσία διαιρεθῆναι δόξει γὰρ μὴ δύνασθαι· ἐπὶ γὰρ τῶν ὡς γένος εἰς εἴδη διαιρουμένων οὐκ ἔστι τάξις, ἐπὶ δὲ τῆς οὐσίας τῶν μερῶν ἔστι τάξις, καὶ οὐ μόνον τάξις ἔστιν, ἀλλὰ καὶ ὀνόματα ἔλαχον τοιαῦτα, πρῶτον καὶ δεύτερον οὐσία), πέμπτον εἰ μὴ ὡς γένος δύναται διαιρεθῆναι, κατὰ ποῖον εἶδος διαιρέσεως διαιρεῖται εἰς πρῶτον καὶ δεύτερον, ἕκτον εἰ ὑγιῶς ἔχει ὁ ἀποδεδομένος τῆς οὐσίας ὁρισμός, ὅτι οὐσία ἐστὶν ἥτις οὐδὲ καθ’ ὑποκειμένου λέγεται οὐδὲ ἐν ὑποκειμένῳ ἐστί· δόξει γὰρ μὴ ὑγιῶς ἔχειν, διότι οὐ τὸ τί ἐστιν ἡ οὐσία λέγει, ἀλλὰ τί οὐκ ἔστιν, ὅπερ ὑπάρχει καὶ τῷ μηδαμῇ μηδαμῶς ὄντι· τὸ γὰρ ὅλως μὴ ὂν οὐκὲ καθ’ ὑποκειμένου λέγεται οὐδὲ ἐν ὑποκειμένῳ ἐστί. ταῦτα δεῖ τὰ ἓξ προλαβεῖν καὶ ἀρκτέον ἀπὸ τοὐ πρώτου, [*](11 τὸ πετραπλάσιον in mrg. suppl. H 12 post ayiazi add. Tiavxa H οὐσίας ἔτι ΚΡ 14 καὶ (ante oci) om. H dvcoTEpuj] cf. p. 159,27 16 flept ἕτεροι] addidi 17 δέ om, KP κυριωτάτη Η1 18 τι P προλαμβάνειν Η1 περὶ] πῶς P 20 φίλω καθόλου P 21 προτάττει H ἐν τοῖς Ἀποδεικτ.] cf. Anal. post. A 24 p. ἔλαβον 29 22 κρείττων P καὶ ὅσον] ὅτι K 25 εἰς om. Η 27 ἔλαβον K 29 ante διαιρεπῖται add. καὶ P)

    162
    διὰ τί ἀπὸ τῆς οὐσίας ἤρξατο. καὶ λέγομεν τούτου τρεῖς αἰτίας· ἢ ὅτι προηγεῖσθαι δεῖ τὸ αὐθυπόστατον τοῦ ἑτεροϋποστάτου, ἢ ὅτι μία μὲν ἡ οὐσία πολλὰ δὲ τὰ συμβεβηκότα, προηγεῖται δὲ τὸ ἓν τῶν πολλῶν, ἢ ὅτι φύσει προτερεύει ἡ οὐσία τῶν συμβεβηκότων· συνεισφέρεται γὰρ καὶ οὐ συνεισφέρει, συναναιρεῖ καὶ οὐ συναναιρεῖται. δεύτερον ἦν κεφάλαιον, ποσαχῶς ἡ οὐσία καὶ περὶ ποίας αὐτῷ ὁ λόγος. δεῖ οὖν εἰδέναι ὅτι ἑξαχῶς ἡ οὐσία λέγεται· ἡ γὰρ οὐσία ἢ πάσαν ὕπαρξιν δηλοῖ, ἥτις καὶ κατὰ συμβεβηκότων φέρεται ὡς καὶ αὐτῶν διὰ τὸ ὑφεστάναι οὐσιῶν λεγομένων, ἢ τὴν μὴ ἐν ὑποκειμένῳ φύσιν | τὴν ἀντιδιαιρουμένην τοῖς συμβεβηκόσιν· [*](246r) αὕτη δὲ ἡ μὴ ἐν ὑποκειμένῳ φύσις ἢ ἁπλῆ ἐστιν ἢ σύνθειος, καὶ εἰ μὲν ἁπλῆ, ἢ κρείττων τῆς συνθέτου ἢ χείρων τῆς συνθέτου, κρείττων μὲν ὡς θεὸς νοῦς ψυχή, χείρων δὲ ὡς ὕλη καὶ εἶδος. χείρονα δὲ ταῦτα τῆς συνθέτου, ἐπειδὴ διὰ τὴν σύνθεσιν παρελήφθσαν· καθόλου γὰρ ἔστιν εἰπεῖν ὅτι ὅσα διά τινος παραλαμβάνονται χείρονά εἰσιν ἐκείνου τοῦ ὄι ὃ παρελήφθησαν, ὡς χαλινοποιητικὴ ἱππικῆς χείρων καὶ δρυτομικὴ ναυπηγικῆς. οὕτως μὲν ἡ ἁπλῆ. σύνθετος δὲ ἢ καθ’ ἑαυτήν, ὡς Σωκράτης Πλάτων Ἀλκιβιάδης, ἢ σχετική, ὡς ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· τὸ γὰρ τὶς πρὸς τὸ πᾶς λέγεται, ὅπερ ἐστὶ σχέσεως. ἔστι τις καὶ οὐσία ἕκτη, περιεκτικὴ τῆς συνθέτου καὶ σχετικῆς. τοσαυταχῶς τῆς οὐσίας λεγομένης περὶ ποίας τῷ Ἀριστοτέλει ὁ λόγος; καὶ λέγομεν ὅτι οὐ περὶ τῆς πᾶσαν ὕπαρξιν δηλούσης τοῦτο γὰρ αἱ δέκα διδάσκουσι κατηγορίαι) οὐ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου ταῦτα γὰρ φυσιολογίας διδάξαι ἴδιον), οὐ περὶ τῆς συνθέτου καὶ καθ’ αὑτήν ταῦτα γὰρ πάλιν φυσιολογίας διδάξαι ἴδιον, οἷον δαλοὺς καὶ. αἶγας καὶ κομήτας καὶ διᾴττοντας καὶ αὐτῶν τὴν φύσιν ἀναπτύξαι), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, οἷον τοῦ τινὸς ἀνθρώπου· αὕτη γὰρ καὶ πρότασιν ποιεῖ, περὶ ἣν καὶ ἡ διαλεκτικὴ καταγίνεται· ἡ γὰρ διαλεκτικὴ οὐ τὰς φύσεις ζητεῖ, ἀλλὰ τὰς σχέσεις τῶν οὐσιῶν· σιωπάσθωσαν γὰρ αἱ διαφοραὶ ὡς μήτε περιέχουσαι κυρίως ὁ ὁ γὰρ ἄνθρωπος ὁ τὶς λογικὸς μὲν λέγεται, λογικότης δὲ οὐ λέγεται), μήτε συνεγνωσμέναι τῷ πολλῷ ἀνθρώπῳ· ὁ γὰρ πολὺς ἄνθρωπος λογικὸν μὲν ζῷον εἰπεῖν οἶδε, λογικότητα δὲ εἰπεῖν οὐκ οἶδεν. ἔστι δὲ ἕκτη οὐσία ἡ περιεκτικὴ τῆς συνθέτου καὶ σχετικῆς· τὰς γὰρ διαφορὰς ἐδείξαμεν μὴ περιέχειν, αὕτη δὲ ἡ ἕκτη οὐσία γενικὴ λέγεται καὶ εἰδική. ταύτην καλεῖ δευτέραν οὐσίαν ὁ Ἀριστοτέλης. εἰ δὲ ἀπορήσει τις διὰ τί μὴ καὶ αὕτη ὑπὸ τὴν διαίρεσιν ἔπεσε, λέγομεν ὅτι οὐκ ἠδύνατο· ἐν πᾶσι γὰρ τοὶς ἀντιδιῃρημένοις σκέλεσι θεωρεῖται καὶ οὐκ ἠδύνατο ἑνὶ σκέλει ἀντιδιαιρεθῆναι· δύντι γὰρ αὐτὴ καὶ ἁπλῆ εἶναι καὶ σύνθετος, καὶ κρείττων τῆς συνθέτου καὶ χείρων τῆς συνθέτου οὖσα· ἁπλῆ μὲν ὅταν λαμβάνηται γενικωτάτη, σύνθετος δὲ ὅταν [*](2 μὲν μία coll. P 3 ἢ οm. K 4 προτεύει Η Η 6 αὐτῶν Η 9 ἀντιδιαιρ scripsi: μὴ διαιp. HKP 11 post ἁπλῆ add. ἐστιν Κ 13 καθόλου — παρελήφθησαν (15) om. Κ 20 περὶ om. Η 21 διδ. αἱ δέκα coll. P 22 ταῦτα — ἴδιον om. P 23 οὐ—συνθέτου ia mrg. suppl. P 27 ἡ] ἡ] P 29 μήτε scripsi: μὴ libri 30 πολλὺς H 33 ἰδική IIP 34 ὁ om. P)
    163
    πολλῶν, χείρων τῆς συνθέτου ὅταν λαμβάνηται ἐπὶ τοῖς πολλοῖς. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

    p. 2a11 οὐσί δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη.

    Τρίτον ἦν κεφάλαιον τῶν προτεθέντων ζητῆσαι διὰ τί φιλοκαθόλου ὢν ὁ Ἀριστοτέλης καὶ ἀεὶ προτάττων τὰ καθόλου τῶν μερικῶν νῦν τὴν μερικὴν καὶ ἄτομον οὐσίαν | προτάσσει τῆς καθόλου. καὶ λύομεν τοῦτο [*](216v) οὕτως· ἡ ὅτι τῇ πρὸς ἡμᾶς τάξει ἐχρήσατο πρὸς ἡμάς γὰρ αὕτη πρώτη· πρῶτον γὰρ τοῖς μερικοῖς ἐντυγχάνομεν καὶ οὕτως τοῖς καθόλου), ἢ καὶ ἄλλως ὅτι καὶ κατ’ ἀλήθειαν πρώτη ἐστὶν ἡ ἄτομος οὐσία τῆς καθόλου ἐπὶ τοῖς πολλοῖς· αὕτη γὰρ ἐπινοίᾳ λαμβανομένη συμβεβηκός ἐστιν. ὅτι δὲ οὐκ ἔστιν αὕτη κυρίως πρώτη τῆς καθόλου ταύτης ἐπὶ τοῖς πολλοῖς, δῆλοῖ αὐτὸς ἑκατέρᾳ προσθεὶς τὸ λεγομένη, ὡς μηδὲ ταύτης, φημὶ τῆς ἀτόμου, κατὰ ἀλήθειαν πρώτης οὕσης μηδὲ τῆς καθόλου δευτέρας. τέταρτον ἦν κεφάλαιον ὅτι εἰ δύναται ὡς γένος διαιρεθῆναι ἡ οὐσία εἰς πρώτην καὶ δευτέραν· ἐν τοῖς γὰρ ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον * * ἔστι πρώτη οὐσία καὶ δευτέρα. πρὸς ὅ φαμεν ὅτι ὁ κανὼν οὗτος ἐπὶ τῶν ἀντιδιαιρουμένων ἔρρωται· ἐκεῖ γὰρ οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον· οὐδὲ γὰρ πρῶτον τὸ ἀσώματον τοὐ σώματος ἢ τὸ ἔμψυχον τοῦ ἀψύχου ἢ τὸ λογικὸν τοῦ ἀλόγου, οὐδὲ ἐπὶ ποσοῦ πρῶτον τὸ διωρισμένον τοῦ συνεχοῦς ἢ ἐπὶ ποιοῦ τὸ λευκὸν τοῦ μέλανος. εἰ δὲ κατὰ βάθος ληφθῇ ἡ διαίρεσις, ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ γὰρ γένος πρότερον τῶν οἰκείων εἰδῶν καὶ τὰ εἴδη τῶν ἀτόμων. εἰ δὲ ἀναιρεῖ τις τὴν κατὰ βάθος διαίρεσιν ἤτοι πρόοδον, ἀναιρεῖ πᾶν γένος· ἐπειδὴ γὰρ ἐν πάσῃ κατηγορίᾳ ἐστὶ καὶ γενικώτατον καὶ ὑπάλληλον καὶ εἰδικώτατον καὶ ἄτομον καὶ πρῶτόν ἐστι τὸ γενικώτατον τοῦ ὑπαλλήλου καὶ τὸ ὑπάλληλον τοῦ εἰδικωτάτου καὶ τὸ εἰδικώτατον τοῦ ἀτόμου, ἀναιρουμένης τῆς κατὰ βάθος διαιρέσεως πάντα ἐκεῖνα ἀναιρεῖται. πέμπτον ἦν κεφάλαιον κατὰ ποῖον εἶδος διαιρέσεως διαιρεῖται ἡ οὐσία εἰς πρῶτον καὶ δεύτερον. καὶ λέγομεν, ὡς γένος εἰς εἴδη οὐ δύναται, αὐτοῦ Ἀριστοτέλους λέγοντος τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης· ζῴου μὲν διαφοραὶ λογικὸν καὶ ἄλογον, πεζὸν ἔνυδρον, ἐπιστήμης δὲ πταιστὸν ἄπταιστον, ἐνυπόθετον ἀνυπόθετον· εὑρίσκομεν δὲ ἐπὶ παντὸς γένους τὸ πρῶιον καὶ τὸ δεύτερον, οἷον τοῦ ποσοῦ τὸ μὲν πρῶιον τὸ δὲ δεύτερον καὶ τοῦ ποιοῦ, [*](1 ἰδικωτάτη HP 6 ἦν om. Κ 10 τοῖς] τῆς P καὶ (post ἢ) om. P 14 αὐτῶ H: αὐτὸ P 18 ante ἔστι lac. signavi; addas πῶς οὖν 19 ἐρωτᾶι P 20 alt. πρῶτον scripsi: ποτε HKP (cf. v. 21) 25 πρόσοδον P 25. 26 ἐν πάσῃ γὰρ ἐπειδὴ coll. K 26 ἰδικ. HP (fere constauter) 28 τὸ om. HK post ἀναιρουμ. add. οὑν HP 30 τὸ πp. καὶ τὸ δεὐτ. H (cf. p. 161,29) 31 ὡς om. KP 34 ἄπτεστον Η)

    164
    οὐσία ὡς γένος εἰς πρῶτον καὶ δεύτερον, εὑρισκόμεθα πᾶν γένος οὕτω διαιροῦντες καὶ τὰς αὐτὰς διαφορὰς ποιοῦντες τῶν ἑτέρων γενῶν. εἰ δὲ λέγω ὅτι οὐ δύναται ὡς γένος διαιρεθῆναι, κατ’ οὐδὲν εἶδος τῶν ἓξ διαιρέσεων διαιρεῖται ἡ οὐσία εἰς πρῶτον καὶ δεύτερον, ἐπειδὴ αἱ διαιρέσεις διακρίσεως χάριν ἐπενοήθησαν, διὰ τὸ τὰ τμήματα χωρίζειν ἀπ’ ἀλλήλων, ἵνα μὴ περιέχωσιν ἑαυτά ἐν οὐδεμιᾷ γὰρ διαιρέσει τὰ τμήματα περιέχει ἄλληλα, καὶ οὐδεὶς διαιρεῖ τὸν Σωκράτην εἰς χεῖρας καὶ δακτύλους. ἐπειδὴ ἡ χεὶρ ἡ τοῦ Σωκράτους καὶ τοὺς δακτύλους περιέχει), ἐνταῦθα δὲ περιέχει ἡ | καθόλου οὐσία τὴν ἄτομον. τί οὖν δεῖ εἰπεῖν; ὅτι τάξις ἐστὶ [*](247r) διδασκαλικὴ καὶ ἀπαρίθμησις ψιλή, ὡς εἴ τις τὸν γραμματικὸν εἴποι κατα- γίνεσθαι περὶ συλλαβὰς λέξεις στοιχεῖα, οὐχ ὅτι διαίρεσίς ἐστι τοῦτο περιέχει γὰρ ἡ λέξις τὰς συλλαβὰς καὶ αἱ συλλαβαὶ τὰ στοιχεῖα· οὐδὲ γὰρ τὸ ἐκφωνούμενον εἰς ταῦτα διαιρεῖται), πάλιν ὡς εἴ τις εἴποι τὸν φυσικὸν διαλαμβάνειν περὶ τοῦ ἀποίου σώματος, περὶ ὕλης καὶ εἴδους καὶ περὶ τῶν τεσσάρων στοιχείων, οὐχ ὅτι διαίρεσίς ἐστιν αὕτη· περιέχει γὰρ τὸ εἶδος τὴν ὕλην τὰ στοιχεῖα τὸ ἄποιον σῶμα. ταῦτα ἔχει ἡ πρᾶξις.

    p. 211 οὐσία ἐστὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λε γομενη.

    Ἕκτον ἦν κεφάλαιον τῶν προτεθέντων ζητῆσαι εἰ ὑγιῶς ἔχει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς ἀτόμου οὐσίας· δόξει γὰρ μὴ ὑγιῶς ἔχειν, ἐπειδὴ ἁρμόζει καὶ τῷ μηδαμῇ μηδαμῶς ὄντι λέγει γὰρ τί οὐκ ἔστιν ἡ οὐσία, τί δὲ ἔστιν οὐ λέγει), καὶ ὅτι ἔδει τὴν οὕτω προτιμηθεῖσαν οὐσίαν ὑπ’ αὐτοῦ διὰ καταφατικῶν λέξεων ὁρισθῆναι καὶ μὴ δι’ ἀποφατικῶν, ἐπειδὴ χείρων ἡ ἀπόφασις τῆς καταφάσεως· ἡ γὰρ ἀπόφασις ἀναίρεσιν καὶ φθορὰν μιμεῖται, ἡ δὲ κατάφασις γένεσιν καὶ θέσιν, ὅπερ ἐστὶ τιμιώτερον. καὶ ἀρκτέον ἀπὸ τῆς δευτέρας λύσεως. οὐκ ἀεὶ χείρων ἡ ἀπόφασις· ἐπὶ γὰρ τῶν ἄκρων χρώμεθα αὐτῇ, θεοῦ λέγω καὶ ὕλης. ἐπὶ μὲν θεοῦ οὕτως· θεός ἐστιν ὃ μήτε νοῦς μήτε ψυχὴ μήτε γένος, οὐδὲ σῶμα οὐδὲ ἀσώματον, κρεῖττον δὲ τούτων ἀπάντων. ἐπὶ δὲ τῆς ὕλης οὕτως· ὕλη ἐστὶν ὃ μήτε θεός ἐστι μήτε νοῦς μήτε ψυχὴ μήτε εἶδος μήτε στέρησις, χεῖρον δὲ τούτων ἀπάντων. διὸ ὁ Πλατῶν ἀνομοίως ὡμοιῶσθαι λέγει, ὡμοιῶσθαι μὲν ὅτι ἐξ ἀποφάσεως ἕκαστον ὁρίζεται, ἀνομοίως δὲ διότι ποῦ μὲν πρόσκειται τὸ κρεῖττον τούτων πάντων ποῦ δὲ τὸ χεῖρον. ἀλλ’ οὐδὲ τῷ μηδαμῇ μηδαμῶς ἁρμόζει· ἐπεξηγεῖται γὰρ τὸν ὁρισμόν, ὅτι διὰ τοῦτο οὐ λέγεται καθ’ ὑποκειμένου, ἐπειδὴ ὑπόκειται τοῖς καθ’ ὑποκειμένου· εἰ δὲ ταῦτα οὕτως, οὐ μόνον τί οὐκ ἔστι λέγει, ἀλλὰ καὶ τί ἔστι· τὸ γὰρ ὑποκείμενόν τισιν ὄν ἐστιν.

    [*](3 εἰ scripsi: τί libri 4 ὡς scripsi: εἰς HKP 13 λέξεις 11 18 οὐσία δέ Arist. (cf. p. 161,17; 163,4) 20 εἰ om. P 21 ὅρος Κ 28 τῶν iter. P 30. 34 κρείττω HP 32. 34 χείρω IIP 32 ὁ Πλάτων] cf. Pliilop. in Cat. p. 52,5)
    165

    p. 2a11 οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη.

    Πανταχόθεν ἀνυμνεῖ τὴν ἄτομον οὐσίαν ὁ Ἀριστοτέλης, ἀπὸ τῶν φωνῶν διὰ τοῦ κυριώτατα ἔπαινος γὰρ τῆς φωνῆς ἡ κυριολεξία, ὥσπερ ψόγος ἡ μεταφορὰ καὶ ἡ κατάχρησις· διὸ οἱ γραμματικοὶ τὰ κύρια τῶν ὀνομάτων ἐπὶ τῶν ἀτόμων οὐσιῶν τιθέασιν), ἀπὸ τῶν νοημάτων διὰ τοῦ πρώτως πρῶτον γὰρ νοοῦμεν τὰς ἀτόμους οὐσίας καὶ ἀπ’ αὐτῶν ἐρχμεθα εἰς ἔννοιαν τῶν καθόλου οὐσιῶν), ἀπὸ τῶν πραγμάτων διὰ τοῦ μάλιστα· μάλιστα γάρ ἐστιν ἡ ἄτομος οὐσία, εἴ γε τὰ συμβεβηκότα διὰ ταύτην εἰσίν· ὥσπερ γὰρ τὸν παιδαγωγὸν φιλοῦντες διὰ τοὺς παῖδας μᾶλλον τοὺς 1 παῖδας φιλοῦμεν καὶ ὥσπερ τὸν κεκερασμένον οἶνον διὰ τὸν ν ἄκρατον λέγοντες μεθύσκειν τὸν ἄκρατον μᾶλλον λέγομεν μεθύσκειν, οὕτως ἐπειδὴ τὰ συμβεβηκότα διὰ τὴν ἄτομον οὐσίαν εἰσί, μάλιστά ἐστιν οὐσία.

    p. 2a12 Λεγομένη.

    Ἐκόλασεν ἐνταῦθα ὁ Ἀριστοτέλης ὅλας τὰς εὐφημίας προσθεὶς τὸ λεγομένη, ὡς ἄν τῆς ἀτόμου οὐσίας κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένης, μὴ οὕσης δέ, ἄλλης δὲ οὔσης τῆς κυριώτατα καὶ πρώτως καὶ μάλιστα κατ’ ἀλήθειαν οὔσης.

    p. 2a12 Ἥτις οὐδὲ καθ’ ὑποκειμένου λέγεται οὐδὲ ἐν ὑποκειμένω μενῳ τινι εστιν.

    Ὅταν ὁ Ἀριστοτέλης ἰὰ ἄλλοις δοκοῦντα λέγῃ, προστίθησι τὸ λεγο- μένη ἢ τὸ λέγεται, ὡς ἐπὶ τοῦ κυριώτατα καὶ πρώτως καὶ μάλιστα προσέθηκε τὸ λεγομένη, ὡς ἂν ὑπ’ ἄλλων αὐτῆς οὕτω λεγομένης καὶ οὐχ ὑπ’ αὐτοῦ, ὅταν μέντοι αὐτὸς οὕτως δοξάζῃ, τὸ ἔστι προστίθησιν, <ὡς> ἥτις οὐδὲ καθ’ ὑποκειμένου τινὸς λέγεται οὐδὲ ἐν ὑποκειμένῳ τινί ἐστι. τὸ δὲ λέγεται δεῖ λαβεῖν ἐνταῦθα ἀντὶ τοῦ κατηγορεῖται, καὶ οὐκ ὀνομάζεται.

    p. 2a14 14 Δεύτεραι δὲ οὐσίαι λέγονται τὰ εἴδη, ἐν οἷς εἴδεσιν αἱ πρῶται λεγόμεναι οὐσίαι ὑπάρχουσιν.

    Ἀποροῦσι δέ τινες διὰ τί μὴ εἶπεν ὅτι δεύτεραι οὐσίαι εἰσὶ τὰ γένη καὶ τὰ εἴδη. καὶ λέγομεν ὅτι καὶ συμβεβηκότα περιελάμβανε, εἰ τοῦτο [*](3 ὁ om. H 6 νονμ.] ὀνομάτων Κ 7.8 ἀρχόμ. Κ1 11 τὸν (ante ἄκp.)] τὸ KP 12 λέγοντες—μᾶλλον om. P alt. ἄκp.] οἶνον Κ λέγ. μεθ.] φιλοῦμεν Κ 17 καὶ μάλιστα iter. Η 19 ἥτις] ἣ Arist. οὐδέ . . οὐδὲ] μήτε . . μήτε Arist. καθ’ ὑποκ. τινὸς Arist. (cf. v. 25) 21 λέγει Η 23 αὐτῆς . . λεγομένης scripsi: αὐτὴν . . λεγομένην HKP 24 ὡς addidi ἥτις . .] cf. v. 19 28 τὰ εἴδη om. Arist. 29 οὐσ. λεγ. coll. Arist.)

    166
    εἶπεν· ἔστι γὰρ καὶ ἐν συμβεβηκόσι γένος καὶ εἶδος, ὡς χρῶμα καὶ τὸ λευκόν. ἵνα οὗν ταῦτα φύγῃ, ἀκριβέστερον εἶπεν ὅτι δευτέρας οὐσίας καλῶ τὰς περιεχούσας τὴν ἄτομον οὐσίαν, τὴν γενικὴν καὶ τὴν εἰδικήν. ταῦτα ἔχει ἡ πράξις.

    p. 2a19 19 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων.

    Ἐπαινέσς ὁ Ἀριστοτέλης πανταχόθεν τὴν ἄτομον οὐσίαν, ἀπὸ τῶν φωνῶν διὰ τοῦ κυριώτατα, ἀπὸ τῶν νοημάτων διὰ τοῦ πρώτως, ἀπὸ τῶν πραγμάτων διὰ τοῦ μάλιστα, ἐπειδὴ ᾔσθετο ἑαυτοῦ μὴ ἀξίως τῆς εὐφημίας ὑπογράφαντος τῷ γὰρ ὄντι οὐ τί ἔστιν εἶπεν, ἀλλὰ τί οὐκ ἔστι), καὶ ὅτι τοῦτο ἁρμόζει τῷ μηδαμῇ μηδαμῶς ὄντι, ἐξαίρει αὐτὴν διὰ τῆς ὑπογραφῆς δυνάμει ταῦτα λέγων· οὐ δεῖ στῆναι μέχρι τῆς ἀποφάσεως, ἀλλὰ δεῖ ἐλθεῖν καὶ ἐπὶ τὸ ἀντικείμενον· οὐ γὰρ αἱ ἀποφάσεις τὸ τί ἔστι λέγουσιν, ἀλλὰ τὸ τί οὐκ ἔστι· διὰ τοῦτο γὰρ οὐ λέγω αὐτὸ καθ’ ὑποκειμένου, ἐπειδὴ ὑπόκειται τοῖς καθ’ ὑποκειμένου, ὡς διὰ τοῦτο χρείαν παρέχειν τὴν ἄτομον οὐσίαν πᾶσι τοῖς παρ’ ἑαυτήν· τριττῶν γὰρ ὄντων πάντων, ἡ πρώτη οὐσία, ἡ δευτέρα, τὰ συμβεβηκότα, περὶ τὴν ἄτομον οὐσίαν τὰ συμβεβηκότα καὶ αἱ δεύτεραι οὐσίαι, ἀλλὰ τοῖς συμβεβηκόσι χρείαν παρέχεται πρὸς ὕπαρξιν, ταῖς δὲ δευτέραις οὐσίαις πρὸς κατηγορίαν. εἰ οὗν πᾶσι χρείαν παρέχεται τοῖς παρ’ ἑαυτήν, πῶς οὐ δικαίως κυριώτατα καὶ πρώτως καὶ μάλιστά ἐστιν οὐσία ; ὅτι δὲ χρείαν παρέχει πᾶσι τοῖς παρ’ ἑαυτήν, τεχνικῶς κατασκευάζει αὐτός, καὶ οὐ δείκνυσιν ὅτι ἡ εἰδικὴ οὐσία δεῖται τῆς ἀτόμου | οὐσίας πρὸς κατηγορίαν, οἷον ἄνθρωπος τοῦτο γὰρ [*](248r) πᾶσι κατάδηλον, ὡς δηλοῖ τὸ πολλάκις κύριον ὄνομα εἰς τὸ προσηγορικὸν μεταβάλλειν καὶ ἀντὶ τοῦ εἰπεῖν ‘ κάλεσόν μοι τὸν Σωκράτην’ φάναι ‘τὸν ἄνθρωπον ἐκεῖνον κάλεσόν μοι’), * * καὶ δεικνύων αὐτὸς ὅτι γε τὸ ζῷον δεῖται τῆς ἀτόμου οὐσίας κατασκευάζει οὕτως· οὐκ ἔστι ζῷον ὃ οὐκ ἔστιν ἵππος ἢ βοῦς ἢ ἄνθρωπος, οὐκ ἔστιν ἄνθρωπος ὃς οὐκ ἔστι Σωκράτης ἢ Πλατῶν ἢ Ἀλκιβιάδης, οὐκ ἔστιν ἄρα ζῷον ὃ οὐκ ἔστιν ἐν Σωκράτει ἢ Πλάτωνι ἢ Ἀλκιβιάδῃ. ὁμοίως καὶ ἐπὶ τῶν συμβεβηκότων οὐ δεικνύει ὅτι τόδε τὸ λευκὸν δεῖται τῆς ἀτόμου οὐσίας, ἀλλ’ ὅτι τὸ χρῶμα, λέγων οὕτως· οὐκ ἔστι χρῶμα ὃ μή ἐστιν ἐν σώματι, οὐκ ἔστι δὲ σῶμα ·ὃ μή ἐστι λευκὸν ἢ μέλαν ἢ πυρρόν, οὐκ ἔστιν ἄρα χρῶμα ὃ μή ἐστιν ἐν τῷδε τῷ σώματι ἢ ἐν τῷδε. οὕτω τοῦ Ἀριστοτέλους δείξαντος ὅτι πᾶσι τοῖς παρ’ ἑαυτὴν χρείαν παρέχεται ἡ ἄτομος οὐσία καὶ ὅτι μὴ οὔσης ταύτης οὔδει τῶν ἄλλων ὑφίσταται, ἐπιτείνων ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος τὴν εἰς φιλοσοφίαν καινοτομίαν πειρᾶται κατασκευάζειν ὅτι καὶ φύσει προτέρα ἐστὶν ἡ ἄτομος οὐσία πάντων· ὅτι γὰρ συναναιρεῖ, ἔδειξεν αὐτὸς ὁ Ἀριστοτέλης, [*](3 ἰδικήν HP 6 φανεραὶ P 6 ἄτομον om. Κ 8 ἀξίαις Κ 8. 9 τῆς εὐφημίας scripsi: ταῖς εὐφημίαις libri 11 τῆς old. KP 16 pr. τὰ scripsi: ἢ libri 18 τὴν ὕπαρξιν KP 21 οὐ eras. Κ 22 τῆς] τοῖς P 24 φάναι scripsi: cpauev libri post φάναι add. ὅτι H 25 ante καὶ lac. siguavi 27 ὃς scripsi: ὃ libri 28 σωκράτη H 32 πυρόν H 36 ἐπισκευάζειν H 37 συναιρεῖ P)

    167
    ὅτι δὲ οὐ συναναιρεῖται, παραδεικνύει αὐτὸς οὕτως· ἰδού, φησίν, ὁ καθόλου ἥλιος ἀναιρεθεὶς τὸν τινὰ ἥλιον οὐκ ἀνεῖλε. πρὸς ὅ φαμεν ὅτι τὸ καθόλου διττόν, τὸ μὲν σχετικὸν ὡς πᾶς ἄνθρωπος τὸ γὰρ πᾶς ἀεὶ σχετικόν), τὸ δὲ ἑνιαῖον καὶ κατ’ αὐτὴν τὴν φύσιν λεγόμενον, ὡς τὸ ἄνθρωπος οὑτωσὶ ψιλὸν λεγόμενον. ὅλον οὖν τὸ καθόλου, οὐ τὸ σχετικὸν λέγω ἀλλὰ τὸ ἕτερον, ἐχώρησεν ἐν τῷ ἡλίῳ· ἠδυνήθη γὰρ ὁ ἥλιος πάσας τὰς ἰδιότητας δέξασθαι τοῦ καθόλου ἡλίου, ὅπερ ἐπὶ τοῦ ἀνθρώπου ἀδύνατον· οὐδεὶς γὰρ ἀνθρώπων πάσας τὰς ἰδιότητας τοῦ καθόλου ἀνθρώπου δέξασθαι ἠδυνήθη διὰ τὸ ἄλλον μὲν εἶναι γραμματικὸν ἄλλον δὲ ἰατρόν. διὸ καὶ κέρματα ἀνθρώπου τοὺς κατὰ μέρος ἀνθρώπους εἶπεν ὁ Πλατῶν. καὶ ταῦτα μὲν ἐν τούτοις.

    Ἀπορεῖ δὲ ὁ Συριανὸς οὑτωσὶ λέγων· εἰ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ ἀτόμῳ οὐσίᾳ ὑφίσταται, ἔσται καὶ τὸ μερικὸν συμβεβηκὸς ἐν τῇ καθόλου οὐσίᾳ. πρὸς ὅ φαμεν ὅτι τὸ καθόλου συμβεβηκὸς λέγομεν ἐν τῇ ἀτόμῳ οὐσίᾳ ὑπάρχειν, οὐχ ὅτι κατ’ ἀλήθειαν ἐν αὐτῇ τῇ καθόλου οὐσίᾳ] τὴν ὕπαρξιν ἔχει, ἀλλ’ ὅτι προηγουμένως τὰ συμβεβηκότα πάντα ἐν ταῖς ἀτόμοις οὐσίαις ἔχουσι τὸ εἶναι, κἄν εἰ ἀσώματος τύχῃ οὖσα ἡ ἄτομος οὐσία, ἐν αὐτῇ πρώτως ὑπάρχουσι τὰ συμβεβηκότα αὐτῆς, ὡς ἐπὶ τῆς ψυχῆς (ἐν γὰρ τῇ τινὶ ψυχῇ θεωρεῖται ἀρετὴ ἢ κακία· μεταβάλλει γὰρ κατὰ ταῦτα), κατὰ δεύτερον λόγον καὶ ἐν | τοῖς καθόλου λέγονται εἶναι, ἐπινοητικῶς ν δέ. πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι τὸ μερικὸν συμβεβηκός ἐστιν ἐν τῇ καθόλου οὐσίᾳ, οὐχ ὅτι κατὰ ἀλήθειαν ἐν αὐτῇ ὑφίσταται κἀν γὰρ τὸ σῶμα εἴπῃς τὸ καθόλου καὶ τοῦτο ἀσώματόν ἐστιν), ἀλλ’ ὅτι τοὺς λόγους ἔχει ἡ καθόλου οὐσία, ἤτοι τὸ καθόλου σῶμα, προαγωγοὺς τῶν συμβεβηότων.

    p. 2a27 Τῶν δὲ ἐν ὑποκειμένῳ ὄντων ἐπὶ τῶν πλείστων οὔτε τοὔνομα οὔτε ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου.

    Δεῖ δὲ εἰδέναι ὅτι ἐπί τινων συμβεβηκότων τινὰ ὁμωνύμως κατηγορεῖται τῆς οὐσίας, συνωνύμως δὲ οὐδέποτε· οἷον τὸ λευκὸν κατηγορεῖται τοῦ σώματος ὁμωνύμως, οὐ συνωνύμως· οὐδὲ γὰρ τὸν ὁρισμὸν τοῦ λευκοῦ ἐπιδέχεται τὸ σῶμα· οὐδεὶς γὰρ λέγει τὸ σῶμα λευκὸν χρῶμα διακριτικὸν ὄψεως. τινὰ δὲ οὔτε ὁμωνύμως οὔτε συνωνύμως, ὡς ἐπὶ τοῦ χρώματος· οὐδεὶς γὰρ λέγει τὸν ἄνθρωπον χρῶμα, ἀλλ’ οὐδὲ τὸν ὁρισμὸν τοῦ χρώὡς] [*](3 τὸ δὲ (superscr. ὡς) P 4 τὴν b: om. HKP 4.5 λεγόμενον (utrobique) b: λέγομεν HKP 4 οὑτοσὶ KP 5 λέγω scripsi: λέγων IIKP: λέγει b 6 ἐχώρισεν Κ Tto ora. P 10 ὁ Πλατῶν] vox κέρμα apud Platoiiem non occuirit; εἶδος ἀνθρώπου in quaestionem vocatur Parm. p. 130 0. 13 ὑφίστασθαι IIP 15 τῇ καθόλου οὐσία inclusi: ἢ tt] μερικὴ in mrg. Κ (cf. v. 22) 17 εἰ] ἡ II τύχει Η 18 ὑπάρχουσα P 20 δεύτερον—κατὰ (22) iter. Κ δεύτ.] δὲ ὕστερον Η 21 alt. δὲ suppl. Κ2 23 καὶ touto — alt. καθόλου (24) in mrg. suppl. H καὶ] κατὰ HP2 τοὺς om. HP ἐπὶ μὲν Arist.)

    168
    ματος ἐπιδέχεται· οὐδὲ γὰρ λέγει τὸν κύκνον χρῶμα ἢ ὅτι κύκνος ἐστὶ χρῶμα ἴδιον αἰσθητῆς ὄψεως.

    p, 2b7 ῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῇ πρώτῃ οὐσίᾳ ἐστίν.

    Ἔτι διὰ τούτων προτίθησι τὴν ἄτομον οὐσίαν ὁ Ἀριστοτέλης· ἐν γὰρ ταῖς δευτέραις οὐσίαις μᾶλλον οὐσί ἡ εἰδική ἐστι τῆς γενικῆς ὡς μᾶλλον πλησιάζουσα τῇ ἀτόμῳ οὐσίᾳ τῇ μάλιστα οὐσία δειχθείσῃ· ὡς γὰρ οἱ πλησιάζοντες τῷ πυρὶ μᾶλλον θερμαίνονται καὶ οἱ πλησίον τῆς μονάδος ἀριθμοὶ μᾶλλον εἰσιν, εἰσιν, οὕτω καὶ ἡ εἰδικὴ οὐσία πλησιάζουσα τῇ ἀτόμῳ οὐσίᾳ μᾶλλον οὐσία ἐστί· πᾶν γὰρ οὗ ἔχει τοῖς πλησίον μᾶλλον μεταδίωσιν. ὅτι δὲ μᾶλλον οὐσία ἡ εἰδικὴ τῆς γενικῆς, διχῶς κατασκευάζει, ἀπό τε τῆς ἐγγύτητος καὶ τῆς ἀναλογίας. καὶ ἀπὸ μὲν τῆς ἐγγύτητος οὕτως· ὅτι οἰκειότερόν ἐστι καὶ ἐγγύιερον τὸν Σωκράτην ἄνθρωπον εἰπεῖν ἢ ζῷον. ἀπὸ δὲ τῆς ἀναλογίας οὕτως· εἰ τὴν ἄτομον οὐσίαν οὐδὲν ἄλλο ἐχαρακτήριζε καὶ ἐποίει μᾶλλον οὐσίαν, εἰ μὴ τὸ ὑποκεῖσθαι πᾶσι τοῖς παρ’ ἑαυτὴν, τουτο δὲ τὸ ὑποκεῖσθαι ειοεσι μὲν πρὸς γένη ὑπάρχει, γένεσι δὲ πρὸς εἴδη οὐχ ὑπάρχει οὐ γὰρ ὑπόκεινται τὰ γένη τοῖς εἴδεσι), διὰ τοῦτο μᾶλλον οὐσία ἡ εἰδικὴ τῆς γενικῆς ὡς ὑποκειμένη αὐτῇ. λέγεται δὲ ἐξ ἀναλογίας, ὅτι δύναται καὶ μετὰ ἀναλογίας πλακῆναι οὕτως· ὅτι ὃν λόγον ἔχει ἡ ἄτομος οὐσία πρὸς πάντα τὰ παρ’ αὐτὴν ὑποκειμένη αὐτοῖς καὶ διὰ τοῦτ’ οὖν μάλιστα οὐσία λεγομένη, τοῦτον τὸν λόγον ἔχει καὶ ἡ εἰδικὴ πρὸς τὴν γενικήν· ὑπόκειται γὰρ αὐτῇ καὶ διὰ τοῦτο μᾶλλόν ἐστιν οὐσία. καὶ ταύτα υεν ὲν τούτοις.

    Ἀποροῦσι δέ τινες ὅτι πῶς λέγει μᾶλλον οὐσίαν καὶ ἧττον οὐσίαν αὐτός, ὡς ὂν οὕτω ἓν ἴδιον καὶ τοῦτο, μέλλων καταλέγειν τὰ ἴδια τῆς οὐσίας καὶ ἓν ἴδιον καὶ τοῦτο λέγειν τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. καὶ λέγομεν ὅτι καὶ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον καὶ οὐκ I ἐπιδέχεται· [*](249r) οὐσία μὲν γὰρ οὐσίᾳ παραβαλλομένη, οἷον γενικὴ πρὸς εἰδικήν, ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, αὐτὴ δὲ πρὸς ἑαυτὴν παραβαλλομένη ἀνεπίτατός ἐστι καὶ ἀνάνετος· οὐδεὶς γὰρ λέγει μᾶλλον ἄνθρωπον Πλάτωνα καὶ ἧττον ἄνθρωπον Σωκράτην.

    Διὰ τί, φασίν, ὥσπερ τὴν ἄτομον οὐσίαν πρώτην ἐκάλεσεν οὐσίαν δι’ ἃς εἴπομεν αἰτίας , μὴ καὶ τὴν εἰδικὴν δευτέραν καὶ τὴν γενικὴν τρίτην ἐκάλεσεν, ἀλλ’ ἑνὶ ὀνόματι δευτέρας ἐκάλεσε τὰς εἰδικὰς καὶ γενικάς; καὶ [*](2 χρῶμα eicias 4 τῆς πρώτης οὐσίας Arist. 8 πλησίον] πλησιάζοντες Η1 10 οὑ] ὃ Κ 11 γενηκῆς P 16 γένη] γένει P 17 γένη] γένει Η 18 ἰδηκὴ τῆς γενηκῆς Η 21 οὖν] ἢν IIP 22 αὐτῇ sciipsi: αὕτη libri 25 ὡς ὃν scripsi: ὅσον libri οὕτω] οὔπω Κ ἓν—τοῦτο oin. Κ μέλλον P 26 καὶ ἓν—λέγειν om. HP 27 τὸ om. HP 29 αὐτὴ soripsi: αὕτη libri 30 ἄναν.] ἀνάντης ’P 32 φασίν scripsi: : φησίν libri 33 εἴπωμεν Η (cf. p. 165,3) 31 δευτέραν Κ)

    169
    λέγομεν ὅτι τούτου ἔτυχον τοῦ ὀνόματος, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν αὐταῖς χρείαν παρέχεται ἡ ἄτομος οὐσία πρὸς κατηγορίαν.

    p. 2b9 Γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἢ τὸ γένος.

    Διὰ τί εἰπὼν γνωριμώτερον προσέθηκε τὸ οἰκειότερον; καὶ γέγομεν ὅτι τὸ γνωριμώτερον οὐ ποιεῖ μᾶλλον οὐσίαν τὴν ἄτομον, ἐπειδὴ καὶ τὰ συμβεβηκότα πολλάκις καὶ αὐτῆς τῆς ἀτόμου οὐσίας εἰσὶ γνωριμώτερα· οἷον ἀντὶ τοῦ εἰπεῖν ‘κάλεσον τὸν Σωκράτην’ λέγω ‘ κάλεσον τὸν φιλόσοφον’ διὰ τοῦτο οὖν προσέθηκε τὸ οἰκειότερον· τὰ γὰρ γνωριμώτερα οὐ δηλοῦσι πάντως τὴν φύσιν τοῦ πράγματος, ὡς πολλὰ τῶν συμβεβηκότων, τὰ δὲ οἰκειότερα μᾶλλον δηλοῦσι.

    p. 2b12 Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου.

    Καὶ πῶς μᾶλλον ἴδιον τὸ μηδὲ ὅλως ἴδιον; καὶ λέγομεν, ὡς τὸ ἧττον βαρὺ μᾶλλον κοῦφον λέγομεν, οὕτω καὶ τὸ ἧττον κοινὸν μᾶλλον ἴδιόν φαμεν· ὁ γὰρ ἄνθρωπος ἧττον κοινὸν ὡς πρὸς τὸ ζῷον· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει, κατὰ φύσιν ἐχούσης τῆς κατηγορίας· ἡ #x003E; κατηγορία τριττή, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ κατὰ συμβεβηκός. κατὰ φύσιν, ὅταν τὰ γένη τῶν εἰδῶν κατηγορῆται, παρὰ φύσιν δέ, ὅταν τὰ εἴδη τῶν γενῶν, ὡς ἵνα εἴπῃ τις ὅτι τόδε τὸ προσερχόμενον ζῷον ἄνθρωπός ἐστιν εὑρίσκεται γὰρ κατηγορῶν τὸν ἄνθρωπον τοῦ ζῴου), κατὰ συμβεβηκὸς δέ, ὡς ὅταν #x003E; ἐν τῷ αὐτῷ ὑποκειμένῳ συμβεβηκότα ἀλλήλων κατηγορῆται, οἷον τοῦ Σωκράτους ὄντος φαλακροῦ καὶ φιλοσόφου λέγωμεν ὅτι ὁ φαλακρὸς φιλόσοφός ἐστιν. ἢ κατὰ συμβεβηκὸς ἡ κατηγορία, ὡς ὅταν ἡ οὐσία τοῦ συμβεβηκότος κατηγορῆται, οἷον ἵνα εἴπω ὅτι τὸ λευκὸν τὸ προσερόμενον ζῷόν ἐστιν· εὑρίσκομαι γὰρ κατηγορῶν τοῦ συμβεβηκότος τὸ ζῷον.

    p. 2b22 Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν.

    Συγκρίνας ὁ Ἀριστοτέλης τὰς οὐσίας κατὰ βάθος, ὅτε τὴν ἄτομον πρὸς τὴν καθόλου παρέβαλε, δεικνὺς ὅτι μᾶλλον οὐσία, καὶ ὅτε τὴν καθόλου [*](3 οἰκειώτερον H 4 ἤπερ Arist. 5 καὶ om. HP 6 τὸ γνωριμώτερον eras. Κ οὐ ποιεῖ — ἄτομον, post ἄτομον addito ἀλλὰ, ante προσέθηκε (5) coll. HKP; correxi ex Urb. 35 13 ὅλως] ὡς oXov Κ 1(3 τὰ δὲ εἴδη] καὶ τὰ εἴδη KP γp. τὰ δὲ εἴδη κτλ. in uarg. Κ2) ante οὐκ superset-. ἀλλ’ Κ 16. 17 κατὰ φὺσιν] κατ’ αἴσθησιν Κ 17 γὰρ inserui 18 κατηγορεῖται ΗΚ1 20 γὰρ om. H 21 τὰ addidi 22. 24 κατηγορεῖται H 23 λέγομεν HP συμβεβηκὸς scripsi συμβεβηκότος ΗΚ: συμβεβηκότως P 25.26 συνβεβγξλιτως P 29 post συγκp. additum ὅτι del. IT 30 παρέβαλλε H2P)

    170
    <πρὸς τὴν καθόλου> συνέκρινε, δεικνύων ὅτι μᾶλλον οὐσία ἡ εἰδικὴ τῆς γενικῆς, I νῦν κατὰ πλάτος συγκρίνει αὐτάς, τάς τε ἀτόμους καὶ τὰς [*](249v) καθόλου, καί φησιν ὅτι αἱ ἄτομοι οὐσίαι ὁμοίως πᾶσι τοῖς παρ’ ἑαυτὰς μίαν <καὶ> τὴν αὐτὴν παρέχουσι χρείαν, ὥσπερ Σωκράτης καὶ Ἀργὸς ὁ καὶ Ξάνθος ὁ ἵππος. εἰ δὲ αἱ ἄτομοι οὐσίαι, καὶ αἱ εἰδικαὶ οὐσίαι ὁμοίως οὐσίαι ὡς ἴσον ἀφεστηκυῖαι τῶν ἀτόμων οὐσιῶν. καὶ οὕτω μὲν ἡμεῖς. ὁ δὲ Ἀριστοτέλης ἄλλη τάξει ἐχρήσατο· πρῶτον γὰρ τὴν εἰδικὴν συγκρίνει καὶ τότε τὴν ἄτομον. καὶ ἄξιον ἀπορῆσαι διὰ τί μὴ πρῶτον τὰς ἀτόμους συνέκρινεν, ἵνα ὡς γνώμοσι ταύταις χρησάμενος οὕτω συνέκρινε τὰς εἰδικάς. καὶ λέγομεν ὅτι ὡς ὁμολογούμενον τοῦτο παρῆκεν· ἔγνωσται γὰρ τοῦτο συνήθως ὅτι ὁμοίως οὐσίαι <αἱ> ἄτομοι ἐκ τῆς ὑπογραφῆς, ὅτι φωναῖς ἐχρήσατο, τῷ κυριώτατα καὶ μάλιστα, τοῦ δὲ ὑπερθετικοῦ οὐκ ἔστιν ὑπερθετικώτερον. εἰ δὲ τοῦτο, οὐκ ἔστι μᾶλλον ἄτομος οὐσία ἀτόμου οὐσίας, κἂν ἀνομοιοειδὴς εἴη. πάλιν ἀποροῦσιν, εἰ ὁμοίως οὐσίαι αἱ ἄτομοι, ἔσται ὅδε ὁ μύρμηξ καὶ ὅδε ὁ ἥλιος ὁμοίως οὐσίαι. καὶ λέγομεν ὅτι κτὰ τὸν σκοπὸν τῶν Κατηγοριῶν ὁμοίως οὐσίαι· σκοπὸς γὰρ ταῖς Κατηγορίαις οὐ περὶ πραγμάτων ᾗ πράγματα διαλαβεῖν καὶ τὴν φύσιν αὐτῶν ζητῆσαι, ἀλλὰ καθὸ σημαίνονται ὑπὸ τοιῶνδε φωνῶν· τὸ γὰρ περὶ φωνῶν ζητεῖν μόνων γραμματικῶν, τὸ δὲ περὶ φύσεων τῶν ὄντων φυσιολογίας. καὶ ταύτα ὲν τουτοις.

    Ὁ δὲ Ἀριστοτέλης ἀπορεῖ πρὸς ἑαυτὸν ὅτι ‘ πῶς ἀνωτέρω δευτέρας οὐσίας εἶπον τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν, καὶ οὐχ ἁπλῶς τὰ γένη καὶ τὰ εἴδη;’ καί φησιν, ἵνα μὴ τὰ συμβεβηκότα περιλάβωμεν· ἔστι γὰρ καὶ ἐν αὐτοῖς γένη καὶ εἴδη, ὡς τὸ χρῶμα καὶ τὸ λευκόν. δείκνυσιν οὖν ἐνταῦθα ὅτι τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν οὐσίαι εἰσί, τὰ δὲ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὔκ εἰσιν οὐσίαι. δείκνυσιν οὖν οὕτω λέγων· τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν οὐσίαν συμπληροῦσι, τὰ δὲ οὐσίαν συμπληροῦντα οὐσίαι εἰσί, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν οὐσίαι εἰσί. διὰ δὲ τὸ ἀνάπαλιν τοῦ κανόνος· ἐπειδὴ τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐσίαν οὐ συμπληροῦσι, τὰ δὲ σὐσίαν μὴ συμπληροῦντα οὐσίαι οὔκ εἰσι, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐσίαι οὔκ εἰσι. καὶ ἄλλως· τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν ὑπόκεινται τοῖς καθόλου συμβεβηκόσι, τὰ τοῖς καθόλου συμβεβηκόσιν ὑποκείμενα οὐσίαι εἰσί, τὰ γένη ἄρα καὶ τὰ εἵδη τῶν πρώτων οὐσιῶν οὐσίαι εἰσί. καὶ διὰ τὸ ἀνάπαλιν τοῦ κανόνος· ἐπειδὴ τὰ γένη καὶ ἆτε εἴδη τῶν ἀτόμων συμβεβηκότων j οὐχ ὑπόκεινται τοῖς καθόλου συμπρὸς [*](250r) [*](1 τὴν καθόλου inserui (cf. p. 171,10) post οὐσία addita ἡ ἰδικὴ τῆς γενικῆς del. P 4 pr. καὶ addidi Ἄργος] cf. Uom. Ηοm. p 292 5 Ξάνθος] cf. Hom. Π 149 5. 6 καὶ (ai om.) εἰδ. οὐσ. οὐσ. ὁμ. οὐσίαι in mrg. suppl. P6 ἀφεστ. scripsi: ἐφεστ. libri 10 post τοῦτο add. τὸ P 11 αἱ addidi 14 εἴη] an ᾖ ? 16 γὰρ] δὲ Κ 17 ᾖ Paris. 2051: οὐδὲ τὰ HKP 18 ζητεῖν om. Κ 24 καὶ (ante ἐν) superscr. Κ: om. HP 28 δὲ om. HP συμπληροῦνται P 30 o-j om. H δὲ Paris. 2051: om. HKP 32 συμβεβηκότων Paris. 2051: οὐσιῶν HKP 34. 35 τὰ γένη—εἰσί in mrg. suppl. Η)

    171
    βεβηκόσι, τὰ τοῖς καθόλου συμβεβηκόσι μὴ ὑποκείμενα οὐσίαι οὔκ εἰσι, τὰ γένη ἄρα καὶ τὰ εἴδη τῶν ἀτόμων συμβεβηκότων οὐσίαι οὔκ εἰσιν.

    p. 2b22 Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή γένη.

    Καλῶς εἶπεν ὅσα μή ἐστι γένη, ἵνα μὴ ὑπάλληλά τις λάβῃ· <ἐάν οὐκέτι εἶδος εἴδει συγκρίνει, ἀλλ’ εἶδος γένει, ὅπερ νῦν ἡμῖν οὐ πρόκειται ζητεῖν.

    p. 3a7 Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ὑποκειμένῳ εἶναι.

    Δείξας ὁ Ἀριστοτέλης τὰ οἷς ὑπάρχει ἡ οὐσία διὰ τῆς διαιρέσεως, ὅτε τὴν πρώτην πρὸς τὴν καθόλου παρέβαλλε, λέγων αὐτὴν μᾶλλον οὐσίαν, καὶ ὅτε τὴν καθόλου πρὸς τὴν καθόλον, λέγων τὴν εἰδικὴν τῆς γενικῆς μᾶλλον οὐσίαν, καὶ κατὰ πλάτος πάλιν συγκρίνας, ὅτε τὰς ἀτόμους ἔλεγεν ὅτι ὁμοίως οὐσίαι εἰσί, νῦν δείκνυσι καὶ τὰ ὑπάρχοντα τῇ οὐσίᾳ καὶ καταλέγει τὰ ἴδια τῆς οὐσίας. καὶ δέον ὁρισμὸν εἰπεῖν ἐπὶ τῆς οὐσίας τοῦτο οὐ ποιεῖ, ἐπειδὴ γένος γενικώτατον ἡ οὐσία, τοῦ δὲ γενικωτάτου γένους οὐκ ἔστι γένος οὔτε συστατικαὶ διαφοραί, ἐξ ὧν καὶ πᾶς ὁρισμὸς λαμβάνεται· ἐφ’ ὧν δὲ ὁρισμὸν ἀποδοῦναι οὐκ εὐποροῦμεν , ἀγαπῶμεν κἂν διὰ τῶν ἰδίων αὐτῶν ἀποδιδόναι. διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης μὴ δυνηθεὶς εἰπεῖν ὁρισμὸν τῆς οὐσίας, τὰ ἴδια αὐτῆς καταλέγει· ἔχει γὰρ ὁμοιότητα ὁ ὁρισμὸς καὶ τὸ ἴδιον τῷ ἑκάτερον ἀντιστρέφειν καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχειν. κατλέγει οὖν ἴδια τῆς οὐσίας καί φησιν ὅτι κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. διὸ καὶ ἀποροῦσιν ὅτι τί δήποτε ἴδια προθέμενος εἰπεῖν κονοῦ ἐμνήσθη. καὶ λέγουσι πρὸς τοῦτό τινες ὅτι οὐκ ἄτοπον τὸ αὐτὸ καὶ κοινὸν εἶναι καὶ ἴδιον, ὡς τὸ γελαστικὸν πρὸς μὲν τὸ ὁμοιοειδὲς κοινόν, ἴδιον δὲ ὡς πρὸς τὰ ἀνομοιοειδῆ. ἀλλ’ εἰ τὸ αὐτὸ καὶ κοινὸν καὶ ἴδιον δύναται εἶναι, διὰ τί μὴ φύσει ἴδιον αὐτὸ ἐκάλεσε τῷ οἰκείῳ ὀνόματι; ἀλλὰ τούτου τὴν αἰτίαν ἐροῦμεν· καθ’ ἕκαστον γὰρ ἴδιον ἐφ’ ἑκάστης κατηγορίας δύο ζητεῖ ὁ φιλόσοφος, εἰ πάσῃ ὑπάρχει τῇ οὐσίᾳ] ἢ οὐ πάσῃ καὶ εἰ μόνῃ ἢ οὐ μόνῃ· καὶ εἰ μὲν εὕρῃ ὅτι πάσῃ μὲν ὑπάρχει οὐ μόνη δέ, κοινὸν αὐτὸ καλεῖ, εἰ δὲ μόνῃ μὲν ὑπάρχει οὐ πάσῃ δέ, ἴδιον αὐτὸ καλεῖ· τὰ γὰρ ἴδια στενοχωρεῖσθαι θέλοντα τῷ μόνῳ χαρακτηρίζεται καὶ οὐ τῷ παντί, ὥσπερ τὰ κοινὰ τῷ παντὶ καὶ οὐ τῷ μόνῳ. καθ’ ἑκάστην δὲ κατηγορίαν προτάττει τὰ ψευδῆ ἴδια τῶν ἀληθῶν, ἵνα οἷον κεκαθαρμένοις ἡμῖν καθαρὰν προσαγάγῃ τὴν ἀλήθειαν, ὥς φησιν [*](1 τὰ — συμβεβηκόσι in mrg. suppl. H οὔκ εἰσι—οὐσίαι (2) om. P 4 ἐὰν— λάβη (5) ex Laur. 72,5 inserui 5 γένη ΗΡ1 7 κατὰ om. Κ 12 post εἰσί inseras καὶ εἰδικὰς ὅτι ὁμοίως οὐσίαι εἰσί 16 ἀγαπῶμεν in mrg. suppl. P Twv om. H 19 Τῷ] τὸ ΗΡ ἑκάτερα K 21 to] tw δὲ 23 μὲν om. K 24 ἀνομ.] ἀνομοιοειδὲς Ρ1 post dvofx. addita καὶ κοινὸν ἵδιον δὲ del. P 26 αἰροῦμεν H 27 εἰ] ἡ HP 27. 28 τῇ οὐσίᾳ recte om. Urb. 35 28 pr. xal zi Urb. 35 Marc. 217: ἢ ΗΚΡ 33 προσαγάγει H)

    172
    ὁ Πλάτων ‘ μὴ καθαροῖς καθαροῦ ἐφάπτεσθαι μὴ θεμιτόν’. | καὶ κυρίως [*](250v) μὲν ἴδιον τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον. ἀλλὰ τοιοῦτον ἐπὶ τῆς οὐσίας οὐχ εὗρεν ὁ Ἀριστοτέλης ἀποδοῦναι, ἀλλὰ ψευδῆ καταλέγει, κἀν τούτοις ἧττον ἴδιον τὸ πάσῃ μὲν ὑπάρχον οὐ μόνῃ δέ, μᾶλλον δὲ ἴδιον τὸ μόνῃ μὲν ὑπάρχον οὐ πάσῃ δέ. εὐθὺς οὖν τὸ πρῶτον λεγόμενον ἧττόν ἐστιν ἴδιον, διὸ καὶ προέταξεν αὐτὸ λέγων ὅτι κοινὸν πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. καὶ ὅτι μὲν πάσῃ οὐσίᾳ ὑπάρχει νῦν δεικνύει, ὅτι δὲ οὐ μόνῃ ἐφεξῆς δείξει. ὅτι δὲ πάσῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, δείκνυσι δύο λήμματα βραχύτατα προλαμβάνων, τὴν διαίρεσιν τῆς οὐσίας, ὅτι ἡ οὐσία ἢ πρώτη ἢ δευτέρα, καὶ τὰς ὑπογραφὰς αὐτῶν, ὅτι ἡ μὲν πρώτη οὐσία οὔτε καθ’ ὑποκειμένου οὔτε ἐν ὑποκειμένῳ, ἡ δὲ δευτέρα καθ’ ὑποκειμένου μέν, οὐκ ἐν ὑποκειμένῳ δέ. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐδεμία οὐσία ἐστὶν ἐν ὑποκειμένῳ. δείκνυσι δὲ καὶ ἴδιον ὅτι οὔτε αἱ δεύτεραι οὐσίαι ἐν ὑποκειμένῳ λέγων οὕτως· αἱ δεύτεραι οὐσίαι συνωνύμως κατηγοροῦνται τῶν πρώτων οὐσιῶν. τὰ δὲ ἐν ὑποκειμένῳ ὄντα οὐδέποτε συνωνύμως κατηγοροῦνται τῶν πρώτων οὐσιῶν, ἀλλ’ ἢ ὁμωνύμως, ὡς τὸ λευκὸν τοῦ Σωκράτους, ἢ παρωνύμως, ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, ἢ ἑτερωνύμως, ὡς ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος· αἱ δεύτεροι ἄρα οὐσίαι οὔκ εἰσιν ἐν ὑποκειμένῳ. ἀλλ’ ἐπειδὴ αἱ δεύτεραι οὐσίαι τῷ καθ’ ὑποκειμένου λέγεσθαι φαντασίαν παρέχουσι τοῦ ἐν ὑποκειμένῳ εἶναι, δείκνυσιν ὅτι οὔκ εἰσιν ἐν ὑποκειμένῳ λέγων οὕτως· εἰ ἦσαν, φησίν, ἐν ὑποκειμένῳ, οὐ δήπου ὑποκειμένοις ἐχρῶντο τοῖς οἰκείοις ἀτόμοις πρὸς ὕπαρξιν, ὅπου γε καὶ αὐτὰ τὰ ὁμολογούμενα ἐν ὑποκειμένῳ εἶναι οὐ κέχρηνται ὑποκειμένοις τοῖς οἰκείοις ἀτόμοις πρὸς ὕπαρξιν, ἀλλὰ ταῖς πρώταις οὐσίαις. ἐὰν οὖν ἐν ὑποκειμένῳ αἱ δεύτεραι οὐσίαι <ὧσιν>, ἄτοπα πολλὰ ἔχει ὁ εὑρεθήσονται γὰρ πρὸς τῷ ἐν ὑποκειμένῳ αὐτὰς εἶναι καὶ ἐν ὑποκειμένοις οὖσαι τοῖς οἰκείοις καίτοι καίτοι ἐδείχθη μηδὲν τῶν ἐν ὑποκειμένῳ τῷ οἰκείῳ ἀτόμῳ χρώμενον ὑποκειμένῳ πρὸς ὕπαρξιν.

    p. 3a21 ὐκ ἴδιον οὐσίας· ὑπάρχει γὰρ καὶ ταῖς διαφοραῖς.

    Δείξας ὁ Ἀριστοτέλης ὅτι πάσῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, νῦν δεικνύει ὅτι οὐ τῇ οὐσίᾳ μόνον ὑπάρχει, ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ὀφείλων ἐπιχειρῆσαι ἀπὸ τῆς ὕλης καὶ τοῦ θείου δοκοῦσι [*](1 Πλατῶν] Phaedo. p. 67 B καθαροῖς] καθαρὸν Η: καθαρῷ Plat. ἐφάψασθαι P μὴ θεμητόν H: μὴ οὐ θεμιτὸν ᾖ Plat. 2 τὸ] -ui H 3 ὁ om. P 6 κατὰ πάσης Arist. (cf. p. 171,7. 20) 7 πᾶσι H 8 δείξει] δόξει Κ 13 οὐσία om. P an ἰδίως ? οὔτε] an οὐδέ ? 17. 18 ὡς ἀπὸ τῆς γp.—ἑτερωνύμως suppl. in mrg. H ὁ (utrobique) om. HP 20 τοῦ] τῶ HP 21 γέγων—ὑποκειμένω in mrg. siippl. P 23 γε] γὰρ Κ 25 ὦσιν inserui 26 τῳ] τὸ P ὑποκείμενον (pr. 1.) P 27 καίτοι scripsi: ἐὰν libri 28 χρώμενος P ὑποκειμένῳ scripsi: ὑποκεῖσθαι libri 29 τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστίν Arist. 32 καὶ om. P)

    173
    γὰρ ταῦτα μὴ εἶναι οὐσίαι, τὸ μὲν θεῖον ὡς ὑπερούσιον καὶ ὑπὲρ φύσιν, ἡ δὲ ὕλη ὡς μηδὲν τῶν ὄντων οὖσα ἀλλὰ χείρων πάντων· τὰ γὰρ ἄκρα τῶν ὄντων ἐξ ἀποφάσεως ὁρίζονται, ὡς ἐμάθομεν ἀνωτέρω· οὐ γὰρ ἠ ὕλη ἐν ὑποκειμένῳ, ἵνα μὴ εἴπωμεν ὕλην ὅλης, οὐδὲ τὸ θεῖον | ἐν ὑποκειμένῳ), [*](251r) ἐπειδὴ ταῦτα φυσιονλογίας καὶ θεολογίας, ἐπιχειρεῖ ἀπὸ τῶν διαφορῶν, διαλεκτικοῦ ὀνόματος καὶ πράγματος· καὶ αἱ διαφοραὶ γάρ, φησίν, οὔκ εἰσιν ἐν ὑποκειμένῳ. τί φῄς, ὦ Ἀριστότελες; ἀντιδιέστειλας ταῖς οὐσίαις τὰς διαφορὰς ὡς τῶν διαφορῶν μὴ οὐσῶν οὐσιῶν; καὶ τί εἰσιν αἱ διαφοραί, ἐρησόμεθά σε, οὐσίαι ἢ συμβεβηκότα; καὶ εἰ μὲν οὐσίαι, διὰ τί ἀντιδιέστειλας; εἰ δὲ συμβεβηκότα, ἐπειδἢ ἐκ τῶν διαφορῶν οἱ ὁρισμοὶ εὑρεθήσονται, αἱ οὐσίαι ἐκ τῶν συμβεβηκότων καὶ τὰ μέρη τῶν οὐσιῶν συμβεβηκότα· καὶ πῶς αὐτὸς λέγεις ‘τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσί’; εἰπεῖν οὐσίας καὶ συμβεβηκότος καὶ ταύτῃ παραθέσθαι τὰς διαφοράς, ὥσπερ οἱ ἐνεχθέντες ταῖς περὶ τοῦ φωτὸς ἀπορίαις, τῶν μὲν σῶμα τὸ φῶς λεγόντων τῶν δὲ ἀσώματον, μέσην τινὰ φύσιν ἐπέθεντο εἰπεῖν τὸ φῶς ἀσωμάτου καὶ σώματος. ἐπεὶ δὲ τὸ ἀμφοτέρων τῶν ἄκρων μετέχον ἢ ἐξ ἴσου αὐτῶν μετέχει ἢ μᾶλλον τοῦδε ἧττον δὲ τοῦδε, καὶ τοῦτο διχῶς, τριττὰς ἔλεγεν εἶναι τὰς διαφοράς, ἢ μᾶλλον οὐσίας ἧττον δὲ συμβεβηκότα, ὡς τὸ λογικὸν καὶ τὸ ἄλογον· μᾶλλον γὰρ οὐσίαι ταῦτα ὡς συμπληροῦντα τὴν οὐσίαν κἀν τῷ ὁρισμῷ παραλαμβανόμενα, ὀλίγως δὲ συμβεβηκότα ὡς ἐν τῷ ὁποῖόν τι κατηγορούμενα· μία γὰρ τοῦ συμβεβηκότος κατηγορία ἡ ποιότης. ἐξ ἴσου δὲ οὐσίαι καὶ συμβεβηκότα, ὡς ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν χιόνι λευκότης· ὡς γὰρ ἐν πεποιωμένῳ σύματι οὐσίαι εἰσὶν ὡς συμπληροῦντα τὴν οὐσίαν αὐτῶν, ὠς δὲ ἐν ἀποίῳ σώματι συμβεβηκότα· τότε γὰρ καὶ γίνονται καὶ ἀπογίνονται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου· ὅτε γὰρ ἐν τῷ πυρὶ ἡ θερμότης ἐστίν, οὐσία ἐστίν, ἐπειδὴ ἀδύνατον ἐπινοηθῆναι πῦρ δίχα θερμότητος, ὅταν δὲ ἐν σιδήρῳ γένηται, συμβεβηκός ἐστι. μᾶλλον δὲ συμβεβηκότα ἤπερ οὐσίαι, ὡς ἡ ἐν κύκνῳ λευκότης καὶ ἠ ἐν Αἰθίοπι μελανότης· γίνεται γὰρ καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου, καθά φησιν ὁ Πορφύριος, ὅτι ‘δύναται’, φησίν, ‘ἐπινοηθῆναι καὶ κύκνος μέλας καὶ κόραξ λευκὸς καὶ Αἰθίοφ ἀποβαλὼν τὴν χροίαν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου’. ὅλως δὲ δοκοῦσιν οὐσίαι εἶναι διὰ τὸ πάντὸς κύκνου τὸ εἶδος τὴν λευκότητα εἶναι καὶ τοῦ κόρακος τὴν μελανίαν. τριτταὶ οὖν αἱ διαφοραὶ κατ᾿ αὐτὸν συνάγονται. ἀλλ᾿, ὦ Πορφύριε, ἀντίφασιν [*](2 ὡς om. KP 3 ἐμάθομεν] p. 164,27 5 ἐπεὶ δὲ H: ἐπὶ δὲ P 6 διαλεκτικῶν ὀνομάτων καὶ πραγμάτων HKP: correxi ex Urb. 35 9 οὐσίας ἢ συμβεβηκότος HP 10 ἀντιδ.] διέστειλας KP 12 συμβεβηκότα — οὐσιῶν in mrg. suppl. H λέγεις] p. 3a 29 15 an ἐνσχεθέντες ? ταῖς om. P τοῦ om. K 17 ἐπεὶ δὲ scripsi: ἐπειδὴ libri 19 ἔλεγεν b: ἔλεγον KP οὐσίας scripsi: οὐσίαν libri (cf. v. 23) 20 καὶ] ἢ P alt. τὸ om. HP 22 ποῖον H 29 οὐσίαι scripsi: οὐσία libri ὡς] καὶ P 30 Πορφ.] Isag. p. 13,1 καὶ κύκνος μέλας om. Porph. 32 ἀποβάλλων HP 35 ταὐτὸν HK)
    174
    ποιοῦσιν ἡ οὐσία καὶ τὸ συμβεβηκός, τὸ ἐν ὑποκειμένῳ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ · τῆς δὲ ἀντιφάσεως οὐδέν ἐστι μέσον· ἔστι γὰρ ἀντίφασις ἀντίθεσις, ἧς οὐδέν ἐστι μεταξὺ καθ’ αὑτό, καλῶς προσκειμένου τοῦ καθ’ αὑτό· κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται εἶναί τι | μέσον· λευκοῦ γὰρ καὶ ν οὐ λευκοῦ οὐδέν ἐστι μέσον, εἰ μή τι δἄν συμβῇ τὸ οὐ λευκὸν ἐπὶ τοῦ μέλανος νοηθῆναι· τότε γὰρ εὑρίσκεται μέσον τῆς ἀντιφάσεως, εἰ καὶ κατὰ συμβεβηκός. τί οὖν δεῖ εἰπεῖν; ὅτι οὐσίαι μὲν αἱ διαφοραί, οὐσίαι δὲ οὐχ αἱ νῦν προκείμεναι ἡμῖν εἰς ἐπίσκεψιν αἱ συνεγνωσμέναι τῷ πολλῷ ἀνθρώπῳ· ὁ γὰρ πολὺς ἄνθρωπος καὶ ζῷον λέγει καὶ ἄνθρωπον καὶ Σωκράτης. εἰ δὲ ἐρεῖς ‘ τί οὖν οὐ λέγουσι λογικὸν καὶ ἄλογον, ἅπερ εἰσὶ διαφοραί;’ , λέγομεν ὅτι τὸ λογικὸν καὶ ἄλογον συνθέτων πραγμάτων εἰσὶν ὀνόματα, λογικότητα δὲ καὶ ἀλογίαν ὁ πολὺς ἄνθρωπος οὐκ οἶδεν, ἅπερ εἰσὶ διαφοραί. διὰ τοῦτο οὖν ἀντιδιέστειλε τὰς διαφορὰς ταῖς οὐσίαις. καὶ ταῦτα μὲν ἐν τούτοις.

