In Porphyrii Isagogen

Elias Neoplatonicus

Elias Neoplatonicus. Eliae in Porphyrii isagogen et Aristotelis categorias commentaria (Commentaria in Aristotelem Graeca 18.1). Busse, Adolf, editor. Berlin: Reimer, 1900.

1
[*](Crameri ed. Anecd. Par. IV P.389)

Πρᾶξις ά.

ἐπειδὴ πάντα τοῦ ἀγαθοῦ ἐφίεται καὶ κοινὸς πάντων ὅρμος ἐστὶ τὸ ἀγαθόν (ἀγαθὸν γὰρ εἴρηται διὰ τὸ ἄγαν θέειν ἐπ’ αὐτὸ πάντα· τὸ δὲ ἀγαθὸν ἐπίτασιν δηλοῖ, ὅθεν καὶ γραμματικῶν παῖδες παραγγέλλουσι μὴ λέγειν ἀγαθώτερον καὶ ἀγαθώτατον διὰ τὸ μὴ ἐν μιᾷ λέξει δύο εἶναι ἐπιτατικώτερα, ἀλλὰ λέγειν μᾶλλον ἀγαθόν, δύο γὰρ λέξεις ἐνταῦθά εἰσι, καὶ μάλιστα ἀγαθόν, ὅπερ ἐπιτατικώτερον καὶ τοῦ μᾶλλόν ἐστι), τούτου χάριν τοῦ εἶναι μὲν καταφρονοῦμεν πολλάκις, τοὐ δὲ ἀγαθοῦ οὐ καταφρονοῦμεν καὶ αὐτοὶ γὰρ οἱ τὰ κακὰ διαπραττόμενοι οὐχ ᾗ κακὰ διαπράττονται, ἀλλ’ ᾗ ἀγαθά· ὁ γοῦν ἰατρὸς ἑλκοῖ τὸ σῶμα φλεβοτομῶν, οὐχ ἑλκῶσαι προθέμενος ἀλλ’ ὑγιάσαι βουλόμενος, καὶ ὁ φονεὺς ἐγχειρεῖ τῷ φόνῳ οὐχ ὡς φόνου ὀρεγόμενος ἀλλὰ διὰ τὸ προσγινόμενον αὐτῷ ἐξ αὐτοῦ κέρδος, ὅπερ ἐκεῖνος ἀγαθὸν νομίζει. πάντα | οὖν τοῦ ἀγαθοῦ ἐφίεται, ἀλλ’ ἢ τοῦ ὄντως [*](390) ἀγαθοῦ ἢ τοῦ νομιζομένου, οὐ πάντως δὲ ἀγαθοῦ.

Εἰ οὖν πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ὃ ἂν δειχθῇ μᾶλλον ἀγαθόν, τούτου μᾶλλον ἐφίεται· ὡς γὰρ τὸ μᾶλλον θερμὸν μᾶλλον θερμαίνει καὶ τὸ μᾶλλον ψυχρὸν μᾶλλον ψύχει, οὕτω καὶ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον πάντα ἐφίεται. καὶ ἡμεῖς οὖν διάπυροι καὶ ἐκμανεῖς ἐρασταὶ φιλοσοφίας γινόμεθα, εἰ τὸ παραγινόμενον ἡμῖν ἐξ αὐτῆς ἀγαθὸν γνῶμεν ὁποῖόν ἐστι· μέγα γὰρ τὸ ἀγαθὸν τῆς φιλοσοφίας καὶ τοιοῦτον ὁποῖον ἐδήλωσεν [*](1 In titulo post φιλοσοφίας add. Πορφυρίου P 2 πρᾶξις ἁ om. P 3 πάντα τοῦ ἀγαθοῦ ἐφ.] cf. Plotin. Ennead. I, 8,2 p. 72 ὅρμος] ὅρος P ἐστι om. C1 4 εἴρηται] λέγεται P πάντας P (cf. v. 3. 14) 4. 5 τὸ δὲ ἀγαθὸν—μᾶλλόν ἐστι (8) fort, eicias 5 ἀγαθὸν] ἄγαν Cc 6 ἀγαθέστερον καὶ ἀγαθόττον (sic) P μὴ om. P εἶναι] καὶ P ἔ ἀλλὰ λέγειν] ἀλλέγειν C1 10 ἦ] ὡς c 11 f;] ὡς superscr. C2: om. C 14 ὄντος Cc 15 οὐ πάντως] πάντως P: corrigas οὐκ ὄντος 17 γὰρ θερ τὸ θερ del.) C 17. IS θερμἐνει C αἰ superscr. m.2) 18 τὸ (ante μᾶλλον ψυχρὸν) om. Cc 19 καὶ (ante ἡμεῖς) om. Brand. 20 γενόμεθα Cc εἰ τὸ παραγινόμενον] ἐμπαραγινόμενον P τνῶμεν—ἀγαθὸν (21) om. P 21 τοσοῦτον P)

2
ὁ Πλάτων περὶ αὐτοῦ εἰπὼν ὅτι τοιοῦτον ἀγαθὸν εἰς ἀνθρώπους οὐδὲ ἦλθεν οὐδὲ ἥξει ποτὲ δωρηθὲν ἐκ θεοῦ.᾿ ἀλλ’ ἐπειδὴ τὸ ἀγαθὸν τῆς γνῶναι οὐ δυνατὸν τῆς φύσεως αὐτῆς ἀγνοουμένης, οει τὴν φύσιν αὐτῆς εἰπεῖν ὁποία τυγχάνει· τῆς γὰρ διαφόρου φύσεως διάφορον καὶ τὸ ἀγαθόν. οὕτω γοῦν ἵππου ἀγαθὸν τὸ ἴτην εἶναι καὶ πορευτικὸν τοῖς ποσίν, ἀνθρώπου δὲ ἀγαθὸν τὸ ἀναθρεῖν ἃ ὄπωπεν· μόνος γὰρ τῶν ζῴων ἄνθρωπος ἀναμιμνήσκεται τῶν ἀλόγων μνήμην ἐχόντων μόνον, ὡς δηλοῖ ὁ κύων τοῦ ’Oδυσσέως ὁ Ἀργὸς φυλάξας τὴν μνήμην εἰς εἴκοσιν ἔτη. οὐ ταὐτὸν δὲ μνήμη καὶ ἀνάμνησις· μνήμη μὲν γάρ ἐστι μονὴ νοῦ, ἀνάμνησις δὲ ἀπολομένης μνήμης ἀνανέωσις. καὶ ἡμεῖς μὲν οὕτως. ὁ δὲ φιλόσοφος Πρόκλος βούλεται ἐν τοῖς εἰς Φαίδωνα ὑπομνήμασιν ἔχειν καὶ τὰ ἄλογα ἀνάμνησιν· ὑπερβαίνει γάρ, φησί, τὴν ἐκείνων ζωὴν τὸ ἀμετάπτωτον τῆς γνώσεως· τὸ γὰρ διὰ παντὸς μεμνῆσθαι αὐτὰ καὶ μὴ ἐπιλανθάνεσθαι ὑπὲρ τὴν ἐκείνων φύσιν ἐστί· τοῖς γὰρ ἀνθρώποις κρείττοσιν οὖσιν οὐχ ὑπάρχει τοῦτο. ἐπιλανθάνεται δὲ καὶ τὰ ἄλογα· δεινοῖς γάρ ποτε περιπεσόντα αὖθις τοῖς αὐτοῖς περιπίπτει καὶ τὰ πρότερον σαίνοντα μετὰ χρόνον ὑλακτεῖ καὶ ἀγριαίνει πρὸς τούς ποτε συνήθεις. ὅθεν δῆλον ὅτι ἐπιλανθάνεται καὶ ἀναμιμνήσκεται. ὅτι δὲ ἔχει ἀνάμνησιν, δῆλον κἀντεῦθεν ἐκ τοῦ μὴ ὁμοίως εἰς συνήθειαν ἄγεσθαι τῷ προοραθέντι καὶ τῷ πάντῃ ξένῳ· θᾶττον γὰρ ἐν συνηθείᾳ γίνεται τοῦ προοραθέντος, ὡς φυλάξας δῆλον ὅτι τύπον τινὰ καὶ δι’ αὐτοῦ λαβὼν ἀφορμὴν ἀναμνήσεως. πλὴν εἰ καὶ ἐπὶ ἀμφοτέρων ἐστὶν ἀνάμνησις, ἀλλ’ οὖν διαφορά τίς ἐστιν· ἐπὶ μὲν γὰρ ἀνθρώπου σὺν τῇ ἀναμνήσει ἐστὶ καὶ τὸ συναισθάνεσθαι αὐτοὺς τῆς ἀναμνήσεως, ἐπὶ δὲ τῶν ἀλόγων οὐκ ἔστι τοῦτο· οὐδὲ γὰρ συναισθ·άνεται ἐκεῖνα | ὅτι ἀνεμνήσθη· [*](391) ὥσπερ γὰρ ἡ ὄψις ὁρᾷ μέν, οὐκ οἶδεν δὲ ὅτι ὁρᾷ, οὕτως καὶ ἐπ’ ἐκείνων ἐστίν.

ἔδειξεν οὖν ὁ λόγος ὅτι τῆς διαφόρου φύσεως καὶ τὸ ἀγαθὸν διάφορον. διὰ τοῦτο οὖν χρὴ καὶ τῆς φιλοσοφίας τὴν φύσιν εἰδέναι. ἀλλ’ ἐπειδὴ ταύτην χωρὶς ὁρισμοῦ γνῶναι ἀδύνατον (οἱ γὰρ ὁρισμοὶ ἀνᾶτοụαὶ καὶ ἀναπτύξεις εἰσὶ τῶν φύσεων), δεῖ ἐκ τοῦ ὁρισμοῦ ἄρξασθαι· εἰς τοιαύτην γὰρ ἀνάγκην κατήντησεν ὁ λόγος. τοῦ δὲ ὁρισμοῦ πρόσρημα τὸ τί ἐστιν· ἐκ τούτου οὖν δεῖ ἄρξασθαι, ὡς ἔδειξεν ὁ λόγος. τίς δὲ ὁ ὁρισμὸς τῆς φιλοσοφίας, ἐν ἑτέρᾳ θεωρίᾳ εὐμενείᾳ τοὐ κρείττοντος παραστήσομεν.

[*](1 ὁ Πλατῶν] Tim. p. Β ὅτι] τὸ C 1.2 οὔτε—οὔτε V Plat. (cf. p. 5,6) 2 δωριθὲν C 5 ἀγαθὸν] ἀγαθοῦ Cc ἴτην] ἀίτην P: ἅλτην Brand. 6 ὀπώπαμεν Brand. post ὄπωπεν addas ex Paris. 1973 καὶ ἀναμιμνήσκεσθαι 7 ὁ κύων τοῦ ’Oo.] cf. Horn, ρ 291 9. 10 ἀπολλομένης Cc: ἀπολλυμένης P 10 Πρόκλος] cf. Zelleri Ph. Gr. V3 p. 780 17 ὅθεν] ὃ P: ᾦ Brand. ὅτι ἐπιλανθάνεται—δῆλον (18) om. c 18 ὅτι δὲ] ὅτι P; ante ὅτι defectum statuit Finekh (Olympiodori scholia in Plat. Pkaed. p. XV); fort. ὅτι—ἀναμνήσεως (21) eicias κατεῦθεν C (corr. m.2) εἰς om. C (superscr. m.2) 20 corrigas φυλάξαντα (cf. v. 15. 16); nisi malis v. 18 ἀνάμνησιν μνησιν <κύων> 21 λαβεῖν Cc; an λαβόντα? 22 τις] τι C σὺν] πὰν Cc 23. 24 συνεσθάνεσθαι et συνεσθάνεται C (αι superscr. m.2) 23 scribas αὐτῆς 24 οὐκ ἔστι] οὐκέτι Brand. 25 ἐστίν om. c 28 ἐπεὶ c οὐ δυνατὸν P 29 ἐκ] ἀπὸ P 31 alt. ὁ om. Cc 31. 32 τῆς φιλοσοφίας om. Brand.)
3

Πρᾶξις β΄.

Καὶ κατὰ δευτέραν δὲ αἰτίαν ὀφείλομεν ἀπὸ τοῦ τί ἐστιν ἄρξασθαι, τοῦτ’ ἔστι τοῦ ὁρισμοῦ, παρέντες τὸ εἰ ἔστιν· ἔδει μὲν γάρ ἡμᾶς ἀρχομένους τῆς φοσοφςοίας ἀπὸ τοῦ εἰ ἔστιν ἄρξασθαι, ἑπομένους νόμῳ διαλεκτικῷ τῷ λέγοντι δεῖν ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης τέσσαρα προβλήματα ζητεῖν, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ εἰκότως καὶ τὸ μὲν εἰ ἔστι ζήτημα, ἐπειδὴ πολλὰ μὲν ὀνομάζονται, οὐχ ὑφεστήκασι δέ, οἷον τραγέλαφος, σκινδαψὸς καὶ τὰ τοιαῦτα. ἕτερα δὲ ὀνομάζονται μέν, ἀμφιβαλλ̀οuένην δὲ ἔχουσι τὴν ὕπαρξιν, οἷον ἡ ἄναστρος σφαῖρα καὶ οἱ ἀντίποδες. ἐπὶ τούτων πάντων ζητοῦμεν τὸ εἰ ἔστι. τὸ δὲ τί ἐστι ζητοῦμεν ἐπὶ τῶν ὕπαρξιν ἐχόντων, θελόντων δὲ ἡμῶν γνῶναι τί εἰσιν, οἷον ἄνθρωπος καὶ ἵππος. ἀλλ’ ἐπειδὴ καὶ αὐτοὶ οἱ ἀναιροῦντες αὐτὴν ἄκοντες δεδώκασι τὸ εἶναι αὐτήν (ἀποδεῖξαι γὰρ βουλόμενοι ὅτι οὐκ ἔστιν εἰσάγουσιν αὐτήν· ἡ γὰρ ἀπόδειξις μέρος φιλοσοφίας), τούτου χάριν ἀφέντες τὸ εἰ ἔστιν ἀπὸ τοῦ τί ἐστι τὴν ἀρχὴν ποιησώμεθα, χάριν ἐκείνοις τοῖς ἀναιρεῖν αὐτὴν ἐσπουδακόσιν ὁμολογοῦντες, ὅτι τοῦτο ἐπιτηδεύσαντες μᾶλλον κατάδηλον αὐτὴν πεποιήκασι διὰ τῶν ἀποδείξεων, ἢ καὶ ὥς φησιν Ἀριστοτέλης ἐν ·τῷ Προτρεπτικῷ ἐπιγεγραμμένῳ, ἐν ᾧ προτρέπει τοὺς νέους πρὸς φιλοσοφίαν· φησὶ γὰρ οὕτως· ῾εἰ μὲν φιλοσοφητέον, φιλοσοφητέον, καὶ μὴ φιλοσοφητέον, φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον”. εἰ μὲν γὰρ ἔστι, πάντως ὀφείλομεν φιλοσοφεῖν οὔσης αὐτῆς, | εἰ δὲ μὴ ἔστι, καὶ οὕτως [*](392) ὀφείλομεν ζητεῖν πῶς οὐκ ἔστιν ἡ φιλοσοφία· ζητοῦντες δὲ φιλοσοφοῦμεν, ἐπειδὴ τὸ ζητεῖν αἰτία τῆς φιλοσοφίας ἐστί.

Καὶ κατὰ τρίτην δὲ αἰτίαν δεῖ ἀπὸ τοῦ τί ἐστιν ἄρξασθαι· εἰ γὰρ αἱ προελθοῦσαι ἐκ τῆς φιλοσοφίας ῥητορικὴ καὶ γραμματικὴ καὶ ἰατρικὴ εὐθέως ὁρίζονται ἑαυτὰς καὶ ὑπογράφουσι, πολλῷ μᾶλλον ἡ φιλοσοφία τοῦτο πράξει εὑρέτις οὖσα τούτων καὶ τοῖς ἑαυτῆς χρήσεται εἰς ἑαυτήν· ταύτης γὰρ εὕρημα ἡ ὁριστικὴ καὶ ἡ διαιρετική.

Δέδεικται γοῦν διὰ τριῶν αἰτιῶν ὅτι δεῖ ἡμᾶς ἀπὸ τοῦ ὁρισμοῦ ἄρξασθαι. ἀλλ’ ἐπειδὴ τὸν ὁρισμὸν τῆς φιλοσοφίας γνῶναι οὐ δυνατὸν τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου, ὥσπερ οὐδὲ γράφειν καλῶς δυνατὸν τὸν αὐτὸ τοῦτο ἁπλῶς γράφειν μὴ ἐπιστάμενον οὐδὲ ἀττικίζειν ἄνευ τοῦ ἁπλῶς [*](1 πρᾶξις α΄ P 4 νόμῳ διαλ.] cf. Arist. Anal, post Β 1 p. 89b24 6 καὶ εἰκότως—καὶ καὶ ἵππος (12) om. P (recte, sumpta esse videntur ex Daviilis comm.) 7 ζήτημα] an ζητοῦμεν 12 αὐτὴν] τὴν φιλοσοφίαν Brand. 12. 13 ακοντες—αὐτήν cm. P 13 γὰρ om. P ὅτι] ὃ Cc 14 ἡ P, coni. Cramer: εἰ Cc 15 ποιησόμεθα P 17. 18 Ἆῤ. έν τῷ Προτp.] Aristotelis fr. 51 (p. 57 Rose); Diels Arch. f. Gesch. d. Phil. I 487 19 post φιλοσοφητέον (prius) ras. XIV litt. C 19. 20 εἰ μὲν φιλοσοφητέον καὶ εἰ μὴ φιλ. φιλ. φιλοσοφητέον om.) P 20 φιλοσοφιτέον (extreraum) P post ἄρα φιλοσ. add. τοῦτ’ ἔστιν P 22 ἡ om. P 24 κατὰ τρεῖς δὲ αἰτίας Brand. 25 an φιλοσοφίας x003E;? καὶ (ante γραμματικὴ) om. P 27 an xot; ἐαυτῆς x003E; ? 29 οὖν P 32 an τοῦτο x003E;? prius ἁπλῶς (λῶς in ras. m.2) C: om. P)

4
διαλέγεσθαι, οὕτως οὐδὲ τὸν τινὰ ὁρισμὸν δυνατὸν γνῶναι τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου. φέρε οὖν τρία τινὰ περὶ ὁρισμοῦ ζητήσωμεν· πρῶτον μὲν τί ἐστιν ὁρισμός, δεύτερον πόθεν εἴρηται ὁρισμός, τρίτον πόθεν λαμβάνεται πᾶς ὁρισμός. καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου.

‘Oρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος τῆς ἑκάστου φύσεως δηλωτικός. ‘λόγος’ δὲ εἴρηται διὰ τὸ ὄνομα, ἐπειδὴ καὶ αὐτὸ δηλοῖ φύσιν ἐὰν γὰρ εἴπω ἄνθρωπον, τῶν λοιπῶν ζῴων χωρίζω), ἀλλὰ μία λέξις τὸ ὄνομα, ὁ δὲ ὁρισμὸς σωρεία καὶ συναγωγή ἐστι πλειόνων λέξεων. τὸ δὲ ‘σύντομος’ πρόσκειται διὰ τὰ ἀποτάδην λεγόμενα ῥητορικὰ καὶ ἰατρικὰ ἢ καὶ διὰ τὸ ὄνομα· συντομωτάτη γὰρ ἡ διὰ τῶν ὀνομάτων δήλωσις, σύντομος δὲ καὶ ἡ διὰ τῶν ὁρισμῶν. διὸ καὶ τὸν ὁρισμόν τινές φασιν ὄνομα ἐξηπλωμένον, τὸ δὲ ὄνομα ὁρισμὸν συνεσταλμένον. πρόσκειται δὲ ‘τῆς ἑκάστου φύσεως δηλωτικός’ διὰ τὰς ὑπογραφάς· αἱ γὰρ ὑπογραφαὶ οὐ τὴν ἑκάστου φύσιν δηλοῦσιν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ, οἱ δὲ ὁρισμοὶ τὴν ἑκάστου φύσιν δηλουσι. καὶ εἰκότως, ἐπειδὴ οἱ ὁρισμοὶ ἐκ τῶν κατ’ οὐσίαν λαμβάνονται κατ’ οὐσίαν δὲ ἐκεῖνα λέγω ὧν χωρὶς οὐ δύναται ὑποστῆναι τὸ ὁριζόμενον, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· οὐδὲ γὰρ χωρὶς τοῦ ζῴου ἢ λογικοῦ ἢ θνητοῦ ἢ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ ὑφίσταταί ποτε ὁ ἄνθρωπος ἢ ἐπινοεῖται, καὶ ἑνὸς δὲ τούτων ἀπόντος οὐχ ὑφίσταται), αἱ δὲ ὑπογραφαὶ ἐκ τῶν συμβεβηκότων λαμβάνονται, ἃ δύνανται χωρίζεσθαι χωρὶς φθορᾶς τοῦ ὑποκειμένου· οἷον | Σωκράτης ἐστὶν Ἀθηναῖος [*](393) φαλακρὸς προγάστωρ σιμὸς μέλας· τούτων χωρὶς δύναται ὑποστῆναι ὁ Σωκράτης. εἰκότως οὖν τὸν ὁρισμὸν λέγομεν δηλωτικὸν τῆς φύσεως, ὡς τῶν ὑπογραφῶν οὐ τὴν φύσιν δηλουσῶν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ· ὅθεν καὶ ὑπογραφὴ εἴρηται οἱονεὶ ὑφειμένη γραφὴ οὖσα καὶ σκιαγραφία, ὡς τῶν ὁρισμῶν τῇ τελείᾳ γραφῇ ἀναλογούντων, λέγω δὴ τῇ διὰ τῶν χρωμάτων. ἀποροῦσι δέ τινες ὅτι εἰ τοῦ ὁρισμοῦ ὁρισμὸν εἶπας, εἰπὲ κἀκείνου ὁρισμὸν καὶ τοῦτο ἐπ’ ἄπειρον’. πρὸς ὅ φαμεν ὅτι ὁ τὸν καθόλου ὁρισμὸν ὁρισάμενος λόγος καὶ ἑαυτὸν συμπεριέλαβεν, ὡς εἴ τις ἄνθρωπος ὁρίσαιτο τὸν καθόλου ἄνθρωπον· ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν συμπεριέλαβε· καὶ ὁ ὁριζόμενος γὰρ ζῷον λογικὸν καὶ ὁ καθόλου ἄνθρωπος. ἐν οἷς τὸ πρῶτον κεφάλαιον.

Πρᾶξις γ΄.

Δεύτερον ζητείσθω πόθεν εἴρηται ὁρισμός. ὁρισμὸς τοίνυν εἴρηται ὡς ἐκ μεταφορᾶς τῶν ὁροθεσίων τῆς γῆς· πάλαι γὰρ τοῦ Νείλου ἀνιόντος [*](2 οὖν om. P 7 an 〈ἄνθρωπος〉, ἄνθρωπον? χωρίζω scripsi: χωρίζων CPc 8 σωρια C1 ἐστι om. P 10 τῶν ὂν.] τοῦ ὀνόματος Cc 11 διὰ (ante τῶν ὁρισμῶν) om. Cc 12 συνεστλλμένον] —εσταλ in ras. C2 πρόκειται C δὲ] γὰρ Cc 17 δεκτικόν om. P 17. 18 οὐδὲ—δεκτικοῦ om. Cc (καὶ χωρὶς τούτων in varg. add. C2) 19 ὁ om. C 20 λαμβάνονται, ἁ scripsi: λαμβανόμεναι CPc δύναται Pc 25 οἷον Cc 28 κατ’ ἐκείνου Cc τούτου P ὁ om. P 34 ὁ ὁρισμός (priore loco) c 35 μεταφορᾶς τῆς τῶν ὁp. (τῆς γῆς om.) Brand.)

5
καὶ φόνοι περὶ τὴν διανομὴν τῆς γῆς. ἐπενόησαν οὗν ὁροθέσιά τινα πρὸς δήλωσιν τῶν τόπων, καὶ ἐπαύσαντο τοῦ πολεμεῖν. διὸ καὶ ἄκαινα μέτρον κέκληται παρ’ αὐτοῖς παρὰ τὴν στέρησιν ἰοῦ φόνου· καίνω γὰρ τὸ φονεύω. οὕτως οὖν καὶ οἱ ἐξηγηταὶ τῶν φύσεων ὁρισμοί, τοῦ δικαίου καὶ τῆς ἀντιστροφῆς στοχαζόμενοι, οὐδὲ ἐλλείπειν θέλουσιν οὐδὲ πλεονάζειν· τότε γὰρ μόνον ἀντιστρσ̓́ᾑͅουσιν, ἀντὶ τοὐ ἰσόστροφοί εἰσι τῷ πράγματι· τὸ γὰρ ἀντί ἐπὶ τοῦ ἴσου λαμβάνεται, ὥσπερ ἀντίθεος καὶ ἀντιάνειρα καὶ τὰ τοιαῦτα. καὶ θαυμαστὸς ὁ τῆς κακίας τῶν ὁρισμῶν τρόπος· εἴ τε γὰρ ἐλλείψωσι τῇ λέξει, τῷ πράγματι πλεονάζουσιν, εἴ τε πλεονάσωσι τῇ λέξει, τῷ πράγματι, τῷ ὁριστῷ φημι, ἐλλείπουσιν· οἷον ὡς ἵνα εἴπω ‘ὁ ἄνθρωπος ζῷον’, ἰδοὺ τῇ λέξει ἐνέλειπον, ἐπλεόνασα δὲ τῷ πράγματι συμπεριλαβὼν ἀγγέλους καὶ ἄλλα ζῷα. εἰ δὲ πάλιν εἴπω ‘ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν μηχανικόν’, ἐπλεόνασα μὲν τῇ λέξει, τῷ δὲ πράγματι ἐνέλιπον, φημὶ τῷ ὁριστῷ, διότι οὐ πᾶς ἄνθρωπος μηχανικός· εἴ τι μὲν γὰρ μηχανικόν, ἄνθρωπος, οὐκ εἴ τι δὲ ἄνθρωπος, μηχανικόν. τότε οὖν ἀντιστρέφουσιν, ὅτε μήτε | ἐλλείπωσι μήτε πλεονάζωσιν. ἐν τὸ δεύτερον κεφάλαιον.

[*](394)

Τίρτον κεφάλαιον, ἐν ᾧ ζητητέον πόθεν λαμβάνεται πᾶς ὁρισμός. καὶ λέγομεν ὅτι ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τοὐ συναμφοτέτου. καὶ εἰκότως· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, ὑποκείμενον μὲν περὶ ὃ καταγίνεται, τέλος δὲ ὃ προτίθεται ποιῆσαι. τῇ ἰατρικῇ ὑπόκεινται τὰ ἀνθρώπεια σώματα, τέλος δὲ ἔχει τὴν ὑγίειαν, τῇ ῥητορικῇ ὑπόκεινται τὰ ἰδιωτικὰ καὶ πολιτικὰ πράγματα μάτα (ἰδιωτικὰ δὲ λέγω τοὺς ἐπιτροπικοὺς Δημοσθένους λόγους ἢ ὅταν ἑνί τινι συνηγορῇ, πολιτικὰ δὲ τὰ δημόσια πάντα, ὅταν συμβουλεύῃ τῇ πόλει Φιλίππῳ πολεμῆσαι), τέλος δὲ ταύτης τὸ πεῖσαι, τῇ γραμματικῇ ὑπόκεινται πᾶσαι αἱ Ἑλληνίδες φωναί, τέλος δὲ αὐτῆς μηδέποτε ἁμαρτεῖν περὶ αὐτὰς μήτε περὶ μίαν μήτε περὶ πολλάς· ἡ μὲν γὰρ περὶ μίαν ἁμαρτὰς Βαρβαρισμὸς εἴρηται ἡ δὲ περὶ πλείονας σολοικισμός· σολοικισμὸς δὲ εἴρηται ὡς σώου λόγου αἰκισμός.

Εἰ οὖν πᾶσα τέχνη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, εἰκότως οἱ ὁρι- σμοὶ ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τοῦ συναμφοτέρου λαμβάνονται. ἐκ τοῦ ὑπο- κειμένου μέν, ὡς ἵνα εἴπω ‘ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα [*](5 an <οἱ> 6 οὔτε . . οὔτε Brand. τότε—πράγματι (7) om. P 9 an (cf. V. 15 p. 6,17) 10 λέξη (alt. 1.) C1 11 et 13 6 om. Cc ἐνέλλειπον Cc: an ἐνέλιπον? (cf. V. 15) ἀγγέλους eicias 13 θῆτόν C 15 ἐνέλιπον C: ἐνέλλειπον C2c: ἐνέλειπον P εἴ τι] ἔστι Pc 16 εἴ τι] ἔστι c 17 ἐλλε΄πουσι . . πλεονάζουσιν P 19 τρίτον κεφάλαιον om. P 23 τῇ ἰατρικῇ—ὑγίειαν om. Cc; an <οἷον> τῇ ἰατρικῇ ? 24 ῥητορικῇ] ῥητορ— in ras. C2 τὰ καὶ ἰδιωτικὰ ’olloc. P 20 συνηγορεῖ P συμβουλεύῃ scripsi: συνεβολ\΄υλευεν CPc 28 αἱ supra scr. C2 ἁμαρτάνειν P 29 ἡ (ante μὲν)] El P ἁμαρτὰς] ἁμαρτάνει P 30 ἡ δὲ—σολοικισμός in mrg. C σολοικισμὸς δὲ εἴρηται om. Cc)

6
καταγινομένη', ἐκ τοῦ τέλους δὲ ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική’. δεῖ δὲ εἰδέναι ὅτι ἐπὶ πασῶν τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν μόνος ὁ ἐκ τοῦ συναμφοτέρου τέλειος ὁρισμός, ἐπειδὴ τὰ ὑποκείμενα αὐταῖς καὶ ἄλαις ὑπόκεινται τέχναις, οἷον τὰ ἀνθρώπεια σώματα ὑπόκεινται κουρεῖ, παιδοτρίβῃ. ἀλλὰ καὶ τὰ πολιτικὰ ὑπόκεινται καὶ ἄλλαις ὁμοίως. καὶ τὰ τέλη οὐχ ὑπὸ μόνων τῶν εἰρημένων γίνονται, ἀλλὰ καὶ ὑπὸ τύχης καὶ ὑπὸ ἄλλων τινῶν· τὴν γὰρ ὑγείαν οὐ μόνος ἰατρὸς ποιεῖ,’ ἀλλὰ καὶ ἐκ τύχης γίνεται, ὡς εἴρηται ἐν τῷ Περὶ αἱρέσεων. καὶ γραῦς ἐπᾴδουσα ὑγείαν ποιεῖ καὶ περίαπτον ὁμοίως. καὶ ἡ πειθὼ οὐχ ὑπὸ μόνης ῥητορικῆς γίνεται ἀλλὰ καὶ χρυσὸς πείθει καὶ κάλλος πείθει καὶ ἕτερα πολλά. ὁ γοῦν Ὑπερείδης ὁ ῥήτωρ συνηγορῶν Φρύνῃ τῇ πόρνῃ, αἰσθόμενος ἐν τοῖς ἑαυτοῦ ἐπιλόγοις ὅτι οὐκ ἔπεισε τοὺς δικαστάς, ἐπέτρεψε τῇ πόρνῃ διαρρῆξαι τοὺς χιτῶνας, καὶ τότε διὰ τῆς τῶν μαζῶν θέας εἶλεν [*](395) αὐτοὺς.

Κριτέον οὖν τὰς ἕξεις οὐκ ἐκ τοῦ τέλους ἀλλ’ ἐκ ἰῆς τοῦ τέλους παρασκευῆς· ἴδιον γὰρ ἰατροῦ οὐ τὸ ὑγιάσαι ἀλλὰ τὸ μηδὲν παραλιπεῖν τῶν εἰς ὑγείαν ἀγόντων, καὶ ῥήτορος τέλος οὐ τὸ πεῖσαι ἀλλὰ τὸ μηδὲν παραλιπεῖν τῶν εἰς πειθὼ ἀγόντων. εἰκότως οὖν ἐπὶ μὲν τῶν ἄλλων ιεχ̓νῶν καὶ ἐπιστημῶν μόνος ὁ ἐκ τοῦ συναμφοτέρου τέλειος ὁρισμός, ἐπὶ δὲ τῆς φιλοσοφίας καὶ ὁ ἐκ θατέρου τέλειος, διότι τὸ ὑποκείμενον τῇ φιλοσοφίᾳ ἄλλῃ τέχνῃ ἢ ἐπιστήμῃ οὐχ ὑπόκειται.

Πρᾶξις δ΄.

Μεμαθήκαμεν διὰ τῶν φθασάντων ὅτι οἱ ὁρισμοὶ ἐκ τριῶν λαμβάνονται, ἐκ τοῦ ὑποκειμένου, ἐκ τοῦ τέλους, ἐκ τοῦ συναμφοτέρου· φέρε οὖν μάθωμεν τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς καὶ· πῶς ἐκ τούτων ὁρίζεται. δεῖ εἰδέναι ὅτι πάντα τὰ ὄντα ὑπόκεινται τῇ φιλοσοφίᾳ, διὸ καὶ γνῶσις τῶν ὄντων ἐστὶν ὡς μόνη πάντα γινώσκουσα·ι αί μὲν γὰρ ἄλλαι τέχναι ἤγουν ἐπιστῆμαι περὶ ἓν καταγινόμεναι ἓν μέν τι γινώσκουσι, πολλὰ δὲ ἀγνοοῦσι, καὶ μᾶλλον ἄγνοια εἰσιν ἤπερ γνώσεις· δὲ φιλοσοφία μᾶλλον γνῶσις ὡς πάντα τὰ ὄντα ἐπαγγελλομένη εἰδέναι. τέλος δὲ τῆς φοσοφίας τὸ διὰ τῆς γνώσεως πάντων τῶν ὄντων ἐπὶ γῆς δεῖξαι τὸν ἄνθρωπον καὶ τοιοῦτον οἷον τὸν Λυκοῦργον ἡ Πυθία προσεῖπεν· [*](1 ὑγιείας constanter P post περιποιητική add. δεῖ δὲ εἰδέναι (sed punctis del.) C 4 ἐπειδὴ scripsi: ἐπὶ δὲ Cc: ἐπεὶ δὲ P 5 τέχναις—ὑπόκεινται om. P G καὶ κουρεῖ καὶ παιδοτρίβῃ Mon. 399 (reclius) ἄλλοις P 7 μόνον P 8 ὑπὸ (utrobique) om. P μόνον ὁ ἰατρὸς P 9 Περὶ ἂp.] suum aliquem librum spectat (cf. Diels Doxogr. p. 79) γραῦς] αῦς superscr. C2 12 ‘Υπερίδης c (cf. fr. LXII ed.2 Blass) 13 ἐπιλόγοις] λόγοις Brand. 14 διαρῆξαι C1 χιτόνας C1 17. 19 παραλείπειν (utiobiqiie) P 20 an ὁp. τελ. colioc? 28 τῶν ὄντων ἐστὶν om. Cc 29 τι ante prius ἓν coll. P 30 καὶ μὰλλον—γνῶσεις om. P ἤπερ scripsi: εἴπερ Cc 32. 33 ἐπὶ γῆς] ἐπίγειον c (cf. p. 7,24. 12,14))

7
  • ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν·
  • δίζω εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα.
  • καὶ μὴ νομίσῃς, ἐπειδὴ εἶπε “δίζω.” ὅτι ἠγνόει [κατὰ τἀς Ἑλλήνων φημὶ ψευδεῖς δόξας] (ἦ γὰρ ἂν ἡ Πυθία ἑτέρας ἐδεῖτο Πυθίας), ἀλλ’ φύσει ἀμφίβολον ἦν εἰ θεὸς ὁ Λυκοῦργος ἢ ἄνθρωπος. τὰ δὲ ἀμφιβαλλόμενα ἄλλως οὐ γινώσκεται, εἰ μὴ μετὰ τοῦ ἀντιπεριβάλλειν· ὥσπερ γὰρ τὸ χλιαρὸν μέσον ὂν ψυχροῦ καὶ θερμοῦ, ἐὰν εἴπωμεν αὐτὸ θερμόν, φευδόμεθα, ὁμοίως καὶ ψυχρόν· εἰ δὲ μετὰ ἀμφιβολίας εἴπωμεν ‘ουκ οἶδα τί αὐτὸ καλέσω, θερμὸν ἢ ψυχρόν’, ἔννοιαν παρέχομεν τῷ ἀκούοντι, ὅτι μετέχει καὶ θεοφιλότητος, μετέχει καὶ ψυχρότητος. ὁμοίως καὶ τὸ | φαιὸν [*](396) μέσον ὂν λευκοῦ καὶ μέλανος, ἐὰν εἴπωμεν αὐτὸ λευκόν, ψευδόμεθα, ὁμοίως καὶ μέλαν· εἰ δὲ μετὰ ἀμφιβολίας, δῆλον γίνεται τῷ ἀκούοντι, ὅτι μετέχει ἑκατέρου. οὕτως καὶ ἡ Πυθία εἰ εἶπεν αὐτὸν θεόν, ἐψεύδετο ἄνθρωπον ὄντα, καὶ εἰ ἄνθρωπον εἶπεν αὐτόν, ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν ἀγελαίων, ἐψεύδετο (οὐ γὰρ ἦν τοιοῦτος), ἀλλὰ ἔνθεον ἄνθρωπον αὐτὸν εἶπεν. ὁμοίως καὶ ὁ Πλατῶν ἐν τοῖς Νόμοις εἰσάγει τὸν Σωκράτη ἐρωτῶντα Κρῆτα καὶ Λάκωνα πολίτην περὶ Μίνωος καὶ Λυκούργου, οὕς ᾔδει νομοθέτας, Μίνω μὲν Κρητῶν, Λυκοῦργον δὲ Λακώνων· ‘θεὸς ὑμῖν, ὦ ξένοι, ἤ τις ἀνθρώ- πων τῆς.αἰτίας τῶν νόμων γέγονεν αἴτιος;' καὶ ἀπεκρίνατο ὁ Κρὴς ὡς τιμιώτερος· ‘θεός, ὦ ξένε, θεός’· τιμιώτερος γὰρ ὁ Μίνως διὰ τὸν Δία· λέγουσι γὰρ αὐτὸν Ἕλληνες ὑπὲρ ἐννέα ἔτη ἀνιέναι πρὸς τὸν Δία διορθώ- σεως τῶν νόμων χάριν, καὶ τοῦτο αἰνίττεται Ὅμηρος λέγων
  • ἐννέωρος βασίλευε Δῖός μεγάλου ὀαριστής.
  • τοιοῦτον οὖν ἡ φιλοσοφία θέλει δεῖξαι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς.

    Ἐπεὶ οὖν ἔγνωμεν τί τὸ τέλος τῆς φιλοσοφίας καὶ τί τὸ τί τὸ ὑποκείμενον αὐτῇ, φέρε εἴπωμεν καὶ πῶς ἐκ τούτων ὁρίζεται. δεῖ εἰδέναι ὅτι ἕξ εἰσιν ὁρισμοὶ τῆς φιλοσοφίας καὶ οὔτε πλείους οὔτε ἐλάττους, δύο ἐκ τοῦ ὑποκειμένου. δύο ἐκ τοῦ τέλους, εἷς ἐκ ἰῆς ὑπεροχῆς καὶ εἷς ἐκ τῆς ἐτυμο- λογίας. ἡ δὲ τάξις αὐτῶν ἐστιν αὕτη· ἔσχατος πάντων ὁ ἐκ τῆς ἐτυμολογίας, ὡς περὶ φωνὰς μόνας ἠσχολημένος καὶ οὐδὲν τοῦ πράγματος λέγων τῆς φιλοσοφίας περὶ τὰ ὄντα ἐπτοημένης. μετ’ αὐτόν ἐστιν ὁ ἐκ τῆς [*](1 ἦλθες P: ἥκεις Herod. 1,65 d) Λυκοῦργε Ρ: w Λυκόοργε Herod.: ὧδε Λυκοῦργε Brand. 2 δίζω ex δείζω corr. C εἰ] ἡ Herod. Dav. ἠέ καὶ ἄνδρα] ἢ ἄνθρωπον Herod. David. 3 κατὰ τὰς Ἑλ. φ. ψευδ. δόξας inclusi (cf. p. 12,1) 5 εἰ] ἢ P δὲ] γὰρ c 5. 6 ἀμφιβαλόμενα P G ἀμφιβάλειν CP 7 εἴπομεν P 9 καλέσο C ἔνοιαν G παρέχωμεν Cc 11 ὂν om. P εἴπομεν P 13 ἐψεύδετε C 14 αὐτὸν om. P ἀγελαίων ex ἀγελεων corr. C 15 αὐτὸν ἄνθρωπον colloc. Cc 16 ὁ Πλατῶν ἐν τοῖς Νόμοις] 1,1 p. 624 Α σωκράτην P 17 μίνωος] μίνωνος P μίνω] μείνω P 18 θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν αἰτίαν τῶν νόμων διαθέσεως Plat., unde pro τῆς αἰτίας τῆς διαθέσεως 20 θεός, ὦ ξένε, θεός τιμιώτερος om. Cc μίνος P διὰ τῶν δία P 21 ἐνέα (sic) supra scr. C2 22 αἰνίτται C Ὅμηρος] τ 179 23 ἐννέωρος C2: ἐννέορος C1P βασιλεῦ P ὀαριστής] ὁ ἀἰνίτται C: ὁ ἀρίστις P: ὀαριστὺς c 24 τῆς om. P 27 οἰ ὀρισμοὶ c)

    8
    ὑπεροχῆς, ἐπειδὴ τὰ κοινὰ προηγοῦνται τῶν ἰδικῶν καὶ κοινοὶ μὲν πάσης τέχνης καὶ ἐπιστήμης ὁρισμοὶ οἱ ἐκ τοῦ ὑποκειμένου καὶ ἐκ τοῦ τέλους λαμβανόμενοι, ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὁρισμὸς ἵδιος τῆς φιλοσοφίας· μόνη γὰρ αὕτη ἐκ τῆς ὑπεροχῆς ὁρισμὸν ἔσχε τῶν ἄλλων, ὡς εἴρηται, ἐκ τοῦ συναμφοτέρου ὁριζομένων. μετὰ δὲ τὸν ἐκ τῆς ὑπεροχῆς εἰσιν οἱ ἐκ τοῦ τέλους, καὶ μετὰ 〈τοὺς ἐκ〉 τοῦ τέλους εἰσὶν οἱ ἐκ τοῦ ὑποκειμένου· ἀεὶ γὰρ τὸ ὑποκείμενον προηγεῖται τοῦ τέλους. καὶ οὕτως μὲν ἀναλυτικῶς. συν- θετικῶς δὲ πάλιν οὕτως· πρῶτος ὁ λέγων ‘Υνῶσις τῶν ὄντων ᾗ ὄνια ἐστἴ, δεύτερος ὁ λέγων ‘Υνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, μετ’ αὐτὸν ὁ λέγων ‘ μελέτη θανάτου’, τέταρτος ὁ λέγων ‘ ὁμοίωσις θεῷ κατὰ τὸ | δυνατὸν ἀνθρώπῳ’, πέμπτος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ‘τέχνη τεχνῶν [*](397) καὶ ἐπιστήμη ἐπιστημῶν’ , ἕκτος ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ‘φιλία σοφίας’. αὕτη μὲν ἡ τάξις.

    Ἐφ' οἷς εἴπωμεν τίνες εὗρον τοὺς ὁρισμοὺς τῆς φιλοσοφίας. δεῖ εἰδέναι ὅτι τὸν ἐκ τῆς ἐτυμολογίας τὸν ἕκτον καὶ τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκει- μένου ὁ Πυθαγόρας εἶπε, τοὺς δύο τοὺς ἐκ τοῦ τέλους ὁ Πλατῶν, τὸν μὲν ἐν Θεαιτήτῳ τὸν λέγοντα ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, τὸν δὲ ἔν Φαίδωνι τὸν λέγοντα ‘μελέτη θανάτου’, τὸν ἐκ τῆς ὑπεροχῆς Ἀριστοτέλης φησὶν ἐν τῇ Μετὰ τὰ φυσικά.

    Ἐφ' οἷς ἀποροῦσί τινες ὅτι ἴδιά τί ἓξ ὁρισμοὶ τῆς φιλοσοφίας;’ καὶ λέγομεν τούτου αἰτίαν τοιαύτην· ὅτι ἡ φιλοσοφία οὔτε πρᾶγμά ἐστιν ἀνώνυμον, οἷα πολλά εἰσιν ἡ γὰρ πρὸς μουσικὴν ἐπιτηδειότης ὄνομα οὐκ ἔχει· οὐδὲ γὰρ λέγεται μουσικότης), ἀλλ’ οὐδὲ φωνὴ ἄσημος· ἐπεὶ οὖν καὶ ὀνομάζεται καὶ ὑφέστηκε, διότι μὲν ὀνομάζεται, ἔχει τὸν ἐκ τῆς ἐτυμολογίας, ῇ δὲ ὑφέστηκε, τὸ εἶναι ἐν πρώτῃ ἔσχεν ἐπιστήμη, καὶ ᾗ μὲν ἐν πρώτῃ, τὸν ἐκ τῆς ὑπεροχῆς ἔσχε τὸ γὰρ πρῶτον ὑπεροχή), ᾗ δὲ ἐπιστήμῃ, ἔσχε τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκειμένου καὶ τοὺς δύο τοὺς ἐκ τοῦ τέλους. ἐφ’ οἷς ἀποοͅοῦσινὅτι ‘διὰ τί δύο ἐκ τοῦ ὑποκειμένου καὶ δύο ἐκ τοῦ τέλους;' καί φαμεν πρὸς τοῦτο ὅτι τὸ ὑποκείμενον διττόν, ἢ καθόλου ἡ μερικόν, οἷον τῷ τέκτονι ὑπόκειται καὶ τόδε τὸ ξύλον, τὸ ἀκάνθινον φέρε εἰπεῖν ἡ δρύινον, καὶ πᾶν ξύλον. διὰ μὲν οὖν τὸ καθόλου ἔσχε τὸν λέγοντα ‘γνῶσις τῶν ὄντων ὄντων ὄντα ἐστί, διὰ δὲ τὸ μερικὸν ἔσχε τὸν λέγοντα ‘γνπῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. ὁμοίως τὸ τέλος διττόν, προσεχὲς ἢ πόρρω, οἷον προσεχὲς τέλος τῷ ἰατρῷ τήνδε τὴν διάθεσιν ὑγιάσαι, τὴν πυρεκτικὴν φέρε εἰπεῖν, πόρρω δὲ πᾶσαν διάθεσιν ὑγιάσαι. διὰ μὲν οὖν τὸ προσεχὲς ἔσχε τὸν λέγοντα ‘μελέτη [*](2 ὑποκείμενοι c 4 εἴρηται] p. 6,3 5 ὁριζομένου P 6 τοὺς ἐκ τοῦ τέλους scripsi: τοῦ τέλους Cc: τούτου P 7 τὸ ὑπο— in ras. C2 7. 8 συνθετικὸς C1 (corr. m.2) ῇ] ἢ CPc 9 τε om. Cc (cf. v. 32) μετ’ αὐτὸν] τρίτοςP 10 ὁμοίωσις]ὁμοίως P 11 πέμπτος] εἶτα P 12 καὶ ὁ ἕκτος ἐτυμολογίας ἔσχατος ὁ λέγων λέγων φιλοσοφία σοφίας P φιλία supra scr. C2 15 τὸν (prius) om. P IG Πυθαγ.] cf. Diog. L. 1,12 ἐν Θεκιτήτῳ] p. 176 A. B ἐν Θαίδωνι] p. 64 A. 67 E ἐν τῇ Μετὰ φυσικά] Α 2 p. 982*4 sq. 22 ἡ γὰρ—μουσικότης in litura XXII fere litt. om. Cc ἧι scripsi: εἰ P 24 τὸν] τὴν c 25 ἐν (post μέν) om. c 26 ὑπεροχῆς (alt. 1.) P 29 τέκτον P 30 φέρει P 31 οὖν om. P 33 ante (alt.) τέλος ras. || litt. C 35 προσσεχές C)

    9
    θανάτου', διὰ δὲ τὸ πόρρω ἔσχε τὸν λέγοντα ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· προσεχέστερον γὰρ τὸ καθαρᾶι τὴν ψυχὴν ἑαυτοῦ, εἶτα καθαρθεῖσαν ἐξομοιῶσαι θεῷ· πρότερον γὰρ καθαίρει τις ἑαυτὸν καὶ εἶθ’ οὕτως ἐξομοιοῦται θεῷ· μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτὸν κατὰ τὰς Πλάτωνος φωνάς.