    Ἐπειδὴ δὲ ᾔσθετο ἑαυτοῦ ὁ Ἀριστοτέλης τὰς διαφορὰς συμβεβηκότα ποιήσαντος τῷ ἀντιδιελεῖν ταῖς οὐσίαις, ἐπάγει ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι, αἱ διαφοραὶ δὲ μέρη τῶν ὁρισμῶν καὶ οὐσίαν συμπληροῦσιν, αἱ διαφοραὶ ἄρα οὐσίαι ὡς μέρη οὐσιῶν. μὴ ταραττέτω δὲ ἡμᾶς ὁ λόγος ὁ λέγων ὅτι τὰ μέρη τῶν οὐσιῶν συμβεβηκότα· ἔλεγον γὰρ οὕτω τινές· τὰ μέρη τῶν οὐσιῶν ἔν τινι, τὰ ἔν τινι συμβεβηκότα, τὰ μέρη τῶν οὐσιῶν ἄρα συμβεβηκότα· οὐδὲ γὰρ οὕτως ἐλέγομεν τὸ ἔν τινι τὸ ἐν ὑποκειμένῳ, ἀλλὰ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον. νῦν δὲ τὸ ἔν τινι ὡς μέρος ἐν ὅλῳ ὑπόκειται, οἷον ἡ διαφορά.

    p. 3a21 Οὐκ ἴδιον οὐσίας.

    Τοῦτο ὀφείλων εἰπεῖν ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, εἶπεν ὅτι οὐκ ἔστιν ἴδιον· καὶ τὸ ἴδιον γὰρ τῷ μόνῳ χαρακτηρίζεται καὶ οὐ τῷ παντί.

    p. 3a33 ‘Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι.

    Δεύτερον ἴδιον τῆς οὐσίας τὸ συνωνύμως κατηγορεῖσθαι. ἀλλὰ τοῦτοὑπάρχει καὶ τοῖς συμβεβηκόσι· τὸ γὰρ χρῶμα τοῦ λευκοῦ τούτου συνωνύμως κατηγορεῖται. ἀλλ’ εἶπεν οὕτως· ὅτι δεύτερον ἴδιον τῆς οὐσίας τὸ συνωύμως κατηγορεῖσθαι μόνον· τὰ γὰρ συμβεβηκότα καὶ ὁμωνύμως κατηγοροῦνται καὶ συνωύμως καὶ παρωνύμως καὶ ἑτερωνύμως. καὶ τὰ παραδείγματα εἴρηται ἀνω- [*](1 ποιοῦσιν iter. del. H τὸ (ante ἐν et οὐκ) scripsi: pr. 1. τῶ HP: τοῦ Κ; alt. 1. τῶ Η: om. Κ: καὶ τὸ οὐκ ἐν ὑποκ. om. P 2 ἔστι γὰρ ἀντίφασις] cf. Anal. post. A 2 p. 72a12 4. 5 λευκόν γὰρ καὶ οὐ λευκὸν HP 8 νῦν om. H 10 — ὀνόματα (12) eicias aut post διαφοραί (13) transponas 12 εἶδεν ’ 15 δὲ om. P 17 ὁρισμἐνων P 18 δὲ] γὰρ HP 21 alt. τὸ] tu) HP 24 οὐκ ἴδιον οὐσ.] cf. p. 172,27 25 τοῦτο—ὑπάρχει] οἶον οὐ μόνη τῆ οὐσία ὑπάρχει· ὅπερ ὀφείλων εἰπεῖν Κ alt. ὅτι om. Κ 31 τό] tw HP 33 εἴρηνται H (cf. p. 172,16))

    175
    τερῶ. ἢ καὶ ἄλλως δεῖ εἰπεῖν· ὅτι τὸ δεύτερον ἴδιον τῆς οὐσίας τὸ συνωνύμως κατηγορεῖσθαι τῶν πρώτων οὐσιῶν· τὰ γὰρ συμβεβηκότα εἰ καὶ συνωνύμως κατηγοροῦνται, ἀλλ’ οὐ τῶν πρώτων οὐσιῶν, ἀλλὰ τῶν οἰκείων ἀτόμων. τοῦτο δὲ οὐδὲ πάσῃ ὑπάρχει ἥ οὐσίᾳ οὐδὲ μόνῃ· πάσῃ μὲν γὰρ οὐχ ὑπάρχει διὰ τὴν ἄτομον οὐσίαν ἀκατηγόρητον οὖσαν. ἀλλ’ οὐδὲ μόνῃ· καὶ αἱ διαφοραὶ γὰρ συνωύμως κατηγοροῦνται. πῶς οὗν ἴδιον τὸ μηδαμῶς ἴδιον; εἰ γὰρ μηδὲ πάσῃ μηδὲ μόνῃ ὑπάρχει, οὐδὲ ὅλως δύναται ἴδιον εἶναι, τοῦ ἰδίου πάσῃ καὶ μόνῃ καὶ ἀεὶ ὑπάρχοντος. | μήποτε οὖν ὡς ἕτερον [*](252r) κοινὸν ὑπάρχει τῆς οὐσίας καὶ τῆς διαφορᾶς, ὡς ὅτε ἔλεγεν ὅτι κοινωνεῖ ἡ οὐσία τῇ διαφορᾷ, καθὰ ἀμφότερα συνωνύμως κατηγοροῦνται. ἀλλ’ ἐπειδὴ ὅσον ἀπὸ τοῦ λεχθέντος πέντε εὑρίσκονται τὰ ἴδια τῆς οὐσίας, τῶν ἐξηγητῶν ἓξ εἰωθότων λέγειν, εἰπὲ ὅτι κατεφρόνησε νῦν τῆς ἀντιδιαστολῆς τῆς οὐσίας πρὸς τὴν διαφορὰν καὶ ἀμφότερα ὡς οὐσίας ἔλαβε. καὶ μήποτε ἴδιον εὑρίσκεται τῆς οὐσίας καὶ μᾶλλον ἴδιον· τοῦ γάρ πρώτου ἰδίου πάσῃ μὲν ὑπάρχοντος μὴ μόνῃ δέ, τοῦτο μόνῃ ὑπάρχει οὐ πάσῃ δέ· τὰ γὰρ ἴδια στενοχωρεῖσθαι θέλοντα τῷ μόνῳ χαρακτηρίζεται καὶ οὐ τῷ παντί.

    Ἐφ’ οἷς ἀποροῦσιν ὅτι πῶς λέγεται τὰς διαφορὰς συνωνύμως κατηγορεῖσθαι, εἴγε αἱ διαφοραὶ τοῦ οἰκείου ὀνόματος οὐ μεταδιδόασιν· οὐδεὶς γὰρ λέγει ὅτι ἄνθρωπος λογικότης. πρὸς ὅ φαμεν· διττὸν τὸ συνώνυμον παρὰ τῷ Ἀριστοτέλει, ἢ τὸ μεταδιδοῦν ὀνόματος καὶ πράγματος ἢ τὸ συντελοῦν πρὸς ὕπαρξιν· οὕτω γὰρ αὐτὸς ἐν τῷ Περὶ τῆς ψυχῆς λόγῳ τὴν ψυχὴν συνωνύμως λέγει τοῦ ζῴου κατηγορεῖσθαι, ἐπειδὴ συντελεῖ πρὸς τὴν ὕπαρξιν αὐτοῦ, κἂν μὴ μεταδίδωσιν ὀνόματος καὶ πράγματος· οὐδεὶς γὰρ λέγει τὸ ζῷον ψυχήν, ἀλλ’ οὐδὲ τὸν ὁρισμὸν τῆς ψυχῆς ἐπιδέχεται τὸ ζῷον. ἀλλ’ ἐπειδὴ ὁ Ἀριστοτέλης βούλεται καὶ τὴν διαφοράν οὐ μόνον πράγματος ἀλλὰ καὶ ὀνόματος μεταδιδόναι, μήποτε μεταδίδωσί πως, εἰ καὶ παρωνύμως λέγεται ἀπὸ τῆς λογικότητος. ἢ καὶ ἄλλως· ὅτι ὥσπερ τὸ λευκὸν διττόν, τοῦτ’ ἔστι τὸ λελευκωμένον ξύλον καὶ αὐτὴ ἡ λευκότης, μήποτε δυνάμεθα λέγειν ὅτι καὶ τὸ λογικὸν διττόν, τοῦτ’ ἔστιν αὐτὴ ἡ λογικότης καὶ τὸ λογικὸν ζῷον. ἢ καὶ ἄλλως· ὅτι κἂν μὴ δυνάμεθα εἰπεῖν τὸν ἄνθρωπον λογικότητα, λέγομεν αὐτὸν λογικότητα ἔχειν. ἔδειξεν οὖν ὁ λόγος ὅτι ἡ διαφορὰ συνωνύμως κατηγορεῖται κυρίως.

    p. 3b10 Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν.

    Ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν καταγνοὺς ὁ Ἀριστοτέλης τῶν πρώτων δύο ἰδίων τῆς οὐσίας, τοῦ μὲν ἑνὸς ὡς πάσῃ μὲν ὑπάρχοντος μὴ μόνῃ δέ, [*](2 τὰ γὰρ—οὐσιῶν (3) in mrg. suppl. H 7 εἶναι ἴδιον (num. corr.) coll. P 10 ἀμφότεραι P 13 μήποτε scripsi : πότε libri 14 καὶ iter. H τοῦ γὰρ πρώτου iter. P 19 ὅτι om. KP λογικότης Urb. 35: λογικός HKP 21 αὐτὸς om. Κ ἐν τῷ Περὶ τῆς ψυχῆς λόγῳ] cf. Β 1 p. 4 13 a 3 22 τοῦ ζώου om. Κ συντελεῖσθαι ’ 23 an μεταδιδῷ ? 27 post λέγεται addas οἷην τὸ λογικὸν λέγεταί 28 λελευκομένον Η 30 λογικότης] λευκότης H an δυνώμεθα ?)

    176
    τοῦ δὲ δευτέρου ὡς μήτε πάσῃ μήτε μόνῃ ὑπάρχοντος, ἐφ’ ἕτερον ἴδιον κατάγει τὸν λόγον καί φησι τρίτον ἴδιον τῆς οὐσίας <τὸ> τόδε τι δηλοῖ τὸ μὲν τόδε τὸ ὑποκείμενον· οὕτω γοῦν αὐτὸς ἐν ταῖς Φυσικαῖς τὴν ὕλην ὑποκείμενον καλεῖ· ἄμφω γὰρ ὡρισμένα , καὶ τὸ τόδε ὡς δείξει ὑποπίπτον καὶ ἡ ὕλη Ε; ὡσαύτως μένουσα πάντων ἐν αὐτῇ τρεπομένων, εἴπερ ὁ λέβης δύναται μετασχηματισθῆναι καὶ γενέσθαι ἀνδριὰς καὶ ὁ ἀνδριὰς πάλιν μετασχηματιζόμενος ἕτερόν τι γενέσθαι οὐδὲν ἧττον μένοντος τοῦ χαλκοῦ, ὅπερ ἦν, πρὶν γένηται λέβης ἢ ἀνδριὰς ἤ τι τῶν τοιούτων. οὕτως ὁ Ἀριστοτέλης τὸ τόδε καὶ τὴν ὕλην ὑποκείμενα | καλεῖ. τὸ δὲ τὶ τὸ [*](252v) μερικὸν δηλοῖ. ἄμφω δέ, τόδε καὶ τί, τὸ μερικὸν ὑποκείμενον δηλοῖ, φημὶ τὴν ἄτομον οὐσίαν. τοῦτο δὲ τὸ ἴδιον οὐδὲ τῇ ὕλῃ ἁρμόζει διὰ τὸ καθολικὸν ὑποκείμενον αὐτὴν εἶναι καὶ ὅτι οὐκ ἔχει συμβεβηκότα τῷ ἑαυτῆς λόγῳ, ἅπερ ποιοῦσι τὸ μερικόν καὶ ἁπλῶς εἰπεῖν οὐδὲ τὸ καθόλου ἁρμόζει τῇ ὕλῃ οὐδὲ τὸ μερικόν· ταῦτα γάρ εἰδοπεποιημένα ὀνόματα, ἡ δὲ ὕλη οὐκ ἔχει καθ’ ἕξιν τὰ εἴδη, ἀλλὰ κατ’ ἐπιτηδειότητα), οὐδὲ τῇ θείᾳ ἁρμόζει οὐσίᾳ μηδενὶ ὑποκείμενον οὔσῃ, οὐδὲ ταῖς δευτέραις· αὗται γὰρ εἰ καὶ τῷ ἑνιαίῳ τῆς προφορᾶς δοκοῦσι τόδε τι σημαίνειν, ὅταν εἴπω ‘ ἄνθρωπος’ ἢ ‘ζῷον’, ἀλλ’ οὐ τόδε τι σημαίνουσιν ἀλλὰ τοιόνδε, τοῦτ’ ἔστιν ὁμοιότητα, καθ’ ἣν ἐοίκασιν οἱ ἄνθρωποι ἀλλήλοις, καθό εἰσιν ἄνθρωποι, καὶ τὰ ζῷα, καθὸ ζῷα. καὶ μὴ νομίσῃς, ἐπειδὴ εἶπον τοιόνδε αὐτὰ σημαίνειν, τὸ δὲ τοιόνδε ποιότης, ἡ δὲ ποιότης συμβεβηκός, ὅτι αἱ δεύτεραι οὐσίαι συμβεβηκότα· κἂν γὰρ ποιότητα σημαίνωσιν, ἀλλ’ οὐσιώδη ποιότητα. ἀλλ’ ἐπειδὴ καὶ τὰ καθόλου συμβεβηκότα ὁμοιότητα σημαίνουσι τῶν κατὰ μέρος συμβεβηκότων, τίνι διαφέρουσι τῶν δευτέρων οὐσιῶν; καὶ λέγομεν ὅτι αἱ μὲν δεύτεραι οὐσίαι ὁμοιότητα οὐσιώδη σημαίνουσι τὰ δὲ συμβεβηκότα ἐπουσιώδη· διττὴ γὰρ ἡ ποιότης, ἡ μὲν οὐσιώδης ἡ δὲ ἐπουσιώδης. μήποτε οὖν τὸ παρὸν ἴδιον ἄλλο ἐστὶν ἐγκώμιον τῆς οὐσίας τῆς ἀτόμου· μόνη γὰρ ἡ ἄτομος οὐσία πρὸς τῷ πᾶσιν ὑποκεῖσθαι τοῖς παρ’ ἑαυτὴν ἑαυτῆς ἐστι μόνη, τὰ δὲ ἄλλα πάντα τῆς ἀτόμου οὐσίας εἶναι λέγεται.

    Ταῦτα ὁ Ἀριστοτέλης καὶ ἕτερον οὐδέν. πέντε δέ τισιν ἔχομεν ἐπιστῆσαι· πρῶτον μὲν ὅτι πῶς λέγομεν τὴν οὐσίαν σημαίνειν, εἰ πρᾶγμα ἡ οὐσία, τὰ δὲ πράγματα σημαίνονται καὶ οὐ σημαίνουσι. καὶ λέγομεν ὅτι ὁ σκοπὸς ταῖς Κατηγορίαις οὐ περὶ πραγμάτων ᾗ πράγματα διαλαβεῖν, ἀλλ’ ᾗ σημαίνονται ὑπὸ τοιῶνδε φωνῶν· ποτὲ μὲν γὰρ τὰ πράγματα ποιοῦσι τὰ τῶν φωνῶν, οὐχ ὡς πράγματα σημαίνοντα, ἀλλ’ ὡς τοιώσδε ὀνομαζόμενα, οἷον Σωκράτης ἐν πλήθει θεωρούμενος τοῖς ἐπιζητοῦσιν [*](1 δὲ cm. P 2 τὸ inserui 3 ἐν ταῖς Φυσικαῖς] v. Bonitzii Ind. p. 798a 4 τὸ cm. P 5 ὡς inserui μέν.] μὲν οὖσα HP 6 με II 9 τὸ (ante μεp.)] Urb. 35: cm. HKP 10 post τί add. μερικὸν HKP, quod eieci sec. Urb. 35 τὸ μερικὸν in mrg. suppl. H post μερικὸν add. δὲ K 13 καὶ ἁπλῶς—μερικόν (14) om. ΗΡ 16 τῳ] τὸ P 17 ἄνθρωπον KP 18 ἀλλ’ οὐ] ἀλλὰ P 22 σημαίνουσιν IIP 23 συμβεβηκότα om. Κ 24 post λέγομεν additum συμβεβηκότων del. P 27 ait. τῆς] τοῦ Κ 28 toI Urb. 35: τὸ HKP ἑαυτῆς Urb. 35: ἑαυτῇ HKP 35. 36 όνομαζ. Urb 35: νομιζόμενα HKP)

    177
    (σημαίνουσι γάρ ποτε καὶ τὰ πράγματα φωνὰς ὡς ἐφελκόμενα τὰς οἰκείας προσηγορίας, σημαίνουσι δὲ καὶ τὰ πράγματα πράγματα, οἷον τὸ γάλα ὅτι τέτοκεν, ὁ καπνὸς ὅτι πῦρ), ποτὲ δὲ Ε; αἱ φωναὶ ποιοῦσι τὰ τοῦ πράγματος, οἷον Σωκράτης περιπατεῖ, οὐχ ὅτι τὸ Σωκράτης ὄνομα περιπατεῖ, ἀλλ’ ὅτι τὸ πρᾶγμα τὸ ἔχον τοιοῦτον ὄνομα ἐκεῖνο περιπατεῖ. δεύτερον ὅτι καὶ ἐκ τούτου φαίνεται τοῦ ἰδίου, τοῦ κατὰ τὴν ὁμοιότητα ἰδίου, οὐκ ἐκ τοῦ κατὰ τόδε τι, ὅτι οὐσίαι αἱ διαφοραί, οὐ μόνον ὅτι | οὔκ εἰσιν [*](253r) ἐν ὑποκειμένῳ καὶ ὅτι συνωνύμως κατηγοροῦνται καὶ ὅτι μέρη οὐσιῶν εἰσιν, ἀλλ’ ὅτι καὶ ἀνομοιότητα οὐσιῶν σημαίνουσιν· ὡς γὰρ αἱ δεύτεραι οὐσίαι ὁμοιότητα σημαίνουσαι τῶν κατὰ μέρος οὐσιῶν οὐσίαι εἰσίν, οὕτω καὶ αἱ διαφοραὶ ἀνομοιότητα οὐσιῶν σημαίνουσαι οὐσίαι εἰσί· τῶν γὰρ ἀντιδιαιρουμένων μία ἡ ἐπιστήμη, τοῦτ’ ἔστιν ὁμοιότητος καὶ ἀνομοιότητος. τρίτον ἐπιστήσωμεν ὅτι πῶς ἀνωτέρω ἐλέγομεν τὰ γένη καὶ τὰ εἴδη ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, νῦν δὲ ἐν τῷ ὁποῖόν τί ἐστι. καὶ λέγομεν ὅτι ἀμφότερα ἀληθῆ· εἰ μὲν γὰρ λάβῃς αὐτὸ τὸ ἐγκατατεταγμένον πρᾶγμα καὶ οὐ τὸ σχετικὸν ἐν τοῖς κατὰ μέρος ζῶον ἢ τὸν ἄνθρωπον, ἐν τῷ τί ἐστι κατηγορεῖται, εἰ δὲ τὸ ἐξῃρημένον, τοῦτ’ ἔστι τὸ πρὸ τῶν πολλῶν καὶ σχετικόν, ἐν τῷ ὁποῖόν τι ἐστι κατηγορεῖται· ὁμοιότητα γὰρ οὐσιῶν δηλοῖ· εἰ μὲν γὰρ αὐτὸ τὸ πρᾶγμα καθ’ αὑτὸ σκοποῦμεν ἀσχέτως καὶ τὴν φύσιν αὐτοῦ, τῷ τί ἐστι χρώμεθα τοῦτο γὰρ ὁρισμοῦ πρόσρημα καὶ φύσεως καὶ τοῦ εἶναι δηλωτικόν), εἰ δὲ τὴν σχέσιν καὶ ὁμοιότητα ζητοῦμεν, ἣν ἔχει τὸ καθόλου πρὸς τὰ κατὰ μέρος, τῷ ὁποῖόν τί ἐστι χρώμεθα· ὁ γὰρ καθόλου ἄνθρωπος ἢ τὸ ζῷον, ὁμοιότητα δηλοῦντα τῶν οἰκείων μερῶν ἡ εἰδῶν, τοιόνδε τι σημαίνουσι καὶ ὁμοιότητα οὐσιώδη δηλοῦσι. τέταρτον ἐπιστήσωμεν ὅτι ὁ μὲν Ἀριστοτέλης τόδε τι καλεῖ τὴν ἄτομον οὐσίαν, τοιόνδε τὴν δευτέραν, ὁ δὲ Πλατῶν ὑπεναντίως αὐτῷ. καὶ λέγομεν ὅτι ἀμφότερα ἀληθῆ· ἑκάτερος γὰρ τὸ μὲν ὡρισμένον τόδε καλεῖ, τὸ δὲ ἀόριστον τοιόνδε. ἔστι δὲ ἐν ἑκατέρῳ καὶ ὡρισμένον καὶ ἀόριστον· ἐν μὲν τῇ ἀτόμῳ οὐσίᾳ ὡρισμένον μὲν τὸ ἓν τῷ ἀριθμῷ, ἀόριστον δὲ τῷ μηδὲ τὴν περὶ αὐτῆς προσηγορίαν ἀναμένειν, οἷον Σωκράτης ἐν ῥοῇ γὰρ καὶ ἀπορροῇ τὸ εἶναι ἔχει, ὥσπερ καὶ τὰ ἄλλα φυσικὰ ἐν παντὶ νῦν μεταβάλλει· ἐν ·γὰρ τῷ λέγειν ‘κάλεσον τὸν καθήμενον’ ἀνίσταται καὶ οὐκ ἀνέμεινε τὴν οἰκείαν προσηγορίαν), ἐπὶ δὲ τῆς δευτέρας οὐσίας ὡρισμένον τὸ ἀμετάβλητον οἷον τοῦ καθόλου ἀνθρώπου καὶ τοῦ ζῴου, ἀόριστον δὲ τῷ ἀλλάσσεσθαι τὸ καθόλου, ὅταν πολλῶν ἔχωμεν ἔννοιαν· εἰ γὰρ εἴπω ‘ἄνθρωπος’, περιέλαβον [*](1 γὰρ Urb. 35 : δέ HKP ποτε superscr. P ταῖς οἰκείαις προσηγορίαις Κ 2 σημαίνουσι . . τὰ πp. πp. Urb. 35: σημαίνονται . . τὰ πp. ὑπὸ πράγματα (sic) HKP 3 καὶ Urb. 35: om. HKP 4 pr. σωκp.—ὅτι τὸ om. P 13 ἀνωτέρω] p. 57,32 al. 14 κατηγορεῖσθα—ἐστι in lurg. siippl. P 16 an σχετ. Ε; ? 17 τοῦτ’ eoTt] τοῦ τί ἐστι KP 19 σκοπῶμεν IIP 20 πρόρρημα P 25 ἐπιστήσομεν P 26 Πλάτων] cf. Zelleri Phil. Gr. ΙΙ p. 552 27 ὁρισμ. H 28 ὁρισμ. P alt. καὶ om. P 29 τὸ] xdi P alt. τῷ Urb. 35: τὸ HKP γὰρ om. P 35 ἔχωμεν scripsi: ἔχομεν HKP)
    178
    τὸν Σωκράτην. πέμπτον δὲ καὶ τελευταῖον δεῖ ἐπιστῆσαι ὅτι παρὰ τὴν ἄγνοιαν τούτου τοῦ σημαινομένου γίνονται οἱ οὔτιδες παραλογισμοὶ κατὰ τὸν παρ’ Ὁμήρῳ Ὀδυσσέα ἐν καιρῷ Οὖτιν αὑτὸν καλέσαντα. ἔχει δὲ ὁ παραλογισμὸς οὕτως· ὅστις ἐν Ἀθήναις, οὗτος οὐκ ἐν Μεγάροις, ἄνθρωπος δὲ ἐν Ἀθήναις, ἄνθρωπος ἄρα οὐκ ἐν Μεγάροις. καὶ λέγομεν ὅτι παραλογισμός ἐστιν ἐν τῷ τίς· τὸ γὰρ ὅστις ὁ μὲν ἐπὶ τοῦ καθόλου βιάζεται αὑτῷ εἶναι, ὅπερ ἐστὶ ψεῦδος, ὁ δὲ ἐπὶ τοῦ μερικοῦ αὐτὸ λαμβάνει. | καὶ [*](253v) ἀληθής ἐστιν ὁ λόγος τότε, ἐὰν τὸ μερικὸν λαμβάνωμεν· ὁ γὰρ τὶς ἄνθρωπος, φέρε εἰπεῖν Σωκράτης ἢ ἄλλος τις τῶν κατὰ μέρος ἀνθρώπων, ὁ ὢν ἐν Ἀθήναις ἐν Μεγάροις οὐκ ἔστιν, ἵνα μὴ διασπασθῇ αὐτὸς ἑαυτοῦ. οὕτω δὲ δεῖ λέγειν· ὅστις ἐν Ἀθήναις, οὗτος οὐκ ἐν Μεγάροις· Σωκράτης ἐν Ἀθήναις, Σωκράτης ἄρα οὐκ ἐν Μεγάροις. ταῦτα ἔχει ἡ θεωρία.

    p. 3b24 Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι.

    Ἐπειδὴ τὸ τρίτον ἴδιον τῆς οὐσίας, τὸ τόδε τι σημαίνειν, καὶ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν καὶ διὰ τοῦτο μᾶλλον ἴδιον αὐτῆς δοκοῦν εἶναι, δοκεῖ οὐχ ὡς πράγματι αὐτῇ ὑπάρχειν ἀλλ’ ὡς φωνῇ σημαντικῇ τὸ γὰρ σημαίνειν φωνῆς), οὐ πρότερον καταπαύει ὁ Ἀριστοτέλης τὸν περὶ τῶν ἰδίων λόγον, πρὶν ἂν εὕροι ἴδιον τῆς οὐσίας τὸ ὡς πράγματι αὐτῇ ὑπάρχον. καὶ ἐπειδὴ ὡς πράγματι ὑπάρχει τῇ οὐσίᾳ τὸ τῶν ἐναντίων αὐτὴν εἶναι δεκτικήν, τῷ δὲ τῶν ἐναντίων αὐτὴν εἶναι δεκτικὴν ἕπεται τὸ μηδὲν ἔχειν ἐναντίον, τούτῳ δὲ ἕπεται τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα τὰ τρία ἴδια παραδοὺς τῆς οὐσίας καταπαύει τὸν περὶ τῆς οὐσίας λόγον καὶ τῶν ἰδίων αὐτῆς. καὶ ἕκτον μὲν καὶ κυρίως παραδίδωσι τελευταῖον ἴδιον τὸ τῶν ἐναντίων δεκτικὴν αὐτὴν εἶναι, τέταρτον δὲ ἴδιον τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον. καὶ τοῦτο πιστοῦται ἐκ τῆς ἐπαγωγῆς· οὔτε γὰρ τῇ πρώτη, φησίν, ἐστί τι ἐναντίον οὔτε τῇ δευτέρᾳ. καὶ ταῦτα δι’ ἑτέρας ἐπαγωγῆς πιστοῦται· τῇ γὰρ πρώτῃ, φησίν , οὐκ ἔστιν ἐναντίον, ἐπειδὴ Σωκράτει οὐδέν ἐστιν ἐναντίον, τῇ δευτέρᾳ οὐδέν ἐστιν ἐναντίον, ἐπειδὴ οὔτε ζῴῳ οὔτε ἀνθρώπῳ· πολὺ γὰρ τὸ ἐπαγωγικὸν ἐν τῇ παρούσῃ πραγματείᾳ περὶ γενικωτάτων οὔσῃ· τὰ γὰρ γενικώτατα πρὸ αὑτῶν οὐδὲν ἔχει, πάντα μετὰ ταῦτα. ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν δευτέρων καὶ μερικῶν τὸ καθόλου πιστοῦται, ἡ δὲ ἀπόδειξις οὐχ οὕτως, ἀλλ’ ἐκ τῶν ἐπάνω τὰ κά καὶ ἐπειδὴ παχυμερὴς ἡ ἐπαγωγὴ ὡς μὴ ἐπὶ πάντων ἀληθεύουσα, [*](1 post Σωκp. addas καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην ἐπιστῆναι HP 3 παρ’ Ὁμήρῳ] ι 366 οὔτι P 6 τὸ γὰρ ὥστις (sic) in mrg. suppl. P 7 αὑτῷ] αὐτῶ H: αὐτὸ 9 ἄλλο ΗΡ 10 μὴ om. K 12 σωκράτης ἄρα οὐκ ἐν evan. H ταῦτα—θεωρία in rarg. suppl. H 13 αὐτ. ἐν. coll. Arist. 15 alt. τό om. K 17 αὐτῆς KP 19 ὑπ. αὐτὴ coll. Κ ἐπεὶ H 22 δέχεσθαι KP tert. to cm. Κ post ταῦτα add. γὰρ HP 23 ἰδίων—τελευταῖον (24) om. P 24 ante τελ. add. τὸ Κ 25 post οὐσίας add. ἐστὶ HP 27 φησίν] φύσει Κ 28 γὰρ οm. H 29 τῆ δευτέρα—ἐναντίον om. P 31 πρό αὐτῶν] πρὸ αὐτῶν Urb. 35: προσαιτῶν HKP)

    179
    φέρε ἡμεῖς δι’ ἑτέρου ἀναγκαστικωτέρου τρόπου τοῦτο ἀποδείξωμεν. δεῖ εἰδέναι ὅτι ἐγήγερται τοῖς πράγμασι φυσικὸς καὶ ἀκήρυκτος καὶ ἄσπονδος πόλεμος, ὅταν δύο τινῶν μαχομένων ἀλλήλοις ἑκάτερος ἐγκρατὴς βούληται γενέσθαι τοῦ ὑποκειμένου, μὴ δύνηται δὲ τὸ ὑποκείμενον ἀμφότερα ἐν τῷ αὐτῷ νῦν δέξασθαι τὰ ἐναντία διὰ τὸ παρὰ μέρος αὐτὸ εἶναι τῶν ἐναντίων δεκτικόν. εἰ οὖν τὰ μαχόμενα περὶ ἓν ὑποκείμενον μάχονται, ὥς φησιν ὁ Πλωτῖνος (περὶ γὰρ τῶν τόπων ἡ μάχη) δεῖ εἰδέναι ὅτι ὑποκείμενον λέγεται ὁ τόπος· ἕκαστον γὰρ ἐναντίον τόπον ἔχει ἴδιον, καὶ οὐδέποτε μάχονται τὰ ἐναντία πόρρω ἀφεστῶτα, ἀλλ’ ἁπτόμενα | ἀλλήλων ἢ καὶ [*](254r) συμπλακέντα, καὶ ἐν ἑνὶ ὄντα τόπῳ μάχονται τί κρατήσει τοῦ τόπου· ἀδύνατον γὰρ ἀστασίαστα μένειν τἀναντία ἐν ἑνὶ ὄντα τόπω· ὑποκείμενον οὖν τὸν τόπον ἀκουστέον, ἐν ᾧ μάχονται τἀναντία, καὶ οὐ τὸ ἄποιον σῶμα], τὰ ἄρα μαχόμενα ἐν ὑποκειμένῳ· διὰ τὴν σὺν ἀντιθέσει <ἄρα> ἐκ τοῦ ἑπομένου γενομένην τῷ μὴ ἐν ὑποκειμένῳ <ὃσα μὴ ἐν ἐστίν, οὐκ ἔχει ἐναντίον ὡς τῆς ἀφορμῆς τοῦ μάχεσθαι ἀπηλλαγμένα· ἡ δὲ οὐσία οὐκ ἐν ὑποκειμένῳ>. οὐκοῦν τῇ οὐσίᾳ οὐκ ἔστιν ἐναντίον ἀλλὰ τοῦτο τὸ τέταρτον εἰρημένον ἴδιον πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μόνῃ δέ· οὐδὲ γὰρ ἀντιστρέφει ὁ λόγος· εἰ γὰρ καὶ πάντα τὰ μαχόμενα ἐν ὑποκειμένῳ, ἀλλ’ οὐ πάντα τὰ ἐν ὑποκειμένῳ μάχονται ἀλλήλοις· τῷ γὰρ σχήματι οὐδέν ἐστιν ἐναντίον οὐ γάρ ἐστι τρίγωνον τριγώνῳ ἐναντίον οὐδὲ τετράγωνον τετραγώνῳ, ἐπεὶ μηδὲ τὸ μᾶλλον καὶ ἧττον δέχονται, εἴ γε τὸ τρίγωνον οὐ γίνεται ἑαυτοῦ μᾶλλον τρίγωνον ἢ ἧττον, ἀλλὰ μεῖζον μὲν λέγεται τρίγωνον τριγώνου, μᾶλλον δὲ τρίγωνον τριγώνου οὐκ ἔστιν εἰπεῖν, εἴ γε πᾶν τρίγωνον τὸν ὁρισμὸν τοῦ τριγώνου ἐπιδέχεται), οὐδὲ τοῖς μέσοις τῶν χρωμάτων, φαιῷ ἢ ξανθῷ· τὰ γὰρ ἐναντία τῇ πλείστῃ διαστάσει κρίνεται· πλεῖστον δὲ διέστηκεν οὐ τὸ μέσον τοῦ ἄκρου ἀλλὰ τὸ ἄκρον τοῦ ἄκρου. καὶ τῷ ὡρισμένῳ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει. εἰ δὲ καὶ συγχωρήσομεν τῷ ἀορίστῳ ποσῷ εἶναι ἐναντίον, τὸ μικρὸν τῷ μεγάλῳ καὶ τὸ πολὺ τῷ ὀλίγῳ , δειχθήσεται ὅτι οὐδὲ τούτοις ἐστί τι ἐναντίον, διότι τὸ μέγα ἐκ μικρῶν πολλῶν συνέστηκε καὶ τὸ πολὺ ἐξ ὀλίγων πολλῶν· εἰ οὖν περιέχουσιν ἑαυτά, οὔκ εἰσιν ἐναντία συστατικὰ ὄντα ἑαυτῶν· τὰ δὲ ἐναντία ἀεὶ φθαρτικὰ ἀλλήλων καὶ οὐδέποτε συστατικά. ταῦτα ὁ Ἀριστοτέλης καὶ ἕτερον οὐδέν.

    Ἀποροῦσι δὲ τρία ἄπορα. πρῶτον μὲν πῶς λέγεται ἡ οὐσία μηδὲν ἔχειν ἐναντίον· ἐν γὰρ τῷ Περὶ γενέσεως καὶ φθορᾶς φησι τὰ στοιχεῖα μάχεσθαι ἀλλήλοις, τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ. καὶ λύει ὁ [*](1 ἀναγκαστικοτέρου H: ἀναγωγικοῦ Κ: ἀναγωγικωτέρου P 5 παρὰ Urb. 35: κατὰ HKP 6. 7 ὁ Πλωτῖνος] cf. Enu. II 4,6 sq sq. Ill, 6,18 extr. 7 δεῖ—σῶμα (12) delevi 10 ἐν om. Η τί scripsi: τίς libri 11 ante ἐν add. καὶ KP 13 μαχώμενα Η alt. ἄρα ex Urb. 35 inserui Ι4 ὅσα—οὐκ ἐν ὑποκειμένῳ (16) ex Urb. 35 inserui 18 οὐδὲ scripsi: οὔτε iiliri 24 εἰπεῖν ora. HP ἐπειδέχεται Η: δέχεται P 25 φαιὸν φαιὸν ἡ ξανθόν HP 28 τῷ διπήχει ἢ τριπήχει scripsi: τὸ δίπηχυ ἣ τρίπηχυ libri συγχωρήσωμεν H 30 τι] τὸ Κ συνέστηκε—πολλῶν (31) in mrg. siippl. P 31 αὐτά H 35 Περὶ γεν. καὶ φθοp.] cf. Β 3 p. 330a30 sq.)

    180
    ᾿Αλέξανδρος λέγων ῾οὐ καθόλου ἑαυτοῖς μάχονται τὰ στοιχεῖα· οὐ δήπου γὰρ καὶ κατὰ τὸ σῶμα, ἀλλὰ ποιότης ποιότητι, θερμότης ψυχρότητι καὶ ὑγρότης ξηρότητι’ ὁ δὲ Συριανὸς ἐπικρίνας πλέον φησὶν ‘ οὐδὲ κατὰ τὰς ποιότητας μάχονται, εἰ οὐσιώδεις ληφθεῖεν· οὐ γὰρ ἁμιλλᾶται ἡ θερμότης ψυχρότητί τινι, ἐὰν ἐν πυρὶ γένηται, ἢ ἐν ὕδατι ψυχρότης θερμότητι, ἐπεὶ ἦν ποτε εὑρεῖν καὶ πῦρ ψυχρόν. ἀλλὰ κἄν φθείρῃ ποιότης ποιότητα, ὡς ἐν ἀποίῳ σώματι δεῖ τότε αὐτὰς λαβεῖν· τότε γὰρ καὶ συμβεβηκότα εἰσὶ καὶ γίνονται καὶ ἀπογίνονται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου.’ δευτέρα ἀπορία· ὅτι εἰ τῇ οὐσίᾳ οὐδὲν | ἐναντίον ἐστί, πῶς ὁ λόγος καὶ ὁ θυμὸς [*](254v) μάχονται ἀλλήλοις; οὐσίαι γὰρ ταῦτα· τρία γὰρ μέρη τῆς ψυχῆς, λόγος, θυμὸς καὶ ἐπιθυμία. καὶ μάχεται ὁ θυμὸς καὶ ὁ λόγος, ὥς φησιν ἡ Μήδεια
  • θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.
  • καὶ λέγομεν ὅτι οὐ κατὰ τὰς οὐσίας ἡ μάχη, ἀλλὰ κατὰ τὰς ἐνεργείας· θυμὸς γὰρ καὶ λόγος οὐσίαι, τὸ δὲ θυμοῦσθαι καὶ λογίζεσθαι ἐνέργειαι εἰ δὲ ἐπαπορεῖ τις λέγων ὅτι αἱ ἐναντίαι ἐνέργειαι ὑπὸ ἐναντίων δυνάμεων προβάλλονται, αἱ δὲ ἐναντίαι δυνάμεις ὑπ’ ἐναντίων οὐσιῶν, κακῶς λέγει· ἡ γὰρ αὐτὴ οὐσία ἐναντίας προβάλλεται ἐνεργείας, ὡς ἡ δόξα· αὐτὴ γὰρ τὸ ὅτι μόνον εἰδυῖα ποτὲ μὲν δοξάζει ὅτι ἡ ψυχὴ θνητή ἐστι, πεισθεῖσα δὲ ὑπὸ ἐπιστήμονος δοξάζει πάλιν τὸ ἀληθὲς ὅτι ἀθάνατος ἡ ψυχή)· καὶ ὅτι οὐδέποτε συσπένδονται τὰ ἐναντία· ὁ δὲ θυμὸς εἴκει ποτὲ τῷ λόγῳ, καθώς φησιν ’Oδυσσεὺς
  • τέτλαθι δή, κραδίη · καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.
  • τρίτη ἀπορία· εἰ μή ἐστί τι ἐναντίον τῇ οὐσίᾳ, πῶς λέγομεν ἐχθροὺς τοὺς ἀνθρώπους, εἴ γε οἱ ἄνθρωποι οὐσίαι εἰσί; καὶ λέγομεν ὅτι οὐ καθὸ οὐσίαι μάχονται, ἀλλὰ συμβεβηκός τι ἐποίησεν αὐτοὺς ἐχθρούς, ἡ παροινία αὕτη δὲ συμβαίνει, ἐπειδὴ καὶ ἡ γνῶσις αὐτὴ συμβαίνει), καὶ ὅτι οὐ συσπένδονταί ποτε τὰ ἐναντία, ὡς ἐπὶ τᾶν δὲ τὰς μεγίστας ἔχθρας μέγισται φιλίαι διαδέχονται, καὶ ὅτι ἑαυτοὺς ἐποίησαν συμβεβηκότα τῶν ἑαυτοῖς ὑπαρχόντων ἔστι γὰρ αὐτῶν ἀκοῦσαι λεγόντων ὅτι ‘ τὴν οὐσίαν μου ὅρπασας’), οὐσίαν καλοῦντες τὰ χρήματα καὶ ἑαυτοὺς συμβεβηκότα ποιοῦντες, καὶ οὐδὲ εὐτυχῆ συμβεβηκότα ἀλλὰ συμβεβηκότα συμβεβηκότων, τοῦτ’ ἔστι τῶν ἰδίων πραγμάτων.

    p. 3b33 Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον τὸ ἧττον.

    To τέταρτον ἴδιον τῆς οὐσίας, τὸ μηδὲν ἔχειν ἐναντίον, ἀποκύει καὶ ἄλλο ἴδιον, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· τὰ γὰρ ἐναντία [*](2 τὸ om. K οὐκὲ] οὐ Κ Urb. 35: ἐὰν ΗΚΡ 6 ποιότητι (alt. l.) P 7 αὐτὰς scripsi: αὐτὰ libri 11 ὁ (utrobique) om. H Μήδεια] Eur. Med. 1067 13 ὅτι om. P 14 εἰ—ἐνέργειαι (15) om. KP 16 καλῶς KP Xeyet] ἔχει H 21 Ὀδυσσεύς] Horn, ὒ 18 22 ἄλλο ποτ’ ἔτλης Urb. 35: ἀλλ’ ὁπότερον θέλεις HKP 24 οἱ om. P ὅτι om. HP 26 γνῶσις αὐτὴ Urb. 35: αὐτῆς γνῶσις HKP 27 πόται Η 29 post ἥρπασας addita αὐτῶν ἀκοῦσαι λεγόντον del. P 30 εὐτυχῆ Urb. 35: ἐν τύχῃ ΗΚΡ 32 οὐκ] μὴ Arist. 35 τὸ (ante ἧττον) om. H)

    181
    τέλη εἰσιν, <τὸ δὲ μᾶλλον καὶ ἧττον> ὁδὸς ἐπὶ τἀναντία. καὶ ἐναντία, φέρε εἰπεῖν, τὸ λευκὸν καὶ τὸ μέλαν, ἃ καὶ τέλη εἶναι λέγει, μᾶλλον δὲ καὶ ἧττον τὴν ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν μεταβολὴν ἢ τοῦ μέλανος εἰς λευκόν, μὴ ἀθρόως γινομένην ἀλλ’ ὁδῷ τινι κεχρημένην, τῇ κατὰ πρόσβασιν ἐκ τοῦ λευκοῦ ἢ τοῦ μέλανος εἰς τὸ ἕτερον μεταποιήσει. ὅπου τοίνυν τὰ ἐναντία, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ ἧττον, καὶ ὅπου τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐκεῖ καὶ τἀναντία. καὶ πάλιν ὅπου τἀναντία οὐκ εἰσίν, οὐδὲ μᾶλλον οὐδὲ ἧττον, καὶ ὅπου οὐδὲ μᾶλλον οὐδὲ ἧττον, ἐκεῖ οὐδὲ ἐναντία εἰσίν· ἀεὶ γὰρ ταῦτα τὰ τέσσαρα συμβαίνει ἀλλήλοις τὰ εἰρημένα. ἀλλὰ ταῦτα ἀληθῆ καὶ κατὰ Πλάτωνα· <κατὰ γὰρ Πλάτωνα> πάντα οὐδὲν γὰρ ἀθρόως, φησί, μεταπηδᾷ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ πάντως ἐναντίον, οἷον τὸ λευκὸν οὐκ ἀθρόως μεταπηδᾷ, ἀλλ’ ὁδῷ τινι κέχρηται καὶ γίνεται ἧττον λευκὸν καὶ ἔτι ἧττον καὶ ἧττον καὶ οὕτω | μέλαν. κατὰ [*](255r) Ἀριστοτέλην δὲ οὐ πάντα ἔμμεσα τἀναντία, ἀλλ’ οἶδε καὶ ἄμεσα ἐναντία, εἰ καὶ δύο μόνα, ἄρτιον καὶ περιττὸν καὶ νόσον καὶ ὑγείαν. τινὲς δέ φασιν ὅτι καὶ τούτων εἰσὶ μέσα· τοῦ γὰρ ἀρτίου τοῦ δίχα διαιρουμένου μέσα τρία, ὁ ἀρτιάκις ἄρτιος, ὅστις ἕως μονάδος δίχα διαιρεῖται, ὡς ὁ τριάκοντα δύο εἰς δεκαὲξ καὶ ὀκτὼ καὶ τέσσαρα καὶ δύο καὶ μίαν, καὶ ὁ περισσάρτιος, ὅστις πολλὰς τομὰς ἀρτίας δεκξάμενος εἰς περιττὸν ἀριθμὸν λήγει, ὡς 6 τεσσαράκοντα ὀκτὼ εἰς εἴκοσι τέτταρα καὶ δώδεκα καὶ ἓξ καὶ εἰς περιττὸν λήγει τὸν τρία, καὶ ὁ ἀρτιοπέριττος, ὃς δίχα μὲν διαιρεῖται, εὐθέως δὲ τὰ τμήματα αὐτοῦ περιττά εἰσιν, ὡς ὁ ὀκτὼ καὶ δέκα εἰς ἐννέα καὶ ἐννέα διαιρούμενος. ἀλλὰ τούτων μὲν τῶν ἀριθμῶν, φημὶ ἀρτίου καὶ περιττοῦ, μέσοι, ὥς φασιν, οἱ εἰρημένοι, νόσου δὲ καὶ ὑγείας ἡ ἀνακομιδή. ὁ δὲ Ἀριστοτέλης εἰκότως φαίη ἄν πρὸς τούτους ὅτι ἀπλῶς ἀρτίου καὶ ἀπλῶς περιττοῦ οὐδείς ἐστι μέσος, ὑμεῖς δὲ τινὰ ἄρτιον ἐλάβετε· ὁ γὰρ ἀρτιάκις ἄρτιος τὶς ἄρτιός ἐστιν, οὐχ ἀπλῶς ἄρτιος. καὶ νόσου καὶ ὑγείας οὐδέν ἐστι μέσον· εἰ γὰρ καὶ νομίζεται εἶναι μέσον ἡ ἀνακόμισις κατὰ τοὺς ἰατρούς, οἳ τῷ πρὸς αἴσθησιν κατὰ φύσιν καὶ παρὰ φύσιν ἐξετάζοντες ὑγείαν καὶ νόσον λέγουσι μέσην τὴν ἀνακόμισιν, ἀλλ’ ὁ Ἀριστοτέλης τῷ ἀκριβεῖ κατὰ φύσιν καὶ παρὰ φύσιν κρίνων τὴν ὑγείαν καὶ τὴν νόσον οὐδὲν λέγει μέσον αὐτῶν εἶναι. ταῦτα ὁ Ἀριστοτέλης.

    Ἔξωθεν δὲ ἀποροῦσιν ὅτι ἀνωτέρω ἔλεγεν ὅτι ἡ οὐσία ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, νῦν δὲ λέγει ὅτι οὐκ ἐπιδέχεται. καὶ λύομεν τὴν [*](1 τέλη scripsi: τέλους HKP (cf. Arist. Metapli. I 4 p. 1055a12 sq.) τὸ δὲ μ. καὶ ἧττον ex Urb. 35 inserui 28 τέλους HP 4 γινομένη et κεχρημένη Η 7 τὸ (ante ἧττον) om. Κ 8 καὶ ὅπου οὐδὲ] ὅπου δὲ P 10 κατὰ γὰρ Πλάτωνα inserui (cf. οὐδὲ p. 67 E sq.) πάντα om. KP; an πάντα τἀναντία ? (cf. v. 14) 11 οὐδὲν scripsi: οὐδὲ libri ἀπὸ τοῦ—μεταπηδᾶ (12) in πάντα mrg. suppl. H 15 εἰ καὶ om. K et Urb. 35: ἢ HP ἄρτιον κτλ.] cf. Cat. c. 10 p. 12a4.46 ὅτι om. KP 17. 18 τριακοστὸς δεύτερος libri 18 ὠκτὼ P 19 περισάρτιος H ὃς K: ὅτις P 20 6 om HP τεσσαρακοστὸς ὄγδοος libri 21 xov om. K 24 ἀνακόμισις K 29 xuit Urb. 35: τὸ HP: τὰ K ὑγείας καὶ νόσου K 30 6 om. H 31 παρὰ scripsi: πρὸς τὴν HKP 33 ἀνωτέρω] p. ὑγείας 34 to (ante ἧττον) om. H)

    182
    ἀπορίαν οὕτως· ὅτι καὶ ἐπιδέχεται καὶ οὔ· αὐτὴ γὰρ πρὸς ἑαυτὴν παραβαλλομένη οὐ λέγεται μᾶλλον καὶ ἧττον ἄνθρωπος γὰρ ἀνθρώπου οὐ λέγεται μᾶλλον ἄνθρωπος, οὐδὲ αὐτὸς ἑαυτοῦ), ἡ μέντοι ἄτομος οὐσία πρὸς τἀς γενικὰς καὶ εἰδικὰς παραβαλλομένη μᾶλλον οὐσία ἐστί. δευτέρα ἀπορία· ὅτι πῶς ὁ Ἀριστοτέλης ἀεὶ ἔθος ἔχων ἐν τῇ ἀποδόσει τῶν ἰδίων τῆς οὐσίας λέγειν εἴ τε μόνῃ ὑπάρχει ἢ οὐ μόνῃ καὶ εἰ πάσῃ ἢ οὐ πάσῃ, νῦν οὐδενὸς τούτων ἐμνήσθη; καὶ λέγομεν λύσιν τοιαύτην· ὅτι ὡς συνεπικριθὲν αὐτὸ ἔχομεν τῷ πρὸ τούτου ἰδίῳ, νῦν παρῆκεν αὐτό· εἰ γὰρ τῷ μηδὲν ἔχειν ἐναντίον, ὅπερ ἦν πρὸ τούτου ἴδιον, ἕπεται τὸ μὴ δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐκεῖνο δὲ οὐ μόνῃ τῇ οὐσίᾳ ὑπῆρχεν, οὐδὲ τοῦτο μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, ἀλλὰ καὶ τῷ ποσῷ· τὸ γὰρ τρίπηχυ ἢ τετράπηχυ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδὲ τὸ πέντε ἢ τὸ δέκα. τρίτη ἀπορία· εἰ τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται ἡ οὐσία, πῶς ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς λέγει τὸν ἀέρα ἧττον θερμὸν ὡς πρὸς πῦρ, οὐσίαι δὲ ταῦτα; καὶ λύει ὁ Ἀλέξανδρος λέγων ὅτι οὐ καθὸ οὐσίαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπι|δέχονται, ἀλλὰ κατὰ τὰς ποιότητας. [*](255v) ὁ δὲ Συριανὸς ὅτι οὐδὲ κατὰ τὰς ποιότητας τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται, ἐὰν οὐσιώδεις ληφθῶσιν· ἑκάστη γὰρ πλείστη ἐστὶν ἐν τῷ οἰκείῳ ὑποκειμένῳ, καὶ οὐ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσιν· εἰδοπεποίηνται γὰρ ταῦτα καὶ ὑφέσεις εἰδῶν εἰσιν. ἢ καὶ ἄλλως· ὅτι τὸ ἧττον ὅπερ τὸ μᾶλλον γινόμενον οὐκ ἐξέστη τοῦ οἰκείου εἴδους, ὁ δὲ ἀὴρ ἀμετρίαν πυρίας θερμότητος ἐπιδεξάμενος ἀπώλεσε τὸ ἀὴρ εἶναι.

    p. 4a10 Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῶ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν.

    Ἕκτον ἴδιον τῆς οὐσίας τὸ μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ ἀριθμῷ δεκτικὴν εἶναι τῶν ἐναντίων παρὰ μέρος. καὶ καλῶς πρόσκειται τὸ παρὰ μέρος, ἐπειδὴ οὐχ ἅμα λευκαίνεται καὶ μελαίνεται ὁ Σωκράτης, οὐδὲ ἅμα νοσεῖ καὶ ὑγιαίνει. τὸ δὲ μίαν καὶ τὴν αὐτὴν τῷ ἀριθμῷ καλῶς πρόσκειται, ἐπειδὴ καὶ ὁ ἀριθμὸς δέχεται τἀναντία, ἄρτιον καὶ περιττόν, ἀλλ’ οὐχ εἷς τῷ ἀριθμῷ, ἀλλ’ εἷς τῷ εἴδει. ἄλλως τε δὲ οὐδὲ ὡς ἐν ἀρὶ συνίσταται τὸ ἄρτιον καὶ περιττόν, ἀλλ’ ὡς ἐν ὕλῃ τῇ δυναμένῃ καὶ εἰς ἄρτιον καὶ εἰς περιττὸν διαιρεῖσθαι· ὕλης γὰρ ἴδιον τὸ ἄλλοτε ἄλλο εἶδος [*](1 αὐτὴ scripsi: αὕτη HKP 2 γὰρ—ἄνθρωπος (3) iter. P 3 μέντι P 4 καὶ εἰδικὰς om. P ἰδικὰς H 5 τῶν ἰδίων om. KP 6 καὶ om. KP alt. εἰ scripsi: ἢ libri 8 alt. τῷ] τὸ HP 10. 12 τό (ante ἧττον) om. H 13 τὸ ἧττον P 14 ἐν τῷ Περὶ γεν. καὶ φθ.] cf. Bop. 330b25 15 πρὸς] πυρὸς Κ ὅτι om. KP 16 τὴν ποιότητα KP 19 ante εἰδοπ. add. ὡς P 21 ἀμετρίαν om. KP πυρίαν Κ 22 ἀὴρ] ἀεὶ Κ 26 οὖσαν iter. P 27 δεκτικὸν P καὶ om. Κ 29 δέ om. HP τῶ ἂp.] τῶ ὁρισμῶ P: cm. Κ 30 ἄρτιον om. P 31 εἴδει] ὐποκειμένω K ἄλλως τε δὲ Urb. 35: -rui ποτε HP: om. Κ 32 καὶ περιττόν—ἄρτιον (33) in mrg. suppl. H ante περιττόν add. τὸ Κ)

    183
    δέχεσθαι καὶ εἰδοποιεῖσθαι. τὸ ἄρτιον τοίνυν καὶ τὸ περιττὸν εἴδη νοείσθωσαν. οὐκοῦν ὁ ἀριθμὸς ὕλῃ ἀναλογεῖ δεχόμενος τὰ εἴδη ταῦτα καὶ ποτὲ μὲν ἄρτιος ποτὲ δὲ περιττὸς γινόμενος. κἀπὶ τῶν λοιπῶν παραδειγμάτων ἀναλόγως νοητέον τὸ εἰρημένον· τὸ γὰρ πηχυαῖον ξύλον καὶ εἰς ἄρτιον διαιρεῖται καὶ εἰς περιττόν. καὶ οἱ ἄρτιοι δὲ ἵπποι δύνανται καὶ περιττοὶ γενέσθαι ἑτέρου προσθήκῃ. ἀλλὰ καὶ τὸ χρῶμα εἰ καὶ δέχεται τἀναντία, οἷον λευκὸν καὶ μέλαν, ἀλλ’ οὐχ ἓν ἰῷ ἀριθμῷ ὄν, ἀλλὰ τῷ εἴδει ἕν. τοῦτο δὲ τὸ ἴδιον μόνῃ τῇ οὐσίᾳ ὑπάρχει διὰ τοιοῦτον λόγον· τὸ τῶν ἐναντίων δεκτικὸν συμβεβηκότων ἐστὶ δεκτικόν (πάντα γὰρ τἀναντία συμβεβηκότα), τὸ συμβεβηκότων δεκτικὸν συμβεβηκόσιν ὑπόκειται τὸ συμβεβηκόσιν ὑποκείμενον οὐσία ἐστί, μόνῃ ἄρα <τῇ> οὐσίᾳ ὑπάρχει οὐ πάσῃ δέ· αἱ γὰρ δεύτεραι οὐσίαι ἄτρεπτοι οὖσαι οὐ δέχονται τἀναντία. ἀλλ’ οὐδὲ πάσαις ταῖς ἀτόμοις τοῦτο ὑπάρχει· τὰ γὰρ οὐράνια ἄτρεπτα ὄντα οὐ δέχονται τἀναντία. ἀλλ’ οὐδὲ πᾶσαι αἱ ἐνταῦθα ἄτομοι οὐσίαι ἐπιδέχονται τἀναντία, ὥς τινες ὑπέλαβον τὸν κύκνον, εἰ τύχοι, κατὰ τὸ λευκὸν μὴ μεταβάλλοντα. πρὸς οὓς ῥητέον ὅτι εἰ καὶ τὴν ἐναντιότητα ταύτην μὴ ἐπιδέχεται, ἀλλ’ οὖν ἑτέραν δέχεται, τὴν κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν. ταῦτα ἐν τούτοις.

    Ἀπορεῖ δὲ πρὸς ἑαυτὸν ὁ Ἀριστητέλης ὅτι οὐ μόνῃ <τῇ> οὐσίᾳ τοῦτο · δοκεῖ γὰρ καὶ ὁ λόγος καὶ ἡ δόξα ἐπιδέχεσθαι τἀναντία, ὧν ὁ μὲν λόγος ποσὸν ἡ δὲ δόξα ποιόν, ἄμφω δὲ λόγοι, ἀλλ’ ὁ μὲν προφορικὸς [*](256r) ὁ δὲ ἐνδιάθετος· ὁ γὰρ λόγος ὁ εἰπὼν ὅτι ‘ Σωκράτης κάθηται’ ἀληθεύει μὲν καθημένου, ψεύδεται δὲ ἀναστάντος. ὁμοίως καὶ ἐπὶ τῆς δόξης ἔχει. καὶ λύει αὐτὸς καὶ κατὰ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν. καὶ ἄρχεται ἀπὸ τῆς ἀντιπαραστάσεως ὡς συμβαλλομένης πρὸς τὴν ἔνστασιν. ἔχει δὲ οὕτως· εἰ καὶ δῶμεν ὅτι καὶ ἡ δόξα καὶ ὁ λόγος ἐπιδέχεται τἀναντία, ἀλλ’ ὁ τρόπος τῆς ὑποδοχῆς διάφορος· ἡ μὲν γὰρ οὐσία κατὰ τὴν ἑαυτῆς μεταβολὴν δέχεται τἀναντία, ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ τε καὶ πάντως διαμένει, τοῦ δὲ πράγματος μεταβάλλοντος λέγεται αὐτὰ μεταβάλλειν δίκην τοῦ δεξιοῦ γενομένου ἀριστεροῦ τῇ τοῦ ἑτέρου μεταστάσει. δεῖται οὖν προσδιορισμοῦ ὁ λόγος· δεῖ γὰρ προσθεῖναι κατὰ τὴν οἰκείαν ἑαυτῆς μεταβολήν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ὅτι μία καὶ ἡ αὐτὴ οὖσα τῷ ἀριθμῷ ἡ οὐσία δεκτική ἐστι τῶν ἐναντίων παρὰ μέρος κατὰ τὴν οἰκείαν ἑαυτῆς μεταβολήν. ἔστι δὲ καὶ ἄλλως λῦσαι τὴν ἀπορίαν ταύτην, ὅτι οὐ διέμεινεν ὁ αὐτὸς λόγος· ἄλλος γάρ ἐστιν ὁ εἰπὼν ὅτι ‘ Σβχράτης Σωκράτης κάθηται καἲ ἄλλος ὁ εἰπὼν ὅτι ‘ Σωκράτης οὐ κάθηται’ ἀναστάντος αὐτοῦ· ὁ γὰρ λόγος ἅμα ἐρρήθη καὶ οὐκ ἔστιν· οὐδὲ γὰρ ἀναμένει τὴν τοῦ πράγματος [*](1 εἴδει Η 3 κἀπὸ P 7 pr. tiu] to P 8 τῆ om. HP 9 ἐναντίον (pr. 1.) 10 ante δεκτ. additum ἐστι del. H 11 μόνωνς KP τῆς inserui ex Urb. 35: om. IIKP 14 ἀλλ’τἀναντία (15) in mrg. suppl. H 15 τύχει HP 19 μόνηι τῆι Urb. 35: μόνη U: μόνως KP ’O τοῦτο om. Κ 24 καὶ (post αὐτὸς) om. Κ 28. 29 πάντοτε καὶ H 30 μεταβαλεῖν H 32 ἡ om. HP 35 ὁ σωκp. H 37 ἐρέθῃ (sic) H)

    184
    μεταβολήν, ἵνα ἀληθεύσῃ ἢ ψεύσηται. ὁμοίως δὲ καὶ ἡ δόξα ἄλλη ἐστὶν ἡ κατὰ προχείρισιν ἡ λέγουσα ‘ Σωκράτης κάθηται’ καὶ ἄλλη πάλιν προχειρίζεται ἡ λέγουσα ὅτι ‘Σωκράτης’, ἀναστάντος αὐτοῦ, ‘ οὐ κάθηται’. εἰ δὲ καὶ δῶμεν ὅτι ἡ δόξα ἐπιδέχεται ἀλήθειαν καὶ ψεῦδος, ἀλλ’ οὐχὶ ἡ δόξα καθ’ ἑαυτὴν ἀληθεύει ἢ ψεύδεται, ἀλλ’ ἡ ψυχὴ κτὰ τὴν δόξαν· οὐ γὰρ ἡ δόξα καθ’ ἑαυτὴν δοξάζει, ἀλλ’ ἡ ψυχὴ τῇ δόξῃ δοξάζει· ὥσπερ γὰρ οὐ λέγομεν τὴν χεῖρα ὑφαίνειν ἀλλὰ τὸν ἄνθρωπον τῇ χειρί, οὕτως οὐδὲ ἡ δόξα δοξάζει ἀλλ’ ἡ ψυχὴ τῇ δόξῃ δοξάζει. αὕτη ἡ ἀντιπαράστασις. ἡ δὲ ἔνστασις τῆς ἀντιπαραστάσεως λαβομένη τῆς λεγούσης ὅτι ὁ λόγος καὶ ἡ δόξα ἀκίνητα μένει, ἀλλὰ τῇ τοῦ πράγματος περὶ οὐσίαν μεταβολῇ δεκτικὰ γίνεται τῶν ἐναντίων, φησὶν ὅτι οὐ δέχονται τἀναντία· οὐδὲν γὰρ αὐτὸ μὴ μεταβάλλον δύναται τἀναντία δέξασθαι, ἐπεὶ τί κωλύει τἀναντία συνυπάρχειν ἀλλήλοις, οἷον λευκότητα καὶ μελανίαν ἐν ἑνὶ ὑποκειμένῳ; καὶ ἔστι τελεωτέρα ἡ ἔνστασις τῆς ἀντιπαραστάσεως, ὅτι προσδιορισμοῦ οὐκ ἐδεήθη. καὶ ταῦτα μὲν ἐν τούτοις.

    Εἰκότως δὲ ἀπορήσει τις πρὸς τὸν Ἀριστοτέλην ὅτι ‘ τί φῄς, Ἀριστότελες; ὁ λόγος οὐκ ἐπιδέχεται ἀλήθειαν καὶ ψεῦδος; καὶ φαίη ἄν ὁ Ἀριστοτέλης ὅτι οὐδὲ ὁ λόγος ἀληθεύει καὶ ψεύδεται ἅμα οὐδὲ τὸ πρᾶγμα μόνον, ἀλλ’ ἡ συμπλοκὴ τοῦ λόγου καὶ τοῦ πράγματος· ἡ γὰρ συμφωνία τῶν δύο ποιεῖ τἀληθές, ἡ δὲ | ἀσυμφωνία τὸ ψεῦδος· ὡς γὰρ τὸ ὑποδεδέσθαι [*](256v) οὐκ ἐν τῷ ποδὶ μόνον οὐδὲ ἐν τῷ ὑποδήματι μόνον, ἀλλ’ ἐν τῇ ἐφαρμογῇ τοῦ ποδὸς πρὸς τὸ ὑπόδημα, οὕτω καὶ ἐπὶ λόγου καὶ πράγματος ἔχει. Ἀποροῦσι δέ τινες τέσσαρας ἀπορίας, πρώτην μὲν ὅτι ‘ πῶς λέγεις, ὦ Ἀριστότελες, ὅτι ἡ οὐσία μόνη ἐπιδέχεται τἀναντία; ἰδοὺ γὰρ καὶ ἡ γραμμὴ ἐπιδέχεται εὐθύτητα καὶ καμπυλότητα’. πρὸς ὅ φαμεν ὅτι ποία γραμμή; εἰ μὲν ἡ μαθηματική, τοῦτ’ ἔστιν ἡ ἐπινοίᾳ λαμβανομένη, αὕτη ἄλλοτε ἄλλη ἐπινοεῖται. εἴ δὲ ἡ φυσική, ἡ ὕλη κατὰ τὴν γραμμὴν ἐδέξατο. ἔτι ἡ δευτέρα ἀπορία· ὅτι ‘ ἰδοὺ ἡ αὐτὴ πρᾶξις, οἷον ἡ ἀκρατής, καὶ φαύλη ὡς πρὸς τὸν σπουδαῖον καὶ ἐπαινετὴ ὡς πρὸς τὸν ἀκόλαστον’. καὶ ἔστιν ἡ λύσις ὅτι αὕτη ὡς ἐν τῷ αὐτῷ νῦν ἀμφότερα ἔχουσα δεδεγμένη ἐστὶ τἀναντία, ἐκεῖ δὲ πρόσκειται τὸ δεκτική, καὶ ὅτι πρὸς ἄλλο καὶ ἄλλο παραβαλλομένη τἀναντία δοκεῖ ἔχειν, οὐ καθ’ αὑτήν, διὸ καὶ δυνάμει, οὐκ ἐνεργείᾳ. τρίτη ἀπορία· ὅτι · πῶς ἡ αὐτὴ κίνησις ἐπιδέκεται καὶ ταχυτῆτα καὶ βραδυτῆτα;’ καὶ λέγομεν ὅτι οὐχ ἡ μία τῷ ἀριθμῷ· ἄλλη γὰρ ἡ ταχεῖα καὶ ἄλλη ἡ βραδεῖα. τετάρτη ἀπορία ‘ πῶς ὁ χρόνος’, φησίν.. ‘ ἐπιδέχεται φῶς καὶ σκότος καὶ ἡμέραν καὶ νύκτα;’ [*](1 ἀληθεύσει H 2 προχείγησιν ΗΚ1Ρ 3 ἀναστ. αὐτοῦ post καθ. ponas 4 οὐχ Η alt. ἡ om. P ἀλλ‘—δοξάζει (6) οm. P 11 δέχ.] δέδεκται Κ αὐτὸ Urb. 35: αὐτῶν HKP 12 μεταβάλλων pi κολύει P 14 τελειωτέρα 11 17 alt. ὁ om. P 22 τοῦ λόγου (sed τοῦ del.) II 23 γέγει 24 ὁ ἀριστοτέλης Κ 26 pr. ἡ om. Η: superscr. P 27 ἐποινοία II d Be ἡ] εἰ δὲ Η: ἡ δὲ Ρ 29 pr. καὶ om. K 30 ἀμφώτερα Ρ 32 παραβαλλ. Urb. 35: παραλαμβανομένη HKP 33 πῶς—ἀπορία ἀπορία (34) om. K 34 οὐχ ἡ Paris. 1917: οὐχὶ ΗΡ 36 νύκτα καὶ ἡμέραν (καὶ post σκότος om.) KP)

    185
    καὶ λέγομεν ὅτι οὐχ ὁ χρόνος ἀλλ’ ὁ ἀήρ ἐστιν ὁ ταῦτα ἐπιδεχόμενος. ὁ δὲ ἀὴρ οὐσία ἐστί. ταῦτα καὶ περὶ οὐσίας. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

    Περὶ ποσοῦ.

    p. 4b20 Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές.

    Μετὰ τὴν οὐσίαν περὶ ποσοῦ διαλαμβάνει ὁ Ἀσιστοτέλης. ἓξ δέ τινα δεῖ ζητῆσαι ἐπὶ τῆς παρούσης κατηγορίας, πρῶτον μὲν τὴν τάξιν αὐτοῦ τὴν πρὸς τὴν οὐσίαν, δεύτερον εἰ γένος τὸ ποσὸν συνεχοῦς καὶ διωρισμένου, τρίτον εἰ τούτων ἐστὶ μόνων γένος ἢ· καὶ τῆς ῥοπῆς, ὥς φησι Πλάτων καὶ Ἀρχύτας καὶ Πτολεμαῖος ὁ ἀστρονόμος, τέταρτον τί ἐστι συνεχὲς καὶ τί διωρισμένον, πέμπτον εἰ ὑγιῶς ἔχει ἡ οιαιρεσις του διωρισμένου, ἕκτον εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ συνεχοῦς. ὧν ἓξ ἡ παροῦσα θεωρία τὰ <πρῶτα> δύο ζητήσει, Ε; τίς ἡ τάξις, τοῦτ’ ἔστιν ὅτι διὰ τί μετὰ τὴν οὐσίαν περὶ ποσοῦ διαλαμβάνει. καὶ λέγομεν τούτου ἓξ αἰτίας, πρώτην ὅτι ἡ οὐσία δύο ἑαυτῆς ἰδίοις τῷ ποσῷ κοινωνοῦσα, τῷ μηδὲν ἔχειν ἐναντίον καὶ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, κατ’ ἄμφω ταῦτα τοῦ ποιοῦ διαφέρει· τῷ γὰρ ποιῷ οὐδὲν τούτων ὑπάρχει· εἰ οὖν κοινωνεῖ τὸ ποσὸν τῇ οὐσίᾳ, τὰ δὲ κοινωνοῦντα δεῖ πλησίον ἀλλήλων εἶναι, εἰκότως μετὰ τὴν οὐσίαν περὶ ποσοῦ διαλέγεται. δευτέρα αἰτία, ὅτι ἡ ὕλη ἀνείδεος οὖσα καὶ ἄποιος πρότερον ποσοῦται καὶ εἶθ’ οὕτως ποιοῦται. τρίτη, ὅτι ἡ ὕλη τὸ μὲν ποιὸν ἴσχυσε διαφυγεῖν ἄποιος γάρ), τὸ δὲ ποσὸν οὐ διέφυγε· μία γὰρ τῷ ἀριθμῷ, τὸ δὲ μία καὶ τὸ ἓν κατὰ Ἀριστοτέλην ποσά. τετάρτη, ὅπερ δεύτερον δεῖ λεχθῆναι ἐν ταῖς αἰτίαις, ὅτι ἔδει πληρωθῆναι τὸν περὶ πολλοῦ καὶ ὀλίγου λόγον καὶ μικροῦ καὶ μεγάλου, παρέλκοντα μὲν ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ ἐκεῖ γὰρ μέμνηται αὐτῶν), νῦν δὲ κατεπείγοντα. εἰ δὲ [*](257r) ἀπορήσεις λέγων ὅτι ‘ καὶ ποιότητος ἐμνήσθη ἐν τῇ οὐσίᾳ καὶ πρὸ τοῦ ποσοῦ, ὅτε ἔλεγεν ὅτι αἱ δεύτεραι οὐσίαι τοιόνδε τι καὶ ποιότητα σημαίνουσι, καὶ διὰ τί μὴ τὸ ποιὸν τοῦ ποσοῦ προέταξεν;’, ἐρῶ σοι κἀγὼ ὅτι ποιότητος ἐμνήσθη, οὐ τῆς νῦν προκειμένης τῆς ποιούσης μίαν κατηγορίαν τοῦ συμβεβηκότος, ἀλλὰ ποιότητος οὐσιώδους· περὶ γὰρ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν αἱ δεύτεραι οὐσίαι. πέμπτη αἰτία, ὅτι ἔδει περὶ ποσοῦ διαλαβεῖν μετὰ τὴν οὐσίαν, ἐπειδὴ καὶ ἡ οὐσία τὸ πρῶτον καὶ δεύτερον ἐπιδέχεται, ἡ δὲ πρῶτον καὶ δεύτερον τοῦ ποσοῦ. ἕκτη αἰτία, ὅτι καὶ αὐτὴ ἡ τάξις τοῦ ποσοῦ, ἐπειδὴ καὶ ὁ ἀριθμὸς ὁ ποιῶν τὴν τάξιν. ἐν οἷς τὸ πρῶτον κεφάλαιον.