    Τινὲς δὲ προστιθέασι καὶ ἄλλον ὁρισμὸν ἕβδομον· οἱ γὰρ | ἰατροί, [*](398) χάλκεα χρυσέων ἀμειψάμενοι, οὐκ ἔμπαλιν χρύσεα χαλκείων καθ’ Ὅμηρον, τοὺς ὁρισμοὺς ἤμειψαν καὶ τὴν ἰατρικὴν ὡρίσαντο φιλοσοφίαν σωμάτων, τὴν δὲ φιλοσοφίαν ἰατρικὴν ψυχῶν. ἀλλ’, ὦ ἰατροί, διάλληλος ἡ τοιαύτη δεῖξις τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύουσα. διάλληλος δέ ἐστι δεῖξις, ὅτε δύο τινῶν ἀμπιβαλ͂λομένων πραγμάτων ἑκάτερον διὰ τοῦ λοιποῦ θελήσωμεν πιστώσασθαι, οἷον ἀγνοῶν ποῦ μένει Θέων καὶ ποῦ μένει Δίων, εἰ ἐρωτήσω ῾ποῦ μένει Θέων’ καὶ εἴπῃς οπου Δίων’, εἰ ἐπανερωτήσω ‘καῖ ποῦ Δίων’ καὶ εἴπῃς ‘ὅπου Θέων’. ὁμοίως ‘ ἡ δεῖνα τέτοκεν, ἐπειδὴ γάλα ἔχει, γάλα δὲ ἔχει, ἐπειδὴ τέτοκε’. φευκτέα δὲ ἡ διάλληλος δεῖξις παρὰ φιλοσόφοις, ὡς τὰ αὐτὰ τῶν αὐτῶν πρότερα ποιοῦσα καὶ ὕστερα, σαφέστερα καὶ ἀσαφέστερα, αἴτια καὶ αἰτιατά· ὅτε μὲν γὰρ διὰ τοῦ Δίωνος δείκνυται ποῦ μένει Θέων, ὁ Δίων σαφέστερός ἐστι, πρότερος, αἴτιος· ὅτε δὲ ἔμπαλιν διὰ τοῦ Θέωνος γίνεται ἡ δεῖξις, ὁ Θέων σαφέστερός ἐστι καὶ πρότερος καὶ αἴτιος. ἄλλως τε ἀδολεσχίαν εἰσάγει ὁ λόγος· εἰ γὰρ Θέων μένει ὅπου Δίων, Δίων δὲ μένει ὅπου Θέων, Θέων ἄρα μένει ὅπου Θέων. καὶ εἰ ἡ δεῖνα τέτοκεν ἐπειδὴ γάλα ἔχει, γάλα δὲ ἔχει ἐπειδὴ τέτοκε, τέτοκεν ἄρα ἐπειδὴ τέτοκεν, ὅπερ ἐστὶν ἀδολεσχῆσαι. φευκτέον οὖν τὸ τοιοῦτον οὐ μόνον ἐπὶ τῶν ἀποδείξεων, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρισμῶν ἀρχῶν ὄντων ἀπο- δείξεως. καὶ οὗτος δὲ ὁ ὁρισμὸς ἀνάγεται ὑπὸ τὸν ἐκ τοῦ τέλους τὸν λέ- γοντα ‘μελέτη θανάτου’· ὁ γὰρ θάνατος τῆς ἀκολάστου ζωῆς ἰατρεία ψυχῆς ἐστιν.

    Ἄλλον ὄγδοον ὁρισμὸν ἀναφέρουσι τῷ Πλάτωνι εἰρημένον ἐν Φαίδωνι· φησὶ γὰρ ἐκεῖ τὴν φιλοσοφίαν μεγίστην μουσικήν, μουσικὴν δὲ οὐ χορδὰς ἁρμόζουσαν (εὐτελὲς γὰρ τοῦτο), ἀλλὰ τὰ μόρια τῆς ψυχῆς, λόγον, θυμόν, ἐπιθυμίαν, ἵνα ὁ μὲν λόγος ἀεὶ ἄρχῃ, ὁ δὲ θυμὸς ἄρχηται ὑπὸ τοῦ λόγου καὶ ἄρχῃ τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία ἄρχηται· ὅταν γὰρ ταῦτα ἰδιοπρα- γῶσι, σώζεται ἡ ἁρμονία τῆς ψυχῆς· εἰ δὲ τὰ χείρω τυραννήσει, ποιεῖ ἀναρμοστίαν, ἐὰν ἡ ἐπιθυμία κρατήσῃ, ὡς ἐπὶ τῆς Φαίδρας δι’ ἔρωτα [*](2 αὐτοῦ c an εἶτα <τὴν> ? 3 καθαρεῖ (alt. Ι.) P καὶ om. P 4 οὐχὶ] ou (sed post οὐ II litt. erasae) Cc 5 τὴν Πλάτωνος φωνήν P (cf. Phaedo. p. Gl Β) 6 ἰατροί] οἱτροί (sic) C 7 καθ’ Ὅμηρον] cf. Z 235 9 διάλληλος—δεικ͂νύουσα (10) οm. P 10 δὲ] ἥδε Brand. 12 καὶ ποῦ μένει Δίων, εἰ ἐρωτήσω ποῦ μένει Θέων om. c 19 γένηται P 21 θέων (tertim)] δίων P εἰ om. P 25 ὄι ὁρισμὸς om. Cc post τέλους add. ὁρισμὸν Cc 26 ἰατρία C 28 τῷ πλάτων P Φαίδωνι Dav.: Θεαιτήτῳ CPc (cf. Phaedo. p. 61 A) 30 ἐντελὲς Cc 31. 32 ἄρχει (utrobique) 32 δὲ om. P ἄρχεται P 33 an τυραννήσῃ? 34 ἐναρμοστίαν P an <οἷον> ἐὰν ? ἐπὶ τῆς Φαίδρας] cf. Eur. Hippol. 772)

    10
    ἀπαγξαμένης, ἢ ὅταν ὁ θυμὸς κρατῇ τοῦ λόγου, ὡς ἐπὶ τῆις Μηδείας φασκούσης
  • καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
  • θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. |
  • ἀλλὰ καὶ οὗτος ὁ ὁρισμὸς ἀνάγεται ὑπὸ τὸν ἐκ τῆς ὑπεροχῆς· τὸ γὰρ [*](399) μέγιστον ὑπεροχή ἐστιν.

    Πρᾶξις ε΄.

    Μετὰ τὸ πλῆθος τῶν ὁρισμῶν τῆς φιλοσοφίας καὶ τὴν τάξιν αὐτῶν καὶ τοὺς εὑρετὰς αὐτῶν καὶ τὴν αἰτίαν, δι’ ἥν εἰσιν ἕξ (ἐκ διαιρέσεως τοῦτο δέδεικται καὶ ἐκ τοῦ ἀνελεῖν ἡμᾶς τοὺς προστεθέντας δύο), φέρε ἔλθωμεν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν. πρῶτος τοίνυν ὁρισμός ἐστι τῆς φιλοσοφίας ἐκ τοῦ καθόλου ὑποκειμένου λαμβανόμενος καὶ εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ‘γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’. καὶ οὐκ ἔχομεν εἰπεῖν ἐν ποίῳ συγγράμματι ὁ Πυθαγόρας εἶπεν αὐτόν· οὐδὲ γὰρ κατέλιπε συγγράμματα, ἀλλ’ ὅπερ τοῖς ἄλλοις τὰ συγγράμματα, τοῦτο ἐκείνῳ οἱ μαθηταί· οὐδὲ γὰρ ὡς ἐν ἀγγείῳ ἀψύχῳ ᾤετο δεῖν καταλιπεῖν τοὺς ἑαυτοῦ λόγους, διότι οὐδὲν πλέον ὑπὲρ ἑαυτῶν ἢ τῶν διδασκάλων δύνανται ἀπολογεῖσθαι. καλῶς δὲ πρόσκειται ἐν τῷ ὁρισμῷ τὸ ‘ῇ ὄντα’ ἀντὶ τοῦ ‘καθὸ ὄντα’, ἵνα * * οἶδε τὴν φύσιν τῶν ἀστέρων τὸ πόθεν εἰσὶ καὶ τὴν φύσιν τῶν ἀνθρώπων· οὐδὲ γὰρ πόσοι οἱ ἀστέρες ἢ πόσοι οἱ ἄνθρωποι θέλει εἰδέναι, ἀλλὰ τὴν φύσιν αὐτῶν· ὁ γὰρ τοὺς ἀνθρώπους ᾗ ἄνθρωποι ἐπιστάμενος οὗτος καὶ τοὺς γεγονότας καὶ τοὺς ὄντας καὶ τοὺς μέλλοντας εἴσεται, καὶ κατὰ τὸν ποιήτην

  • μάντις ἄριστος,
  • ὅς κ’ εἴδῃ τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα.
  • Ἀποροῦσι δέ τινες ὅτι ‘διὰ τί μὴ εἶπε πάντων τῶν ὄντων;’. καὶ λέγομεν ὅτι τῷ ‘ῇ ὄντα’ συμπεριέχεται τὸ πάντων· ὁ γὰρ τὸ ὂν ᾗ ὂν εἰδὼς καὶ πᾶν ὂν οἶδε, καὶ ὁ τὸν ἄνθρωπον ᾗ ἄνθρωπος εἰδὼς καὶ πάντα ἄνθρωπον οἶδεν. ἢ καὶ ἄλλως· ὅτι τὸ ‘τῶν’ ἄρθρον ἰσοδυναμεῖ τῷ πάν. τῶν· τὰ γὰρ ἄρθρα τοῖς καθόλου προσδιορισμοῖς ἰσοδυναμεῖ, εἰ μὴ ἀναἀπ [*](1 ἀπ . . αγξαμἐνης (II litt. erasae) C ἐπὶ τῆς Μηδείας] cf. Eur. Med. 1060, ineinoiia Chrysippea cf. Gal. plac. Hipp. 273,1. 382,11 Miiller 3 καὶ μανθάνω μέν] . αἷμα . θ.. . . (VI litt. erasae) C: αἷ μ’ ἀθλίαν C2Pc 5 τὸν] τῶν P 6 ὑπεροχῆς P 9 ὅτι ἐκ διαιp. P 10 ἔλθομεν P 12 λαμβ.—ἀναγόμενος om. P post πυθαγόραν IV litt. erasae C 13 ἔχωμεν P: ἔχω μὲν Brand. 14 κατέλειπε C1 15 ἀλλ’ ὅπερ Brand.: ἀλλ’ ὃ Cc: ἀλλόπερ P τούτω P 17 αὐτῶν P δύναται P 18 post ἵνα defectum signavi, addas δηλώσῃ ὅτι ἡ φιλοσοφία 19 τῶν ἀστέρων - φύσιν om. P τὸ πόθεν εἰσὶ eicias 22 τὰς γεγονότας P 22. 23 κατὰ τὸν ποιητὴν] Horn. Α 69 24 μάντης P: οἰωνοπόλων όχ’ Horn. 25 κ’ ἴδη Cc: εἴδει P: ᾔδη Horn. τε ὄντα (pr. 1,) P ἐσόμενα CPc 27 τῶ] τὸ P ἦ ὂν om. Cc 28 ante πᾶν add. πάντα ἄνθρωπον οἶδε P ὁ τὸ ὅτῳ P ri ἄνθρωπος om. Cc 29 τῶν] ἦ (sed in ras. Ill litt. m.2) Cc τῶ] τὸ P)

    11
    φορικὰ εἴη, οἷον ῾ὁ ἄνθρωπος ἦλθε᾿· τοῦτο γὰρ ὡς ἐπὶ ἐγνωσμένου λέγε- τᾶι ἀνθρώπου. εἰ δὲ εἴπω ὅτι ὁ ἄνθρωπος ζῷον, ἰσοδυναμεῖ τὸ ‘ὁ ἂνθρωτος’ τῷ ‘πᾶς ἂνθρωτος’· πᾶς γὰρ ἄνθρωπος ζῷον. ἄλλη πάλιν ἀπορία· εἰ πάντα τὰ ὄντα γινώσκει ἡ φιλοσοφία, περίεργοι αἱ ἄλλαι τέχναι· οὐδὲν γὰρ εὑρίσκεται ὑποκείμενον ι αὐταῖς. καὶ λέγομεν ὅτι τῇ φιλοσοφίᾳ ὑπόκεινται [*](400) πάντα τὰ ὄντα πρὸς γνῶσιν καὶ θεωρίαν μόνον, ταῖς δὲ ἄλλαις τέχναις, ἵνα πράξωσί τι περὶ αὐτά· οἷον ἡ φωνὴ ὑπόκειται τῷ φιλοσόφῳ, ἵνα γνῷ τὰ αἴτια αὐτῆς καὶ ὑπὸ ποίας δυνάμεως γίνεται, τῷ δὲ γραμματικῷ, ἵνα τι πράξῃ περὶ αὐτὴν καὶ γνῷ τὴν συνθήκην αὐτῆς. τὰ ἀνθρώπινα σώματα ὑπόκεινται τῷ φιλοσόφω, ἵνα γνῷ τὴν φύσιν αὐτῶν μόνον καὶ τὰ στοιχεῖα, τῷ δὲ ἰατρῷ, ἵνα ἐργάσηται περὶ αὐτὰ ὑγείαν. εἰ δὲ λέγεις ὅτι τί οὗν; οὐ προγινώσκει ὁ ἰατρός;’, καὶ λέγομεν ὅτι προγινώσκει, ἵνα μὴ μόνον εἰδῇ αὐτὰ ὡς ὁ φιλόσοφος, ἀλλ’ ἵνα καὶ πράξῃ τι διὰ τῆς προγνώσεως. ὁμοίως καὶ ὁ γραμματικὸς οἶδε τὰ ὀκτὼ μέρη τοῦ λόγου, οὐχ ἵνα εἰδῇ αὐτὸ τοῦτο, ἀλλ’ ἵνα ἐργάσηται Ἑλληνίδα φωνήν. καὶ ἀπλῶς εἰπεῖν ὁ φιλόσοφος τὰς φύσεις αὐτῶν οἶδεν, αἰ δὲ ἄλλαι τέχναι τὰ συμβαίνοντα τοῖς οὖσιν.

    Ἂλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ μερικοῦ ὑποκειμένου λαμβανόμενος καὶ αὐτὸς εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων. πραγμάτων’. τί φής, ὦ Πυθαγόρα, θεῖα καὶ ἀνθρώπινα μόνον οἶδεν ἡ φιλοσοφία, οὐκ οἶδεν ἵππου φύσιν καὶ βοὸς καὶ φυτοῦ καὶ τῶν ἄλλων ἀπάντων; καὶ λέγομεν ὅτι πάντα περιέλαβε· διττῶν γὰρ ὄντων πάντων, ἢ ἀιδίων ἢ φθαρτῶν, καὶ ἐν μὲν τοῖς ἀιδίοις προὔχοντος τοῦ θείου, ἐν δὲ τοῖς φθαρτοῖς τοῦ ἀνθρωπείου, ἀφ’ ἑκάστου τοῦ τιμιωτέρου μνησθεὶς καὶ τὰ λοιπὰ εἰσήγαγεν. ἐφ’ οἷς ἀποροῦσιν ὅτι ἴδιά τί κἀνταῦθα μὴ πρόσκειται τὸ ᾗ ὄντα ἐστί;’ καὶ λέγομεν ὅτι * * ὅλως ἔφη εἰς διαφορὰς ἐλθεῖν καὶ περιττὸν ἦν τὸ ᾗ ὄνια· μνησθεὶς γὰρ θείων ᾗ θεῖα αὐτὰ οἶδε, καὶ ἀνθρωπείων μνησθεὶς ᾗ ἀνθρώπεια αὐτὰ οἶδεν. πάλιν ἀποροῦσι ὃτι ‘εἰ λέγεις καὶ τὸν πρῶτον ὁρισμὸν πάντα περιλαβεῖν καὶ τοῦτον, τί διαφέρει οὗτος ἐκείνου, καὶ πῶς ἐκεῖνον μὲν καθολικόν, τοῦτον δὲ μερικόν φατε; πρὸς ὃ λεκτέον ὅτι αὐτὸ τοῦτο μερικὸν αὐτὸν ποιεῖ τὸ μνησθῆναι αὐτὸν ὀνομαστὶ θείων καὶ ἀνθρωπίνων. δεῖ δὲ εἰδέναι ὅτι πλεονεκτεῖ ὁ πρῶτος ὁρισμὸς τὸν δεύτερον συντομίᾳ καὶ ἀκριβείᾳ, συντομίᾳ μὲν εἰπὼν ‘τῶν οντων’, ακριβείᾳ δὲ προσκειμένου τοῦ ‘ᾗ ὂντα’. ὁ μέντοι δεύτερος πλεονεκτεῖ τὸν πρὸ αὐτοῦ σαφηνείᾳ· ἃ γὰρ ἐκεῖνος ἔκρυψεν, οὗτος ἐσαφήνισεν | εἰπὼν [*](401) ‘θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. τὰ γὰρ ὄντα ἢ θεῖά εἰσιν ἢ ἀνθρώπινα συνεπινοουμένων τῶν μέσων, ὡς εἴρηται· οὕτως γὰρ ὁ Ζεὺς πατὴρ [*](1 ὁ om. Cc 2 ὁ ἂνθp. (alt. 1.) αὐταί: ὁ ἄρθρον Cc: ἂρθρον P 4 περιέργως P: πάρεργοι c 6 μόνην Cc 7 αὐταί P οἷον] ὅσον P 9 ἀνθρώπεια P II ὑγίεια (sic) P ὅτι om. P 12 ὁ om. P καὶ eicias εἰδῇ εἰδῇ scripsi : οἶδεν Cc: εἶδεν P 13 γνώσεως Cc 14 οἶδε] οἰδα P εἰδῇ scripsi: οἶδεν CPc 16 αὐτὼν] an τῶν ὄντων? 19 μόνον] μὲν Cc 22 ἢ ἀσδίωνε—μὲν om. P 23 ἀνθρωπείου] ἀνθρώπου Cc 24 ἀφ’ οἷς P 25 ante ὅλως defectum signavi, conicias ἅτι <διὰ τὸ ἐνταῦθα ἃ ὁ πρῶτος ὁρισμὸς> ὅλως ἔφη ἔφη] ἔφθην P ἀποροῦσι add. τινὲς c 28 pr. καὶ] κατὰ P 36 εἴρηται] v. 23 γὰρ om Cc)

    12
    ἀνδρῶν τε θεῶν τε λέγεται, οὐχ ὅτι καὶ τῶν ἄλλων οὐκ ἔστι πατήρ [κατὰ τοὺς Ἑλλήνων ψευδεῖς μύθους], ἀλλὰ διὰ τούτων καὶ τὰ λοιπὰ εἰσάγεται.

    Ἄλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ προσεχοῦς τέλους λαμβανόμενος ὁ λέγων αὐτὴν μελέτην θανάτου· ἐν γὰρ τῷ Φαάδωνι τῷ διαλόγῳ οὕτως ὁ Πλάτων ὁρίζεται· φηςὶ γὰρ ὅτι ‘κινδυνεύουσιν οἱ φιλοσοφοῦντες λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες πλὴν ἀποθνήσκειν τε καὶ τεθνάναι’, τοῦτ’ἔστιν ἤ καθαροὶ θέλουσι γίωεσθαι ἤ ἤδη κεκαθαρμένοι, ὦν τὸ μὲν θνήσκιν ἐνεστῶτος χρόνου ἐστὶ καὶ δηλοῖ τὸν καθαρτικὸν φιλόσοφον τὸ δὲ τεθάναι παρῳχηκότος καὶ δηλοῖ τὸν κεκαθαρμένον· ὡς συνάγεσθαι ὅτι οὐδὲν ἕτερον μελετῶσιν οἱ φιλόσοφοι ἤ καθαίρεσθαι ἤ κεκαθάρθαι, τοῦτ’ ἔστι φιλοσοφία ἐστὶ μελέτη θανάτου. τὸ δὲ κινδυνεύουσιν’ ἀντὶ τοῦ ‘δι’ἀνάγκης καὶ ἀποδείξεως τοῦτο αὐτοῖς συνάγεται.’ ἐφ’ οἶς ἀποροῦσι λέγοντες· τί φής, ὦ Πλάτων; ὁ φιλόσοφος, ὅν ἔθου τῷ θεῷ ὅμοιον ἐπὶ γῆς, τυραννίδα μελετᾷ κατὰ τοῦ δημιουργοῦ καὶ ὅν ἔδησεν ἐκεῖνος δεσμόν, οὖτος ἐπιχειρεῖ λύειν δίκην τῶν τὰς εἱρκτὰς δραπετευόντων δούλων παρὰ γνώμην τῶν ἀρχόντων; οὐκ αὐτὸς ἔφης ἐν τῷ αὐτῷ διαλόγῳ ἐναντίας φωνὰς ‘ὡς ἔν τινι δὴ φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ ταύτην λύειν, ἄχρις οὖ λύσει ὁ δήσας’; τί οὖν ποιητέον, ὦ Πλάτων; μελετητέον θάνατον διὰ τὴν πρώτην σου ῥῆσιν; οὐ μελετητέον θάνατον διὰ τὴν δευτέραν σου ῥῆσιν; πρὸς ὅ φαμεν ὅτι οὐ διαφωνεῖ ὁ Πλάτων ἑαυτῷ οὔτε ὁ φιλόσοφος προεξανίσταται τοῦ δημιουργοῦ καὶ ὅν ἔδησεν ἐκεῖνος δεσμόν, οὖτος ἐπιχειρεῖ λύειν. ἀλλ’ ἐπειδὴ ὁ θάνατος διττός, μᾶλλον δὲ ἡ ζώη, ἵνα ἀπὸ τῶν σαφεστέρων ἄρξωμαι (σαφέστεραι γὰρ αἱ ἕξεις τῶν στερήσεων)· ἔστι γὰρ φυστκὴ ζωὴ καὶ προαιρετικὴ ζωή, καὶ φυσικὴ μὲν ζωή ἐστι δεσμὸς ψυχῆς καὶ σώματος, ὅτε ἡ ψυχὴ χορηγεῖ αἴσθησιν καὶ κίνησιν τῷ σώματι, ἥν πάντες οἱ ἄνθρωποι ὑπομένομεν, προαιρετικὴ δὲ ζωή ἐστι δεσμὸς ψυχῆς καὶ σώματος, ὅταν ἡμεῖς ἐπιτρέψωμεν τῇ ψυχῇ ἕπεσθαι ταῖς ἡδυπαθείαις τοῦ σώματος· φηςὶ γὰρ οὕτως ὁ Πλάτων ὅτι | ἑκάστη [*](402) ἡδονὴ δίκην ἥλου προσπερονᾷ τὴν ψυχὴν τῷ σώματι· ταύτην οὐ πᾶς ἄνθρωπος ζῇ, ἀλλ’ὁ ἀκόλαστος μόνον· εἰ οὖν διττὴ ἡ ζωή, καὶ ὁ θάνατος ἄρα διττός· ὁσαχῶς γὰρ τὸ ἀντικέίμενον, τοσαυταχῶς καὶ ἀντικείμενον, ὄντων αὐτῶν ἰσοσθενῶν, ἐπεὶ τὸ ὀσχυρότερον κατακρατήσει καὶ ἔσται ἕν, οὐκέτι δύο. φυσικὸς μὲν οὖν θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, ὅν πάντες ἄνθρωποι ὑπομένομεν, ἡνίκα μὴ χορηγεῖ ἡ ψυχὴ [*](1.2 κατὰ τοὺς Ἑλλήνων ψευδεῖς μύθους inclusi (cf. p. 7,3) 4 λέγω c αὐτὸν P Φαίδωνι] Φαίδρῳ c (cf. p. 8,18 Phaedo p. 64 A) 5 λεληθῆναι P 8 διλοῖ C 8.9 τὸν καθαρτικὸν — δηλοῖ om. P 9.10 ante κεκαθαρμὲνον add. punctis del. τεθp. C 11. 12 τὸ δὲ κινδυνεύουσιν — συνάγεται fort. eicias 15 et 21 δεσμόν P Dav.: δεσμιόν C: δέσμιον c 15 ἐπιχειρεῖν Ρ 16 ἔφης] Phaedo. p. 62 B 17 δῆ] δὲ Ρ 19 τὴν (ante πρώτην) om. c 19. 20 οὐ — ῥῆσιν iter. P 20 διαφονεῖ Ρ 21 κατεξανίσταται Ρ 24 καὶ προαιρετικὴ ζωή om. P μὲν om. Cc 26 οἱ om. P 28 ἡδειπαθείαις Ρ φηςὶ . . ὁ Πλάτων] Phaedo. p. 83 D 29 προσπερνᾷ Ρ an ταύτην <δὲ>? 31. ἀντιπαρακείμενον Ρ 33 οὖν om. Cc 34 χορηγῆ C )

    13
    τῴ σώματι αἴσθησιν καὶ κίνησιν· προαιρετικὸς δὲ θάνατός ἐστιν, ἡνίκα μὴ συγχωροῦμεν τῇ ψυχῇ ἕπεσθαι ταῖς ἠδυπαθείαις, ἀλλ’ ἐπιστατήσει λοιπὸν ἡ ψυχή, ὅτι αὐτὴ μὲν Ὀλυμπία γηγενὲς δὲ τὸ σῶμα, καὶ οὐ θέμις τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος ἄρχεσθαι. τοῦτον τὸν θάνατον οἱ φιλόσοφοι ὑπομένουσι μόνοι, περὶ ὧν φησιν ὁ ποιητὴς
  • δισθανέες, ὅτε τ’ ἄλλοι ἅπαξ θνήσκουσ’ ἄνθρωποι.
  • εἰ οὖν διττὸς ὁ θάνατος, οὐ διαφωνεῖ γε ἑαυτῷ ὁ Πλατῶν, ποτὲ μὲν λέγων ὅτι δεῖ μελετᾶν τὸν θάνατον, ποτὲ δὲ λέγων μὴ λύειν, ἄχρις οὗ λύσει ὁ δήσας, ἀλλὰ τὸν μὲν φυσικὸν δεσμὸν ἐατέον τῇ φύσει λύειν, ὅτε φίλον αὐτῇ, τὸν δὲ προαιρετικὸν δεσμόν, <ὃν> ἡμεῖς ἐδήσαμεν, ἡμεῖς καὶ ἵνα πανταχοῦ τὰ τοῦ Πλάτωνος κρατῇ καὶ τὸ δῆσαν ἐκεῖνο καὶ τὴν λύσιν ἐπαγάγῃ. λέγουσι δὲ καὶ τοιαύτην διαίρεσιν, ὅτι τέσσαρά τινα παράκεινται ἀλλήλοις, εἶναι, μὴ εἶναι, εὖ εἶναι, κακῶς εἶναι, καὶ εἶναι μὲν ποιεῖ ἡ φυσικὴ ζωή, μὴ εἶναι δὲ ὁ φυσικὸς θάνατος, εὖ εἶναι ὁ προαιρετικὸς θάναος, κακῶς εἶναι ἡ προαιρετικὴ ζωή. δύο δὲ οὐσῶν ἀντιθέσεων ἓξ γίνονται συμπλοκαί, ὧ αἱ μὲν τρεῖς συνίστανται, αἱ δὲ ἄλλαι τρεῖς ἀσύστατοί εἰσι, καθὼς τὸ διάγραμμα τοῦτο δηλοῖ·
  • φυσικὴ ζωή ἀσύστατον φυσικὸς θάνατος
  • σὺν συνί ἁ
  • ί σονίσταται σύ
  • στα σταται στα
  • ται τον
  • προαιρετικὴ ζωή ἀσύστατον προαιρετικὸς θάνατος
  • Θάνατον οὖν μελετητέον, οὐ τὸν μὴ εἶναι ποιοῦντα, ἀλλὰ τὸν εὖ [*](403) εἶναι. ἔστι δὲ φυσικὴ μὲν ζωὴ καὶ προαιρετικὸς θάνατος, ὅταν τῆς ψυχῆς χορηγούσης τῷ σώματι αἴσθησιν καὶ κίνησιν μὴ συγχωρῶμεν αὐτῇ ἕπεσθαι ταῖς ἡδυπαθείαις τοῦ σώματος, ἀλλ’ ἄρχῃ τὸ κρεῖττον τοῦ χείρονος· φυσικὸς δὲ θάνατός ἐστι καὶ προαιρετικὴ ζωή, ὅταν αἱ φιλοσώματοι ψυχαὶ μετὰ τὸν φυσικὸν θάνατον περιπολῶσιν εἰς τοὺς τάφους σκιοειδῆ ποιοῦσαι φαντάσματα. καὶ τοῦτο αἰνίττεται Ὃμηρος, ἡνίκα φησὶν ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην. φυσικὴ δὲ ζωὴ καὶ προαιρετικὴ ζωή ἐστιν, ὅταν τὴν κατὰ φύσιν ζωὴν [*](2 τῆς ἡδυπαθείαις P post ἀλλ’ defectus esse videtur ἐπιστατήσει scripsi (cf. Plat. Gorg. p. 465 C): ἐπιστήσω νοήσω, βουλεύσομαι, γνώσομαι in mrg. m. 2) Cc: ἐπιστήσει P 3 τὸ σῶμα - φησιν (5) om. P (alt.) τὸ] xui C 5 φησιν ὁ ποιητής] Horn. p. 22 6 θνήσκουσ’] Ovfiaxouaiv CPc 7 γε om. P 8 - ρις οὗ in ras. C 2 9 τὴν φύσει P ὃτε φίλον om. P 10 αὐτήν P ὃν inserui 11 κρατεῖ P an ἐκεῖνον ? 12 ἐπαγάγει Cc 13 εἶναι, μὴ in ras. C2 15 προερετικὴ C 17 δίγραμα C διλοῖ C 18 ἀσύστατον (in dextro figurae latere) om. Cc 24 ἀλλὰ τὸ εὖ P 25 ὃταν] ὃε Cc (cf. V. 28. 32) 26 μὴ] μηδὲ P 27 ἄρχει P 30 καὶ τοῦτο αἷν· Ὃμηρος] κατὰ τὰς τῶν Ἑλλήνων δόξας καὶ φλυαρίας, καθὼς καὶ Ὃμηρος τοῦτο αἰνίττεται Cc (cf. p. 7,3. 12,1) ἡνίκα φησὶν] Π 857 31 ἀνδρότητά (sic) τε Cc 32 φυσικὴ δὲ ζωὴ] φυσικὸς δέ θάνατος P)

    14
    ζῶντες ἀκολάστως τὸν βίον μετερχώμεθα. ἐβουλόμην δὲ τούτων τῶν λόγων ἀκοῦσαι Κλεόμβροτον· οὗτος γὰρ περινοήσας τὸ ἐν Φαίδωνι ῥητὸν * *, ὡς δηλοῖ τὸ εἰς αὐτὸν ἐπίγραμμα τοῦ Καλλιμάχου οὕτω λέγον·
  • Εἲπας ‘Ἣλιε χαῖρε Κλεόμβροτος Ἀμβρακιώτης
  • ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
  • ἄξιον οὔτι παθὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
  • ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος.
  • ἐγὼ δὲ τἀναντία ἐκείνῳ φημὶ ἔπη οὕτως·
  • εἰ μὴ γράμμα Πλάτωνος ἐμὴν ἐπέδησεν ἐρωήν,
  • ἢδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν,
  • τοῦτ’ ἔστιν εἰ μὴ ὠφελήθην ἐκ Πλάτωνος τρόπον εὐζωίας, προέκρινον ἄν μὴ εἶναι ἢ κακῶς εἶναι. ἔστιν οὖν τις θάνατος ζωῆς τινος κρείττων, ὃν ἡ φιλοσοφία μελετᾶν ἀεὶ ἐπαγγέλλεται.

    Πρᾶξις ς΄.

    Οὐ μόνος ὁ Κλεόμβροτος, ἀλλὰ καὶ οἱ Στωϊκοὶ φιλόσοφοι οἷον Κλεόμβροτοί τινες ὄντες τὴν φιλοσφίαν ὑπέλαβον μελέτην εἶναι τοῦ φυσικοῦ θανάτου. διὸ καὶ πέντε τρόπους εὐλόγου ἐξαγωγῆς ἔγραψαν· ἔοικε γάρ, φασίν, ὁ βίος μακρῷ συμποσίῳ, ἐν ᾧ δοκεῖ εὐωχεῖσθαι ἡ ψυχή, καὶ παρ’ ὅσους τρόπους λύεται τὸ συμπόσιον, παρὰ τοσούτους τρόπους γίνονται καὶ αἱ εὔλογοι ἐξαγωγαί· | λύεται γὰρ τὸ συμπόσιον κατὰ πέντε τρόπους· ἢ [*](404) διὰ χρείαν μεγάλην ἄφνω καταλαβοῦσαν οἷον παρουσίαν φίλου διὰ χρόνου ὐπὸ χαρᾶς γὰρ ἀνίστανται οἱ φίλοι καὶ λύεται τὸ συμπόσιον), ἢ διὰ τοὺς ἐπεισκωμάζοντας καὶ αἰσχρορρημονοῦντας λύεται ὁμοίως τὸ συμπόσιον, ἢ διὰ τὸ νεκρὰ καὶ νοσώδη εἶναι τὰ παρατιθέμενα ἢ διὰ σπάνιν ἐδεσμάτων ἢ διὰ μέθην λύεται τὸ συμπόσιον. κατὰ τοὺς αὐτοὺς οὖν πέντε τρόπους γίνονται καὶ εὔλογοι ἐξαγωγαί· ἢ διὰ χρείαν μεγάλην καταλαβοῦσαν, ὡς προσέταξεν ἠ Πυθία τινὶ ἀποσθάξαι ἑαυτὸν ὑπὲρ τῆς ἰδίας πόλεως, φθορᾶς· τῇ πόλει ἐπικειμένης, ὅπερ πεποίηκεν ὁ Μενοικεὺς ἀποσφάξας ἑαυτὸν ὑπ·ὲρ τῆς ἰδίας πατρίδος καὶ σώσας αὐτήν. ἢ διὰ τοὺς ἐπεισκωμάζοντας τυράννους καὶ ἀναγκάζοντας ἡμᾶς ἢ πράττειν αἰσχρὰ ἢ λέγειν τὰ ἀπόρρητα· οὕτω [*](1 μετερχόμεθα Cc ἠβουλόμην P 1.2 τούτων ἀκοῦσαι τῶν λ. colluc. P 2 περινοήσας—οὓτω (3) om. P post ῥητὸν defectum signavi: ἀπὸ τοῦ τείχους ἑαυτὸν κατεκρήμνισε Aram. (p. 4,20): ῥίψας ἑαυτὸν ἐκ τοῦ τείχους ἐτελεύτησε Dav. (Brand, p. 13b36) 3 ἐπίγp. τοῦ Καλλ.] fr. XXIII ed. Wilam. (Berol. 1897) λέγων P 4 εἶπας CPc Ὡμβρακ. Anth. P. 5 ἣλλατ’ Cc ὑψηλοῖο Cc τείχεως Cc ἐς Cc G οὔτι παθὼν] οὐδὲν ἰδὼν Auth., Amm. πλάττωνος C 7 ἓν τὸ] ἐν τῶ CPc, Anth. 8 ἐγὼ] cf. Basse Porph. Is. p. XLI ἔπη] ἐπεὶ P 9 ἐμὴν PDav. coni. Cramer: ἐμ (una litt. erasa) C: ἓν c 10 ἔλυσα P Dav.: ἔδησα Cc πολλὺ κησέα C: πολύ κηδέα c 11 εἰ] ἡ C an <πρὸς> τρόπον? 15 οἱ Στωικοὶ] rf. Zelleri Ph. Gr. IV3 p. 18 φασίν scripsi: φησίν libri 20 αἱ om. Cc γὰρ] δὲ c 21 παρουσία P (cf. Olymp. schol. in Plat. Phaedo. p. 5,25 Finckh) post παρουσίαν spatium XI fere litt. vacuum C 3 ἐπισκωμάζοντας P αἰσχρορημονοῦντας C 24 σπάνην P 28 Mevixeu; P (cf. Eur. Phoeu. 768) 29 ἐπισκωμάζονας CP 30. p. 15,1 οὕτω γοῦν] οὓτως Cc)

    15
    γοῦν Πυθαγόρειον γύναιον ὑπὸ τυράννου συσχεθὲν καὶ ἀναγκαζόμενον ἐξορχ;σασθαι τὰ ἀπόρρητα, τοῦτ’ ἔστι τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν οὐκ ἐσθίουσι κυάμους (ἦν γὰρ παρ’ αὐτοῖς τὸ
  • ἶσόν τοι κυάμους φαγέειν κεφαλάς τε τοκήων),
  • ἔφη ‘φάγοιμι ἄν ἢ εἴποιμι,’ τοῦ δὲ φαγεῖν ἀναγκάζοντος πάλιν εἶπεν ‘εἲποιμι ἂν ἢ φάγοιμι.’ τέλος οὖν ἀναγκαζομένη δυοῖν θάτερον πρᾶξαι, ἢ φαγεῖν ἢ εἰπεῖν, μασησαμένη τὴν ἑαυτῆς γλῶτταν ἀπέτεμεν ὡς ὄργανον διαέκτου καὶ γεύσεως, καὶ ἐντεῦθεν αἰκιζομένη μετήλλαξε τὸν βίον. ἢ διὰ μακρὰν νόσον κωλύουσαν ἐπὶ πολὺ ὀργάνῳ χρῆσθαι τὴν ψυχὴν τῷ σώματι εὐλόγως δεῖ ἐξάγειν αὑτήν· διὸ καὶ ὁ Πλάτων οὐκ ἐποδέχεται τὸ διαιτητικὸν τῆς ἰατρικῆς ὡς παιδαγωγοῦν τὰ νοσήματα καὶ ποιοῦν ἐγχρονίζειν, ἀλλ’ άποδέχεται τὸ χειρουργικὸν καὶ φαρμακευτικόν, ᾧ ἐχρῆτο Ἀρχιγένης ὁ στρατόπεδον θεραπεύων. φησὶ δὲ καὶ Σοφοκλῆς
  • οὐ πρὸς ἰατροῦ σοφοῦ
  • θρηνεῖν ἐμπῳδὰς πρὸς τομῶντι τραύματι.
  • ἢ διὰ πενίαν· καὶ καλῶς φησιν ὁ Θέογνις
  • χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον
  • ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων.
  • ἢ διὰ λῆρον· ὥσπερ γὰρ ἐκεῖ ἡ μέθη ἔλυε τὸ συμπόσιον, οὕτως κἀνταῦθα εὐλόγως ἔστι τινὰ ἐξαγαγεῖν ἑαυτὸν διὰ λῆρον· οὐδὲν γάρ ἐστι | λῆρος, εἰ [*](405) μὴ φυσικὴ μέθη, καὶ οὐδέν ἐστι μέθη εἰ μὴ προαιρετικὸς λῆρος. καὶ ταύτα μὲν πέρι τούτου.

    ῾Ο μέντοι Πλωτῖνος περὶ εὐλόγου ἐξαγωγῆς γράφει μονόβιβλον καὶ οὐδένα τῶν πέντε τρόπων τούτων ἀποδέχεται· φησὶ γὰρ ὅτι ὥσπερ ὁ θεὸς οὐκ ἀφίσταται ἡμῶν προνοούμενος, ἀλλ’ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν ἀνεπιτηδείους καὶ νομίζομεν τὸν θεὸν πόρρω εἶναι ἀφ’ ἡμῶν ἀεὶ παρόντα πᾶσιν ἐπίσης, ὡς δηλοῦσιν οἱ καθαροὶ τὸν βίον, αὐτόπται τοῦ θείου καὶ συνομιληταὶ γινόμενοι· ὥσπερ καὶ ὁ ἥλιος χορηγεῖ ἐπίσης τὸ φῶς, ἀλλ’ αἱ νυκτερίδες ἀνεπιτήδειοι οὖσαι ἀποφεύγουσιν αὐτὸν καὶ οὐ φωτίζονται ἐξ αὐτοῦ, ἀλλὰ σκότος αὐτὸν νομίζουσιν εἶναι πηγὴν φωτὸς ὑπάρχοντα· οὕτως δεῖ καὶ τὸν φιλόσοφον μιμούμενον θεὸν καὶ ἥλιον μὴ ἀμελεῖν πάντῃ τοῦ σώματος δι’ ἐπιμέλειαν τῆς ψυχῆς, ἀλλὰ τὴν προσήκουσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν, [*](1 πυθάγορον Cc (cf. Zelleri Ph. Gr. Ι 4 p. 288. 291 not. 1 297 not. 2) ἀναγκαζομένη P 3 παρ’ om. P τὸ om. Βrand. 4 τοι] τὸ P 5. G ἢ] εἰ utrobique coni. Brand, (p. 8 a 1 not.): φάγοιμι ἄν ἡ εἲπομι ἄν et εἴποιμι ἂν ἡ φάγοιμι ἄν Olympiodori meliores codd. (Finckhius utrohique baud recte εἰ pro ἥ; cf. Nauck ad Iambi. De Pythiig. vita 193 sq. p. 139,9) 5 φαγεῖν om. Cc 10 ὁ οm. Cc Πλάτων] Reipubl. 111,15 p. 477 D ἀποδεχεται] diio in ras. C 2 12 Ἀρχιγ.] cf. Pauly-Wissowa, Encycl. 11 p. 484 ὁ] ὡς P 13 θεραπεῦον P Σοφοκλῆς] Ai. 581 15 στομῶντι Cc τραύμ.] πήματι Soph. 16 Θεόγνης P (v. 175 Bergk) 17 βαθυκήτεα Theogn. codd. 20 εὐλόγως om. Cc αὐτὸν ἐξαγάγαι P εἰ] ἢ P 21 καὶ οὐδέν ἐστι μέθη in mrg. C 2 23 Πλωτῖνος περὶ εὐλόγου ἐξαγωγῆς] Eun. Ι lib. 9, sed quae sequuntur, apud Plotimim frustra quaeras. 23. 24 οὐδὲ ἕνα P 27 θείου] θεῖ in ras. C 2 29 ἀνεπιτήειαι P post αὐτὸν XVII litt. erasae C 30 πηγὴν φωτὸς ὑπάρχοντα] παρέχοντα πηγὴν φωτός P 31 πάντα Cc)

    16
    ἕως οὗ ἐκεῖνο ἀνεπιτήδειον γενόμενον διαστήσοι ἑαυτὸ τῆς πρὸς τὸ σῶμα κοινωνίας· ἄτοπον γὰρ τὸ πρὸ καιροῦ ἐξάγειν ἑαυτόν, πρὸ οὗ λύσῃ ὁ δήσας. δηλοῦσι δὲ καὶ οἱ Ῥωμαίων νόμοι, μὴ πρότερον ταφῇ παραδιδόντες τὰ τῶν ἐξαγαγόντων ἑαυτοὺς σώματα, πρὶν ἄν αἰκίσωνται κατὰ τῶν ποδῶν, ἢ καὶ ἔστιν εἰπεῖν ἐπ’ αὐτῶν τὸ ῥηθὲν ὑπὸ τοῦ ποιητοῦ ἐπὶ τῷ σώματι τοῦ Ἓκτορος
  • κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
  • καὶ ταῦτα μὲν περὶ τούτου.

    Ἂλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ πόρρω αὐτῆς τέλους λαμβανόμενος ὁ λέγων αὐτὴν ‘ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· ἐν γὰρ τῷ Θεαιτήτῳ τῷ διαλόγῳ πρός τινα Θεόδωρον Κυρηναῖον γεωμέτρην εἰσάγει τὸν Σωκράτη τὸν ἑαυτοῦ διδάσκαλον ὁ Πλάτων διαλεγόμενον. ἔχει δὲ ἡ ῥῆσις οὕτω· ‘ἀλλ’ ἐπεὶ τὰ κακά, ὦ Θεόδωρε, ἐνθάδε καὶ τόνδε τὸν βίον περιπολεῖ, φευκτέον ἐνθένδε.’ ‘τίς δὲ φυγή;’ εἰπόντος τοῦ Θεοδώρου, τοῦ πρὸς ὃν ὁ λόγος, ἔφη ὁ Σωκράτης ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώτῳ.’ ‘καὶ τίς ὁ τρόπος τῆς ὁμοιώσεως;’ εἰπόντος ἔφη ‘δίκαιον γενέσθαι καὶ ὅσιον μετὰ φρονήσεως καὶ ταῦτα γινώσκειν.’ ταῦτα μὲν οὖν ὁ Πλατῶν.

    Ἀποροῦσι δέ τινες ὅτι ‘πῶς δύναται ὁ φιλόσοφος ὅμοιος τῷ θεῷ γενέσθαι;’ καὶ λέγομεν ὅτι ἐπειδὴ ἔχει τὰ χαρακτηρίζοντα τὸ θεῖον· οἱ [*](406) γὰρ ποιηταὶ τρισσῶς τὸ θεῖον χαρακτηρίζουσι, τῷ ἀγαθῷ, τῷ δυνατῷ, τῷ γνωστικῷ, ὡς δηλοῖ τὸ

  • θεοὶ δωτῆρες ἐάων,
  • θεοὶ δέ τε πάντα δύνανται,
  • θεοὶ δέ τε πάντα ἴσασιν.
  • οὐκ ἀσφαλῶς δὲ ἐνταῦθα εἴρηται τὸ θεῖον πάντα δύνασθαι διὰ τὸ ἀδυναμεῖν περὶ τὸ κακοποιεῖν ὑπερβολῇ ἀγαθότητος· ὡς γὰρ τὸ πῦρ ψύχειν οὐ δύναται διὰ τὸ ἐν θερμότητι αὐτὸ οὐσιῶσθαι καὶ ἡ χιὼν θερμαίνειν οὐ δύναται διὰ τὸ ἐν ψυχρότητι αὐτὸ οὐσιῶσθαι, οὕτω καὶ τὸ θεῖον κακοποιεῖν οὐ δύναται διὰ τὸ ἐν ἀγαθότητι αὐτὸ οὐσιῶσθαι. οὕτω γοῦν καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν ἰδεῖν ὅτι τινὲς ὄντες φύσει ἀγαθοί, κἄν εἰ ἐπιτηδεύσωσι κακοὶ γενέσθαι, οὐ δύνανται. δυνατὸν δὲ καὶ τὸ ὑπὸ τῶν ποιητῶν εἰρημένον εἶναι ἀληθές· τὸ γὰρ κακοποιεῖν οὐκ ἔστι δύναμις ἀλλ’ ἀδυναμία ἀγαθότητος, ὥσπερ καὶ αἱ συμβαίνουσαι ἀρρωστίαι ἐξ ἀδυναμίας τοῦ ὑγιαίνειν γίνονται. ἐπειδὴ δὲ ἄλλο τὸ ἐν τῷ θεῷ ἀγαθὸν καὶ δυνατὸν καὶ γνωστικὸν [*](1 ἀνεπιτήσιον P ἑαυτὸν P τὸ σῶμα] scribas τὴν ψυχὴν 2 πρὸ οὗ scripsi: πρὸ τοῦ CPc λύσει Cc 3 τὰ om. P 4 ἐξαγόντων P αἰκίσονται P ; an αἰκίζωνται? ἢ] εἰ Cc 5 ὑπὸ τοῦ ποητοῦ] Horn. Ω 54 τὸ σώματι P 7 κωφὴ Cc γαῖαν] YTj Cc ἀεικίζει] ἀναικίζεις Cc: ἀεὶ αἰκίζει P U Θεαιτήτῳ] p. 176 A sq. 12 Σωκραην P 13 ἐνθάδε scripsi: ἔνθα τε Cc: ἔνθα πτε P: ἐνταῦθα Plotin. (Enn. I, 2, 1 p. 11): τὴν θνητὴν φύσιν Plat. βίον] τόπον Plat. Plotin. 14 περιπολεῖ Plat. Plot.: περιπλεῖ CPc 16 ὁμοιότητος Cc 20 λέγουσι Brand. 23 Horn. θ 325 24 τε] γε P (cf. Horn, κ 306) 25 τε om. P (cf. Horn, δ 379. 468) 26 ἐνατῦθα in ras. P 29. 30 οὕτω καὶ τὸ θεῖον —οὐσιῶσθαι om. c 32. 33 εἰρημένων P)
    17
    καὶ ἄλλο τὸ ἐν τῷ φιλοσόφῳ· τὸ μὲν γὰρ ἐν τῷ θεῷ ἀγαθὸν οὐκ ἄλλο παρ’ αὐτόν ἐστιν, ἀλλ’ αὐτοαγαθότης ἐστὶ τὸ μεθεκτὸν ἀγαθόν, τὸ δὲ ἐν τῷ φιλοσόφῳ ἀγαθὸν μεθεκτὸν καὶ ἄλλο παρ’ αὐτόν, ὡς λελευκωμένον ξύλον ἕτερον ὂν παρὰ τὸ λευκόν. ἀλλὰ καὶ τὸ δυνατὸν τοῦ θεοῦ ἕτερον· ὁ γὰρ θεὸς πάντα, ὅσα βούλεται, δύναται, ὁ φιλόσοφος δὲ οὐ πάντα, ὅσα βούλεται, δύναται· ἀληθὲς γὰρ
  • οὔποτε φῦλον ὁμοῖον
  • ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων.
  • ἀλλ’ οὐδὲ τὸ γνωστικὸν τοὐ θεοῦ καὶ τοῦ φιλοσόφου ὅμοιον· ὁ γὰρ θεὸς καὶ πάντα οἶδε καὶ ἅμα καὶ ἀεί, ὁ δὲ φιλόσοφος πάντα μὲν ἐπαγγέλλεται εἰδέναι, οὐχ ἅμα δέ, ἀλλ’ ἕκαστον ἰδίᾳ προχειρίζεται, καὶ οὐκ ἀεὶ αὐτὰ οἶδεν, ἀλλὰ ποτέ, ὡς δηλοῖ ὁ Πλατῶν λέγων ὅτι ‘ἀγαπητὸν ὅτῳ κἄν ἐν γήρᾳ παρῇ σοφία καὶ φρόνησις’· διὰ τοῦτο πρόσκειται κατὰ τὸ δυνατὸν ἀνθρώτῳ,’ ὅτι ὡς ἐνδέχεται ἄνθρωπον θεῷ ὁμοιωθῆναι, ὁ φιλόσοφος ὁμοιοῦται· δεῖ γὰρ αὐτὸν ἐν ἅπασι τὸν θεὸν μιμεῖσθαι, ἐν μὲν τῷ ἀγαθῷ ἵνα προνοῇ καὶ αὐτὸς τῶν ἀτελεστέρων ψυχῶν (ὥσπερ ὁ Σωκράτης περιερχόμενος [*](407) τὰ ἐργαστήρια καὶ ἐκλεγόμενος τὰς ἐπιτηδείας φύσεις πρὸς φιλοσοφίαν), ἐν δὲ τῷ δυνατῷ, ἵνα διὰ μηχανῆς τινος δυνηθῇ τὸ παντοδύναμον τοῦ θεοῦ πορίσασθαι, εἰ μόνα ἐκεῖνα βούλεται, ὅσα δύναται, καὶ μὴ ἀλλοκότων ὀρέγεται, οἷον ἵπτασθαι, ἐν δὲ τῷ γνωστικῷ, ἵνα πάντων ἐπίστηται τὰς αἰτίας.