    [*](1 καὶ λέγ. ὅτι om. P 4 tit. om. Κ 7 an αὐτῆς? 8 γένους HP τὸ superscr. K: om. HP 9 τοῦτον ’ μόνον Η Πλατῶν] cf. Tim. p. 52 E sq. Ἀρχύτας] cf. Zelleii Ph. Gr. V p. 103 Πτολεμαῖος] fortasse spectat librum Περὶ ῥοπῶν, cf. Simpl De coelo p. 710,14 (Heiberg) 12. 13 πρῶτα et πρῶτον adclidi 15 αὐτῆς alt. τῶ om. HP 16 ante ἧττον add. τὸ P 23 δευτέραν Κ αἰτ.] ἐναντίαις Κ 27 ἔλεγεν] p. 3 b 15 31 τοῦ ποσοῦ P 32 pr. καὶ om. P 32. 33 ante δεύτ. add. utiobique τὸ H 33 τοῦ ποσοῦ Paris. 1917: ποσοῦ ΗΚΡ)
    186

    Δεύτερον κεφάλαιον, εἰ γένος τὸ ποσὸν συνεχοῦς καὶ διωρισμένου· δόξει γὰρ αὐτῶν μὴ εἷναι γένος , ἐπειδὴ ἐν τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις τὰ εἴδη οὐ δέονται ἀλλήλων, οἷον τὸ λογικὸν οὐ δέεται τοῦ ἀλόγου οὐδὲ τὸ ἄλογον τοῦ λογικοῦ πρὸς ὕπαρξιν· ἀνθρώπου γὰρ ἀναιρεθέντος μένει ἵππος καὶ βοῦς καὶ τὰ τοιαῦτα, καὶ πάλιν τούτων ἀναιρεθέντων μένει ἄνθρωπος. τὸ δὲ συνεχὲς ποσὸν δεῖται τοὺ διωρισμένου, ἐπειδὴ παντὸς σώματος τρία εἰσι διαστάσεις, καὶ τὸ μὲν σῶμα τοῦ συνεχοῦς ποσοῦ τὸ δὲ τρία τοῦ διωρισμένου ποσοῦ. καὶ λέγομεν ὅτι τὸ σῶμα τριῶν ἐδεήθη διαστάσεων, οὐ τοῦ τρία ἀριθμοῦ· συνέβη γάρ τηνάλλως τρεῖς αὐτὰς εἶναι, ἐπεὶ εἰ τὰ τρία ὡς τρία συνίστων τὸ σῶμα, ἔδει τὰ τυχόντα τρία συνιστᾶν τὸ σῶμα, οἷον λευκόν, μέλαν καὶ ξανθόν δευτέρα ἔνστασις, ὅτι οὐ γένος τὸ ποσὸν συνεχοῦς καὶ διωρισμένου· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις τὰ εἴδη τάξιν οὐχ ἐπιδέχονται, ὁ δὲ Ἀριστοτέλης τὸ διωρισμένον τοῦ συνεχοῦς προτάσσει. πρὸς ὅ φαμεν ὅτι οὐ κατὰ τὴν τοῦ κοινοῦ φύσιν ἐδέξαντο τάξιν· ὁμοίως γὰρ ποσὸν αὐτῶν ἑκάτερον· ὥσπερ γὰρ τὸ λογικὸν καὶ ἄλογον ὁμοίως ζῷον, προτέτακται δὲ τὸ λογικὸν διὰ τὴν ἀξίαν, οὕτω καὶ τὸ διωρισμένον προτέτακται τοῦ συνεχοῦς, ἐπειδὴ τὸ διωρισμένον ἑνὶ ἑαυτοῦ εἴδει, τῷ ἀριθμῷ, διὰ πάντων διήκει τῶν ὄντων· ἕκαστον γὰρ τῶν ὄντων ἢ ἕν ἐστιν ἢ πολλά.

    Ρ. 4b20 20 Τοῦ δὲ δὲ ποσοῦ τὸ μέν ἐστι συνεχὲς δὲ διωρισμένον.

    Τρίτον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι εἰ τούτων μόνων γένος ἐστὶν ἢ καὶ ῥοπῆς, ὡς Πλατῶν εἶπε. καὶ λέγομεν ὅτι οὐ δύναται ἡ ῥοπὴ τρίταν εἶδος εἶναι τοῦ ποσοῦ, ἐπειδὴ ἡ ῥοπὴ πάθος ἐστὶ τοῦ συνεχοῦς ποσοῦ· πᾶν γὰρ σῶμα ἢ κοῦφον ἢ βαρύ· ὥσπερ γὰρ ἡ θερμότης οὐσιώδης ποιότης ἐστὶν ἐν πυρὶ καὶ ἀρτιότης καὶ περιττοττης * * ποιοτητες εἰσιν οὐσιώδεις εν σώματι διὰ τὸ πᾶν σῶμα ἢ κοῦφον εἶναι ἢ βαρύ. καὶ ἄλλως δὲ τοῦτο δεικτέον ὅτι οὔκ εἰσιν εὔη τοῦ ποσοῦ ἡ κουφότης καὶ ἡ βαρύτης, ἀλλὰ πάθος, ἐπειδὴ τὸ διωρισμένον εὐθὺς ἐν τοῖς θείοις καὶ ἀύλοις καὶ νοητοῖς θεωρεῖται, ἐν οἷς οὐκ ἔστι ῥοπή. πρῶτον οὖν τὸ διωρισμένον εἶδος το·ῦ. ποσοῦ, δεύτερον δὲ τὸ ἀντικείμενον τῷ διωρισμένῳ, ὅ ἐστι συνεχές, τοῦτ’ ἔστι γραμμή, ἐπιφάνεια, σῶμα. οὐδὲν δὲ τοιοῦτον κοῦφόν ἐστιν ἢ βαρύ, γραμμή, οὐκ ἐπιφάνεια, οὐ τὸ μαθηματικὸν σῶμα, οὐ τὸ ἄποιον σῶμα, ἀλλὰ τὸ πεποιωμένον μόνον. πάθη οὖν καὶ οὐ ποσὰ ἁπλῶς αἱ ῥοπαί.

    Τέταρτον ἦν τὸ ζητῆσαι τί συνεχὲς καὶ τί διωρισμένον, καὶ εἰ ὁ [*](2 ἐν om. Κ διαιp.] διωρισμένοις HP 5 ὁ ἄνθp. Κ 7 τὸ δὲ—ποσοῦ om P 8 ὅτι τὸ σῶμα om. HP 9 τηνάλλως scripis : τινι ἄλλως libri τρεῖς k2: τρισὶν ΗΚ1Ρ εἰ] ἐὰν libri 10 pr. τὸ] τὼ Ρ1 12 διαιp.] διαιρούμενα καὶ P ἐπιδέχ.] δέχ. Η1 15 ζῷα H 17 ἑνὶ—εἴδει in spatio om. Κ 19 διωp. τὸ δὲ σὺν. coll. Arist. (cf. v. 13) 21 Πλάτων] cf. p. 185,8 24 post περιττότης defectum signavi. suppleveris ποιότητες οὐσιώδεις εἰσὶν ἐν ἀριθμῷ, οὕτως καὶ ἡ κουφότης καὶ ἡ βαρύτης οὐσιώδεις scripsi: ποσώδεις libri 26 ἡ βαp. καἰ ἡ κουφ. coll. Κ 27 νοητ.] νοεροῖς KP 29 ὅ] ὅτι KP 30 ἐπιφάνεια—γραμμῇ (31) in mrg. suppl. P 32 μόνον] σῶμα KP)

    187
    ἔχουσιν αἱ τούτων ὑπογραφαί, ἑξῆς εἰπεῖν δέον. συνεχὲς τοίνυν ἔστιν εἰπεῖν οὗ τὰ μόρια πρὸς ἕνα κοινὸν ὅρον συνάπτει, τοῦτ’ ἔστι τὸ σημεῖον· ἐὰν γὰρ διέλῃς τὴν γραμμὴν εἰς ὁσαοῦν τμήματα, τὰ μόρια αὐτῆς κατὰ τὸ σημεῖον συνάπτει ἀλλήλοις. δεῖ δὲ τὰ μόρια τοῦ συνεχοῦς δυνάμει λαβεῖν καὶ οὐκ ἐνεργείᾳ, ἐπεὶ ἐὰν ἐνεργείᾳ λάβωμεν αὐτά, ποιοῦμεν τὸ συνεχὲς διωρισμένον, καὶ φθαρτικὸς ἔσται ὁ ὁρισμὸς τοῦ μεριστοῦ, ποιήσομεν δὲ καὶ τὰ οὐράνια, συνεχῆ ὄντα καὶ ἀπαθῆ, φθαρτικὰ καὶ μεριστά. οὐ μόνον δὲ τὰ μόρια τοῦ συνεχοῦς δυνάμει δεῖ λαβεῖν, ἀλλὰ καὶ τὰς στιγμάς, ἤτοι τὰ σημεῖα, δυνάμει δεῖ λαβεῖν, οὐκ ἐνεργείᾳ· εἰ γὰρ ἐνεργείᾳ λάβωμεν αὐτά, ποιήσομεν πάλιν τὸ συνεχὲς διωρισμένον· πέρατα γὰρ τῶν γραμμῶν τὰ σημεῖα, οὐκοῦν καὶ τῶν μερῶν τῶν γραμμῶν· γραμμαὶ γὰρ καὶ ταῦτα. καὶ ταῦτα μὲν περὶ τοῦ συνεχοῦς. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια οὐ συνάπτει πρὸς ἕνα κοινὸν ὅρον· τὰ γὰρ μόρια τοῦ πέντε καὶ τοῦ τρία οὐ συνάπτει πρὸς ἕνα κοινὸν ὅρον. δεῖ δὲ κἀνταῦθα μόριά ἐνεργείᾳ λαβεῖν καὶ οὐ δυνάμει· ἐὰν γὰρ λάβῃ τις μόρια δυνάμει, ποιήσει τὸ διωρισμένον συνεχές, καὶ ἔσται ὁ ὁρισμὸς αὐτοῦ φθαρτικος.

    Πέμπτον δεῖ ζητῆσαι εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ διωρισμένου· διαιρεῖται γὰρ τὸ διωρισμένον εἰς ἀριθμὸν καὶ λόγον· ἑκάτερον δὲ τούτων διωρισμένον, ὅ μὲν ἀριθμὸς ἐξ ἀνάγκης· εἰ γὰρ ἦν συνεχές, ἔδει εἶναι κοινὴν μονάδα τὴν ποτὲ μὲν μετὰ τοῦδε ποτὲ δὲ μετὰ τοῦδε λαμβανομένυην, ὡς ἐπὶ τῶν μερῶν τοῦ ἐννέα, τοὐ τρία καὶ τοῦ ἕξ, ἔδει εἶναι μονάδα μέσην τὴν συνάπτουσαν, ἥτις μετὰ μὲν τοῦ ἓξ λαμβανομένη ἑπτὰ αὐτὸν ποιεῖ μετὰ δὲ τοῦ τρία τέσσαρα αὐτὸν ποιεῖ, καὶ εὑρίσκεται ὁ ἐννέα δέκα καὶ οὗτος ἕνδεκα , ὅπερ ἄτοπον· οὐδὲ γὰρ ὡς ἐπὶ τοῦ σημείου κἀνταῦθα ἡ. αὐτὴ ἀναλογία σώζεται· τὸ γὰρ σημεῖον οὔτε προστεθὲν αὔξει οὔτε ἀφαιρούμενον μειοῖ τὸ ποσόν, ἤγουν τὸν ἀριθμόν. καὶ ὁ λόγος δὲ διωρισμένος ἐστίν, εἴ γε πάντως μεταξὺ δύο συλλαβῶν ἐστι σιωπή· ἐν γὰρ τῷ φίλος τῆς φι συλλαβῆς ἡ ἐκφώνησις ἄλλη ἐστὶ παρὰ τὴν λος ἐκφώνησιν τῆς συλλαβῆς. ἡ οὖν παῦλα τῆς ἐκφωνήσεως τῆς πρώτης συλλαβῆς σιωπὴ αὐτῆς ἐστι, καὶ τότε ἄρχεται ἐκφωνεῖσθαι ἡ δευτέρα συλλαβή. καὶ ταύτην νοητέον σιωπὴν μέσην δύο συλλαβῶν ἀνομοίως ἐκφερομένων διὰ τὴν τῶν συμφώνων ἀνομοιότητα· καὶ μεταξὺ γὰρ δύο ἐναντίων κινήσεων ἐστιν ἠρεμία, ὡς ἐν τῷ σφυγμῷ δείκνυται. εἰ δὲ καὶ μή ἐστι μέσον | σύμφωνον [*](258r) μεταξύ, ὡς ἐν τῷ ‘ ἀπὸ ὄρους’, ἀλλ’ ἵνα γένωνται δύο συλλαβαὶ καὶ δύο ἐκφωνήσεις, σιωπὴν ἀνάγκη γενέσθαι μέσον αὐτῶν τὴν διαιροῦσαν αὐτάς· [*](6 όρισμὸς] ἀριθμὸς KP (cf. ν 16) 6. 10 ποιήσωμεν H 7 καὶ (post δέ) om. P 8 ἀλλὰ—λαβεῖν (9) om. KP 9. 10 εἰ γὰρ ἐνεργεία om. P 15 λαβεῖ (alt. 1.) H 16 ἔσται οm. P 22. 24 τρία et τεσσαρα scripsi: τρεῖς et τέσσαρας libri (cf. p. 188,30) 23 μετὰ] μεταξὺ K 24 αὐτὸν ποιεῖ om. K 24. 25 ἔννατος δέκατος. . . ἑνδέκατος libri 28 σιωπή in spatio om. Κ 29. 30 au παρὰ τὴν ἐκφ. τῆς λος συλλ. ? 32 ἀνομοίων KP 34 ἡ ἡρεμ. H σφιγμῶ Κ (cf. Arist. De spir. 4 p. 482b14sq.) 35 ἀπὸ ὄρους] ἀπόρους HP γένονται P)

    188
    οὐκ ἂν γὰρ ἐζήτουν οἱ γραμματικοὶ ἐπὶ τῶν μέσων φωνῶν, ποῖά εἴσιν ἀρκτικὰ καὶ ποῖα ληκτικά.

    Εκτον ἦν κεφάλαιον, εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ συνεχοῦς· διαιρεῖται γὰρ εἰς πέντε, εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον χρόνον. φασὶ δέ τινες ὅτι ἀτελής ἐστιν ἡ διαίρεσις αὐτοῦ καὶ πλεονάζουσα κατὰ ἄλλο καὶ ἄλλο· τῆς γὰρ κινήσεως οὐκ ἐμνήσθη ποσοῦ οὔσης καὶ τῆς ἐπιφανείας δὶς ἐμνήσθη, καὶ ὀνόματι καὶ διὰ τοῦ τόπου πρὸς ὅ φαμεν ὅτι τὴν κίνησιν ὡς ἀτελῆ παρῆκεν ἀεὶ γὰρ εἴς τι ὁρμᾷ ἡ κίνησις, αἱ δὲ κατηγορίαι ἐν τῷ γεγονέναι ἔχουσι τὸ εἶναι καὶ τέλειαί εἰσι), καὶ ὅτι τῶν ὁμωνύμων ἡ κίνησις· ἔστι γὰρ ἐν οὐσίᾳ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ ἐν οὐσίᾳ μὲν ὡς γένεσις καὶ φθορά, ἐν ποσῷ δὲ ὡς αὔξησις καὶ φθίσις, ἐν ποιῷ ὡς ἀλλοίωσις ἡ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὰς λοιπὰς ποιότητας), ἔστι δὲ καὶ κατὰ τόπον κίνησις. ἐπειδὴ οὖν ὁμώνυμος ἡ κίνησις καὶ ἐπὶ διαφόρους ἀνάγεται κατηγορίας, εἰκότως ταύτης οὐκ ἐμνήσθη νῦν οὐδὲ εἶπεν αὐτὴν τοῦ ποσοῦ εἶναι. ὕστερον δὲ μετὰ τὴν παράδοσιν τῶν κατηγοριῶν περὶ αὐτῆς διαλαμβάνει. ἀντιδιέστειλε δὲ καὶ τὸν τόπον τῇ ἐπιφανείᾳ, ὡς μήπω δείξας ὅτι ὁ τόπος ἐπιφάνειά ἐστιν, ὅπερ δείκνυσιν ἐν τῇ Φυσικῇ· ὁ γὰρ Πλατῶν καὶ οἱ ἀπ’ αὐτοῦ τὸν τόπον σῶμα ἔλεγον εἶναι τριχῇ διαστατόν.

    p. 4b20 ῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές.

    Διελὼν ὁ Ἀριστοτέλης τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον καὶ τὸ διωρισμένον εἰς ἀριθμὸν καὶ λόγον καὶ τὸ συνεχὲς εἰς πέντε, εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον καὶ χρόνον, ὥστε εἶναι ἑπτὰ πάντα τὰ εἴδη τοῦ ποσοῦ, δύο μὲν τοῦ διωρισμένου καὶ πέντε τοῦ συνεχοῦς, ὅτι τὰ δύο τοῦ διωρισμένου καὶ τὰ πέντε τοῦ συνεχοῦς, πιστοῦται ἐκ τοῦ ὁρισμοῦ ἑκατέρου. καὶ ὀφείλων ἐπὶ τοῦ ἀριθμοῦ καὶ τοῦ λόγου δεῖξαι ὅτι καὶ ποσὰ καὶ διωρισμένα, ἐπὶ μὲν τοῦ ἀριθμοῦ ὁμολογουμένως λαβὼν ὅτι ποσὸν ἐκ τοῦ πάντας ἐν τῇ συνηθείῃ θέλοντας γνῶναι τὸν ἀριθμὸν τῶν ἀνθρώπων ἢ ἵππων ἐρωτᾶν πόσοι εἰσὶν ὡς τοῦ ἀριθμοῦ ποσοῦ ὄντος, τὸ ἕτερον κατασκευάζει ὅτι διωρισμένον· εἰ γὰρ ἦν, φησίν, ὁ ἀριθμὸς συνεχής, ἔδει εἶναι κοινὴν μονάδα, οἷον ἐπὶ τῶν μερῶν τοῦ ἐννέα, λέγω δὲ τοῦ ἓξ καὶ τοῦ τρία, ἥτις μετὰ μὲν τοῦ ἓξ λαμβανομένη ἑπτὰ αὐτὸν ποιεῖ μετὰ δὲ τοῦ τρία τέσσαρα, καὶ εὑρίσκεται ὁ ἐννέα δέκα καὶ οὗτος ἕνδεκα, καὶ τοῦτο ἐπ’ ἄπειρον· οὐδὲ γὰρ ὡς ἐπὶ τοῦ σημείου κἀνταῦθα ἔχει τις εἰπεῖν· τὸ γὰρ σημεῖον ἀμερὲς ὂν μεριστῇ προστιθέμενον τῇ γραμμῇ οὐκ αὔξει αὐτὴν οὐκὲ ἀφαιρούμενον μειοῖ, καὶ ἡ γραμμὴ ἀπλατὴς οὖσα πλάτει προστίθεμέν πλάτος οὐ ποιεῖ, καὶ ἡ ἐπι|φάνεια τῷ βάθος ἔχοντι προστιθεμένη ἀβαθὴς ν [*](2 καταληκτ. P 6 ποσοῦ—ἐμγήσθη (7) in mrof. suppl. P 8 ὁρμᾷ scripsi: ὁρᾶ libri 11 δὲ om. K 12 τὸ om. Κ 17 ἐν τῇ Φυσικῇ] Δ 2 p. 209a31 sq. Πλάτων] V. Zelleii Phil. Gr. 11 p. 615 20 διελὸν H 23 post ὅτι add. δὲ HP: eras. K 24 τὰ om. Κ ὁp.] διορισμοῦ Κ 29 διορισμ. P 30 tert. τοῦ om. Κ 31 μὲν om. KP λαμβανομένου H δὲ om. Κ τέσσαρες libri 32 ἔννατος δέκατος ἑνδέκατος libri (cf. p. 187,24) 34 μεριστῇ scripsi: μεριστῷ libri)

    189
    οὖσα βάθος οὐ ποιεῖ. καὶ ταῦτα μὲν ἐν τούτοις. πάλιν ὀφείλων ἐπὶ τοῦ λόγου δεῖξαι ὅτι καὶ ποσόν ἐστι καὶ διωρισμένον, ὡς ὁμολογούμενον λαμβάνει ὅτι ὁ λόγος διωρισμένος, εἴ γε πάντως μεταξὺ δύο συλλαβῶν ἐστι σιωπή, ὡς ἤδη εἴρηται, ὅτι δὲ ποσὸν ὁ λόγος δείκνυσι λέγων ὅτι ποσὸν ὁ λόγος, εἴ γε καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ · εἴπερ δὲ τὸ μετρούμενον ποσόν, ὁ λόγος ἄρα ποσόν. διὸ ἀποροῦσιν ὅτι ἤρκει εἰπεῖν βραχείᾳ συλλαβῇ λόγος ὁ καταμετρουμενος Ε;’· ἡ γὰρ βραχεῖα καὶ αὐτὴν καταμετρεῖ τὴν μακράν· * * ἔστι γὰρ μακρὰ παρὰ τοῖς μουσικοῖς τεσσάρων χρόνων , ἣν καὶ δίσημον καλοῦσιν ὡς διπλασίαν τῆς παρὰ τοῖς μετρικοῖς μακρᾶς, καὶ βραχεῖά ἐστι παρ’ αὐτοῖς τριῶν χρόνων ὡς τριπλασία οὖσα τῆς παρὰ τοῖς μετρικοῖς βραχείας· ἡ δὲ τοιαύτη βραχεῖα τὴν τοιαύτην μακρὰν οὐ καταμετρεῖ· οὐδὲ γὰρ ὁ τρία τὸν τέσσαρά ποτε μετρεῖ, ὡς μὴ ὢν αὐτοῦ μέρος· τὸ γὰρ μετρητικὸν μέρος τοῦ ἀριθμοῦ μέρος αὐτοῦ θέλει εἶναι, ἐπεὶ οὐ λέγεται μετρεῖν αὐτὸν κατὰ τοὺς ἀριθμητικούς· μέρος γὰρ αὐτοί φασιν αὐτοῦ οὐ τὸ τυχὸν αὐτοῦ, ἀλλ’ ὅπερ ἐστὶν ἥμισυ τρίτου, καὶ τὰ ὅμοια. διὸ καὶ ἑνικῶς λέγεται μέρος καὶ οὐ μέρη. αὐτὸ δὲ τοῦτο μέρος λέγεται, ἐπειδὴ ἐν πολλαπλασιασμῷ γεννᾷ ἀριθμὸν ἀπαρτίζοντα, ὡς μὴ λείπειν ἢ πλεονάζειν, οἷον τρὶς μία τρία, τρὶς δύο ἕξ· ἀπαρτίζειν γάρ ἐστι τὸ ἀναπληροῦν καὶ τελειοῦν, ὡς μὴ λείπειν ἡ πλεονάζειν· ἄρτιον γὰρ τὸ τέλειον καὶ ἀνελλιπὲς καὶ ἀπλεόναστον παρὰ τοῖς παλαιοῖς. οὔτε δὲ παρ’ αὐτοῖς τοῖς μετρικοῖς ἀεὶ ἡ μακρὰ δύο χρόνων, ἀλλ’ οἴδασι μακρὰν καὶ ἑνὸς ἥμισυ χρόνου, ὡς τὴν δίφθογγον καὶ τὴν #x772; · μακρᾶς γὰρ οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε πρὸ δύο συλλαβῶν πίπτει τόνος, * * ὡς μὴ οὐσῶν τελείων μακρῶν· Ὅμηροι γὰρ καὶ Μήδειαι πρὸ δύο ἔχουσι τὸν τόνον, ἐπειδὴ αὗται αἱ δίφθογγοι κοιναί εἰσιν. προστιθεμένου δὲ τοῦ σ ἐπὶ τῆς δοτικῆς τῶν πληθυντικῶν, ἐπειδὴ καὶ τοῦτο ἥμισυ ἔχει χρόνου, ἀναπληροῦται ἡ δίφθογγος καὶ τελεία μακρὰ γίνεται καὶ καταβιβάζει τὸν τόνον, Ὁμήροις καὶ Μηδείαις. ἡμῶν τοίνυν λεγόντων τοιαύτην μακράν, τὴν ἑνὸς ἥμισυ χρόνου ἡ ἑνὸς χρόνου βραχεῖ οὐδέποτε καταμετρεῖ· οὐ γὰρ μέρος τὸ ἓν τοῦ ἑνὸς ἥμισυ· οὐκὲ γὰρ ἥμισυ αὐτοῦ ἐστιν, οὐ τρίτον, οὐ τέταρτον, οὐκ ἄλλο οὐδὲν τῶν ἐφεξῆς τοιοῦτον· πᾶν γὰρ μέρος ἀριθμοῦ μετρητικὸν τούτων τῶν εἰρημένων ἓν θέλει εἶναι. διὸ οὐδὲ ὁ τρία ποτὲ μετρεῖ [*](4 εἴρηται] p. 187,28 ante ποσὸν add. τὸ H 7 post συλλαβῆ additum εἴπερ δὲ del. P 7 καταμετρεῖται inserui 8 post μακράν defectum signavi, suppleneris πρὸς ὅ φαμεν ὅτι οὐ πᾶσα βραχεῖα καταμετρεῖ τὴν μακράν. 9 τῆς] τοῖς ΗΡ 10 μακρᾶς—μετρικοῖς (11) om. P 11 τῆς scripsi: τοῖς libri 12 οὐδὲ—μετρεῖ in mrg. suppl. Κ τρεῖς libri 13 ὃν PK μετριτικ. Η1 18 οἷον —πλεονάζειν (19) om. K xpl; utrobique scripsi : τρεῖς libri μίαν H τρία] τρεῖς libri 19 ἀποπληp. Η 20 τέλιον P 22 ἥμισυ] ἡμίσει Ρ: an ἡμίσεως? 23 post τόνος defectum signavi : πρὸ δὲ τούτων τίθενται ἐπὶ τέλους κειμένων in mrg. suppl. K2: conicias ex Olymp. τῶν δὲ αݲιݲ καὶ οݲιݲ διφθόγγων ἐν τέλει οὑο πίπτει τόνος 25 om. K 26 ἡμίσει P εὑρισκομένων an ἡμίσεως ? 30 τὸ] τοῦ P οὐ (ante τρίτον)] οὐδὲ Κ 32 μετριτικ. H τρεῖς libri)
    190
    τὸν τέσσαρα· οὐ γὰρ μέρος αὐτοῦ, οὐχ ἥμισυ, οὐ τρίτον, οὐδὲ ἓν τῶν τοιούτων· οὐδὲ γὰρ ἀπαρτίζει αὐτὸν ἀνελλιπῶς καὶ ἀπλεονάστως, οἷον τρὶς μία τρία λείπει (πάλιν γὰρ ὁ αὐτός ἐστι), τρὶς δύο ἓξ πλεονάζει. ταῦτα μὲν περὶ τοῦ διωρισμένου.

    Τὸ δὲ συνεχὲς διαιρεῖ εἰς τὰ πέντε. καὶ ὅτι ἕκαστον τούτων συνεχές, δείκνυσιν ἐκ τῶν ὑπογραφῶν· ἡ γραμμὴ συνεχής, ὅτι τὰ μέρη αὐτῆς πρὸς ἕνα κοινὸν ὅρον συνάπτουσι, * * τὴν γραμμήν. τὸ σῶμα συνεχές, ὅτι τὰ μόρια αὐτοῦ | πρὸς ἕνα κοινὸν ὅρον συνάπτουσι, τὴν ἐπιφάνειαν. ὁ χρόνος [*](259r) συνεχής, ὅτι τὰ μόρια αὐτοῦ πρὸς ἕνα κοινὸν ὅρον συνάπτει, τὸ νῦν· τὸ γὰρ νῦν ἀμερὲς ὂν συνάπτει τὸ παρεληλυθὸς τῷ μέλλοντι· ὃ γάρ ἐστι σημεῖον ἐν γραμμῇ, τοῦτο μονὰς ἐν τῷ ἀριθμῷ καὶ ἐπὶ χρόνου τὸ νῦν· ἀμερῆ γὰρ τὰ τρία. διαφέρουσι δὲ τὸ σημεῖον καὶ τὸ νῦν τῆς μονάδος, ὅτι ἡ μὲν μονὰς προστιθμένη τῷ ἀριθμῷ αὔξει αὐτὸν ἀφαιρουμένη δὲ μειοῖ, τὸ δὲ σημεῖον τοῖς μεγέθεσι προστιθέμενον οὐ ποιεῖ αὐτὰ μείζονα οὔτε ἀφαιρούμενον ἐλάττονα. ὡσαύτως δὲ καὶ τὸ νῦν οὔτε προστιθέμενον τῷ χρόνῳ αὔξει αὐτὸν οὔτε ἀφαιρούμενον μειοῖ. ὁμοίως καὶ ὁ τόπος συνεχής· εἰ γὰρ τὸ ἐν τόπῳ συνεχές, ἤγουν τὸ σῶμα, καὶ ὁ τόπος συνεχής· εἰ γὰρ μὴ ὁ τόπος συνεχὴς τοῦ ἐν τόπῳ συνεχοῦς ὄντος, ἔσται μέρος τοῦ ἐν τόπῳ μὴ ὂν ἐν τόπῳ. καὶ εἰ ὁ τόπος συνεχὴς καὶ τὸ ἐν τόπῳ μὴ συνεχές, ἔσται μέρος τοῦ τόπου μὴ ὂν τόπος· οἷον ἵνα τόπον μὲν λάβωμεν τὸ κεράμιον, ἐν τόπῳ δὲ τὸν ἐν αὐτᾷ οἶνον ἢ ὕδωρ ἢ τοιοῦτόν τι· ἐὰν οὖν ὁ τόπος, τοῦτ’ ἔστι τὸ κεράμιον, μὴ ᾖ συνεχές, ἀλλ’ οἷον κοσκινοειδές, ἔσται μέρος τοῦ ἐν αὐτῷ οἴνου μὴ ὂν ἐν τόπῳ. ταῦτα ἔχει ἡ θεωρία.

    p. 4b20 Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές.

    Προτάττει τὸ διωρισμένον, οἷον ἀριθμὸν καὶ λόγον, τοῦ συνεχοῦς ποσοῦ· ἀυλότερος γὰρ ὁ ἀριθμὸς τοῦ μεγέθους ὡς δυνάμενος ἀσυγχύτως διάφορα σχήματα ἐπιδέξασθαι, ὅπερ ἀυλίας ἴδιον· ὁ γὰρ αὐτὸς ἀριθμὸς κύκλος ἅμα καὶ τετράγωνος δύναται εἶναι. ἔστι δὲ κύκλος μὲν ὁ ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενος καὶ εἰς τὸ αὐτὸ λήγων νόμῳ κύκλου, ὡς ὁ τριακονταέξ ἑξάκις γὰρ ἓξ τρικονταέξ· ἰδοὺ ἀπὸ τοῦ αὐτοῦ ἤρξατο καὶ εἴς τὸ αὐτὸ λήγει), καὶ ὁ εἰκοσιπέντε· πεντάκις Ε; πέντε εἰκοσιπέντε. τετράγωνος δέ ἐστιν ὁ ἀπὸ ἀριθμοῦ ἑαυτὸν πολυπλασιάσαντος γενόμενος, ὡς ὁ ἐννέα· τρὶς γὰρ τρία ἐννέα. τὸ δὲ φθάσαν μέγεθος κυκλικῶς μετασχηματισθῆναι ἄλλο εἶδος οὐ δέχεται, εἰ μὴ πρότερον ἀφανισθῇ τὸ ἄλλο σχῆμα πρὸ αὐτοῦ.

    [*](1 τέσσαρες libri 2 τρὶς] τρεῖς libri (cf. p. 189,18) 3 μίαν HK τρία] τρεῖς libri 4 διορισμ. P 5 διαιρεῖται Κ 7 lac. signavi, inseras τὸ σημεῖον, ἡ ἐπιφάνεια συνεχής, ὅτι τὰ μέρα αὐτῆς πρὸς ἕνα κοινὸν ὅρον συνάπτουσι 1 1 μηνὰς P alt. ἐν om. HP 13 ἀφαιρουμένῳ P 14 οὔτε] οὕτως HP 16. 18 συνεχής] συνεκεῖς Η1 20 οἷον om. KP post οἷον addita τόπον μὲν del. II 25 διορισμ. P 27 ἐπιδέξ.] ἔπι supei-sor. H 29 ὁ om. HP 31 pr. εἰκοσιπέντε scripsi: εἰκοστὸς πέμπτος libri γὰρ inserui 32 τρὶς] τρεῖς HP 33 τρία] τρεῖς libri)
    191

    p. 4b24 Ἔτι δὲ παρὰ ταῦτα τόπος καὶ χρόνος.

    Διὰ τί ὥσπερ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα κατὰ συνέχειαν ἠρίθμησεν, μὴ καὶ τὸν τόπον καὶ τὸν χρόνον ἐφεξῆς αὐτοῖς κατὰ συνέχειαν ἠρίθμησεν, ἀλλ’ ἀντιδιέστειλε; καὶ λέγομεν δύο αἰτίας· ἢ ὅτι ἐν ἑνὶ τὰ τρία θεωροῦνται· ἐν γὰρ τῷ σώματι ἡμῶν γραμμὴ καὶ ἐπιφάνεια, ὁ δὲ τόπος καὶ ὁ χρόνος περὶ ἡμᾶς καὶ ἔξωθεν. ἢ καὶ ἄλλως· ὅτι τὰ μὲν τρία ταῦτα γεωμετρίας εἰδέναι, τόπον δὲ καὶ χρόνον φυσιολογίας· ἡ γὰρ φυσιολογία περὶ κίνησιν καταγίνεται ἔστι γὰρ ἡ φύσις ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἢ ἠρεμίας), ἡ δὲ γεωμετρία περὶ τὸ ἀκίνητον καὶ συνεχὲς καταγίνεται ποσόν. ἔτι δὲ καὶ ἡ ἀστρονομία· ἡ γὰρ ἀστρονομία τόπον εὑροῦσα χρόνον ζητεῖ, [*](259v) οἷον ἐν λέοντι πότε ἐστὶν ὁ ἥλιος. ποτὲ δὲ χρόνον εὑρὼν ὁ φυσικὸς τόπον ζητεῖ, οἷον μετὰ δέκα ἡμέρας ποῦ ἔσται ἡ σελήνη.

    p. 4b34 Λέγω δὲ αὐτὸν τὸν μετὰ φωνῆς λόγον.

    Ὁ λόγος διάφορα σημαίνει· λέγεται γὰρ λόγος καὶ ὁ ἐνδιάθετος, καθὸ καὶ τοὺς ἀγγέλους φαμὲν λογικούς, καὶ ὁ προφορικός, περὶ οὗ ὁ λόγος ὁ προκείμενος. λέγεται καὶ ὁ ἀποτάδην λόγος, οἷον ὁ ῥητορικὸς καὶ ὁ ἰατρικός. λέγεται λόγος καὶ ἡ σχέσις τῶν μεγεθῶν, ὡς ὅταν λέγωμεν ὅτι ὃν λόγον ἔχει τόδε τὸ μέγεθος * * τοιόνδε πρὸς ἄλλο μέγεθος. λέγεται λόγος καὶ ἡ αἰτία, καθὸ καὶ ὁ Πλάτων φησὶ ‘τέχνην δὲ ἐγὼ οὐ καλῶ, ὃ ἄν ᾖ ἄλογον πρᾶγμα’. διὰ τοῦτο οὖν εἶπε λόγον τὸν μετὰ φωνῆς, τοῦτ’ ἔστι τὸν ἐκφωνούμενον, πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων σημαινομένων, ἵνα δείξῃ ὅτι οὗτος ὁ λόγος ὁ μετὰ φωνῆς ὑπὸ διωρισμένον ποσὸν ἀνάγεται, οὐ μὴν καὶ τὰ ἄλλα σημαινόμενα τοῦ λόγου, τοῦτ’ ἔστιν ὁ ἐνδιάθετος καὶ ἡ σχέσις καὶ ἡ αἰτία. ἀποροῦσι δέ τινες λέγοντες πῶς ὁ Ἀριστοτέλης φησὶ τὸν λόγον τὸν μετὰ φωνῆς τοῦ ποσοῦ εἶναι· ὁ γὰρ λόγος διανοίας ἐστὶ σημαντικός, καὶ διὰ τοῦτο σύνθετός ἐστιν ὡς συγκείμενος ἐξ ὀνομάτων καὶ ῥημάτων· νῦν δὲ οὐ περὶ συνθέτων φωνῶν ἐστιν ὁ λόγος τῷ Ἀριστοτέλει, ἀλλὰ περὶ τῶν ἁπλῶν φωνῶν· αὐτὸς γὰρ ὁ Ἀριστοτέλης λέγει ὅτι τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων τὸ μὲν οὐσίαν σημαίνει τὸ δὲ ποσὸν καὶ τὰ ἑξῆς· πῶς οὖν τὸν λόγον φησὶ τοῦ ποσοῦ εἶναι σύνθετον ὄντα καὶ κατὰ συμπλοκὴν ὀνομάτων καὶ ῥημάτων ; καὶ λέγομεν ὅτι ἐνταῦθα μέμνηται τοῦ λόγου οὐχ ὡς συνθέτου , ἀλλ’ ὡς διωρισμένου ἁπλῶς καὶ συγκειμένου ἐκ συλλαβῶν, ὡς καὶ αὐτὸς ὁ Ἀριστέλης δηλοῖ λέγων ὅτι τὸ καταμετρεῖσθαι μακρᾷ καὶ βραχείᾳ συλλαβῇ τὸν μετὰ φωνῆς λόγον δείκνυσιν [*](1 χp. καὶ τόπος coll. Arist. 2 post τί add. δὲ Κ 10 ἡ γὰρ ἀστρονομία om. KP 11 pr. ὁ om. HP τόπον om. P 14 ὁ om. H 16 ἀποστάδην HP οίον superscr. H ῥιτοp. P 17 λέγομεν (alt. 1.) P 18 defectum signavi, suppleveris πρὸς τόδε τὸ μέγεθος τοιόνδε—μέγεθος in mrg. suppl. Ρ2 19 Πλάτων] Gorg. p. Α 20 ἄλογον] ἄλλο Κ 21 post σημ. add. λόγων HP 24 λέγοντες om. KP 28 λέγει] p. 1b 25 33 ὁ om. Κ)

    192
    αὐτὸν τοῦ διωρισμένου ποσοῦ. καὶ δῆλον ὅτι λόγον ἐνταῦθά φησι καὶ τὸ ἓν ὄνομα καὶ τὸ ἓν ῥῆμα καὶ ἁπλῶς τὴν μίαν λέξιν καὶ τὴν ἄσημον φωνήν, εἴπερ καὶ ταῦτα καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ. ἐν δὲ τῷ Περὶ ἑρμηνείας διαλαμβάνει τὸ σύνθετον καὶ σημαντικόν· ὁριζόμενος γάρ φησι ‘ λόγος #x003E; φωνὴ σημαντική, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρσμένον’.

    p. 4b26 Οἷον ὁ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ἔχει ὅρον.

    Εὐλόγως ὑποθετικῶς τὸν λόγον προήγαγεν ὁ πέντε εἰ ἔστι τῶν δέκα μόριον, διότι ὁ πέντε οὐ μόνον τοῦ δέκα δύναται μέρος εἶναι, ἀλλὰ καὶ τοῦ δεκαπέντε καὶ τοῦ εἴκοσι καὶ ἄλλων πολλῶν, καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον μέρος ὁ πέντε· δυνατὸν γὰρ τοῦ δέκα μέρη λαβεῖν τὸν ἑπτὰ καὶ τρία καὶ τὸν ἓξ καὶ τέσσαρα.

    p. 5a3 Ta γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, τὴν γραμμήν.

    Παρὰ μὲν τοῖς παλαιοῖς ταὐτὸν εἶναι δοκεῖ ἐπιφάνεια καὶ ἐπίπεδον· ἐπὶ τοῦ αὐτοῦ γὰρ καὶ τὸ τῆς ἐπιφανείας καὶ τὸ τοῦ ἐπιπέδου λαμβάνουσιν ὄνομα. | παρὰ δὲ τοῖς νεωτέροις διακέκριται ἐπιφάνεια ἐπιπέδου· τὸ μὲν 260r γὰρ ἐπίπεδον ἐπὶ μόνης τῆς ὁμαλῆς ἐπιφανείας λαμβάνουσι τῆς ἐξ ἴσου ταῖς ἑαυτῆς εὐθείαις κειμένης, τὴν δὲ ἐπιφάνειαν καὶ ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ καὶ † τῆς ἐλαχίστης τῶν παθῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, κοίλων τυχὸν ἢ κυρτῶν. κοινοτέρα οὖν παρὰ τοῖς νέοις ἡ ἐπιφάνει, φερομένη καὶ κατὰ τῆς ὁμαλῆς ἐπιφανείας, ἥτις ἐστὶν ἐπίπεδον, καὶ κατὰ τῆς κοίλης καὶ κυρτῆς.

    p. 5a4 Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἄν λαβεῖν κοινὸν ὅρον, γραμμὴν <ἢ> ἐπιφάνειαν, πρὸς ὃν τατοῦ μόρια συνάπτει.

    Τὰ δὲ μέρη τοῦ σώματος συνάπτει πρὸς κοινὸν ὅρον, τὴν ἐπιφάνειαν, [*](2 alt. τὴν superscr. H 4 ὁριζόμενος — τι (5) om. KP 5 φησι] De interpr. p. 16b26 ἐστὶ inserui post σημαντική add. κατὰ συνθήκην Arist. (sed cf. Ammon. p. 58,4. 19) 6 ante κεχωp. add. λέγων Κ 7. 9 ὁ] τὰ Arist. 8 κοινὸν ὅρον συνάπτει Arist. 10 διότι] διὰ τοῦτο HP μόνος HP τοῦ] τῶν Κ 11 ὅτι superscr. K 12 ὁρισμένον P γὰρ om. KP 13 τρία] τρεῖς libri καὶ τρεῖς in mrg. suppl, Ρ2) τὸν] τῶν P τέσσαρες libri 15 συνάπτουσι Κ τὴν γραμμήν om. Arist. 17 alt. τοῦ om. Η 19. 20 ταῖς . . εὐθείαις scripsi: τῆς . . εὐθείας libri 20 τὴν δὲ ἐπιφάνειαν post ἐπιπροσθεῖ transponas 21 τῆς ἐλαχ.—ἐχ. corrupta sunt, conicias τῆς λαχούσης τῶν γραμμῶν τὰ αὑτὰ πάθη ἐχουσῶν 23 ἐπίπεδος HP 26 ἢ Arist.: om. HKP ὃν] ἁ Arist. 28 δὲ] an γὰρ ?)

    193
    διὰ ταύτην δὲ καὶ πρὸς γραμμήν. τῆς ἐπιφανείας κατὰ βάθος διαιρούσης τὰ σώματα, αὐτῆς δὲ παντελῶς ἀδιαστάτου οὕσης κατὰ βάθος, ἐξ ἀνάγκης καὶ τὰ μέρη τοῦ σώματος ἀδιαστάτως καὶ κατὰ βάθος συνάπτουσι πρὸς ἄλληλα κατὰ τὴν ἐπιφάνειαν, κἀνταῦθα πάλιν δυνάμει τῆς διαιρέσεως ἤτοι τῆς ἐπιφανείας λαμβανομένης, ἵν’ ᾖ τὸ σῶμα συνεχές. διὰ δὲ τὴν ἐπιφάνειαν καὶ πρὸς γραμμὴν συνάπτουσι τὰ τοῦ σώματος μόρια· ἐπειδὴ γὰρ κτὰ τοὺς γεωμέτρας ῥυεῖσα <ἡ> γραμμὴ ποιεῖ τὴν ἐπιφάνειαν, δεῖ διαιροῦντα τὸ σῶμα κατὰ τὴν ἐπιφάνειαν ἄρξασθαι ἀπὸ τῆς γραμμῆς καὶ ταύτην οἱονεὶ ἐπισύροντα ποιεῖν ἐπιφάνειαν καὶ δι’ αὐτῆς τέμνειν τὸ σῶμα. ἐπειδὴ οὖν καθ’ ὅλην ἑαυτὴν ἡ ἐπιφάνεια τέμνει τὸ σῶμα, ἀνάγκη καὶ κατὰ τὸ πέρας αὐτῆς, λέγω δὴ τὴν γραμμήν, συνάπτειν τὰ τοῦ σώματος ακρα.

    p. 5a6 Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων.

    Νῦν δείκνυσιν ὅτι συνεχῆ ποσὰ ὁ τόπος καὶ ὁ χρόνος· καὶ τούτων γὰρ τὰ μέρη πρός τινα κοινὸν ὅρον συνάπτουσι· τοῦ μὲν χρόνου τὰ μέρη τὸ νῦν ἀδιάστατον ὑπάρχον παντελῶς συνάπτει δι’ ἑαυτοῦ, τὸν παρεληλυδότα καὶ τὸν μέλλοντα, τοῦ δὲ τόπου τὰ μέρη συνάπτει ἡ γραμμή, διότι ἐπιφάνειά τις εἶναι δοκεῖ ὁ τόπος, τῆς δὲ ἐπιφανείας τὰ μόρια κατὰ τὴν γραμμὴν συνάπτει.

    p. 5a9 Τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει· οὐκοῦν καὶ τὰ τοῦ τόπου μόρια, <ἂ> κατέχει ἕκαστον τῶν τοῦ σώματος μορίων, καὶ πρὸς τὸν αὐτὸν ὅρον συνάπτει, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια.

    Κατασκευάζει ὅτι καὶ τὰ τοῦ τόπου μόρια ὡς συνεχοῦς ὄντος πρός τινα κοινὸν ὅρον συνάπτει ἀπὸ τῶν ἐν τόπῳ. τοῦ δὲ ἐν τόπῳ τὰ μέρη εἰ πρός τινα κοινὸν ὅρον συνάπτει, ἀνάγκη καὶ τὸν τόπον ἔχειν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτοντα· εἰ γὰρ τὸ μὲν ἐν τόπῳ συνεχὲς εἴη, ὁ δὲ τόπος μὴ εἴη συνεχής, ἀλλὰ διεσπασμένος, συμβήσεται μέρος τοῦ ἐν τόπῳ, ὃ οὐκ ἔστιν ἐν τόπῳ. εἰ οὖν ἕκαστον, φησί, τῶν τοῦ σώματος μορίων τινὰ τόπον κατέχει καὶ ταῦτα τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, ἀνάγκη καὶ τὰ μόρια τοῦ τόπου πρός τινα κοινὸν ὅρον συνάπτειν. ὥστε συνεχὴς ἂν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ τὰ | μόρια συνάπτει· τῶν <γὰρ> συνεχῶν κοινὸς ὁρισμός ἐστι τὸ πρός τινα [*](260v) [*](1 ταύτης Κ καὶ om. P 2 αὐτῆς δὲ ante τῆς ἐπιφ. (1) ponas 5 ἦν P δὲ om. KP 7 ἡ iuserui 20 τόπον ex Arist. correxi: τόπος ὢν HKP τὰ] τῶν K 22 ἁ om. HKP καὶ om. Arist. 23 καὶ om. P 25 ἐπισυνάπτει Η δὲ] an γὰρ? 26 εἰ om ΗΡ συνάπτει—ὅρον (27) om. P 27 ἐν τόπω om. P 29 ὃ scripsi: καὶ libri 30 post μόρια add. τοῦ τόπου P 31 ἀνάγκη—συνάπτειν suppl. Ρ2 32 εἴη] ἦ HP 33 γὰρ inserui)

    194
    κοινὸν ὅρον αὐτῶν τὰ μόρια συνάπτειν· ἐφήρμοσε δὲ καὶ τῷ τόπῳ οὗτος ὁ ὁρισμός· ὁ ἄρα τόπος συνεχής ἐστιν.

    p. 5a15 Ἔτι δὲ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνέστηκε.

    Πρώην διελὼν ὁ Ἀριστοτέλης τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον καὶ τὸ συνεχὲς εἰς πέντε, εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον καὶ χρόνον, καὶ τὸ διωρισμένον εἰς δύο, εἰς ἀριθμὸν καὶ λόγον, νῦν ἐπιδιαιρεῖ τὸ ποσὸν εἰς θετὸν καὶ ἄθετον, καὶ τὸ θετὸν εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον, οὐκέτι εἰς πέντε (ἀφεῖλε γὰρ τὸν χρόνον), τὸ δὲ ἄθετον εἰς τρία, εἰς ἀριθμὸν καὶ λόγον καὶ χρόνον. ἄξιον δὲ ἐπιζητῆσαι διὰ τί ἡ ἀφαίρεσις τοῦ χρόνου αἰτία γέγονε τῆς τοῦ ποσοῦ ἐπιδιαιρέσεως. καὶ λεκτέον ὅτι δύο ὄντων ἄκρων ἐναντίων ἀλλήλοις, συνεχοῦς καὶ διωρισμένου, καὶ ὡς οἱ παροιμιαξόμενοί φασιν ὅλῳ καὶ παντὶ λέγοντες διαφέρειν τὰ ἄγαν διεστῶτα, τοῦτ’ ἔστι τοῖς ἐναντίοις εἴδεσι τοῦ ποσοῦ τὸ μὲν ὅλον ἐπὶ τοῦ συνεχοῦς τάττοντες τὸ δὲ πᾶν ἐπὶ τοῦ διωρισμένου, καὶ τοῦ Πλάτωνος πάντα ἔμμεσα λέγοντος τὰ ἐναντία, ἵνα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχοιντο, ἔδει εἶναι μέσον τι του συνεχοῦς καὶ του διωρισμένου· μέσον δὲ συνεχοῦς καὶ διωρισμένου ὁ χρόνος· ὡς μὲν γὰρ κίνησις συνεχὴς ὁ χρόνος (πᾶσα γὰρ κίνησις συνεχής), ὡς δὲ ἀριθμηθεῖσα κίνησις τῷ πάλιν καὶ πάλιν ἀριθμεῖσθαι διωρισμένος ὁ χρόνος. τρισὶ δέ τισι χαρακτηρίζει τὸ θετὸν ὁ Ἀριστοτέλης, τῷ ὅλον ἅμ ὑφεστάναι καὶ δείξει ὑποπίπτειν καὶ τῷ ἐπιδέχεσθαι τὰ ἓξ θετικὰ ἐπιρρήματα. δείξωμεν <οὖν> τὰ τρία ἐπὶ ἑκάστου εἴδους τῶν ἡ γραμμὴ ὅλη ἅμα ὑφέστηκε σπιθαμιαία οὖσα ἢ πλεῖον ἢ ἔλαττον, καὶ ἡ ἐπιφάνεια ὁμοίως καὶ τὸ σῶμα. ἀλλὰ καὶ δείξει ὑποπίπτει ἡ γραμμὴ ὡς δακτύλῳ δεικνυμένη, καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα. καὶ τὰ ἓξ θετικὰ ἐπιρρήματα ἐπιδέχεται ἡ γραμμή· εἰπεῖν γὰρ ἔχομεν ὅτι τῆς γραμμῆς τὸ μὲν πρόσω τὸ δὲ ὀπίσω καὶ τὸ μὲν δεξιὰ τὸ δὲ ἀριστερὰ καὶ τὸ μὲν ἄνω τὸ δὲ κάτω, καὶ ἐπὶ τῆς ἐπιφανείας ὁμοίως καὶ τοῦ σώματος τὰ αὐτὰ ἐροῦμεν. τὸ δὲ ἄθετον ὅλον ἅμα οὐχ ὑφέστηκεν οὐδὲ δείξει ὑποπίπτει οὐδὲ τὰ ἓξ θετικὰ ἐπιρρήματα ἐπιδέχεται· ἰδοὺ γὰρ ὁ χρόνος ὅλος ἅμα οὐχ ὑφέστηκε· δεῖ γὰρ φθαρῆναι τὸ σήμερον, ἵνα γένηται τὸ ὅριον. οὐδὲ ὁ λόγος ἅμα ὑφέστηκε· τὸ μὲν γὰρ αὐτοῦ εἴρηται καὶ οὐκ ἔστι τὸ δὲ μέλλει. καὶ ἐπὶ τοῦ ἀριθμοῦ τοῦ ἀριθμοῦντος, ἐπειδὴ οὗτος ἢ ἐν δόξῃ ἐστὶν ἢ ἐν προφορᾷ, τὸ μὲν αὐτοῦ εἴρηται καὶ οὐκ ἔστι τὸ δὲ γίνεται. ἀλλ’ οὐδὲ δείξει οὐδὲν τούτων ὑποπίπτει· ὃ γὰρ οὐδὲν ὑπομένει ἤτοι καταλιμπάνεται, πῶς τοῦτο δακτύλῳ I ἔδει δειχθῆναι; οὐδὲ τὰ θετικὰ θετικὰ ἐπιρρήἔτι [*](261r) [*](3 δὲ τὰ] ὅτι τὸ HKP 8 post alt. θετὸν addas εἰς τέσσαρα 9 οὐκ ἔστι H 10 ἡ πρὸς ἀφαίρεσιν HP 13 ὅλῳ καὶ παντὶ] cf. Plat. Phaedo. p. 79 Ε al. 15 pr. τοῦ om. Κ Πλάτωνος] cf. p. 181,10 πάντως Κ 20 διωρισμένον H ante xptal add. ὡς P 21 alt. τῷ] τὸ ΗΚ 22 δείξομεν Κ οὖν inserui 25 ἐπιθετικὰ P 30 ὅλον Κ 31 δεῖ—ὐφέστηκε (32) in mrg. suppl. H 32 καὶ H)

    195
    μάτα οὐδὲν τῶν τριῶν ἐπιδέχεται· πῶς γὰρ τοῦ μὴ ὄντος ὅλως τὸ μὲν ἄνω τὸ δὲ κάτω εἴποι τις ἄν, ἢ δεξιὰ ἢ ἀριστερά; ἀλλ’ εἰ ἄρα τάξιν τινὰ τὰ εἴδη τοῦ διωρισμένου ἐπιδέχονται· τοῦ μὲν γὰρ λόγου πρότερον τὸ προοίμιον τῆς διηγήσεως καὶ ἐπὶ τοῦ ἀριθμοῦ τὸ ἓν τῶν δύο πρότερον καὶ ἐπὶ τοῦ χρόνου τὸ σήμερον τοῦ αὔριον πρότερον. διὸ καὶ ἀποροῦσιν ὅτι διὰ τί μὴ διεῖλε τὸ ποσὸν εἰς τεταγμένον καὶ ἄτακτον. καὶ λέγομεν ὅτι ἡ τάξις δι’ ὅλων τῶν εἰδῶν τοῦ ποσοῦ διῆλθε, συνεχῶν τε καὶ διωρισμένων· ἐπὶ πάντων γὰρ ἁρμόζει λέγειν τὸ πρῶτον καὶ τὸ δεύτερον. εἰ οὖν τάξις ἐστὶν ἐν πᾶσι, πῶς τὸ ἔχον τάξιν εἰς τεταγμένον καὶ ἄτακτον εἶχε διαιρεῖσθαι; καὶ ταῦτα μὲν ἐν τούτοις.

    Ἐπιδιαιρεῖ δὲ τὸ ποσὸν καὶ ἄλλως λέγων ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστι κυρίως ποσὸν τὸ δὲ φαινόμενον, καὶ κυρίως μὲν ποσὸν οὗ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀμέσως κατηγορεῖται· τὸ γὰρ μέγα καὶ μικρὸν ἐπὶ πάντων λέγομεν τῶν συνεχῶν, μεγάλην γραμμὴν καὶ μικρὰν ἐπιφάνειαν καὶ σῶμα καὶ τόπον λέγοντες κυρίως, πολὺ δὲ καὶ ὀλίγον ἐπὶ ἀριθμοῦ καὶ λόγου καὶ χρόνου κυρίως λέγεται. ταῦτα μὲν κυρίως ποσά. φαινόμενα δὲ Ε; ὧν τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐκ ἀμέσως ἀλλὰ διὰ μέσου ἑνὸς τῶν ἑπτὰ εἰδῶν τοῦ ποσοῦ κατηγορεῖται, οἷον πολλὴν λέγομεν λευκότητα διὰ μέσου τῆς ἐπιφανείας· πολὺ γὰρ τὸ λευκὸν οὐ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὴν ἐπιφάνειαν· εἰ γὰρ τὴν ἐπίτασιν τοῦ λευκοῦ ὡς λευκοῦ θέλομεν σημᾶναι, οὐ λέγομεν πολὺ λευκὸν ἀλλὰ λευκῶν λευκὸν ἢ λευκότατον. καὶ τὸν πόλεμον τὸν Τρωϊκὸν μέγαν λέγομεν οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὸν χρόνον· καὶ τὴν πρᾶξιν μικρὰν λέγομεν διὰ τὸν χρόνον, οὐ δι ἑαυτήν· ἢ γὰρ ἡμερησία ἢ μηνιαία ἢ ἐνιαυσιαία. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.

    p. 5a32 Καὶ οὕτως τάξιν μὲν ἄν τινα, θέσιν δὲ οὐ πάνυ λάβοις.

    Ἐπειδὴ ᾔσθετο ὁ Ἀριστοτέλης ὅτι ἐπὶ τοῦ φυσικοῦ ἀριθμοῦ τοῦ ἀριθμουμένου, οἷον ἵππων δέκα ἢ ἀνθρώπων ἢ ξύλων ἢ λίθων, ὅτι ἔστι θέσιν λαβεῖν καὶ δεῖξαι ποῦ κεῖται, διὰ τοῦτο ἐκόλασεν αὐτὸ εἰπὼν ὅτι θέσιν ἐπὶ τούτου οὐ πάνυ λάβοις ἄν.

    p. 5b11 Ἔτι ποσῷ οὐδέν ἐστιν ἐναντίον.

    Μετὰ τὰς τρεῖς διαιρέσεις τοῦ ποσοῦ, τὴν εἰς συνεχὲς καὶ διωρισμένον καὶ εἰς θετὸν καὶ ἄθετον καὶ κυρίως ποσὸν καὶ φαινόμενον ποσόν, μετάγει [*](1 πῶς] ἐπὶ H 2 εἰ scripsi : ἡ libri 3 ὡρισμ. HP 5 ὅτι om. Κ 6 τεταμένον P 13 ante μικρὸν add. τὸ Κ 16 μέν] δὲ οὐ in ras. Κ φαινόμενα δὲ ποσὰ inserui 17 ὧν] οὗ HP 21 λευκῶν] scribas μάλα 21. 22 λευκότατ.] λευκότητα Κ 23 πρᾶξιν scripsi : παράταξιν libri 26 μὲν ἄν τινα] τινὰ ἄν ἔχοι Arist. λάβης HP: λάβοις ἄν Arist. 29 δεῖξαι scripsi: δείξει libri 31 Ἔτι] Ὅτι P 32 καὶ om. KP 33 εἰς om. Κ)

    196
    τὸν λόγον ἐπὶ τὰ ἴδια του πόσου. καὶ ἤδη μὲν ἀνωτέρω ἓν ἴδιον ἥμιν παρεδίδου τοῦ ποσοῦ, τὸ μετρεῖσθαι, ὅτε ἔλεγεν ὅτι ὁ λόγος καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ καὶ διὰ τούτου ποσὸν ἐδείκνυτο ὁ λόγος ὡς παντὸς ποσοῦ μετρουμένου. ὅτι δὲ τοῦτο ἓν ἴδιον ἡμῖν παρέδωκε, δηλοῖ διὰ τοῦ ἔτι, λέγων ἔτι δὲ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, ὡς ἂν κατὰ τὸ σιω|πώμενον ἑνὸς ἡμῖν ἰδίου τοῦ ποσοῦ παραδεδομένου. ἀλλ’ [*](261v) ἔχομεν, φασί τινες, καὶ τὸ δεύτερον ἴδιον παραδεδομένον ἀνωτέρω ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ, ὅτε ἔλεγεν ὅτι ἴδιον τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον, τοῦτο δὲ πάσῃ μὲν τῇ οὐσίᾳ ὑπάρχει, οὐ μόνῃ δέ· ὑπάρχει γὰρ καὶ τῷ ποσῷ. καὶ λέγομεν ὅτι ἀμφέβαλλεν ἐκεῖ <εἰ> οὐδέν ἐστι ἐναντίον, λέγων ‘ εἰ μή τις φαίη τὸ μέγα τῷ μικρῷ καὶ τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον’ · ταῦτα γὰρ οὐκ ἐναντία. ὅτι δὲ οὐκ ἐναντία οὐδὲ ποσὰ ἀλλὰ τῶν πρός τι, δείκνυσι καὶ κατ’ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν. καὶ κατὰ μὲν ἔνστασιν ὅτι οὐ ποσὰ ἀλλὰ τῶν πρός τι, κατὰ δὲ ἀντιπαράστασιν ὅτι οὐκ ἐναντία ἀλλὰ τῶν πρός τι, ὡς εἶναι κοινὸν καταγώγιον ἐνστάσεως καὶ ἀντιπαραστάσεως τὰ πρός τι · εἰ γὰρ δείξομεν ὅτι πρός τι, οὐ ποσά ἀντιδιῄρηται τὸ ποσὸν τοῖς πρός τι), καὶ εἰ δείξομεν πάλιν ὅτι πρός τι, οὐκ ἐναντία· τετραχῶς γὰρ τῶν ἀντικειμένων λαμβανομένων ἀντιδιῄρηται τὰ ἐναντία τοῖς πρός τι.

    Δεῖ εἰδέναι ὅτι δύο ἐπιχειρήμασι κέχρηται ἡ ἔνστασις, πρῶτον μὲν λέγουσα ὅτι μέγα καὶ μικρόν, πολὺ καὶ ὀλίγον πρὸς ἄλλο λέγονται, τὸ ποσὸν καθ’ αὑτό· τὸ ἄρα μέγα καὶ μικρὸν οὐ ποσά. δεύτερον δὲ ἐπιχείρημα, ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀόριστα· μέχρι γὰρ πόσου μέγα καὶ μέχρι πόσου μικρόν, ἄδηλον εἰπεῖν· τὸ δὲ ποσὸν ὡρισμένον ποσὸν δηλοῖ· ὅταν γὰρ βουλώμεθα τὸν ἀριθμὸν μαθεῖν τῶν ζητουμένων, λέγομεν ὅτι πόσα εἰσί· τὸ ἄρα μικρὸν καὶ μέγα, τὸ πολὺ καὶ ὀλίγον οὔκ εἰσι ποσά. ταῦτα μὲν ἡ ἔνστασις. ἡ δὲ ἀντιπαράστασις τέτρασι κέχρηται ἐπιχειρήμασι, πρῶτον λέγουσα· τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον αὐτὰ ἅπερ εἰσὶν ἑτέρων εἶναι λέγονται, τὰ δὲ ἐναντία οὐ πρὸς ἕτερον λέγονται, οἷον τὸ μέλαν οὐ λέγεται πρὸς λευκὸν μέλαν, ἀλλὰ λευκῷ ἐναντίον, καὶ ἐπὶ τοῦ λευκοῦ ὁμοίως· τὸ ἄρα μέγα καὶ μικρὸν οὐκ ἐναντία. δεύτερον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ μικρὸν ἐναντία, συνυπάρξουσι τὰ ἐναντία τοῦ αὐτοῦ δυναμένου καὶ μικρὸν εἶναι καὶ μέγα πρὸς ἄλλο καὶ ἄλλο. τρίτον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐναντία, ἔσται τι ἑαυτῷ ἐναντίον τοῦ αὐτοῦ δυναμένου καὶ μεγάλου εἶναι [*](2 ὅταν Κ ἔλεγεν] p. 4b33 4 ἑνὸς Κ 5 λέγειν K δὲ om. Arist. 6 κατὰ τὸ σιωπώμενον Paris. 1917: κατασιωπώμενον HKP ἑνὸς ἡμῖν ποσοῦ παραδεδομένου ἰδίου τοῦ om.) Paris. 1917: ἓν ἡμῖν ἴδιον τοῦ ποσοῦ παραδεδομένον παραδιδόμενον Κ) HKP 8 ἔλεγεν] p. 3 b 23 9 ante πάση add. καὶ Κ 10 ἀμφέβαλεν P εἰ inserui 11 λέγων] p. 3b30 alt. τὸ] τῶ P 12 ὅτι—ἐναντία om. KP 13 κατὰ (ante ἀντιπαp.) om. Κ 14 κατὰ δὲ—πρός τι (15) om. ΚΡ 15 κοινὸν om. Κ 16 γὰρ om. Κ 17 τοῖς scripsi: τῶν libri 18 γὰρ erasum K 21 πολύ τε KP 22 post μικρὸν fort, inseras καὶ πολὺ καὶ ὀλίγον (sed cf. v. 31) 24 δὲ scripsi : γὰρ libri 26. 27 ante μέγα add. τὸ KP, ante ὀλίγον Κ)

    197
    καὶ μικροῦ κατὰ τὸν αὐτὸν χρόνον πρὸς ἄλλο καὶ ἄλλο. τέταρτον ἐπιχείρημα, ὃ οὐ λέγει ἡ λέξις ἀλλ’ ἡμεῖς· εἰ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐναντία, οὐκέτι τὰ ἐναντία φθαρτικά εἰσιν ἀλλήλων, ἀλλὰ σωστικά. πολλὰ γὰρ μικρὰ ἓν μέγα ποιοῦσι καὶ πολλὰ ὀλίγα πολύ· τὰ δὲ ἐναντία ἀεὶ φθαρτικά εἰσι.

    p. 6a12 Μάλιστα δὲ ἡ ἐναντιότης τοὐ ποσοῦ δοκεῖ περὶ τὸν τόπον ὑπάρχειν.