    Ἐφ’ οἷς καὶ ἀποροῦσιν ὅτι ἱεῖ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, ἔσται καὶ ὁ θεὸς τῷ φιλοσόφῳ ὅμοιος, εἰ ὁ φιλόσοφος τῷ θεῶ, καὶ οὐδὲν πλέον ἕξει ὁ θεὸς ἡλικίᾳ τοῦ φιλοσόφου’. πρὸς ὃ λεκτέον ὅτι παραλογισμός ἐστι τὸ τοιοῦτο· καθ’ ἃ μὲν γὰρ ἐοίκασιν ἀλλήλοις, οὐδὲν διαφέρουσιν, κατ’ ἄλλα δὲ πολλὰ διαφέρουσιν· ὥσπερ ἡ εἰκὼν τοῦ Σωκράτους ὁμοία ἐστὶν αὐτῷ, διαφέρει δὲ ὁ Σωκράτης τῆς εἰκόνος, ὡς ἔμψυχον ἀψύχου, οὓτω ὁ θεὸς διαφέρει τοῦ φιλοσόφου ὡς ἔμψυχον ἀψύχου καὶ ὡς παράδειγμα ἀρχετύπου. ἢ καὶ ἄλλως· ὅτι ἡ μὲν εἰκὼν τῷ Σωκράτει λέγεται ὁμοία, ὁ δὲ Σωκράτης τῇ εἰκόνι οὐ λέγεται ὅμοιος ὡς ἀρχέτυπον, οὕτως καὶ ἐπὶ θεοῦ καὶ φιλοσόφου· ὁ μὲν φιλόσοφος λέγεται τῷ θεῷ ὅμοιος ὡς εἰκὼν ἀρχετύπῳ, ὁ δὲ θεὸς ἐπειδὴ ἀρχέτυπον τῷ φιλοσόφῳ ὡς εἰκόνι ἰδίᾳ οὐκ ἔστιν ὅμοιος. ἢ καὶ ἄλλως· ὅτι ὁ μὲν φιλόσοφος μετέχει τοῦ θεοῦ τῷ ἀγαθῷ καὶ δυνατῷ καὶ γνωστικῷ, μετέχεται δὲ ὁ θεὸς ὁμοίως ὑπὸ τοῦ φιλοσόφου τοῖς αὐτοῖς καὶ κατὰ τοῦτο λέγεται ὅμοιος.

    [*](1 οὐκ ἂλλο—ἐν τῷ φιλοσόφῳ ἀγαθὸν (3) om. P 2 τὸ μεθ. ἀγαθόν eicias, nisi malls οὐδὲ μεθ. ἂγ. 3 ἂλλῳ Ρ 7 φῦλον] φύσιν Ρ (cf. Horn. E 441) οἶδε]εἶδεν Ρ 12 ὁ Πλάτων] φρόνησιν δὲ καὶ ἀληθεῖς δόξας βεβαίους, εὐτυχές ὅτῳ καὶ πρὸς τὸ γῆρας παεγένετο Leg. ΙΙ p. 653 Α (cf. Cic. De fin. V, 21,58) 13 κατὸ C 15 ἅπασι] πάση P 19. 20 ἀλοκότων C 20 ἳππασθαι Cc ἐπίστηται scripsi: ἐπίσταται CPc 23 ὅμοιος —θεῷ om. P πλέον ἕξει] πλεονάζει P 24 ἡλίκον Cc 26 an ὥσπερ <γὰρ> 27.28 ἀψύχῳ Cc (utrobique) 28 διαφέρει] διὰ P 29 ἡ] εἰ P; an x003E; ἡ ? Σωκράτη P 30 ὅμ. ὡς] ὁμοίως (ο superscr.) P 31 32 ἀρχετύπου P 32 εἰκὼν ἡ ἰδία P 33 ὁμοία P 34 καὶ γνωστικῷ καὶ δυνατῷ colloc. P)
    18

    Πρᾶξις ζ’.

    Ἐπειδὴ μὴ ἠρκέσθη ὁ Πλάτων εἰπεῖν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἀλλὰ καὶ τὸν τρόπον τῆς ὁμοιώσεως προςέ- θηκεν εἰπὼν ‘ ὁμοίωσις δέ ἐστι δίκαιον καὶ ὅσιον γενέσθαι μετὰ φρονήσεως καὶ ταῦτα γινώσκειν’, φέρε τρία τινὰ ζητήσωμεν· πρῶτον μὲν διὰ τί προςέθηκε τῷ δικαίῳ τὸ ὅσιον, δεύτερον διὰ τί τεσςάρων οὐσῶν ἀρετῶν δύο μόνων ἐμνήσθη, δικαιοςύνης καὶ φρονήσεως, τρίτον διὰ τίεἶπε ‘καὶ ταῦτα γινώσκειν’. καὶ πρὸς μὲν τὸ πρῶτον, ἐν ᾦ ἐζητήσαμεν διὰ τί προςέθηκε τῷ δικαίῳ τὸ ὅσιον (φαίνεται γάρ, φαςίν, ἐκ τούτου ἀδολεσχῶν ὁ Πλάτων καὶ τὰ αὐτὰ λέγων, ἐπεὶ μηδὲν διαφέρει τοῦ δικαίου τὸ ὅδιον), λεκτέον ὅτι οὐκ ἀδολεσχεῖ ὁ Πλάτων· πολὺ γὰρ τὸ διάφορον τούτων· δίκαιον μὲν γάρ ἐστι τὸ πρὸς ἀνθρώπους τὰ καθή|κοντα πράττειν, ὅσιον [*](408) δὲ τὸ πρὸς τὸ θεῖον τὰ πρέποντα διαπράττεσθαι, ὅθεν τοὺς περὶ τὰ ἱερὰ ἠσχολημένους ὁσίους καλοῦμεν· ἐπιτεταμένη γὰρ δικαιοςύνη ἡ ὁσιότης, διὸ καὶ ἡ ἐπιτεταμένη ἀδικία ἀνοσιότης λέγεται· τὸ γὰρ δίκαιον πρὸς τὰ ὅμοια λέγεται, οἶον πρὸς ἀνθρώπους, τὸ δὲ ὅσιον πρὸς τὰ κρείττω. τὸ οὖν δίκαιον ἢ πρὸς τὰ κρείττονα λέγεται καὶ ποιεῖ τὸ ὅσιον, ἢ πρὸς τὰ χείρω καὶ λέγεται κηδεμονικόν. τὴν δὲ διαφορὰν τοῦ δικαίου καὶ τοῦ ὁσίου οὐδὲ ὁ Πλάτων ἠγνόησεν· δύο γὰρ διαλόγους γράψας, Εὐθύφρονα καὶ Πολιτείαν, τὸν μὲν Εὐθύφρονα ἐπέγραψεν ‘‘Εὐθύφρων ἢ τερὶ ὁσίου’’, τὴν δὲ Πολιτείαν ‘‘Πολιτεία ἢ περὶ δικαίου’’· ἡ γὰρ πολιτεία ἀνθρώπων ἐστί. καὶ καλῶς κλιμακηδὸν προῆλθεν ὁ λόγος· πρότερον γὰρ τὸ δίκαιον τοῦ ὁσίου· οὐδὲ γὰρ δυνατὸν εἶναί τινα ὅσιον μὴ γενόμενον δίκαιον, ὥσπερ οὐ δυνατὸν τὸν πρὸς ἀνθρώπους τὰ καθήκοντα μὴ πράττοντα πρὸς τὸ θεῖον ταῦτα ἐπιτηδεύειν. ἐν τούτοις οὖν ἡ λύσις τῆς πρώτης ζητήσεως.

    Δεύτερον κεφάλαιον. χρὴ ζητῆσαι διὰ τί τεσςάρων οὐσῶν ἀρετῶν δύο μόνων ἐμνήσθη. καὶ λέγομεν ὅτι τῶν δύο τῶν τιμιωτέρων μνησθεὶς καὶ τὰς ἄλλας περιέλαβε· τιμιώτεραι γὰρ αἆται τῶν ἄλλων, ὡς δείξομεν· τριῶν γὰρ ὄντων μορίων τῆς ψυχῆς, λογικοῦ, θυμικοῦ, ἐπιθυμγτικοῦ, ἑκάστη τῶν ἄλλων ἑνὶ μορίῳ ἐποχεῖται (ἡ μὲν φρόνησις τῷ λόγῳ, ἡ δὲ ἀνδρία τῷ θυμῷ, καὶ ἡ σωφροςύνη τῇ ἐπιθυμίᾳ), ἡ δὲ δικαιοςύνη οὐκ ἡξένσεν ἑνὶ μορίῳ ἐποχεῖσθαι τῆς ψυχῆς, ἀλλὰ διὰ τῆς τριμερείας πεφοίτηκεν· δικαιοςύνης γὰρ τὸ τὸν κατ’ ἀξίαν κόσμον ἐπάγειν τῷ κοσμουμένῳ· ὅταν γὰρ ἕκαστον ἰδιοπραγῇ κατὰ φύσιν ἔχον, οἶον ἵνα ὁ λόγος ἄρχῃ ὡς ὁ βασιλεύς, ὁ θυμὸς ἄρχῃ καὶ ἄρχηται (ἄρχῃ μὲν τῆς ἐπιθυμίας, ἄρχηται [*](2 εἰρκέσθην P 3. 4 προςέθηκεν] προςέοικεν P 4 εἰπὼν] cf. p. 16, 16 6 τί om. P 7 μόνον P 9 φαςίν scripsi: φηςίν CPc 11 πολλὺ P post τούτων add. τί διαφέρει δίκαιον ὁσίου Cc 15 τὸ γὰρ δίκαιον — λέγεται (16) P 16 κρείττω δίκαιον ἢ πρὸς τὰ (17) om. P ; fort. τὸ οὖν δίκαιον — κηδεμονικόν (18) eicias 18 κηδαι- μονικόν C 20 εὐθύφρον (alt. l.) P 22 κλημακιδὸν P 23 δύναται P ὅσπερ c 25 οὖν] δὲ C: δὴ c 27 μόνον P (cf. v. 7) 28 δείξωμεν P 30 ἀνδρεία (ubique) P 33 ἐπάγει P 34 ἔχων P alt. ὁ om. P 35 ἄρχει (utrobique) P)

    19
    δὲ ὑπὸ τοῦ λόγου) ἀναλογῶν στρατιώταις, ἡ ἐπιθυμία ἄρχηται ἐοικυῖα δήμῳ, τότε ἐπιφαίνεται ἡ δικαιοσύνη ἁρμονία τις οὖσα τούτων. ὅτι δὲ δι’ ὅλης τῆς ψυχῆς πεφοίτηκεν ἡ δικαιοσύνη, δηλοῦσιν οἱ ἀδικούμενοι νεκροὺς ἑαυτοὺς καλοῦντες καὶ ἀνοσίους, ὡς τῆς | οὐσίας αὐτῶν ἐστερημένης τοῦ [*](409) δικαίου οἷον συνέχοντος αὐτὴν καὶ ζωοῦντος. διὸ καὶ ἀποροῦσί τινες ὃτι ‘εἰ ἡ δικαιοσύνη ἁρμονία ἐστὶ τῶν ἄλλων καὶ ἕπεται αὐταῖς, πῶς συναριθμεῖται αὐταῖς κοινὴ αὐτῶν οὖσα;’ καὶ λέγομεν ὅτι τὸ κοινὸν διττόν, ἢ ὡς γένος εἰς εἴδη διαιρούμενον οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον (τότε γὰρ οὐ συναριθμεῖται τὸ γένος τοῖς εἴδεσιν), ἢ ὡς κτῆμα, ὅτε καὶ συναριθμεῖται· οἷον ὑποκείσθωσαν τρεῖς τινες ἔχοντες τρεῖς οἰκέτας, ἕκαστος ἕνα ἴδιον, ἐχέτωσαν δὲ καὶ ἕνα κοινόν, οὗτος συναριθμεῖται τοῖς ἄλλοις, ὡς εἶναι τέσσαρας. οὕτως οὖν κἀνταῦθα ληπτέον· αἱ γὰρ ἀρεταὶ κτῆμά εἰσι τῆς ψυχῆς, ἑκάστη ἑνὶ μορίῳ ἐποχουμένη, κοινὸν δὲ κτῆμα τῆς τριμερείας τῆς ψυχῆς ἡ δικαιοσύνη, διὸ καὶ συναριθμεῖται ταῖς ἄλλαις ἀρεταῖς, καί εἰσι τέσσαρες. ἔδειξεν οὖν ὁ λόγος ὅτι τιμιωτέρα ἡ δικαιοσύνη ὡς διὰ τῆς τριμερείας τῆς ψυχῆς πεφοιτηκυῖα, μετ’ αὐτὴν ἡ φρόνησις ὡς ἐν τῷ τιμιωτέρῳ μορίῳ τῆς ψυχῆς τῷ λόγῳ ἐποχουμένη, μετ’ αὐτὴν ἡ ἀνδρία ὡς ἐν τῷ θυμοειδεῖ ἐποχουμένη, καὶ τετάρτη ἡ σωφροσύνη ὡς ἐν τῇ ἐπιθυμίᾳ τῇ χείρονι ἐποχουμένη. ἔργον δὲ τῆς μὲν δικαιοσύνης τὸ τὸν κατ’ ἀξίαν κόσμον ἐπάγειν τῷ κοσμουμένῳ, τῆς δὲ φρονήσεως τὸ τὰ δέοντα ποιεῖν, τῆς ἀνδρίας τὸ νικᾶν τὸ ἀνθιστάμενον, τῆς σωφροσύνης τὸ μὴ εἴκειν τῷ χείρονι· εἰ γάρ ἐστι καὶ ἀνδρίας τὸ μὴ τῷ χείρονι εἴκειν, ἀλλ’ οὖν κυρίως τὸ χεῖρον ἐπὶ τῆς ἡδονῆς λέγεται ἐγκαταεχωσμένης τῷ σώματι, ὁ δὲ θυμὸς περιχωριστὸν ἔχει τέλος ἀντιλυπῆσαι τὸν λυπήσαντα· ὁ γὰρ λυπήσας ἐκτός. εἰ οὖν ταῦτα οὕτως ἔχει, ὁ ἔχων μίαν ἀρετὴν καὶ τὰς λοιπὰς ἕξει, καὶ ἔσται ἑκάστη αὐτῶν δικαιοσύνη τὸν πρέποντα κόσμον ἐπάγουσα τῷ κοσμουμένῳ, ἑκάστη φρόνησις τὰ δέοντα ποιοῦσα, ἑκάστη ἀνδρία νικῶσα τὸ ἀνθιστάμενον, ἑκάστη σωφροσύνη μὴ εἴκουσα τῷ χείρονι. καὶ ταῦτα μὲν περὶ τούτου.

    Τρίτον ἐστὶ κεφάλαιον ζητῆσαι διὰ τί εἶπε τὸ ‘καὶ ταῦτα γινώσκειν’. καὶ λέγομεν ὅτι εὐλόγως, ἵνα ἔχοιμεν ἀρετὰς τὰς μετὰ παιδείας καὶ πόνου παραγινομένας, καὶ μὴ τὰς φυσικὰς καὶ ἠθικάς· αἱ μὲν γὰρ φυσικαὶ ἀρεταὶ ἐκ κράσεως παραγίνονται, οἷον | οἱ ψυχροὶ σώφρονες ἀλλὰ δειλοί, οἱ θερμοὶ ἀνδρεῖοι ἀλλ’ ἀκόλαστοι. αὗται μὲν οὖν φυσικαὶ ἀρεταί, αἵτινες καὶ ἀλόγοις ὑπάρχουσιν· ὁ γοῦν πελαργὸς δίκαιος, φρόνιμος ἡ ἀλώπηξ, ἀνδρεῖος ὁ [*](2 ante δικαιοσύνη VIII fere litt. eiasae C 4 ἀνοσίους] an ἀνουσίους ? 4. 5 τοῦ ’ou τοῦ P 5 post αὐτὴν add. τὴν ζωὴν P εἰ om. Cc 6. 7 πῶς— οὗσα] κοινὴ αὐτῶν οὖσα τί καὶ συναριθμεῖται P πῶς] καὶ πῶς coni. Cramer 8 οὐ om. P 11 οὕτως P τέσσαρα P 15 λόγος ὅτι in ras. P 16 πεφυκυῖα P 17 ἐν om. P 18 τῇ ἐπ. τῇ χείp.] an τῷ χείρονι τῇ ἐπ.? 21 τῷ χείρονι] χείρονι C: χεῖρον c 23 ἐγδαταδεχωσμένως P 23. 24 περιχωριστὸν] an περιόριστον ? 24 post ἀντιλυπῆσαι add. τὸν λυπῆσαι P 28 σωσωφροσύνη P 31 τἀς] τὰ C 32 περιγινομένας Cc (cf. v. 33 p. 20,1. 2) 33 δηλοί C 34 αἱ φυσικαὶ P ἀλλόγοις C)

    20
    λέων, σώφρων ἡ τρυγών. αἱ δὲ ἠθικαὶ ἀρεταὶ ἐκ συνηθείας τινὸς παραγίνονται, διὰ τὸ ἐσχηκέναι τινὰ ἢ γονεῖς τοιούτους ἢ διδασκάλους. καὶ ἁπλῶς εἰπεῖν τῶν ἀρετῶν αἱ μὲν μετὰ λόγου, αἱ δὲ χωρὶς λόγου, καὶ αἱ μὲν πάντῃ χωρὶς λόγου ὡς αἱ φυσικαί, αἱ δὲ μετὰ λόγου μὲν ἀλλ’ ἢ τοῦ θύραθεν, τοῦτ’ ἔστι τοῦ διδάσκοντος, οἷαι αἰ ἠθικαί, ἢ τοῦ οἴκοθεν, οἷαί εἰσιν αἱ μετὰ παιδείας καὶ πόνου τινὶ προσγινόμεναι. διὰ τοῦτο οὖν πρόσκειται τὸ ‘καὶ ταῦτα γινώσκειν’ ἀντὶ τοῦ ἵνα ἔχωμεν ἀρετὰς οὐκ ἀλόγους, ἀλλὰ τὰς μετὰ λόγου, τοῦ οἴκοθέν φημι, τὰς μετὰ πόνου τινὶ προσγινομένας· ὁ γὰρ Πλατῶν τὰς φυσικὰς ἀρετὰς ἀνδραποδώδεις καλεῖ ὡς καὶ ἀνδραπόδοις δυναμένας ὑπάρχειν, ὁ δὲ Πλωτῖνος ἀτελεῖς, διότι πρὸς τὸ μὴ ἀντιστρέφειν καὶ ἀντιπράττουσιν ἀλλήλαις· ὡς γὰρ εἴπομεν, εἴ τις θερμὸς ὢν ἐπιτηδεύσει ἀνδρεῖος εἶναι, ὁ τοιοῦτος οὐ πάντως σώφρων διὰ (διὰ τὴν θερμότητα ἀκόλαστος), καὶ εἴ τις πάλιν ψυχρὸς ὢν ἐπιτηδεύσει σώφρων εἶναι, ὁ τοιοῦτος οὐ πάντως ἀνδρεῖος ἀλλὰ δειλός. αἱ δὲ μετὰ πόνου καὶ παιδείας ἀρεταὶ ἀντιστρέφουσι μὴ ἀντιπράττουσαι. ταῦτα καὶ περὶ τοῦ τετάρτου ὁρισμοῦ τῆς φιλοσοφίας εἰπεῖν ἔχομεν.

    Πρᾶξις η΄.

    Πέμπτος ὁρισμὸς τῆς φιλοσοφίας εἰς Ἀριστοτέλην ἀναγόμενος ὁ λέγων αὐτὴν ‘τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν’. ἐν γὰρ τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ Θεολογικῇ ἐπιγεγραμμένῃ εἴρηται αὐτῷ ὁ ὁρισμὸς οὗτος. καὶ εἰκότως ἐκ τῆς ὑπεροχῆς οὗτος λέγεται ὡς καὶ ἐν τῇ Θεολογικῇ παγματείᾳ εἰρημένος. διὸ καὶ ἀποροῦσιν ὅτι ‘διὰ τί τοιούτῳ ἐπαναδιπλασιασμῷ κέχρηται;’ καὶ λέγομεν τούτου αἰτίας πέντε.

    Πρώτην, ὅτι θαυμάσαντές τινες τὸ ὕψος τῆς φιλοσοφίας τούτῳ ἐχρήσαντο τῷ ἐπαναδιπλασιασμῷ· ὡς εἰ καί τις θεασάμενος λευκὸν εἴποι πολλάκις ‘λευκὸν λευκὸν καὶ πάντῃ μελανίας ἀνέμφατον’, καὶ γλυκέος τις· γευσάμενος εἲποι ‘γλυκὺ καὶ πάντῃ πικρίας ἂψαυστον’, οὕτως καὶ ἐπὶ τῆς φιλοσοφίας ι θαυμάσας τις τὸ ὑπερέχον τῆς γνώσεως εἴποι ‘γνῶσις γνῶσις’ [*](411) πολλάκις ‘καὶ οὐδαμῶς ἂγνοια’. μόνη γὰρ ἡ φιλοσοφία γνῶσις. αὕτη πρώτη αἰτία.

    Δευτέρα αἰτία, ὅτι ἔοικεν ἡ φιλοσοφία βασιλεῖ καὶ θεῷ. καὶ ὥσπερ ὁ βασιλεὺς καθιστᾷ ἄρχοντας, δι’ ὧν ὁμιλεῖ πᾶσι, καὶ πάντας ὁρᾷ μηδέν ὁρῶν μηδὲ διαλεγόμενος (οὐδὲ γὰρ ῥυπαίνεται τῷ πολλῷ τῶν ἀνθρώπων ὁμίλῳ), καὶ ὥσπερ ὁ θεὸς κατέστησεν ἀρχαγγελικᾶς δυνάμεις, δι’ ὧν [*](3 τῶν ἀρετῶν om. Cc 6. 7 πρόκειται Cc 8 ptius τὰς om. P τοῦ οἲκοθέν—πόνου om. P 9 Πλάτων] Phaedo p. 69 Β 10 ὑπάρχειν ἐποχιῖν P Πλωτῖνος] Enn. I, 3,6 p. 22 11 ἀλλήλας P εἴπομεν] εἴρηται P (cf. p. 19,33) εἲ] ἥ P 13 θεμότητα C 16 ἐπέχομεν Cc 19 τῇ μετὰ τὰ φυσικὰπραγματείᾳ] μετὰ τὴν φυσικὴν πραγματείαν P (cf. Α 2 p. 982 a 4 sq.) 21 οὕτως P τῇ om. Cc 22 εἰρημένος] οὒτως P 26 γλυκέως P 28 ὑπερέχων P γνῶσις γνῶσις] γνῶ γνῶσις P 29 οὐδαμοῦ P 34 ὁμιλίᾳ P)

    21
    φρουρεῖ τὸν κόσμον, οὕτως καὶ ἡ φιλοσοφία ἐν ἀκροπόλει τινὶ οὖσα διὰ τῶν κατὰ μέρος τεχνῶν καὶ ἐπιστημῶν γινώσκει τὰ κατὰ μέρος. καὶ ὥσπερ ὁ βασιλεὺς ἄρχων ἐστὶν ἀρχόντων, οὕτως ἡ φιλοσοφία τέχνη τεχνῶν λέγεται. καὶ ὥσπερ πάλιν ὁ θεὸς λέγεται βασιλεὺς βασιλέων, οὕτως καὶ ἡ φιλοσοφία ἐπιστήμη ἐπιστημῶν. τοῦτο δεύτερον.