    Ἐλευθερώσας ὁ Ἀριστοτέλης τὸ ποσὸν ἐναντιότητος, τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, καὶ ποσὰ δοκοῦντα εἶναι καὶ ἐναντία, κατὰ ἀλήθειαν δείξας μηδὲ ποσὰ ὄντα | μηδὲ ἐναντία διὰ τῆς ἐνστάσεως καὶ [*](262r) ἀντιπαραστάσεως, παραινεῖ διὰ τούτων τῷ θέλοντι ἐναντιότητα ἐν τῷ ποσῷ ἀποθέσθαι μὴ ἐπιχειρεῖν ἀπὸ τοῦ μεγάλου καὶ μικροῦ καὶ πολλοῦ καὶ ὀλίγου, ἀλλ’ ἀπὸ τοῦ τόπου· ὁ γὰρ τόπος ὁμολογουμέωνς ποσόν, καὶ ἐναντίον ὁ ἄνω τόπος τῷ κάτω τόπῳ. πρὸς ὅ φαμεν ὅτι οὐκ ἐναντίος ὁ ἄνω τόπος τῷ κάτω τόπῳ· τὸ γὰρ ἄνω καὶ κάτω διττόν, τὸ μὲν πρὸς τὴν φύσιν τὸ δὲ πρὸς ἡμᾶς· πρὸς ἡμᾶς μέν, ὅτι τὸ ἄνω καὶ κάτω τοῖς ποσὶν ὁρίζομεν καὶ τῇ κεφαλῇ, ἄνω μὲν λέγοντες τὸ ὑπὲρ κεφαλὴν ἡμισφαίριον κά̣τω δὲ τὸ ὑπὸ τοῖς ποσί. τὸ δὲ πρὸς τὴν φύσιν ἄνω καὶ κάτω· ἄνω μὲν ὅλος ὁ οὐρανὸς ἐφ’ ὃν ᾄττει τὰ κοῦφα, κάτω δὲ ἡ γῆ ἐφ’ ἣν ᾄττει τὰ βαρέα. οὔτε δὲ τὸ πρὸς ἡμᾶς ἄνω καὶ κάτω ἐναντία διὰ τρία ἐπιχειρήματα, ἃ καὶ ἐπὶ τῆς ἀντιπαραστάσεως ἐλέγομεν ὧν πρῶτον τόδε· τὸ ἄνω καὶ κάτω ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, τὰ δὲ ἐναντία ἅπερ ἐστὶν ἑτέρων εἶναι οὐ λέγεται, ὡς εἴρηται· τὸ ἄνω καὶ κάτω ἄρα οὐκ ἐναντία. δεύτερον ἐπιχείρημα· εἰ τὸ ἄνω καὶ κάτω ἐναντία, συνυπάρξουσι τὰ ἐναντία τοῦ αὐτοῦ ἄνω καὶ κάτω δυναμένου εἶναι. τρίτον· εἰ τὸ ἄνω καὶ κάτω ἐναντία, ἔσται τι ἑαυτῷ ἐναντίον δυνάμενον καὶ ἄνω καὶ κάτω εἶναι κτὰ τὸν αὐτὸν χρόνον πρὸς ἄλλο καὶ ἄλλο. οὕτω μὲν δείκνυμεν ὅτι τὸ πρὸς ἡμᾶς ἄνω καὶ κάτω ἐναντία οὔκ εἰσιν. ἀλλ’ οὐδὲ τὸ πρὸς τὴν φύσιν ὄνω καὶ κάτω ἐναντίον· μηδὲ γὰρ λεγέτω τις ὅτι τὰ πέρατα τῶν ἐναντίων κινήσεων ἐναντία καὶ πέρας μὲν τῆς ἐπὶ τὰ ἄνω κινήσεως ὁ ἄνω τόπος τῆς δὲ ἐπὶ τὰ κάτω ἡ κάτω τόπος. μή τις ταῦτα λεγέτω· πέρατα γὰρ τῶν ἐναντίων κινήσεων οὐχ οἷ τόποι, ἀλλ’ αἱ ἠρεμίαι. εἰ δὲ καὶ δῶμεν ὅτι πέρατα τῶν ἐναντίων κινήσεων οἱ τόποι ὁ ἄνω καὶ ὁ κάτω, οὐκ ἄντικρυς αὐτοὶ οἱ τόποι, ἀλλὰ τὸ ἄνω καὶ κάτω γενέσθαι. ἄλλο δὲ τὸ ἄνω παρὰ τὸ ἄνω γενέσθαι· τὸ γὰρ ἄνω τόπος καὶ ὑπὸ τὸ ποσὸν ἀνάγεται, τὸ [*](1 ἐπιχείριμα H 2 ante πολὺ add. τὸ P 6. 7 π. τ. τόπον δοκ. coll. Arist. 9 xai (ante πολὺ) om. P 10 ἀλίθειαν H ὄντα] εἶναι Κ 10. 11 καὶ ἀντιπαραστάσεως in mrg. suppl. Ρ2 11 ἐναντιότητος 12 πολοῦ H 13 ἀλλ’] xal KP 15 τῷ] Ρ 17 ὁριζόμενον ΗΚ1Ρ 19 ὁ om. P 21 ante ἀντιπαp. add. γῆς H 23 εἴρηται] p. ἐναντιότητος 25 εἷναι δυν. coll. P 28 οὔκ — ἐναντίον (29) suppl. Ρ2 οὐδὲν P τὸ om. KP 30 τῆς ἐπὶ τὰ] τοῦ ἑπτὰ P 31 τῆς] τοῖς P 35 τὸ (ante ποσὸν) om. Κ)

    198
    δὲ ἄνω γενέσθαι ἐν τόπῳ ἐστὶ γενέσθαι καὶ ὑπὸ τὴν ποῦ κατηγορίαν ἀνάγεται. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ κάτω λεκτέον, ἄλλο τὸ κάτω γενέσθαι καὶ ἄλλο τὸ κάτω· τὸ μὲν γὰρ ἐν τόπῳ τοπικόν, τὸ ἐν τόπῳ γενέσθαι τῷ κάτω, καὶ ὑπὸ τὴν ποῦ κατηγογίαν τελεῖ, τὸ δὲ κάτω τόπος καὶ ὑπὸ τὸ ποσὸν ἀνάγεται. δείξομεν δὲ ὅτι οὐδὲ τῷ τόπῳ ὡς τόπῳ ἐστί τι ἐναντίον, διὸ οὐδὲ ὁ ἄνω τόπος τῷ κάτω ὡς τόπῳ ἐναντίον· ὥσπερ γὰρ καὶ πόλεις ἐχθρὰς λέγομεν ἀλλήλαις οὐ διὰ τὰ κτίσματα καὶ τοὺς τόπους, ἀλλὰ διὰ τοὺς ἐνοικοῦντας πολεμίους ὄντας, οὕτως οὐδὲ ὁ ἄνω τόπος τῷ κάτω ἐναντίος ὡς τόπῳ, ἀλλ’ εἰ ἄρα διὰ τὰ ἐν αὐτοῖς σώματα ἐναντία ὄντα λέγονται καὶ αὐτοὶ ἐναντίοι. τοῦτο πρῶτον. δεύτερον δὲ ὅτι ἄνω τόπος ἐστὶν ἡ κοίλη ἐπιφάνεια τῆς σε|ληνιακῆς σφαίρας κάτω δὲ τόπος ἡ γῆ, [*](262v) ἅπερ οὐκ ἐναντία· τὰ γὰρ ἐναντία μεταβάλλειν θέλουσιν εἰς ἄλληλα, πότε δὲ ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας μεταβάλλει εἰς τὴν γῆν ἢ τοὐναντίον ; τρίτον ὅτι τὰ ἐναντία περὶ ἓν ὑποκείμενον μάχονται· ποῖον δὲ ὑποκείμενον κοινὸν ἔχει ἡ γῆ καὶ ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας; οὕτω δειξάντων ἡμῶν ὅτι οὐκ ἐναντίος ὁ ἄνω τόπος τῷ κάτω ὡς τόπῳ, δειχθήσεται ὅτι οὐδὲ τὸ ἄνω γενέσθαι τῷ κάτω γενέσθαι ἐναντίον· οὐδὲ γὰρ ἐναντίον τὸ ἄνω γενέσθαι τὸ πῦρ τῷ κάτω γενέσθαι· τὸ μὲν γὰρ ἄνω τὸ πῦρ γενέσθαι κατὰ φύσιν, τὸ δὲ κάτω τὸ πῦρ γενέσθαι παρὰ φύσιν. οὐκ ἐναντία δὲ ταῦτα· <δεῖ γὰρ τὰ ἐναντία> ἢ ἄμφω ἄμφω παρὰ φύσιν, ἵνα ἰσοσθενῆ ὦσι καὶ μάχωνται ἀλλήλοις. ταῦτα δὲ ἔοικε καὶ ὁ Ἀριστοτέλης διὰ τῆς λέξεως αἰνίττεσθαι λέγων οὕτως· μάλιστα δὲ ἡ ἐναντιότης ποσοῦ δοκεῖ περὶ τὸν τόπον γενέσθαι καὶ ὑπάρχειν· διὰ #x003E; τοῦ εἰπεῖν ὅτι περὶ τὸν τόπον ᾐνίξατο οὐχ οἱ τόποι αὐτοὶ μάχονται ἀλλὰ τὰ ἐν τοῖς τόποις, διὰ δὲ τοῦ εἰπεῖν ὅτι δοκεῖ ἐδήλωσεν ὅτι δοκοῦσιν οἱ τόποι μάχεσθαι, κατὰ ἀλήθειν μὴ μαχόμενοι.

    p. 6a12 Μάλιστα δὲ τῷ ποσῷ ἡ ἐναντιότης δοκεῖ περὶ τὸν τόπον ὑπάρχειν.

    Ἐλέγξας ὁ Ἀριστοτέλης τοὺς λέγοντας ὅτι ἐναντίος ὁ ἄνω τόπος τῷ κάτω, καὶ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν ἀνελὼν τὸ ἐπιχείρημα τὸ λέγον ‘ τὰ πέρατα τῶν ἐναντίων κινήσεων ἐναντία εἰσί ’, νῦν τὸ αὐτὸ καὶ δι’ ἑτέρου ἐπιχειρήματος κατασκευαζόμενον ἐλέγχει. τὸ δὲ ἐπιχείρημά ἐστι τοιοῦτον · ὁ οὐρανὸς τῆς γῆς πλεῖστον διέστηκεν· εἰ γὰρ καὶ μείζονα [*](3 ἐν τόπῳ τοπικόν, τὸ cicias 6 tu) ex τὸ corr. P καὶ om. Κ 7 τὸ κτίσμα Κ 8 πολελεμίους P 9 ἐναντίως (pr. 1.) P εἰ scripsi: ἡ libri 11 σεληνικῆς P 13 κοίλως H ante μεταβ. add. οὐ HKP; correxi ex Laur. 725 15 σελήνης Κ1 17 τῷ] τοῦ HKP: τὸ Laur. 72,5 19 τὸ δὲ—φύσιν in mrg. suppl. P 20 δεῖ—ἐνατία ἐναντία ex Laur. 72,5 inserui 21 ὦσι scripsi: εἰσι libri μάχονται HK 22 ὁ om. Κ ἐνίττ. P 23 περὶ τὸν τ. δοκεῖ ὑπ. Arist. (cf. V. 28) 24 γὰρ inserui τοῦ scripsi: τὸ libri 28 ἡ ἐν. τοῦ ποσοῦ π. τ. τόπον δοκ. Arist. (cf. v. 23) 32 καὶ iter, Η 34 διέστικε H)

    199
    διάστασιν τῆς ἐκ τοῦ κέντρου ἔστι λαβεῖν, τὴν ὅλην δαάμετρον, ἀλλ’ ὡς κύκλος κέντρου καὶ πέριξ μέσου πλεῖστον διέστηκε· τὰ δὲ πλεῖστον διεστῶτα ἐναντία· ὁ οὐρανὸς ἄρα τῇ γῇ ἐναντίος. ὅτι δὲ ἐναντίος, δῆλον· τὸ γὰρ συμβὰν τούτοις, λέγω δὲ ἡ πλείστη διάστασις, ὁρισμὸς γέγονε τῶν ἐναντίων. πρὸς ὅ φαμεν ὅτι οὐκ ἀρκεῖ ἡ πλείστη διάστασις πρὸς τὸ ποιῆσαι τὰ ἐναντία· εἰ γὰρ τῇ πλείστῃ διαστάσει τὰ ἐναντία κρίνεται καὶ ἐκ τούτου δείκνυται ὁ οὐρανὸς τῇ γῇ ἐναντίος , ἐπειδὴ μείζω τῆς ἐκ τοὐ κέντρου πρὸς τὸν κύκλον διαστάσεως ἔστι λαβεῖν, τὴν ὅλην τοῦ κύκλου διάμετρον, ἔσται τὰ πρὸς ἡμᾶς ἄνω καὶ κάτω μᾶλλον ἐναντία, τοῦτ’ ἔστι τὸ ὑπὲρ γῆν ἡμισφαίριον καὶ τὸ ὑπὸ γῆν, ὡς τὴν ὅλην διάμετρον διεστῶτα, ἤπερ τὰ πρὸς τὴν φύσιν, τοῦτ’ ἔστιν ὅλος ὁ οὐρανός, ἐφ’ ὃν ᾄττει τὰ κοῦφα, καὶ ἡ γῆ, ἐφ’ ἣν βρίθει τὰ βαρέα, μόνην τὴν ἐκ τοῦ κέντρου Ε; διεστῶτα· διπλασία γὰρ ἡ πᾶσα τοῦ κύκλου διάμετρος τῆς ἐκ τοῦ κέντρου πρὸς τὸν | κύκλον [*](263r) διαστάσεως. ἀλλὰ καὶ τὸ πῦρ οὐκέτι τῷ ὕδατι ἐναντίον ἔσται, ἀλλὰ μᾶλλον τῇ γῇ πλεῖστον διεστώσῃ· πρῶτον μὲν γὰρ πῦρ, εἶτα ἀήρ, μετ’ αὐτὸν ὕδωρ καὶ τότε ἡ γῆ. οὐκέτι οὖν κατὰ τἀς ποιότητας ἐναντία ἀλλήλοις εἰσὶ πῦρ καὶ ὕδωρ διὰ τὸ τὸ μὲν πῦρ θερμὸν εἶναι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ἀλλὰ πῦρ καὶ γῆ μᾶλλον ἐναντία διὰ τὸ πλεῖστον ἀλλήλων διεστάναι, εἴπερ ποιήσομεν τὰ πρὸς ἡμᾶς ἄνω καὶ κάτω μᾶλλον ἐναντία ὡς διπλασίονα διάστασιν ἀφεστηκότα τοῦ φύσει ἄνω καὶ κάτω, τὴν ὅλην διάμετρον. οὐκ ἀρκεῖ οὖν τὸ τοπικῶς διεστάναι πλεῖστον, ἀλλὰ καὶ τῇ φύσει δεῖ πλεῖστον διεστάναι καὶ οὐδὲ τοῦτο ἀρκεῖ μόνον· ἰδοὺ γὰρ οὐσία καὶ συμβεβηκὸς καὶ ὂν καὶ μὴ ὂν τῇ φύσει πλεῖστον διεστήκασι καὶ οὔκ εἰσιν ἐναντία, τοὐναντίον δὲ καὶ σωστικὴ ἡ οὐσία τοῦ συμβεβηκότος ἐν αὐτῇ τὸ εἶναι ἔχοντος. ἀλλὰ χρὴ καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεσθαι. καὶ οὐδὲ τοῦτο ἀρκεῖ μόνον· ἰδοὺ γὰρ λευκότης καὶ θερμότης ὑπὸ ἓν γένος ἀνάγονται καὶ οὔκ εἰσιν ἐναντία. ἀλλὰ δεῖ αὐτὰ καὶ ἐν ἑνὶ ὑποκειμένῳ εἶναι· θερμότης γὰρ καὶ λευκότης οὔκ εἰσιν ἐν ἑνὶ ὑποκειμένῳ· · ἡ μὲν γὰρ θερμότης ἐν ἀποίῳ σώματι ἡ δὲ λευκότης ἐν πεποιωμένῳ σώματι ὡς δευτέρα ποιότης· πρῶτον γὰρ ἐν ἀποίῳ σώματι ἐπιγίνεται θερμότης ἢ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης, καὶ τότε λευκότης ἢ μελανία. ἀλλ’ οὐδὲ τοῦτο ἀρκεῖ· ἰδοὺ γὰρ ἡ λευκότης ἡ ἐν κύκνῳ καὶ ἡ μελανία ἡ ἐν κόρακι ἐν ἑνὶ ὑποκειμένῳ εἰσίν ἐν γὰρ πεποιωμένῳ σώματι), καὶ οὔκ εἰσιν ἐναντία, ἐπειδὴ οὐ μεταβάλλονται εἰς ἄλληλα· δεῖ οὖν καὶ εἰς ἄλληλα μεταβάλλειν. οὐκ ἀρκεῖ οὖν ἐπὶ τῶν ἐναντίων ἡ τοπικὴ πλείστη διάστασις, ἀλλὰ χρεία καὶ τῇ φύσει πλεῖστον διεστάναι καὶ τὰ ἄλλα τὰ εἰρημένα· ἔχειν, ἵνα γένωνται ἐναντία· εἰ μὴ γὰρ ταῦτα πάντα συνδράμῃ, οὔκ εἰσιν ἐναντία. ἀλλὰ ταῦτα τείνει ἤτοι ἁρμόζει πρὸς Πλάτωνα τὰ λεχθέντα ἐπι- [*](1 τῆς Κ1: τὴν ΗΚΡ2Ρ ἔστι—κέντρου (2) in mrg. suppl. Ρ2 τὴν ὅλην om. P 7 μείζω scripsi: μείζων libri 8 διάμετρον] διάστασιν Κ 9 ἔσται] ἔστι KP 10 ἤπερ εἴπερ 11 12 διάστασιν iuserui 16 οὖν] γὰρ KP ποιότιτας H 19 post μᾶλλον add. δὲ Κ 21 ante οὐκ add. καὶ Η 30 ἐπιγίν.] γίνεται Η 34. 35 μεταβάλειν Κ 36 τῇ] αὐτῇ ’ 38 Πλάτωνα] cf. Tim. p. 31 Β sq.)
    200
    κειρήματα ὑπὸ τῶν κατασκευαζόντων ὅτι ἐναντίος ὁ οὐρανὸς τῇ γῇ ὡς πλεῖστον διεστὼς τῷ τόπῳ· ἕπεται γὰρ τῷ Πλάτωνι τὰ ἐναντία ὁρίζοντι τῇ πλείστῃ τοῦ τόπου διαστάσει μὴ λέγειν τὸ ὕδωρ τῷ πυρὶ ἐναντίον κυρίως ἐναντίον ἀλλὰ τὴν γῆν τῷ πυρὶ ἐναντίαν ὡς πλεῖστον διεστῶσαν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστῶτα κατ’ αὐτὸν ἐναντία, τὰ δὲ τῇ θέσει μέσα καὶ τῇ φύσει μέσα λέγονται. καὶ ταῦτα μὲν περὶ τοὐ δευτέρου ἰδίου του πόσου.

    Γὰ δὲ δύο ἴδια τοῦ ποσοῦ, τὸ μετρεῖσθαί φημι καὶ τὸ μηδὲν ἔχειν ἐναντίον, ἀπεκύησαν ἡμῖν ἄλλα δύο ἴδια, τὸ μὲν μηδὲν ἐναντίον ἔχειν τὸ μὴ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, τὸ δὲ μετρεῖσθαι τὸ ἴσον καὶ ἄνισον· τὰ γὰρ τῷ αὐτῷ μετρούμενα εἰ μὲν ἰσάκις μετρεῖται, λέγεται ἴσα, [*](263v) εἰ δὲ ἀνισάκις, λέγεται ἄνισα. * * τοῦ ποσοῦ, τὸ ἴσον φημὶ καὶ ἄνισον· καὶ μόνῳ γὰρ τᾷ ποσῷ ἁρμόζει καὶ παντὶ καὶ ἀεί, τῶν ἄλλων ἰδίων τοῦ ποσοῦ καὶ τῇ οὐσίᾳ ὑπαρχόντων· κυρίως γὰρ ἐπὶ ποσοῦ τὸ ἴσον καὶ ἄνισον λέγεται, ἐπὶ δὲ ποιοῦ τὸ ὅμοιον καὶ ἀνόμοιον· κατεχρήσατο γὰρ ὁ ποιητὴς ἐπὶ διαθέσεως εἰπὼν

  • ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι.
  • ἐπὶ δὲ τῆς οὐσίας τὸ ταὐτὸν καὶ θάτερον ἁρμόζει λέγειν. ἀλλ’ <εἰ> ποσοῦ, τινές φασι, κυρίως ἴδιον τὸ ἴσον καὶ ἄνισον ὡς παντὶ ποσῷ ἴδιον ὑπάρχον, πῶς λέγομεν μονάδας ἴσας καὶ σημεῖα ἴσα; ἀεὶ γὰρ ταῦτα ποσὰ ὄντα ἴσα εἰσίν , ἄνισα δὲ οὐδέποτε γίνονται. πρὸς ὅ φαμεν ὅτι διττὸν τὸ ἴσον, τὸ μὲν πεφυκὸς ἀνισοῦσθαι, οἷον ἐπὶ δύο εὐθειῶν ἐὰν ἡ μία εὐθεῖα λάβῃ προσθήκην, μείζων γίνεται τῆς ἑτέρας, τὸ δὲ μὴ πεφυκὸς ἀνισοῦσθαι, ὡς αἱ μονάδες· αὗται γὰρ ἴσαι εἰσὶ μόνως μὴ δυνάμεναι γενέσθαι ἄνισοι· προσθήκην γὰρ λαμβάνουσα ἡ ἑτέρα μονὰς μείζων οὐ γίνεται τῆς ἑτέρας. τὸ οὖν ἴσον τὸ μὴ πεφυκὸς ἀνισοῦσθαι ταῖς μονάσιν ἁρμόζει καὶ τοῖς σημείοις. ἢ ὅτι οὐδὲ ποσὰ ταῦτα κυρίως οὐδὲ τὸ ἴσον αὐτοῖς ἁρμόζει διὰ τοῦτο, ἀλλ’ εἰ ἄρα τὸ ταὐτόν. καὶ ὅτι ἀρχαὶ ποσοῦ τὸ μὲν διωρισμένου τὸ δὲ συνεχοῦς. ταῦτα καὶ περὶ ποσοῦ.

    Ἀρχὴ τῶν πρός τι.

    p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.

    Ἐπειδὴ τὰ πρός τι καὶ λέγεται καὶ διδάσκεται καὶ ἔστι καὶ γένος ἐστὶ καὶ συναριθμεῖται ταῖς δέκα κατηγορίαις ἰσάριθμα τούτοις κεφάλαια ζητήσωμεν· <ἐπεδὴ μὲν λέγεται, ζητήσωμεν> περὶ τῆς [*](4 κυρίως ἐναντίον om. Κ 9 μὲν om. Κ 11 ante ἄνισον add. τὸ KP 12 defectum signavi, suppleveris τοῦτο δὲ μάλιστα ἄν εἴη ἴδιον 15 λέγεται] γίνεται Η1 ὁ ποιητὴς] Ilom. P 720 18 λέγων P εἰ ex Laur. 72,5 inserui 20 ὑπάρχων Η 23 μεῖζον P 27 ante ποσὰ add. τὰ H 28 εἰ scripsi: ἢ libri 35 ἐπειδὴ—ζητήσωμεν inserui αὐτῶν superscr. Η)

    201
    πῶς δεῖ ἐπιγράφειν, Περὶ τοῦ πρός τι ἑνικῶς ἢ Περὶ τῶν πρός τι πληθυντικῶς, ὡς ὁ Ἀριστοτέλης πανταχοῦ, κἀν ταῖς ὑπογραφαῖς λέγων πρό τι δὲ τὰ τοιαῦτα λέγεται κἀν τοῖς ἰδίοις ἴδιον δὲ τῶν πρός τι. ἐπειδὴ δὲ διδάσκεται, ζητήσωμεν ποίῳ τρόπῳ κέχρηται διδασκαλίας, ἆρα οἵῳ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἢ ἑτέρῳ. ἰστέον ὅτι ἀπεξενωμένῃ παρὰ τὴν εἰωθυῖαν αὐτῷ κέχρηται διδασκαλίᾳ. ἐπειδὴ δὲ ἔστι τὰ πρός τι, ζητήσωμεν περὶ τῆς φύσεως ἤτοι ὑπάρξεως αὐτῶν, πῶς εἰσιν, ἆρα φύσει ἢ ἡμεῖς αὐτὰ ποιοῦμεν· δόξα γάρ τις γέγονεν ἡ λέγουσα μὴ εἶναι τὰ πρός τι φύσει, ἀλλ’ ἐκ ἰῆς πρὸς ἡμάς γίνεσθαι αὐτὰ σχέσεως. ἐπεὶ τοίνυν γένος ἐστί, ζητήσωμεν τὰ εἴδη αὐτῶν ἤτοι ἀπαριθμησώμεθα· ὅπου γὰρ γένος, πάντως καὶ εἶδος. ἐπειδὴ δὲ συνηρίθμηται ταῖς ἄλλαις κατηγορίαις, τὴν τάξιν αὐτῶν τὴν πρὸς τὰς λοιπὰς κατηγορίας ζητήσωμεν. ὅθεν καὶ δεῖ ἄρξασθαι διὰ τὴν τοῦ λόγου συνέχειαν ἀπὸ τοῦ πέμπτου, ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴ τῶν I μελλόντων γένηται. τοῦ δὲ πέμπτου πρώτου [*](264r) γενομένου καὶ τὰ λοιπὰ ὑποποδιζόντων ἡμῶν τὴν αὐτὴν ἐχέτω τάξιν, τὸ τέταρτον δεύτερον, τὸ τρίτον τρίτον, τὸ δεύτερον τέταρτον, τὸ πρῶτον πέμπτον.

    Τρεῖς τοίνυν δόξαι γεγόνασι περὶ τῆς τάξεως αὐτῶν· Ἀνδρόνικος μὲν μὲν γὰρ ὁ Ῥόδιος τελευταίαν ἀπονέμει τοῖς πρός τι τάξιν, λέγων αἰτίαν τοιαύτην· τὰ πρός τι ὕλην οἰκείαν οὐκ ἔχει παραφυάδι γὰρ ἔοικεν οἰκείαν φύσιν μὴ ἐχούσῃ ἀλλὰ παραπλεκομένῃ τοῖς ἔχουσιν οἰκείαν ῥίζαν), αἱ δὲ ἐννέα κατηγορίαι οἰκείαν ὕλην ἔχουσιν· εἰκότως οὖν τελευταίαν ὤφειλον ἔχειν τάξιν. Ἀρχύτας δὲ ὁ Ταραντῖνος τετάρτην ἀπονέμει αὐτοῖς τάξιν, ἐπειδὴ οὐσία καὶ ποιὸν καὶ ποσὸν καθ’ αὑτά εἰσι, τὰ δὲ πρός τι σχετικά εἰσι, προηγεῖται δὲ τὰ καθ’ αὑτὰ τῶν ἐν σχέσει· πρῶτον γὰρ γίνεταί τις ἄνθρωπος καὶ τότε πατήρ, πρῶτον γίνεται ἀριθμὸς καὶ τότε διπλάσιος ὡς ἀριθμός. Ἀριστοτέλης δὲ ἐν τῇ ἀπαριθμήσει τετάρτην αὐτοῖς καὶ αὐτὸς ἀπονέμει τάξιν δι’ ἦν αἰτίαν εἶπεν Ἀρχύτας, ἐν δὲ τῇ διδασκαλίᾳ τρίτην αὐτοῖς ἀπονέμει τάξιν διὰ τέσσαρας αἰτίας. ὧν ἡ πρώτη τοιαύτη ἐστίν· ἐπειδὴ κατέληξεν ὁ περὶ ποσοῦ λόγος εἰς τὸ ἴσον καὶ ἄνισον, ταῦτα δὲ πρός τι. δευτέρα, ὅτι ἐδεήθημεν τοῦ ὁρισμοῦ τῶν πρός τι ἐν τῷ περὶ ποσοῦ λόγῳ, ἡνίκα ἐδείκνυμεν τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον μὴ ὄντα ποσὰ ἀλλὰ τῶν πρός τι. τρίτη αἰτία, ἵνα μὴ ὃ πεπόνθαμεν ἐν τῷ περὶ ποσοῦ λόγῳ καὶ εἰς τὰς ἐν αὐτῷ σχέσεις, τὸ μέγα φημὶ καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον , καὶ ὑπὸ τὸ ποσὸν ἀνήγομεν αὐτὰ δι’ ἄγνοιαν τῶν [*](1 ἑνικῶς—πρός τι ora. P 2 ὡς—πρός τι eicias; cf. p. 206,4 3 ἴδιον δὲ τῶν πρός τι apud Arist. non legitur τῶν] τὸν HP1 5 ἰστέον — διδασκαλία (6) eicias 6 διδασκαλίαν ΗΚ1Ρ 11 παντὸς Ρ ἄλαις Η 12 λοιπὰς] ἄλας (sic) H 15 ὑποποκειξόντ. Η 19 τοῖς b: τῶν IIKP 21 τεριπλεκ. K 24 εἰσι —αὑτὰ (25) ιin mrg. suppl. P2 27 ἐν τῇ ἀπαριθ.] p. 1b26 αὐτοῖς superscr. H 28. 29 ante τάξιν additum δόξαν del. Η (utiobique) 28 δι’ ἣν—τάξιν (29) εἶπεν οm.) in mrg. suppl. p2 29 ἀπονέμοι H 30 κατέλιξεν Η τοῦ ποσοῦ K 32 ἐκείκνυμεν] p. 196,13 35 ἀνάγομεν KP)

    202
    πρός τι, τὸ αὐτὸ πάθωμεν καὶ ἐπὶ τῆς ποιότητος καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον νοήσωμεν ποιότητος εἶναι, μὴ ὄντα κατ’ ἀλήθειαν ἀλλὰ τῶν πρός τι· τὸ γὰρ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀνομοίῳ ἀνόμοιον λέγεται. τετάρτη αἰτία, ὅτι καὶ αὐτὰς τὰς ποιότητας δόξα τις ἔλεγε μὴ εἶναι καθ’ αὑτὰς ἀλλὰ τῶν πρός τι, ἡ λέγουσα νόμῳ γλυκὺ νόμῳ πικρὸν καὶ θερμόν· τὸ γὰρ πῦρ οὐ καθ’ αὑτὸ θερμόν τῇ γὰρ σαλαμάνδρᾳ οὐ θερμόν), οὐδὲ τὸ μέλι γλυκύ· τῷ γὰρ ἰκτεριῶντι πικρόν. εἰ οὖν καὶ αὗται αἱ ποιότητες τῶν πρός τι, πῶς οὐ δικαίως τρίτην σχοῖεν τὰ πρός τι τάξιν, ἐν οἷς ἡ θεωρία.

    p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται.

    Δεύτερον ἦν κεφάλαιον ἀπαριθμήσασθαι τὰ εἴδη τῶν πρός τι. δέκα τοίνυν τὰ εἴδη τῶν πρός τι, ταὐτότης, ἀνισότης, γένεσις, μέθεξις, ὕφεσις, πεῖσις, κρίσις, θέσις, ἀσυμμετρία, ἡ πρὸς τὸ γένος ἀναφορά· ἐπὶ τοὐ ποσοῦ γὰρ μόνου τὴν διαιρετικὴν ἐφύλαξε τάξιν ὁ Ἀριστοτέλης διελὼν εἰς συνεχὲς καὶ διωρισμένον, I οὐ μὴν καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ἀλλὰ μόνον ἀπαριθμεῖται [*](264v) τὰ εἴδη καὶ τὰ σημαινόμενα αὐτῶν. καὶ εἰκότως, ἐπειδὴ σκοπὸς ταῖς Κατηγορίαις οὐ τὴν φύσιν τῶν πραγμάτων καθὸ πράγματα διδάξαι, ἀλλὰ καθὸ τοιώσδε ὀνομάζονται. διὸ οὐδὲ τὴν διαίρεσιν κατὰ τάξιν εἰς ἀντιδιαιρούμενα πεποίηκε, καὶ ἡ αἰτία εἴρηται. ἣν δὲ ἔχουσι τάξιν φυσικὴν αἱ κατηγορίαι ἐν τῇ προόδῳ, τοιαύτην ἔχουσι καὶ τὰ πρός τι· ἐν αὐταῖς γὰρ ἔχουσι τὸ εἶναι. μνησθεὶς δὲ ἑνὸς ἀφ’ ἑκάστης ἀντιθέσεως κελεύει καὶ τὸ λοιπὸν ἐννοεῖν ἡμᾶς, οἷον μνησθεὶς ταὐτότητος ἑτερότητα ἐπιτρέπει νοεῖν σε, καὶ ἐπὶ ἀνισότητος ὡσαύτως καὶ τῶν λοιπῶν ἀντιθέσεων ἀναλόγως. ταὐτὸν καὶ θάτερον οὐσίαι, ταὐτότης δὲ καὶ ἑτερότης πάθη οὐσιῶν· τὰ οὖν μετέχοντα τῆς ταὐτότητος διὰ τὴν ὁμοιότητα καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχονται, καὶ τὰ μετέχοντα τῆς ἑτερότητος ἀνομοίως τὸν ὁρισμὸν τῆς ἑτερότητος ἐπιδεχόμενα· καὶ ταῦτα οὖν κἂν ἑτερότητα ἔχωσι, πρὸς κοινώνυμον λεχθήσονται. καὶ ἐπὶ τῶν λοιπῶν ἀντιθέσεων ἀναλόγως νοητέον· καὶ τὰ ἀνόμοια γὰρ ἀνόμοια ὡς ἕνα ὁρισμὸν ἐπιδεχόμενα τὸν τῆς ἀνομοιότητος. κἀν παρέλιπεν ὁ Ἀριστοτέλης τὴν διαίρεσιν κατὰ τὴν τάξιν τῶν γενικωτάτων καὶ ὑπαλλήλων καὶ μέχρι τῶν ἀτόμων προαγωγὴν ἐπὶ τῶν κατηγοριῶν, ὁ τεχνίτης καὶ ταύτην θηρᾶ διὰ μεθόδου τεχνικῆς. ἔστι δὲ ταὐτότης μέν, ὅταν πρὸς κοινώνυμον γίνηται ἡ σύγκρισις, οἷον φίλος φίλου φίλος, ἐχθρὸς ἐχθροῦ ἐχθρός· οὐδὲ γὰρ ὁμώνυμα ταῦτα λεκτέον ἔχουσι [*](3 καὶ τὸ ἀνόμ ἀνομ. ἀνόμοιον om. KP 4 λέγει Κ 8 τρίτη P τὰ om. K 11 ἦν] οὗν Η1Ρ τὰ om. HP 14 γὰρ scripsi: καὶ libri μόνον H διαιρετηκὴν HP τάξιν in mrg. snppl. H 18 διὸ—τεχνικῆς (32) eicias 20 ἔχουσι—πρός τι om. KP καὶ] κατὰ Η1 21 γὰρ om. Κ 22 ἐπιτρέπειν HP ΗΡ τῆς ἐτεp.—ὁρισμὸν om. (in mrg. ἀνομίας τὸν ὁρισμὸν μ.2 add.) P 27 ἐπιδεχ.] γp. ἐπιδέχονται in mrg. Κ2 ταῦτα] αὑτὰ HP 30 περιέλιπεν Η1 31 μέχρη ΗΡ1 προαγωγὴ HP 33 γένηται K 34 λεκταίον Η)

    203
    γὰρ πρᾶγμα κοινόν, τὴν φιλίαν), οὐδὲ συνώνυμα· οὐδὲ γὰρ αὐτά τινος νῦν κατηγορήσαμεν οὐδὲ ἄλλο τι αὐτῶν κατηγορήσομεν. ἀνισότης δέ, ὅταν τὸ μεῖζον ἐλάττονος μεῖζον ᾖ καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον, γένεσις δὲ <ὡς> υἱοῦ πατήρ, μέθεξις δέ, ὡς τὸ μετέχον μετεχομένου μετέχει καὶ τὸ μετεχόμενον ὑπὸ τοῦ μετέχοντος μετέχεται, ὕφεσις δὲ ὡς δεσπότης δούλου δεσπότης, πεῖσις δέ, ὅταν ὁ τύπτων τυπτόμενον τύπτῃ καὶ ὁ τυπτόμενος ὑπὸ τοῦ τύπτοντος τύπτηται, κρίσις δέ, ὅτι ἐπιστήμη ἐπιστήμονος ἐπιστήμη τὸ γὰρ κρίνειν ἐπιστήμης), θέσις δέ, ὅτι τὸ ἀριστερὸν δεξιοῦ ἀριστερὸν καὶ τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, ἀσυμμετρία δέ, ὅταν εἴπωμεν ὅτι ὃ ἀδύνατον ὑφ’ ἡμῶν ὁρᾶσθαι, τοῦτο καὶ ἡμεῖς ἀδυνατοῦμεν ὁρᾶν, ὡς τὸ ἐν βυθῷ ὄστρακον καὶ τὸν ἀέρα ἀχρωμάτιστον ὄντα· ταῦτα γὰρ ἀδυνάτως ἔχει ὑφ’ ἡμῶν ὁραθῆναι, καὶ ἡμεῖς ἀδυνατοῦμεν αὐτὰ ὁρᾶν. διὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὅταν τὴν γραμματικὴν εἴπωμεν τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἐπιστήμην· οὐδεὶς γὰρ λέγει ‘ γραμματική ἐστι τῶν ὀκτὼ | μερῶν τοῦ λόγου’ [*](265r) ἀλλὰ ‘ γραμματκή ἐστιν ἐπιστήμη τῶν ὀκτὼ μερῶν τοῦ λόγου’ · ἡ γὰρ ἐπιστήμη τῶν πρός τι, ἡ δὲ γραμματικὴ οὐ τῶν πρός τι ἀλλὰ ποιότης καὶ καθ’ αὑτήν. καὶ οἶδεν ὁ Ἀριστοτέλης τὸ τοιοῦτον σημαινόμενον τῶν πρός τι ἐπιτελεῖν τῆς ποιότητος τὸ διὰ τὴν τοῦ γένους ἀναφοράν· οὕτω γὰρ καὶ ἡ ἀνάκλισις οὐ δι’ ἑαυτὴν τῶν πρός τι, ἀλλ’ ὡς θέσις· πᾶσα γὰρ θέσις τῶν πρός τι. καὶ ἡ γραμματικὴ οὖν οὐ δι’ ἑαυτὴν τῶν πρός τι, ἀλλὰ διὰ τὸ γένος, φημὶ τὴν ἐπιστήμην. διὸ καὶ ἀποροῦσιν, εἰ τὰ τῶν ἐπάνω κατηγορούμενα καὶ τῶν ὑποκάτω κατηγορεῖται ἐξ ἀνάγκης (ὡς τὸ ζῷον ἐπειδὴ ἀνθρώπου κατηγορεῖται, ἐξ ἀνάγκης καὶ Σωκράτους), διὰ τί τὰ πρός τι κατηγορούμενα τῆς ἐπιστήμης μὴ καὶ τῆς γραμματικῆς κατηγορεῖται. καὶ λέγομεν ὅτι ἡ ἐπιστήμη τῆς γραμματικῆς ὡς ποιότης κατηγορηθήσεται, ἡ δὲ ποιότης καθ’ αὑτὴν καὶ οὐ πρός τι· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη καθ’ αὑτὴν μὲν ποιότης ὡς ἕξις ἐν ψυχῇ ἤτοι διάθεσις, πρὸς ἄλλο δὲ ἡ ἐπιστήμη καὶ ἡ τέχνη τῶν πρός τι· ἐπιστητοῦ γὰρ καὶ τεχνητοῦ. διὸ καὶ ἡ γραμματικὴ ποιότης καθ’ αὑτὴν καὶ οὐ <τεχνητοῦ> τέχνη.

    Δυνατὸν δὲ ταῦτα καὶ ἀντιτεταγμένως διελεῖν καὶ τεχνικῶς, ὅτι τῶν πρός τι τὰ μὲν φύσει, ὡς πατὴρ καὶ υἱός, τὰ δὲ τύχῃ , ὡς δοῦλος καὶ δεσπότης, τὰ δὲ τέχνῃ, ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, τὰ δὲ προαιρέσει, ὡς φίλος φίλου φίλος. δυνατὸν δὲ ὑπὸ ταῦτα τὰ τέσσαρα ἀναγαγεῖν τὰ δέκα τὰ λεχθέντα πρῶτον. ἐν οἷς καὶ τὸ δεύτερον κεφαλαιον.

    Τρίτον ἦν κεφάλαιον τὸ ζητῆσαι περὶ τῆς ὑπάρξεως αὐτῶν, ἆρα φύσει εἰσὶν ἢ ἡμεῖς ποιοῦμεν αὐτά· διάφοροι γὰρ δόξαι γεγόνασιν· οἱ μὲν γὰρ πάντα τὰ ὄντα πρός τι εἰρήκασιν, οἱ δὲ ἀμφότερα καὶ πάντα τὰ ὄντα πρός [*](2 κατηγορίσωμεν (alt. 1.) H 3 ἡμίσεως P ὡς inserui 5 δεσπότου (alt. 1.) P 6 τύπτῃ] τύπτει P ὁ τυπτόμενος] τὸ τυπτόμενον Κ 10 post ὄστρακον adclita καὶ τὸ ἐν βυθῶ ὄστρακον del. ἀποροῦμεν 13 post ἀναφορὰν fort. addas πρός τί ἐστιν 14 οὐδῆς H 18 an διελεῖν ? 19 ’ — Tipo; xt (20) in mrg. suppl. P2 pr. θέσις] θέσεις Η 21 ἀποροῦμεν Κ 24 καὶ μὴ coll. KP 29 τεχνητοῦ inserui 30 ἀντιτεταγμένος Ρ1 διελθεῖν K 33 ἀνάγειν K)

    204
    τι καὶ οὐδὲν τῶν ὄντων πρός τι, οἱ δὲ τινὰ μὲν πρός τι τινὰ δὲ οὐ πρός τι· Πρωταγόρας μὲν ὁ σοφιστὴς πάντα τὰ ὄντα πρός τι εἶπε λόγῳ τοιούτῳ χρώμενος· ἕκαστον, φησί, πρὸς ἄλλο παραβαλλόμενον τὴν οἰκείαν ἀπολαμβάνει φύσιν· ὁ γὰρ τράχηλος τῆς περιστερᾶς ὁ μέλας τῷ ἐν σκιᾷ ὁρῶντι μέλας φαίνεται τῷ δὲ ἐν φωτὶ ὁρῶντι ἡλιοειδὴς καὶ φοινικοῦς ὁρᾶται. καὶ τὸ πῦρ οὐ πᾶσι θερμόν· τῷ γὰρ ξύλῳ θερμὸν τῇ δὲ σαλαμάνδρα οὐ θερμὸν οὐδὲ τῷ ἀμιάντῳ. τὸ μέλι οὐ πᾶσι γλυκύ· τοῖς γὰρ ἰκτεριῶσιν οὐ γλυκύ πρὸς ὅ φαμεν ὅτι πρῶτον εἰσὶ τὰ πράγματα, καὶ οὕτω πρὸς ἕτερον παραβάλλοντι· τὰ γὰρ χρώματα νυκτὸς μέν εἰσι χρώματα, ὁρατὰ δὲ οὔκ εἰσιν. ἐκέχρητο δὲ καὶ δευτέρῳ λόγῳ λέγων οὕτως· αἱ φυσικαὶ τῶν πραγμάτων εἰκόνες, λέγω δὴ τὰ κατοπτρικὰ εἴδωλα, ὁρῶντι μὲν εἰσί, μὴ ὁρῶντι δὲ οὐκ εἰσίν. ἀλλ’ ὁ αὐτὸς λόγος καὶ πρὸς ταῦτα· πρῶτον γὰρ εἰσὶ τὰ | πράγματα, καὶ τότε [*](265v) γίνονται ὁρατά. τούτοις πεισθεὶς ὁ Πρωταγόρας ἐκέχρητο ταῖς μεγαληγορίαις ταῖς τρισὶ ταύταις, φάσκων οὕτως· ‘ πάντων χρημάτων μέτρον ὁ ἄνθρωπος’, ‘ ὡς φαίνεται τὰ πράγματα, οὕτω καὶ ἔστι’, ‘ τὸ δοκοῦν ἑκάστῳ ἀληθές’. οὐ περὶ τοῦ αὐτοῦ δὲ εἴρηται πάντα, ἀλλὰ τὸ μὲν περὶ τοῦ γινώσκοντος ὅτι μέτρον πάντων χρημάτων ὁ ἄνθρωπος, τὸ δὲ περὶ <τοῦ> γινωσκομένου τὸ ὅτι οἷα φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ ἔστι, τὸ δὲ περὶ τῆς γνώσεως αὐτῆς τὸ λέγον ὅτι τὸ δοκοῦν ἑκάστῳ ἀληθές. πρὸς ὅ φαμεν ὅτι οὐ μέτρον πάντων χρημάτων ὁ ἄνθρωπος· κατὰ μίαν γὰρ αἴσθησιν, ὡς μεμαθήκαμεν ἐν τοῖς προλαβοῦσι, προὔχει τῶν ἄλλω.ν ζῴων ὁ ἄνθρωπος, λέγω δὴ τὴν ἁφήν διὸ καὶ ἄτριχον τὸ θέναρ ἐδημιούργησεν ἡ φύσις, ἵνα μὴ ἐν ταῖς μαντείαις ἐμποδίζηται, λέγω δὴ τοῖς σφυγμοῖς)· κατὰ γὰρ τὰς ἄλλας αἰσθήσεις νικᾶται ὑπὸ τῶν ἄλλων ζῴων, κατὰ μὲν τὴν ὄψιν ὑπὸ τοῦ ἀετοῦ, κατὰ δὲ τὴν ἀκοὴν ὑπὸ τῶν χηνῶν, κατὰ δὲ τὴν γεῦσιν ὑπὸ γαλῆς. ἀλλ’ οὐδὲ ὡς ὁρᾶται τὰ πράγματα, οὕτω καὶ ἔστιν· ἰδοὺ γὰρ ὁ ἥλιος ποδιαῖος φαίνεται ὁ ἑκατοντάκις ἑβδομηκονταπλασίων ἰῆς γῆς ὤν, καὶ ἡ κώπη κεκλασμένη ὁρᾶται ἐν τῷ ὕδατι μὴ οὖσα κεκλασμένη. ἀλλ’ οὐ,δὲ τὸ δοκοῦν ἑκάστῳ ἀληθές ἐστι· τί γὰρ ποιήσομεν τοὺς παραφρονοῦντας, οἵτινες ὀστρακίνους ἑαυτοὺς νομίζουσι καὶ δοκοῦσιν ἀποφεύγειν, μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσῃ τοῦ Ἄτλαντος αὐτὸν διὰ τὸν κάματον ἀποσεισαμένου; ἤδη δὲ καὶ Πλάτωνι εὐθύνας δέδωκεν αὕτη ἡ δόξα· φησὶ γὰρ πρὸς αὐτοὺς ὁ Πλατῶν· ‘ ἡμεῖς, Πρωταγόρα, λέγοντές σε ψεύδεσθαι, ἀληθεύομεν ἢ ψευδόμεθα·; εἰ μὲν γὰρ ἀληθεύομεν ἡμεῖς, ψεύδῃ καὶ ἔστι τὸ ψεῦδος, εἰ δὲ ψευδόμεθα, καὶ οὕτως ἔστι τὸ ψεῦδος,’. διὸ καὶ ἐπάγει ὅτι Πρωταγόρας κἂν ἀληθεύῃ, ψεύδεται, κἂν ψεύδηται, ψεύδεται, πάντως ἄρα ψεύδεται.

    [*](2 Πρωτ.] cf. Philop. p. 103,32 8 πρῶτον b: πρῶτα IIKP (cf. v. 13) μεταβάλλ. Η1 11 κατοπτηρικὰ H: κατοπτρητικὰ Κ. κατοπηρικὰ P 12 πρὸς, καὶ coll. P 13 ὁρατά om. Κ 16 δὲ superscr. Κ: om. P 17 τοῦ inserui 18 ὅτι om. KP εἰσί H 19 λέγων Η 20. 21 μεμαθήκαμεν] spectare videtur p. 147,20 27 τῆς γῆς] αὐτῆς H 28 κοπὴ Η ὁρπαται—κεκλασμένη in mrg. suppl. Ρ2 οὐδὲ scripsi : οὔτε libri (cf. v. 26) 29 ποιήσωμεν Η 32 Πλάτωνι] cf. p. 110,3 34 εἰ μὲν—ψευδόμεθα in mrg. suppl. Ρ2 μὲν om. P γὰρ om. Κ 35 ἀληθεύει H 36 κἂν ψεύδ. ψεύδεται om. Κ)
    205

    Ἄλλοι δέ φασιν ὅτι οὐδὲν τῶν ὄντων πρός τι· ἡ γὰρ φύσις πάντα ιθ’ αὑτὰ ἐποίησε, τάξεως τῶν πρός τι μὴ φροντίσασα, ὥσπερ καὶ ὁ τέκτων ἐντίθησι τὰς δοκοὺς τῇ ὀροφῇ μὴ φροντίσας ποία δεξιὰ ἢ ποία ἀριστερά, ἀλλ’ ἡμεῖς ὕστερον τὴν μὲν δεξιάν φαμεν τὴν σὲ ἀριστεράν. πρὸς ὅ φαμεν ὅτι καὶ τάξεως ἐφρόντισεν ἡ φύσις· τὰ γὰρ ὑγρὰ στοιχεῖα ἐν μέσῳ τῶν ξηρῶν ἔταξεν, ἵνα συνέχηται καὶ συσχηματίζηται αὐτοῖς, καὶ τὸ ἧπαρ ἀεὶ ἐν τοῖς δεξιοῖς, καὶ τὰ οὐράνια περιέχει τὰ ὑποσέληνα, ἐπεὶ εἰ μηδὲν ἦν τῶν ὄντων πρός τι, ἀνῄρητο ἂν καὶ ἡ πρόνοια· ἡ γὰρ πρόνοια τοὐ προνοουμένου ἐστὶ πρόνοια καὶ ἡ γνῶσις γνωστοῦ ἐστι γνῶσις. ἄλλοι δὲ πάντα τὰ ὄντα πρός τι εἶπον, ἐπειδὴ τὰ πρός τι οἰκείαν ὕλην οὐκ ἔχει, | ἀλλ’ ἐν ταῖς ἐννέα κατηγορίαις θεωρεῖται, καὶ οὐδὲν τῶν ὄντων πρός τι, [*](266r) ἐπειδὴ οὐδὲν μόνως πρός τι, ἀλλ’ ἢ πρός τι καὶ οὐσία ἢ πρός τι καὶ ποσὸν ἢ πρός τι καὶ ποιόν. Ἀριστοτέλης δὲ τῶν ὄντων τὰ μὲν πρός τι τὰ δὲ οὐ πρός τι· οὐσία γὰρ καὶ ποιὸν καὶ ποσὸν καθ’ αὑτό, τὰ δὲ ἐκ τῆς τούτων συμπλοκῆς ἀναφαίνονται.

    p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται.

    Τέταρτον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι τίς ἡ διδασκαλία τῶν πρός τι. ἰστέον τοίνυν ὅτι τοιούτῳ κέχρηται τρόπῳ διδασκαλίας τῷ ῥηθησομένῳ· πρῶτον ὁρίζεται τὰ πρός τι, λέγων ὅτι πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν εἶναι λέγεται. αὕτη δέ ἐστιν ἡ ψευδὴς ὑπογραφὴ καὶ Πλατωνική, ἥντινα ἐλέγξει ἐν τοῖς κατὰ μέρος αὐτός. δεύτερον καταλέγει τὰ ἴδια τῶν πρός τι, τὰ ψευδῆ καὶ ἀληθῆ, τέσσαρα δὲ τῶν πρός τι ἴδια, τὸ μηδὲν ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι καὶ τὸ ἅμα τῇ φύσει εἶναι. ποῖα δὲ ἀληθῆ καὶ ποῖα ψευδῆ, προιὼν διδάξει. τρίτον λέγει ἀνθορισμὸν αὐτῷ δοκοῦντα ὅτι πρός τί ἐστιν οἷς τὸ εἶναι ἡ πρὸς ἕτερον σχέσις. τέταρτον ἀπορίαν τινὰ τίθησι μεταξὺ τοὐ ὁριμοῦ καὶ ἀνθορισμοῦ, ἑπομένην μὲν τῷ ὁρισμῷ λυομένην δὲ ὑπὸ τοῦ ἀνθορισμοῦ· ᾧ γὰρ ἄτοπον ἕπεται, ἐκεῖνο ἄτοπον, ᾧ δὲ μηδὲν ἄτοπον ἀκολουθεῖ, τοὐναντίον δὲ καὶ τὰ ἄλλοις ἑπόμενα ἄτοπα δύναται διαλύειν, ἐκεῖνο ἀληθές. οὗτος ὁ τρόπος τῆς διδασκαλίας τῶν πρός τι. ἐν οἷς τὸ τέταρτον.

    Πέμπτον ἦν κεφάλαιον ζητῆσαι πῶς δεῖ ἐπιγράφειν, Περὶ τοῦ πρός τι ἑνικῶς ἢ Περὶ τῶν πρός τι πληθυντικῶς. καὶ δεῖ εἰδέναι ὅτι ἑκατέρως δυνατόν, καὶ ἑνικῶς ἐπιγράφειν, ἐὰν πρὸς τὴν σχέσιν ἐπιβλέψωμεν μία γὰρ ἡ σχέσις), εἰ δὲ πρὸς τὰ τὴν σχέσιν ἔχοντα, πληθυντικῶς· ταῦτα γὰρ [*](2 τάξεως om. Κ; fort. τῶν πρός τι eicias (cf. v. 5) καὶ scripsi: γὰρ HP: eras. Κ 3 ἡ] καὶ H 8 post πρότ. addas καὶ γνῶσις 10 οὐκ om. P IG lemma om. Κ 17 ἦν om. Κ 21 Πλατωνική] cf. Soph. p. 255 C Reipubl. p. Α 23 TO (ante ἧττον) τὸ K 24 ἧτον P ἀντιστρέφοντι H alt. τὸ om. Κ 26 ante ἕτερον add. τὸ K 27 ἑπομένειν P 29 ἐκείνω P τὰ] τοῖς K 31 τι om. P ἐν om. KP 31 ἐπιβλέψ. — σχέσιν (35) in mrg. suppl. Η2 35 εἰ δὲ] καὶ ἑνικῶς εἰ K τὰ ἧτον H)

    206
    τοὐλάχιστον δύο· ἓν γὰρ πρᾶγμα πρός τι οὐ δύναται εἶναι. καὶ ἀληθὴς ἡ ἑνικὴ ἐπιγραφή, ἐπειδὴ καὶ ἡ σχέσις μία· ὡς γὰρ μιᾶς οὔσης τῆς σχέσεως δέκα τὰς κατηγορίας φαμέν, ὡς τοῦ πρός τι ἑνικῶς λαμβανομένου. σαφὴς δὲ ἡ πληθυντικὴ ἐπιγραφή, ὡς καὶ Ἀριστοτέλης ἐπιγράφει τὰ πρός τι πανταχοῦ κἀν ταῖς ὑπογραφαῖς κἀν τοῖς ἰδίοις λέγων. οὕτως καὶ ἐπὶ τῆς ποιότητος Περὶ ποιοῦ καὶ ποιότητος ἐπιγράψας, ἵνα σαφῆ ποιήσῃ τὴν ἐπιγραφήν ποιὸν δέ ἐστι τὸ δεδεγμένον τὴν ποιότητα), * * ἵνα ἐκ τούτου ὡς σαφεστέρου εἰς ἔννοιαν ἔλθωμεν τῶν ἀσαφῶν · ἀσαφῆ γὰρ τὰ μετεχόμενα καθ’ αὑτά. ἐν οἷς καὶ τὸ Ε; κεφάλαιον.

    Ἀποροῦσι δὲ λέγοντες, εἰ ἐξὸν ἐπὶ πάσης κατηγορίας τὰ πέντε ταῦτα ζητῆσαι κεφάλαια (ἑκάστη γὰρ λέγεται καὶ διδάσκεται καὶ ἔστι καὶ γένος ἐστὶ καὶ συνηρίθμηται ταῖς ἄλλαις), πῶς ἐνταῦθα ταῦτα μόνον ζητεῖται. καὶ λέγομεν | ὅτι εὐλόγως ἐνταῦθα καὶ μόνον λόγου ἔτυχον ταῦτα· [*](266v) οὐδεμία γὰρ ἄλλη κατηγορία καὶ ἑνικῶς λέγεται καὶ πληθυντικῶς, εἰ μὴ τὰ πρός τί· εὐλόγως οὖν τὴν ἐπιγραφὴν ζητοῦμεν. ἐν οὐδεμιᾷ ἄλλῃ κατηγορίᾳ καὶ ἑνικῶς λέγεται καὶ πληθυντικῶς] καὶ ὁρίζεται καὶ ἀνθορίζεται ὁ Ἀριστοτέλης, εἰ μὴ ἐνταῦθα· διὸ εὐλόγως ζητοῦμεν τίς ὁ τρόπος ὁ διδασκαλικός. οὐδεμία ἄλλη κατηγορία παρυφίσταται ταῖς λοιπαῖς κατη- γορίαις, εἰ μὴ τὰ πρός τι· εἰκότως οὖν ζητοῦμεν τὸν τρόπον τῆς ὑπάρξεως. οὐδεμία ἄλλη κατηγορία δέκα εἴδη ἔχει, εἰ μὴ τὰ πρός τι· εὐλόγως ἄρα ζητοῦμεν τὴν ἀπαρίθμησιν τῶν σημαινομένων. ἐν οὐδεμιᾷ ἄλλῃ κατηγορίᾳ διεφώνησεν ἑαυτῷ ὁ Ἀριστοτέλης, εἰ μὴ ἐν τοῖς πρός τι, ποτὲ μὲν τέταρτα αὐτὰ τάσσων, ὡς ἐν τῇ ἀπαριθμήσει, ποτὲ δὲ τρίτα, ὡς ἐν τῇ διδασκαλίᾳ· διὸ ζητοῦμεν τὴν τάξιν αὐτῶν.

    p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται.

    Ἐπειδὴ τέσσαρά τινα συμπληροῖ τὴν διδασκαλίαν τῶν πρός τι, ἡ ψευδὴς αὐτῶν ὑπογραφὴ καὶ τὰ ἴδια καὶ ὁ ἀνθορισμὸς καὶ ἡ ἀπορία, ἡ παροῦσα θεωρία τὴν ψευδῆ ὑπογραφὴν τῶν πρός τι διδάσκει. ἔχει δὲ οὕτως· πρός τι δέ ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως. σαφηνίσωμεν δὲ ταύτην. τὸ ὅσα αὐτὰ ἅπερ ἐστί καλῶς πρόσκειται· τὰ γὰρ πρός τι αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ὡς πατήρ· καὶ αὐτὸ γὰρ τὸ πατὴρ τοῦ υἱοῦ λέγεται, ὁμοίως καὶ ὁ υἱὸς κατ’ αὐτὸ τὸ υἱὸς τοὐ πατρὸς λέγεται. καὶ τὰ πρός τι μὲν πάντως ἑτέρων εἶναι λέγεται, οὐ πάντως δὲ τὰ ἑτέρων λεγόμενα πρός τι· ἰδοὺ γὰρ τὸ λευκὸν λέγεται μέλανι ἐναντίον καὶ πρός τι οὑκ ἔστιν, [*](5 ante παντ. add. λέγων HP 7 δέ] an γάρ ? ante ἵνα defectum signavi, suppleveris προέταξε τὸ ποιὸν τῆς ποιότητος, 8 ἀσαφῶν] ἀσαφεστέρων Κ 9 πέμπτον inserui 12 μόνα HP 13 μόνου KP 14 γὰρ suppl. Ρ2 15 ante ἄλλῃ add. γὰρ H 16 καὶ ἑνικῶς—πληθυντικῶς inclusi 23 τέτρατον H 26 ἐπειδὴ] ἐπὶ δεῖ P 29 δέ om. KP ἑτέρων—ἅπερ ἐστί (31) in mrg. suppl. Ρ2 30 ἢ—λέγεται (32) om. Κ τὸ] τὰ P αὐτὰ] αὐτὴν P 34 πάντα (pr. 1.) Κ)

    207
    ἐπειδὴ προῆλθε μὲν κατ’ ἄλλο, τὸ λευκόν, ἀποκρίνεται δὲ κατ’ ἄλλο· κατὰ γὰρ τὸ ἐναντίον. ἄλλο δὲ τὸ λευκὸν καὶ ἄλλο τὸ ἐναντίον· τὸ μὲν γὰρ λευκὸν καθ’ αὑτό, τὸ δὲ ἐναντίον πρός τι. καὶ τὰ μὲν πρός τι ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα καὶ εἰς τὸ αὐτὸ λήγοντα κύκλον μιμεῖται, οἷον ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ πρὸς ἄλλο λεγόμενα ἀρχόμενα μὲν ἀπὸ ἄλλου ἀποκρινόμενα δὲ κατ’ ἄλλο, οἷον λευκὸν μέλανι ἐναντίον, εὐθεῖαν μιμεῖται ἄλλην ἀρχὴν ἔχουσαν καὶ ἄλλο πέρας. καὶ ταῦτα ἐν τούτοις. τὸ δὲ ὁπωσοῦν ἄλλως πρόσκειται διὰ τέσσαρας αἰτίας, αἵτινες διὰ τὸ ἑτέρων λέγονται· πρῶτον ἵνα μὴ τοῦ ἑτέρων γενικῆς πτώσεως ὄντος νομίσωμεν πάντα πρὸς γενικὴν ἀποδίδοσθαι· τινὰ γὰρ καὶ πρὸς δοτικήν, ὡς ἂν εἴπω ‘φίλος φίλῳ φίλος’, καὶ πρὸς αἰτιατικήν· ‘ ὁ τύπτων τυπτόμενον τύπτει’ . δεύτερον ἵνα μὴ τοῦ ἑτέρων πληθυντικοῦ ἀριθμοῦ ὄντος νομίσωμεν πάντα πρὸς πληθυντικὸν ἀριθμὸν ἀποδίδοσθαι· τινὰ γὰρ καὶ πρὸς ἑνικὸν λέγεται· ‘ τὸ μέρος ὅλου μέρος’. τρίτον ἵνα μὴ τοῦ ἑτέρων μοναχῶς λεχθέντος νομίσωμεν πάντα μοναχῶς ἀποδίδοσθαι· τινὰ γὰρ καὶ διχῶς ἀποδίδοται, οἷον τὸ ὑπερέχον ὑπερεχόμενον ὑπερέχει καὶ τὸ ὑπερέχον | ὑπεροχῇ ὑπερέχει. [*](267r) τέταρτον ἵνα μὴ τοῦ ἑτέρων ἁπλοῦ ὄντος καὶ μὴ δεηθέντος προθέσεως νομίσωμεν πάντα τὰ πρός τι μὴ δεῖσθαι προθέσεως· τινὰ γὰρ δέονται, οἷον τὸ δωρούμενον παρὰ τοῦ δωρουμένου δωρεῖται καὶ ὁ τυπτόμενος ὑπὸ τοῦ τύπτοντος τύπτεται. ἐν οἷς ἡ πρᾶξις.

    p. 6a37 οἷον τὸ μεῖζον τοῦτο ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γάp.

    ῾Η παροῦσα θεωρία δύο ἡμῖν κεφάλαια παραδίδωσιν, ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ τρεῖς χώρους παραδειγμάτων διακεκριμένους ἀλλήλων διὰ τοῦ ἔστιν, ἐν δὲ τῷ δευτέρῳ δύο ἴδια τῶν πρός τι τὰ πρῶτα καὶ ψευδῆ. ψευδῆ δὲ εἴρηται, διότι οὐδὲ πᾶσι τοῖς πρός τι ὑπάρχουσιν οὐδὲ μόνοις. καὶ ὁ μὲν πρῶτος χῶρος σύγκειται ἐκ τῶν ἤδη εἰρημένων πρός τι ἐν τῷ περὶ ποσοῦ λόγῳ, ἐν οἷς τὸ μέγα καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον καὶ διπλάσιον καὶ ἥμισυ. ὁ δὲ δεύτερος χῶρος πρόεισιν ἐκ τῶν κατ’ ἄλλην μὲν πτῶσιν προιόντων κατ’ ἄλλην δὲ ὑποστρεφόντων, ἐν οἷς ἐπιστήμη καὶ ἕξις καὶ διάθεσις· ταῦτα γὰρ πρόεισι μὲν κατ’ ἄλλην πτῶσιν ὑποστρέφει δὲ κατ’ ἄλλην· οἷον ἰὴ ἐπιστήμη ἐπιστηιοῦ ἐπιστήμη’ πρόεισι μὲν οὕτω κατὰ γενικήν, ὑποστρέφει δὲ οὕτω κατὰ δοτικὴν ‘ τὸ ἐπιστητὸν ἐπιστήμῌ ἐπιστητόν’, ‘ ἡ ἕξις τοῦ ἑκτοῦ ἕξις — τὸ ἑκτὸν ἕξει ἑκτόν’, ‘ ἡ διά- [*](3 καὶ τὰ] κατὰ Κ1Ρ 4 τὸ om. K καταλήγ. K 6 post δὲ add. οὐ Κ 7 ὁποσοῦν HP 13 ἀποδίδ.] δίδοσθαι KP 14 μέρους H ἑτέρου KP νομήσωμεν P 15 ἀποδίδονται HP 16 τὸ om. HP 19 δορούμενον Ρ 21 ἐστὶν suppl. Ρ2 23 παραδίδοσιν H 24 τρεῖς suppl. Ρ2 παραδειγμάτων in mrg. suppl. K διακεκριμένους scripsi: διακεκριμένως libri 25 ἔστιν] Arist. p. 6b2 τὰ παρῶτα—πρός τι (26) suppl. Ρ2 τὰ πρῶτα scripsi: τὰ H : πρῶτα τὰ P: om. Κ 26 πρός τι] πρώτη P 27 ᾑρημένων HK 27. 28 ἐν τῷ περὶ ποσοῦ λόγῳ] Ρ. 5b2 sq. 29 πρόησιν P 31 πτῶσιν scripsi: ἕξιν libri)

    208
    θέσις τοῦ διακειμένου διάθεσις — τὸ διακείμενον διαθέσει διάκειται’. ὁ τρίτος χῶρος τῶν παραδειγμάτων πρόεισιν ἐκ τῶν μὴ δι’ ἑαυτὰ πρός τι ὄντων, ἀλλὰ διὰ τὸ γένος, ὡς ἡ γραμματική· αὕτη γάρ οὐ δι’ ἑαυτὴν πρός τι, ἀλλὰ διὰ τὸ γένος· οὐ γὰρ λέγεται φωνῶν γραμματική, ἀλλ’ ἐπιστήμη. ὁμοίως καὶ ἡ ἀνάκλισις οὐ δι’ ἑαυτὴν πρός τι, ἀλλὰ διὰ τὸ γένος· οὐ γὰρ λέγεται ἡ ἀνάκλισις ἀνακεκλιμένου ἀνάκλισις, ἀλλ’ ἀνακεκλιμένου θέσις· ἢ γὰρ πάντα ὄρθιά εἰσι τὰ μέλη καὶ λέγεται στάσις, ἢ πάντα ὕπτια καὶ λέγεται ἀνάκλισις, ἢ τινὰ μὲν ὄρθια τινὰ δὲ ἀνακεκλιμένα καὶ λέγεται καθέδρα. οὐ δύναται δὲ οὔτε ἡ καθέδρα οὕτε ἡ ἀνάκλισις οὔτε ἡ στάσις οὐδὲ τὰ τοιαῦτα πρός τι εἶναι· ἐν γὰρ τούτοις μετέχον ἐστὶ καὶ μετεχόμενον· καὶ ὁ καθήμενος γὰρ τῆς καθέδρας μετέχει καὶ ὁ ἑστὼς τῆς στάσεως καὶ ὁ ἀνακεκλιμένος τῆς ἀνακλίσεως. ὁ φίλος καὶ ὁ ἐχθρὸς τῶν πρός τι ὄντα δοκοῦσι μὴ εἶναι πρός τι. δοκοῦσι δὲ μὴ εἶναι τῶν πρός τι ταῦτα διὰ τὴν ταυτωνυμίαν καὶ τὸ μίαν εἶναι ἐν αὐτοῖς διάθεσιν· οὐδὲ γὰρ ἀντίκειται ἀλλήλοις ὅσον γε ἀπὸ τῆς λέξεως. δεῖ οὖν εἰ μέλλοιεν εἶναι πρός τι, ἀντικειμένως αὐτὰ ἐκφωνεῖν, οἷον ὁ φίλος φιλούμενον φιλεῖ καὶ ὁ ἐχθρὸς ἐχθραινόμενον ἐχθραίνει, καὶ εὑρίσκονται πρός τι.] τὰ δὲ πρός τι οὐ δύναται μετέχειν ἀλλήλων ὡς ἀντικείμενα· οὐδέποτε γὰρ ὁ υἱὸς τοῦ πατρὸς ὡς πατρὸς μετέχει, καὶ τὸ ἀνάπαλιν, οὐδὲ τὸ δεξιὸν τοῦ ἀριστεροῦ μετέχει, καὶ τὸ ἀνάπαλιν, οὐδὲ τὸ ὅλον τοῦ μέρους μετέχειν ὡς μέρους κατηγορεῖται οὐδὲ γὰρ ὁ λόγος τοῦ ὅλου τοὐ μέρους κατηγορεῖται), οὐδὲ τὸ ἀνάπαλιν, οὐδὲ τὸ κεφαλωτὸν τῆς κεφαλῆς μετέχει, ἐπειδὴ οὐδὲ ὁ λόγος τοῦ κεφαλωτοῦ τῆς κεφαλῆς | κατηγορεῖται, οὐδὲ ἡ ἐπιστήμη τοῦ ἐπιστητοῦ μετέχει. [*](267v) καθόλου οὖν τὰ πρός τι οὐ δύναται ἀλλήλων μετέχειν ὡς ἀντικείμενα ἀλλήλων, οὐδὲ τὰ μετέχοντα ἀλλήλων πρός τι δύναται εἶναι. καὶ ἀποροῦσιν ὅτι ὅσον ἐκ τῶν εἰρημένων οὐδὲ θέσις καὶ θετὸν πρός τι· μετέχει γὰρ τὸ θετὸν τῆς θέσεως. πρὸς ὅ φαμεν ὅτι ἀληθὲς τοῦτο, ἐὰν θέσιν λάβωμεν τὴν ποιότητα. ἀλλὰ θέσιν ληπτέον τὴν κατὰ τὸ δεξιὸν καὶ ἀριστερόν, πρόσω καὶ ὀπίσω, ἄνω καὶ κάτω· ταῦτα γὰρ οὐ δύναται μετέχεν ἀλλήλων· οὐδὲ Ε; τὸ δεξιὸν τοῦ ἀριστεροῦ μετέχει ποτὲ οὐδὲ τὸ ἄνω τοῦ κάτω οὐδὲ τὸ πρόσω τοῦ ὀπίσω. ἰστέον ὅτι † πάσης θέσεως τε καὶ ἀνακλίσεως καὶ στάσεως καὶ καθέδρας, τὰ εἴδη τῆς θέσεως καὶ οἱονεὶ χαρακτῆρες, ὑπὸ τὴν ποιότητα ἀνάγεται· πᾶς γὰρ χαρακτὴρ ποιότητος ὑπὸ τὴν ποιότητα ἀνάγεται· ἐὰν οὖν ταῦτα πρός τι εἶναι συγχωρηθείη, ποιότητες ὄνια καὶ καθ’ αὑτά, πᾶν συμβεβηκὸς τῶν πρός τι ποιήσομεν, οἱ ἡ λευκότης λελευκωμένου λευκότης καὶ ἡ μέλανσις μεμελασμένου μέλανσις ὅπερ ἄτοπον. οὐ δύναται οὖν ἡ ἀνάκλισις ἀνακεκλιμένου λέγεσθαι ἀνάκλισις [*](3 ὡς—γένος (4) cm. KP 12 ὁ φιλος—πρός τι (17) inclusi 13 pr. μὴ om. H alt. μὴ] καὶ μηδὲ ΗΡ ταῦτα] τὰ τοιαῦτα HP 15 ἀλλήλοις om. KP 18 δύν K 19 οὐδὲ—ἀνάπαλιν (21) om. Κ 23 post κεφαλῆς add. μετέχειν ὡς μέρους Κ 30 γὰρ (post οὐδὲ) inserui 13 ἰστέον—ἄτοπον (37) eicias 31. 32 πάσης—καθέδρας corrupta sunt, scribas πᾶσα θέσις, καὶ ἀνάκλισις καὶ στάσις καὶ καθέδρα 35 καὶ om. Κ ποιήσωμεν H 36 λελευκόμενου (sic) λευκότης suppl. P2)
    209
    οὐδὲ ἡ στάσις ἑστῶτος στάσις οὐδὲ ἡ καθέδρα τοῦ καθημένου καθέδρα, ἐπειδὴ μετέχον ἐστίν, ὡς εἴρηται, καὶ μετεχόμενον· ἔστι γὰρ ἡ διάκρισις οὕτως· ἔστιν ἀνακεκλιμένον καὶ τελεῖ τοῦτο ὑπὸ τὴν οὐσίαν, καὶ ἀνάκλισις καὶ τελεῖ τοῦτο ὑπὸ τὴν ποιότητα, καὶ τὸ ἀνακεκλίσθαι καὶ τελεῖ ὑπὸ τὴν κεῖσθαι κατηγορίαν. καὶ ἐπὶ τῶν ἄλλων δὲ οὕτως ἀνάλογον δεῖ νοεῖσθαι. ταύτα τὸ πρῶτον ἥμιν παραοιοωσι κεφαλαιον.