    Τρίτη αἰτία, ὅτι ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις χορηγεῖ τὰς ἀρχὰς ἡ φιλοσοφία· φησὶ γὰρ Ἀριστοτέλης ἐν Ἀποφθέγμασιν ὅτι ‘ὃσοι ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις σχολάζοντες τῆς φιλοσοφίας ἀμελοῦσιν, ἐοίκασι τοῖς μνηστῆρσι τῆς Πηνελόπης, οἵτινες αὐτῇ συγγενέσθαι μὴ δυνάμενοι ἠγάπων κἂν ταῖς θεραπαίναις αὐτῆς συγγίνεσθαι’. τῆς γὰρ γραμματικῆς λεγούσης ‘τῶν φωνηέντων τὰ μέν ἐστι φύσει μακρά, τὰ δὲ φύσει βραχέα, τὰ δὲ ἐπαμφοτερίζει’, ἐρωτωμένη διὰ τί τὸ καὶ τὸ #x772; φύσει μακρά, ἀγνοεῖν ὁμολογήσει, εἰς δὲ τὸν μουσικὸν φιλόσοφόν σε ἀποπέμψει. ὁμοίως τῆς ἰατρικῆς λεγούσης τέσσαρας τοὺς χυμούς, ἐπειδὴ καὶ τέσσαρα τὰ στοιχεῖα, ἐρωτωμένη διὰ τί τέσσαρα καὶ οὐδὲ πλείονα οὐδὲ ἐλάττονα, ἀναπέμψει ἡμᾶς εἰς τὸν φυσικὸν φιλόσοφον· τῷ δὲ Ἀριστοτέλει δέδεικται ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς διὰ τί οὐδὲ πλείονα τῶν τεσσάρων τὰ στοιχεῖα οὐδὲ ἐλάττονα. ὁμοίως τῆς ῥητορικῆς διελομένης ἑαυτὴν εἰς τρία, εἰς τὸ συμβουλευικὸν καὶ δικανικὸν καὶ πανηγυρικόν, καὶ τέλος εἰπούσης εἷναι τοῦ μὲν συμβουλευτικοῦ τὸ συμφέρον. τοῦ δὲ δικανικοῦ τὸ δίκαιον, τοῦ πανηγυρικοῦ τὸ καλόν, καὶ ἐρωτωμένης τί τὸ ὄντως συμφέρον, τί τὸ ὄντως δίκαιον ἢ τί τὸ καλόν, αὐτὴ τοῦτο ἀγνοεῖν ὁμολογήσει, παραπέμψει δὲ ἡμᾶς τῷ πολιτικῷ φιλοσόφῳ. οὐ μόνον δὲ ταῖς τοιαύταις τέχναις καὶ ἐπιστήμαις ἀρχὰς χορηγεῖ, ἀλλὰ καὶ ταῖς βαναύσοις τέχναις· ἡ γοῦν τεκτονικὴ βουλομένη ποιῆσαι | εὐθεῖαν ἀποτείνει τὴν στάθμην ὅτι μάλιστα, λαβοῦσα [*](412) παρὰ γεωμετρίας ὅτι εὐθεῖά ἐστιν ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ· τότε γὰρ λέγομεν ἐπ’ εὐθείας τρεῖς ἑστάναι ἀνθρώπους, εἰ ἰσχύσει ὁ μέσος τοῖς ἄκροις ἐπιπροσθῆσαι, εἰ δὲ περιφέρειαν ποιοῦσιν, ἀλλήλους ὁρῶσιν· διὰ τοῦτο γὰρ τὰ θέατρα κυκλοτερῆ διὰ τὸ ἀλλήλους βλέπειν, καὶ αἱ διατριβαὶ κυκλοτερεῖς, ἵνα ὁρῶσιν ἀλλήλους καὶ τὸν διδάσκαλον. ἀλλὰ καὶ τῇ οἰκοδομικῇ δίδωσιν ἀρχάς· βουλομένη γὰρ γνῶναι εἰ ὀρθὸς ὁ τοῖχος, κέχρηται βαρυλλίῳ, ἰδοῦσα ὅτι τὰ βαρέα πρὸς ὀρθὰς φέρεται τῷ ὁίδιὰ [*](1. 2 τῶν κατὰ μέρος τεχνῶν] διά τι τοῦ μέρους τῶν τεχνῶν P 2. 3 καὶ ὥσπερ ὁ βασιλεὺς—ἐπιστημῶν (5) ex Davide videntur irrepsisse 3 ante ἀρχόντων add. τῶν P 5 τοῦτο δεύτερον om. Cc 7 Ἀριστ. ἐν Ἀποφθ.] potius Ἀρίστων ἐν Ὁμοιώμασιν, cf. Stob. Flor. IV, 110 Diog. Laert. II, 79.80 ἀποφθέγματι Brand. 9 πηνελώπης P 10 συγγενέσθαι P 12 ἦτα P 13 ἀγνωεῖν C U τέσσαρας λεγούσης colloc. P 15 τὰ om. P οὔτε . . οὔτε P (cf. v. 17. 18 p. 2,1. 2) ἐλλάτονα C 17 Περὶ γεν. κ. φθ.] Β b p. 332a3sq. 20 τὸ συμφέρον, τοῦ δὲ δικανικοῦ om. P 21. 22 τὸ ὄντος δίκαιον C: τὸ δίκαιον ὄντως P 22 an τὸ <ὄντως> καλόν ? 24 βαναὐσαις P 24. 25 ἤγουν τεκτονικὴ οἰκοδομικὴ καὶ τοιούτοις (sic) βουλομένη P 25 ἀποτίνει C 27 τότε—εὐθείας in lit. P 28 ἐπιπροσθεῖσαι P ποιήσουσιν P 29 γὰρ] γοῦν P 31. 32 τοῖχος] τεῖχος P 32 post βαρέα add. ὅσω βαρέα P)

    22
    ζοντι, οἷον μόλυβος ἤ τι τοιοῦτον, εἰ δὲ πτερὸν εἴη, οὐ κατ’ εὐθὺ φέρεται, ἀλλὰ περιφέρειαν ποιεῖ. ταῦτα καὶ τὸ τρίτον.

    Τετάρτη αἰτία, ὅτι τὰ σφάλματα διορθοῦται τῶν ἄλλων τεχνῶν· τῆς γὰρ ῥητορικῆς θέσει λεγούσης τὸ δίκαιον, (κατὰ γὰρ τοὺς τεθέντας φησὶ νόμους, ἄλλους ὄντας παρ’ ἄλλοις, παρὰ μὲν Πέρσαις τὸ ταῖς μητράσιν ἑαυτῶν συγγίνεσθαι καὶ ἀδελφαῖς καὶ θυγατράσι, παρὰ δὲ Τριβαλλοῖς τὸ τοὺς πατέρας γηράσκοντας ἀποσφάττειν), ἡ φιλοσοφία ἐφίστησι λέγουσα ὅτι ὁ μὲν νόμος θέσει (ἄλλος γὰρ παρ’ ἄλλοις), τὸ δὲ δίκαιον φύσει πανταχοῦ ὂν τὸ αὐτό· ἄδικον γὰρ τὸ τὰ αἴτια συγχεῖν τοῖς αἰτιατοῖς καὶ ποιεῖν τὸ αἴτιον αἰτιατὸν καὶ τὸ αἰτιατὸν αἴτιον ἢ τὰ ἄρχοντα ἀρχόμενα ποιεῖν, ὅπερ ἐστὶν ἐπὶ τῆς μητρογαμίας· ἡ γὰρ πάλαι αἰτία καὶ ἄρχουσα ὡς μήτηρ αἰτιατὴ καὶ ἀρχομένη ὡς γυνὴ γίνεται. ἄδικον δὲ παρὰ φιλοσοφίᾳ καὶ τὸ τοὺς πατέρας γηράσκοντας κατασφάττειν, ὡς λύοντας τὸν φυσικὸν δεσμὸν παρὰ γνώμην τοῦ δήσαντος. πάλιν τῆς ῥητορικῆς ἀντιδιαιρούσης τὸ δίκαιον τῷ συμφέροντι, καὶ τὴν Ἀντιλόχου περὶ τὸν ἴδιον πατέρα τὸν Νέστορα πρᾶξιν δικαίαν μὲν οὖσαν ὡς ὑπὲρ πατρὸς οὐ συμφέρουσαν δὲ τῷ σώματι ὅτι ἐτρώθη, ἡ φιλοσοφία φησὶ ‘καὶ δίκαιον τὸ τοιοῦτο καὶ συμφέρον· πᾶν γὰρ συμφέρον δίκαιον καὶ πᾶν μὴ συμφέρον οὐ δίκαιον· τί γὰρ πρὸς ἡμᾶς τὰ τοῦ σώματος τραύματα;’, ἡμᾶς τὴν ψυχὴν εἰποῦσα. οὕτω τρωθείς τις ἐν πολέμῳ ὑπὲρ φίλου ἔφη

  • αὐτόν μ’ ἐξεσάωσα· τί μοι μέλει ἀσπὶς ἐλεόνη;
  • ἐρρέτω,
  • αὐτὸν μὲν τὴν ἰδίαν ψυχὴν εἰπών, ἀσπίδα δὲ τὸ ἲδιον σῶμα καλέ|σας. καὶ [*](413) ἄλλος διψήσας ἔφη ‘ἀπέρχομαι τὸν ὄνον μου ποτίσαι’, ὄνον τὸ σῶμα καλέσας, καὶ τὸ ‘πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ Ἀνάξαχον οὐ μὴ πτίσῃς ποτέ’. πάλιν τῆς ῥητορικῆς λεγούσης ὅτι κρεῖσσον τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι, ἡ φιλοσοφία τοὐναντίον φησὶν ὅτι ‘μακρῷ χεῖρον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι· ὁ γὰρ ἀδικῶν εἰς ἑαυτὸν βλάπτεται καὶ εἰς ψυχήν, ὁ δὲ ἀδικούμενος ἢ εἰς τὸ πρῶτον κτῆμα ἀδικεῖται, τοῦτ’ ἔστιν εἰς τὸ σῶμα, ἡ εἰς τὸ δεύτερον κτῆμα, φημὶ τὰ ὑπάρχοντα· μακρῷ δὲ χεῖρον τὴν ψυχὴν κακῶς ἔχειν ἢ τὸ σῶμα καὶ τὰ ἐκτός’, φησὶν ‘οὐδείς σε βλάψει, εἰ μὴ σὺ σαυτόν· κατὰ τὴν ψυχὴν γὰρ οὐκ ἔστιν ὑφ’ ἑτέρου ἀδικηθῆναι’. ὁ γὰρ Πλατῶν οὐκ οἶδε τὸν ἄνθρωπον ψυχὴν καὶ σῶμα, ἀλλὰ ψυχὴν λογικὴν ὀργάνῳ χρωμένην τῷ σώματι· τρισὶ γὰρ προσρήμασι προσαγορεύει τὸν ἄνθρωπον, ἐγώ, τὸ ἐμόν, τὰ τοῦ ἐμοῦ, ἐγὼ καλῶν τὴν ψυχήν, [*](1 μόλιβδος P 5 ἄλλους] ἄλλοις C 7 ἐφίστησι] ἀπέφηνε P 10 αἰτιατὸν καὶ τὸ αἰτιατὸν αἴτιον om. P 12 φιλοσόφοις P (cf. v. 17) 13 λύων P 14 δύσαντος P ἀντιδιαιρούσης (superscr. ἐλοῦ) P 15 Ἀντιλ.] cf. Pind. Pyth. 6,28 16 an x003E; δικαίαν ? ὑπὲρ scripsi: ὑπὸ CPc (cf. v. 20) 17 οἱ φιλόσοφοι φασὶν P (cf. V. 12) prius καὶ] ὅτι P 20 ὑπὲρ] ὑπὸ P (cf. v. 16) ἔφη] Archiloch. frg. 6,3 (II p. 384 Bergk) 24 πιτίσαι C 25 πτίσσε (bis) Mon. 399: πτῆσαι C: πτῆσσε P: πτίσαι c (cf. Dio Chrys. or. 37 p. 467 Diog. Laert. IX, 59 Michael Apostol. XV, 6) 26 πτίσῃς Brand, πτήξῃς CP: πτίξῃς c 27 τὸ (ante ἀδικεῖσθαι) om. P τὸ ἐναντίον 32 τὴν om. P 33 Πλάτων] Alcib. I p. 129E sq.)
    23
    τὸ ἐμὸν τὸ σῶμα, τὰ τοῦ ἐμοῦ τὰ κτήματα. ὅτι δὲ ταῦτα γινώσκει ἡ φιλοσοφία, Πλατῶν φησὶν ὅτι ‘βουλοίμην μὲν οὐδέτερον, μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· αἱρέσεως δὲ οὔσης ἑλοίμην μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν’. ἐν οἷς καὶ τοῦτο.

    Πέμπτη αἰτία, ὅτι ἡ φιλοσοφία κατεσκεύασεν ἑαυτῇ τὸν συλλογισμὸν καὶ κέχρηται αὐτῷ ὀργάνῳ, αἱ δὲ ἄλλαι τέχναι κέχρηνται μὲν συλλογισμῷ, ποιῆσαι δὲ οὐ δύνανται. καὶ ἔοικεν ἡ μὲν φιλοσοφία σκυτοτόμῳ τῷ καὶ ποιοῦντι ὑποδήματα καὶ φοροῦντι αἱ δὲ ἄλλαι τέχναι φοροῦντι μόνον, οὐ μὴν καὶ ποιοῦντι. ἐν οἷς καὶ ἡ πέμπτη αἰτία.

    Ἀποροῦσι δέ τινες ὅτι ’εἰ τέχνη τεχνῶν ἡ φιλοσοφία, τέχνη ἔσται καὶ αὐτή’. καὶ λέγομεν ὅτι τέχνη τεχνῶν οὖσα ὑπὲρ τέχνην ἐστίν, ἢ καὶ ὡς τεχνοῦσα τὰς ἄλλας τέχνας τέχνη λέγεται τεχνῶν. ἢ καὶ ἄλλως· οὐ τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ δύνανται λέγεσθαι· νεκρὸς γὰρ ἄνθρωπος λέγεται μέν, ἄνθρωπος δὲ οὗ, καὶ λιθίνη ναῦς, ναῦς δὲ οὔ, καὶ κίβδηλος χρυσός, χρυσὸς δὲ οὔ· ὁ γὰρ χρυσὸς ἐγγυητής ἐστιν ὧν βουλόμεθα ἔχειν, ὁ δὲ κίβδηλος τοῦτο οὐ ποιεῖ. τὸ δὲ ἔμπαλιν οὐ τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα δύνανται λέγεσθαι, ὡς ἵνα εἴπω ‘ὁ κύων σός, ὁ κύων πατήρ’, ‘ὁ δὲ κύων σὸς πατήρ’ οὐ δύναται λέγεσθαι. ἐν τούτοις καὶ ὁ πέμπτος ὁρισμὸς τῆς φιλοσοφίας. |

    Πρᾶξις θ΄.

    [*](414)

    Οὐ δεῖ περιφρονῆσαι τοῦ ἕκτου ὁρισμοῦ τῆς φιλοσοφίας ὡς περὶ μόνας φωνὰς ἠσχολημένου, τῶν ἄλλων περὶ τὸ πρᾶγμα ἐπτοημένων ἤτοι ἐσπουδακότων· ἔχει γάρ τι πλέον ἐκείνων οὗτος· ἐκεῖνοι μὲν γὰρ μόνον τὸ πρᾶγμα λέγουσιν, οὗτος δὲ καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα. ἕκτος τοίνυν ὁρισμὸς τῆς φιλοσοφίας εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων αὐτὴν φιλίαν σοφίας. καὶ εὖγε ὅτι ἀρχὴ καὶ πέρας τῶν ὁρισμῶν τῆς φιλοσοφίας γέγονεν ἡμῖν ὁ Πυθαγόρας ὁ ἀεὶ διὰ τῆς σιωπῆς πρὸς ἑαυτὸν ἐπιστρέφων. ἀλλ’, ὦ Πυθαγόρα, οὐκ ἀντιστρέφει ὁ ὁρισμὸς οὗτος, ὅπερ ἦν ἀρετὴ ὅρου· εἴ τι μὲν γὰρ φιλοσοφία, φιλία σοφίας, οὐκ εἴ τι δὲ ἔφεσις σοφίας, φιλοσοφία· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη ἐφίεται τοῦ οἰκείου ὑποκειμένου. ἀλλ’ ἐπειδὴ οὔτε Πυθαγόρας ἐρωτώμενος ἀποκρίνεται οὔτε οἱ μαθηταὶ αὐτοῦ ἄλλο τι ἀποκρίνονται ἢ ὃτι “αὐτὸς ἒφα”, τὴν ἀπόφασιν τοῦ διδασκάλου ὑπὲρ ἀπόδειξιν ἡγούμενοι, φέρε ἡμεῖς εἴπωμεν ὑπὲρ Πυθαγόρου, ἅπερ ἄν Πυθαγόρας εἶπεν, εἴπερ λέγειν ἠνέσχετο. πάλαι μὲν τοίνυν καὶ μέχρι τῶν Ὁμήρου χρόνων ἠδικεῖτο καὶ ἐρυπαίνετο τὸ τῆς σοφίας ὄνομα, φερόμενον κατὰ παντὸς τοῦ ὁτιοῦν εἰδότος, ὥς φησι καὶ ὁ ποιητὴς [*](2 Πλάτων] Gorg. p. 469 C 7 τῷ om. P μὴν δὲ Ρ εἰ] ἡ Ρ τέχνη (ante ἔσται) P Dav.: om. Cc 11 ὑπὲρ] ὑπὸ P 13 post λέγεσθαι add. οἰον ἂνθρωπος ὁ ζῶν τὸ συναμφότερον in turg. γὰρ] δὲ Cc μέν om. P (fort. recte) 14 ληθίνη P (cf. Horn, ν 156) 17 δὲ om. c Ι8 καὶ om. c 23 οὕτως P 30 ὑποκ.] an τέλους? 32 ἔφη P 33. 34 ἃπρ—εἶπεν om. Cc 34 εἲπερ] εἰ P μὲν τοίνυν scripsi: μέν τοι Cc: τοίνυν P (cf. 25,30) 35 post ἐρυ— VI litt. eras. C σοφίας scripsi: φιλοσοφίας CPc 36 ὁ ποιητὴς] Horn. 412)

    24
  • εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν ᾿Αθήνης.
  • καὶ
  • ἐπεὶ σοφὸς ἤραρε τέκτων.
  • ὁ γοῦν Πυθαγόρας ὀψέ ποτε ἐπιγενόμενος συνέστειλε τὸ τῆς σοφίας ὄνομα ἐπὶ μόνους τοὺς τὰ ἄυλα εἰδότας, τοῦτ’ ἔστι τοὺς φιλοσόφους· σαφῆ γὰρ καὶ φανὰ τὰ θεῖα αὐτοῖς, εἰ καὶ ἡμῖν ἀσαφῆ διὰ τὴν ἡμῶν ἀνεπιτηδειότητα, ὡς καὶ ταῖς νυκτερίσιν ὁ ἥλιος. παρὰ Πυθαγόρου οὖν λεγόμενος οὗτος ὁ ὁρισμὸς τέλειος· πᾶσα γὰρ φιλοσοφία φιλία σοφίας, καὶ πᾶσα ἔφεσις σοφίας σοφίαν ἀκουόντων ἡμῶν τὴν τῶν ἀύλων γνῶσιν) φιλοσοφία ἐστίν. Ἀλλ’ ἐπειδὴ οὐ μόνης μάστιγος δεῖ τοῖς λόγοις ἀλλὰ καὶ χαλινοῦ (μάστιγος μέν, ἵνα χαρισώμεθα τῇ μαθήσει, χαλινοῦ δέ, ἵνα τῇ μνήμῃ χαρισώμεθα· μεμνήμεθα γὰρ τῶν δι’ ὀλίγων λεχθέντων, μανθάνομεν δὲ τὰ διὰ πλειόνων λεγόμενα), φέρε μετὰ | τὴν πλατικὴν διέξοδον τῶν ὁρισμῶν [*](415) συνόψει αὐτοὺς περιλάβωμεν. γνῶσις τοίνυν τῶν ὄντων ἡ φιλοσοφία ἢ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων· τὰ γὰρ ὄντα ἢ θεῖα ἢ ἀνθρώ- πεια· συμμετρία γὰρ οὖσα καὶ ἀρετὴ οὔτε τῶν θείων ἠμέλησε διὰ τὴν ποικιλίαν τῶν ἀνθρωπείων οὔτε τῶν ἀνθρωπείων διὰ τὴν μεγαλειότητα τῶν θείων, ἀλλ’ ἑκατέρου πρόνοιαν ἐποιήσατο. ἀλλὰ καὶ μελέτη θανάτου ἡ φιλοσοφία, εἴπερ οἱ αὐτόχειρες ἑαθτῶμ γινόμενοι ὃν ἔδησεν ὁ δημιουργὸς λύουσι δεσμόν, οἱ δὲ φιλόσοφοι ὃν ἔδησαν δεσμὸν αὐτοὶ καὶ λύουσιν. ἀλλὰ καὶ ὁμοίωσις θεῷ ἡ φιλοσοφία, διὰ τὸ εἰρημένον τῷ Λυκούργῳ φιλοσοφῳ ὄντι
  • δίζω εἰ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα.
  • ἀλλὰ καὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν ὡς τεχνοῦσα τὰς ἄλλας τέχνας. ἀλλὰ καὶ φιλία σοφίας ὡς τὰ ἄυλα γινώσκουσα.

    Θαυμάσαι δὲ ἔστιν καὶ τὸ πλῆθος τῶν ὁρισμῶν τῆς φιλοσοφίας· ἓξ γάρ εἰσιν, ὁ δὲ ἓξ τέλειος, ὡς ἴσος τοῖς ἑαυτοῦ μέρεσι· τὰ γὰρ μέρη αὐτοῦ συνερχόμενα οὕτε πλεονάζει οὔτε ἐλλείπει. οὕτως ἥμισυ τῶν ἓξ τρία, τρίτον τῶν ἓξ δύο, ἕκτον ἡ μονάς, καὶ ἰδοὺ τέλειος· τὰ γὰρ τρία καὶ τὰ δύο καὶ τὸ ἓν συντεθέντα ἓξ ἀποτελεῖ μόνον· τῶν γὰρ ἀριθμῶν οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ὑπερτελεῖς, οἱ δὲ ἐλλείπεις. καὶ ἔοικεν ὁ μὲν τέλειος ἀριθμὸς ἀρετῇ, ὁ δὲ ὑπερτελὴς καὶ ἐλλειπὴς ταῖς ἀντικειμέναις τῇ ἀρετῇ κακίαις· ἡ γὰρ ἀρετὴ συμμετρία οὖσα δύο κακίαις παραπίζεται, οἷον ἡ δικαιοσύνη πλεονεξία καὶ μειονεξίᾳ, ἡ φρόνησις πανουργίᾳ καὶ ἀνοίᾳ, ἡ ἀνδρία δειλίᾳ καὶ θράσει, [*](1 εἰδῇ Hom. σοφίαν P 3 ἐπεὶ σοφὸς ἦp. τέκτων] vide Ammon. in Porph Isag. p. 9,13 not. 4 σοφίας] φιλοσοφίας Cc 5 ἄυλα] ἄδηλα P (cf. v. 9. 25) 6 φανὰ] φανερὰ P ἑαυτοῖς P an ἀσαφῆ τε καὶ x003E;? (cf. Plat. Reipubl.VII, 4 p. 518 C) 7 οὖν] γὰρ c 9 σοφίαν] σοφία P 11 μαθήση P 13 πλατικὴν] πλατωνικὴν P 14 ἐν συνόψει P περιλάβωμεν] περιβάλλωμεν Cc ἡ in ras. C-: ὡς P 15 ἀνθρωπίνων] ἀνθρωπείων C (cf. p. 11,18 sq.) 15. 16 ἀνθρώπει’ ἀσυμμετρία C: ἀνθρώπινα συμμετρία P: ἀνθρώπεια ἀσυμμετρία c 17 ἀνθρωπείων] ἀνθρώπων P 20 ἔδησεν] ἔθηκεν Cc αὐτοὶ scripsi: αὐτὸν CPc 23 εἰ] ἡ Cc (cf. p. 7,2) μανεύσωμαι P 25 φιλία σοφίας corr. ex φιλοσοφίας C 33 ἡ (ante δικαιοσ.) om. Cc 34 ἀνοία] ἔννοια P θράσει καὶ δειλία colloc. P (fort, recte))

    25
    ἡ σωφροσύνη ἀκολασίᾳ καὶ ἠλιθιότητι. οὕτως οὖν καὶ ὁ τέλειος ἀριθμὸς ἀρετῇ ἔοικε καὶ συμμετρίᾳ, οἱ δὲ λοιποὶ ἀμετρίαις ἤιοι κακίαις.