    Δεύτερον δὲ κεφάλαιον, ἐν ᾧ δύο ἴδια ψευδῆ τῶν πρός τι παραδίδωσι, τὸ μὴ ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ταῦτα δὲ οὐδὲ πᾶσι τοῖς πρός τι ὑπάρχουσιν οὐδὲ μόνοις. ἀλλ’ ἵνα γνῶμεν τίσιν ὑπάρχουσι καὶ τίσιν οὐχ ὑπάρχουσι, κανόνι τοιούτῳ χρησώμεθα· δεῖ εἰδέναι ὅτι τὰ πρός τι οἰκείαν ὕλην μὴ ἔχοντα ἐν ἐννέα κατηγορίαις θεωρεῖται· ἐὰν οὖν ἡ κατηγορία ἐκείνη ἐπιδέχηται ἐναντία καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὰ ἐν αὐτῇ πρός τι ἐπιδέχονται ταῦτα, εἰ δὲ μὴ ἐπιδέχεται, οὐδὲ τὰ πρός τι ἐπιδέχονται· πατὴρ γὰρ καὶ υἱὸς τῶν πρός τι, καὶ οὐκ ἐπιδέχονται τὸ ἐναντίον. οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ οὐδὲ ἡ οὐσία, ἐν ᾗ τὰ πρός τι ταῦτα, πατήρ φημι καὶ υἱός. οὐδὲ τὸ διπλάσιον καὶ ἥμισυ ἐπιδέχεται τὰ ἐναντία οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ οὐδὲ τὸ ποσόν, ἐν ᾧ ταῦτα Ε; πρός τι. ἐπιστήμη δὲ καὶ ἐπιστητὸν ἐπιδέχεται τὰ ἐναντία καὶ τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ καὶ ἡ ποιότης, ἐν ᾗ ταῦτα θεωροῦνται, ἐπιδέχεται ταῦτα· τῇ γὰρ ἐπιστήμῃ ἐναντία ἡ ἄγνοια, καὶ ἔστι μᾶλλον ἐπιστήμη καὶ ἧττον ἐπιστήμη, ὡς καὶ μᾶλλον θερμὸν καὶ ἧττον θερμὸν καὶ τὰ παραπλήσια. ἀποροῦσι δὲ ὅτι εἰ οὐ πᾶσι τοῖς πρός τι ὑπάρχουσι ταῦτα, ἠδύνατο καὶ καταφατικῶς αὐτὰ προαγαγεῖν, ὥσπερ οὖν προήγαγε, καὶ ἀποφατικῶς, ἵνα εἴπῃ ὅτι ἴδιον τῶν πρός τι τὸ μὴ ἐπιδέχεσθαι | τὰ ἐναντία καὶ τὸ μᾶλλον 268r καὶ τὰ ἧττον· δία τί καταφατικῶς αὐτὰ προήγαγε; καὶ λέγομεν ὅτι τὰ ἴδια ὁρισμοὺς μιμούμενά εἰσι τῷ ἀντιστρέφειν· ἐπεὶ δὲ οἱ ὁρισμοὶ τὰ τῆς φύσεως τῶν πραγμάτων σημαίνοντες θετικῶς καὶ καταφατικῶς λέγονται, διὰ τοῦτο καὶ τὰ ἴδια καταφατικῶς προήγαγε.

    p. 6b28 Πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.

    Δύο ἴδια παραδοὺς ἡμῖν ὁ Ἀριστοτέλης τῶν πρός τι, καὶ τρίτον ἡμῖν ἴδιον παραδίδωσιν· * * ἄλλο ἀντιστρέφειν καὶ ἄλλο πρὸς ἀντιστρέφοντα λέγεσθαι· ἀντιστρέφουσι γὰρ καὶ τὰ ἴδια· εἰ γὰρ γελαστικόν, ἄνθρωπος, καὶ εἰ ἄνθρωπος, γελαστικόν. πρὸς ἀντιστρέφοντα δὲ λέγεται ὅσα αὐτὰ ἅπερ [*](2 εἴρηται] p. 208,10 5 δὲ ova. Κ 7 δεύτ.—κεφ. om. Κ post τι additum κατηγοριῶν del. Η 8 τὸ (ante ἧττον) om. H 9 pr. οὐδὲ] οὐ Κ 10 χρησόμεθα P post δεῖ add. δὲ HP 12 ἐπιδέχεται P 14 ἐπιδέχεται (pr. 1.) Η: ἐπιδέχεσθαι P pr. καὶ om. P 16 φήμη P 17 ante ἧττον add. τὸ P 18 pr. τὰ addidi (cf. v. 15) 20 ἐναντία—ἧττον ἐπιστήμη (21) in mrg. suppl. H 23 εροαγάαι (pr. 1.) ΗΡ οὑν post τί (25) transponas 24 εἶπεν HP 26 ἐπεὶ δὲ scripsi: ἐπειδὴ libri 27 καὶ (ante καταφ.) om. Κ 29 πάντα] ταῦτα Κ 31 defectum signavi; snppleveris τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι. ἔστι δὲ ἄλλο ἀντιστp. — ἴδια (32) ex Paris. 1917 inserui: om. HKP 32 ante γελαστ. superscr. to K 33 εἰ] 6 K 33 ocvTioiaaTpEcpovTot P oe om. P)

    210
    ἐστὶν ἑτέρων εἶναι λέγεται· ὁ γὰρ πατὴρ κατ’ αὐτὸ τὸ πατὴρ ἑτέρου λέγεται, τοῦ υἱοῦ, καὶ ὁ υἱὸς ὁμοίως· ὁ πατὴρ οὖν πρὸς ἀντιστρέφον λέγεται τὸ πατήp. τὰ δὲ ἀντιστρέφοντα οὐ πρὸς ἀντιστρέφοντα λέγεται· οὐ γὰρ ὁ ἄνθρωπος καθὸ ἄνθρωπος τοῦ γελαστικοῦ λέγεται ἅνθρωπος, οὐδὲ τὸ γελαστικὸν καθὸ γελαστικὸν τοῦ ἀνθρώπου λέγεται γελαστικόν. ἢ καὶ ἄλλως· ὅτι ὁ ἄνθρωπος γελαστικὸν μὲν λέγεται ἢ καὶ γελαστικός, γελαστικοῦ δὲ ὁ ἄνθρωπος οὐ λέγεται οὐδὲ οἶδεν ἡ παλαιὰ συνήθεια τοιαύτην σύνταξιν· τὸ δὲ γελαστικὸν λέγεται ἄνθρωπος, λέγεται καὶ ἀνθρώπου γελαστικὸν ἴδιον. ἐπὶ δὲ τῶν κυρίως πρός τι τοιαύτη σύνταξις οὐχ εὑρίσκεται. δεῖ δὲ εἰδέναι ὅτι ἡ ἀντιστροφὴ φέρεται καὶ ἐπὶ συλλογισμῶν καὶ ἐπὶ προτάσεων καὶ ἐπὶ ὅρων, ἤτοι ἁπλῶν φωνῶν. ἀλλὰ τὴν μὲν ἐν συλλογισμοῖς καὶ προτάσεσιν αἱ περὶ τούτων πραγματεῖαι διδάξουσι, νῦν δὲ πρόκειται τὴν ἐν ἁπλαῖς φωναῖς ἀντιστροφὴν ζητῆσαι. ἡ δὲ ἀντιστροφὴ ὅπου δἂν ᾖ, ἰσότητα δηλοῖ, οἷον ἰσοστροφὴν οὖσαν δύο κυκλικῶν κινήσεων· ἡ γὰρ στροφὴ ἐπὶ πλέον ἢ περιστροφὴ ἤτοι ἀντιστροφὴ κυκλικὴν κίνησιν δηλοῖ· ἡ γὰρ ἀντιστροφὴ τῷ ἀντί ἴσον δηλοῖ, ὡς ἀντίθεος καὶ ὡς ἀντιάνειρα· οἷον ἐπὶ μὲν τῶν πρός τι γίνεται κυκλικὴ κίνησις οὕτως, ὅτι ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς αὐτὸ λήγει ‘ ὁ πατὴρ υἱοῦ πατήρ — ὁ υἱὸς πατρὸς υἱός’ · ποὺ μὲν γὰρ ἀπὸ πατρὸς ἄρχεται καὶ εἰς αὐτὸν λήγει, ποὺ δὲ ἀπὸ υἱοῦ ἄρχεται καὶ εἰς αὐτὸν λήγει. καὶ ἐπὶ τῶν ἰδίων συλλογιστικῶς οὕτω γίνεται ἡ ἀντιστροφή· εἰ γελαστικόν, ἄνθρωπος, εἰ ἄνθρωπος, γελαστικόν.

    Ἀποροῦσι δέ τινες ὅτι οὐδὲ τὰ ὁμολογούμενα πρός τι ἀντιστρέφει πάντως ἀντὶ τοῦ οὐχὶ ἰσοστρέφει] διὰ τὸ κατ’ ἄλλην μὲν προϊέναι πτῶσιν κατ’ ἄλλην δὲ ὑποστρέφειν· ἰδοὺ γὰρ ἡ ἐπιστήμη τοῦ ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, καὶ προῆλθε μὲν κατὰ γενικὴν ὑπέστρεψε δὲ κατὰ δοτικήν. πρὸς ὅ φαμεν· οὐδὲν μέλει τῇ ἀντιστροφῇ τῆς ταὐτότητος τῆς ὁδοῦ ἀλλὰ τῆς ταὐτότητος τῶν ἄκρων, οἷα δἄν ᾖ τὰ μέσα, ὅτι οὐ τῷ πράγματι διαφέρει ἡ ὁδός, ἀλλὰ τῇ προφορᾷ, καὶ οὐδὲ πάσῃ τῇ προφορᾷ ἀλλὰ τῇ πτώσει μόνῃ. | ἄλλην ἀπορίαν ἀποροῦσιν, ὅτι [*](268v) πολλὰ τῶν ὁμολογουμένων ὄντων πρός τι πρὸς ἀντιστρέφοντα οὐ λέγονται, καὶ ἰδοὺ ὡς ἐπὶ τριῶν ὑποθέσεων γυμνάζει τὸν λόγον, ἐπὶ κεφαλῆς καὶ ζῴου καὶ πηδαλίου καὶ πλοίου καὶ πτεροῦ καὶ ὄρνιθος· ταῦτα γὰρ πρός τι ὁμολογουμένως καὶ οὐκ ἀντιστρέφει· ἡ γὰρ κεφαλὴ ζῴου κεφαλή, οὐ πᾶν δὲ ζῷον κεφαλὴν ἔχει, ὡς πνεύμων θαλάσσιος. καὶ τὸ πηδάλιον πλοίου, οὐ πᾶν δὲ πλοῖον πηδάλιον ἔχει, ὡς τὰ μικρὰ πλοῖα, ἃ διὰ τὸ μέγεθος [*](1 ἐστὶν Laur. 72,5: εἰσὶν HKP 2 ἀντιστρέφον Laur. 72,5: ἀντιστρέφοντα HKP 3 οὐ om. P 6 ὁ Laur. 72,5: om. HKP 14 an ἰσοστροφὴ οὖσα? οὖσαν suppl. P2 15 κυκλικῶν scripsi: : κύκλων libri 16 γὰρ] an δὲ? δῷ scripsi : τὸ libri 17 ἀντίθεος] ἀντίθεσις P ὡς om. P 20 αὐτὸ (alt. 1.) H 21 συλλογιστικῶν HP 24 ἀντὶ—ἰσοστρέφει iuclusi οὐχὶ] οὐχ P psv om. KP 27 ὑποστρέφειν P μέλλει HP 28 αὐτότητος (pr. 1.) ΗΡ 29 πράγμ.] προστάγματι P καὶ οὐδὲ—προφορᾶ (29) om. P 36 ὡς Laur. 72,5: διὰ HKP)

    211
    ἐρέττεται ἅμα καὶ ἰθύνεται καὶ ἡ ὄρνις πάντως πτερὸν ἔχει, οὐ πᾶν δὲ πτερὸν ὄρνιθος· τῶν γὰρ πτερωτῶν τὰ μὲν σχιζόπτερα, ὡς αἱ κατοικίδιοι ὄρνεις, τὰ δὲ ὁλόπτερα, καὶ τῶν ὁλοπτέρων τά μὲν δερματόπτερα, ὡς αἱ νυκτερίδες, τὰ δὲ ὑμενόπτερα, ὡς αἱ μέλιτται καὶ οἱ κάνθαροι. καὶ λέγομεν ὅτι οὐκ ἀντιστρέφουσιν ὡς ἄνισα· ποὺ μὲν γὰρ τὸ ὅλον τοῦ μέρους χαθολιχώτερον, ὡς ἐπὶ πλοίου καὶ πηδαλίου καὶ ζῴου χαὶ χεφαλῆς τὸ γὰρ πλοῖον τοῦ πηδαλίου ἐπὶ πλέον· εἰσὶ γὰρ πλοῖα μὴ ἔχοντα πηδάλια καὶ ζῷα μὴ ἔχοντα κεφαλάς), ἐπί τινων δὲ τὸ μέρος χαθολιχώτερον, ὡς ἐπὶ πτεροῦ καὶ ὄρνιθος· οὐ πᾶν γὰρ πτερὸν ὄρνιθος. τίς οὗν ἴασις τούτων; τὸ τὰ ἄνισα γενέσθαι ἴσα. ἰσοῦνται δὲ τὰ ἄνισα ἢ τοῦ μείζονος χαθαιρουμένου ἢ τοῦ ἐλάττονος αὐξομένου. ἶνα οὖν γένηται τοῦτο, δεῖ ὀνοφατοθετῆσι θετῆσαι καὶ ἀντὶ τοῦ ζῴου εἰπεῖν κεφαλωτόν, ἀντὶ τοῦ πλοίου πηδαλιωτὸν καὶ ἀντὶ τοῦ ὄρνιθος πτερωτόν· τότε γὰρ πρὸς ἀντιστρέφοντα λεχθήσεται· τὸ γὰρ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν, καὶ ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλὴ καὶ τὸ κεφαλωτὸν κεφαλῇ χεφαλωτόν, λωτόν, καὶ τὸ πτερὸν πτερωτοῦ πτερὸν καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἀποροῦσιν ὅτι πῶς οὖν ὁ Ἀριστοτέλης ὀνοματοθετεῖ, πανταχοῦ παραινῶν μὴ καινοτομεῖν τὰ κείμενα μηδὲ ξένοις χρῆσθαι ὀνόμασι διὰ τὸ μὴ ἀπολέσθαι τὸ κοινωνικὸν ἡμῶν, καὶ ὅτι ἐν μὲν τῇ χρήσει τῶν ὀνομάτων δεῖ τῇ συνηθείᾳ ἐξακολουθεῖν ἐν δὲ τῇ χρήσει τῶν σημαινομένων μόνοις τοῖς ἐπιστήμοσι χρηστέον, οἷον ὑγιεινὸν μὲν δεῖ καλεῖν, ὡς οἱ πολλοὶ νομίζουσι, τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν, πῶς δὲ χρηστέον τῶν ὑγιῶς σηφαινομένων τῷ ἐπιστήμονι ἀχολουθητέον. αὕτη ἡ ἀπορία. λέγομεν δὲ τούτου λύσεις πέντε· μίαν ὅτι οὐκ ὀνοματοποιεῖ ὁ Ἀριστοτέλης, ἀλλὰ διδάσκει πῶς ὀνομασθήσονται, εἰ τεθείη αὐτοῖς ὀνόματα, δεύτερον ὅτι οὐδὲ ξένοις ὀνόμασιν ἐχρήσατο ἀλλὰ τὰ ὄντα παράγει, τρίτον ὅτι οὐδὲ παραβαίνει τὴν συνήθειαν τὴν μὴ οὖσαν ὅλως οὐδὲ γὰρ ἄτοπον ὀνοματοποιεῖν αὐτόν, ἔνθα μὴ κεῖνται ὀνόματα, ἐνταῦθα δὲ | οὐ κεῖνται ὀνόματα), τέταρτον ὅτι [*](269r) δεῖ ὀνοματοποιεῖν μέχρι τοῦ δεῖξαι τὴν ἀναλογίαν, οὐκ ἐπιτρέπουσι δὲ χρῆσθαι τοῖς ὀνόμασι, διότι ἡ χρῆσις οὐκ ἔχει (τῆς γὰρ γυναικὸς γενικῆς γύναιξ λέγουσι τὴν εὐθεῖαν, καὶ τοῦ μεγάλου ὁμοίως μέγαλος λέγουσι), πέμπτον ὅτι μετὰ ἐνδοιασμοῦ ὀνοματοποιεῖ λέγων ἴσως δὲ οὐδὲν ἄτοπον ὀνοματοποιεῖν.

    [*](1 ἐρέττεται in mrg. K: ἤρτηται HKP 2 ὄρνιθος scripsi: ὄρνις libri (ef. v. 9) 3 ὄρνις K2P τὰ μὲν om. P αἱ om. HP 4 αἱ et οἱ om. HP 5 ποὺ] ποῦ HP: τοῦ K post γὰρ add. χαὶ KP 7 post πτερωτοῦ addas χαὶ τό ζῷον τῆς χεφαλῆς 16 16 χαὶ τὸ πτερὸν πτ. πτερὸν om. K πτερωτοῦ iter. H et πτεροτὸν (pr. 1.) P 17 παραινῶν] ef. Top. B 1 p. 109a28; 3 p. 110a14 Poet. c. 22 p. 1458a18 18 πχνοτομεῖν HP 21 χρηστέον] an ἀχολουθητέον? 22 an τῷ ὑγιεία σημαινομένῳ? 23 λέηομεν scripsi: λύομεν libri (ef. p. 212,14) 25 τεθεῖεν HP ἀνόματα Η1 ονομα H2PK 26 παραβαίν.] παραλαμβάνειν P1 τὴν om. P1 27 οὐδὲν H 28 χειται (pr. 1.) H ἐνταῦθα—ὀνόματα om. P 29 μέχρη P 32 λέγων superscr. H ἴσως . .] ἐνίοτε δὲ χαὶ ἀνοματοποιεῖν ὄρνις ἀναγχαῖον Arist.)
    212

    p. 7a22 πάντα οὖν τὰ πρός τι, ἐάνπερ οἰκείως ἀποδίδωνται, πρὸς ἀντιστρέφοντα λέγεται.

    Εἰπὼν ὁ Ἀριστοτέλης ὅτι τὰ πρός τι πάντα πρὸς ἀντιστρέφοντα λέγεται καὶ ἀπορήσας ὡς ἐπὶ τριῶν ὑποθέσεων, ζῴου καὶ κεφαλῆς, πλοίου καὶ πηδαλίου, ὄρνιθος καὶ πτεροῦ, ὡς πρός τι μὲν ὄντων αὐτῶν μὴ ἀντιστρεφόντων δὲ διὰ τὸ μὴ ἐξισάζειν, καὶ ποιήσας τὰ ἄνισα ἴσα διὰ τοῦ ἀνοματοποιῆσαι καὶ εἰπεῖν κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν, ἀπορίαν ἡμῖν καταλέλοιπεν· ἀποροῦσι γάρ τινες ὅτι οὐ καλῶς παρήχθη τὰ ὀνόματα ταῦτα· τὸ γὰρ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτὸν δυνάμει ἐστίν· ἐοίκασι γὰρ τῷ κινητῷ, ὅπερ ἐστὶ δυνάμει. τοῦτ’ ἔστι τῷ πεφυκότι καὶ δυναμένῳ κινεῖσθαι· ἔδει δὲ τὰ δυνάμει πρὸς τὰ δυνάμει παραβάλλειν καὶ τὰ ἐνεργείᾳ πρὸς τὰ ἐνεργείᾳ· καὶ δυνάμει μέν εἰσι ταῦτα τὰ προρρηθέντα, χεφαλωτόν, πηδαλιωτὸν καὶ πτερωτόν, ἐνεργείᾳ δὲ ἡ κεφαλὴ καὶ τὸ πηδάλιον καὶ τὸ πτερόν. καὶ λέγομεν τούτου τρεῖς λύσεις· μίαν ὅτι τὰ ὀνόματα πάντα θέσει καὶ ἐξὸν ἀνοματοποιεῖν, ὡς βούλεταί τις. δευτέραν ὅτι ἐκ τῶν ἐνεργείᾳ παρήχθησαν, τοῦτ’ ἔστιν ἐκ τῆς κεφαλῆς τὸ κεφαλωτὸν καὶ τὰ λοιπὰ ὁμοίως, τὰ δὲ ἔχοντα μέρη ἐνεργείᾳ καὶ αὐτὰ ἐνεργείᾳ εἰσί. τρίτην ὅτι ἔχομεν ἐν τῇ συνηθείᾳ τοιαῦτα πολλά, οἷον ἐνδυτὸν καὶ ὑφαντόν· σημαίνει μαίνει γὰρ τοῦτο τὸ ἤδη ὑφαντόν, οὐ τὸ μέλλον καὶ δυνάμει. καὶ ταῦτα μὲν ἡμεῖς. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ἐκ δὴ τούτου φανερὸν ὅτι ὅταν δύο τινὰ παραβάλληται ἀλλήλοις καὶ μέλλῃ πρὸς ἀντιστρέφοντα λέγεσθαι, δεῖ αὐτὰ ἐξισάζειν, καὶ * * ἵνα καθ’ αὑτὸ γένηται ἡ ἀπόδοσις. ἀλλὰ περὶ τοῦ ἐξισάζειν εὐχερές ἐστι γνῶναι ποῖον ποίου καθολικώτερον· ἐκ γὰρ τούτου τὸ ἐξισαστέον γνωρίζεται. εἴτε δὲ καθ’ αὑτὸ εἴτε κατὰ συμβεβηκὸς γέγονεν ἡ ἀπόδοσις, τοῦτο ἄδηλον τέως. διὸ κανόνα παραδίδωσιν ἡμῖν τούτου, λέγων ὅτι ὅταν δύο τινὰ παραβάλληται ἀλλήλοις, ἐὰν ἀφέλῃς πάντα τὰ συμβεβηχότα αὐτοῖς καὶ εὕρῃς οὐδὲν ἧττον μένουσαν τὴν ἀντιστροφήν, ἐπίστασο ὅτι καθ’ αὑτὸ γέγονεν ἡ ἀπόδοσις· οἷον ἐπὶ δούλου καὶ δεσπότου ἄφελε τὰ συμβεβηκότα τῷ δούλῳ, οἷον τὸ δραπετικόν, τὸ δύσνουν | καὶ τὰ τοιαῦτα, [*](269v) καὶ οὐδὲν ἧττον ἔμεινεν ὁ δοῦλος δεσπότου δοῦλος, καὶ τοῦ δεσπότου ἀφαιρουμένων πάντων τῶν συμβεβηκότων αὐτῷ, οἷον τοὐ εἶναι φιλόδουλον, ἐλευθέριον, παρορῶντα τὰ πολλά, οὐδὲν ἧττον δεσπότης ὁ τοιοῦτος· τότε οὖν καθ’ αὑτὸ ἡ ἀπόδοσις. εἰ δὲ ἀφέλῃς τὰ ἑκατέρῳ συμβεβηκότα καὶ μὴ γένηται ἡ ἀπόδοσις, τότε κατὰ συμβεβηκὸς γέγονεν ἡ ἀπόδοσις· οἷον ἒν [*](1 ἀποδίδονται HP: ἀποδιδῶται Arist. 3 ante εἰπὼν additum καὶ ἀπορ— del, P 5 μὴ om. Κ 9 κεφ. καὶ πηδ.] χεφαλαιωτὸν P 10 καὶ superscr. Η 11 πρὸς τὰ δυνάμει om. P 15 δευτέρα KP 17 τρίτη Κ: compend. P 19 μέλλον scripsi: μᾶλλον libri 21 παραβάληται Κ μέλλει P 22 ante ἵνα lac. signavi γένοιται (sic) Η 23 ἐξισαστέον Urb. 35: ἐξισάζον HKP 25 παραδίδοσι Η 27 χαὶ εὕρῃς scripsi: καὶ εὕροις Laur. 72,5: εὕροις ἄν HKP ἀντιστp. scripsi: ἀναστp. libri 28 οἷα P 30 ante pr. δεσπότου additum τοῦ del. H δεσπότου δοῦλος suppl. P2 30. 31 ἀφερουμ. Η1 31 τοῦ Urb. 35: τὸ HKP 34 τὸ συμβ. Κ)

    213
    ἀφέλῃς τοῦ ἀνθρώπου τὸ δεσπότην εἶναι καὶ εἴπῃς ῾ὁ δοῦλος ἀνθρώπου δοῦλος', ἐπειδὴ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δεσπότης, κατὰ συμβεβηκὸς γέγονεν ἡ ἀπόδοσις· ὁ γὰρ δοῦλος ἀνθρώπου πάντως δοῦλος, οὐ πᾶς δὲ ἄνθρωπος δοῦλον ἔχει. τινὲς δέ φασιν ὅτι καὶ ἐπὶ τῆς πρώτης ἀντιθέσεως ἀφαιρουμένων τῶν συμβεβηκότων οὐ γίνεται ἡ ἀπόδοσις· ἄφελε γὰρ ἐχ τοῦ δούλου καὶ τοῦ δεσπότου τὸ ἄνθρωπος, καὶ οὐδὲν ἀντιστρέφει· μὴ γὰρ ὄντος ἀνθρώπου οὐδὲ δοῦλος ἔσται οὐδὲ δεσπότης. τί οὖν δεῖ εἰπεῖν; ὅτι οὗ πρώτως ἀναιρουμένου μὴ γίνεται ἡ ἀπόδοσις, ἐκείνου τεθέντος καθ’ αὑτὸ γίνεται ἡ ἀπόδοσις· οἷον ἀναιιρεῖ ὁ ἄνθρωπος ἀναιρούμενος τὴν ἀπόδοσιν, ἀναιρεῖ καὶ ὁ δεσπότης, ἀλλὰ πρώτως ὁ δεσπότης δευτέρως δὲ ὁ ἄνθρωπος· συμβέβηκε γὰρ τῷ δεσπότῃ νῦν ὁ ἄνθρωπος. καὶ τοῦτό ἐστι τὸ πολυθρύλλητον, ὅτι ἡ οὐσία ποτὲ συμβαίνει· τὸ γὰρ δεσπότης καὶ ἁπλῶς τὰ πρός τι ἡ σχέσις χαραχτηρίζει· εἴ τι οὖν παρὰ τὴν σχέσιν, ἐκεῖνο συμβεβηκέναι λέγεται, ὡς μὴ ὂν αὐτῆς τῆς σχέσεως χαραχτηριστιχὸν ἀλλά τινος ἄλλου παρὰ τὴν σχέσιν δηλωτικόν.

    p. 7b15 Δοκεῖ δὲ τὰ πρός τι ἅμα φύσει εἶναι.

    Τέταρτον τῶν πρός τι ἴδιον τὸ ἅμα τῇ φύσει εἶναι. ἅμα δὲ τῇ φύσει εἰσὶ τὰ συνυπάρχοντα ἀλλήλοις, τὰ συνεισφέροντα ἑαυτὰ καὶ συναναιροῦντα· μέσα γὰρ ὄντα <τὰ> ἅμα καθολικωτέρων καὶ μερικωτέρων ἤιοι καὶ ὑστέρων, ἓν ἀφ’ ἑκάστου ἠρανίσατο, ἀπὸ μὲν τῶν προτέρων καὶ χαθολιχωτέρων τὸ συναναιρεῖν, ἀπὸ δὲ τῶν μεριχωτέρων καὶ ὑστέρων τὸ συνεισφέρειν. ὅτι δὲ ἅμα τῇ φύσει εἰσίν, ἐκ τοῦ πρὸ αὐτοῦ ἰδίου πιστοῦται, τοῦ ἀντιστρέφειν, λέγων οὕτως· τὰ πρός τι ἀντιστρέφει, τὰ ἀντιστρέφοντα ἐξισάζει, τὰ ἐξισάζοντα οὔτε ὑπεραίρει οὔτε ἐλλείπει, τὰ μὴ ὑπεραίροντα μήτε ἐλλείποντα οὔτε πρότερα οὔτε ὕστερα, τὰ μὴ πρότερα μήτε ὕστερα ἅμα τῇ φύσει, τὰ πρός τι ἄρα ἅμα τῇ φύσει. ὥσπερ δὲ ἀνωτέρω ἔλεγεν ὅτι τὰ πρός τι οὐκ ἀντιστρέφοντα πάντα λέγεται, ὡς κεφαλὴ ζῷον, πηδάλιον #x003C;, ὄρνις πτερόν, οὕτω κἀνταῦθά φησιν ὅτι οὐ πάντα τὰ πρός τι ἅμα τῇ φύσει εἰσί· πατὴρ μὲν γὰρ καὶ υἱὸς καὶ ἥμισυ καὶ διπλάσιον ἅμα τῇ φύσει εἰσίν, ἐπιστήμη δὲ καὶ ἐπιστητὸν καὶ αἴσθησις καὶ αἰσθητὸν οὐχ ἅμα τῇ φύσει. καὶ τοῦτο δείκνυσι καὶ ἀπό τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως. ἀλλ’ I ἐπὶ μὲν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ προτάττει τὸ [*](270r) ἀπὸ τοῦ χρόνου τοῦ ἀπὸ τῆς φύσεως, ἐπὶ δὲ τῆς αἰσθήσεως καὶ τοὐ [*](1 δεσπότην εἶναι Urb. 35: ὁ δεσπότης IIKP post εἴπῃς additum ἀνθρώπου del. P 3 πάντως] πάντος P an ἀλλ῾ οὐχ ὁ ἄνθρωπος δούλου · οὐ πᾶς γὰρ? 7 ὄντως H 8 ante ἐκείνου addi.a οἷον ἀναιρεῖ ὁ ἄνθρωπος ἀναιρούμενος del. P 10 πρῶτος . . δεύτερος P 11 συμβεβηκὸς Η 12 πολυθρύλητον HP συμβέναι P1 13 τὰ] τὸ Κ 14 ἐκείνω Η αὐτοῖς P 16 post εἶναι addita ἅμα δέ φύσει φύσει εἰσί del. P 19 τὰ inserui 23 ante ἀντιστρέφοντα add. δὲ K 25 τὰ μὴ πp. μήτε ὕστερα suppl. P2 26 ὄρα om. Κ 27 ponas οὐ πάντα τὰ πρός τι 28 πλοῖον inserui ante πρός additum φύσει del. Η 29 pr. τῆ om. Κ 32 ἀλλ'—φύσεως (33) sujipl. P2 33 tert. τοῦ om. Κ)

    214
    αἰσθητοῦ προτάττει τὸ ἀπὸ τῆς φύσεως τοῦ ἀπὸ τοῦ χρόνου. φησὶ δὲ οὕτως· ἐπιστήμης οὔσης ἐπιστητὸν ἔστι πάντως, ἐπιστητοῦ δὲ ὄντος δύναται ἐπιστήμη μὴ εἶναι· ἦσαν γὰρ τὰ ἄστρα πρὸ τοῦ Θαλῆν ἀστρονομῆσαι. πρὸς ὅ φαμεν ὅτι ἦσαν τὰ ἄστρα οὐχ ὡς ἐπιστητά. καὶ οὕτως μὲν ἀπὸ τοῦ χρόνου. ἀπὸ δὲ τῆς φύσεως οὕτως· ὁ ἀπὸ κύκλου τετραγωνισμὸς (ἡ γὰρ φύσις τετραγωνισμὸν οὐκ ἐπιδέχεται), εἴ γε ἔστιν ἐπιστητὸς μέν ἐστιν, ἐπιστήμη δὲ αὐτοῦ οὐδέπω ἐστί. τὸ δὲ ἱεῖ γε ἔστι᾿ πρόσκειται διὰ τὸ ἐπὶ τῶν Ἀριστοτέλους χρόνων ἄληπτον εἶναι τὸν τετραγωνισμὸν τοῦ κύκλου, τὸ δὲ ῾οὐδέπω <ἐστίν>’ εἴρηται ἀντὶ τοῦ ῾οὔπω πρὸς ὅ φαμεν ὅτι ὁ τοῦ κύκλου τετραγωνισμὸς δυνάμει ἐπιστητὸς ὤν, εἴ γε ἔστιν ἐπιστητός, δυνάμει ἐπιστήμῃ ἐπιστητός ἐστιν. ἐπεὶ δὲ ἀμφέβαλλεν εἰς τὸ παράδειγμα, δι’ ἑτέρου πιστοῦται αὐτὸ παραδείγματος· ζῴου γὰρ ἀναιρεθέντος ἐπιστήμη ἀνῄρηται, ἐπιστητὸν δὲ οὐκ ἀναιρεῖται· εἰσὶ γὰρ τὰ ἐξ ὧν τὸ ζῷον, τὰ ἁπλᾶ. καὶ λέγομεν ὅτι ὡς ἀπλᾶ εἰσίν, οὐ μὴν ὡς ἐπιστητά. οὕτως περὶ ἐπιστήμης καὶ ἐπιστητοῦ. ἀλλὰ καὶ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ δείκνυσιν ὅτι οὐχ ἅμα. καὶ προτάττει τὸ ἀπὸ τῆς φύσεως τοῦ ἀπὸ τοῦ χρόνου, λέγων οὕτως· αἰσθητοῦ ὄντος σῶμα ἔστι (τὸ γὰρ αἰσθητὸν ἢ σῶμα ἢ ἐν σώματι), σώματος δὲ ὄντος αἴσθησις ἔστι (δεῖται γὰρ ἡ αἴσθησις τοῦ σώματος, καὶ ἵνα ὑποστῇ καὶ ἵνα ἐνεργήσῃ), αἰσθητοῦ ἄρα ὄντος αἴσθησις ἔστι· πρότερον οὖν τὸ αἰσθητὸν φύσει. ἀλλὰ καὶ χρόνῳ· τὸ μὲν γὰρ αἰσθητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν αἴσθησιν· αἰσθητοῦ γὰρ ἀναιρεθέντος ἀνῄρηται καὶ τὸ σῶμα (τῶν γὰρ αἰσθητῶν καὶ τὸ σῶμα), σώματος δὲ μὴ ὄντος καὶ αἴσθησις ἀναιρεῖται ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτὸ ἡ αἴσθησις)· αἰσθητοῦ ἄρα ἀναιρεθέντος ἀνῄρηται καὶ ἡ αἴσθησις. ἡ δέ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ζῴου γὰρ ἀναιρεθέντος αἴσθησις μὰ ἀναιρεῖται, τὸ δὲ αἰσθητὸν ἔσται, τοῦτ’ ἔστι τὰ στοιχεῖα ἐξ ὧν τὸ ζῷον. καὶ ὅτι αἴσθησις συνεισάγει τὸ σῶμα, τοῦτο δὲ τὸ αἰσθητόν, ἐπειδὴ ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ, τοῦτ’ ἔστι τῷ ζῴῳ, τὸ δὲ αἰσθητὸν πρὸ τοῦ ζῴου· ἦν γὰρ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ αἰσθητὰ πρὸ τοῦ τὸ ζῷον γενέσθαι. ἀλλὰ πρὸς τοῦτο ἔστιν εἰπεῖν ὅτι ὡς στοιχεῖα ἔστιν, οὐκ αἴσθηται ταύτας δὲ τὰς ἀπορίας ἁπάσας ἐν τῇ Φυσικῇ ἐπιλύεται ὁ Ἀριστοτέλης ἑνὶ λόγῳ λέγων καὶ τὰς μὲν δυνάμεις τῶν δυνάμεων τὰς δὲ ἐνεργείας τῶν ἐνεργειῶν * *, τοῦτ’ ἔστι τὸ δυνάμει πρὸς τὸ δυνάμει παραβλητέον καὶ τὀ ἐνεργείᾳ πρὸς τὸ ἐνεργείᾳ. ἐνταῦθα δὲ οὐκ ἐπὶ τοῦ αὐτοῦ λαμβάνει ὅ ἐπιστητὸν καὶ τὴν ἐπιστήμην· τοῦ γὰρ ἐπιστητοῦ διττοῦ ὄντος, τοῦ μὲν [*](3 μὴ superscr. H 6 ἡ γὰρ φύσις Laur. 72,5: ἡ γὰρ γὰρ in mrg. suppl. Κ) φύσει HKP: an ἡ γὰρ φ. <αὐτοῦ> ante ἐπιστητὸς add. ἢ HKP: delevi ex Laur. 7 τὸ δὲ—εὕρηται (9) eicias 9 οὐδέπο H ἐστίν addidi 11 ἀμφέβαλεν ’K 12 xo om. K 13 foip corr. ex xo P 17 alt. xou om. Κ 23 ἐν αὐτῶ] ἑαυτὸ H 27 καὶ ὅτι—γενέσθαι (30) eicias ἡ μὲν] ἡμῖν KP 28 αἴσθησις om. KP πρὸ] πρὸς P 29 τὸ πῦρ Κ τὸ om. HP 30 οὐκ] scribas οὐ μὴν to; (cf. V. 14) 31 ταύτας scripsi: πάσας HKP ἁπάσας om. Κ ἐν τῇ Φυσιχῇ] universam de actu et potentia disputationem spectare videtur, ef. Phys. Α 7 p. 189b30sq. Metaph. Θ 4 p. 1047b14sq.; de relatione agitur Phys. Γ 1 p. 200b28sq. sq. 33 post ἐνεργειῶν defectum signavi 34 ἐνταῦθα—ἐνεργείᾳ (215,1) om. Κ)
    215
    δυνάμει τοῦ δὲ ἐνεργείᾳ, ἔτι δὲ καὶ τῆς ἐπιστήμης διττῆς οὔσης, τῆς μὲν δυνάμει τῆς δὲ ἐνεργείᾳ, τὸ μὲν ἐπιστητὸν δυνάμει λαμβάνει, ὅπερ πρότερόν ἐστι τοῦ ἐνεργείᾳ, | τὴν δὲ ἐπιστήμην ἐνεργείᾳ. διὸ καὶ δοκεῖ πρό- [*](270v) τερον εἶναι τὸ ἐπιστητὸν ὡς δυνάμει ὂν τῆς ἐπιστήμης ἐνεργείᾳ οὔσης. ἐὰν δὲ τὸ δυνάμει ἐπιστητὸν * * πρὸς τὴν ἐνεργείᾳ ἐπιστήμην παραβάλλωμεν, ἅμα τῇ φύσει εὑρεθήσονται. τὰ δὲ αὐτὰ νοείσθω καὶ ἐπὶ τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως. ἀποροῦσι δέ τινες διὰ τί ἐν μὲν τῇ Φυσικῇ ἀχροάσει ὁ Ἀριστοτέλης ἐπιλύεται τὰς ἀπορίας ταύτας, ἐνταῦθα δὲ οὐκ ἐπιλύεται, καίτοι τὰς πρὸς τὸ ἀντιστρέφειν λύσας. καὶ λέγομεν ὅτι ἐπειδὴ τὸ δυνάμει ἐν ὕλῃ, φυσικῆς δὲ περὶ ὕλης ζητεῖν· καὶ ἡ ψυχὴ γὰρ τὸ δυνάμει ἐπιδέχεται ἐν ὕλῃ γενομένη. πάλιν ἀποροῦσιν ὅτι διὰ τί ἐπὶ μὲν ἐπιστήμης καὶ ἐπιστητοῦ τὸ ἀπὸ τοὐ χρόνου προέταξε τοῦ ἀπὸ τῆς φύσεως, ἐπὶ δὲ αἰσθήσεως καὶ αἰσθητοῦ τὸ ἀπὸ τῆς φύσεως προέταξε τοῦ ἀπὸ τοὐ χρόνου. καὶ λέγομεν ὅτι βούλεται ὁ Ἀριστοτέλης τὰς ἀρχὰς τῶν ἀποδείξεων σαφεστέρας εἶναι, καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως σαφέστερον τὸ ἀπὸ τῆς φύσεως τοῦ ἀπὸ τοῦ χρόνου· πρότερον γὰρ ἡ αἴσθησις τῇ φύσει τῆς ἐπιστήμης· συντίκτεται γὰρ ἡ αἴσθησις τῷ ζῴῳ, ἡ δὲ ἐπιστήμη ἔσχατον ἐπιγίνεται.

    p. 8a13 Ἔχει δὲ ἀπορίαν τινὰ ὁ λόγος, πότερον οὐδεμία οὐσία τῶν πρός· τι <λέγεται, χαθάπερ δοκεῖ>, ἢ τοῦτο κάτα τινας.

    Ἤδη μὲν διέσυρεν ὁ Ἀριστοτέλης τὴν Πλατωνικὴν ὑπογραφὴν τῶν πρός τι, τὴν λέγουσαν ὅτι πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, διὰ τῶν ἀληθῶν δύο ἰδίων τῶν πρός τι, τοὐ τε πρὸς ἀντιστρέφοντα λέγεσθαι καὶ ἅμα τῇ φύσει εἶναι, ἐπὶ μὲν ζῴου καὶ κεφαλῆς, ὄρνιθος καὶ πτεροῦ, πλοίου καὶ πηδαλίου, ὡς πρός τι μὲν ὄντων μὴ ἀντιστρεφόντων δέ (καὶ τοῦτο ἰάσατο ποιήσας αὐτὰ ἐξισάζειν διὰ τῆς όνοματοποιιας, μὴν διωρθώσατο τὴν Πλατωνικὴν ὑπογραφήν), ἀλλὰ καὶ ἐπιστήμης καὶ επιστητοῦ στητοῦ καὶ αἰσθήσεως καὶ αἰσθητοῦ, ὡς πρός τι μὲν ὄντων μὴ ὄντων δὲ ἅμα τῇ φύσει. ἀλλὰ τοῦτο μὲν ἐν τῇ Φυσικῇ ἐπιλύεται, τὴν μέντοι ὑπογραφὴν τοῦ Πλάτωνος <νῦν διορθώσασθαι βούλεται· οὐ μόνον γάρ, ὦ Πλατῶν, κεφαλὴ καὶ ζῷον καὶ πηδάλιον καὶ πλοῖον καὶ πτερὸν χαὶ ὄρνις οὐκ ἔστι τῶν πρός τι διὰ τὸ μὴ ἀντιστρέφειν, ἀλλ’ οὐδὲ εἰ ἀντιστρέψουσι, τῶν πρός τί εἰσι· τὰ γὰρ πρός τι συμβεβηκότα, ταῦτα δὲ οὐσίαι εἰσίν· οὐδέποτε δὲ συμβέβηκεν ἡ οὐσία κατὰ φύσιν. πρόκειται οὖν ἐνταῦθα τῷ Ἀριστοτέλει ἐκβαλεῖν τὴν Πλατωνιχὴν ὑπογραφὴν καὶ εἶθ’ οὕτως εἰπεῖν τὴν αὐτῷ δοκοῦσαν. καὶ τεχνικῶς ἀμφότερα ποιεῖ δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ [*](5 lac. signavi, conicias πρὸς τὴν δυνάμει ἐπιστήμην ἢ τὸ ἐνεργείᾳ ἐπιστητὸν 6 ἄμα] ἄλλα Κ 11 ὅτι om. Κ 13 τοῦ] τὸ H 16 ἐπιστίμης H 18 τινὰ om. P Arist. ὁ λόγος om. Arist. 19 λέγεται—δοχεῖ insetui μὲν om. Arist. 22 ἣν om. Κ 27 καὶ (post ἐπιστήμης) om. HP 29 τὴν μένατοι—βούλεται βούλεται (30) in mrg. suppl. Η2 30 νῦν ex Laur. 72,5 inserui διορθώσειν H 31 χαὶ (ante πηδ. et πτεp.) om. H 34 πρόσκειται P 35 ἐκβάλαι HP 36 τεχνηχῶς P)

    216
    λόγου· <διὰ μέσου γὰρ ἀπορίας τὴν Πλατωνικὴν ἐκβάλλει> καὶ αὐτῶ δοκοῦσαν· τίθησι γὰρ ἀπορίαν μεταξὺ τῆς Πλατωνιχῆς ὑπογραφῆς καὶ τῆς αὐτῷ δοκούσης, ἑπομένην μὲν τῇ Πλατωνιχῇ ὑπογραφῇ λυομένην δὲ ὑπὸ τῆς αὐτῷ δοκούσης· | ᾧ δὲ ἄτοπα ἕπεται, ἐκεῖνο ἄτοπον, ᾧ δὲ [*](271r) οὐχ ἕπεται ἄτοπον, τοὐναντίον δὲ καὶ τὰ ἄλλοις ἑπόμενα ἄτοπα διαλύει, ἐκεῖνο ἀληθές. ἔστι δὲ ἡ ἀπορία τοιαύτη· τῆς οὐσίας τετραχῶς λεγομένης ἡ γὰρ οὐσία ἢ πρώτη ἢ δευτέρα καὶ καθ’ ἕτερον ἡ ὅλη ἡ μέρος, πρώτη καὶ ὅλη Σωκράτης, πρώτη καὶ μέρος Σωκράτους κεφαλή, δευτέρα καὶ ὅλη ἄνθρωπος, δευτέρα καὶ μέρος ἀνθρώπου κεφαλή), τὰς μὲν τρεῖς οὐ ποιεῖ συμβεβηκότα ἡ Πλατωνιχὴ ὑπογραφή, τὴν δὲ τετάρτην, τοῦτ’ ἔστι τὴν δευτέραν καὶ μέρος, ποιεῖ· ἡ γὰρ πρώτη καὶ ὅλη οὐκ ἔστι συμβεβηχὸς οὐδὲ πρός τι· αὕτη γὰρ ἢ μετὰ προσδιορισμοῦ λαμβάνεται ἢ χωρὶς προσδιορισμοῦ, μετὰ προσδιορισμοῦ τὶς ἄνθρωπος, χωρὶς προσδιορισμοῦ Σωχράτης· οὐδεμία δὲ τῶν πρός τι· οὐδὲ γὰρ λέγεται ὁ τὶς ἄνθρωπος τινὸς ἀνθρώπου τὶς ἄνθρωπος· τὸ γὰρ τὶς πρὸς τὸ πᾶς, οὐ πρὸς τὸ τίς, λέγεται. οὐδὲ ἡ πρώτη καὶ μέρος τῶν πρός τι· οὐδὲ γὰρ λέγεται ἡ τὶς χεὶρ τινός τις χεὶρ οὐδὲ ἡ τὶς κεφαλὴ τινός τις κεφαλή· ἡ γὰρ τὶς κεφαλὴ πρὸς τὴν καθόλου κεφαλήν, οὐ πρὸς τὸ τὶ ζῷον]. οὐδὲ ἡ ἀπροσδιόριστος πρώτη καὶ ὅλη τῶν πρός τί ἐστιν· ὁ γὰρ δοῦλος ἢ ἀγρὸς οὐ λέγεται ἀνθρώπου δοῦλος ἢ ἀγρός, ἀλλὰ ἀνθρώπου κτῆμα. οὐδὲ ἡ πρώτη καὶ μέρος τῶν πρός τι· ἡ κεφαλὴ γὰρ ἡ ἡ χεὶρ οὐ πάντως Σωκράτους ἢ Πλάτωνος· ἄδηλον γὰρ τίνος· οὐκοῦν οὐ πρός τι οὐδὲ αὕτη, κἄν ἀπροσδιόριστος ᾖ. ἀλλ’ οὐδὲ ἡ δευτέρα καὶ ὅλη τῶν πρός τι· οὐδὲ γὰρ λέγεται ὁ βοῦς ἀνθρώπου βοῦς, ἀλλὰ ἀνθρώπου κτῆμα. ἡ μέντοι τετάρτη, ἡ δευτέρα καὶ μέρος, δύναται τῶν πρός τι εἶναι· ἡ γὰρ κεφαλὴ πάντως ζῴου καὶ ἡ χεὶρ πάντως ἀνθρώπου καὶ ζῴου. δυοῖν οὖν θάτερον, ὦ Πλάτων, ἀνάγκη δέξασθαί σε, ἢ ὅτι κακῶς ἔχει ἡ ὑπογραφή, ἢ εἰπεῖν τὴν οὐσίαν συμβεβηκός. ἀλλ’ ἐπειδὴ τὸ δεύτερον ἄτοπον, <τὸ> τὴν οὐσίαν ποιεῖν συμβεβηκός, αἱρεῖται τὸ ὅτι κακῶς ἔχει ἡ ὑπογραφή. καὶ αὕτη μὲν ἡ ἀπορία ἡ ἑπομένη τῇ Πλατωνιχῇ ὑπογραφῇ τῶν πρός τι. λύεται δὲ αὕτη διὰ τοὐ ἀνθορισμοῦ. ἐφ’ οἶς ἀνθορίζεται ὁ Ἀριστοτέλης. πῶς δὲ ποιεῖ τοῦτο, ἡ ἑξῆς θεωρία παραστήσει.

    p. 8a28 Εἰ μὲν οὖν ἱχανῶς ἔχει ὁ τῶυ πρός τι ὁρισμός, ἢ τῶν χαλεπῶν ἢ τῶν ἀδυνάτων λῦσαι ἀπορίαν.

    Καταψηφισάμενος ὁ Ἀριστοτέλης τῆς Πλατωνικῆς ὑπογραφῆς τῶν [*](1 διὰ μέσου—ἐχβάλλει ex Laiir. 72,5 inserui 6 τετραχῶς Laur. 72,5: διχῶς HKP (ef. Pbilop. p. 124,29) 8 σωχράτους] σωχρατιχὴ Κ 10 δὲ om. P 16 οὐδὲ —ζῷον (18) delevi (cf. v. 20) καὶ] κατὰ Κ 17 τὶς (post τινὸς) utrobique super. scr. H 18 τὶ om. P 19. 20 δοῦλος ἡ ἀγρὸς utrobique scripsi: oavaos libri 23 ἀνθρώπου iter. Κ 26 ἀνάγκη superscr. Η 27 καλῶς Κ ἀλλ᾿—πρῶτον (28) om. P (αἱρεῖται τὸ πρῶτον suppl. P2) 28 δεύτερον scripsi: πρῶτον HK τὸ ttjv scripsi: τὴν K: om. H οὐσίαν—πρῶτον in mrg. suppl. Η 32 ἔχει—ὁp.] ὁ τῶν πρός τι ὁp. ἀποδέδοται Arist. 33 πάνυ χαλ. Arist. λῦσαι τὴν ἀπ.] ἐστὶ τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τι λέγεται Arist.)

    217
    πρός τι, διότι τὸ ζῷον καὶ τὴν κεφαλήν, πλοῖον καὶ πηδάλιον, πτερὸν χαὶ ὄρνιθα τῶν πρός τι ἐποίει, οὐσίας ὄντα, αὐτὸς νῦν ἀνθορίζεται λέγων ὅτι πρός τί ἐστιν οἶς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, τοῦτ’ ἔστιν οἷς τὸ εἶναί ἐστιν <ἡ> πρὸς ἕτερον σχέσις. καὶ μὴ θαυμάσῃς εἰ τὸ διὰ τοῦ ἑτέρου ὑπογράφει· τὴν γὰρ σχέσιν διὰ τῶν ἐχόντων τὴν σχέσιν ὑπογράφει· μόνα γὰρ | τὰ πρός τι δι’ ἀλλήλων ὑπογράφεται· ὁ γὰρ εἰδὼς ἓν [*](271v) τῶν πρός τι τὴν οὐσίαν αὐτοῦ οἶδεν, ὁ τὴν οὐσίαν αὑτοῦ εἰδὼς τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν οἶδεν· ὁ ἄρα ἓν τῶν πρός τι εἰδὼς τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν οἶδε. δεῖ δὲ εἰδέναι ταῦτα, ὅτι οὐχ ἕπεται τῇ ὑπογραφῇ τὴν οὐσίαν πρός τι ποιεῖν, ὡς τῇ Πλατωνικῇ εἵπετο τὴν κεφαλὴν καὶ τὸ ζῷον τῶν πρός τι λέγειν. τοῦτο οὐχ ἕπεται τῇ Ἀριστοτελικῇ ὑπογραφῇ· εἰ γὰρ πρός τί εἰσιν οἷς τὸ εἶναι ἡ πρὸς ἕτερον σχέσις, τὰ δὲ πράγματα τὸ εἶναι ἔχει ἐν τῷ καθ’ αὑτὸ καὶ οὐκ ἐν τῷ πρὸς ἕτερον λέγεσθαι, ἡ κεφαλὴ καὶ τὸ ζῷον οὐ πρός τι· ποιεῖ γὰρ ταύτην οὐ χεφαλὴν τὸ οὗ ἐστι κεφαλή ἔστι γὰρ κεφαλὴ καὶ μὴ ὄντος τοῦ λοιποῦ σώματος) ἀλλὰ μέρος μόνον· τὸ γὰρ μέρος καὶ τὸ ὅλον τῶν πρός τι. συμβέβηκε δὲ τὸ μέρος ἐκεῖνο κεφαλὴν εἶναι τὸ δὲ ὅλον ζῷον. κατὰ συμβεβηκὸς οὖν ἡ κεφαλὴ καὶ τὸ ζῷον τῶν πρός τι· ὡς μέρος γὰρ καὶ ὅλον, καὶ οὐχ ὡς κεφαλὴ καὶ ζῷον. καὶ ταῦτα μὲν ἡμεῖς προληπτιχώτερον. ὁ μέντοι Ἀριστοτέλης πορίσματα συνάγει ἐκ τῶν τῶν προαποδεδειγμένων· εἰ γὰρ πρός τι, φησίν, ἐστὶν οἷς τὸ εἶναί ἐστιν ἡ πρὸς ἕτερον σχέσις, τρία ταῦτα ἕπεται πορίσματα· οὐκ ἔστι γὰρ ἐπὶ τῶν πρός τι τὸ μὲν εἰδέναι τὸ δὲ ἀγνοεῖν· οἷον ἐὰν οἶδα τὸν πατέρα ὡς πατέρα, οἶδα καὶ τὸν υἱὸν ὡς υἱὸν καὶ τὸ ἀνάπαλιν· οὐ γὰρ δυνατὸν εἰδέναι μὲν τὸν πατέρα ὡς πατέρα τὸν δὲ υἱὸν ὡς <ὡς υἱὸν> ἀγνοεῖν. εἰ γὰρ τοῦτο δυνατόν, ἔξεστί τὴν ὕλην τὴνχειρίστην πασῶν, ὡς τρύγα, καλλίονα εἰπεῖν, μὴ ἀπαιτουμένῳ εἰπεῖν τίνος ἐστὶ καλλίων. τοῦτο πρῶτον. δεύτερον δὲ ὅτι ἐπὶ τῶν πρός τι οὐκ ἔστι τὸ μὲν ἀκριβῶς εἰδέναι τὸ δὲ παχυμερῶς, μὴ ἵνα τὸν μὲν πατέρα οἷδέ τις ἀκριβῶς, τὸν δὲ υἱὸν παχυμερῶς. τρίτον οὐκ ἔστιν ἐπὶ τῶν πρός τι τὸ μὲν εἰδέναι κατὰ τὸν καθόλου λόγον τὸ δὲ κατὰ τὸν ἐπὶ μέρους, ἀλλ’ ἢ ἀμφότερα κατὰ τὸν καθόλου ἢ ἀμφότερα κατὰ τὸν ἐπὶ μέρους, ὡς ἐπὶ διπλασίου καὶ ἡμίσεος, μὴ ἵνα τὸ μὲν διπλάσιον οἶδας κατὰ τὸν καθόλου λόγον ὅτι διπλάσιόν ἐστι τὸ ἔχον ἥμισυ, οἷον ἐὰν ᾖ, τὸ δὲ ἥμισυ ἵνα οἶδας κατὰ τὸν ἐπὶ μέρους λόγον ὡς δεύτερον τερον ἢ τέταρτον. τούτων οὕτως προληφθέντων ἡ κεφαλὴ καὶ τὸ ζῷον [*](2 αὐτὸς om. Κ o pr. πρός τι om. P τῷ] τὸ P 3. 4 τοῦτ’ ἔστιν om. KP 4 οἶς] εἰς P ἡ addidi (cf. v. 12) 5 τὴν γὰρ—ὑπογράφει (6) suppl. P2 8 ὁ ἄρα—οἶδε (9) iter. Κ 9 an εἰδέναι ὅτι οὐχ ἕπ. ταύτῃ? 10 τῶν om. Κ 11 λέγειν iter. P ἕπεται] ἑπέχεται (sic) P 13 pr. τῷ] τὸ Η 14 οὐ χεφ. Marc. 217: zEcp. ou HKP 17 χεφαλὴ (pr. 1.) P εἶναι—χεφαλὴ suppl. P2 alt. τὸ om. P 18 κεφαλὴ scripsi: κεφαλὴν libri post χεφαλὴ iter, εἶναι (17) — χεφαλὴ τὸ ante ζῶον om.) P 19 μέντι Η 22 ἐὰν] an εἰ? 24 ὡς υἱὸν addidi 25 πᾶσαν Κ ὡς scripsi: καὶ libri 26 ἀπαιτουμένῳ scripsi: ἀπαιτούμενος HK: ἀπετούμενος P 27 ἐπὶ om. K οὐχ ἔστι—παχυμερῶς suppl. (ante οὑχ addito ὅτι) P2 28 post παχυp. addita τρίτον οὐχ ἔστιν ἐπὶ τῶν πρός τι del. H) μὲν om. P 33 οἷον iter. P ἐὰν] fort, δἄν ut 218,28 34 καὶ superscr. Η
    218
    οὔκ εἰσι τῶν πρός τι· εἰ γὰρ οὐκ ἔστιν ἐπὶ τῶν πρός τι τὸ μὲν εἰδέναι τὸ δὲ ἀγνοεῖν, τὴν δὲ κεφαλὴν δύναμαι εἰδέναι ἀγνοομένου οὗ ἐστι κεφαλὴ διὰ τὸ ἐγχεχαλύφθαι τὸ λοιπὸν σῶμα, ὃ πέπονθεν Ἠλέχτρα ἐπὶ τοῦ Ὀρέστου * * . καὶ τὸ αὐτὸ ἔστιν εἰπεῖν ἐπὶ τοῦ προτείνοντος τὴν χεῖρα χεῖρα ἐγχεχαλυμμένου δὲ τὸ λοιπὸν σῶμα. τινὲς πρὸς τοῦτό φασιν ὅτι εἰ μὴ οἶδα τίνος ἐστὶν ἡ κεφαλή, οὐδὲ εἰ κεφαλή ἐστιν οἶδα, κακῶς λέγοντες· τὴν γὰρ κεφαλὴν γινώσκομεν ἀπὸ μεγέθους, σχήματος, ι τριχῶν, κἂν μὴ ᾖ τὸ [*](272r) λοιπὸν σῶμα. ἄλλοι φασὶ ὅτι ναί, οἶδα καὶ τίνος ἐστὶ κεφαλή· οἶδα γὰρ ὅτι ἀνθρώπου. πρὸς οὕς φαμεν ὅτι τὸ λῆμμα οὐχ οὕτως ἔχει, ἵνα τὸ μὲν οἶδας ὡς μερικὸν τὸ δὲ ὡς καθόλου, τὸ δὲ λέγειν ὅτι ῾ἐὰν ἴδω κεφαλήν, οἶδα καὶ τίνος ἐστίν· ἀνθρώπου γάρ’ καθολικόν ἐστι καὶ μερικόν, διότι ἡ ὁρωμένη κεφαλὴ μερικὴ ὁ δὲ ἄνθρωπος καθόλου.

    Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος πρὸς ταῦτα ὅτι παρὰ θύρας προῆλθεν ἡ λύσις τῆς ἀπορίας· ἠπορήθη γὰρ ἐπὶ τῆς ἁπλῶς κεφαλῆς, λέλεκται δὲ ἐπὶ τῆς τινὸς κεφαλῆς· ἀνωτέρω γὰρ ἐλέγετο ὅτι ἡ κεφαλὴ ζῴου κεφαλή, νῦν δὲ ἐπὶ τῆς ὁρωμένης κεφαλῆς λέλυται, ἥτις ἐστὶν ἐπὶ μέρους· ἡ γὰρ καθόλου κεφαλὴ ἀόρατος. διὸ αὐτὸς λέγει λύσιν ἄλλην· φησὶ γὰρ ὅτι ῾συλλέλυταί μοι καὶ τὸ πρῶτον, ὃ ἐπὶ τῆς ὁρωμένης κεφαλῆς λέλυται, ἥτις ἐστὶν ἐπὶ μέρους· εἰ γὰρ ἡ τὶς κεφαλὴ μή ἐστι τῶν πρός τι, οὐδὲ ἡ ἁπλῶς κεφαλὴ τῶν πρός τι (ὅσα γὰρ τῶν ἐπάνω κατηγορεῖται, καὶ τῶν ὑποκάτω), καὶ εἰ ἡ ἁπλῶς κεφαλὴ οὐκ ἔστι τῶν πρός τι, οὐδὲ ἡ τὶς κεφαλὴ διὰ τὴν αὐτὴν αἰτίαν᾿. καί φαμεν ἡμεῖς πρὸς τὸν Ἀλέξανδρον ὅτι ὅσον ἀπὸ λύσεως σου οὐκ ἔσται ἓν σημαινόμενον τῶν πρός τι τὸ διὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὃ ἀνωτέρω ἡμῖν δέδεικται· δυνατὸν γὰρ τῷ μὲν μερικῷ μὴ ὑπάρχειν, τῷ δὲ καθόλου ὑπάρχειν, οἷον ἡ τὶς γραμματική, μὴ οὖσα τῶν πρός τι δι’ ἑαυτήν, διὰ τὸ γένος τῶν πρός τι λέγεται εἶναι. τί οὖν ἄτοπον τὴν τινὰ μὲν κεφαλὴν μὴ εἶναι τῶν πρός τι, τὴν δὲ καθόλου τῶν πρός τι εἶναι; οἱ περὶ Ἀμμώνιον δέ φασιν ὅτι οὐδὲ ἐπὶ τῆς ἁπλῶς δυνατὸν εἰπεῖν τίνος ἐστὶ κεφαλὴ ἐπὶ τῶν ὁμοίων ζῴων, λύκου καὶ κυνός, φάτης καὶ περιστερᾶς· ἄδηλον γὰρ τίνος διὰ τὴν πολλὴν ὁμοιότητα. καὶ ταῦτα μὲν ὲν τούτοις.

    ῾Ο μέντοι κριτικώτατος Συριανός φησιν ὅτι οὐδὲν διαφέρει ἡ πρώτη ὑπογραφὴ δευτέρας, ἀλλ’ ἢ ἐξήγησίς ἐστιν ἑτέρα τῆς ἑτέρας· διὰ τί γὰρ τὰ πρός τι ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται; ἐπειδὴ τὸ εἶναι [*](2 οὗ ἐστι H2: οὐκ ἔστι HK1P 3 πέπονθεν Ἠλέχτρα] spectat Eur. El. 572 sqq. 4 post Ὀρέστου lac. signavi, conicias ἡ κεφαλὴ οὐκ ἔστι τῶν πρός τι τὸ αὐτὸ esttv εἰπεῖν ex Marc. 217 scripsi: ὅ ἔστιν HKP 4. 5 ἐγχεχαλυμένου H 5 λοὶ ex λογικὸν corr. P εἰ] ἡ P 6 κακῶς Κ2: καλῶς HK1P 8 ναὶ] χαὶ P 9 λῆμα H 10 λέγει Η 11 ἀνθρώπου scripsi: ἄνθρωπος libri (cf. v. 9) 12 μερικὸν Κ 13 ὅτι om. Κ 19 ἡ τὶς] εἴ τις KP 20 ante ὅσα add. εἴπω P 21 ἡ εἰ coll. P 23 τὴν πρὸς in mrg. suppl. H 24 ἀνωτέρω] p. 203,12 supra ἀνωτ. scripsit καὶ Η μερικὸν Κ 27 μἐν superscr. Κ 28 οἱ περὶ Ἀμμώνιον] haec λύσις ab Ammonio et Philopono omittitur, ab Olympiodoro tangitur 32 μέντοι κριτικώτατος scripsi: μὲν διακριτικώτατος libri)

    219
    ἔχει ἐν τῇ πρὸς ἕτερον σχέσει. καὶ διὰ τί ἃ τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἕτερον σχέσει; ἐπειδὴ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. ἀλλ’ εἰ ἄρα σαφεστέρα ἡ Πλατωνιχή, ἐπειδὴ πρόσκειται τὸ λέγεται, ἀσαφεστέρα δὲ ἡ Ἀριστοτελική. * * ἐπ’ ἀμφοτέρων τῶν ὅρων ληπτέον τῆς Πλατωνικῆς καὶ τῆς Ἀριστοτελιχῆς ἢ ἐπὶ ἑνὸς ὅρου τὸ λέγεται [ἐπὶ δὲ τῆς Ἀριστοτελικῆς οὐχ οὕτως]· οἷον πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται ἵνα λαμβάνῃς ἐπὶ ἑνὸς ὅρου, οἷον κεφαλῆς καὶ ζῴου, τὴν μὲν κεφαλὴν τυχὸν τινὸς λαμβάνεις, οὐκέτι δὲ καὶ τὸ πρὸς ὃ λέγεται ἀξιοῖς πρὸς τὴν κεφαλὴν λέγεσθαι. εἰ δὲ τὸ λέγεται | ἐπὶ τῶν δύο ὅρων νοηθῇ ἔχουσα [*](272v) ἡ ὑπογραφὴ τοῦ Πλάτωνος, οὐχ ἕπεται αὐτῇ οὐδὲν ἄτοπον. ἀλλὰ καὶ τῇ Ἀριστοτελικῇ ἄτοπον ἕπεται ὑπογραφῇ, εἰ ἐπὶ ἑνὸς ὅρου ληφθείη μόνον ἡ ἀπόδοσις. οὐδὲν δέ φησιν ὁ Ἀριστοτέλης ὅτι φαύλη πάντῃ ἡ ὑπογραφὴ τοῦ Πλάτωνος· μέλλων γὰρ ἀνθορίζεσθαί φησιν οὕτως· εἰ μὲν οὖν ἱκανῶς ἔχει ὁ τῶν πρός τι ὁρισμός, ἢ χαλεπὸν ἢ ἀδύνατον λῦσαι τὴν ἀπορίαν· ἐὰν γὰρ καλῶς ἔχῃ, φησίν, ἡ Πλατωνιχὴ ὑπογραφὴ καὶ καθ’ αὑτὴν γένηται ἡ ἀπόδοσις ὡς ἐπὶ ὅλου καὶ μέρους, χαλεπὴ μὲν ἡ λύσις, οὐκ ἀδύνατος δὲ διὰ τοὺς προσδιορισμοὺς δι’ αὑτοὺς χαλεπούς, τὸ καθ’ αὑτὸ καὶ οὐ καθ’ αὑτό, εἰ δὲ κατὰ συμβεβηκὸς γένηται ἡ ἀπόδοσις, ἵνα ἡ κεφαλὴ ὡς κεφαλὴ τοῦ ζῴου ὡς ζῴου εἴη κεφαλή, ἀδύνατον λῦσαι τὴν ἀπορίαν. διὸ καὶ εὐγνςμόνως ἐπάγει λέγων ὅτι οὐ δεῖ περὶ τῶν τοιούτων προπετῶς ἀποφαίνεσθαι καὶ κατατρέχειν τῶν παλαιῶν μὴ πολλὰ ἐπεσχεμμένον· ἄμεινον γὰρ τεχνικῶς ἀπορεῖν ἢ ψευδῶς λύειν· ἐνιαχοῦ γὰρ καὶ μέχρι τῆς ἀπορίας δεῖ ἵστασθαι καὶ μὴ βιάζεσθαι πάντως λέγειν λύσιν. ἀλλ’ ἵνα μή τις εἴπῃ ὅτι ματαιοπονοῦμεν ἀποροῦντες καὶ μὴ ἐπιλυόμενοι, οὐδὲ αὐτό μησι τὸ διαπορεῖν καθ’ αὑτὸ ἄχρηστον· ἡ γὰρ ἀπορία ὁδός ἐστιν εἰς εὐπορίαν, δριμυτέραν καὶ πλατυτέραν ποιοῦσα τὴν ψυχὴν πρὸς ὑποδοχὴν πλειόνων, ὡς ἐπὶ τῶν πυρεκβόλων λίθων τῶν διὰ τῆς παρατρίψεως φῶς ἀφιέντων· καὶ ἡ ψυχὴ γὰρ θλιβομένη διὰ τῶν ἐφ’ ἑκάτερα κινήσεων καὶ ἐπιχειρήσεων ἀπογεννᾷ τὸ τῆς ἀληθείας φῶς· τὸ γὰρ μηδὲ ὅλως ἀπορεῖν ἢ θεοῦ τοῦ πάντα εἰδότος ἢ λίθου τοῦ μηδὲν εἰδότος. ταῦτα περὶ τῶν πρός τι. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.

    [*](1 χαὶ—σχέσει (2) in mrg-. suppl. P ἃ scripsi: οἷς libri 4 post ἀριστοτ. defectum signavi, conicias ἄδηλον δέ ἐστιν εἰ 5. 6 ἐπὶ δὲ—οὕτως delevi 8 τὸ oin. Κ 9 δὲ scripsi: γὰρ libri ἐπὶ iter. Η ἔχουσα ἡ scripsi: ἡ ἡ ἔχ. HKP: Brand. 12 ὁ om. H 13 τοῦ om. HP ἱχανὸς H 15 γὰρ superscr. H ἔχει H 17 δι’ αὑτοὺς χαλεπούς scripsi: δι’ αὐτοὺς χαλεπῆ (sic) libri 19 εἴη] εἰ ἡ H: ἡ P 19.20 ἀγνομόνως H 21 ἐπεσχεμμένον scripsi: ἐπεσχεμμένος H: ἐπεσκεμμένως KP 22 δεῖ ἵστ.] διίστ. H 24 ἀποροῦμεν H οὐδὲ iter. P διαποp.] ἀποp. Κ 25 εὐπορίαν Κ2: ἐμπορίαν (sic) HK1P 30 ἐν οἷς om. HP)
    220

    Περὶ ποιοῦ χαὶ ποιότητος.

    p. 8b25 Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί λέγονται.

    Τέσσαρα δὲ κεφάλαια τῆς παρούσης κατηγορίας δεῖ προλαβεῖν, πρῶτον μὲν τὴν τάξιν τῆς ποιότητος τὴν πρὸς τὰς λοιπὰς κατηγορίας, δεύτερον τὴν αἰτίαν ἐπιγραφῆς, τρίτον τὴν διαίρεσιν αὐτῆς, τέταρτον τὴν τάξιν τῶν διαιρεθέντων εἰδῶν, ὧν ἡ παροῦσα <πρᾶξις> δύο τὰ πρῶτα τὴν τάξιν καὶ τὴν ἐπιγραφήν. διὰ τί τοίνυν τετάρτην εἴληφε τάξιν μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὰ πρός τι; καὶ λέγομεν τούτου πέντε αἰτίας. πρώτην μέν· αὕτη μόνη ἔλειπεν ἐν ταῖς ἁπλαῖς κατηγορίαις καὶ ἔδει περὶ ταύτης μετ’ ἐκείνας διαλαβεῖν. δευτέρα αἰτία· ὅτι ἐδεήθη τῶν πρός τι ἡ ποιότης ἐν οἰκεία ἐπιγραφῆ αὐτῆς, προσεχῶς δὲ περὶ τῶν πρός τι διελεγό μεθα, εἰκότως μετὰ τὰ πρός τι περὶ αὐτῆς διαλέγεται· ἐπιγέγραπται γὰρ Περὶ ποιοῦ χαὶ ποτότητος, ἅπερ εἰσὶ τῶν πρός τι· ἡ γὰρ ποιότης | πεποιωμένου [*](273r) ποιότης καὶ τὸ πεποιωμένον ποιότητι πεποιωμένον. πῶς δὲ τῶν πρός τι ἡ ποιότης νοηθείη, ἐν τοῖς ἑξῆς ῥηθήσεται. διὸ καὶ νόμῳ τῶν πρός τι δι’ ἀλλήλων αὐτὰ ὑπογράφει, τὸ ποιὸν διὰ τῆς ποιότητος καὶ τὴν ποιότητα διὰ τοῦ ποιοῦ· μόνων γὰρ τῶν πρός τι ἴδιον τὸ δι’ ἀλλήλων ὑπογράφεσθαι. τρίτη αἰτία, ὅτι ἔδει λοιπὸν καὶ περὶ τῆς ποιότητος διαλαβεῖν μετὰ τρεῖς κατηγορίας διὰ τοὺς λέγοντας μὴ εἶναι φύσει τὰς ποιότητας, ἀλλὰ τῇ θέσει τῶν ἀτόμων ἕπεσθαι, κατὰ τοὺς λέγοντας ῾νόμῳ γλυχύ. νόμῳ πιχπόν᾿. τετάρτη αἰτία, ὅτι ἔδει περὶ ποιότητος διαλαβεῖν ὡς ἐπειγούσης τῆς ζητήσεως διὰ τοὺς λέγοντας μὴ εἶναι καθ’ αὑτὰς τὰς ποιότητας, ἀλλ’ ἐν τῇ πρὸς ἕτερον σχέσει τὸ εἶναι ἔχειν· τὸ γὰρ μέλι οὐ καθ’ αὑτὸ γλυχύ, φασίν, ἀλλὰ πρὸς τὸν ὑγιαίνοντα (τῷ γὰρ ἰκτερικῷ πικρὸν φαίνεται), τὸ πῦρ οὐ καθ’ αὑτὸ θερμόν (οὐ γὰρ πᾶσι θερμόν· οὐ δήπου γὰρ καὶ τῇ σαλαμάνδρᾳ), οὐδὲ ὁ ἥλιος πᾶσι φωτεινός· ταῖς γὰρ νυκτερίσι σκοτεινὸς δοκεῖ εἶναι. πέμπτη αἰτία, ὅτι ἔδει καὶ περὶ τῆς ποιότητος συντόμως διαλαβεῖν δι’ Ἀντισθένην καὶ τοὺς περὶ αὐτὸν λέγοντας ῾ἄνθρωπον ὁρῶ, ἀν- θρωπότητα δὲ οὐχ ὁρῶ᾿, ὡς ἀναιροῦντας τὴν ἀπλῶς ποιότητα. ἐν οἷς τὸ πρῶτον χεφάλαιον.

    Δεύτερον δὲ κεφάλαιον ἡ αἰτία τῆς ἐπιγραφῆς, διὰ τί Περὶ ποιοῦ καὶ ποιότητος ἐπέγραψεν ἐνταῦθα μόνον, ἐπὶ ἄλλων δὲ οὐχ οὕτως ἐπέγραψεν, [*](1 ποιοῦ καὶ om. HP post ποιότητος add. προλεγόμενα Κ 2 lemma om. Κ λέγονται scripsi: λεγόμεθα HP: εἶναι λέγονται Arist. (cf. p. 221,33) 3 δὲ om. K χεφάλεα P χατηγ.] πραγματείας Κ 4 post μὲν additum τῆς τάξις (sic) del. P 5 ὑπογραφῆς Κ1 6 ὧν superscr. P πρᾶξις inserui 9 ἔλιπεν H 13 ποσότητος H 14 ποιότητι πεπ.] ποιότητος πεπ. H: ποιώτητος (sic) πεποιωμένον in mrg. suppl. P 20 ἀτ.] 1. ἀνθρώπων 21. 22 ἐπιγούσης K1P 22 ζητ.] ἐξηγήσεως Κ post τὰς additum αἰτίας del. P 23 εἶναι om. P 24 φένεται P 28 Ἀντισθ.] ef. Zelleri Phil. Gr. II p. 2.54 ἀνθροπότητα HP 29 ἀναιροῦντας corr. Brand.: ἀναιροῦντα HKP 31 δέ om. Κ 32 ἐπέγραφεν H)

    221
    οἷον Περὶ οὐσίας καὶ οὐσιότητος καὶ Περὶ ποσοῦ καὶ ποσότητος. καὶ λεἑαυτὰς ἀλλὰ διὰ τὴν ποιότητα· καὶ ἡ οὐσιότης γὰρ καὶ ἡ ποσότης ποιότης, ἐπειδὴ πᾶς χαρακτὴρ ποιότητος. δεῖ δὲ εἰδέναι ὅτι τρία σημαίνει τὸ ποιὸν παρὰ τῷ Ἀριστοτέλει, τὴν ποιότητα αὐτήν, τὴν κατηγορίαν, ὅτε λέγει ὅτι ὑπάρχει τῷ ποιῷ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὰ ἐναντία, ἀλλὰ καὶ τὸ δεδεγμένον, τοῦτ’ ἔστι τὸ πεποιωμένον, ὅτε λέγει ποιότητα λέγωχαθ᾿ ἣν ποιοί τινες λέγονται (τὸ γὰρ ποιὸν τὸ δεδεγμένον σημαίνει τὸν χαρακτῆρα· ἔστι γὰρ ἐν ἑκάστῃ κατηγορίᾳ χαρακτήρ, πᾶς δὲ χαρακτὴρ ποιότητος ιοιον) ἢ τὸ συναμφότερον, ὅτε καὶ τῶν πρός τι· εἰ μὴ γὰρ τὰ ἀμφότερά τις νοήσει, τὸ δεδεγμένον, τοῦτ’ ἔστι τὸ πεποιωμένον, ἅμα τῇ ποιότητι, οὐ δύναται εἰπεῖν αὐτὰ τῶν πρός τι. ἐφ’ οἷς καὶ ἀποροῦσιν ὅτι διὰ τί ἐν τῇ ἐπιγραφῇ τὸ ποιὸν τῆς ποιότητος προέταξε. καὶ λέγομεν ὅτι ὡς σαφέστερον· σαφέστερον γὰρ τὸ δεδεγμένον αὐτῆς τῆς ποιότητος. πάλιν ἀποροῦσι διὰ τί ἐν ταῖς ὑπογραφαῖς προέταξε τὴν ὑπογραφὴν τῆς ποιότητος τῆς ὑπογραφῆς τοῦ ποιοῦ. καὶ λέγομεν ὅτι εὐλόγως· σαφεστέρα γὰρ ἡ ὑπογραφὴ τῆς ποιότητος ὡς ἐκ τοῦ πεποιωμένου γενομένη τῆς | ὑπογραφῆς [*](273v) γραφῆς τοῦ ποιοῦ ἐκ τῆς ποιότητος γενομένης ἀσαφεστέρας οὔσης. ἔστι δὲ καὶ ἄλλη τις ἀπορία· ἐπειδὴ ἀνωτέρω ἐλέγομεν ἐπὶ τῶν πρός τι μὴ εἶναι μετέχον καὶ μετεχόμενον, ἐπειδὴ τὰ πρός τι ἀντίκειται ἀλλήλοις, πῶς λέγομεν ἔπι ποιότητος πρὸς τι, ἐπειδὴ ἡ ποιότης πεποιωμένου ποιότης καὶ τὸ ἀνάπαλιν; μετέχει γὰρ τὸ πεποιωμένον τῆς ποιότητος. ἔστι δὲ καὶ ἡ λύσις αὕτη· ὅτι οὔτε ἡ ποιότης ποτὲ κυρίως πρός, τι (καθ’ αὑτὸ γάρ), οὔτε τὸ δεδεγμένον, ἀλλὰ κυρίως πρός τι ἐπὶ ποιότητος οἷον ἡ λεύκανσις, ἡ μέλανσις, ὡς σχέσις δύο πραγμάτων οὖσα· μία γὰρ ἡ σχέσις τῶν πρός τι, ὡς εἶναι τρία, λευκότητα, λελευκωμένον, λεύκανσιν. καὶ οὕτως ἐπὶ πάσης ποιότητος ἀναλόγως καὶ παντὸς πράγματος. καὶ ἄλλως λυτέον· ὅτι τὸ μέσον, ἡ λεύκανσις, ἡ θέρμανσις, αὐτὸ τὸ πρός τί ἐστι, τὸ ἐκφωνούμενον αὐτὸς ὁ χαρακτὴρ τοῦ πρός τι καὶ ἡ ποιότης (πᾶς γὰρ χαρακτὴρ ποιότητος), τὰ δὲ ἄκρα, οἷον τὸ θερμαῖνον καὶ τὸ θερμαινόμενον, τὰ πρός τί εἰσι τὰ πεπονθότα τὴν σχέσιν καὶ πληθυντικῶς ἐκφωνούμενα. οὐκ ἐπὶ πάντων δὲ κεῖνται τὰ ὀνόματα. ταῦτα ἔχει ἡ πρᾶξις.

    p. 8b25 Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται.

    Τρίτον κεφάλαιον τῶν προτεθέντων εἰπεῖν τὴν διαίρεσιν τῆς ποιότητος. ἀλλ’ ἵνα γνῶμεν τὴν διαίρεσιν, τρία τινὰ αὐτῆς προλάβωμεν, τὴν ἀπαρίθμησιν τῶν εἰδῶν τὴν ψιλὴν καὶ τὴν ὑπογραφὴν αὐτῶν ἑκάστου καὶ τὴν διαφοράν. καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. τέσσαρα τοίνυν εἴδη ποιότητος κατὰ συζυγίας [*](4 τρία Olymp.: τέσσαρα HKP 5 τῷ] τὸ H 6 τὸ (ante ἧττον) om. Η 7 alt. τὸ] τῶ H 8 λέγω om. Κ τινες εἶναι Arist. 10 εἰ μὴ] εἰμὶ Η 11 alt. τὸ om. K 19 ἀνωτέρω] p. 208,17 25 γὰρ] an δὲ? 27 τὸ om. P 30 τὸ utrobique superscr. K θερμαινομενόμενον (sic) H 32 τὸ om. HP 33 τινες εἷναι Arist. 35 αὐτοῖς P)

    222
    προφερόμενα, ἕξις καὶ διάθεσις, δύναμις καὶ ἀδυναμία, παθητικὴ ποιότης καὶ πάθος, σχῆμα καὶ μορφή. τέσσαρα δὲ καὶ οὐχὶ ὀκτώ εἰσι τὰ εἰσι αὐτῆς, διότι κατὰ συζυγίας ταῦτα προφερόμενα τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, τὸ δὲ μᾶλλον καὶ ἧττον εἴδους ἐξαλλαγὴν οὐ ποιεῖ· ἕξις γὰρ χαὶ διάθεσις τῷ μονιμωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ διαφέρουσι, δύναμις δὲ καὶ ἀδυναμία τῷ εὐκόλῳ καὶ δυσκόλῳ. παθητικὴ δὲ ποιότης καὶ πάθος διαφέρουσιν, ὅτι παγιούμενον τὸ πάθος εἰς παθητικὴν ποιότητα μεταβάλλει. ἀλλὰ καὶ σχῆμα καὶ μορφὴ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι· τὸ γὰρ σχῆμα περὶ τὰ κατ’ ἐπίνοιαν λαμβάνεται, οἷον τρίγωνον ἢ τετράγωνον, ἡ μορφὴ ἐπὶ τῶν φυσικῶν· εἰκόνες δὲ τὰ ἐπινοήματα τῶν φυσικῶν, καὶ διὰ τοῦτο * * ὑφειμέναι εἰσὶν αἱ εἰκόνες τῶν ὧν εἰσιν εἰκόνες. καὶ Ἀριστοτέλης δὲ τὴν μορφὴν ἐπὶ τῶν φυσικῶν οἶδε λέγων σχῆμά τε καὶ ἡ πέρι ἕκαστον ὑπάρχουσα μορφὴ, οια του εχαστον το φυσιχον αινιττομενος. καἰ ταῦτα μὲν περὶ τούτων.

    Ἐφ’ οἷς τὰς ὑπογραφὰς αὐτῶν λεκτέον. ἕξις τοίνυν ἐστὶ ποιότης δυσαπόβλητος τελειωτικὴ ἢ κακωτικὴ τοῦ ὑποκειμένου, τελειωτικὴ μὲν ὡς ἐπιστήμη καὶ ἀρετὴ καὶ ἡ τῶν πεντάθλων ὑγίεια, κακωτικὴ δὲ ὡς λῃστρική, ἑκτικὸς πυρετός. διάθεσις δέ ἐστιν ἡ εἰς ἕξιν ὁδός. | δύναμις δέ ἐστιν [*](274r) ἐπιτηδειότητος προκοπή, ἀδυναμία δὲ ἡ δυσκολία, καθώς φαμεν τὸν νωθῆ ἀδυνάτως ἔχειν πρὸς γεωμετρίας μάθησιν. καὶ αὕτη δὲ ἡ ἀδυναμία ἤγουν δυσκολία καὶ ἡ δύναμις ἤγουν ἡ εὐκολία, ἤτοι ἐπιτηδειότητος προκοπή, ὑπὸ τὴν ποιότητα ἀνάγονται ὡς κράσει ἑπόμεναι, ὅθεν καὶ ἐπιτηδειότητα προκοπῆς τὴν δύναμιν λέγουσιν ὡς τῆς κράσεως, εἴ τινι ἕπεται, ἐπὶ τὸ βέλτιον προκοψάσης· ἡ γὰρ ἁπλῶς δύναμις, ἤγουν τὸ δύνασθαι, καὶ ἡ ἀδυναμία ταῦτα παντὶ ἀνθρώπῳ ἕπεται, ἐπειδὴ πᾶς ἄνθρωπος. πρὸς πᾶσαν τέχνην καὶ ἐπιστήμην ἐπιτηδείως ἔχει, ἀδυναμίαν δὲ πάλιν πᾶς ἄνθρωπος ἔχει τοῦ ἵπτασθαι. διὸ ταῦτα πᾶσιν ἁπλῶς ὑπάρχοντα ἀνθρώποις ὡς νοῦ καὶ ἐπιστήμης δεκτικοῖς οὖσιν οὐσίαι εἰσί· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐσία τοῦ ἀνθρώπου. τὸ δὲ ἄλλο σημαινόμενον τὸ τῆς δυνάμεως καὶ ἀδυναμίας, ὡς μὴ πᾶσιν ὑπάρχον (τοῖς μὲν γὰρ δυσκολία ὑπάρχει τοῖς δὲ εὐκολία), ὑπὸ τὴν ποιότητα ἀνάγεται ὡς κράσει ἑπόμενον. παθητιχὴ δὲ ποιότης ἐστὶν ἡ πάθει τινὶ συνεζευγμένη. τριττὴ δὲ αὕτη· ἢ γὰρ πάθος ἐμποιεῖ ἐν ἡμῖν, ἀπὸ πάθους δὲ οὐκ ἐγένετο, ὡς ἡ θερμότης τοῦ πυρός αὕτη γὰρ πάθος ἐμποιοῦσα ἐν ἡμῖν θερμαίνουσα ἡμᾶς ἀπὸ πάθους οὐχ ἐγένετο), ἢ ἀπὸ πάθους μὲν ἐγένετο, πάθος δὲ οὐ ποιεῖ, ὡς τὰ χρώματα· ταῦτα γὰρ ἀπὸ πάθους ὄντα, τῆς κράσεως, ἐν ἡμῖν πάθος οὐ ποιοῦσι παρώνυμον ἑαυτοῖς· οὐδὲ γὰρ λευκαίνουσιν ἡμᾶς ὁρώμενα τὰ λευκὰ χρώμάτα [*](1 προφερόμ.] φερόμ.. KP 2 ὠχτώ P 4 οὐ om. Κ 5 ὀλιγωχp. H 8 γὰρ] μὲν H 9 post σχῆμα addita περὶ τὰ κατ’ ἐπίνοιαν del. H περὶ τὰ] ἐπὶ τῶν Η 11 post τοῦτο lac. signavi 12 δὲ om. Κ re scripsi: δὲ HKP 15 αὐτὰς Κ 17 καὶ (post ἀρετὴ) om. HP ὑγία P 18 δέ (post διάθ.) om. HP ἡ om. HP 19 καθό Κ 21 ἤτοι] ἤγουν P 22 ὑπὸ] ἐπὶ KP ἀνάγουσα Κ 27 ἵπασθαι P 30 ὑπάρχον (alt. 1.) HP 33 uuiv P)

    223
    ἡ μελαίνουσι τὰ μέλαινα, ὡς θερμαίνουσι τά θερμὰ πάθος ἐμποιοῦντα παρώνυμον ἑαυτοῖς· εἰ γὰρ καὶ συγκρίνουσι μὲν τὰ μέλαινα τὴν ὁρῶσαν ὄψιν διακρίνουσι δὲ τὰ λευκά, ἀλλὰ παρώνυμον πάθος ἑαυτοῖς οὐ ποιοῦσιν, ὥσπερ ἐλέγομεν τὸ θερμὸν θερμαίνειν καὶ τὸ γλυκὺ γλυκαίνειν. ἄλλο τρίτον εἶδος τῆς παθητικῆς ποιότητος τὸ καὶ ἀπὸ πάθους γινόμενον καὶ πάθος ποιοῦν, ὡς ἡ τοῦ ζωμοῦ γλυκύτης· αὕτη γὰρ καὶ ἀπὸ πάθους ἐγένετο, τῆς καρυκείας, καὶ πάθος ἐμποιεῖ τῇ γεύσει. πάθος δέ ἐστιν ἡ εἰς παθητικὴν ποιότητα ὁδός. ἰστέον δὲ ὅτι παθητικὴν ποιότητα ἀπὸ πάθους γινομένην ἐκείνην βούλεται ὁ Ἀριστοτέλης εἶναι, ἥτις συμβαίνει τοῖς σώμασι καὶ πάλιν ἀποσυμβαίνει, τοῦ κατὰ τὴν οὐσίαν <λόγου> τοῦ προτέρου εἴδους τοῦ ὑποκειμένου σώματος τοῦ πάσχοντος ἀτρέπτου μένοντος καὶ φυλαττομένου, οἷον ὡς ἐπὶ λίθου λευχαινομένου ἢ μελαινομένου ἢ ἀνθρώπου αὐτὸ τοῦτο πάσχοντος· ἡ γὰρ τῶν τοιούτων λευκότης ἢ μελανία ἢ ἄλλο ὁποιονοῦν χρῶμα, οὕτω συμβαῖνον αὐτοῖς, οὐ ποιεῖ ἐν ἡμῖν ἢ ἐν ἄλλοις σώμασι παρώνυμον ἑαυτῷ πάθος· εἰ γὰρ ποιήσει, ὑπὸ ἄλλο εἶδος πεσεῖται τῆς ποιότητος, τὸ πρῶτον· οὐ γὰρ παθητικὴ ποιότης | ἀπὸ πάθους γινομένη [*](274v) ἡ γλυκύτης τοῦ μέλιτος καὶ ἡ λευκότης τῆς χιόνος ἢ τοῦ ψιμυθίου· ταῦτα γὰρ οὐσίαι αὐτῶν εἰσι καὶ οὐκ ἐπιγίνονται ἄλλοις σώμασιν ἄτρεπτον φυλάξασι ξασι τὸ οἰκεῖον εἶδος, ὡς ἄνθρωπος λευκαινόμενος ἢ μελαινόμενος καὶ φυλάττων τὸ ἀνθρώπειον εἶδος· ἡ γὰρ γλυκύτης τοῦ μέλιτος καὶ ἡ λευκότης τῆς χιόνος εἴδη ὄντα οὐ γίνονται καὶ ἀπογίνονται χωρὶς φθορᾶς τοῦ ὑποχειμένου, ὡς ἡ λευκότης τοῦ κηροῦ. σχῆμα δὲ ἡ τοῦ παντὸς ὄγκου ἀποπεράτωσις, περάτωσις, οἷον ῥινὸς ἢ ὠτὸς ἢ χείλους, μορφὴ δὲ ἡ τοῦ ὅλου εἴὸους ἀποπεράτωσις, περάτωσις, ὅλου, εἰ τύχοι, τοῦ προσώπου ἢ ὅλου ἀνθρώπου. αὗταί εἰσιν αὐτῶν αἱ ὑπογραφαί.

    Ἐφ᾿ οἶς εἴπωμεν καὶ τὰς διαφορὰς αὐτῶν. διαφέρει τοίνυν ἡ δύναμις καὶ ἀδυναμία τῶν λοιπῶν εἰδῶν, ὅτι ταῦτα μὲν δυνάμει ἐκεῖνα δὲ ἐνεργείᾳ. ἐν δὲ τοῖς ἐνεργείᾳ σχῆμα καὶ μορφὴ διαφέρει τῶν λοιπῶν δύο, ὅτι τὰ μὲν ἐπιπολῆς τὰ δὲ ἐν βάθει· διὰ βάθους γάρ ἡ ἕξις καὶ ἡ παθητικὴ ποιότης. ἐν δὲ τοῖς διὰ βάθους διαφέρει παθητικῆς ποιότητος ἡ ἕξις, τῆς ἀπὸ πάθους μὲν γινομένης μὴ μέντοι πάθος ποιούσης, ὅτι καὶ αὕτη ἐπιπολῆς ἡ δὲ διὰ βάθους, ἡ ἕξις φημί τῆς πάθος ἐμποιούσης οὐ μὴν ἀπὸ πάθους γεγενημένης διαφέρει, ὅτι ἡ μὲν πρὸς τὸ ἐν ᾧ ὑπάρχει ὑποκείμενον, τὴν ψυχήν, λέγεται, <ἡ> ἕξις, ἡ δὲ πρὸς τὸ περὶ ὅ ἐνεργεῖ· ἐν γὰρ ποιεῖ τὸ πάθος ἡ θερμότης ἐν ἄλλῳ αὐτὴ οὖσα ὑποκειμένῳ. τῆς δὲ ἀπὸ πάθους γεγενημένης καὶ πάθος ἐμποιούσης διαφέρει ἡ ἕξις. ὅτι ἡ μὲν μᾶλλον ἅπτεται τῆς οὐσίας, ἡ ἕξις, ἡ δὲ οὐχ οὕτως. αὗται αὐτῶν καὶ αἰ διαφοραί.

    [*](2 μὲν om. Κ 5 καὶ τὸ coll. P 8 δὲ om KP 10 ante κατὰ add. δὲ Κ λόγου inserui 11 μαίνοντος Η1 15 τὸ ἄλλο HP 18. 19 φυλάξασι scripsi: φυλάξασαι libri 21 εἴδη scripsi; εἶδος libri 24 εἰ] ἡ P 27 ante ἁδὺν add. ἡ Κ 29 ἐπὶ πολλῆς P λέξις P 31 ponas αὕτη καὶ 33. 34 ὑπάρχει ὑποχείμενον scripsi: ὑπόκειται libri (ef. p. 224,9) 34 τὴν ψυχήν in lac. om. K ἡ inserui 36 ἡ ἕξις snperscr. K: ἡ λέξις P 37 ἅπτ.] ἕπεται P alt. ἡ] αί K)
    224

    Ἑφ᾿ οἷς εἴπωμεν καὶ τὴν διαίρεσιν τῆς ποιότητος (ἔστι δὲ καὶ ἄλλως διελεῖν τὴν ποιότητα, ὡς οἶμαι)· ἡ ποιότης ἢ δυνάμει καὶ ποιεῖ δύναμιν καὶ ἀδυναμίαν, ἢ ἐνεργείᾳ καὶ ἐπιπολῆς καὶ ποιεῖ σχῆμα καὶ μορφὴν καὶ τὰ περὶ τὴν ἐπιφάνειαν χρώματα, ἢ διὰ βάθους. καὶ εἰ διὰ βάθους, ἢ ἅπτεται τῆς οὐσίας ἡ οὐχ ἅπτεται. καὶ εἰ μὴ ἅπτεται, ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ πάθος μὴ ποιοῦσαν. εἰ δὲ ἅπτεται τῆς οὐσίας, ἢ <πρὸς τὸ> περὶ ὃ ἐνεργεῖ καὶ ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους μὲν μὴ γινομένην πάθος δὲ ποιοῦσαν, ἢ πρὸς τὸ ἐν ᾧ ὑπάρχει ὑποκείμενον καὶ ποιεῖ τὴν ἕξιν. ἢ μᾶλλον ἅπτεται τῆς οὐσίας καὶ ποιεῖ πάλιν τὴν ἕξιν, ἢ ἧττον καὶ ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ πάθος ἐμποιοῦσαν. καὶ ταῦτα μὲν περὶ τούτου.

    ’Ecp’ οἷς εἴπωμεν τὸ τέταρτον κεφάλαιον τὸ περὶ τῆς τάξεως αὐτῶν. δεῖ εἰδέναι ὅτι πρώτη ἡ ἕξις τῶν λοιπῶν ὡς ἐν ποιότητι οὐσία, δευτέρα δὲ ἡ δύναμις ὡς καὶ αὐτῆς τῆς ἕξεως ὀφείλουσα προηγεῖσθαι τῷ χρόνῳ, εἴ γε διὰ τοῦ δύνασθαί | τινα εὐκόλως ἔχειν πρὸς γραμματικὴν ἐν ἕξει [*](275r) ταύτης γίνεται, εἰ μὴ ὅτι τὰ τέλεια τῶν ἀτελῶν ἔδει προηγεῖσθαι, τελειοτέρα δὲ ἡ ἕξις τῆς δυνάμεως. παθητικὴ δὲ ποιότης σχήματος καὶ μορφῆς προηγεῖται, ὅτι αὐτὴ μὲν ἅπτεται τῆς οὐσίας, σχῆμα δὲ καὶ μορφὴ οὐχ ἅπτεται τῆς οὐσίας.

    p. 8b25 Ποιότητα δὲ λέγω χαθ᾿ ἣν ποιοί τινες λέγονται.

    Ἐπιγράψας ὁ Ἀριστοτέλης Περὶ ποιοῦ καὶ ποιότητος τὴν παροῦσαν. κατηγορίαν, ἑκάτερον ὑπογράφει καὶ δι’ ἀλλήλων αὐτὰ ὑπογράφει νόμωι τῶν πρός τι. καὶ πρότερον ὑπογράφει τὴν ποιότητα διὰ δύο αἰτίας· ἢ ὅτι ἡ ποιότης ἡ κατηγορία, οὐ τὸ πεποιωμένον, ἢ ὅτι σαφεστέρα ἡ ὑπογραφὴ τῆς ποιότητος ἐκ τοῦ πεποιωμένου γενομένη σαφοῦς ὄντος ἤπερ ἡ ὑπογραφὴ τοῦ πεποιωμένου ἐκ τῆς ποιότητος γενομένη ἀσαφοῦς οὔσης. ἔχει δέη ὑπογραφὴ οὕτως· ποιότητα δὲ λέγω καθ’ ἣν λέγονται. δεῖ δὲ προσυπακούεσθαι τὸ ἢ ὁπωσοῦν ἄλλως λεγόμενον μὲν ἐν τῇ τοῦ ποιοῦ ὑπογραφῇ ὑπὸ τοῦ Ἀριστοτέλους ὀφεῖλου δὲ κατὰ χοινοῦ προσυπαχούεσθαι. πρόσκειται δὲ τὸ ἢ ὁπωσοῦν ἄλλως ἐπειδὴ. δὲ οὐδὲ πᾶσα ποιότης παρωνύμως κατηγορεῖται, οὐδὲ πᾶν τὸ παρωνύμως χατηγορούμενον ποιότης· ἰδοὺ γὰρ τὰ πατρωνυμικὰ παρώνυμα οὔκ εἰσι ποιότητεσ ἀλλ’ οὐσίαι], ἐπειδὴ ἡ ποιότης οὐ μόνον παρωνύμως κατηγορεῖται ἀλλὰ καὶ ἑτέρως· τετραχῶς γὰρ ἡ ποιότης κατηγορεῖται, παρωνύμως ὁμωνύμως ἑτερωνύμως ἀκατονομάστως. παρωνύμως μὲν ὡς ἀπὸ τῆς ποιότητος ποιοὶ ἀπὸ τῆς γραμματικῆς γραμματικός, ἀπὸ τῆς ἰατρικῆς ἰατρός, ὁμωνύμως δὲ [*](1 pr. καὶ om. HP 4 εἰ om. HP 6 post πάθους add. μὲν Κ 7 πρὸς τὸ inserui 15 αὐτὴ Κ 20. 28 τινες εἶναι Arist. 23 post pr. ὑπογp. addita νόμω τῶν πρός Τι del. P 28 alt. δὲ om. P 29 δὲ om. Κ ὁποσοῦν ἄλλης P 30 Iv Tig τοῦ ποιοῦ ὐπογp.] p. 10a28 31 ἐπειδὴ δὲ—οὐσίαι (34) inclusi 35 ὁμωνύμως in mrg. suppl. Κ3 36 ὡς post ποιοὶ transpouas 37 alt. ἀπὸ τῆς om. HP)

    225
    δὲ ὡς ἀπὸ τῆς μουσιχῆς μουσικὴ γυνή· μουσικὴ γὰρ ἡ ἐπιστήμη λέγεται. ἑτερωνύμως δὲ κατηγορεῖται ἡ ποιότης ὡς ἀρετὴ καὶ σπουδαῖος· ὁ γὰρ σπουδαῖος οὐχ ὡς ἀπὸ τῆς σπουδῆς· ἡ γὰρ σπουδὴ καὶ ἐπὶ κακῷ φέρεται. οὐδὲ ἀπὸ τῆς περὶ τὰ δέοντα σπουδῆς σπουδαῖος εἴρηται· τὰ γὰρ παρώνυμα ἀπὸ ὀνόματος καὶ οὐχὶ ἀπὸ λόγου· τοῦτο δὲ λόγος τὸ εἰπεῖν ἀπὸ τῆς περὶ τὰ δέοντα σπουδῆς. οὐδὲ ἀπὸ τῆς ἀρετῆς ἐνάρετος· οὐ γὰρ εὕρηται τοιαύτη χρῆσις· τὸ γὰρ παρὰ τῷ ποιητῇ
  • οὐκ ἀρετὰ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν
  • καὶ ποιητικὸν καὶ τῶν ἅπαξ εἰρημένων. τὸ δὲ ἐνάρετον τὸ μὲν διὰ τοῦ ἑ ψιλοῦ οὐχ εὕρηται, τὸ δὲ διὰ τῆς αݲιݲ διφθόγγου καὶ ποιητικὸν καὶ κακῷ εἴρηται. <ἀκατονομάστως δὲ> τὸ δεύτερον εἶδος τῆς ποιότητος, δύναμις καὶ ἀδυναμία· εἰ γὰρ ὠνομάσθη, πυκτικότης καὶ δρομικότης καὶ γραμματιχότης ἄν ὠνομάσθη, ἅπερ οὐχ εὕρηται· τὸ γὰρ δρομικὸς ἀπὸ τῆς δρομικῆς, ἥτις τελεία ἐστὶν ἕξις, καὶ ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸς | <ὡς> ἀπὸ τῆς τελείας ἕξεως ὠνομάσθη.

    p. 8b25 Ποιότητα δὲ λέγω.

    Τὸ λέγω εἶπεν, οὐχ ὅτι Ἀριστοτέλης τὸ ὄνομα τῆς ποιότητος ἔθηκεν (εἴρηται γὰρ καὶ Πλάτωνι), ἀλλ’ ὅτι Ἀριστοτέλης εἶπε τὴν <τῆς> ποιότητος ἐξάπλωσιν· ὁ γὰρ Πλατῶν οὐκ οἶδεν εἰ μὴ τὴν πάθος ποιοῦσαν περὶ τὴν αἴσθησιν· φησὶ γὰρ ἔν τινι διαλόγῳ οὕτως· ἰὴ γὰρ ποιότης ποιόν τι. καὶ ἴσως ἀλλόκοτον δόξει σοι τὸ τῆς ποιότητος ὄνομα καὶ οὐ μανθάνεις οὕτως ἀθρόως λεγόμενον· ἐὰν γὰρ εἴπωμεν οὕτως ποιότης, ἄδηλόν τι σημαίνει τὸ τῆς ποιότητος ὄνομα. εἰ δὲ εἴπωμεν ποιόν τι, εἰς ἔννοιαν ἐρχόμεθα ὅτι ποιότης εἴρηται ἀπὸ τοῦ ποιεῖν τι περὶ τὴν αἴσθησιν.’

    p. 8b25 Καθ’ ἣν τοιοί τινες.

    Τὸ καθ’ ἣν πρόσκειται διὰ τὴν διὰ φόβον ὠχρίασιν καὶ τὸ ἔρευθος τὸ δι’ αἰδῶ· οὐ γὰρ λέγεται ἐρυθρίας ὁ δι’ αἰδῶ ἐρυθριάσας ἡ ὠχρίας ὁ διὰ φόβον ὠχριάσας (φθάωει γὰρ τὴν προσηγορίαν ἡ μεταβολή), ἀλλὰ μᾶλλον ταῦτα ὑπὸ τὸ πάσχειν ἀνάγεται. ἀποροῦσι δὲ διὰ τί τετραχῶς τῆς ποιότητος χατηγορουμένης τῶν παρωνύμων μόνων ἐμνήσθη. καὶ λέγομεν [*](5 οὐχ H ἀπὸ τῆς oru. KP 6 ἐνάρετος] scribas ἀρετός (ef. v. 8. 9) 7 ποιητῇ] Horn. θ 329 8 ἀρετᾷ Horn. καλὰ HKP κιχάνει in lac. om. Κ τοι] TO HKP 10 ψιλοῦ om. H τὸ δὲ διὰ τῆς αݲιݲ] αὶναρέτη (ef. Philop. p. 25,9) 11 ἀκατονομάστως δὲ ex Laur. 72,5 inserui 12 ante πυχτιχ. add. ἡ Κ 13 γραμματηχ. P 14 ὡς addidi 17 τὸ ὅνομα—εἶπε (18) suppl. P2 ἔθηκεν] εἴρηκεν Η: evan. P 18. 19 τῆς παθητιχῆς ποιότητος scripsi: παθητικὴν ποιότητα libri 20 γὰρ om. P ἔν τινι διαλόγῳ] Theaet. p. 182 A ποιόν] ποιότης Κ 21 δόξει scripsi: δείξει libri 23 εἴπωμεν scripsi: εἴπομεν libri ποιόν τι] ποιότητι Κ 27 ἔρευθος scripsi: ἕρυθρος H: ἔρυθος KP 28 ὠχρίας om. Κ γὰρ om. Κ)

    226
    ὅτι τὸ πλεονάζον προέταξε· τὸ γὰρ ἀκατονομάστως καὶ ὁμωνύμως 〈καὶ #x003E; δύο μόνα εἴδη περιέχει τῆς ποιότητος, μόνη δὲ ἡ παρώνυμος χατηγορία δύο εἴδη περιέχει, ἴσως καὶ τρία· λέγεται γὰρ εὔσχημος καὶ εὔμορφος ἀπὸ σχήματος καὶ μορφῆς καὶ τὸ ἀνάπαλιν. λέγεται καὶ ἀπὸ ἕξεως καὶ διαθέσεως ἡ παρωνυμία, καὶ τὰ παραδείγματα δῆλα, γραμματικός, ἰατρικός. ἀλλὰ καὶ ἀπὸ παθητιχῆς ποιότητος· αὕτη γὰρ παρώνυμον ἑαυτῇ ποιεῖ πάθος ἐν ἡμῖν, καὶ τὰ παραδείγματα εἴρηται.

    p. 8b26 "Ev μὲν οὖν εἶδος ποιότητος διάθεσις.

    ῾Υπογράψας δἈριστοτέλης τὴν Ἀριστοτέλης τὴν ποιότητα ἔρχεται καὶ ἐπὶ τὰ τῆς τῆς ποιότητος. ἀλλὰ πρὸς τοῦτο ζητήσωμεν πῶς διαιρεῖται ἡ ποιότης· οἱ μὲν <γὰρ> ὡς γένος αὐτήν φασι διαιρεῖσθαι οἱ δὲ ὡς ὁμώνυμον φωνήν· οἱ μὲν λέγοντες ὡς γένος εἰς εἴδη διαιρεῖσθαι ἔλεγον διὰ τριῶν ἐπιχειρημάτων. ἑνὸς μὲν τοῦ λέγοντος ἓν μὲν οὖν εἶδος τῆς ποιότητος (τὸ γὰρ εἶδος πάντως γένους), δευτέρου ὅτι πανταχοῦ δέκα ἀπαριθμεῖται τὰ γενικώτατα ὡς ἂν καὶ ποιότητος γένους οὔσης, τρίτου ἐπεὶ ποτὲ μὲν γένη καλεῖ αὐτὰ ποτὲ δὲ καὶ εἴδη ὡς ὑπάλληλα· τὰ γὰρ ὑπάλληλα ὑπὸ ἓν γένος τελοῦσιν. οἱ δὲ λέγοντες ὅτι ὡς ὁμώνυμος φωνὴ διαιρεῖται ἔλεγον οὕτως, ὅτι λέγει αὐτὸς δἈριστοτέλης ἔστι δέ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων· τὸ δὲ πλεοναχῶς λέγεσθαι ὁμωνύμου φωνῆς. ἀλλὰ καὶ τάξιν ἐπεδέξατο τὰ εἴδη· προτέταχται γὰρ ἡ ἕξις τῶν λοιπῶν · ἐν δὲ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐχ ἔστι τάξιν εὑρεῖν. ταῦτα μὲν οὗτοι. ὁ δὲ Συριανὸς βουλόμενος ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν διαιρεῖσθαι τὴν ποιότητα εἴς τὰ εἴδη I ἀμφότερα ἀποδέχεται τὰ ἐπιχειρήματα, καὶ τὰ ὡς ὁμώνυμον [*](276r) λέγοντα τὴν διαίρεσιν καὶ τὰ ὡς γένος λέγοντα διαιρεῖσθαι· μέσα γὰρ ὄντα τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὁμωνύμων καὶ γενῶν δύνανται, φησί, τοῖς τῶν ἄκρων ὀνόμασιν ὀνομάζεσθαι. ὁ δὲ Ἀλέξανδρος βουλόμενος τὴν ποιότητα ὡς γένος εἰς εἴδη διαιρεῖσθαι, ἀπαντᾷ πρὸς τὰ δύο ἐπιχειρήματα, πρὸς μὲν τὸ πλεοναχῶς ὅτι οὐκ ἐπὶ ὁμωνύμου φωνῆς ἀεὶ λαμβάνεται· νῦν γὰρ ἐπὶ τοῦ παρωνύμως ὁμωνύμως ἑιερωνύμως ἀκατονομάστως εἴληπται, καὶ κεῖται νῦν ἐπὶ συνωνύμου κατηγορίας. οὕτως μὲν πρὸς τὸ πρῶτον ἐπιχείρημα. πρὸς δὲ τὸ λέγον ὅτι τάξιν ἐπεδέξατο λέγει ὅτι τάξιν ἐπεδέξατο, οὐ τὴν κατὰ τὸ τῆς φύσεως κοινόν ποιὰ γὰρ ὁμοίως), ’ ἡ ἕξις τῶν λοιπῶν ὡς τιμιωτέρα προβέβληται, διότι μονιμωτέρα ἡ ἕξις τῶν λοιπῶν. * * καὶ εἰδοποιός, καὶ εἴποις ἂν τὴν μὲν ἀπὸ ἰατριχοῦ εἰς ἰατρὸν μεταβολὴν γένεσίν τινα, τὴν ἀπὸ ἀτελοῦς εἴς τέλειον, καὶ τὴν ἀπὸ ῥητορικοῦ εἰς ῥήτορα, τὴν δὲ ἀπὸ ῥήτορος εἰς ῥητορικὸν καὶ [*](1. 2 καὶ ἑτερωνύμως inserui 3 εὔχημος P 5 ἰατρός H 6 ἑαυτῇ scripsi: ταὐτὴ HP: om. Κ 7 εἴρηται] p. 222,33 11 pr. γὰρ addidi post διαιρεῖσθαι additum ἔλεγον del. P 12 διαιρεῖται H 14 πάντως γἐν.] γένους eioo; K 15 τρίτον Κ 18 ὁ om. H 19 ἐπεδέξατο scripsi: ἐπεδείξατο libri (cf. v. 31) 22 alt. τὰ om. Κ 23 καὶ τὰ—ἐπιχειρήματα (27) om. Κ 24 τὴν διαίp.] an αὐτὴν διαιρεῖσθαι? 26 ἄκροις P 31 ἐπεδείξατο Κ λέγει—ἐπεδέξατο (32) om. K 34 post λοιπῶν lac. signavi)

    227
    ἀπὸ ἰατροῦ εἰς ἰατρικὸν μεταβολὴν φθοράν. εντι δὲ ἰατρικὸς μὲν ῥητορικὸς ὁ τοῖς μαθήμασι τέως ἐνδιατρίβων καὶ μήπω τέλειος ὢν περὶ τὴν τοιαύτην ἐπιστήμην, ἰατρὸς δὲ καὶ ῥήτωρ ὁ περὶ ταῦτα τέλειος· γίνονται γὰρ τοιαῦται μεταβολαὶ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον δι’ ἀμελετησίαν ἢ μῆκος χρόνου ἢ λήθην ὑπὸ πάθους ληθάργου, περὶ ἧς φησιν ὁ Θουκυδίδης ὅτι πιεζόμενοι ὑπὸ τῆς νόσου σφῶν τε αὐτῶν ἐπελάθοντο καὶ τῶν ἐπιτηδείων.

    Δεῖ δὲ εἰδέναι ὅτι τελειοτέρα ἡ ἕξις τῆς διαθέσεως· διαφέρει γὰρ ἡ ἕξις τῆς διαθέσεως τῷ μονιμωτέρῳ· μονιμωτέρα γὰρ ἡ ἕξις τῆς διαθέσεως. καὶ τοῦτο πιστοῦται ἐκ τῆς λεκτικῆς συνηθείας· τοὺς γὰρ ἑτοίμως ἐν τοῖς αὐτοῖς νῦν εἰς τἀναντία περιτρεπομένους δίχην Εὐρίπου φασὶ μὴ ἔχειν ἕξιν, ὡς ἄν τῆς ἕξεως τῷ μονίμῳ χαρακτηριζομένης. διττὴ δὲ ἡ ἡ μὲν τῆς ἕξεως κατηγορουμένη ἡ δὲ ἀντιδιαιρουμένη. διὸ καὶ πλέκεται σόφισμα τοιοῦτον· ἡ ἕξις διάθεσις, ἡ διάθεσις οὐχ ἕξις, ἡ ἕξις ἄρα οὐχ ἕξις. καὶ λέγομεν ὅτι ὁμώνυμος ὁ μέσος· ὅτε γὰρ λέγει τις ῾ἡ ἕξις διάθεσισ᾿, καθολικωτέραν τὴν διάθεσιν ἐποίησεν, ὅτε δὲ λέγει ῾ἡ διάθεσις οὐχ τὴν ἀντιδιαιρουμένην λαμβάνει. οὐ δεῖ δὲ ἐν συλλογισμῷ τὸν μέσον ὅρον εἶναι ὁμώνυμον. εἶτά φασιν ὅτι ἔστω καθολικὸς ὁ μέσος, λέγοντες οὕτως· ἡ ἕξις διάθεσις, ἡ διάθεσις οὐχ ἕξις, ἡ ἕξις ἄρα οὐχ ἕξις. πρὸς ὅ φαμεν ὅτι ὅτε λέγεις ῾ἡ διάθεσις οὐχ ἕξις᾿ τί λέγεις; ὅτι οὐδεμία διάθεσις ἕξις; ἡ γὰρ διάθεσις κατηγορεῖται ἕξεως. εἰ δὲ λέγεις ὅτι ῾τοῦτο λέγω, ὅτι τὶς ἕξις, ἄτοπον συνάγεται· ἐν γὰρ τῷ πρώτῳ σχήματι εὑρίσκεται ἡ μείζων πρότασις μερική, ὅπερ ἄτοπον. πάλιν δὲ ἀποροῦσιν ὅτι εἰ τῷ μονίμῳ διαφέρει φέρει ἕξις διαθέσεως καὶ εὐμεταβλήτῳ καὶ παθητικὴ δὲ ποιότης καὶ πάθος τῷ αὐτῷ διαφέρει, τί οὖν διοίσουσι. καί φαμεν ὅτι οὐ τὰ τῷ αὐτῷ διαφέροντα εἴδη τὰ αὐτά· θερμὸν γ·ὰρ καὶ λευκὸν καὶ ψυχρὸν καὶ μέλαν τῷ διακριτικῷ καὶ συγκριτικῷ διαφέρουσι, καὶ ὅμως πολέμιον τὸ τῷ θερμῷ μέλανες γὰρ οἱ θερμοὶ ὡς ἐπίπαν), καὶ ψυχρὸν μέλανι πολέμιον· μιον· | λευκοὶ γὰρ οἱ ψυχροὶ ὡς ἐπίπαν. εἰ δὲ καὶ τοῖς αὐτοῖς κέχρηται 276v παραδείγμασιν ἐπ’ ἀμφοτέροις, οἷον νόσῳ καὶ ὑγείᾳ καὶ θερμότητι καὶ τοῖς τοιούτοις ἄλλοις ὡς δυσμεταβλήτοις οὖσι, ταῦτα τὰ παραδείγματα μόνον.

    p. 9a14 Ἓτερον δὲ γένος ποιότητος καθ’ ὃ πυκτικοὺς ἡ δρομικούς.

    Ἓξ τινα δεῖ προλαβεῖν τοῦ δευτέρου εἴδους τῆς ποιότητος· πρῶτον μὲν τί ἐστι δύναμις καὶ ἀδυναμία αὐτὰ κατὰ τὸ δεύτερον εἶδος, δεύτερον ὃτι εἰ πεφοίτηκε τοῦτο τὸ εἶδος διὰ ψυχῆς, διὰ σώματος, διὰ τοῦ συν [*](4 ἀμελετισίαν P 5 λήθη P Θουκυδίδης] II, 49 extr. 8 τελειωτέρα K1 ὅιαφέρει—διαθέσεως (9 pr. 1.) om. Κ γὰρ] δὲ P 12 χαριζομένης P 13 κατηγορουμένης H: κατηθοργουμένη (sic) P 16 καθολικοτ. P 18 λέγων libri 19 ἡ ἕξις ἄρ οὐχ ἕξις suppl. P2 23 δὲ om. Κ 25 αὐτὸ P 27 διακριτηκῶ H 29 ante ψυχροὶ additum θερμοὶ del. H 31 ἄλλοις scripsi: ἀλλ᾿ libri δυσμεταβλ.] potius εὐμεταβλ. (cf. Arist. p. 8b36))

    228
    αμμοτέρου, τρίτον πῶς ἓν πλέγμα γένοιτο ἐκ τῶν δύο εἰδῶν τῆς ποιότητος, πρώτου καὶ δευτέρου, τέταρτον ποσαχῶς δύναται λέγεσθαι τὰ εἴδη ταῦτα καὶ ποσαχῶς νῦν λέγεται ὑπὸ Ἀριστοτέλους, πέμπτον περὶ ὀνομάτων δυνάμεως καὶ ἀδυναμίας, ἕκτον καθόλου περὶ ὀνομάτων ἕξεως, διαθέσεως, ἐπιτηδειότητος καὶ τῶν μετεχόντων, ἑκτοῦ, διακειμένου, ἐπιτηδείου. ἀλλ’ ἡ παροῦσα θεωρία τρία κεφάλαια παραδίδωσι. πρῶτον τί δύναμις καὶ ἀδυναμία; ὅτι δύναμίς ἐστιν ἐπιτηδειότης προκόψασα, ἢ ὡς ἔστιν Ε; ἀνθ’ ἑνὸς δύναμίς ἐστιν εὐκολία, ἀδυναμία δὲ ἡ δυσκολία· οὕτω γὰρ δύνασθαί φαμεν τὸν ὀξὺν πρὸς γεωμετρίαν, μὴ δύνασθαι δὲ τὸν νωθῆ. καὶ ἄλλως ἢ ὅτι οὐχ ἁπλῶς φαμεν ὅτι δύναται ποιεῖν, ἀλλ’ ὅτι ῥᾳδίως δύναται ποιεῖν, καὶ οὐ δύναμίν φαμεν ἁπλῶς ἀλλὰ δύναμιν φυσικήν· ὡς γὰρ κρᾶσιν ἔχουσαν συνεργὸν καὶ διὰ τοῦτο ἐπιτηδειότητα οὖσαν προκόψασαν. ταῦτα μὲν περὶ δυνάμεως ζητείσθω. ἐφ’ οἷς τὸ δεύτερον κεφάλαιον ἐν ᾧ δείκνυται ὅτι καὶ διὰ ψυχῆς κεχώρηκε καὶ σώματος δύναμις καὶ ἀδυναμία καὶ τοῦ συναμφοτέρου. διὰ μὲν ψυχῆς, ὡς ἐπὶ τῶν φυσικῶν ἀρετῶν καὶ ἠθικῶν· αὗται γὰρ ὠδίνουσι τὰς πολιτικάς, καὶ ὁ ἔχων μίαν τούτων διὰ τῆς τοῦ λόγου προσθήκης εὐχερῶς κτᾶται τὰς πολιτικάς. περὶ ὧν εἴρηται, περὶ μὲν τῶν φυσικῶν ῾τὸ γὰρ φύσει ἀκράτητον’, περὶ δὲ τῶν ἠθικῶν ῾ἔχει γάρ τι τὸ τραφῆναι καλῶς’, καὶ ὅτι Πλατῶν ἀνδραποδώδεις αὐτὰς εἶναι Πλωτῖνος δὲ ἀτελεῖς. ἀλλὰ καὶ διὰ σώματος χωρεῖ δύναμις καὶ ἀδυναμία, καθό φαμεν ὅτι τὸ σκληρὸν δύναμιν ἔχει τοῦ ποιῆσαι ἀδυναμίαν δὲ τοῦ παθεῖν, καὶ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ ποιῆσαι δύναμιν δὲ τοῦ παθεῖν. διὰ δὲ τοῦ συναμφοτέρου, ὡς ἐπὶ νόσου καὶ ὑγείας· ὁ γὰρ ὑγιαίνων ἀδυναμίαν ἔχει τοῦ παθεῖν ὑπὸ λοιμοῦ εὐχερῶς δύναμιν δὲ τοῦ ποιῆσαι, ὁ δὲ νοσῶν τοὔμπαλιν. ταῦτα καὶ περὶ τοῦ δευτέρου κεφαλαίου. τρίτον κεφάλαιον· ζητείσθω πῶς ἓν πλέγμα γένοιτο ὑπὸ τούτων, εἴ γε οἱ εἰς τοῦ γραμματικοῦ φοιτῶντες πρῶτον δυσκολαίνουσιν, ἔπειτα ἐπιτηδειότητα εἶτα ἀμυδρὰν γνῶσιν λαμβάνουσι, | καὶ εἶθ’ οὕτως τὴν τελείαν ἕξιν. καὶ [*](277r) ἔστι μὲν ἡ δυσκολία ἡ ἀδυναμία, εὐκολία δὲ ἡ δύναμις, ἡ δὲ ἀμυδρὰ γνῶσις διάθεσις, ἡ δὲ τελεία γνῶσις ἡ ἕξις. ἐφ’ οἷς ἀποροῦσιν· εἰ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι ταῦτα ἀλλήλων, διὰ τί μὴ ἓν εἶδος ἀλλὰ δύο; καὶ λέγομεν πρὸς τοῦτο ὅτι οὐ μόνον τῷ μᾶλλον καὶ ἧττον διαφέρουσιν, ἀλλὰ καὶ τῷ εἴδει· ὅπου μὲν γὰρ πάρεστι τὸ εἶδος, ὡς ἐπὶ ἕξεως καὶ διαθέσεως, ὅπου δὲ ἄπεστιν, ὡς ἐπὶ δυνάμεως καὶ ἀδυναμίας, καὶ ὅπου πάρεστι, μᾶλλον πάρεστιν, ὡς ἐπὶ ἕξεως ἤπερ ἐπὶ διαθέσεως, ὅπου δὲ ἄπεστι, μᾶλλον ἐπὶ ἀδυναμίας ἄπεστιν ἧττον δὲ ἐπὶ δυνάμεως.

    [*](1 πλέγμα] πρᾶγμα H1 3 νῦν om. KP 5 ἐπιτηδίου P 7 ἓν inserui 9 νωθὴν H ἢ] scribas δὲ 11 γὰρ eras. Κ 12 ἐπιτηδειότητος P περὶ om. H 13 ἐφ’ scripsi: ἐν libri 16 ὠδύνουσι P 17 εἴρηται] cf. Arist. Eth. Nic. Β 1 p. 1103a 19 Κ 10 p. 1189a14 18 ἀκράτητον scripsi: ἁ τιστον libri 19 ὅτι Πλατῶν χτλ.] cf. p. 20,9 21 καθό om. H 23 συναμφότερα P 24 λοιμοῦ Laur. 72,5: λυομένου HP: lac. Κ 26 post γε add. εἰ H 28 οὗτος P1 33 καὶ om. Κ 35 μᾶλλον πάρεστιν—μᾶλλον (36) in mrg. siippl. H2)
    229

    p. 9a14 Ἓτερον δὲ γένος ποιότητος καθ’ ὃ πυκτικοὺς ἢ δρομικους.

    Ἐπὶ τὰ λοιπὰ τῶν κεφαλαίων ἔλθωμεν. τέταρτον κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι ποσαχῶς δύναται λέγεσθαι δύναμις καὶ ἀδυναμία, καὶ ποσαχῶς λέγεται ὑπὸ Ἀριστοτέλους. ἰστέον ὅτι τετραχῶς δύναται λέγεσθαι· τεσσάρων γὰρ ὄντων, ποιεῖν, μὴ ποιεῖν, πάσχειν, μὴ πάσχειν, ἑκάστω τούτων συμπλέκεται ἡ δύναμις καὶ ἡ ἀδυναμία. καὶ τὰ παραδείγματα τούτων ῥητέον, οἷον ἐπὶ τοῦ ποιεῖν ῾δύναται ποιεῖν᾿ ῾δύναται μὴ ποιεῖν᾿ καὶ ἐπὶ τοὐ πάσχειν ῾δύναται πάσχειν᾿ ’ δύναται μὴ πάσχειν᾿. τοσαυταχῶς οὖν δυναμένης λέγεσθαι τῆς δυνάμεως καὶ τῆς ἀδυναμίας ὁ Ἀριστοτέλης οἰκείοις οἰκεῖα ἀποδιδοὺς καὶ εὐφήμοις εὔφημα τῷ ποιεῖν τὴν δύναμιν προσῆψε, τῷ δὲ πάσχειν τὴν ἀδυναμίαν, οἷον ὡς ἐπὶ σκληροῦ καὶ μαλακοῦ· ἐπὶ μὲν σκληροῦ ὅτι δύναται ποιεῖν μόνον εἶπε, δυνάμενος εἰπεῖν καὶ ὅτι οὐ δύναται πάσχειν, ἐπὶ δὲ μαλακοῦ ὅτι οὐ δύναται ποιεῖν μόνον εἶπε, δυνάμενος εἰπεῖν ὅτι δύναται πάσχειν. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον. πέμπτον κεφάλιον τὸ ζητῆσαι περὶ ὀνομάτων δυνάμεως καὶ ἀδυναμίας. ἰστέον ὅτι ὅλον τὸ δεύτερον εἶδος τῆς ποιότητος ἀκατονόμαστόν ἐστι· τὸ γὰρ πυκτικὸν παιδίον καὶ τὸ δρομικὸν οὐκ ἀπὸ τῆς πυκτικῆς ἢ δρομικῆς παρωνομάσθη· πυκτικὴ γὰρ· καὶ δρομικὴ αἱ τέλειαι ἕξεις, ἀφ’ ὧν ὁ πύκτης καὶ ὁ δρομεὺς οἱ τὰς τελείας ἔχοντες ἕξεις · εἰ γὰρ ὠνομάσθησαν αἱ ποιότητες, ἀφ’ ὧν παρωνομάσθησαν τὸ πυκτικὸν παιδίον καὶ τὸ δρομικόν, πυκτικότης ἄν ὠνομάζετο καὶ δρομικότης, ὧν τὰ ὀνόματα ἡ συνήθεια οὐκ ἔχει, οὐδὲ εἴρηνται παρά τινι ὀνόματα ταῦτα. ἐν οἷς καὶ τὸ πέμπτον κεφάλαιον. ἕκτον κεφάλαιον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι καθόλου περὶ ὀνομάτων ἕξεως, διαθέσεως, ἐπιτηδειότητος καὶ τῶν μετεχόντων, ἑκτοῦ, διακειμένου, ἐπιτηδείου. δεῖ εἰδέναι ὅτι τούτων τὰ ἓξ τὰ μὲν ἀεὶ ὀνομάζει ἡ συνήθεια, οἷον ἕξιν [*](277v) καὶ ἑκτόν (γραμματικὴν γὰρ ὀνομάζει καὶ γραμματικόν), τὰ δὲ ὀνομάζει διάθεσιν γὰρ οὐδέποτε ὀνομάζει οὐδὲ ἐπιτηδειότητα), τὰ δὲ ποτὲ μὲν ὀνομάζει ποτὲ δὲ οὐκ ὀνομάζει· ποτὲ μὲν γὰρ τὸν διακείμενον ὀνομάζει τὸν ἐπιτήδειον μὴ ὀνομάζουσα, καὶ τὸ ἀνάπαλιν, ὡς ἰατρικὸν καὶ ῥητορικὸν τὸν διακείμενον ἤδη καὶ πράξαντά τι τῆς τέχνης, τὸν δὲ ἐπιτηδείως πρὸς ταῦτα διακείμενον μήπω δὲ πράξαντα οὐκ ὀνομάζει. ἐπὶ δὲ τοῦ πυκτικοῦ βρέφους τὸ ἐπιτήδειον οὕτως ὀνομάζει τὸ ἔχον μακρὰ κῶλα, τὸν μέντοι διακείμενον οὐκ ὀνομάζει οὕτως.

    [*](4 προτιθέντων P 7 ἡ (ante ἁδὺν.) om. H 12 ὡς om. Κ 13 σχλ. μὲν coll. Κ 14 ἐπὶ δὲ μαλακοῦ — πάσχειν (15) in mrg. suppl. Η 16 τὸ (ante ζηῆσαι om. KP 21 ἄν Laur. 72,5: om. HKP 24 τὸ om. HP 26 post δεῖ add. δὲ P ὅτι om. KP 27 γὰρ om. KP 28 οὐδὲ—ὀνομάζει (29) suppl. P2 29 γὰρ scripsi: εἶναι libri 30. 33 ἐπιτήδιον P 33 τὸν] τὸ KP)
    230

    p. 9a28 τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη.

    ῾Η παροῦσα θεωρία δύο κεφάλαια ἡμῖν παραδίδωσι, διάκρισιν τῶν παθητικῶν ποιοτήτων ἀπ’ ἀλλήλων ἐν πρώτῳ κεφαλαίῳ, καὶ διάκρισιν τῶν παθῶν ἀπ’ ἀλλήλων ἐν δευτέρῳ κεφαλαίῳ, οὐ μὴν διάκρισιν τῶν παθῶν ἀπὸ τῶν παθητικῶν ποιοτήτων ὡς ἤδη εἰρημένην ἡμῖν ἐν τῷ περὶ ἕξεως καὶ διαθέσεως λόγῳ; ὅτι τῷ εὐμεταβόλῳ καὶ δυσμεταβόλῳ ταῦτα διαφέρει ἀλλήλων. ἀλλὰ πρῶτον τὴν διάκρισιν ἡμῖν παραδίδωσι τῶν παθητικῶν ποιοτήτων καί φησιν ὅτι διαφέρουσιν αὗται ἀλλήλων, ὅτι αἱ μὲν ἀπὸ πάθους ἐγένοντο οὐ ποιοῦσι δὲ πάθος περὶ τὴν αἴσθησιν, ὡς τὰ χρώματα, αἱ δὲ ἀπὸ πάθους μὲν οὐκ ἐγένοντο πάθος δὲ ποιοῦσι περὶ τὴν αἴσθησιν, ὡς ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν μέλιτι γλυκύτης. ἄπορα δὲ ταῦτα πάντα τὰ παραδείγματα· πῶς γὰρ παθητικὴ ποιότης ἡ ἐν πυρὶ θερμότης, ἡ μέλιτι γλυκύτης; τί γὰρ παθὸν τὸ πῦρ ἢ τὸ μέλι τὸ μὲν ἐγένετο θερμὸν τὸ δὲ γλυκύ; ἄπορον δὲ καὶ τὸ ἄλλο· πῶς γὰρ ποιότητες αἱ προκείμεναι, ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν μέλιτι γλυκύτης; κατ’ οὐσίαν γὰρ αὗται ὑπάρχουσιν αὐτοῖς, ἡμῖν δὲ πρόκεινται ποιότητες ὡς συμβεβηκὸς λαμβανόμεναι, οὐχ αἱ κατ’ οὐσίαν. λέγομεν δὲ πρὸς τὸ πρῶτον ὅτι παθητικαὶ ποιότητες αὗται λέγονται, ἡ θερμότης τοὐ πυρὸς καὶ ἡ γλυκύτης τοῦ μέλιτος, οὐχ ὅτι ἀπὸ πάθους ἐγένοντο, ἀλλ’ ὅτι πάθος ποιοῦσι περὶ τὴν αἴσθησιν ἡμῶν. καὶ τούτου μάρτυς καὶ Πλατῶν καὶ Ἀριστοτέλης, ὁ μὲν Πλάτων λέγων ῾τὸ γὰρ ποιοῦν ποιόν τί ἐσιν᾿ Ἀριστοτέλης δὲ ποτὲ μὲν λέγων τὸ μέλι δεδέχθαι γλυκύτητα ποτὲ δὲ μὴ δέχεσθαι· οὐ δέδεκται γὰρ τὴν συνουσιωμένην γλυκύτητα τὸ μέλι, οὐδὲ τὸ πῦρ τὴν θερμότητα· ἑκάτερον γὰρ χωρὶς τῆς κατ’ οὐσίαν ποιότητος οὐδὲ ἐπινοηθῆναι δύναται. δέχεσθαι δὲ ἑκάτερον λέγεται τὸ μὲν πῦρ τὴν θερμότητα τὸ δὲ μέλι τὴν γλυκύτητα ὡς θερ|μαίνουσαν καὶ γλυκάζουσαν, αἵπερ συμβεβήκασιν αὐτοῖς. καὶ λύεται [*](278r) καὶ τὸ δεύτερον ἄπορον, ὅτι ποιότητες αἱ προκείμεναι, αἳ ὡς λαμβάνονται. ἀποροῦσι δὲ καὶ πρὸς τὰ χρώματα ὅτι πῶς ταῦτα λέγομεν ἀπὸ πάθους γενέσθαι πάθος δὲ μὴ ποιεῖν· διακρίνουσι γὰρ καὶ συγκρίνουσι. καὶ λέγομεν ὅτι δικαιότερον ἀφ’ ὧν ἐγένοντο ὀνομάζειν αὐτὰς παθητικὰς ποιότητας ἢ ἀφ’ ὧν ποιοῦσιν· οὐ γὰρ παρώνυμον ποιοῦσιν ἑαυτοῖς πάθος·· οὐδὲ γὰρ λευκαίνεται ὁ λευκοῦ ἀνιλαμβανόμενος ἢ γλυκαίνεται ὁ γλυκέος ἀντιλαμβανόμενος. καὶ ταῦτα μὲν ἡμεῖς. ὁ μέντοι Ἀριστοτέλης ἀπορεῖ περὶ τῶν χρωμάτων· ὅτι ἐπὶ τούτων τῶν προσκαίρων χρωμάτων δυνατὸν κρᾶσιν λέγειν αἰτίαν αὐτῶν, ἐπὶ μέντοι τῶν ἐκ φύσεως ἢ ἐκ γενέσεως, εἰ [*](1 δὲ om. K 3 τῶν om. K μὲν 6 εἰρημένην scripsi: εἰρημένον HP: εἰρηuένων Κ (cf. p. 227.8) 7 καὶ δυσμεταβόλῳ in mrg. suppl. II 21 Πλάτων] Theaet. p. 182A Ἀριστοτ.] cf. Cat. p. 9a33 Hist. an. E 22 p. 554a10 29 δὲ om. KP 30 γὰρ om. P 31 δικαιότερον scripsi: δίκαιον libri 33 ἡ γλυκένεται (sic) —ἀντιλαμβανόμενος (34) suppl. P2 γλυκαίος H 34 μέντι 35 ὅτι — προσκέρων (sic) χρωμάτων suppl. P2)

    231
    καὶ ὅλῳ τῷ εἴδει ὑπάρχουσι, τί ἐροῦμεν, ὡς ἐπὶ τῆς τοῦ κύκνου λευκότητος καὶ τῆς τοῦ πράσου χλωρότητος; καὶ λύει τοῦτο λέγων ὅτι ἡ κράσις ἡ ποιήσασα τὸ πρόσφατον χρῶμα καὶ τὸ ἐκ γενετῆς ἐποίησεν, οἷον ὡς ἐπὶ τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος καὶ διὰ φόβον ὠχριάσαντος· ἐν γὰρ τῷ ἐρυθριᾶν ἡ φύσις τὸν φίλιον χυμὸν προβάλλεται δίκην τῶν τὰς χεῖρας τοῖς ὀφθαλμοῖς ἐπιτιθέντων, ἵνα μὴ θεάσωνται ἃ μὴ δεῖ, μονονουχὶ παρέχουσα λέγειν τὸ
  • πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν.
  • καὶ ἐπὶ τοῦ διὰ φόβον ὠχριάσαντος καταφεύγει τὸ αἷμα εἰς τὴν ὡς εἰς ἀκρόπολίν τινα. διὸ καὶ πάντων ἐσχάτη φθείρεται ἡ καρδία • εἰ γὰρ καὶ καρδιουλκούμενα ζῇ, ἀλλὰ διὰ τὸ καθήκειν ἀρτηρίας εἰς σῶμα ἀπὸ καρδίας * *. λέγουσι δὲ καὶ ἄλλην διαφοράν, ὅτι ποὺ μὲν προηγήσατο ἡ φαντασία, ὡς ἐπὶ τοῦ αἰδεσθέντος καὶ ὠχριάσαντος, ἐπὶ δὲ τῶν ἐκ γενετῆς οὐ προηγήσατο. ψεῦδος δὲ καὶ τοῦτο· οἱ γὰρ ἐπιμελῶς τρέφοντες τὰς περιστερὰς θαλλοὺς περιπλέχουσι ποικίλα χρώματα ἔχοντας ἐν τοῖς περιστερεῶσιν, ἵνα οἷα βούλονται σχοῖεν τὰ τεχθησόμενα, καὶ οὐκ ἀποτυγχάνουσι τῆς ἐλπίδος. καί τις γυνὴ Αἰθίοπα ἔτεκε μήτε Αἰθίοπι συγγενομένη μήτε Αἰθίοψ οὖσα, ἀλλ’ ἐν τῷ καιρῷ τῆς συνουσίας Αἰθίοπα φαντασθεῖσα. προηγεῖται οὖν ἡ φαντασία καὶ τῶν ἐκ γενετῆς. καὶ ταῦτα μὲν περὶ τούτου.

    Ἐφ᾿ οἶς διακρίνει τὰ πάθη ἀπ’ ἀλλήλων, ὅτι τῷ μᾶλλον καὶ τῷ ἧττον διαφέρουσιν. εἰπὲ δὲ σὺ ὅτι καὶ ἄλλως διαφέρουσι τὰ πάθη· ὅτι τὸ μὲν ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, τὸ δὲ ἐν τῷ γεγονέναι· ἐν μὲν τῷ γίνεσθαι τὸ ὠχριᾶν καὶ ἐρυθριᾶν, ἃ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται, ἐν τῷ γεγονέναι δέ, ὅταν μόνιμον τὸ πάθος ἐγγένηται, ὃ καὶ ὑπὸ τὴν ποιότητα ἀνάγεται. οὕτω καὶ ἐπὶ τῆς ψυχῆς οὐ λέγεται ὀργίλος ὁ διὰ περίστασιν ὀργισθείς, ἀλλ’ ὁ φύσει ὢν τοιοῦτος, περὶ οὗ εἴρηται τῷ βουκολιαστῇ [*](278v)

  • καί οἱ ἀεὶ δριμεῖα χολὴ ποί ῥινὶ κάθηται.
  • p. 9b11 Ὄτι μὲν οὖν γίνονται καὶ ἀπογίνονται διὰ πολλαὶ μεταβολαὶ χρωμάτων.

    Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι, τὸ ἀπὰ πάθους γενέσθαι αὐτὰ κατασκευάξει καὶ δείκνυσιν οὓτως ἔχοντα.

    p. 9b19 Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων.

    Τὰ χρώματα συμπτώματα εἶπεν εἷναι διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν, ὡς τῇ μακρᾷ νόσῳ ἕπεται ἡ ὠχρίασις· ἔστι δέ τι καὶ χρῶμα [*](3 πρόσφ.] πρόσκαιρον Κ ὡς om. Κ 4 τῷ] τὸ Κ 6 ἐπιθέντων HP μὴ] μὲν P 7 πάντων δὲ . . ] cf. p. 34,12 δὲ] δὴ KP μάλιστ’ αἰσχ. scripsi: μάλιστα αἰσχύνεσθαι αὐτόν HKP 11 post καρδίας defectum sigiiavi 13. 18 γενητῆς HP 14 θαλοὺς libii 20 pr. τῷ] τὸ P 22 all. alt. τῷ] τὸ P 24 ἐγγίνεται (sic) H 26 βουχολ.] Theoer. 1,18 27 δριμεῖαν χολὴν H 28 καὶ ἀπογίνονται om. Arist. 31 δεικνὺς P 33 διὰ τὸ] δι’ HP)

    232
    οὐσιῶδες, ὡς τὸ λευκὸν τῷ ψιμυθίῳ ἢ τῇ κιόνι καὶ τὸ ἐρυθρὸν τῷ καὶ τὸ μέλαν ἐν τῷ τῆς σηπίας χυμῷ.

    p. 91)27 ῾Ομοίως ποιοὶ κατ’ αὐτὰς λεγόμεθα.

    Ποιότης ἐστὶ καθ’ ἣν ποιοί τινες λέγοντι· εἰ οὖν λέγονται ποιοὶ ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι ποιότητες ταῦτα λέγοντι.

    p. 9b33 ῾Ομοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγοντι.

    οὐ μόνον γὰρ περὶ τὸ σῶμα θεωροῦντι Ε; παθητικαὶ ποιότητες τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.

    p. 9b35 Ὅσα τε γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων γεγένηνται, ποιότητες λέγονται.

    Ὥσπερ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται.

    p. 10a2 ῾Ομοίως δὲ καὶ ἄλλαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ’ ἀπό τινων συμπτωμάτων γεγένηνται.

    Πάλιν ὡς ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτω καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι τοιοῦτον παθητικὴ ποιότης λέγεται.

    p. 10a11 Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε χαὶ ἡ περὶ ἕκαστον ἐνυπάρχουσα μορφή.

    Διαιρεῖ τὸ τέταρτον εἶδος τῆς ποιότητος εἰς σχῆμα καὶ μορφήν. διαφέρει δὲ τὸ σχῆμα τῆς μορφῆς, διότι τὸ μὲν σχῆμα ἐπὶ τῶν κατ’ ἐπίνοιαν λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν φυσικῶν. πάλιν τὸ σχῆμα καὶ ἐπὶ ἐμψύχων καὶ ἀψύχων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ ἐμψύχων μόνον κυρίως λέγεται. τοῦτο δηλοῖ ὁ Ἀριστοτέλης, διὰ τοῦ περὶ ἕκαστον καὶ τοῦ ἐνυπάρχουσα τὸ φυσικὸν αἰνιττόμενος. καὶ ὅτι πολλὰ σχήματα συνερχόμενα μορφὴν ἀποτελοῦσιν.

    [*](2 χυμῷ τῆς σηπ. coll. Κ 2 κατὰ ταύτας Arist. 5 post ὅτι add. οὐδὲ eras. Κ 7 λέγεται Arist. 8 αἱ inserui 10 τε om. Arist. post παθῶν add. δυσκινήτων Arist. 10. 11 γεγένηται Arist. 14 ἄλλαι] ὅσαι Arist. 15 post τινων add. ἄλλων Arist. 19 γένος] εἶδος Κ1 20 ὑπερέχουσα H: ὑπάρχουσα P Arist. (cf. V. 25) 22 δὲ] γὰρ Η1 μὲν superscr. H 24 μόνων P 25 ὐπάρχ. Arist. 26. 27 καὶ ὅτι—ἀποελοῦσιν eicias)
    233

    p. 10a12 Ἔτι δὲ παρὰ ταὺτα εὐθύτης καὶ καμπυλότης.