    Τέλειοι μὲν οὖν ἀριθμοί εἰσιν οἱ ἴσοι τοῖς ἑαυτῶν μέρεσι ὡς οὗτος ὁ ἕξ, ὑπερτελεῖς δὲ ὡς ὁ δυοκαίδεκα· τούτου γὰρ συντεθέντων τῶν μερῶν γίνονται δεκαέξ οὕτως· ἥμισυ τῶν δεκαδύο ἕξ, τρίτον τῶν δεκαδύο τέσσαρα, τέταρτον τῶν δεκαδύο τρία, ἔνιον τῶν δεκαδύο δύο, καὶ τὸ δωδέκατον ἡ μονάς, δεκαὲξ ἀποτελοῦσιν. ἐλλειπεῖς δὲ ὡς ὁ ὀκτώ· τὰ γὰρ μέρη αὑτοῦ συντεθέντα ἑπτὰ μόνον ποιοῦσιν οὕτως· ἥμισυ τῶν ὀκτὼ τέσσαρα, τέταρτον τῶν ὀκτὼ δύο, καὶ τὸ ὄγδοον ἡ μονάς, ἑπτὰ ποιοῦσι. καὶ πολλοὶ μὲν οἱ ὑπερτελεῖς καὶ οἱ ἐλλείπεις, | οἱ δὲ τέλειοι τέσσαρες μόνον· ἀπὸ γὰρ [*](416) μονάδος ἕως δεκάδος εἷς τέλειος ὁ ἕξ, καὶ ἀπὸ δεκάδος ἕως ἑκατοντάδος ὁ εἰκοστὸς ὄγδοος, καὶ ἀπὸ ἑκατοντάδος ἕως χιλιάδος ὁ τετρακοσιοστὸς ἐνενηκοστὸς ἕκτος, καὶ ἀπὸ χιλιάδος ἕως μυριάδος ὁ ὀκτακισχιλιοστὸς ἑκατοστὸς εἰκοστὸς ὄγδοος.

    Καὶ ἄλλως δὲ τέλειος ὁ ἀριθμὸς τῶν ὁρισμῶν τῆς φιλοσοφίας, διότι τέσσαρες ἦσαν αἱ ἀφορμαί, ἐξ ὧν ἐλαμβάνοντο οἱ ὁρισμοί· ἢ γὰρ ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τῆς ὑπεροχῆς ἢ ἐκ ἰῆς ἐτυμολογίας. ὁ δὲ τέσσαρα ἀριθμὸς δυνάμει δέκα· συντεθεὶς γὰρ μετὰ τῶν πρὸ αὐτοῦ ἀριθμῶν ὁ τέσσαρα, τοῦτ’ ἔστι τοῦ τρία καὶ δύο καὶ ἑνός, τὸν δέκα ἀποτελεῖ. ὁ δὲ δέκα τέλειος, οὐχ ὡς ἴσος τοῖς ἑαυτοῦ μέρεσιν, ἀλλ’ ὅτι πᾶς ἀριθμὸς καμπτῆρι αὐτῷ κέχρηται, καὶ ὅτι πάντα ἀριθμὸν δέχεται, διὸ καὶ δεχὰς εἴρηται. ἔοικε δὲ τούτῳ καὶ ἡ φιλοσοφία ὡς πάντα τὰ ὄντα γινώσκουσα.

    Πρᾶξις ι΄.

    Μετὰ τὸ γνῶναι ἡμᾶς τὴν διλοσοφίαν ὅλην ὡς ὅλην διὰ τῶν ἓξ ὁρισμῶν φέρε καὶ ὡς μέρη ἔχουσαν αὐτὴν διὰ τῆς διαιρέσεως πολυπραγμονήσωμεν. ἀλλ’ ὥσπερ ἐπὶ τῶν ὁρισμῶν τρί.α τινὰ ἐζητοῦμεν, τί ἐστιν ὁρισμός, πόθεν εἴρηται ὁρισμός, πόθεν λαμβάνεται ὁρισμός, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως τρία ζητήσωμεν, τί διαίρεσις και ἐπιδιαίρεσις καὶ καὶ ὑποδιαίρεσις· ποῦ γὰρ οἰκειόερος ταῦτα ζητήσωμεν ἢ τὴν φιλοσοφίαν διαιροῦντες, ἧς εὕρημα ὁρισμὸς καὶ διαίρεσις; διαίρεσις μὲν οὖν ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον ὡς ἵνα διέλω τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, ἐπιδιαίρεσις δέ ἐστιν ἡ τοῦ αὐτοῦ πράγματος δευτέρα τομή, οἷον ὡς ἵνα διέλω τὸ αὐτὸ ζῷον εἰς θνητὸν καὶ ἀθάνατον οὐδὲν δὲ διαφέρει διαίρεσις ἐπιδιαιρέσεως· [*](2 ἢτοι κακίαις om. P 3 οὖν om. Cc οὕτως Cc 4 ὑπερτελὴς P post ydp add. καὶ Cc 6 δωδέκ.] δυοδέκατον Cc 7 ἐλλειπῆς P ὁ om. P 10 οἱ (ante ἐλλειπεῖς) om. Cc 11 εἷς τέλειος om. P καὶ om. P 12 scribas εἴκοσιν ὀκτώ, itemque reiiquos 14 ὂγδος P 15 ἄλλως] ὡς in ras. P ὁ ἀριθμὸς (ὁ ip in ras.) P: ἀριθμὸς Cc διότι] διὸ P 17 ἐτυμολογίας C 19 ὁ τέσσ. post ἐνὸς ponas τοῦ] τὰ Cc ἑνὸς] ἓν ὂν c τὸν δέκα] τὰ δέκα P post ἀποτελεῖ add. οὓτως· μία καὶ δύο τρεῖς, δὶς τρεῖς ἓξ καὶ τέσσαρα, ἰδοὺ δέκα P 21 δεχὰς] δεκὰς P 22 τοῦτο P 24 ὅλην φιλοσοφίαν colloc. P 27 ὁρισμός (post εἲρηται et λαμβάνεται) om. Cc (cf. p 4,3) 28 ζητοῦμεν P 30 μὲν οὖν scripsi: μὲν Cc: οὖν P (cf. 23 34) 31 διέλλω C ἂλλογον C)

    26
    ἣν γὰρ ἂν προτάξωμεν, ἐκείνη ἐστὶ διαίρεσις, καὶ ἣν ὑποτάξωμεν, ἐκείνη ἐστὶν ἐπιδιαίρεσις), ὑποδιαίρεσις δέ ἐστιν ἡ ἑνὸς τῶν διαιρεθέντων τομή, ὡς ἵνα διέλῃ τις τὸ λογικὸν εἰς θεῖα καὶ ἀνθρώπεια καὶ τὸ ἄλογον εἰς σαρκοφάγα ἢ ποηφάγα. ὑποδιαίρεσις οὖν ἐστιν ἡ ἑνὸς τμήματος τῶν διαιρεθέντων τομή.

    Τούτων οὕτως προληφέντων εἴπωμεν τὴν διαίρεσιν τῆς φιλο|σοφίας. [*](417) διαιρεῖται τοίνυν ἡ φιλοσοφία εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν. ταῦτα δὲ δὲ διαφέρουσιν ἀλλήλων καὶ τῷ ὑποκειμένῳ καὶ τῷ τέλει· τῷ μὲν γὰρ θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκειται εἰς γνῶσιν, τῷ δὲ πρακτικῷ οὐ πάντα ὑπόκειται εἰς κατακόσμησιν, εἰ μὴ μόναι αἱ ἀνθρώπειαι ψυχαί· οὐδὲ γὰρ ἐπαγγέλλεται ὁ φιλόσοφος κοσμεῖν ἵππου ψυχὴν ἢ βοὸς ἤ τινος ἄλλου πλὴν ἀνθρώπου. οὕτως μὲν τῷ ὑποκειμένῳ διαφέρουσιν. ἀλλὰ καὶ τῷ τέλει· ὁ μὲν γὰρ θεωρητικὸς περὶ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος καταγίνεται, τέλος δὲ ποιεῖται μόνον τὸ ἀληθές, ὁ δὲ πρακτικὸς περὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν καταγίνεται, τέλος δὲ ποιεῖται μόνον τὸ ἀγαθόν· θέλει γὰρ γινώσκειν τὸ ἀγαθὸν καὶ κακὸν καὶ τὴν διαφορὰν εἰδέναι ἀγαθοῦ καὶ κακοῦ ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, τοῦτ’ ἔστιν ἵνα μήτε λέγῃ κακόν τι ὁ φιλόσοφος μήτε πράττῃ, ὥσπερ καὶ ὁ ἰατρὸς θέλει γινώσκειν τὰ δηλητήρια, οὐχ ἵνα χρήσηται αὐτοῖς, ἀλλ’ ἵνα διὰ τῆς γνώσεως παραιτήσηται αὐτά. ἀποροῦσι δέ τινες ὅτι ‘εἰ τοῦ θεωρητικοῦ τέλος τὸ ἀληθές, τοῦ δὲ πρακτικοῦ τὸ ἀγαθόν, ταὐτὸν ἄρα τὸ θεωρητικὸν τῷ πρακτικῷ· ὧν γὰρ τὰ τέλη ταὐτά, καὶ αὐτὰ ταὐτά’. λεκτέον οὖν ὅτι πολλὴ ἡ ἐν τούτοις διαφορά· πολλάκις γὰρ ψευδόμεθα ἐπ’ ἀγαθῷ καὶ ἀληθεύομεν ἐπὶ κακῷ· οἷον ὑγιαίνων τις παρέθετο ξίφος τινί, ἄφνω δὲ μανεὶς αἰτεῖ τὴν παρακαταθήκην, ἵνα ἢ ἑαυτὸν ἢ ἕτερόν τινα σφάξῃ, ὁ δὲ ἀρνεῖται καὶ ψεύδεται μέν, ἐπ’ ἀγαθῷ δέ, ὡς εἴ γε ἠλήθευσεν, ἐπὶ κακῷ ἠλήθευεν. δύναται δὲ μερικῶς καὶ ἀληθεύειν ὁ τοιοῦτος· ἄλλος γὰρ ἦν ὑγιαίνων ὁ τὸ ξίφος παραθέμενο·ς καὶ ἄλλος μαινόμενος.

    Ινα δὲ μὴ λάθωμεν ἑαυτοὺς κακοῦ μαγείρου δίκην παρὰ ἄρθρα τὰς διαιρέσεις ποιούμενοι, ὅπου μὴ ἔστι διφυΐα, ὥσπερ οἱ πρίζοντες τὰ ξύλα ἡγεμόνι κέχρηνται τῇ μίλτῳ, οὕτως καὶ ἡμεῖς ἡγεμόνι χρησάμενοι τῷ λόγῳ, εἰς ὅσα καὶ οἷα ὑπαγορεύει, οὕτως ποιησόμεθα τὰς διαιρέσεις, ὃπου διφυία ἐστί * * πέφυκε διαιρεῖσθαι, τοῦτ’ ἔστι καθ’ ἑκάστην διαίρεσιν δεῖ ζητεῖν διὰ τί εἰς τοσαῦτα καὶ τοιαῦτα διαιρεῖται.

    Διαιρεῖται τοίνυν ἡ φιλοσοφία εἰς δύο καὶ οὐχὶ εἰς τρία, ὡς οἱ τὸ λογι- κὸν αὐτῇ προσνέμοντες· δειχθήσεται γὰρ σὺν θεῷ ἐν τοῖς Ἀναλυτικοῖς ὅτι ἡ λογικὴ οὐ μέρος τῆς φιλοσοφίας, ἀλλ’ ὂργανον, | διότι τὸ μὲν μέρος [*](418) [*](1 ὑποτάξομεν Cc 2 ἐπιδιαίρεσις] ὑποδιαίρεσις P 7 τὸ om. P 9 εἴ γνῶσιν — ὑπόκειται (10) om. P 13 τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν colloc. Cc 14 ποιεῖτε C τὸ (ante κακὸν) om. P 16 ἀγαθὸν καὶ κακὸν scripsi: ἀληθὲς καὶ ψευδὲς CPc 17 φεύγειν P 18 πράττει P 19 διὰ τῆς γνώσεως — πρότερον (p. 27,34.35) om. P 20 εἰ c: ἡ C 29 κακοῦ μαγείρου δίκην] cf. Plat. Phaedr. p. 265 E παρὰ C: περὶ c 33 ante πέφυκε lacuuam siguavi, conicias οὐδὲ γάρ, ὅπου μὴ δίφυια ἐστί,)

    27
    συμφυές, τὸ δὲ ὄργανον ἐπείσακτον. εἰς δύο δὲ διαιρεῖται ἡ φιλοσοφία, οὐχ ὥς φασιν αἱ ἐγκύκλιοι ἐξηγήσεις, ὅτι ἐπειδὴ ἡ φιλοσοφία γνῶσις θείων καὶ ἀνθρωπίων ἐστί, διὰ μὲν τὰ θεῖα τὸ θεωρητικὸν προεβάλλετο (θεωρητικὸν γάρ, φασίν, εἴρηται ὡς τέλος ἔχον τὰ θεῖα ὁρᾶν), διὰ δὲ τὰ ἀνθρώπινα προεβάλλετο τὸ πρακτικόν· παραλογίζονται γὰρ ἐκ τῆς ὁμωνυμίας τοῦ ἀνθρωπείου· ἄλλο γὰρ ἀνθρώπειον ἐν τῷ ὁρισμῷ ἐλαμβάνετο (τὸ γὰρ ἐκ τοῦ τιμιωτέρου κατὰ παντὸς φθαρτοῦ φερόμενον), ἄλλο δὲ ἀνθρώπειον ἐνταῦθα λαμβάνουσι, τὸ ἐπὶ τοῦ κυρίως ἀνθρώπου. φέρε οὖν εἴπωμεν ἡμεῖς τούτου αἰτίας δύο· πρώτην μὲν τοιαύτην, ὅτι ἡ φιλοσοφία ὁμοία ἐστὶ θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, καὶ ἐπειδὴ ὁ θεὸς καὶ πάντα τὰ ὄντα γινώσκει καὶ τῶν δευτέρων πρόνοιαν ποιεῖται, εἰκότως καὶ ἡ φιλοσοφία μιμουμένη θεὸν διὰ μὲν τὴν καθόλου γνῶσιν αὐτῆς τὸ θεωρητικὸν προεβάλλετο, διὰ δὲ καὶ <τὸ> τῶν δευτέρων προνοεῖν προεβάλλετο τὸ πρακτικόν. αὕτη μὲν ἡ πρώτη αἰτία. δευτέρα δὲ ὅτι ἡ φιλοσοφία ἰατρικὴ ψυχῶν ἐστιν· ἡ δὲ ψυχὴ διττὰς ἔχει δυνάμεις, γνωστικὰς καὶ πρακτικάς, ἄμφω δὲ συνουσίωνται ·ἡμῖν, ὡς δηλοῖ τὸ ἐκ παίδων φιλομύθους ἡμᾶς εἶναι καὶ χαίρειν ἐν τῇ περιεργίᾳ, ὥς φησι Μένανδρος
  • φιλῶ σ', Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ,
  • καὶ πάλιν
  • οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ’ εἰδέναι.
  • ὁμοίως δὲ καὶ Ἀριστοτέλης· ‘πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”. ἀλλὰ καὶ τὸ πρακτικὸν συνουσίωται ἡμῖν, ὡς δηλοῖ τὸ ἐν ταῖς ἐρημίαις ἀσχάλλειν ἡμᾶς καὶ τρίχας τίλλειν ἢ δακτύλιον περιελίττειν ἢ κηρὸν μαλάττειν διὰ τὸ μὴ ἀνέχεσθαι ἡμᾶς παντελοῦς ἀργίας. διὰ τὰς γνωστικὰς οὖν εἰκότως προεβάλετο τὸ θεωρητικόν, διὰ δὲ τὰς πρακτικὰς τὸ πρακτικόν.

    Τούτων οὕτως ἐχόντων εἴπωμεν τὴν ὑποδιαίρεσιν τοῦ θεωρητικοῦ. καὶ ἐνῆν μὲν προτάξαι θάτερον θατέρου, καὶ τὸ θεωρητικὸν | τοῦ πρακτικοῦ, [*](419) ὡς πάντα τὰ ὄντα γινῶσκον, τέλος δὲ ἔχον τὸ ἀληθές, καὶ τὸ πρακτικὸν τοῦ θεωρητικοῦ, ὅτι εἰ καὶ μὴ ὑπόκεινται αὐτῷ πάντα τὰ ὄντα εἰς κατακόσμησιν, ἀλλ’ ἔχει τέλος τὸ ἀγαθόν, ὅπερ, ὡς ἐδείχθη, ἐπέκεινά ἐστι τοῦ ἀληθοῦς· τὸ γὰρ ἀγαθὸν πρὸς τῷ θεῷ. διὸ καὶ πρόνοια καλεῖται τὸ ἀγαθὸν ὡς πρὸ τοῦ νοῦ ὄν, νοῦ δέ ἐστι τὸ ἀληθεύειν. ἀλλ’ ὡς ἐν λογικῇ πραγματείᾳ τὰ καθόλου προτακτέον· διὸ τὸ θεωρητικὸν δεῖ πρότερον ὑποδιελεῖν. διαιρεῖται τοίνυν τοῦτο εἰς τρία, εἰς φυσικόν, μαθηματικόν, θεολογικόν. καὶ εἰκότως· ὁ γὰρ φιλόσοφος πάντα τὰ ὄντα θέλει γινώσκειν· πάντα δὲ τὰ ὄντα τριττά, ἢ πάντῃ ἔνυλα, ὡς ὀστέα τρίχες ὄνυχες, περὶ ἄ καταγίνεται τὸ φυσικόν, ἢ πάντῃ ἄυλα, ὡς τὰ θεῖα, ἢ πῇ μὲν ἔνυλα, [*](3 θεωρητικὸν c: θεωρικὸν C 5 ἀνθρωπείου scripsi: ἀνθρώπου Cc 12 αὐτῆς c: αὐτοῦ C 12 τὸ ante τῶν δευτέρων addidi 16. 17 ὥς φησι Μένανδρος] cf. Com. Att. frg. Ill p. 227 (Kock) 21 Ἀριστοτέλης] Metaph. Α 1 p. 980a22 23 ἀσχάλειν C 31 ὡς ἐδείχθη] cf. p. 1,3 sq. 36 πάντα] πάντα τὰ ὄντα τριττά in mrg. iter. C 38 πάντη] πάντα c post θεῖα addas περὶ ἁ καταγίνεται τὸ θεολογικόν)

    28
    χαραττόμενα, περὶ ἃ καταγίνεται τὸ μαθηματικόν· ταῦτα γὰρ τὴν μὲν ὑπόστασιν ἐν ὕλῃ ἔχουσιν, ἐν ἀβακίῳ φέρε εἰπεῖν ἢ κηρῷ, δύνανται δὲ ἐπινοηθῆναι ὑπὸ τῆς φαντασίας καὶ χωρὶς τῆς ὕλης, δίκην κηροῦ ἀναματτομένου τὸ εἶδος τοῦ σφραγιστῆρος, καταλιμπάνοντος δὲ τὸν χαλκόν. διὸ καὶ ὁ Πλάτων ἐκμαγεῖον καλεῖ τὴν φαντασίαν διὰ τὸ ἐκμάττεσθαι καὶ ἀποσυλᾶν τὰ εἲδη ἀπὸ τῆς ὕλης.

    Ἀποροῦσι δέ τινες διὰ τί μὴ καὶ τὰ φυσικὰ λέγομεν μαθηματικά, εἴ γε δυνάμεθα καὶ τὸ τῆς σαρκὸς εἶδος ἐπινοῆσαι χωρὶς τῆς ὕλης. πρὸς οὓς ἐροῦμεν ὅτι τὰ μὲν σχήματα ἐπινοῆσαι δυνάμεθα χωρὶς ὕλης, ἐπειδὴ μηδεμιᾶς κράσεως δέονται, σάρκα δὲ ἐπινοῆσαι ἄνευ κράσεως οὐ δυνάμεθα, ἐν ᾗ τὴν ὑπόστασιν ἔχει· ἡ γὰρ κρᾶσις ὕλη ἐστί.

    Δεῖ οὖν πρῶιον τὰ πάντῃ ἔνυλα καὶ φυσικὰ ἀναλέγεσθαι, μετ’ ἐκεῖνα τὰ μαθηματικὰ κλίμαξιν ἐοικότα ἢ γεφύραις· οὐδὲ γὰρ ἀθρόον ἀπὸ τῶν πάντῃ ἐνύλων ἐπὶ τὰ ἄυλα μετιέναι δεῖ· ταὐτὰ γὰρ πεισόμεθα τοῖς ἀπὸ ζοφώδους σπηλαίου τολμήσασιν ἀθρόον ἀντωπῆσαι ταῖς ἡλιακαῖς ἀκτῖσι· δεῖ γὰρ τοὺς τοιούτους πρότερον ἐν οἰκίσκῳ ἔχοντι σύμμετρον φῶς προεθισθέντας οὕτως ἀντωπῆσαι ταῖς ἡλιακαῖς ἀκτῖσιν. ὡσαύτως οὖν χρὴ καὶ ἀπὸ τῶν πάντῃ ἐνύλων ἀναλογούντων σπηλαίῳ εἰς τὰ μαθήματα ἐγγυμνασθῆναι ἀναλογοῦντα οἰκίσκῳ σύμμετρον ἔχοντι φῶς, καὶ εἶθ’ οὕτως χωρεῖν ἐπὶ τὰ ἄυλα ἀναλογοῦντα ταῖς τοῦ ἡλίου ἀκτῖσιν· οὕτω γάρ φασι καὶ οἱ Πυθαγόρειοι “σχᾶμα καὶ | βᾶμα” ἀντὶ τοῦ ‘καθ’ ἕκαστον σχῆμα βαθμὸν [*](420) ἄνιμεν ἐπὶ θεολογίαν, κατὰ μέρος ἐν νῷ λαμβάνοντες τὰ πάντῃ ἂυλα.’