    Καὶ ταῦτα ὑπὸ τὸ τέταρτον εἶδος ἀνάγει διὰ τρεῖς αἰτίας· ἡ ὅτι καὶ ταῦτα σχήματά πώς εἰσιν ὥσπερ γὰρ τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν, οὕτω καὶ τὰ μέρη τῶν σχημάτων σχήματά εἰσιν), ἢ ὅτι κοινὰ ταῦτα σχήματος καὶ μορφῆς ὡς δι’ ἀμφοτέρων διήκοντα, ἢ ὅτι σχήματά πώς εἰσι τῆς γραμμῆς.

    p. 10a13 13 Καὶ ὅσα ἄλλα τοιαῦτα.

    Τοῦτο προσέθηκε διὰ τὰ μέσα σχήματα τὰ ἑλικοειδῆ· ἡ γὰρ γραμμὴ ἢ ἄκρως ἐπιτέταται καὶ ποιεῖ τὴν εὐθεῖαν, ἢ ἄκρως κέκαμπται καὶ ποιεῖ τὴν περιφέρειαν, ἢ μέσως πως ἔχει καὶ ποιεῖ I τὰ μεταξύ, τὰ ἑλικοειδῆ. καὶ ταῦτα [*](279r) μὲν περὶ τούτου. ἀπωθεῖται δὲ ὁ Ἀριστοτέλης τοῦ τετάρτου εἴδους τῆς ποιότητος λειότητα καὶ τραχύτητα· δοκοῦσι γὰρ σχήματά πως εἶναι, καὶ ταῦτα τῆς ἐπιφανείας· ἢ γὰρ ὅλα τὰ μόρια ἐν ἑνί ἐπιπέδῳ καὶ ποιοῦσι τὴν λειότητα, ἢ μεταξὺ ἀνισότητα ἔχει, καὶ τῶν μορίων τά μὲν ὑπερέχει τὰ δὲ εἰσέχει, καὶ ποιεῖ τὴν τραχύτητα. διττὸν δὲ τὸ τραχὺ καὶ τὸ λεῖον· ἢ γὰρ ἐν τῷ κατὰ παράθεσιν ὅλῳ θεωρεῖται ὡς ἐν τοίχῳ τὸ λεῖον ἢ τὸ τραχὺ τὸ ἐν τῷ πρίονι, καὶ τότε ὑπὸ τὰ πρός τι ἀνάγεται σχέσιν γὰρ δηλοῖ τῶν λίθων καὶ τῆς πηλοῦ τό τε λεῖον τὸ ἐν τῷ τοίχῳ ἢ τὸ τραχὺ τὸ ἐν τῷ πρίονι), ἡ ἐν συνεχεῖ ὅλῳ θεωρεῖται, ὡς ἐν μήτρᾳ φύσει τραχείᾳ οὔσῃ ἡ τραχύτης τῆς μήτρας καὶ ὡς ἐν μετώπῳ καὶ μήλῳ ἡ λειότης· ταύτα γὰρ φύσει λεῖα καὶ τοῦ ὅλου ἕνα χαρακτῆρα δηλοῦσι, διὸ καὶ ὑπὸ τὴν ποιότητα ἀνά. γονται. ἀπωθεῖται δὲ οὐ μόνον σχήματος καὶ μορφῆς, ἀλλ’ ὅλης τῆς ποιότητος πυκνότητα καὶ μανότητα πᾶσαν. διττὸν δὲ τὸ μανὸν καὶ τὸ πυκνόν, τὸ μὲν ἐν τοῖς κατὰ παράθεσιν μορίοις θεωρούμενον, ὡς κισσήρει καὶ σπόγγῳ, ὅτε καὶ ὑπὸ τὰ πρός τι ἀνάγονται, ἢ ἐν συνεχεῖ ὅλῳ θεωρούμενον, ὡς τὸ μανὸν τὸ ἐν πυρὶ καὶ ἀέρι· τότε γὰρ τοῦ ὅλου ἕνα χαρακτῆρα δηλοῦσι καὶ ὑπὸ τὴν ποιότητα ἀνάγονται· εἴωθε γὰρ Ἀριστοτέλης τὰ λεπτότερα τῶν στοιχείων μανὰ καλεῖν τὰ δὲ παχύτερα πυκνά. τὰ τοιαῦτα οὖν πυκνὰ καὶ μανὰ ἐπειδὴ τοῦ ὅλου χαρακτῆρα δηλοῦσιν, ὑπὸ τὴν ἀνάγονται. ἔτι τὸ μανὸν καὶ πυκνὸν διττόν· ἢ γὰρ τεχνητόν ἐστιν, ·ὡς ἐπὶ ἱματίου, καθό φαμεν πυκνὸν τὸ ἔχον πλησίον τοὺς στήμονας καὶ τὴν κρόκην, μανὸν δὲ ἤτοι ἀραιὸν τὸ μὴ οὕτως ἔχον, ὅτε καὶ ὑπὸ τὸ [*](1 πρὸς τούτοις Arist. post εὐθύτης add. τε HP 2 alt. καὶ superscr. H 3 σχῆμα KP 5 post ἡ superscr. καὶ H 7 καὶ εἴ τι τούτοις ὅμοιόν ἐστιν Arist. 10 καὶ ποιεῖ om. P 11 ἀποθεῖται H1P 14 ἀνισότητος P καὶ τῶν μοp. scripsi: τῶν μοp. καὶ Κ: τῶν μοp. HP 17 πρίονι] πλείονι 20 τῆς iter. K: om. P: τῆς μήτρας eicias 21 τοῦ om. KP (cf. v. 29) ὑπὸ] ἐπὶ K 22 ἀποθεῖται HP 23 post δὲ add. καὶ P 24 κατὰ παράθ.] βάθος K 27 Ἀριστ.] cf. Bonitzii Ind. p. 445b. 660b 29 μανὰ καὶ πυκνὰ coll. Κ 30 ante πυκνὸν add. τὸ P 32 ὡραῖον H1: αἰραῖον Η2 ἔχων P καὶ om. KP)

    234
    κεῖσθαι ἀνάγεται ἑκάτερον θέσιν γάρ τινα τῶν μορίων δηλοῦσιν), ἢ φυσικόν. καὶ ἢ ἐν ἑνὶ ὑποκειμένῳ ὡς ἐν ἀέρι καὶ ὕδατι τὸ μανὸν καὶ τὸ πυκνὸν λέγομεν, ὅτε καὶ ὑπὸ τὴν ποιότητα ἀνάγονται ποιὸς γὰρ κατ’ αὐτὸ γίνεται ὁ ἀήρ, οὐ τῷ ἀφεστάναι ἀλλήλων ἅ μόρια αὐτοῦ, ἀλλὰ τῷ καῦφος καὶ εὐδιαίρετος), καὶ εἴη ἄν μανὸν οὐχ ᾧ τὸ πυκνόν, ἀλλ’ ᾧ τὸ στερεόν ἐστιν ἀντικείμενον, ὃ καὶ βαρύ ἐστι καὶ δυσδιαίρετον. ἢ οὐκ ἐν ἑνὶ ἐν πλείοσιν ὑξποκειμένοις θεωρεῖται τὸ μανὸν καὶ τὸ πυκνόν, ὅτε κἄν ὦσιν, οὐ λέγονται ποιότητες ἀλλὰ θέσεις, οἷον ἡ τῶν ὀδόντων πυκνότης ἢ μανότης· εἰ γὰρ καὶ ἐκ φύσεως ἐστιν, ἀλλὰ τῷ μὴ ἐν ἑνὶ θεωρεῖσθαι ὑποκειμένῳ ἀλλ’ ἐν πλείοσι τοῖς ὀδοῦσιν οὐ λέγεται ποιότης.

    p. 10a27 Ποιότητες μὲν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ ἀπ’ αὐτῶν λεγόμενα.

    Μετὰ τὴν ὑπογραφὴν τῆς ποιότητος ὑπογράφει καὶ τὸ ποιόν. καὶ ἐν μὲν τῇ I ἐπιγραφῇ προέταξε τὸ ποιόν, ἐν δὲ ταῖς ὑπογραφαῖς τὴν ὑπογραφὴν [*](279v) τῆς ποιότητος προέταξε, καὶ εἶθ’ οὕτως τὴν ὑπογραφὴν τοῦ ποιοῦ, ἐνδεικνύμενος ὅτι πρός τι τὸ ποιὸν καὶ ἡ ποιότης καὶ οὐ δύναται ὡς συνυπάρχοντα χωρὶς ἀλλήλων ὑποστῆναι. διὸ καὶ νόμῳ τῶν πρός τι ἴδιον τὸ δι’ ἀλλήλων ὑπογράφσθαι. διὸ καὶ ἀποροῦσιν· ὅτι ἐπὶ τῶν πρός τι ὁ τὸ ἕτερον εἰδὼς καὶ τὸ λοιπὸν οἶδε, διὰ τί μὴ ἠρκέσθη τῇ ὑπογραφῇ τῆς ποιότητος, ὡς δι’ αὐτῆς καὶ τὴν ὑπογραφὴν τοῦ ποιοῦ ἔχων; καὶ λέγω τούτου λύσεις δύο· μίαν μέν, ὅτι διὰ τὸ προσθεῖναι τὸ ἢ ὁπωσοῦν ἄλλως καὶ ποιὸν ὑπογράφει λεγόμενον ἐνταῦθα, ὀφεῖλον δὲ κατὰ κοινοῦ καὶ ἐπὶ τῆς ποιότητος λέγεσθαι. καὶ δι’ ἄλλην δὲ αἰτίαν ὑπογράφει τὸ ποιόν· ὑπογράψας γὰρ τὴν ποιότητα καὶ παραδοὺς ἡμῖν αὐτῆς τὰ εἴδη, ὀφείλων λοιπὸν ἐλθεῖν ἐπὶ τὰ ἴδια, ἵνα ἀψοφητὶ ποιήσῃ ταύτην τὴν μετάβασιν, πρότερον ὑπογράφει τὸ ποιόν· καὶ ἡ ὑπογραφὴ γὰρ ἴδιόν πώς ἐστι τῷ ἐκ τῶν συμβεβηκότων λαμβάνεσθαι, ᾗ καὶ ἀντιστρέφει. ἔχει δὲ οὕτως ἡ ὑπογραφή· ποιόν ἐστι τὸ ἀπὸ τῆς ποιότητος παρωνύμως λεγόμενον ἢ ὁπωσοῦν ἄλλως, οἷον ἀπὸ τῆς θερμότητος θερμοί, ἀπὸ τῆς λευκότητος λευκοί, ἀπὸ τῆς ἀνδρείας ἀνδρεῖοι, ἀπὸ τῆς δικαιοσύνης δικαίωι τὸ δὲ ἢ ὁπωσοῦν ἄλλως πρόσκειται, ἐπειδὴ τῆς ποιότητος τετραχῶς ἡ κατηγορία, παρωνύμως ὁμωνύμως ἑτερωνύμως ἀκατονομάστως. διὸ καὶ ἀποροῦσιν· εἰ τετραχῶς ἡ ποιότης κατηγορεῖται, διὰ τί τῶν παρωνύμων ἐμνημόνευσε μόνων; καὶ λέγομεν ὅτι μᾶλλον παρωνύμως ἡ ποιότης κατηγορεῖται ἢ ἄλλως. λεκτέον δὲ οὕτως, ὅτι τεσσάρων ὄντων εἰδῶν τῆς ποιότητος τὰ μὲν δύο παρωνύμως κατηγοροῦνται, ἕξις καὶ διάθεσις καὶ [*](2 alt. τὸ om. Κ 4 alt. τῷ] τὸ HP 7 πλείωσιν H κἀν] καὶ 11 μὲν οὖν εἰσιν Arist. ἀπ’ αὐτῶν] κατὰ ταύτας παρωνύμως Arist. 13 ἐπιὀφείλων Κ 15 τῆς superscr. H 21 προσθῆναι H 21. 31 OitoaoOv II 22 ὀφείλων HK1P 27 τῷ] τὸ HK1P 29 ὁποσοῦν HP 31 ἡ om. K 33 ὁμονύμως Η καὶ om. Κ 33 post κατηγ. addita ἢ ἅλλως—ὄντων del. P)

    235
    παθητικὴ ποιότης καὶ πάθος, τὰ δὲ ἄλλα δύο τὰ μὲν ἀκατονομάστως, ὡς δύναμις καὶ ἀδυναμία, τὰ δὲ ὁμωνύμως, ὡς σχῆμα καὶ μορφή· τὸ γὰρ σχῆμα καὶ ἡ μορφὴ ὁμωνύμως κατηγοροῦνται· τρίγωνον γὰρ λέγεται καὶ τὸ σχῆμα καὶ τὸ σῶμα τὸ ἔχον τὸ τρίγωνον. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τετραγώνου καὶ τῶν ἄλλων σχημάτων νοητέον. μόνη δὲ ἀρετὴ καὶ σπουδαῖος ἑτερωνύμως. εἰ δὲ ἀπορήσει τις λέγων ῾οὐδὲν ἧττον μένει ἡ ἀπορία· δύο γὰρ παρωνύμως κατηγοροῦνται εἴδη καὶ δύο οὐ παρωνύμως᾿ πρὸς τοῦτό φαμεν ὅτι ἐφ’ ὧν κεῖνται ὀνόματα ἰδικά, μᾶλλον παρωνύμως κατηγορεῖται ἡ ποιότης· ἢ ὁμωνύμως, ἐφ’ ὧν δὲ οὐ κεῖνται τὰ ὀνόματα, ἢ οὐδὲ ὅλως κεῖνται, ἀκατονομάστως, ὡς ἐπὶ δυνάμεως καὶ ἀδυναμίας, ἢ κεῖνται μὲν ἰδικὰ δὲ Ε; κεῖνται, ὡς ἐπὶ σχήματος καὶ μορφῆς· κοινὰ γὰρ τὰ ὀνόματα | πάντα ὁμωνύμως καταηγοροῦνται. ἓν δὲ μόνον ἑτερωνύμως [*](280r) κατηγορεῖται, ἀρετὴ καὶ σπουδαῖος. μᾶλλον οὖν παρωνύμως ἡ ποιότης κατηγορεῖται ἤπερ ἄλλως.

    p. 10b12 Ἑπιδέχεται δὲ ἡ ποιότης καὶ τὰ ἐναντία.

    Μετὰ τὴν ὑπογραφὴν τοῦ ποιοῦ καὶ τῆς ποιότητος καὶ τὰ εἴδη αὐτῆς ἔρχεται καὶ ἐπὶ τὰ ἴδια | ὁ φιλόσοφος. πρῶτον τοίνυν ἴδιον τῆς ποιότητος [*](282r) τὸ θεωρεῖσθαι ἐν σώματι ἐναντία, ὡς τὸ λευκὸν τὸ μέλαν, ψυχρὸν καὶ θερμόν, καὶ ἐν ψυχῇ ἐναντία ἐνανία γὰρ ἡ δικαιοσύνη καὶ ἐν τῷ συναμφοτέρῳ, ὡς νόσος καὶ ὑγίεια. πλὴν εἰ καὶ ἐν τοῖς τρισὶ τούτοις δύναται θεωρεῖσθαι, οὐ πάντως καὶ πάσῃ ποιότητι ὑπάρχει ἐναντιότης· τοῖς γὰρ μέσοις χρώμασιν οὐδὲν ἐναντίον, οἷον φαιῷ ἢ ξανθῷ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ χλιαρῷ, ἐπειδὴ τὰ ἐναντία τῇ πλείστῃ διαστάσει κρίνεται, πλεῖστον δὲ διέστηκεν οὐ τὸ μέσον τοῦ ἄκρου, ἀλλὰ τὸ ἄκρον τοῦ ἄκρου, καὶ ἵνα μὴ ἑνὶ δύο ἐναντία ἀντιτάξῃ ἡ φύσις. πλὴν εἰ καὶ μὴ πάσῃ ποιότητι ὑπάρχει, ἀλλ’ οὖν μόνῃ ποιότητι ὑπάρχει· εἰ γὰρ καὶ τῷ ποιεῖν ὑπάρχει ἐναντιότης, ὡς τὸ θερμαίνειν τὸ ψύχειν, καὶ τῷ πάσχειν ὑπάρχει ἐναντιότης, ὡς τὸ θερμαίνεσθαι τὸ ψύχεσθαι, ἀλλ’ ὡς ποιότητος μετέχουσιν αὐτοῖς ὑπάρχει ἐναντιότης· ὑπάρχει γὰρ καὶ τοῖς πρός τι ἐναντιότης ὡς ποιότητος μετέχουσι καὶ τῇ οὐσίᾳ· πῦρ γὰρ οὐσία ὂν τῷ ὕδατι ἐναντίον οὐσία ὄντι διὰ τὰς ποιότητας, ὁπότε οὐδὲ ἐναντία ἡ ἐν [*](3 ἡ om. P 4 ἔχων H τὸ (ante τρίγ.) om. Κ τρίγονον 1 δὲ om. HP τοῦ om. HP 9 δὲ] γὰρ Κ τὰ om. Κ 10 an καὶ ἀχατον.? 11 οὐ inserui 12 πάντα] an ὄντα? 13 ἡ ποιότης superscr. Κ 14 post ἄλλως lemmate τέταρτον γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ sxaoxov ὑπάρχουσα μορφή anteposito ea, quae apud Philoponum p. 151,13—156,13 τέταρτον τοῦτο εἶδος—ἀνδρῶν ζήτησις legnntur, addiclerunt HKP 15 ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν Arist. 17 καὶ om. HP 18 σώμασι KP 22 ἡ om. 23 έστιν suppl. P2 25 ἀντιτάξει H μὴ om. Κ οὐχ ὑπάρχει δεῖν οἶμαι λέγειν add. in mrg.) 26 τῷ] τὸ P 27 ὠς τὸ θερμ.—ἐναντιότης (28) in mrg. suppl. P θερμαίνον H: θερμένιν P xiu (ante πάσχ.)] τὸ Η 28 τὀ (ante ψύχεσθαι)] τῶ K ποιόητες HP 29 τοῖς] τῆς οὐδὲν Η)

    236
    πυρὶ θερμότης καὶ ἡ ἐν ὕδατι ψυχρότης, εἰ οὐσιώδεις ληφθεῖεν, ὡς ἀνωτέρω ἐδείχδη. ὁ δὲ Ἀρχύτας καθολικώτερον τὸ ἴδιον προάγων φησὶν ὑπάρχει τῇ ποιότητι ιοιον τὸ επιοεχεσθαι τὰ ἐναντία ἡ στέρησιν. καὶ τούτοις συνᾴδει ὁ Ἀριστοτέλης· προιὼν γὰρ ἀμφιβάλλει εἰ ἐναντία ἡ δικαιοσύνη τῇ ἀδικίᾳ· δόξουσι γὰρ ἐναντία εἶναι ὡς μεταβάλλοντα, δόξει καὶ στέρησις εἶναι ἡ ἀδικία· τὸ γὰρ στερητικόν. ὅθεν καὶ ἀποροῦσιν ὅτι πῶς μάχεται ἡ στέρησις τῷ εἴδει, Ε; τίς ἄν γένοιτο ἐν τῷ πρὸς ὅ φαμεν· ἀλλ’ οὔτις ἄν γένοιτο ἐν τῷ ἀνθρώπῳ, ἀλλά τις ἐν τῇ ὕλῃ τοῦ ἀνθρώπου γένοιτο. καὶ ἐπειδὴ ὡς ἐν ὕλῃ· συμβεβηκότα εἰσί γίνονται γὰρ καὶ ἀπογίνονται), μάχεται ἡ στέρησις τῷ εἴδει ὡς συμβεβηκὸς συμβεβηκόςτι.

    p. 10b17 Ἔτι ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ποῖον.

    Δεύτερον ἴδιον τῆς ποιότητος τὸ τῷ ποιῷ ἐναντίον ποιὸν εἶναι, καὶ καθόλου ἧς κατηγορίας τὸ ἕτερον, τῆς αὐτῆς εἶναι καὶ τὸ λοιπόν. οὐ λέγει δὲ νῦν τὸ προσεχὲς γένος ὁ Ἀριστοτέλης τοῦ ποιοῦ, ἀλλὰ τὸ πόρρω. καὶ μή τις νομίσῃ ὅτι πάντα τὰ ἐναντία ὑφ’ ἓν γένος ἀνάγονται· διορθοῦται γὰρ τοῦτο ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἀντικειμένων λόγῳ, ὅτι τὰ τριττά· ἢ γὰρ ὑπὸ ἓν γένος ἀνάγονται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἀντιδιῃρημένα, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, ἢ οὐδὲ ὅλως ἀνάγονται ὑπὸ γένος τῷ αὐτὰ γένος εἶναι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακόν· διὰ γὰρ τῶν δέκα διήκουσι κατηγοριῶν. καὶ πιστοῦται τὰ νῦν λεγόμενα | ὁ Ἀριστοτέλης ἐκ τῆς ἐπαγωγῆς· πολὺ γὰρ [*](282v) τὸ ἐπαγωγικὸν ἐν τῇ παρούσῃ πραγματείᾳ περὶ τῶν γενικωτάτων οὔσῃ, ἃ οὐδὲν ἔχει πρὸ αὐτῶν ἀλλὰ μετὰ ταῦτα· εἰ γὰρ τῷ ὀξεῖ τῷ ἐν χυμοῖς τὸ γλυκὺ τὸ ἐν χυμοῖς ἀντίκειται, ἐκεῖνο δὲ ὑπὸ τὴν ποιότητα, καὶ τοῦτο ὑπὸ τὴν ποιότητα ἀναχθήσεται. καὶ εἰ τὸ ὀξὺ τὸ ἐν γωνίαις ὑπὸ τὰ πρός τι ὀξεῖα γὰρ ἡ ἐλάσσων ὀρθῆς), καὶ τὸ ἀμβλὺ τὸ ἐν γωνίαις ὑπὸ τὰ πρός τι· ἀμβλεῖα γὰρ ἡ μείζων ὀρθῆς, τὸ δὲ μεῖζον καὶ ἔλαττον τῶν πρός τι. καὶ εἰ τὸ ὀξὺ τὸ ἐν φωναῖς ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται, καὶ τὸ ἀμβλὺ ὁμοίως. ἀλλ’ ὅσον ἐπὶ τούτῳ διάφοροι ἔσονται κατηγορίαι τῶν ἐναντίων, καὶ οὐκέτι ἐν ποιότητι μόνῃ ἡ ἐναντιότης. καὶ λέγομεν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ὅτι εἰ τὸ ἕτερον τῶν ἐναντίων ὑπὸ τήνδε τὴν κατηγορίαν ἀνάγεται, καὶ τὸ λοιπὸν ἀναχθήσεται, ἀλλὰ τὸ τῷ ποιῷ ἐναντίον ποιὸν εἶναι. διὸ καὶ ἀμφιβόλως τὸν λόγον προήγαγε λέγων· οἷον εἰ ἡ δικαιοσύνη ἐναντίον τῇ ἀδικίᾳ· δόξα γὰρ γέγονεν ὅτι ἡ ἀδικία οὐκ ἔστιν ἐναντία τῇ [*]( 1. 2 ἀνωτέρω] p. 180,3 3 τῆ om. Κ 7 οἷον inserui 8 γἐνοιτω H 9 γένοιτο scripsi: γένηται libri 11 post συμβεβηκὸς add. ὡς H 12 ἔτι δὲ Arist. θάτερον] θεάτρων HP ἦ om. Κ jtost λοιπὸν add. eaxai Arist. 17 νομήσει H 21 ante pr. γένος add. τὸ P 25 πρὸ] πρὸς an μετ’ αὐτά? 27. 28 γονίαις Η 31 ἔσονται] ἕπονται HP 32 οὐκ ἔστι H)

    237
    δικαιοσύνῃ· ἡ γὰρ ἀδικία στέρησις, τὸ δὲ ἀντικείμενον τῇ ἀκατονόμαστόν ἐστι, καὶ οὐ δεῖ τὰς ἕξεις στρερητικοῖς ὥσπερ ἡ ἀδικία στερητικὸν ὄνομα ἔχει, ἕξις οὖσα. πλὴν οὐκ ἀληθὴς ὁ λόγος· οὐ γὰρ ἀεὶ αἱ στερήσεις στερητικοῖς ὀνόμασιν ἀνομάζοναι· ἰδοὺ γὰρ ἡ τυφλότης καὶ κωφότης, στερητικὰ ὄντα, στερητικοῖς ὀνόμασιν οὐκ ὡς τὸ ἀσώματον, ἀθάνατον, ἀίδιον, ἀγέννητον.

    Τρίτον δὲ ἴδιον τῆς ποιότητος τὸ ἀπογεννώμενον ἐκ τοῦ πρώτου ἰδίου, τοὐ ἐπιδέχεσθαι τὰ ἐναντία, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· ἀεὶ γὰρ ταῦτα ἕπονται ἀλλήλοις· ὅπου τὰ ἐναντία, ἐκεῖ πάντως τὸ μᾶλλον καὶ ἧττον, καὶ ὅπου τὸ μᾶλλον καὶ ἧττον, ἐκεῖ καὶ τὰ ἐναντία, καὶ ὅπου οὐκ ἔστι τὸ ἕτερον, οὐδὲ τὸ λοιπόν. ταῦτα δὲ καὶ ἐν μόνῃ τῇ ποιότητι θεωροῦνται, πλὴν οὐκ ἐν πάσῃ· τῷ γὰρ σχήματι οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τοῖς μέσοις τῶν χρωμάτων. ὅπου γε καὶ δόξα γέγονε μηδὲ αὐτὴν τὴν ποιότητα ἐπιδέχεσθαι τὰ ἐναντία, ἀλλὰ τὰ μετέχοντα μόνον· ὥσπερ γὰρ πυρκαιᾶς μιᾶς καὶ τῆς αὐτῆς οὔσης οἱ μὲν μᾶλλον θερμαίνονται οἱ δὲ ἧττον τῷ μᾶλλον μετέχειν ἢ ἧττον, καὶ τῆς δικαιοσύνης μιᾶς καὶ τὴς αὐτῆς οὔσης οἱ μᾶλλον οἱ δὲ ἧττον μετέχουσι ἰῆς δικαιοσύνης, οὕτω καὶ ἐπὶ τῆς ποιότητος ἔχει. ἰστέον δὲ ὅτι οὐδὲ ἐν πᾶσι τοῖς μετέχουσι τῆς ποιότητος ἡ ἐναντιότης· τρίγωνον γὰρ τριγώνου Ε; λέγεται μᾶλλον τρίγωνον, ἢ ἢ κύκλος· καθόλου γὰρ εἰπεῖν, τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἐναντία οὐδὲ ἐν οἷς πάντῃ ὁ αὐτὸς ὁρισμός, ὡς ἐπὶ δύο τριγώνων, οὐδὲ ἐν οἷς πάντῃ διάφορος, ὡς ἐπὶ τριγώνου καὶ κύκλου, θεωροῦνται οὐδὲν γάρ τούτων πρὸς τὸ ἀνό|μοιον λέγεται μᾶλλον ἢ ἧττον), ἀλλ’ ἐν οἷς πῇ μὲν ὁ αὐτὸς λόγος [*](283r) πῇ δὲ διάφορος, ὡς ἐπὶ δύο λευκῶν· ὁ γὰρ λόγος ὁ αὐτὸς ἐπὶ ἑκατέρου, ἀλλὰ καὶ διάφορος· λευκὸν γάρ ἐστι καὶ τὸ λελευκωμένον, λευκὸν δέ καὶ αὐτὸ τὸ χρῶμα, ἀλλ’ ἔστι μᾶλλον διακρίνειν καὶ ἧττον.

    Τούτων δὲ τῶν δύο ἰδίων καὶ ἀνωτέρω ἐμνήσθημεν, ἀλλὰ ποὺ μὲν ὡς μὴ ὑπαρχόντων. οἷον ἐπὶ οὐσίας καὶ ποσοῦ, ποὺ δὲ ὡς ὑπαρχόντων, ὡς ἐπὶ τῶν πρός τι καὶ ποιότητος. ὥσπερ δὲ ἀνωτέρω τὰ ψευδῆ ἴδια τῶν ἀληθῶν προέταττεν, οὕτω κἀνταῦθα μετὰ τὰ ψευδῆ ἴδια ἔρχεται ἐπὶ τῶν κυρίως καί φησιν ὅτι τέταρτον ἴδιον τῆς ποιότητος ὥσπερ οὐσίας τὸ ταὐτὸν καὶ ἕτερον· οὐδὲν γάρ ἐστιν ὁμοιότης ἢ ποιοτήτων ταὐτότης, ὥσπερ ἀνομοιόης ποιοτήτων διαφορά. τοῦτο δὲ καὶ ἐπὶ ψυχῆς ληπτέον, φημὶ τὸ ομοιον,

  • ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον,
  • καὶ ἐπὶ σώματος
  • παῦροι γὰρ καὶ παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  • καἲ
  • τίκτουσιν δὲ γυναῖκες ἐοικότα
  • [*](3 ἕξεις H 5 κουφώτης P 9 ἕπεται H 12 ἐστιν om. KP 15 in mrg. suppl. P 19 οὐ addidi 25 pr. λευχὸν—ἐμνήσθημεν (27) in mrg. supp]. K 29 δὲ om. K 35 ὡς Ηοm. ρ 218 37 παῦροτ . . ] Hom. β 276 καὶ] τοι Hom. πατέρι Η τίκτουσιν . .] Hes. op. et d. 235)
    238

    Μετὰ τὰ τέσσαρα ἴδια τῆς ποιότητος ἀπορεῖ ὁ Ἀριστοτέλης ὅτι πῶς ἕξιν καὶ διάθεσιν ἤτοι ἐπιστήμην ὑπὸ δύο ἀνήγομεν κατηγορίας, ὑπὸ τὰ πρός τι καὶ τὴν ποιόητα· ἡ γὰρ ἕξις καὶ ἐπιστήμη παραδείγματα ἦσαν τῶν πρός τι· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ ἡ ἕξις ἑκτοῦ ἕξις. ἀλλὰ καὶ πρῶτον εἶδος τῆς ποιότητος ἦσαν ἕξις καὶ ἐπιστήμη ἤτοι διάθεσις. ἔσται οὖν τι κοινὸν τῶν γενικωτάτων καὶ οὐκέτι δέκα αἱ κατηγορίαι, ἐοικυῖαι τάγματι χιλίων ἀνδρῶν εἰς δέκα ἑκατοντάρχας διῃρημένων, ἐν οἷς τὸ οὐ τελεῖ ὑπὸ τὸ ἕτερον. καὶ λύει τοῦτο λέγων ὅτι ἡ καθόλου ἐπιστήμη πρός τι καὶ οὐ ποιότης, ἡ δὲ τὶς ἐπιστήμη, οἷον ἡ γραμματικὴ ἡ ἐν Ἀριστάρχῳ, ἡ ῥητορικὴ ἡ ἐν Δημοσθένει, ποιότητες καὶ οὐ πρός τι. καὶ τοῦτο κατασκευάζει ἐκ τῶν ὁρισμῶν ἑκατέρου, τῶν πρός τι καὶ τῆς πρός τι γάρ ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ ἐπιστήμη οὖν τῶν πρός τι· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. ποιότης δέ ἐστι καθ’ ἣν ποιοί τινες λέγονται εἶναι· λεγόμεθα δὲ γραμματικοὶ ἀπὸ τῆς γραμματικῆς· οὐδὲ γὰρ ἀπὸ τῆς καθόλου ἐπιστήμης λεγόμεθα τοῦδε τοῦ γράμματος οὐδὲ γὰρ ἐνδέχεται ἄνθρωπον ἕνα πᾶσαν ἐπιστήμην ἔχειν, εἰ καὶ ὁ Πλάτων κέρματα ἀνθρώπου ἐκάλει τοὺς κατὰ μέρος ἀνθρώπους, ὡς μὴ δυναμένους πᾶσαν ἐπιστήμην ἔχειν), ἀλλὰ λεγόμεθα ἐπιστήμονες ἀπό τινος ἐπιστήμης· ἡ γὰρ γραμματικὴ οὐ λέγεται γραμματικὴ φωνῶν, ἀλλ’ ἐπιστήμη φωνῶν. καὶ ἰδοὺ οἶδε καὶ ὁ Ἀριστοτέλης τὸ σημαινόμενεν τῶν πρός τι τὸ μὴ δι’ ἑαυτὸ πρός τι, ἀλλὰ διὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, οἷον ἡ γραμματική. καὶ ἀποροῦσι πρὸς τὴν λύσιν ὅτι τοῦ γένους ὑπ’ ἄλλην ἀναγομένου τὰ εἴδη ὑπὸ ἑτέραν κατηγορίαν ἀνάγεται· ἰδοὺ γὰρ ἡ ἐπιστήμη | ὑπὸ τὰ πρός τι, ἡ δὲ γραμματικὴ εἶδος οὖσα τῆς [*](283v) ἐπιστήμης καὶ διὰ τοῦτο τῶν πρός τι ὑπὸ τὴν ποιότητα· καὶ γὰρ ἐλέγετο ἀνωτέρω ὅτι ὅσα τῶν ἐπάνω κατηγορεῖται, καὶ τῶν ὑποκάτω· διὰ τί τὰ πρὸς τι τῆς επιστημης κατηγορουμενα τῆς γραμματικῆς οὐ θήσεται; καὶ λέγομεν πρὸς τοῦτο ὅτι ἡ ἐπιστήμη ὡς ποιότης κατηγορηθήσεται τῆς γραμματικῆς, οὐχ ὡς πρός τι, εἰ καὶ συμβέβηκεν αὐτῇ ἀμφότερα, καὶ πρός τι εἶναι καὶ ποιότητα κατ’ ἄλλο καὶ ἄλλο νοούμενον. καὶ ποιότης μὲν οὖσα κατὰ φύσιν, διεβίβασε τὸ κατηγορούμενον αὐτῆς κατὰ εἰς τὰ εἴδη, τὸ δὲ πρός τι ὡς κατὰ δεύτερον λόγον αὐτῇ ὑπάρχον οὐ διεβίβασεν εἰς τὰ οἰκεῖα εἴδη. λέγει καὶ δευτέραν λύσιν ὁ Ἀριστοτέλης· ὅτι εἰ τὸ αὐτὸ ὑπὸ δύο κατηγορίας ἀνήγετο, ὧν οὑδὲ ἑτέρα πρός τι, ἀπορεῖν ἐχρῆν, ἀλλ’ ἀπορεῖν Ε; ὅτι εἰ τὸ αὐτὸ δυνατὸν ὑπὸ δύο κατηγορίας ἀνάγεσθαι, ἡ ἑτέρα οὐ] πρός τι. τοὐναντίον ἀπορεῖν ἐχρῆν ὅτι εἰ τὸ αὐτὸ μὴ καὶ ὑπὸ [*](3 παραδείγμ. ἦσαν] cf. p. 6b2.3 2. 3 4 ἡ (ante ἕξις) om. HP τοῦ ἑκτοῦ H 5 πρῶτον εἶδος] cf. p. 8b27.29 ἤτοι διάθεσις post ἕξις transpouas 6 ouv om. P 8 ὑπὸ] ἐπὶ KP ἡ iter. Η 9 ἡ (ante γραμμ.) om. K 10 δημωσθ. Η 11 τι om. H 17 Πλατῶν] cf. p. 167,9 ἀνθρώπων HP ante τοὺς add. πάντας Κ 20 ἀλλ’—φωνῶν in mrg. suppl. P ὁ om. P 24 γὰρ iter. P 26 ἀνωτέρω] p. 153,11 28 ἡ om. Κ 28. 29 post κατηγοp. addita καὶ λέγομεν πρὸς τοῦτο del. P 32 εἴδει Η1 34 post ei καὶ Κ 34. 35 ἀλλ᾿—ἐχρῆν inserui 35 ἀνάγεται H 36 οὐ delevi)

    239
    ἄλλην κατηγορίαν ἀνήγετο· οὐδὲν γὰρ τῶν ὄντων πρός τι μόνως, ἀλλ’ ἢ πρός τι καὶ οὐσία ἢ πρός τι καὶ ποσὸν ἢ πρός τι καὶ ποιόν. εἰπὲ καὶ ἄλλην σὺ λύσιν, ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ ὑπὸ δύο κατηγορίας ἀνάγεσθαι κατ’ ἄλλο καὶ ἄλλο· οἷον ἡ γραμματικὴ ὡς ἐπιστήμη καὶ ὑπὸ τὰ πρός τι καὶ ὑπὸ τὴν ποιότητα· εἰ μὲν γὰρ ὡς πρὸς τὸ ἐν ᾧ ὑπόκειται, τὴν ψυχήν, ἀπίδῃ τις, ποιότης, εἰ δὲ πρὸς τὸ περὶ ὃ ἐνεργεῖ, φημὶ τὰς φωνάς, ἐπιστήμη. ἀλλὰ ποίαν συνέχειαν ἔχει τὰ νῦν λεγόμενα πρὸς τὸ τέταρτον ἴδιον τῆς ποιότητος; καὶ λέγομεν ὅτι ναί, εἴ γε κατέληξεν ὁ περὶ ποιότητος λόγος εἰς τὸ ὅμοιον καὶ ἀνόμοιον, ταῦτα δὲ καὶ πρός τι τὸ γὰρ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀνομοίῳ ἀνόμοιον) καὶ ποιότητες ἄμφω· ὁμοιότης γάρ ἐστι ποιοτήτων ταὐτότης. ταῦτα ἔχει ἡ θεωρία. ἐν οἷς καὶ ὁ περὶ ποιότητος λόγος.

    Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.

    Οὐχ αἱ μὲν τῶν κατηγοριῶν ἁπλαῖ αἱ δὲ συμπεπλεγμέναι· οὐ γὰρ συμπεπλεγμένον τὸ ποιεῖν καὶ πάσχειν, εἰ καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον· ἐξ οὐσίας γὰρ καὶ ἐνεργείας τὸ ποιοῦν, ἀσθενείας δὲ καὶ πείσεως τὸ πάσχον. οὐδὲ τὸ ἐν τόπῳ εἶναι ἢ χρόνῳ σύνθετα, εἰ καὶ τὸ ἐν τόπῳ ὂν ἐξ οὐσίας καὶ τόπου καὶ τὸ ἐν χρόνῳ ὂν ἐξ οὐσίας καὶ χρόνου, καὶ διὰ τοῦτο σύνθετα. οὐδὲ τὸ κεῖσθαι καὶ τὸ ἔχειν σύνθετα, εἰ καὶ τὸ κείμενον καὶ τὸ ἔχον σύνθετα ἐξ οὐσίας καὶ θέσεως καὶ σχέσεως. ἀλλὰ πᾶσαι αἱ κατηγορίαι ἁπλαῖ· πᾶσα γὰρ κατηγορία ἁπλῆ ἐστι νοῆσαι καὶ γενικώτατον. εἰ ἀπορεῖ ὅτι πῶς γενικώτατον τὸ ἐκ συμπλοκῆς ἄλλων γενόμενον τὰ γὰρ ἁπλᾶ πρότερα τῶν συνθέτων), ἐροῦμεν λύσιν τοιαύτην· ὅτι ἀληθὲς τὸ προηγεῖσθαι τὰ ἁπλᾶ τῶν συνθέτων, καὶ προτέτακται ἡ οὐσία πάσης κατηγορίας, δεύτερον τὸ ποσόν, τρίτον τὸ πρός τι, τέταρτον τὸ ποιόν οὐκοῦν καὶ ἐν συνθέσει φυλάτ|τεται ἡ τάξις ἐν ταῖς κατηγορίαις· διὰ τοῦτο οὐδὲ [*](284r) τὸ ὃν συνωνύμως κατηγορηθήσεται τῶν δέκα κατηγοριῶν), ἀλλ’ ὅταν λέγωμεν ὅτι γενικώτατον τὸ ποιεῖν ἢ πάσχειν ἢ ἄλλην ὁποιανοῦν κατηγορίαν, οὔ φαμεν ὅτι οὐδέν ἐστι πρὸ αὐτῶν εἰσὶ γὰρ πρὸ αὐτῶν τὰ ἐξ ὧν ἐγένοντο), ἀλλ’ ὅτι γένος οἰκεῖον οὐκ ἔχουσι πρὸ αὐτῶν συνωνύμως κατηγορηθῆναι ὀφεῖλον· εἰ γὰρ τοῦτο, οὐκ ἔστι γενικώτατον. γενικώτατα δέ εἰσι πᾶσαι αἱ κατηγορίαι ὡς ἁπλαῖ νοῆσαι, κἀν ἐκ συμπλοκῆς ἄλλων ἐγένοντο· μία γὰρ ἡ σχέσις τῶν δύο πραγμάτων, ὥσπερ μία ὁδὸς Ε; Ἀθηνῶν εἰς καὶ καὶ ἀπὸ Θηβῶν εἰς Ἀθήνας, αἰ δὲ πόλεις δύο. εἰ δέ τις εἴποι ὅτι καὶ τὰ πρός τι δύο εἰσὶ πράγματα ἔχοντα μίαν σχέσιν καὶ τί διοίσουσι τούτων ;’, φαμὲν πρὸς αὐτὸν ὅτι τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται ἀεί, κἂν μία ἡ σχέσις αὐτῶν· οὐ πάντως δὲ ὅπου συμπλοκὴ δύο πραγμάτων καὶ [*](2 οὐσίαν P ἡ πρός τι καὶ ποιόν om. Κ 9 pr. τὸ om. Κ 10 καὶ τὸ ἀνόμ.—ἀνόμοτον om. KP 19 εἰ om. P 22 ὅτι om. KP 24 post συνθέτων addita ἐροῦμεν λύσιν τοιαύτην ὅτι ἀληθὲς del. P 28 ὅτι eicias 33 ἀπὸ inserui 84 pr. δὲ] δαὶ Η)

    240
    σχέσις εὐθύτητος, καὶ πρός τι εἵη καὶ πρὸς ἀντιστρέφοντα λέγοιντο· Ἀθῆναι γὰρ καὶ Θῆβαι οὐ πρός τι, κἂν μία ὁδὸς μεταξύ, οὐδὲ τὸ ῾Σωχράης πειπατει᾿ τῶν πρός τι, ὂν συμππλεγμένον, οὐδὲ τὸ ποιοῦν ἐξ οὐσίας ὂν καὶ ἐνεργείας πρός τι· οὐ γὰρ πρὸς τὸ πάσχον αὐτὸ παραβάλλοντες νῦν τὴν ποιεῖν ποιῖν κατηγορίαν νοοῦμεν, ἀλλ’ αὐτὸ τὸ ποιοῦν μόνον θεωροῦντες καθ’ αὑτὸ συμπεπλεγμένον ἐξ οὐσίας καὶ ἐνεργείας τὸ ποιεῖν τὸ ἁπλοῦν ἐπινοοῦμεν κατηγορίαν. τὰ αὐτὰ ἐπὶ τῶν λοιπῶν συμπεπλεγμένων κατηγοριῶν ἀκουστέον, ἤγουν συνθέτων. σύνθετοι δὲ λέγονται τῷ ἐκ συμπλοκῆς ἀλλήλων αὐτὰς γενέσθαι. διὸ καὶ ἀπαρεμφάτοις ῥήμασιν αὐτὰς ὀνομάζει ποιεῖν, πάσχειν, ἵνα μὴ τὸ ἐφέλκεσθαι πρόσωπον συνθέτους αὐτὰς ποιήσῃ, ἢ ἐπιρρήμασιν ὀνομάζει τινὰς ἐξ αὐτῶν ἰσοδυναμοῦσι ῥήμασιν ἀπαρεμφάτοις· τὸ γὰρ ποῦ ταὐτὸν τῷ ἐν τόπῳ εἶναι καὶ τὸ ποτέ τῷ ἐν χρόνῳ εἶναι, τὸ δὲ εἶναι ἀπαρέμφατον ῥῆμα.

    Μηκύνας οὖν ὁ Ἀριστοτέλης τὸν περὶ τῶν ἁπλῶν κατηγοριῶν λόγον ἔχει δι’ αὐτῶν καὶ τὰς συμππλεγμένας. προέταξε δὲ τῶν συμπεπλεγμένων τὸ ποιεῖν καὶ πάσχειν διὰ δύο αἰτίας· ἢ ὅτι περὶ ποιότητα τὸ ποιεῖν καὶ πάσχειν ἢ ὅτι ἐμνήσθη ἐν τῷ περὶ ποιότητος λόγῳ τοῦ ποιεῖν καὶ πάσχειν, ὅτε τὴν διὰ φόβον ὠχρίασιν καὶ τὸ δι᾿ αἰδῶ ἔρευθος ὑπὸ τὸ πάσχειν ἀνήγαγεν. ἐπέγραψε δὲ Περὶ τοῦ ποιεῖν καὶ πάσχειν, οὐ Περὶ ποιοῦντος καὶ πάσχοντος, διότι τὸ ποιοῦν καὶ πάσχον τῶν πρός τι, οὐ Περὶ ποιήσεως καὶ παθήσεως· ἡ γὰρ ποίησις διττή· λέγεται γὰρ ποίησις καὶ αὐτὴ ἡ ἐνέργεια καὶ τὸ ἀποέλεσμα, οἷον ἀβάκιον, ἅπερ προδήλως ὑπὸ ἄλλην κατηγορίαν ἀνάγονται. οὕτω δὲ συγγενὲς τὸ ποιεῖν καὶ πάσχειν τῇ ποιότητι, ὅτι καὶ τὰ ἴδια τῆς ποιότητος ὑπάρχει τῷ ποιεῖν καὶ πάσχειν· | ἐναντία [*](284v) γὰρ τὸ ποιεῖν καὶ ποιεῖν, οἷον τὸ θερμαίνειν τῷ ψύχειν ἐστὶν ἐναντίον. ἀλλὰ καὶ τὸ πάσχειν τῷ πάσχειν ἐναντίον· τὸ γὰρ θερμαίνεσθαι τῷ ψύχεσθαι ἐναντίον. ὑπάρχει δὲ τῷ ποιεῖν καὶ πάσχειν ὥσπερ τὰ ἐναντία οὕτω καὶ τὸ μᾶλλον καὶ ἧττον· ἔστι γὰρ μᾶλλον θερμαίνειν καὶ μᾶλλον ψύχειν καὶ ἧττον θερμαίνειν καὶ ἧττον ψύχειν, καὶ μᾶλλον θερμαίνεσθαι καὶ ψύχω καὶ ἧττον.

    Ἐπειδὴ δὲ αἱ κατηγορίαι πλήθει τῶν ὑφ’ ἑαυτὰς εἰδῶν χαραχτηρίζονται ὡς γενικώταται οὖσαι, εἴπωμεν τὰ εἴδη ἑκάστης τῶν ἓξ κατηγοριῶν. τὸ ποιεῖν τοίνυν διττόν· ἢ γὰρ εἰς ἑαυτὸ ἢ εἰς ἕτερον ποιεῖ τι, καὶ εἰς ἑὰ μὲν ὡς ἡ ψυχὴ ζώουσα ἑαυτήν, εἰς ἕτερον δὲ ὥσπερ ἡ αἴσθησις ἐνεργοῦσα περὶ τὸ αἰσθητόν· ὅ τι μὲν γὰρ ὁρᾷ ἡ αἴσθησις οἶδε, διὰ τί δὲ ὁρᾷ οὐχ οἶδε. καὶ ἄλλως τὸ ποιεῖν διττόν· ἡ γὰρ καθ’ ὁρμὴν ὡς ἐπὶ τοῦ ὕλακοῦντος κυνός, ἢ κατὰ φύσιν ὡς τῷ πυρὶ τὸ καίειν φυσικῶς. καὶ τὸ πάσχειν διττόν· ἡ γὰρ φθαρτικόν ἐστιν ὡς ἐπὶ τοῦ τέμνεσθαι καὶ καίεσθαι, ἢ τελειωτικὸν τελειωτικὸν ὡς τὸ μανθάνειν, γινώσκειν. τὸ ποῦ ἑξαχῶς· τὸ [*](2 οὐδὲ] εἰ δὲ Κ 3 ὢν P 6 pr. τὸ] τοῦ Κ 8 τῷ scripsi: τὸ libri 10 ποιήσει HK 10. 11 ἐπιρήμ. P 17 post πάσχειν addita διὰ δύα del. P ἐν τῷ περὶ π. λόγῳ] p. 9b13 19 ἀνῆγεν KP 24 ἐναντίον HP 26 alt. τῷ] τὸ P 31 δὲ om. P 33 ποιεῖ] ποιεῖν KP 37 τῶ ex τὸ corr. P ἣ]εἰ HP)

    241
    ἐστι τὸ ἐν τόπῳ εἶναι, ὁ δὲ τόπος πέρας τοῦ περιέχοντος, τὸ δὲ περιεχόμενον σῶμα, παντὸς δὲ σώματος τρεῖς εἰσι διαστάσεις, ἐπειδὴ καὶ τρεῖς μόναι εὐθεῖαι πρὸς ὀρθὰς γωνίας δύνανται συμβάλλειν ἑαυταῖς καθ’ ἓν σημεῖον, πάσης δὲ διαμέτρου δύο εἰσὶ πέρατα, ὡς γίνεσθαι ἓξ διαστάσεις, ἄνω, κάτω, πρόσω, ὀπίσω, δεξιά, ἀριστερά. καὶ τὸ μὲν ἄνω καὶ κάτω ποιεῖ τὸ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἡμισφαίριον, τὸ δὲ δεξιὰ καὶ ἀριστερὰ ποιεῖ ἀνατολικὸν καὶ δυτικόν, τὸ πρόσω καὶ ὀπίσω ποιεῖ νότιον καὶ βόρειον. ταῦτα περὶ τοὺ ποῦ. τὸ δὲ ποτὲ τριχῶς κατὰ τὴν τριμέρειαν τοῦ χρόνου, ἐνεστῶτος, παρεληλυθότος, μέλλοντος. τὸ δὲ κεῖσθαι τριχῶς· ἢ γὰρ ὄρθιά εἰσι πάντα καὶ λέγεται στάσις, ἢ πάντα κέκλιται καὶ λέγεται ἀνάκλισις, ἢ τὰ μὲν ὕπτια τὰ δὲ κεκλιμένα καὶ λέγεται καθέδρα. τὸ ἔχειν διχῶς· ἢ ὅλον περὶ ὅλον, ὡς ἱμάτιον περὶ ὅλον, τὸ σῶμα, ἢ ὅλον περὶ μέρος, ὡς δακτύλιος ὅλος περὶ μέρος, τὸν δάκτυλον. ταῦτα ἡμῖν καὶ περὶ τῶν δέκα κατηγοριῶν. τηγοριῶν. ἐν οἷς σὺν θεῷ καὶ τὸ δεύτερον τμῆμα.

    Περὶ ἀντικειμένων.

    ἐπειδὴ τὰς κατηγορίας διηνύσαμεν καὶ τῶν χρησίμων δὲ πρὸς τὰς κατηγορίας τὰ ἀσαφέστερα διηρθρώσαμν, ὧν τὸ μὲν πεποιήκαμεν ἐν τῷ πρώτῳ τμήματι τὸ δὲ ἐν τῷ δευτέρῳ, μηδὲ τῶν σαφῶν χρησίμων πρὸς τὰς κατηγορίας ἀμελήσωμεν πανταχόθεν τὸ τέλειον τῇ πραγματείᾳ περιποτούμενοτ. ἐπὶ τὸ τρίτον τοίνυν ἥκωμεν τμῆμα ἐν ᾧ περὶ πέντε τινῶν διαλέγεται ὁ | φιλόσοφος, περὶ ἀντικειμένων, περὶ προτέρου καὶ ὑστέρου, περὶ τῶν ἅμα, [*](285r) περὶ κινήσεως, περὶ τοὺ ἔχειν ἑτέρου ὄντος τῆς τοῦ ἔχειν κατηγορίας. προέταξε δὲ τὰ ἀντικείμενα, ἐπειδὴ τῶν ἄλλων χρησίμων ἐν τῇ πρώτῃ κατηγορίᾳ ἐδεήθη * * περὶ τοῦ ἅμα ἐν τοῖς πρός τι, περὶ προτέρου καὶ ὑστέρου ἐν τῇ ποιότητι, ὅτε ἔλεγεν ὅτι πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, τῶν μέντοι ἀντικειμένων ἐν πάσῃ κατηγορίᾳ ἐδεήθη· ἐφ’ ἑκάστης γὰρ κατηγορίας ἐζητοῦμεν εἰ ἔχει ἐναντίον ἢ οὔ. καὶ διαφορᾶς ἐναντίων δὲ ἐδεή θημεν ἐν τῷ περὶ ποσοῦ λόγῳ, ὅτε τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐκ ἀνήγομεν ὑπὸ τὰ ἐναντία, ἀλλ’ ὑπὸ τὰ πρός τι· τὰ δὲ ἐναντία καὶ τὰ πρός τι εἴδη ἀντικειμένων. ῾Ερμῖνος δὲ ὁ Πρὸ τῶν τόπων ἐπιγράψας τὰς Κατηγορίας αἰτίαν λέγει τοιαύτην, ὅτι διαλεκτικὴ ἡ προκειμένη πραγματεία, ἔργον δὲ τῆς διαλεκτικῆς περὶ τὸν ἀποφαντικὸν λόγον τῷ συνηγορεῖν τῇ ἀντιφάσει καὶ τοῖς ἀντικειμένοις· διὰ τοῦτο οὖν καὶ τὰ ἀντικείμενα τῶν λοιπῶν προέταξε.

    Τὰ δὲ ἀντικείμενα τετραχῶς· ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ [*](3 συμβάλειν (sic) ἑαυτάς H 6 ὑμισφ. H 7 καὶ (post νότιον) om. KP 8 τριμερίαν τριμερίαν 9 ante μέλλοντος add. καὶ H 14 post τμῆμα add. σὺν θεῶ τῶν κατηγοριῶν 15 tit. om. HP 17 ὦν scripsi: ὠς libri 20 ἥκωμεν HP 22 ἐτέρου—ἔχειν in mrg. suppl. (nunc evanida) P 2 3 τῇ πρώτῃ] an μιᾷ 24 ante περὶ τοὺ ἅμα lac. signavi 25 ἔν τῇ ποτότ.] potius ἐν τοῖς πρός τι (cf. p. 7b23) 26 μέντι H 29 ἀνήγομεν] p. 196,12 30 Ilpo xtiiv x.] cf. p. 132,26 32 τὸν ex xuiv corr. P 33 dvxTjcpctaei H)

    242
    ὡς ἕξις καὶ στέρησις ἢ ὡς ἀπόφασις καὶ κατάφασις. δύο οὖν ζητήσωμεν ἐνταῦθα, διὰ τί τέσσαρα καὶ τὴν τάξιν αὐτῶν. τέσσαρα τοίνυν εἰσὶ δι’ αἰτίαν τοιαύτην· τὰ ἀντικείμενα ἢ ἁπλᾶ ἢ συμπεπλεγμένα, καὶ εἰ μὲν συμπεπλεγμένα, ποιεῖ τὴν τὴν ἀντίφασιν ῾Σωκράτης κάθηαι— Σωκράτης οὐ κάθηταί., εἰ δὲ ἁπλᾶ, ἢ σώζει ἄλληλα καὶ ποιεῖ τὰ πρός τι, ἢ ἀναιρεῖ εἰ γὰρ τὰ πρός τι, συναναιρεῖ· ἀλλ’ οὐ ταὐτὸν τὸ ἀναιρεῖν τῷ συναναιρεῖν· τὸ γὰρ ἀναιροῦν αὐτὸ μένον ἄλλο ἀναιρεῖ, τὸ δὲ συναναιροῦν ἀναιρεθὲν συναναιρεῖ)· εἰ δὲ ἀναιρεῖ, ἢ ἀμφότερα μεταβάλλει εἰς ἄλληλα, τὸ θερμὸν εἰς ψυχρὸν ἢ ἀνάπαλιν, καὶ ποιεῖ τὰ ἐναντία, ἢ τὸ ἓν μόνον μεταβάλλει καὶ ποιεῖ ἕξιν καὶ στέρησιν· ἕξις γὰρ εἰς στέρησιν μεταβάλλει, στέρησις δὲ εἰς ἕξιν οὐδέποτε ὑπὸ φύσεως ἢ τέχνης· τῇ γὰρ προνοίᾳ οὐδὲν ἀδύνατον. προέταξε δὲ τὰ πρός τι ἐν τοῖς ἀντικειμένοις ὡς μαλακώτερα καὶ ὡς ἧττον μαχόμενα ἐν τοῖς ἀντικειμένοις ὡς καὶ ἀμφιβάλλεσθαι εἴ εἰσιν ἀντικείμενα σώζοντα ἄλληλα. ἀλλὰ τοῦτο μὲν δείκνυσιν Ἀλέξανδρος ὅτι ἀντικείμενα, ὃς καὶ τὰ λαβδοειδῆ ξύλα παράδειγμα λαμβάνει, ἅτινα μετὰ ἀντιθέσεως τινος σώζει ἄλληλα, ἃ ἡ συνήθεια ἀντήρεις καλεῖ, ὁ δὲ ποιητὴς ἀμείβοντας. ἀλλ’ οὗτος μὲν διὰ μόνου παραδείγματος πιστοῦται ὅτι ἀντικείμενα, φέρε δὲ ἡμεῖς λόγῳ δείξωμεν ὅτι εἰσὶν ἀντικείμενα. ἀντικείμενα μὲν οὖν εἰσι ὡς ἀναιροῦντα· τὰ γὰρ ἀναιροῦντα ἀναιροῦσιν· ἀρκεῖ δὲ πρὸς μάχην τὸ ἀναιρεῖν ὁπωσοῦν, καὶ περίεργον τὸ ζητεῖν εἰ τοιώσδε ἡ τοιώσδε ἀναιρεῖ. εἰπὲ δὲ | καὶ ἄλλην αἰτίαν, διὰ τί προέταξε τὰ πρός τι· ἐπειδὴ ταῦτα [*](285v) δύο κοινὰ ἔχει (ἅμα γὰρ ἄπεστι καὶ ἅμα πάρεστι), τὰ δὲ ἐναντία ἓν κοινὸν ἔχει· ἅμα γὰρ ἄπεστιν, ὡς ἐπὶ φαιοῦ λευκὸν καὶ μέλαν, ἅμα δὲ παεῖναι οὐ δύναται. διὰ τοῦτο οὖν τὰ πρός τι προέταξεν ὡς ἧττον ἀντικείμενα, διὰ τὴν πολλὴν κοινωνίαν. ἕξις δὲ καὶ στέρησις οὐδὲ ἅμα παρεῖναι δύναται οὐδὲ ἅμα ἀπεῖναι. ἐπὶ μέντοι πεφυκότων μόνων. οὐ γὰρ λέγεται νωδὸν τὸ νεογνὸν παιδίον, οὐδὲ τυφλὸν τὸ σκυλάκιον, κἄν μὴ ὁρᾶ. ἀπόφασις μέντοι καὶ κατάφασις οὐδὲ ἅμα ἄπεισιν οὐδὲ ἅμα πάρεισι. καὶ τοῦτο κοινὸν ἔχει ἕξει καὶ στερήσει. διαφέρει δὲ τᾷ ἐπὶ πάντων λέγεσθαι, ὄντων, μὴ ὄντων, πεφυκότων. μὴ πεφυκότων. ἀλλὰ ταῦτα μὲν κατὰ Ἀριστοέλην ἀντικείμενα μόνον. ὁ μέντοι Πλατῶν ἄκρα ταῦτά φησιν εἶναι ἀντικείμνα, μεταξὺ δὲ τούτων εἶναι μέσα, ὡς πάντα ἔμμεσα λέγων· μεταξὺ γὰρ xoiv πρός τι καὶ τῶν ἐναντίων ἐστὶ θερμότερον — ψυχρότερον· ἐναντία γὰρ τὰ ὡς θερμὸν — ψυχρόν, καὶ πρός τι· τὸ γὰρ θερμότερον τοῦ ἠρέμα θερμοῦ θερμότερον. μεταξὺ δὲ τῶν ἐναντίων καὶ ἕξεως καὶ στερήσεως φῶς καὶ σκότος· καὶ τῶν μὲν γὰρ ἐναντίων ἔχουσι τὸ μεταβάλλειν εἰς ἄλληλα, στερήσεως δὲ καὶ ἕξεως τὸ εἰδοποιεῖσθαι μὲν τὸ φῶς τὸ δὲ σκότος ἀνείδεον. [*](4 σωκp. οὐ κάθηται in mrg. suppl. (uunc evan.) P 6 ἀλλ’—ἀναιρεῖ (8) om. τῶ ἀναιp. τὸ συναναιp. Η 13 καὶ ὡς coll. K 15 παράδειγμα b: παραδείγματα HKP 16 ἡ om. KP συνήθη P ποιητὴς] Horn. Ψ 712 17 μόνου om. Κ 18 δείξομεν Κ 20 ὁποσοῦν P 21 ταῦτα] P Κ: evan. P 27 νεωγνὸν K: νεόγονον HP (cf. p. 244,16) 29 τῷ ἐπὶ] τὸ ἀπὸ KP 30 μὴ πεμυκότων superser. P2 31 Πλατῶν] cf. p. 181,10 194,15 33 ante ψυχp. add. καὶ K 34 ψυχρῷ KP θερμοῦ iter. Κ 36 καὶ eicias γὰρ om. KP)
    243
    μεταξὺ δὲ ἔξεως καὶ στερήσεως καὶ ἀποφάσεως καὶ καταφάσεώς ἑστιν ἐπιστήμη — ἄγνοια, δικαιοσύνη — ἀδικία· ἡ γὰρ ἄγνοια στερητικὸν μὲν ὄνομα, εἰ δὲ προστεθῇ τὸ ἀποφατικὸν τὸ οὔ καὶ εἴπωμεν ἀντὶ μὲν τοῦ ἄδικος οὐ δίκαιος καὶ ἀντὶ τοὐ ἀγνοεῖ ὅτι οὐ γινώσκει, τότε ἀποφατικὰ γίνονται καὶ στερητικὰ.

    p. 11b24 Ὅσα μὲν οὖν ὡς τὰ πρός τι ἀνίκειαι.

    Τὸ προκείμενον ἡμῖν ἐστι διακρῖναι τὰ εἴδη τῶν ἀντικειμένων ἀπ’ ἀλλήλων, καὶ τέως τὰ πρός τι ἀπὸ τῶν ἐναντίων, διότι τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται (καἲ δῆλα τὰ παραδείγματα) τὰ δὲ ἐναντία οὐχ οὕτως· τὸ γὰρ μέλαν οὐ λέγεται λευκοῦ μέλαν, ἀλλ’ ἐναντίον, ὁμοίως καὶ τὸ λευκόν. διὸ τὰ μὲν πρός τι κύκλον λέγεται μιμεῖσθαι ὡς ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα καὶ εἰς τὸ αὐτὸ λήγοντα, τὰ δὲ ἐναντία εὐθεῖαν λέγεται μιμεῖσθαι τὴν ἀλλαχόθεν ἀρχομένην καὶ ἀλλαχοῦ λήγουσαν.

    Ἐφ᾿ οἷς διακρίνει καὶ τὰ ἐναντία ἀπὸ ἕξεως καὶ στερήσεως. πρὸς δὲ τὴν διάκρισιν τούτων δύο λημμάτων χρῄζει, τῆς διαιρέσεως τῶν ἐναντίων καὶ τοῦ ὁρισμοῦ τῆς στερήσεως. ἀλλ’ ἡ παροῦσα θεωρία τὸ ἓν παραδίδωσι, δίδωσι, τὴν διαίρεσιν τῶν ἐναντίων. τὰ ἐναντία ἢ ἄμεσα ἢ ἔμμεσα. καὶ <εἰ> ἄμεσα, ἢ οὐσιώδη ὡς ἄρτιον καὶ περιττόν οὐδὲ γὰρ ἐπινοεῖται δεύτερον χωρὶς τοῦ ἀρτίου οὐδὲ τὸ τρίτον χωρὶς τοῦ περιττοῦ, καὶ διὰ τοῦτο οὐσιώδη), ἢ ὡς ἐπουσιώδη, ὡς νόσος καὶ ὑγίεια· ταῦτα γὰρ γίνονται καὶ ἀπογίνονται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. τῶν δὲ ἐμμέσων ἢ [*](286r) ἀμφότερα δύναται ἀπεῖναι τοῦ ὑποκειμένου, ὡς λευκὸν καὶ μέλαν τοῦ φαιοῦ, ἢ τὸ ἕτερον μόνον τῶν ἐναντίων ἄπεστι τὸ δὲ ἕτερον πάντως ὑπάρχει διὰ τὸ προκατειλῆφθαι τὸ εἶδος ὑπ’ ἐκείνου, οἷον τὸ λευκὸν ὑπάρχει κύκνῳ καὶ χιόνι, ἄπεστι δὲ τὸ μέλαν, τὸ δὲ μέλαν ὑπάρχει τῷ κόρακι καὶ ἐβένῳ, ἄπεστι δὲ τὸ λευκόν. ὁ δὲ Ἀριστοτέλης τὰ ἔμμεσα διαιρεῖ ἄλλως, λέγων ὅτι τῶν ἐμμέσων τὸ μέσον ἢ ἀμφοτέρων τῶν ἄκρων μετέχει ὡς τὸ χλιαρόν, ὅτε καὶ κατωνόμασται, ἢ οὐδετέρου τῶν ἄκρων μετέχει, ὅτε οὐδὲ κατωνόμασται, νόμασται, ἀλλὰ τῇ ἀποφάσει τῶν ἄκρων ὀνομάζεται, ὡς τὸ παιδίον τὸ μήπω κατὰ προαίρεσιν ἐνεργῆσαν οὔτε δίκαιον οὔτε ἄδικόν φαμεν. ἔδει δὲ τὸν Ἀριστοτέλην πρότερον διελεῖν τὰ ἔμμεσα εἰς μονόμεσα καὶ πολύμεσα· μονόμεσα μὲν γὰρ τὸ ψυχρόν ἐστι καὶ θερμόν (μέσον δὲ αὐτῶν τὸ χλιαρόν), πολύμεσα δὲ ὡς τὸ λευκὸν καὶ μέλαν· πολλὰ γὰρ τὰ μέσα τούτων χρώματα, ξανθόν, φαιόν, ὠχρὸν καὶ ἄλλα πολλά. ταύτης οὖν λεχθείσης ὑφ’ ἡμῶν τῆς ὑποδιαιρέσεως ἰστέον ὅτι καὶ ἄλλως τὰ ἔμμεσα <ὑποδιαιρεῖται>· ὥρισται <καὶ τὰ ἄκρα> καὶ τὸ μέσον, ὡς ἐπὶ θερμοῦ καὶ ψυχροῦ χλιαροῦ (ταῦτα γὰρ ὥρισται καὶ περαιτέρω τούτων ἄλλα οὐκ ἔστιν), ἢ τὰ μὲν ἄκρα ὥρισται τὰ δὲ μέσα ἀόριστα, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος (τὰ [*](3 εἴπομεν HP 9 δεῖλα Η1: δῆλον P 11 τὸ om. P 12 ἀρχόμενον P 18 εἰ inserui 20 an ἐπεισοδιώδη? ἀόριστα, 22 δύνανται HP 25 ante ἐβένῳ add. τῷ Κ 32 μὲν om. ΚP 35. 36. 36 ὑποδιαιρεῖαι et καὶ τἀ ἄκρα inserui)

    244
    γὰρ μέσα τούτων ἄπειρα), ἡ τὸ μὲν μέσον ὥρισται τὰ δὲ ἄκρα ἀόριστα, ὡς ἐπὶ ὀρθῆς γωνίας· αὕτη γὰρ ὥρισται, καὶ οὐκ ἔστιν εἰπεῖν ὀρθὴν ὀρθῆς μείζονα ἢ ἐλάττονα, τὰ δὲ ἄκρα αὐτῆς ἀόριστα, ἡ ὀξεῖα καὶ ἡ ἀμβλεῖα γωνία· ὀξεῖα γὰρ ὀξείας ἐστὶ μᾶλλον ὀξεῖα καὶ ἧττον, καὶ ἀμβλεῖα ὁμοίως. καὶ αὕτη ἡ διαίρεσις τῶν ἐναντίων.

    p. 12a26 Στέρησις δὲ καὶ ἕξις λέγεται μέν τι περὶ τῶν αὐτῶν.

    ἐπειδὴ πρὸς τὴν διάκρισιν τῶν ἐναντίων ἀπὸ ἕξεως καὶ στερήσεως ἐδεήθη τῆς διαιρέσεως τῶν ἐναντίων καὶ τοῦ ὁρισμοῦ τῆς στερήσεως, ὧν τὸ πρῶτον ἡ φθάσασα ἐδίδαξε θεωρία, τὴν διαίρεσιν τῶν ἐναντίων, φέρε εἴπωμεν καὶ τὸν ὁρισμὸν τῆς στερήσεως. ἀλλ’ ἵνα τοῦτο γνῶμεν, λήμματά τινα προλάβωμεν. ἰστέον ὅτι ἵνα γένηται ἡ στέρησις, τεσσάρων χρεία εἰς συνδρομήν, οἷον ἀπουσίας εἴδους εἰ μὴ γὰρ ἀπῇ ἡ ὄψις, τυφλότης οὐ γίνεται), καὶ φύσεως δεκτικῆς χρεία ἐπεὶ ἄν ᾖ λίθος, στέρησιν ὄψεως οὐχ ὑπομένει), καὶ μορίου ἐπιτηδείου οὐ λέγεται γὰρ ὁ ἄνθρωπος τυφλός, διότι τῇ χειρὶ οὐχ ὁρᾶ, ἐπειδὴ οὐδὲ πέφυκε τῇ χειρὶ ὁρᾶν), ἀλλὰ καὶ χρόνου ἐπιτηδείου· τὸ γὰρ νεογνὸν παιδίον οὐ λέγεται νωδόν, ἐπεὶ μὴ ἔχει ὀδόντας, οὐδὲ τὸ ἀρτιγενὲς σκυλάκιον λέγεται τυφλόν, ἐπεὶ μὴ ὁρᾷ· οὐ γὰρ πέφυκεν ὁρᾶν ἐν τῷ χρόνῳ ἐκείνῳ. αὕτη δὲ ἡ στέρησις τοῦ δυνάμει ἐστί, διὸ οὐδὲ ἐπανακάμπτει ποτέ· εἰ γὰρ μὴ | ἦν τοὐ δυνάμει ἡ στέρησις, [*](286v) πάντως ἂν ἤγετο εἰς τὸ ἐνεργείᾳ. τούτων οὕτως προληφθέντων πρόεισιν (6) ὁρισμὸς τῆς στερήσεως οὕτως· στέρησίς ἐστιν ἀπουσία εἴδους φύσεως δεκτικῆς ἐν τῷ πεφυκότι δέχεσθαι καθ’ ὃν πέφυκε δέχεσθαι χρόνον. οὗτος ὁ ὁρισμός. ἰστέον δὲ ὅτι τινὰ καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα στερητικὸν ἔχει, ὥσπερ τὸ ἀναίσθητος ἐπὶ τοῦ ἀποπλήκτου, τινὰ δὲ τὸ ὄνομα στερητικὸν ἔχει, οὐ μὴν τὸ πρᾶγμα, ὡς τὸ ἀθάνατον καὶ ἀσώματον καὶ ἄλογον, τινὰ δὲ τὸ πρᾶγμα στερητικὸν ἔχει, οὐ μὴν τὸ ὄνομα, ὡς τὸ τυφλότης. ἀλλ’ αὕτη μὲν ἡ ἐν Κατηγορίαις στέρησις. οἶδε δὲ καὶ ἄλλας στερήσεις ὁ Ἀριστοτέλης ἐν ταῖς Φυσικαῖς αὑτοῦ πραγματείαις, τὴν στέρησιν τῆς ἐνεργείας, ὡς ἐπὶ τοῦ καθεύδοντος γεωμέτρου • οὗτος γὰρ τῆς ἐνεργείας ἐστέρηται. καὶ τῆς ἕξεως τῆς τελείας λέγεται στέρησις, ὡς ἐπὶ τοῦ παιδίου τοῦ ἄρτι εἰς γραμματικοῦ φοιτήσαντος. τῆς γὰρ τελείας <ἕξεως> τοῦτο ἐστέρηται. λέγεται στέρησις καὶ τῆς ὀρθότητος, ὡς ἄφωνον λέγομεν τὸν κακόφωνον· οὗτος γὰρ τῆς ὀρθότητος ἐστέρηται τῆς φωνῆς. λέγεται στέρησις καὶ τοῦ μεγέθους, καθὸ λέγομεν ἀτράχηλον ζῷον καὶ ἀγίγαρτον ῥοιάν, ἐπειδὴ ποὺ μὲν ὁ τράχηλος βραχὺς ποὺ δὲ τὸ γίγαρτον μικρόν. αὗται δὲ αἱ στερήσεις οὔκ [*](3 alt. ἡ om. H 6 καὶ correxi: ἡ libri μέν τι περί αὐτῶν HK: μέντοι π. τῶν αὐτ. P: μὲν περὶ ταὐτόν τι Arist. 8 ἐδεήθη—στερήσεως in mrg. add. (nunc evan.) P 9 ἔδειξε Κ 13 post ἄν addita λέγεται γὰρ ὁ ἄνθρωπος del. P 18 ἐκείνω iteratum del. H 19 οὐδὲ scripsi: οὗτε libri μὴ γὰρ coll. KP 20 πρόησιν P 21 ὁ inserui 22 καθὸ π. δ. χρόνω HP 26 στεριτικὸν H1 27. 28 οἶδε δὲ καὶ ἄλλ. στεp. ὁ Ἀp. ἐν ταῖς Φυσ.] videas Bonitzii Ind. p. 699b 29 τοῦ om. HP 31 γραμματικὸν HP ἕξεως insenii 34 ἀγἡγ. Η)

    245
    εἰσι τοῦ δυνάμει, ἀλλὰ τοῦ ἐνεργείᾳ, μόναι δὲ αἱ τῆς ὀρθότητος καὶ τοῦ μεγέθους· διὸ καὶ ἄγονται εἰς τὸ ἐνεργείᾳ.

    Δεῖ δὲ εἰδέναι ὅτι ἄλλο πρός τι καὶ ἄλλο τὰ ὑπὸ τὰ πρός τι πρός τι αὐτὴ ἡ κατηγορία, ὑπὸ ταύτην δὲ πατὴρ καὶ υἱός), ἄλλο ἕξις καὶ ἄλλο] στέρησις · καὶ ἄλλο τὸ ἔχον ἕξιν ἢ στέρησιν ἕξιν γὰρ λέγεται ἔχειν ὁ ἄνθρωπος, οἷον τὴν ὅρασιν, ὅρασις δὲ οὐ λέγεται οὐδὲ ἕξις· ταὐτὰ καὶ ἐπὶ τυφλότητος καὶ στερήσεως), πάλιν ἄλλα ἐναντία καὶ ἄλλα τὰ ὑπὸ ἐναντία ἐναντία λευκὸν καὶ μέλαν, ὑπὸ ταῦτα κύκνος, κόραξ, καὶ οὐ λέγεται ὁ κύκνος λευκότης οὐδὲ ὁ κόραξ μελανία), ἄλλο ἀπόφασις καὶ ἄλλο] κατάφασις καὶ καὶ ἄλλα <τὰ> ὑπὸ ταύτας· ἡ μὲν γὰρ κατάφασις καὶ ἀπόφασις ὡς λόγοι εἰσί, τὰ δὲ ὑπ’ αὐτὰς πράγματα· ῾Σωκράτης οὐ κάθηται — Σωκράιης κάθηται’ ἀπόψάσις φάσις καὶ κατάφασις, ὑπὸ δὲ ταύτας <τὸ> καθῆσθαι Σωκράιην ἢ μὴ καθῆσθαι. οὐ ταὐτὸν δὲ ταῦτα, ἐπειδὴ οὐ πάντως ἐν τῷ λέγειν ὅτι Σωκράτης κάθηται ἤδη κατ’ ἀλήθειαν κάθηται ἔστι γὰρ ὅτε ἵσταται), κἀν εἴπω ὅτι οὐ κάθηται, τί κωλύει τὸ καθῆσθαι αὐτόν; οὐκ ἐξ ἀνάγκης οὖν οἱ λόγοι πάντως συμφθέγγονται φθέγγονται τοῖς πράγμασι. πλὴν εἰ καὶ τοσοῦτον ταῦτα διαφέρουσιν ἀλλήλων, ἀλλ’ οὖν ὁ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός· ὡς γὰρ ἀντίκεινται ἕξις καὶ στέρησις, οὕτω καὶ τὰ ἔχοντα τὴν ἕξιν καὶ στέρησιν, καὶ ὡς ἀντίκεινται τὰ ἐναντία, οὕτω καὶ τὰ ὑπ’ αὐτά, καὶ ὡς ἀντίκεινται ἀπόφασις καὶ κατάφασις, οὕτω καὶ τὰ ὑπ’ αὐτά. ἐπὶ δὲ τῶν πρός τι τὰ μετέχοντα ἀντίκεινται ἀλλήλοις, οὐ μὴν ἐπὶ τοὐ πρός τι, αὐτῆς τῆς κατηγορίας, ἔστιν ἀντίθεσις· ἡ γὰρ σχέσις μία, αὐτὴ ἡ κατηγορία.|

    p. 12b16 Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκεινται ὡς τὰ [*](287r) πρὸς τι.

    Μετὰ τὸν ὁρισμὸν τῆς στερήσεως ὀφείλων εἰπεῖν τὴν διαίρεσιν τῶν ἐναντίων ἀπὸ ἕξεως καὶ στερήσεως, δι’ ἣν καὶ προελήφθη ὁ ὁρισμὸς τῆς στερήσεως, οὐ τοῦτο ποιεῖ, ἀλλ’ αὐτὰ τὰ πρός τι διακρίνει, ἐπειδὴ καὶ ἐπὶ τούτων τὴν αὐτὴν εὑρίσκει διάκρισιν. ἔχει δὲ ἡ διάκρισις οὕτως· τὰ πρός τι αὐτὰ ἅπερ εἰσὶν ἑτέρων εἶναι λέγονται, ἕξις δὲ καὶ στέρησις αὐτὰ ἅπερ εἰσὶν ἑτέρων οὐδέποτε λέγονται· οὐδὲ γὰρ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης. εἰ δέ τις ἐρεῖ ὅτι ωαί, λέγεται ὄψεως τυφλότης, λύομεν τοῦτο καὶ κατ’ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν. κατὰ μὲν ἔνστασιν οὕτως· οὐ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης, ἀλλ’ ὄψεως στέρησις· οὐδὲ γὰρ αὐτὴ ἡ ὄψις τυφλότης ἐγένετο· καθόλου γὰρ αἱ στερήσεις οὐ πρὸς τὰς ὄψεις ἤγουν ἕξεις λέγονται, ἀλλὰ πρὸς τὰ ὑποκείμενα [*](4 ante πατὴρ add. καὶ P 4. 9 ἄλλο (ante στεp. et κατάφ.) delevi 5 γὰρ scripsi: δὲ libri ὁ om. HP 10 τὰ inserui γὰρ superscr. Η 12 τὸ inserui 19 καὶ ὡς—ὑπ᾿ αὐτά (20) om. KP 21 ἔστιν om. H 22 αὐτὴ scripsi: αὕτη libri 23 ὅτι] ἔτι Κ: evan. P ἀντίκειται Arist. post ἀντικ. additum ἀλλήλοις del. H 25 μετὰ τὸν ὁρισμὸν τῆς στερήσεως—pr. στερησέως (26) suppl. Η2 ὀμίλον (sic) H εἶπεν H 26 alt. καὶ καὶ H 29 λέγεται K 30 ἡ om K ὄψεος Η αἰρεῖ Η 31 pr. καὶ om. K: evan. P 32 κατὰ μὲν ἔνστασιν om. KP 34 ὄψις P)

    246
    μόρια· οὐ λέγεται ἡ χωλότης πήρωσις ὀρθότητος σκελῶν, ἀλλὰ πήρωσις σκελῶν, καὶ τὸ σκότος οὐ φωτὸς σκότος, ἀλλ’ ἀέρος σκότος. οὕτω καὶ τυφλότης οὐκ ὄψεως τυφλότης, ἀλλ’ ὄψεως στέρησις λέγεται διὰ τὴν πρὸς τὸ γένος ἀναφοράν. οὕτω μὲν κατ’ ἔνστασιν. ἀλλὰ καὶ κατὰ ἀντιπαράστασιν οὕτως ἔχει· εἰ καὶ συγχωρήσομεν ὅτι λέγεται ὄψεως τυφλότης, οὐ δήπου καὶ ἀντιστρέφει· οὐδὲ γὰρ λέγει τις τὴν ὄψιν τυφλότητος ὄψιν, ἐπεὶ μὴ προüπάρχει τυφλότης ὄψεως. ἀλλὰ ναί, φασί, προüπάρχει, ὡς ἐπὶ τῶν ἐκ γενετῆς τυφλῶν. ἀλλὰ ψεῦδος· καὶ ἐπὶ τούτων γὰρ προηγεῖται ἡ ὄψις, ὅσον ἐπὶ τὸ πεφυκέναι. πάλιν ἐνίστανταί τινες ὅτι εἰ λέγεται ἡ τυφλότης ὄψεως στέρησις, καὶ ὄψεως τυφλότης λεχθήσεται· καθόλου γὰρ ἐὰν γένος τινὸς κατηγορῆται ἔχον καὶ ἄλλα εἴδη, ἀνάγκη ἓν τῶν εἰδῶν ἐκείνων κατηγορεῖσθαι τοῦ πράγματος ἐκείνου· τὸ ζῷον κατηγορεῖται ἀνθρώπου εἴδη ἔχον τὸ λογικὸν καὶ τὸ ἄλογον· ἀνάγκη καὶ τὸ λογικὸν κατηγορεῖσθαι τοῦ ἀνθρώπου. ὁ Φιλόπονος τούτου ἐπιλαμβάνεται λέγων ὅτι οὐ καλῶς εἶπεν εἴδη στερήσεως· τοῦ γὰρ μὴ ὄντος οὐκ εἰσὶν εἴδη. ψευδὴς δὲ ὁ λόγος, ἐπειδὴ μηδαμῇ μηδαμῶς ἀνέλαβε τὴν στέρησιν, ὅπερ ἄτοπον· αὕτη γὰρ ἡ στέρησις οὐκ ἔστι πάντῃ μὴ ὄν, ἀλλ’ ἀμυδρὸν εἶδος ἔχει. διὸ καὶ ἐν ἀρχαῖς ὑπὸ Ἀριστοτέλους τάττεται· τὸ δὲ πάντῃ μὴ ὂν ἀρχὴ πῶς ἂν εἴη ; ἔστι δὲ καὶ ἄλλως διακρῖναι τὰ πρός τι ἀπὸ ἕξεως καὶ στερήσεως, διότι τὰ μὲν πρός τι συναναιρεῖ ἄλληλα, ἕξις δὲ καὶ στέρησις οὐχ οὕτως, καὶ ὅτι τὰ μὲν πρός τι ἅμα ἄπεστι καὶ ἅμα πάρεστιν, ἕξις δὲ καὶ στέρησις οὐδὲ ἅμα πάρεστιν οὐδὲ ὅμα ἄπεστιν.

    p. 12b26 Οὐδὲ ὡς τὰ ἐναντία ἀνίκειναι τὰ καὰ στέρησιν καὶ ἕξιν.

    Διακρίνας ὁ Ἀριστοτέλης τὰ πρός τι ἀπὸ τῶν ἐναντίων καὶ ἕξεως καὶ στερήσεως, ὀφείλων τὰ αὐτὰ πρός τι διακρῖναι καἰ ἀπὸ τῆς ἀντιφάσεως, ἵνα πληρωθεισῶν τῶν σχέσεων τῶν πρός τι πρὸς τὰ μετὰ ταῦτα ἑτέραν ἀρχὴν προστησάμενος κατὰ δίαυλον εἴπῃ τὴν διάκρισιν τῶν ἐναντίων ἀπὸ [*](287v) πάντων τῶν μετὰ ταῦτα, οὐ τοῦτο ποιεῖ, ἀλλὰ διακρίνει πρῶτον τὰ ἐναντία ἀπὸ ἕξεως καὶ στερήσεως. τοῦτο δὲ ποιεῖ, ἐπειδὴ κοινῶν εὐπορήσει λόγων διακρινόντων τὴν ἀντίφασιν ἀπὸ πάντων τῶν μετ’ αὐτήν. ἔχει δὲ ἡ διάκρισις τῶν ἐναντίων ἀπὸ ἕξεως καὶ στερήσεως οὕτως. τριττῶν ὄντων τῶν ἐναντίων, ἀμέσων, ἐμμέσων, καὶ ἐμμέσων ἢ ἀπεῖναι δυναμένων ἀμψοτέρων τοῦ ὑποκειμένου, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος, ἢ μὴ δυναμένων ἃμ ἀπεῖναι τοῦ ὑποκειμένου διὰ τὸ ἀφωρισμένως τὸ ἕτερον ὑπάρχειν τῷ ὑποκειμένῳ, τῶν τριῶν εἰδῶν τῶν ἐναντίων διακρίνει ἕξιν καὶ στέρησιν· τῶν [*](1 ἡ om. P ἀλλὰ πήρωσις σκελῶν om. Κ 5 alt. καὶ om. KP 6 ἐπεὶ] ἐπὶ P 7 τυφλότης—προüπάρχει om. P φασί scripsi: φησί libri τῶν] τὸν H 8 γεννητῆς HP: γεννετῆς Κ 9 τὸ] τὼ KP πάλλιν H ivtaxavxe P 11 κατηγορεῖται HP τῶν om. P 13 τὸ (ante ἄλογον) om. H 14 Φτλόπονος] cf. Pbiloponi in Categorias comm. p. 180,9 οὐ superscr. Κ an εἶπον? 17 παντὶ H 18 Ἀριστ.] cf. Phys. Α 8 p. 191b15 192a5 23 ἀντίκειται Arist. 26 πληρωθησῶν Η 34 ἀφορισμ. P)

    247
    γὰρ ἀμέσων ἐναντίων ἀνάγκη θατέρου μετέχειν τὸ ὑποκείμενον ζῷον ἢ γὰρ ὑγιαίνει ὁ ἄνθρωπος ἢ νοσεῖ, καὶ ὁ ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός), ἕξις δὲ καὶ στέρησις τοῦτο οὐκ ἔχει· τὸ γὰρ νεογνὸν παιδίον οὔτε νωδὸν λέγεται οὔτε ὀδόντας ἔχειν, καὶ τὸ ἀρτιγενὲς σκυλάκιον οὕτε ὄψιν ἔχειν λέγεται οὔτε τυφλότητα. οὕτως μὲν τῶν ἀμέσων ἐναντίων ταῦτα διαφέρει. τῶν δὲ ἐμμέσων ἀμφοτέρων δυναμένων ἀπεῖναι, ὅτι ἐκεῖνα ἄμφω μὲν ἀπεῖναι δύνανται, ἕξις δὲ καὶ στέρησις ἅμα ἀπεῖναι οὐ δύνανται· τοῦ γὰρ χρόνου ὄντος ἐπιτηδείου πάντως θάτερον ὑπάρχει τῷ ζῴῳ. τῶν δὲ ἐμμέσων ἐναντίων, ἐφ’ ὧν τὸ ἕτερον πάντως ὑπάρχει τῷ ζῴῳ, διαφέρει ἕξις καὶ στέρησις, διότι ἐκεῖ ἀφωρισμένως τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, οἷον τὸ λευκὸν τῇ χιόνι καὶ τὸ μέλαν τῷ κόρακι, ἐπὶ δὲ ἕξεως καὶ στερήσεως οὐχ οὕτως· οὐ γὰρ ἀφωρισμένως ὁ δεῖνα ἄνθρωπος τυφλότητα ἔχει ἢ ὄψιν, ἀλλ’ ὡς ἔτυχεν. ὁ μέντοι Συριανὸς λαμβάνεται τοῦ παραδείγματος, οὗ εἴπομεν περὶ τοῦ παιδίου καὶ τοῦ σκυλακίου, ὅτι οὔτε ἕξιν λέγεται ἔχειν οὔτε στέρησιν, μὴ προστιθεὶς δὲ καὶ τὴν αἰτίαν. ἀλλὰ φέρε ἡμεῖς καὶ τὴν αἰτίαν προσθῶμεν, ὅτι τὸ παράδειγμα δοκεῖ ἡμαρτῆσθαι διὰ τὸ τὸν χρόνον ἀνεπιτήδειον εἶναι. ἐγὼ δὲ πρὸς τοῦτο εἴποιμι ἄν, ὁ ἐξηγητὴς ὑμῶν, ὅτι δι’ αὐτὸ τοῦτο λέγεται μήτε ἕξιν ἔχειν μήτε στέρησιν διὰ τὸν ἀνεπιτήδειον τοῦ χρόνου· ἵνα γὰρ γένηται στέρησις, χρεία χρόνου ἐπιτηδείου καὶ τῶν λοιπῶν τῶν εἰρημένων. οὕτω ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης, ὡς εἰ καί τις δείξας ὅτι τοῦ ἰσοπλεύρου τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι καὶ τοῦ ἰσοσκελοῦς αἱ δύο τῆς λοιπῆς μείζονες καὶ τοῦ σκαληνοῦ αἱ δύο τῆς λοιπῆς μείζονες καθόλου ἀποφαίνεται ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ μείζονες τῆς λοιπῆς εἰσιν • ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν τριγώνων ἀληθὲς τὸ ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ καθόλου ἀναδραμεῖν καὶ ἀποφήνασθαι, ἐπειδὴ ἰσχύσαμεν ἐναριθμήτων ὄντων τῶν σημαινομένων πᾶσιν ἐπεξελθεῖν· παχυμερὴς γὰρ ἡ τοιαύτη δεῖξις· οὐδὲ γὰρ ἐπὶ πάντων δυνατὸν πᾶσι τοῖς σημαινομένοις ἐπεξελθεῖν· οὕτω κἀνταῦθα ὁ Ἀριστοτέλης μὴ ἀρκεσθεὶς τοῖς τρισὶν εἴδεσι τῶν ἐναντίων εἰς τὸ | καθολικῶς ἀποφαίνεσθαι περὶ πάντων [*](288r) τῶν ἐναντίων, ἄλλως δι’ ἑτέρου λόγου καθολικοῦ ἀποφαίνεται περὶ τῶν ἐναντίων λέγων οὕτως· ὅτι τὰ ἐναντία, ὄντος τοῦ δεκτικοῦ, πέφυκε μεταβάλλειν εἰς ἄλληλα, ἕξις δὲ καὶ στέρησις οὐχ οὕτως· ἡ μὲν γὰρ ἕξις εἰς τὴν στέρησιν μεταβάλλει, στέρησις δὲ εἰς τὴν ἕξιν οὐ μεταβάλλει ὑπὸ φύσεως ἢ τέχνης· τῇ γὰρ προνοίᾳ οὐδὲν ἀδύνατον. καλῶς δὲ εἶπεν ὄντος τοῦ δεκτικοῦ· εἰ μὴ γὰρ εἴη κοινὸν ὑποκείμενον, οὐ γίνεται μεταβολή· περὶ γὰρ τὸν τόπον ἡ μάχη, ὡς Πλωτῖνός φησι. καὶ ἄλλως δὲ διακριτέον ταῦτα· ὅτι τἀναντία εἰδοπεποιημένα εἰσίν, ἕξις δὲ καὶ στέρησις οὐχ οὕτως· ἡ μὲν [*](1 θατέρου scripsi: θάτερα HP: compend. Κ 3 νεόγονον HP 5 post ἀμέσ. add. τῶν Κ 6 ἄμφω] ἀμφότερα P 7 τοῦ] τοῦτο IP 12 ἀφορισμένος P ἔχειν H: evan. P 15 pr. καὶ om. P 22 σκαλινοῦ Η 23 καθόλου— λοιπῆς (24) om. KP 26 post πᾶσιν add. ὡς HP 27 παχυμερὶς Η 28 ἐπεξελθεῖν scripsi: ἐξελθεῖν libri 29 ἀποφήνασθαι Κ 31. 32 μεταβαλεῖν H 33 alt. τὴν om. Η 34 προννοία P ὄντως ΗK: ὑπάρχοντος Arist. 35 εἴη] ἡ HP 36 Πλωτῖνος] cf. p. 179,6 δὲ om ΗP)
    248
    γὰρ ἕξις εἰδοπεποίηται, ἡ δὲ στέρησις οὔ. καὶ ἄλλως· ὅτι τὰ ἐναντία δύᾳ πράγματά εἰσιν, ἕξις δὲ καὶ στέρησις ὂν καὶ μὴ ὄν εἰσιν.

    p. 13a37 Ὅσα δὲ ὡς κατάφασις ἀπόφασις ἀντίκεινται.

    τεσσάρων ὄντων εἰδῶν τῶν ἀντικειμένων ἓξ γίνονται σχέσεις κατὰ τὴν ἐν τῇ εἰσαγωγῇ Πορφυρίου μέθοδον, πολυπλασιαζόνων τέσσαρα ἐπὶ τὸν μονάδι ἐλάττονα τὸν τρία, τετράκις τρία δώδεκα, καὶ τῶν συναχθέντων λαμβανόντων τὰ ἡμίση· ἡμίση γὰρ τῶν δώδεκα ἕξ. ἓξ οὖν σχέσισ, τῶν πρός τι πρὸς τὰ ἐναντία καὶ πρὸς ἕξιν καὶ στέρησιν (ἰδοὺ δύο σχέσεις), καὶ τῶν ἐναντίων πρὸς τὴν ἕξιν καὶ στέρησιν ἰδοὺ καὶ ἄλλη σχέσις), ἄλλαι δὲ τρεῖς γίνονται σχέσεις ἀπὸ ἀποφάσεως καὶ καταφάσεως πρὸς τὰ λοιπά. διαφέρει δὲ τῶν τριῶν ἡ ἀπόφασις καὶ κατάφασις, διότι ἡ μὲν ἀπόφασις καὶ κατάφασις διαιρεῖ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος (ἤ γὰρ ἀληθεύει ἢ ψεύδεται ῾Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηαι᾿), τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ ἕξις καὶ στέρησις ὡς ἁπλαῖ φωναὶ ὄντα οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· ἐὰν γὰρ εἴπω ῾πατήρ᾿, οὔτε ἠλήθευσα οὔτε ἐψευσάμην, κἄν εἴπω ῾λευκὸν ἢ μέλαν’ ἢ ῾ὄψις ἡ τυφλότης᾿, τούτων ἕκαστον καθ’ αὑτὸ οὔτε ἀληθὲς οὔτε ψεῦδος. εἰ δὲ τις λέγει ὅτι συμπεπλεγμένα αὐτὰ λαμβάνω καὶ λέγω ὅτι ὅτι Σωκράτης υἱός ἐστι᾿, ῾Σωκράτης μέλας ἐστί᾿, ῾Σωκράτης ὄψιν ἔχει᾿, ἀλλὰ καὶ οὕτω διαφέρει τούτων ἡ ἀντίφασις· αὕτη γὰρ καὶ ἐπὶ τῶν ὄντων καὶ ἐπὶ μὴ ὄντων διαιρεῖ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος, οἷον ῾ἄνθρωπος ἔστι᾿, ῾σκινδαψὸς οὐκ ἔστι᾿, τὰ δὲ ἄλλα ἐπὶ μόνων τῶν ὄντων· ὁ γὰρ μὴ ὢν Σωκράτης οὔτε λευκὸς οὔτε μέλας οὔτε πατὴρ οὔτε υἱὸς οὔτε ὄψιν ἔχει οὔτε τυφλότητα· οὐκοῦν ἐπὶ μόνων τῶν ὄντων ταῦτα λέγει, καὶ οὐ τῶν ἀπάντων. * * οὐ γὰρ λέγεται ἡ ψυχὴ δεξιὰ ἢ ἀριστερά, οὐδὲ ὁ ἀὴρ λευκὸς ἢ μέλας ἢ ὄψιν ἢ τυφλότητα ἤ τι τοιοῦτον ἔχειν. καὶ οὐδὲ ἐπὶ πάντων τῶν ὄντων δεκτικῶν • τὸ γὰρ σκυλάκιον τὸ ἀρτιγενὲς οὔτε ὄψιν ἔχει οὔτε τυφλότητα καὶ τὸ νεογνὸν παιδίον οὔτε νωδόν ἐστιν οὔτε ὀδόντας ἔχει.

    p. 13b3G Ἔστι δὲ ἐξ ἀνάγκης ἀγαθὸν μὲν κακῶ ἐναντίον.

    Διαλεχθεὶς ὁ Ἀριστοτέλης Ἀριστοτέλης περὶ πάντων τῶν ἀντικειμένων, καὶ ἰδίᾳ περὶ I τῶν ἐναντίων διαλέγεται· ἐτίμησε γὰρ τἀναντία ἢ ὡς φυσικὸς ἢ ὅτι [*](228v) καὶ αὐτὴ ἡ φύσις τοῖς ἐναντίοις κρίνεται, κινήσει καὶ ἠρεμίᾳ, καὶ ἡ κινησῶ δὲ καὶ ἡ ἠρεμία, αἷς ἡ φύσις χαρακτηρίζεται, τοῖς ἐναντίοις κρίνεται· [*](3 ἡ om. H: καὶ Arist. ἀντίκειται Arist. 5 Εἰσαγ. Πορφ.] p. 17,14 sp. τέσσαρα scripsi: τεσσάρων libri 6 τρεῖς] τρὶς Κ 7 λαμβανόντων sciipsi: λαμβάνοντες libri ἥμισυ (alt. 1.) Κ 11 τῶν om. P 14 καὶ τὰ ἐναντία iter. H 20 τῶν om. HK 21 οὐκ om. P 24 lac. signavi; inseras καὶ οὐδὲ ἐπὶ τῶν ὄντων ἀπάντων 25 ὄψις Κ 26 τοιοῦτον] τούτων HP 27 νεόγονον HP 29 ἐναντ. δέ ἐστι ἐξ ἂν ἀγαθῷ μὲν κακόν Arist. 30 περὶ πά — ἰδία iter. Κ 31 φυσικῶς Η post alt. ἡ atld. ὡς P 33 pr. ἡ om. P)

    249
    πᾶσα γὰρ μεταβολὴ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον γίνεται. τρεῖς δὲ κανόνας ἡμῖν περὶ τῶν ἐναντίων παραδίδωσι. καὶ πρῶτος μὲν κανὼν οὗτος, ὅτι τὸ ἀγαθὸν τῷ κακῷ μόνῳ ἐστὶν ἐναντίον, τὸ δὲ κακὸν καὶ τῷ ἀγαθῷ ἐναντίον καὶ ἄλλῳ κακῷ· οἷον ὡς ἐπὶ τῶν ἀρετῶν· ἑκάστη ἀρετὴ δύο κακίαις παρασπίζεαι, ἡ δικαιοσύνη τῇ πλεονεξίᾳ καὶ μειονεξίᾳ, καὶ ἁπλῶς εἰπεῖν ἑκάστῃ ἀρετῇ ὑπερβολὴ καὶ ἔλλειψις παράκειται, τῇ φρονήσει πανουργία καὶ ἄνοια, τῇ σωφροσύνῃ ἀκολασία καὶ ἠλιθιότης, τῇ ἀνδρείᾳ θράσος καὶ δεία μάχεται. μάχεται οὖν ἡ ἀρετὴ καὶ τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει ὡς ἀγαθὸν κακῷ, ἡ δὲ ὑπερβολὴ καὶ ἔλλειψις ἑκάστη αὐτῶν μάχεται τῇ ἑτέρᾳ, ὅτι ἡ μέν ἐστιν ὑπερβολὴ ἡ δὲ ἔλλειψις, μάχονται δὲ καὶ τῇ ἀρετῇ ὡς κακὸν ἀγαθῷ. ἀλλ’ ἄδικος ἡ φύσις ἑνὶ δύο ἀντιτάξασα. πρὸς ὅ φαμεν ὅτι κἀνταῦθα ἓν ἑνὶ ἀντίκειται· ὡς γὰρ συμμετρία ἡ ἀρετὴ ὡς ἀσυμμετρίᾳ ταῖς δύο ἀντίκειται. οὗτος δὲ ὁ κανὼν ἀληθὴς καὶ ἐπὶ πραγμάτων, ὡς ἐπὶ τῶν ἀρετῶν, καὶ ἐπὶ ζωῆς, ὅτι οἱ μὲν ἀγαθοὶ τοὺς κακοὺς μόνους μισοῦσιν, οἱ δὲ κακοὶ καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς κακούς εἰ γὰρ ὡς κακοὶ ἐνεργήσειαν, οὐδὲ ἑαυτῶν φείδονται ἀλλὰ κινοῦσιν ἑαυτούς), καὶ ἐπὶ λόγων ἀληθὴς ὁ κανὼν οὗτος, ὅτι μάχεται ἡ ἀλήθεια τῷ ψεύδει μόνῳ, τὸ δὲ ψεῦδος καὶ τῇ ἀληθείᾳ μάχεται καὶ τῷ ἑτέρῳ ψεύδει, οἷον τῷ λόγῳ ἤγουν τῇ προτάσει τῇ λεγούσῃ ὅτι ἰού πᾶς ἄνθρωπος δίκαιος᾿ μάχονται δύο λόγοι ψευδεῖς, ὁ λέγων ῾οὐδεὶς ἄνθρωπος δίκαιος᾿ καὶ ὁ λέγων ὅτι ῾πᾶς ἄνθρωπος δίκαιος᾿, ἀλλ’ ἐκεῖνοι καὶ πρὸς ἑαυτοὺς μάχονται· ὁ μὲν γὰρ λέγει ὅτι οὐδείς, ὁ δὲ λέγει ὅτι πᾶς. οὗτος μὲν ὁ πρῶτος κανών. δεύτερος κανὼν ὅτι τὰ ἐναντία δύνανταί ποτε συνυπάρχειν ἑαυτοῖς ἐν γένει, ὅτι ὥν ζῴων τὰ μὲν λευκὰ τὰ δὲ μέλανα, καὶ ἐν εἴδει, ὅτι τῶν ἀνθρώπων οἱ μὲν ὑγιαίνουσιν οἱ δὲ νοσοῦσι, δύνανται καὶ μὴ συνυπάρχειν ἑαυτοῖς, ὡς καὶ ἐν τῇ εἰσαγωγῇ εἴρηται, ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν ὑποκειμένῳ κἀν τῷ αὐτῷ μέρει καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ τόπῳ. οὗτος καὶ ὁ δεύτερος κανών. τρίτος κανὼν ὅτι τὰ ἐναντία ἢ ὑπὸ ἓν γένος ἀνάγονται, ὡς λευκὸν καὶ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἀντιδιῃρημένα γένη, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, ἢ οὐκ ἀνάγονται ὑπὸ γένος τῷ αὐτὰ γένος εἶναι, ὡς τὸ ἀγαθὸν καὶ κακόν· ταῦτα γὰρ γένη εἰσί. καὶ οὐ δώδεκα αἱ κατηγορίαι τούτων προστεθέντων· ταῦτα γὰρ γένη εἰσὶν οὐχ οἷα τὰ παρὰ Ἀριστοτέλει διαμερισάμενα πάντα τὰ ὄντα, καὶ τὸ τελοῦν | ὑπὸ τοῦτο τὸ [*](289r) γένος ὑπ’ ἄλλο οὐ τελεῖ (καὶ γὰρ ἐχρήσατο τῷ διωρισμένῳ ποσῷ ἐπὶ τῶν δέκα κατηγοριῶν, οὐ μὴν τῷ συνεχεῖ, δέκα λέγων τὰ γενικώτατα, ὧν τὸ ἕτερον οὐ τελεῖ ὑπὸ τὸ ἕτερον· δέκα γὰρ φωνὰς εἶπεν ἁπλᾶς σημαινούσας [*](3 pr. τὸ om. P μόνον Κ καὶ om. P 5 περιασπίζεται P 6 πανουργεία HP 7 ἀνδρίᾳ Κ 9 μάχεται—ἔλλειψις (10) om. P 10 alt. δέ om. KP 12 ὡς γἀρ—ἀντίκειται (13) om. P 14 τῶν om. Κ 15 κακοὺς καὶ τοὺς ἂγ. coll. Η 15 γὰρ scripsi: δὲ libri 16 ἐνεργήσειεν HK1P κινοῦσιν] κοινοῦ P: scribas μισοῦσιν 18 pr. tw om. HP 19 λεγούσει H1 μάχονται—πᾶς ἄνθp. δίκαιος (21) in mrg. suppl. H 20 λέγον (utrobique) H 25.26 ἐν τῇ Εἰσαγ.] p. 83,2 28 ἓν om. Κ 29 τὸ om. HP 31 αἱ om. KP 33 ἀριστοτέλην P 35 τῷ] τὸ P)
    250
    ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων· ἕκαστον τούτων καθ᾿ ἑαυτὸ θεωρεῖται ἀμιγὲς τοῦ ἑτέρου), ἀλλ’ οἷα τὰ παρὰ Πλάτωνι διὰ πάντων διήκοντα καὶ δι’ ἀλλήλων· οὗτος γὰρ πέντε λέγει γένη τοῦ ὄντος καὶ τῷ συνεχεῖ κέχρηται καὶ τῷ διωρισμένω τρόπῳ αὐτὰ θεωρῶν τὰ πράγματα καὶ τὰ νοήματα χωρὶς φωνῶν, ὡς ἔχουσι φύσεως συνυπάρχοντα ἀλλήλοις, συνεχὲς μὲν νοήσας τὴν δίιξιν τῶν πραγμάτων δι’ ἀλλήλων, διωρισμένον δὲ τὸ ἀσύγχυτον τῶν διελθόντων· τὸ γὰρ ἀγαθὸν καὶ τὸ κακὸν διὰ τῶν δέκα κατηγοριῶν διήκουσι, καὶ ἀγαθὸν μὲν ἐν οὐσίᾳ γένεσις κακὸν δὲ φθορά, ἐν ποσῷ ἀγαθὸν μὲν τὸ δίπηχυ λόγου χάριν κακὸν δὲ τὸ πηχυαῖον, ἐν ποιῷ ἀγαθὸν μὲν συμμετρία κακὸν δὲ ἀσυμμετρία, ἐν πρός τι ἀγαθὸν μὲν τὸ ἔχειν κακὸν δὲ τὸ μὴ ἔχειν, ἐν τῇ ποιὲ ἀγαθὸν μὲν τὸ πλεῖν θέρους κακὸν δὲ τὸ πλεῖν χειμῶνος, ἐν τῷ ποῦ ἀγαθὸν μὲν ἐν ὑγιεινῷ χωρίῳ διαιτᾶσθαι κακὸν δὲ ἐν νοσερῷ, ἐν τῷ κεῖσθαι ἀγαθὸν τῷ νοσοῦντι ἡ τοιάδε ἀνάκλισις κακὸν δὲ ἡ τοιάδε, ἐν τῷ ἔχειν ἀγαθὸν μὲν τὸ ἔχειν τέκνα ἢ σίδηρον·
  • αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος·
  • κακὸν δὲ τὸ μὴ ἔχειν, ἐν τῷ ποιεῖν ἀγαθὸν τὸ διδάσκειν κακὸν δὲ τὸ ἀδικεῖν, ἐν τῷ πάσχειν ἀγαθὸν τὸ διδάσκεσθαι κακὸν δὲ τὸ ἀδικεῖσθαι. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης ἐναντία γένη εἶναί φησι τὸ ἀγαθὸν καὶ τὸ κακόν. ἀκριβολογουμένοις δὲ οὐδὲ ἐναντία φανήσεται, ἀλλὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικῖσθαι· δεῖ γὰρ τῶν ἐναντίων ἑκάτερον εἰδοπεποιῆσθαι καὶ ὡρισμένην ἔχειν φύσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν· τὸ δὲ κακὸν οὐκ ἔχει ὡρισμένην ὑπόστασιν· ἀμετρία γάρ τίς ἐστιν, ἡ δὲ ἀμετρία πῶς εἶδος ἂν σχοίη ὡρισμένον ; ὅθεν οὐδὲ ὁρισμῷ ὑποπίπτει ἡ κακία, ἀλλ’ ὥσπερ ἡ στέρησις τῇ ἀπουσίᾳ τῆς ἕξεως παραγίνεται αὐτὴ οὐκ ἔχουσα ὡρισμένην τινὰ φύσιν.· οὕτω καὶ ἡ κακία τῇ ἀπουσίᾳ τῆς ἀρετῆς παραγίνεται ἢ καθ’ ὑπερβολὴν ἢ κατ’ ἔλλειψιν· ἐκείνης γὰρ ἐν συμμετρίᾳ θεωρουμένης ἡ τοῦ μετρίω παρατροπὴ κακίαν ἐποίησε κατὰ τὸ πλεονάζον καὶ ἐλλεῖπον.

    p. 14a22 Δικαιοσύνη δὲ καὶ ἐν τοῖς ἐναντίοις γένεσι· τοῦ μὲν γὰρ ἀρειὴ τοῦ δὲ κακία τὸ γένος.

    Ἰστέον ὅτι εἰ καὶ ὑπὸ τὰ ἐναντία τελεῖν γένη ἔφη τὰ ἐναντία, οὐ κατὰ τὸ γενικώτατον αὐτῶν γένος εἴρηκεν, ἀλλὰ κατὰ τὸ προσεχὲς καὶ ὑπάλληλον· ἀνάγκη γὰρ πάντα τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ τελεῖν γένος· εἰ γὰρ καὶ· ἡ ἀδικία ὑπὸ τὴν κακίαν τελεῖ καὶ ἡ δικαιοσύνη ὑπὸ τὴν ἀρετήν, ἀλλὰ Καὶ ἡ ἀρειὴ καὶ ἡ κακία ὑφ’ ἒν τι τελοῦσι κοινὸν γένος, τὴν ἕξιν λέγω καὶ τὴν I διάθεσιν, αὐτὰ δὲ ὑπὸ τὴν ποιότητα, ἥτις ἐστὶ γένος γενικώτατον [*](289v) [*](2 ad οἷα add. οὐχ in mrg. Κ 3 πέντε λέγει γένη] cf. Plat. Sophist. p. 254 D.E τῷ] τὸ H 6 δίηξις libri 10 ἀσύμμετρον P an ἐν <τῇ>? 15 Hom. π 294 17. 18 καὶ οὕτως— ὑποκειμένῳ (251,3) fort, scholiastae debentur, nam ἀκριβολ. (19) — ὑποκειμένῳ (251,3) paene ad verbum congruimt cum Philop. p. 190,28—191,14 ἀκριβολογουμένοις Philop.: ἀκριβολογούμενα HKP 20 εἰδοπεποιεῖσθαι H: εἰδοποιεῖσθαι KP 22 πῶς εἶδος ἄν scripsi: ποσαχῶς ἄν HKP: πῶς ἄν εἶδος Philop. 23 ὁρισμῶ Philop.: ἐν ὡρισμένῳ HKP ἀποπίπτει P 25 παραγίν. Philop.: γίνεται HKP 26 θεωρούμενος P 30 pr. τὰ om. KP 31 αὐτὸν HP 32 ἡ om. P 33 ὑπὸ τὴν ἂp. ἡ δικ. coll. K)

    251
    πάντων ἐναντίων. καὶ εἰκότως ὑφ’ ἓν τὰ ἐναντία τελοῦσι γένη· ἐσπούδασε γὰρ ἡ φύσις τὸν πρὸς ἄλληλα αὐτῶν εἰδυῖα πόλεμον ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ δῆσαι, ἄνωθεν μὲν τῷ κοινῷ γένει κάτωθεν δὲ τῶ κοινῷ ὑποκειμένῳ. ταῦτα καὶ περὶ ἀντικειμένων καὶ ἡ παροῦσα θεωρία.

    Περὶ προτέρου.

    p. 14 14a26 Πρότερον δὲ ἕτερον ἑτέρου λέγεται τετραχῶς.

    Καὶ περὶ προτέρου διαλέγεται ὁ Ἀριστοτέλης· ἐδεήθη γὰρ καὶ τούτου οὐ μόνον ἐν τῷ τῶν κατηγοριῶν τμήματι, ὅτε τὴν οὐσίαν διῄρει εἰς πρῶιον καὶ δεύτερον καὶ ὅτε πρώτην ἔλεγε τὴν οὐσίαν τῶν κατηγοριῶν, δεύτερον δὲ τὸ ποσὸν, ἀλλὰ καὶ ἐν τοῖς πρός τι, ὅτε πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, καὶ ἐν τοῖς ἀντικειμένοις, ὅτε πρῶτα ἔλεγε τὰ πρός τι, δεύτερα τὰ ἐναντία, τρίτην τὴν ἕξιν καὶ ἰὴν στέρησιν, τετάρτην ἀπόφασιν καὶ κατάφασιν. ὃ οὖν ποιεῖ τὸ τρίτον τμῆμα πρὸς τὸ 〈δεύτερον〉 τῶν Κατηγοριῶν τμῆμα, τὰ χρήσιμα διδάσκον πρὸς ἐκεῖνο, τοῦτο ποιεῖ αὐτὸ πρὸς ἑαυτὸ καὶ ἰὰ χρήσιμα διδάσκει, ὧν ἐδεήθη ἐν τῷ περὶ τῶν ἀντικειμένων λόγῳ. πανταχοῦ τὰ πρός τινα διδασκαλίαν ἑτέρων παραλαμβανόμενα ὕστερον διδάσκει. τετραχῶς δὲ λέγων τὰ πρότερα, πέντε αὐτὰ ἀπαριθμεῖται, ὡς ἑνὸς μὴ ὄντος κυρίως προτέρου. καὶ ὁ στοιχειωτὴς λέγων αἰτήματα πέντε, ἓξ αὐτὰ ἀπαριθμεῖται, ὡς ἑνὸς μὴ ὄντος αἰτήματος. διὸ καὶ δυνάμενος ἕκαστον εἶδος τῶν ἅμα ἑκάστῳ εἴδει τοῦ προτέρου ἀντιθεῖναι τῷ ἑνὶ οὐκ ἀντέταξεν ὡς ἀλλοτρίῳ φιλοσοφίας. διαιρεῖται δὲ τὸ πρότερον εἰς ταῦτα οὐχ ὡς γένος εἰς εἴδη· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη οὐκ ἔστι τὸ μὲν κυρίως τὸ ·δὲ οὐ κυρίως. ἓν τοίνυν εἶδος τοῦ προτέρου τὸ κατὰ χρόνον, ὃ καὶ κυρίως πρότερον, οὐχ ὅτι καὶ τοῦ φύσει προτέρου πρότερον, ἀλλὰ τῇ συνηθείᾳ κυρίως τοῦτο πρῶιον ἔγνωσται, ὡς τὰ Τρωïκὰ τῶν Μηδικῶν καὶ Πλάτωνος Σωκράτης. ἀλλ’ ἐπὶ μὲν ἐμψύχων καὶ παλαιότερον καὶ πρεσβύτερον λέγεται, ἐπὶ δὲ ἀψύχων παλαιότερον μόνον. δεύτερον εἶδος τοῦ προτέρου τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, συνεισφερόμενον καὶ μὴ συνεισφέρον, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου φύσει πρότερον καὶ ἡ μονὰς τῆς δυάδος. οὐ λέγω δὲ καὶ τὸ καθολικώτερον· ἡ γὰρ μονὰς τῆς δυάδος φύσει μὲν προτέρα, καθολικωτέρα δὲ οὐκ ἔστιν· οὐ γὰρ λέγεται ἡ δυὰς μονὰς τῷ τοὺ γένους ὀνόμαι. τρίτον εἶδος τοῦ προτέρου τὸ τῇ τάξει πρῶτον, ὥσπερ αἱ συλλαβαὶ ὄων λέξεων τὰ δὲ γράμματα τῶν στοιχείων, ἐπειδὴ αἱ γραμμικαὶ δείξεις οὐ δέονται τῶν στοιχείων εὐθὺς διὰ τῆς καταγραφῆς δεικνύουσαι τὸ σχῆμα ἤγουν [*](3 post γένει add. κάτωθεν (sic) μὲν κοινῷ γένει P 5 post προτ. add. καὶ ὑστέρου Κ 6 irpotepov ἑτέρου ἕτερον Arist. 9 δευτέραν HP ἔλεγε] p. 2a11 10 ἐν τοῖς πρός τι] τι] p. 7b23 12 ἔλεγε] p. 11b20 14 δεύτερον inserui 16 παντ—διδάσκει (17) eicias τινα scripsi: τι libri 18 στοιχειωτὴς] cf. Euclid. Elem. I p. 8. 9 not. (Heib.) 20 δυναμένου KP 21 ἀλλοτρίου HP 22 ἐν γὰρ — εἴδη in mrg. suppl. H 30 alt. καὶ cm. P 31 μόνος P 33 γραμματικαὶ P)

    252
    τὸ διάγραμμα γραμμικόν, καὶ πολλοὶ ἐροῦσι μακροὺς | λόγους μήτε [*](290r) γράμματα μήτε συλλαβὰς εἰδότες. καὶ τὰ προοίμια καὶ αἱ διηγήσεις τῶν ἀγώνων τῇ τάξει πρότερα· ὁ γὰρ ἄτεχνος ῥήτωρ δύναται τοῖς προοιμίοις ἐπὶ τέλει χρήσασθαι καὶ οἱ ἀρεοπαγῖται οὔτε ἐπιλόγων οὔτε προοιμίων ἠκροῶντο. ταῦτα τῇ τάξει πρότερα· ἔξεστι γὰρ προτάξαι ἡμᾶς ἃ βουλόμεθα. τέταρτον εἶδος τοῦ προτέρου τὸ ἀντιστρέφον καὶ ἐξισάζον, ὁπωσοῦν δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναι, ὡς πατὴρ καὶ υἱός. ταῦτα ἀντιστρέφει, ἀλλ’ ὁ μὲν πατὴρ καὶ τοῦ εἶναι τῷ υἱῷ ὡς ἀνθρώπῳ αἴτιος καὶ τῆς σχέσεως, ὁ δὲ υἱὸς τῆς σχέσεως μόνης τῷ πατρὶ αἴτιος. πέμπτον εἶδος τοὐ προτέρου τὸ κατὰ τὴν ἀξίαν, ὥσπερ λέγομεν πρωτεύοντας ἐν πόλει, ὅπερ ἀλλότριον τοῦ προκιμένου· οὐ γὰρ φιλοσοφίας τὸ λογίζεσθαι τύχας εἰδυίας
  • τὸ τῆς τύχης <γὰρ> ῥεῦμα μεταπίπτει ταχύ
  • καὶ τὸ
  • ὦ μῆτερ, <ἥτις> ἐκ τυραννικῶν δόμων
  • δούλειον ἦμαρ εἶδες.
  • εἰσὶ δὲ πέντε τρόποι δι’ αἰτίαν τοιαύτην· τὸ πρῶτον ἢ ἐν λόγοις καὶ ποιεῖ τὸ τῇ τάξει πρῶτον, ἢ ἐν πράγμασι. καὶ τοῦτο διχῶς· ἢ γὰρ δι’ ἑαυτὸ ἢ δι’ ἄλλο, καὶ εἰ δι’ ἑαυτό, ἢ μεῖζον καὶ ποιεῖ τὸ τῇ φύσει πρῶτον μεῖζον γὰρ τὸ ζᾷον τοῦ ἀνθρώπου), ἡ ἴσον καὶ ποεῖ τὸ ἀντιστρέφον, ὡς ἐπὶ πατρὸς καὶ υἱοῦ. <εἰ> δι’ ἄλλο δέ, ἢ διὰ τὸν χρόνον καὶ ποιεῖ τὸ πρῶτον ἤγουν τὸ παλαιότερον, ἢ διὰ τὴν ἀξίαν καὶ ποιεῖ τὸ πέμπτον, ὅπερ ἀλλότριον ἐδείχθη τῆς φιλοσοφίας.

    Περὶ τῶν ἅμα.

    p. 14b24 Ἅμα δὲ κυρίως λέγεται ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ.

    Καὶ περὶ τῶν ἅμα διαλέγεται ὁ Ἀριστοτέλης· ἐδεήθη γὰρ καὶ τούτων εἰς τὰς κατηγορίας, ὅτε ἔλεγε τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, καὶ ὅτι οὐ μόνον τὰ ἐναντία ἄμεσα ἢ ἔμμεσα, ἀλλὰ καὶ τῶν πρός τι τὰ μὲν ἄμεσατὰ δὲ ἔμμεσα ἄμεσα πρός τι δεξιὸν καὶ ἀριστερόν, ἔμμεσα δὲ μεῖζον ἔλαττον· μέσον γὰρ τὸ ἴσον· καὶ τὸ πρότερον καὶ τὸ ὕστερον· μέσον γὰρ τὸ ὅ καὶ ὅτι τὰ ἅμα ἐκ τῆς ἀποφάσεως τῶν ἄκρων γνωρίζονται· ἃ γὰρ μήτε πρότερα ἀλλήλων μήτε ὕστερα, ταῦτα ἅμα. τρία δὲ εἴδη τῶν ἄμα λέγει, [*](2 εἰδότες om. P 3 ὁ γὰρ] οὐ γὰρ οὐδὲ Η: οὐδὲ γὰρ P 5 ἔστι KP 6 τοῦ om. HP τὸ om. P ἀντιστρέφον scripsi: ἀντιστρεφόμενον libri 7 θατέρου (alt. 1.) HP 8 τῷ υἱῷ scripsi: τὸν υἱὸν libri 7. 9 ὡς ἀνθρώπῳ et τῆς σχέσεως oin. Κ 10 κατ ἀξίαν Κ προτεύοντας HK: προτερεύοντας P 13 τὸ τῆς τύχης . .] Menandr. fr. 94,5 (p. 29 Kock) γὰρ om. libri μροτερεύοντας P μεταπίπτον HKP 14 καὶ] κατὰ Κ: 15 ὦ μῆτερ δούλειον (δούλιον Η) ἦμαρ εἶδες ἐκ τυp. δ. HKP (cf. Eurip. Hec. 55. 56) 19 εἰ om. HP 21 εἰ inserui 25 δὲ λέγ. ἁπλῶς μὲν καὶ κυριώτατα ὧν ἡ γἐν. ἐστιν Arist. 28 ἔλεγε] p. 7b15 οὐ] εἰ Κ 29 post πρός τι addita δεξιὸν καὶ ἀριστερὸν del. P)

    253
    καὶ τρία ἀντικεῖσθαι τοῖς τέσσαρσιν εἴδεσι τοῦ προτέρου· τῷ γὰρ ἑνί, ὡς εἴρηται, οὐδὲν ἀντιτίθησι. πρῶτον δὲ εἶδος τῶν ἅμα τὸ τῷ χρόνῳ ἅμα, ὡς τὰ μόρια τοῦ ἐμβρύου. τοῦτο κυρίως ἅμα καὶ ἀνίκειται τῷ κατὰ χρόνον προτέρῳ. δεύτερον εἶδος τῶν ἅμα τὸ ἀντιστρέφον καὶ ἐξισάζον, μηδαμῶς δὲ ἕτερον ἑτέρου αἴτιον τοῦ εἶναι, ὡς τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ὡς μὲν γὰρ δεξιὸν καὶ ἀριστερὸν ἅμα καὶ ἀντιστρέφοντα, ὡς δὲ πράγματα οὐδὲν οὐδενὸς αἴτιον· οὐδὲ γὰρ ἡ δεξιὰ χεὶρ τῆς ἀριστερᾶς αἰτία· καὶ τὸ ἀνάπαλιν ὡς χεὶρ χειρός. τοῦτο τὸ σημαινόμενον δύο σημαινομένοις τοῦ προτέρου ἀντίκειται, τῷ τῇ φύσει προτέρῳ, ἐν ᾧ τὸ μεῖζον καὶ ἔλαττον (τοῦτο γὰρ ἴσον καὶ μόνον), καὶ τῷ ἀντιστρέφοντι μὲν κατὰ τὸ εἶναι ὁπωσοῦν δὲ δυναμένῳ αἰτίῳ εἶναι τῷ ἑνί, ὡς πατὴρ καὶ υἱός· ἐν ταῦθα γὰρ οὐδὲν οὐδενὸς [*](290v) αἴτιον, ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. τρίτον σημαινόμενον τῶν ἅμα τὸ τῇ τάξει ἅμα, ὡς τὰ ἐκ τῆς διαιρέσεως καταγόμενα, τὸ λογικὸν καὶ ἄλογον· τοῦτο ἀντίκειται τῷ τῇ τάξει προτέρῳ. ταῦτα μὲν ἐν τούτοις.

    Ἐφ᾿ αἷς διαλέγεται καὶ περὶ κινήσεως, οὐχὶ τὸν πρέποντα τῇ φυσικῇ τρόπον· τοῦτο γὰρ ποιεῖ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς τέτταρσι λόγοις καὶ ἐν τῷ τρίτῳ· οὐ γὰρ νῦν ὁρίζεται τὴν κίνησιν οὐδὲ λέγει τὰ αἴτια τῆς κινήσεως. ἀλλὰ τὸν πρέποντα τῇ· διαλεκτικῇ τρόπον διαλέγεται περὶ αὐτῆς, ἀπαριθμεῖται τὰ σημαινόμενα τῆς κινήσεως, λέγει τὰς διαφορὰς αὐτῆς καὶ ποία ποίᾳ ἀντίκειται. διαλέγεται δὲ περὶ κινήσεως, ἐπειδὴ καὶ αὐτῆς ἐδεήθη ἐν ταῖς κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ λέγων ὅτι ἡ οὐσία κατὰ τὴν οἰκείαν ἑαυτῆς μεταβολὴν τῶν ἐναντίων ἐστὶ δεκτική ἡ δὲ μεταβολὴ κίνησις), καὶ ἐν τῇ ποιότητι, ὅτε ἔλεγε τἀς ἕξεις καὶ διαθέσεις] ἀμεταβλήτους εἶναι, ἡ δὲ μεταβολὴ κίνησις ποτὲ γὰρ καὶ αὗται μεταβάλλονται ἐν μεγάλῃ μεταβολῇ), καὶ ὅτε τὸν λόγον καὶ τὴν δόξαν ἔλεγεν αὐτὰ μὲν ἀκίνητα διαμένειν, τοῦ δὲ πράγματος μεταβάλλοντος καὶ αὐτὰ μεταβάλλειν. ἓξ δὲ εἴδη τῆς κινήσεως· γένεσις, φθορά, αὔξησις, μείωσις, ἀλλοίωσις, ἡ κατὰ τόπον μεταβολή. ἓξ δὲ εἴδη εἰσὶ δι’ αἰτίαν τοιαύτην· ἡ κίνησις ἐξάλλαξίς ἐστι καὶ ἔκστασις. ἐξίσταται δέ τις ἢ ἑαυτοῦ καὶ ποιεῖ γένεσιν καὶ φθοράν, ἡ τῶν ἑαυτοῦ καὶ τοῦτο διχῶς· ἢ γὰρ μεριστὸν καὶ ποιεῖ τὸ ποσόν, ἐν ᾧ αὔξησις καὶ μείωσις, ἢ ἀμέριστον καὶ ποιεῖ τὸ ποιόν, ἐν ᾧ ἡ ἀλλοίωσις), ἢ τῶν περὶ αὐτὸν καὶ ποιεῖ τὴν κατὰ τόπον μεταβολήν· ὁ γὰρ τόπος περὶ ἡμᾶς καὶ οὐκ ἐν ἡμῖν. ἰστέον δὲ καὶ τοῦτο, ὅτι οὐχ ὡς γένος εἰς εἴδη ἡ κίνησις διαιρεῖται· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τάξις· προτέρα δὲ ἡ κατὰ τόπον κίνησις τῶν λοιπῶν διὰ τὰ οὐράνια· ταῦτα γὰρ τὴν μὲν κατὰ τόπον κίνησιν ἔλαχον, οὐδεμιᾶς δὲ ἄλλης κινήσεως μετέσχον, οὔτε γενέσεως ἢ φθορᾶς, οὐκ αὐξήσεως ἢ μειώσεως ἢ ἀλλοιώσεως. τρία προεθέμεθα ζητῆσαι περὶ κινήσως, τὴν ἀπαρίθμησιν τῶν εἰδῶν [*](2 εἴρηται] 2 εἴρηται] p. 251,21 τῶν] τοῦ HP 8 σημαινόμαινον et σημαινομαίνοις P 9 ἔλλαττον Η1 10 τῷ] τὸ P ὁποσοῦν P 15 ante ἐφ’ οἷς acldas lemma p. 15a13 16 τελυτέοις Η τοῖς φυσικοῖς P1 18 τὸν om. Κ 21 ἐδεήθει P λέγων] p. 4a10 22 post ἐστὶ add. δὲ P 23 ἔλεγε] p. 8b27 καὶ διαθέσεις delevi 24 yap] an δὲ? 25 καὶ ὅτ—μεταβάλλειν (26) ante καὶ ἐν τῇ ποιότητι (23) transponas ἔλεγε] p. 4a34 35 δὲ] γὰρ Κ 38 προεθέμ.] ν. 19)

    254
    αὐτῆς καὶ τὰς διαφορὰς αὐτῆς καὶ ποία 〈ποίᾳ〉 ἐστὶν ἐναντία, ὧν τὸ πρῶτον διήνυσται ἡμῖν. ἀλλ’ εἴπωμεν τὸ δεύτερον, τοῦτ’ ἔστι τὸ εἰπεῖν τὰς διαφορὰς αὐτῆς. ὅτι μὲν οὖν ἡ κατὰ τόπον οὐδεμία ἐστὶ τῶν ἄλλων, δηλοῦσι τὰ οὐράνια, ὡς προείρηται, ταύτην μόνην ἔχοντα οὐδεμίαν δὲ τῶν λοιπῶν. ὅτι δὲ καὶ αἱ ἀντικείμεναι οὔκ εἰσιν αἱ αὐταί, ἄντικρυς δῆλον· οὐ γὰρ ταὐτὸν ἡ γένεσις τῇ φθορᾷ· ἡ μὲν γὰρ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἡ γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. ἀλλ’ οὐδὲ ἡ αὔξησις τῇ μειώσει ταὐτόν· ἡ μὲν γὰρ ἀπὸ ἐλάτ|τονος ὄγκου εἰς μείζονα ἄγει, ἡ [*](291r) δὲ ἀπὸ μείζονος εἰς ἐλάττονα, ἡ μίωσις. δοκοῦσι δὲ αὗται αἱ δύο, αὔξησις καὶ μείωσις διακρίσεις πως εἶναι καὶ συγκρίσεις καὶ ἀλλοιώσεις. πρὸς ὅ φαμεν ὅτι οὐ ταὐτὸν ἀλλοίωσις καὶ αὔξησις· πολλὰ γὰρ αὔξονται μὴ ἀλλοιούμενα· τὸ γὰρ τετράγωνον γνώμονος περιτεθέντος ηὔξηται μέν, οὐκ ἠλλοίωται δέ. οὐδὲ ἡ μείωσις ἀλλοίωσις ταὐτόν· ἀφαιρεθέντος γὰρ τοῦ αὐτοῦ γνώμονος μεμείωται μὲν τὸ τετράγωνον, οὐκ ἠλλοίωται δέ. ἀλλ’ οὐ συνᾴδει τὰ νῦν λεγόμενα τοῖς ἐν τῇ Φυσικῇ· οὐκ ἂν γὰρ πάσχοι ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ γενέσθαι αὔξησιν χωρὶς ἀλλοιώσεως· τὴν γὰρ αὔξησιν βούλεται καὶ χωρὶς σωμάτων εἶναι μονάδων καὶ κατὰ τὰς τρεῖς γενέσθαι διαστάσεις καὶ ὑπὸ φυσικῆς ψυχῆς. οὐ κυρίως οὖν αὔξησις ἐπὶ τετραγώνου οὐδὲ ἐπ’ εὐθείας προσθήκην δεξαμένης οὐδὲ ἐπὶ δεξαμενῆς ὕδωρ δεξαμένης εἰς προσθήκην φέρε οὖν ἡμεῖς ταῦτα διακρίνωμεν ἄλλως· ἰστέον ὅτι πᾶσαι αἱ κινήσεις δέονται τῆς κατὰ τόπον κινήσεως, καὶ ἡ γένεσις (δεῖ γὰρ καταβληθῆναι βληθῆναι τὸ σπέρμα ἐν τῇ μήτρᾳ ἢ ἐν τῇ γῇ), ἀλλὰ καὶ ἡ αὔξησις ἑ πλείονα τόπον καταλαβεῖν, καὶ ἡ μείωσις τῷ ἐλάττονα τόπον καταλαβεῖν, καὶ ἡ ἀλλοίωσις τῷ ἔξω γενέσθαι τὸ θερμὸν περὶ τὴν ἐπιφάνειαν, ὡς ἐᾶ τῶν θυμουμένων, ἢ ἐντός, ὡς ἐπὶ τῶν ὠχριώντων ἡ φοβουμένων. οὐὰ ἐξ ἀνάγκης οὖν ἡ κατὰ τόπον κίνησις ἡ αὐτὴ ταῖς ἄλλαις, κἄν εἰ πᾶσαι δέωνται αὐτῆς, διὰ τὰ οὐράνια. ὁμοίως καὶ τῆς ἀλλοιώσεως πᾶσι δέονται, ἡ γένεσις ἵνα ποιήσῃ σάρκα, ὀστοῦν καὶ τὰ τοιαῦτα, ἡ αὔξησις ἵνα ποιήσῃ χυμόν, αἷμα, καὶ οὐκ ἤδη ἡ αὐτὴ ταῖς ἄλλαις ἡ ἀλλοίωσις· πολλὰ γὰρ ἀλλοιοῦται μὴ αὐξανόμενα, ὡς τὰ λευκαινόμενα ἢ μελαινόμενα, καὶ ὅτι ἀλλοίωσις γίνεται μὲν καὶ ἀπὸ μέρους, ὡς ἡ ἐν ἑνὶ μορίῳ ψώρα, αὔξησις δὲ ἀπὸ μέρους οὐ γίνεται· κατὰ γὰρ τὰς τρεῖς γίνεται διαστάσεις.

    p. 15b1 Ἔστι δὲ κινήσει μ]ν ἐναντίον ἠρεμία.

    Τρία τινὰ προεθέμεθα ζητῆσαι, τὰ εἴδη τῆς κινήσεως, τὰς διαφορὰς αὐτῶν καὶ τὰ ἐναντία ταῖς κινήσεσιν, ὧν τὰ δύο ἤνυσται ἡμῖν. ἀλλ᾿ ἔλθωμεν καὶ ἐπὶ τὸ τρίτον καὶ εἴπωμεν τὰ ἐναντία ταῖς κινήσεσιν. ἐναντίον [*](1 ποίᾳ inserui 2 τοῦτ’] τοῦ P τὸ εἰπεῖν] ora. Κ 4 προείp.] p. 253,35 8 ὰναάγει 13 οὐδὲ ἡ] ἡ δὲ Κ1 14 μεμείωτε P ἀλλ᾿ οὐ] ἀλλ᾿ οὐδὲ Κ 15 ἐν τῇ Φυσικῇ] Θ 7 p. 260 a29 17 μονάδων scripsi: μόνων libri (cf. Phys. Γ 6 p. 206b31 De caelo Γ 1 p. 300a18) καὶ κατὰ τᾶς τρεῖς . . φυσ. ψυχ.] cf. De anim. gen. B 4 p. 740b129sq. 18 οὖν om. P 23 τῷ] τὸν Η2 27 δέονται HP 30 αὐξόμενα Κ λευκ. ἡ om. P 31 καὶ oui. Κ ψώρα in mrg. suppl. H 33 ἁπλῶς μὲν κιν. ἠρεμία ἐναντία Aiist. ἡ ἡρεμ. Κ)

    255
    τοίνυν τῇ κινήσει ἡ ἠρεμία, τῇ δὲ τοιᾷδε κινήσει τοιάδε κίνησις. ἀλλὰ τῇ μὲν ἁπλῶς κινήσει <ἡ> ἠρεμία μόνη μάχεται διὰ τὸ μὴ εἶναι ἄλλην κίνησιν παρὰ τὴν ἀπλῶς κίνησιν, τῇ δὲ ἀλλοιώσει ἐναντίον ἡ τοιάδε ἀλλοίωσις καὶ τῇ κατὰ τόπον κινήσει ἡ τοιάδε κατὰ τόπον κίνησις ἐναντίον. ἐναντίας δὲ κινήσεις λέγει ὁ Ἀριστοτέλης τὰς ἀπὸ τῶν ἐναντίων ἀρχομένας καὶ εἰς τὰ ἐναντία ληγούσας, διὸ ἡ γένεσις τῇ φθορᾷ ἐναντίον ἡ μὲν γὰρ ἀπὸ τοῦ μὴ ὄντος ἄρχεται καὶ εἰς τὸ ὂν λήγει, ἡ φθορὰ δὲ τοὐναντίον), καὶ ἡ αὔξησις τῇ μειώσει. διὸ ἐπὶ κύκλου ἐναντίαι οὐ γίνονται κινήσεις, καὶ <εἰ> ἐπὶ θάτερα γίνεται | κίνησις, διὰ τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι δύνασθαι αὐτὰς [*](291v) καὶ εἰς τὸ αὐτὸ λήγειν. δεῖ δὲ εἰδέναι ὅτι ἑκάστην κίνησιν δύο ἠρεμίαι παρασπίζουσιν, ἥ τε ὅθεν ἤρξατο καὶ εἰς ὃ λήγει. διὸ ἀποροῦσιν ὅτι ποία μᾶλλον τῶν ἠρεμιῶν μάχεται τῇ κινήσει, ἡ ὅθεν ἤρξατο ἢ εἰς ὃ λήγει. καὶ λέγω ὅτι ἡ ὅθεν ἤρξατο, ἐπειδὴ αὕτη μείζων γίνεται προκόπτοντος ἐν τῇ κινήσει τοῦ κινουμένου, μειοῦται δὲ ἀεὶ τὸ διάστημα τὸ μεταξὺ τοῦ κινουμένου. καὶ τῆς εἰς ἣν μέλλει λήγειν ἠρεμίας· ἐναντία δέ ἐστι τὰ πλεῖστον ἀλλήλων διεστῶτα. ἡ πρώτη ἄρα μᾶλλον μάχεται ἠρεμία τῇ κινήσει ἤπερ ἡ εἰς ὃ λήγει. ἀποροῦσι δὲ καὶ τοῦτο· ὅτι εἰ τῇ κινήσει μάχεται καὶ ἡ ἠρεμία καὶ ἡ τοιάδε κίνησις, πῶς δύο ἀντέταξεν <ἑνὶ> ἡ φύσις; πρὸς ὅ φαμεν δύο λύσεις· ὅτι κἀνταῦθα δύο δυσὶ μάχονται· ὡς μὲν γὰρ κινήσει ἁπλῶς ἡ ἠρεμία μάχεται, ὡς δὲ τοιᾷδε κινήσει ἡ τοιάδε κίνησις. ἢ καὶ ἄλλως· ὅτι ἓν ἑνὶ μάχεται· ἐὰν γὰρ ἡ κίνησις ᾖ κατὰ φύσιν, καὶ ἡ ἠρεμία αὐτῆς παρὰ φύσιν ἐστὶ καὶ ἡ ἀντικειμένη κίνησις. ἓν οὖν ἑνὶ μάχεται ὡς τῇ κατὰ φύσιν τὰ παρὰ φύσιν. καὶ ταῦτα μὲν περὶ κινήσεως.

    Ἐφ᾿ οἷς διαλέγεται καὶ περὶ τοῦ ἔχειν, οὐ τοῦ ποιοῦντος μίαν τῶν κατηγοριῶν· ἄτοπον γὰρ ἐν τῷ τρίτῳ τμήματι μετὰ τὰς κατηγορίας περὶ τῶν κατηγοριῶν πάλιν διαλέγεσθαι ἄλλως τε καὶ αὐτοῦ διαρρήδην εἰπόντος ἐπὶ τῶν συνθέτων ἓξ κατηγοριῶν μηδὲν πλέον ἔχειν εἰπεῖν ἢ ὅσα περὶ αὐτῶν εἴρηται καὶ ἀνωτέρω. διαλέγεται οὖν περὶ <τῆς> τοῦ ἔχειν ὁμωνύμου φωνῆς τῆς καὶ τὴν κατηγορίαν περιεχούσης. ἓξ δὲ σημαινόμενα τοῦ ἔχειν· λεγόμεθα γὰρ ποσότητα ἔχειν, ὡς δίπηχυ ἡ τρίπηχυ μέγεθος, λεγόμεθα ποιότητα ἔχειν, λευκότητα ἢ μελανίαν. καὶ δύο σημαινόμενα ἰῆς τοῦ ἔχειν κατηγορίας τὸ ὅλον περὶ ὅλον καὶ ὅλον περὶ μέρος. ἄλλο σημαινόμενον τοῦ ἔχειν πέμπτον τὸ ἔχειν τὸν μέδιμνον τοὺς πυρούς. ἕκτον σημαινόμενον τοῦ ἔχειν, καθ’ ὃ λέγομεν τὸν ἄνδρα γυναῖκα ἔχειν καὶ τὴν γυναῖκα ἄνδρα. ἐκβάλλει δὲ τοῦτον τὸν τρόπον τοῦ ἔχειν ὡς ἀλλότριον · ἄλλο γὰρ δεῖ ἔχειν τὸ ἔχον παρὰ τὸ ἐχόμενον, οὐδὲν δὲ μᾶλλον ἡ γυνὴ ἔχει τὸν ἄνδρα ἢ ὁ ἀνὴρ τὴν γυναῖκα. ταῦτα ἔχει ἡ πρᾶξις. συγκαταπαύεται δὲ αὐτῇ σὺν θεῷ καὶ τὰ σχολαία τῶν Κατηγοριῶν.

    [*](1 τῇ δὲ"—ἠρεμία (2) om. KP 2 ἡ addidi 8 ἐναντίαι οὐ scripsi: ἐναντίου libri εἰ inserui 10 oei] eHi 12 ἤ εἰς—ἤρξατο (13) in mrg. suppl. (nuncenan.) P 13 λέγει H ὅτι ἡ om. K 14 κεινουμένου P 15 εἰσι H 17 ὃ] ἤ H 18 ἐνὶ inserui 20 καὶ om. P 24 ante ἐψ᾿ οἷς in in mrg. add. περὶ τοῦ ἔχειν 26 εἰπόντος] p. 11b10 28 καὶ om. P τῆς inserui 30 post alt. λεγόμ. add. γὰρ Η 34 γυναῖκα ἔχειν—ἄνδρα om. P 35 ἐμβάλλει P)