    Ἀποροῦσι δέ τινες ὅτι εἰ πάντα μανθάνομεν καὶ τὰ ἄυλα καὶ τὰ ἔνυλα καὶ τὰ μέσα, διὰ τί μὴ πάντα καλεῖται μαθήματα, ἀλλὰ μόνα τὰ μέσα ἐσφετερίσατο τὸ κοινὸν ὄνομα. καὶ λέγομεν τούτου αἰτίας δύο, μίαν μὲν ὅτι ἔχουσι τὰ μαθήματα τὸ ἀραρὸς τῶν ἀποδείξεων· ταῦτα γὰρ μανθάνομεν ἀκριβῶς, τὰ δὲ ἄλλα εἰκάζομεν μᾶλλον ἢ μανθάνομεν, διὸ καὶ ὁ φιλόσοφος Μαρῖνος ἔφη “εἲθε εἴθε πάντα μαθήματα ἦν”. δευτέραν δὲ ὅτι ταῦτα ἡδέως μανθάνομεν πάσχοντες τὸ τῶν Λωτοφάγων· γευσάμενοι γὰρ αὐτῶν οὐ θέλομεν αὐτῶν ἀποστῆναι, ἀλλ’ ἐχόμεθα αὐτῶν ὡς λωτοῦ. ᾗ φησι καὶ Πλατῶν οὕτως ‘ἂ γὰρ ἂν ἑκοῦσα ἡ ψυχὴ λάβῃ, δυσέκνιπτα καὶ ἀμετάστατα φιλεῖ γίνεσθαι’, ὥσπερ καὶ τοὐναντίον φησὶν ‘ψυχῆς βίαιον οὐδὲν ἔμμονον μάθημα’. καὶ Ἀρχιμήδης δέ ποτε βαρβάρων ἐπιστάντων ταῖς Συρακούσαις οὐκ ἔφυγεν θεώρημά τι γεωμετρικὸν καταγράφων, ἀλλ’ [*](3 ἐν ὕλη ἔχουσιν om Cc post κηρῷ add. ἔχει Cc 4 ἐπινοηθεῖναι C χωρῇς C 6 Πλάτων] Theaet. p. Ι94 D.E 8 μὴ om. P λεγόμενα P 9 εἴ γε] εἴτε P 10 δὺν. χωρὶς ὕλης] χωρὶς τῆς ὕλης δυνάμεθα P 15 μετιέναι δεῖ] μετιτέον P ταὐτὸν P πησόμεθα Cc 16 et 18 ἀντοπῆσαι P 19 τὰ om. P 20 ἀναλογοῦντι P 22 πυθαγόροι p βᾶμα] βάρα P: βᾶμεν Cc (cf. Jambl. Protrept. c. 22 p. 125 Pistelli) 23 ἄνιμεν] ἄν εἶναι μὲν P 26 λέγομεν] λέγουσι Brand. 29 Μαρῖνος] cf. Zelleri Ph. Gr. V 3 p. 834 32 pr. καὶ iter. P Πλατῶν] Reipubl. 11, 17 p. 378 E 33 καὶ scripsi: γὰρ Cc: om. P φησίν] φασίν c (Reipubl. VII, 16 p. 536 E) 34 οὐδὲ P)

    29
    ἔφη “τὰν κεφαλὰν καὶ μὴ τὰν γραμμάν”, τοῦτ’ ἔστι παρὰ τὴν κεφαλὴν καὶ μὴ παρὰ τὴν γραμμήν. καὶ ταῦτα ἔχει ἡ παροῦσα πρᾶξις.

    Πρᾶξις ια΄.

    Τοῦ θεωρητικοῦ εἰς τρία διαιρεθέντος, εἰς φυσικόν, μαθηματικόν, θεολογικόν, μόνου τοῦ μαθηματικοῦ τὴν διαίρεσιν οἱ ἐξηγηταὶ νῦν παραδιδόασιν, ὡς ἄν τούτου συμμέτρως ἔχοντος πρὸς εἰσαγομένους. ἐφ’ οἷς εἴπωμεν τὴν ὑποδιαίρεσιν τοῦ μαθηματικοῦ. διαιρεῖται τοίνυν εἰς τέσσαρα, εἰς ἀιθμητικήν, μουσικήν, γεωμετρίαν, ἀστρονομίαν. καὶ εἰκότως, ἐπειδὴ ἡ μαθηματικὴ περὶ ἀριθμὸν καταγίνεται καὶ μέγεθος, τοὺ δὲ ἀριθμοῦ τὸ μὲν καθ’ αὑτό, τὸ δὲ ἐν σχέσει, τοῦ δὲ μεγέθους τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον. καὶ περὶ μὲν τὸν καθ’ αὑτὸ ἀριθμὸν καταγίνεται ἡ ἀριθμητική, ζητοῦσα τὰς φύσεις τῶν ἀριθμῶν καὶ τὰ πάθη, ὡς ὅταν λέγῃ ‘τῶν ἀριθμῶν οἱ μὲν ἂρτιοι, οἱ δὲ περιττοί’, καὶ τούτων τὰ εἴδη· οὐδεμίαν γὰρ ἔμφασιν ἑτέρου ἀριθμοῦ παρέχει, εἰ δὲ εἴπῃ διπλάσιον, τριπλάσιον, ἔμφασιν καὶ ἑτέρου παρέχει, ποὺ μὲν ἡμίσεος, ποὺ δὲ τρίτου. | ἡ δὲ μουσικὴ περὶ [*](421) τὸν ἐν σχέσει ἀριθμὸν καταγίνεται, ζητοῦσα ποῖον λόγον ἔχει ἡ ἀπήχησις τῆσδε τῆς χορδῆς πρὸς τήνδε, ἆρα διπλάσιον καὶ πολλαπλάσιον ἢ ἡμιόλοιν, διὸ· καὶ ἀποροῦσιν ὅτι εἰ ἡ μουσικὴ περὶ συμμετρίαν φθόγγων κατα- γίνεται καὶ ἀσυμμετρίαν, πῶς περὶ τὰς σχέσεις τῶν ἀριθμῶν λέγουσιν αὐτῆν καταγίνεσθαι. καὶ λέγομεν ὅτι μήποτε <περὶ> τῆς κατὰ Πυθαγόραν ταῦτα εἴρηται ὡς ἀυλοτέρας οὔσης, ἥτις οὐ προσποιεῖται ὕλην ἢ φθόγγους, ἀλλ’ αὐτὰς τὰς σχέσεις τῶν ἀριθμῶν θεωρεῖ καταμόνας· φασὶ γὰρ αὐόν ποτε παριόντα διὰ χαλκείου ἀκοῦσαι μέλους τινὸς καὶ ἁρμονίας ἐκ τῶν πληγῶν τῶν σφυρῶν ἀποτελουμένου. καὶ ἐπέτρεψεν αὐτοῖς ἀλλάξαι τοὺς ἄκμονας. τοῦ δὲ μέλους οὐδὲν ἧττον τοῦ αὐτοῦ φυλαχθέντος ἐπέτρεψε πάλιν αὐτοῖς τὰς σφύρας ἀλλάξαι. τοῦ δὲ μέλους ἐπὶ τούτοις παραφθαρέντος ἐστάθμησε καὶ τὰς πρώτας σφύρας καὶ τὰς δευτέρας, ποῖον λόγον ἔσχον πρὸς ἀλλήλας καὶ τὰ μέλη, καὶ ὡς ἁρμονικὸν λόγον ἀπεγράψατο τοὺς λόγους αὐτοὺς καθ’ αὑτοὺς συγκρίνας χωρὶς τῆς ὕλης, ὡς εἴ γε συνέβη τοιαύτην ἀναλογίαν ἀριθμῶν ἐν ὀξυβάφοις ἢ αὐλοῖς εἶναι, τὸ αὐτὸ ἂν μέλος ἀπετελεῖτο. ἡ δὲ γεωμετρία περὶ ἀκίνητον μέγεθος καταγίνεται καὶ περὶ τὰ σχήματα τῆς γῆς, ἡ δὲ ἀστρονομία περὶ κινούμενον μέγεθος, οὐ μόνον δὲ κινούμενον ἀλλ’ ἀεικίνητον· φαντασίας γὰρ μόνης ἐστὶν ἡ δοκοῦσα αὐτῶν εἶναι στάσις.

    [*](1 τὰν] 1. πὰρ τἀν (cf. Zonar. IX, 5); via intranti non patet uisi praeter caput i. e. nisi interfecto Archimede 2 καὶ (ante ταῦτα) om. Cc παροῦσα om. Cc 5 μόνου] μόνον Brand. νῦν οἱ ἐξηγηταὶ colloc. P G σύμμετρος C 7 εἰς (ante ἀριθμ.) om. Cc 13 γὰρ om. P 14 εἰ] οἱ Ρ 15 ἡμίσεως Ρ 17 τῆς om. P καὶ om. Cc πουυπλάσιον P ἣ φασὶ Cc 17. 18 ἡμιόλειον P 18 συμμτρία c 20 20 inserui 22 φασὶ γὰρ αὐτὸν] cf. Jambl. De Pyth. vita 115 sq. 23 ποτε om. P 24 ἀποτελουμένων Brand. 26 αὐτοὺς C1P 26. 27 παραφθαρέντος] φθαρέντος Cc 31 ἐπετελεῖτο P καὶ om. P 33 ἀεικίνητον] ἀκίνητον P)
    30

    Εὗρον δὲ τὴν μὲν ἀριθμητικὴν Φοίνικες ἐμπορικώτατοι γὰρ ὄντες ἐδεήθησαν ψήφων), τὴν δὲ μουσικὴν εὗρον οἱ Θρᾷκες ὡς ἄγαν πολεμικοὶ ὄντες· ἡ γὰρ ψῦξις ἀποκλείουσα τὸ θερμὸν ἐν τῷ βάθει δριμύτερον αὐτὸ ποιεῖ. ὅθεν καὶ θυμώδεις εἰσὶ καὶ πολεμικοὶ τῇ βίᾳ τοῦ θερμοῦ, καὶ ὀρχηστικοὶ δὲ διὰ τὰς ἑτοίμους ἀποφυγὰς τῶν βελῶν· ἔστι γὰρ καὶ πυρρίχιος παρ’ αὐτοῖς ὄρχησις, ὅ ἐστιν ἔνοπλος κατὰ τὸ εἰρημένον τῷ ποιητῇ

  • Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα.
  • ἀλλὰ καὶ ἐμβατήρια μέλη ἐστὶ παρ’ αὐτοῖς. τὴν δὲ γεωμετρίαν εὗρον Αἰγύπτιοι, ὡς καὶ ἀνωτέρω εἴρηται, διὰ τὸ ἀνιόντα τὸν Νεῖλον συγχεῖν τὰ ὁροθέσια αὐτῶν. τὴν δὲ ἀστρονομίαν εὗρον Χαλδαῖοι ὡς καθαρὸν οἰκοῦντες ἀέρα· ἀνατολικοὶ γὰρ ὄντες τῇ θερμότητι τοῦ ἡλίου ἔχουσι λεπτυνομένην ἑτοίμως τὴν ἀτμίδα· ρί|του γὰρ κλίματος Ἀλεξάνδρεια Ἀφρικὴ καὶ Πέρσις. [*](422) ἐφ’ οἷς τούτων λεχθέντων εἴπωμεν τὴν τάξιν αὐτῶν.

    Πρότεραι τοίνυν αἱ περὶ ἀριθμοὺς τῶν περὶ μέγεθος καταγινομένων εἰσίν· ἀυλότερος γὰρ ὁ ἀριθμὸς τοῦ μεγέθους ὡς δυνάμενος διάφορα εἴδη σχημάτων δέξασθαι ἀσυγχύτως· ὁ γὰρ αὐτὸς ἀριθμὸς δύναται κύκλος ἅμ καὶ τετράγωνος γενέσθαι. κύκλος δέ ἐστιν ὁ νόμῳ κύκλου ἀπὸ τοῦ αὐτοῦ ἀρξάμενος καὶ εἰς τὸ αὐτὸ λήγων, οἷον ὁ τετράκις ἓξ εἴκοσι τέσσαρα. τετράγωνος δὲ ὁ ἑαυτὸν πολυπλασιάζων, οἷον ὁ τετράκις τέσσαρα δεκαέξ· ἐξ ἀριθμοῦ γὰρ ἑαυτὸν πολυπλασιάσαντος ἐγέωετο. κύκλος δὲ ἅμα καὶ τετράγωνος ὁ ἐξ ἀριθμοῦ ἑαυτὸν πολυπλασιάσαντος γενόμενος καὶ ἀπὸ τοῦ αὐτοῦ ἀρξάμενος καὶ εἰς τὸ αὐτὸ λήγων, οἷον ὁ ἑξάκις ἓξ τριάκοντα ἓξ καὶ ὁ πεντάκις πέντε εἴκοσι πέντε· ἰδοὺ γὰρ ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς τὸ αὐτὸ λήγει, καὶ ἐξ ἀριθμοῦ πολυπλασιάσαντος ἑαυτὸν ἐγένετο. καὶ πολλοὶ μὲν κύκλοι καὶ τετράγωνοι, κύκλος δὲ ἅμα καὶ τετράγωνος ὁ εἴκοσι πέντε καὶ ὁ τριάκοντα ἕξ, καὶ πλὴν τούτων τῶν δύο οὐκ ἔστιν ἄλλος. ἐπὶ δὲ τῶν μεγεθῶν τοῦτο οὐκ ἔστι· τὸ γὰρ φθάσαν μέγεθος σχηματισθῆναι οὐκ ἐπιδέχεται ἕτερον σχῆμα ἀσυγχύτως ὡς ἐνυλότερον. οὕτως καὶ δεικνύουσιν οἱ φιλόσοφοι ὅτι ἡ φαντασία ἀσώματος ὡς πλείονας τύπους δεχομένη ἀσυγχύτως· ἀύλου γὰρ τοῦτο. προτέρα δὲ ἡ ἀριθμητικὴ τῆς μουσικῆς, ἐπειδὴ ἡ μὲν ἀριθμητικὴ περὶ τὸν καθ’ αὑτὸ ἀριθμὸν καταγίνεται, ἡ δὲ μουσικὴ περὶ τὸν ἐν σχέσει, προηγεῖται δὲ τὰ καθ’ αὑτὸ τῶν ἐν σχέσει, εἴ γε πρῶτον γίνεταί τις ἄνθρωπος, εἶθ’ οὕτως πατήp. ἐν δὲ ταῖς περὶ μέγεθος καταγινομέναις προτέρα ἡ γεωμετρία τῆς ἀστρονομίας, ὅτι ἡ μὲν γεωμετρία περὶ ἀκίνητον καὶ μένον ποσὸν καταγίνεται, ἡ δὲ ἀστρονομία [*](1 δὲ καὶ τὴν Cc 5 ἀποφυγὰς] ἐπιβουλὰς Cc: φυγὰς Dav. Gal. de partt. philos. πυρίχιος Cc 6 ὃ ἐστιν P Dav. Gal.: ὅτι Cc ἔνοπλος] ἐνόπλιος Dav. Gal. τῷ ποιητῇ Hem. n 617 7 Μηριόνη] Μηριόνι Cc: Μυριόνι P 9 ἀνωτέρω (cf, p. 4,35 sq.) 12 ἐτύμως λοί. superscr.) C 14 ἀριθμοὺς scripsi: ἀριθμῶν OPc 15 εἰσίν] καὶ διὰ τί Ρ 18 ἀρχόμενος Cc (cf. v. 22) 18 et 22 λῆγον P 18 τέσσαρες Cc 20 κύκλος γενόμενος (21) cm. P 22 τὸ om. P (cf. v. 18) 24 ἑαυτὸν ἑαυτὸν πολυπλασιάσαντος colloc. P πολὺ Cc 25 εἰκοστὸς πέμπτος P 26 δὲ om. Cc 28 xai] γὰρ P 30 ante ἀύλου ras. VIII litt. C τῆς μουσικῆς—(31) ἀριθμητικὴ θὼ. P 32 τὸν] τῶν C δὲ om. Cc τὰ καθ’ αὑτὸν τὸν ἐν P 33 δὲ om. P 35 μένον ποσὸν] μόνον P)

    31
    περὶ κινούμενον· οὐ δεῖται δὲ ἡ μονὴ τῆς κινήσεως, ἀλλ’ ἡ κίνησις τῆς μονῆς, διότι οὐ δυνατὸν κινεῖσθαί τι ἄνευ μονῆς, οὐδὲ βαδίζειν τις δύναται ἐν τοῖς ψαμμώδεσι τόποις μὴ ἔχοντος τοὐ ποδός που μένειν καὶ ἐπερείδεσθαι· πᾶσα γὰρ κίνησις περί τι μένον καὶ ἀκίνητον καταγίνεται, καὶ τὸ οὐράνιόν φασι σῶμα περὶ μένον κινεῖσθαι, φημὶ δὴ τὴν γῆν ἥτις τῇ οἰκείᾳ φύσει ἀκίνητός ἐστιν.

    Ἀποροῦσι δέ τινες ὅτι εἰ πάντα τὰ μαθήματα δεῖται τῆς τῶν | μουσῶν [*](423) ἐπιπνοίας, διὰ τί μία μόνη λέγεται μουσική. πρὸς ὅ φαμεν ὅτι ταύτης μόνης ἔργον πάθη ψυχῆς ἰᾶσθαι καὶ σώματος· διὸ καὶ ἡ φιλοσοφία μεγίστη μουσικὴ ὡς πάθη ψυχῆς ἰωμένη, ὅθεν καὶ ἰατρικὴ ψυχῶν λέγεται. ὅτι δὲ ἰᾶται ψυχῶν πάθη ἡ μουσική, φασί ποτε τὸν Πυθαγόραν θεασάμενον παιδάριον ἑπόμενον κόρῃ αὐλούσῃ ἐπιτρέψαι αὐτῇ στρέψαι τοὺς αὐλούς, καὶ τοῦ μέλους διαφθαρέντος ἔπαυσεν αὐτὸν τοῦ ἐρᾶν. ἀλλὰ καὶ μέχρι τῆς σήμερον ἔχομεν ἐπᾴσματα μουσικά· ἀκούσαντες γὰρ θεατρικῶν μελῶν ἐκνενευρισμένοι γινόμεθα καὶ ἔκλυτοι, πολεμικῶν δὲ τοὐναντίον. καὶ τὰ βοσκήματα δὲ τῇ τοιᾷδε σύριγγι πείθεται εἰς νομὴν ἐξιόντα καὶ πάλιν εἰς τοὺς σηκοὺς ἐπιστρέφοντα. καὶ σάλπιγξ ἐν πολέμῳ τοὺς ἵππους παρορμᾷ καὶ διεγείρει. ἀλλὰ καὶ τὸν Ἀγαμέμνονά φασι μέλλοντα ἐπιστρατεύειν τῇ Τροίᾳ μὴ πρότερον ἐξορμῆσαι, πρὶν ἀοιδόν τινα καταλιπεῖν φύλακα τῆς σωφροσύνης τῆς ἰδίας γυναικὸς Κλυταιμνήστρας. ὅθεν ὁ Αἴγισθος ἐθέλων ἐθελούσῃ οὐκ ἠδυνήθη αὐτῇ συγγενέσθαι, πρὶν τὸν ἀοιδὸν διέφθειρεν ἔν τινι νήσῳ ἐρήμῃ καλουμένῃ. καὶ τότε αὐτὴν ἀνήγαγεν εἰς τὸν ἑαυτοῦ οἶκον, ὡς δηλοῖ τὰ Ὁμηρικὰ ἔπη. καὶ Συνέσιος δὲ ὁ φιλόσοφος ὁ γενόμενος ὕστερον Κυρήνης ἐπίσκοπος βαρβάρων ἐπιστάντων τῇ Κυρήνῃ διά τινων μελῶν ἔτρεψε τούτους, καὶ φεύγοντες ἔκοπτον ἀλλήλους μηδενὸς διώκοντος.

    Πρᾶξις ιβ΄.

    Λεκτέον τὴν διαίρεσιν τοῦ πρακτικοῦ· τοῦτο γὰρ μόνον λείπει τῇ διαιρέσει. διαιρεῖ τοίνυν τοῦτο ὁ Ἀριστοτέλης εἰς τρία, εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν· ὁ γὰρ πρακτικὸς φιλόσοφος ἀνθρωπείας ψυχὰς κοσμεῖν ἐπαγγελλόμενος ἢ ἀφ’ ἑαυτοῦ ἄρχεται τοῦ κόσμου καὶ λέγεται ἠθικός (γελοῖος γὰρ εἴη, εἰ ἄλλους ἐπαγγέλλοιτο κοσμεῖν αὐτὸς ἄκοσμος ὤν), ἢ ὀλίγους κοσμεῖ καὶ λέγεται οἰκονομικός, ἢ πολλοὺς καὶ λέγεται πολιτικός.

    [*](2 τι] τε P 3 ψαμμόδεσι P που] τὸ P 4 περί τι—σῶμα (5) om. P 5 κινεῖται P 7 εἰ] ἡ C: om. Brand. 8 ἐπινοίας Cc ὅ] ἅ P 10 μεγίστη μουσικὴ] cf. p. 9,29 11 verba φασὶ—μουσικά (14) inepto loco iuserta esse coniecit Wellmann (Programm d. Königstädt. Gymn. 1882 p. 35); fort, ὅτι (11) —μουσικά (14) eicias πυθαγόρα P 12 post ἐπιτρέψαι IV litt. eras. C 13 τῆς] τὴν Cc 14 ἐπᾴαι σματα scripsi: ἐνέσματα C: ἄσματα P: ἐνᾴσματα c γὰρ] δὲ P 15 πολεμικὸν P 16 δὲ om, Cc καὶ πάλιν—ἐπιστρέφοντα (17) om. Cc 17 σάλπιξ C 18 Ἀγαμ.] cf. Horn. γ 267 sq. φησι P 20 κλυτεμνήστρας P 21 τὴν ἀοιδὸν P 22 ἤγαγεν P 23 Συνέσιος] cf. Volkmann Syn. v. Cyr. p. 93 25 ἐκκόπτον P 27 ante λεκτέον tit. ἡ διαίρεσις τοῦ πρακτικοῦ add. P 29 πρακτικὸς] προαιρετικὸς c 30.31 γελοῖος γὰρ εἴη, εἰ] τέλειος γὰρ P: γελοίως γὰρ Brand. 31 ἐπαγγέλοιτο Cc: ἐπαγγέλλεται P 32 ἢ πολλοῦς—πολιτικός om. P)
    32

    Ἐγκαλοῦσι δὲ οἱ Πλατωνικοὶ τῇ τοιαύτῃ διαιρέσει τέσσαρα ἐγκλήματα· πρῶτον ὅτι ἐν οὐδεμιᾷ διαιρέσει τὸ γένος ἑνὶ εἴδει ἑαυτοῦ πάντῃ ταὐτόν ἐστιν. οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ οὐ πάντῃ ταὐτόν ἐστι τὸ ζῶον τῷ λογικῷ, ἐπεὶ πῶς ἑαυτὸ τῷ ἀλόγῳ παράσχοι; ἐνταῦθα δὲ ταὐτὸν τὸ πρακτικὸν τῷ πολιτικῷ· | καὶ ὁ πρακτικὸς γὰρ ἢ ἕνα κοσμεῖ [*](424) ἢ ὀλίγους ἢ πολλούς, καὶ ὁ πολιτικὸς ὁμοίως ἡ ἕνα ἢ ὀλίγους ἢ πολλοὺς κοσμεῖ. δεύτερον ἔγκλημα, ὅτι ἐν οὐδεμιᾷ διαιρέσει τὰ εἴδη περιέχει ἄλληλα· αἱ γὰρ διαιρέσεις διακρίσεως χάριν ἐπενοήθησαν· ἐπὰν οὖν τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου περιέχηται, οὐκ ἔστι διαίρεσις· οἷον οὐδεὶς διαιρεῖ τὸν Σωκράτην εἰς χεῖρας καὶ δακτύλους (περιέχει γὰρ ἡ χεὶρ τοὺς δακτύλους), πάλιν οὐδεὶς διαιρεῖ τὸ ζῷον εἰς ἄνθρωπον καὶ Σωκράτην (ὁ γὰρ ἄνθρωπος περιέχει τὸν Σωκράτην), ἀλλὰ διαιρεῖ τὸ ζῷον εἰς ἄνθρωπον καὶ βοῦν, καὶ τὸν ἄνθρωπον εἰς χεῖρας καὶ πόδας, ἃ οὐ περιέχουσιν ἄλληλα. ἐνταῦθα δὲ περιέχουσιν ἄλληλα τὰ εἴδη· τὸ γὰρ ἠθικὸν περιέχεται ὑπὸ τοῦ οἰκονομικοῦ καὶ τὸ οἰκονομικὸν ὑπὸ τοῦ πολιτικοῦ, ἐπειδὴ καὶ τὸ ἓν ὑπὸ τῶν ὀλίγων περιέχεται καὶ τὰ ὀλίγα ὑπὸ τῶν πολλῶν, καὶ εἴπερ πᾶσα ἡ πόλις κεκόσμηται, δῆλον ὅτι καὶ οἱ ἐν τῷ οἴκῳ, καὶ εἰ οἱ ἐν τῷ οἴκῳ, δῆλον ὅτι καὶ ὁ καθ’ ἕκαστον τῶν ἐν τῷ οἴκῳ. τρίτον ἔγκλημα, ὅτι οὐκ ἀεὶ ὁ ὀλίγους κοσμῶν λέγεται οἰκονομικός, ὁ δὲ πολλοὺς πολιτικός· τί γὰρ ποιεῖ <ὁ> ἐπὶ τῶν οἴκων τῶν ἐχόντων πλείονας ἀνθρώπους τινῶν πόλεων; ἔσται γὰρ τότε τὸ οἰκονομικὸν πολιτικὸν καὶ τὸ πολιτικὸν οἰκονομικόν. τέταρτον ἔγκλημα, ὅτι εἰ δῶμεν ἀπὸ τοῦ ποσοῦ τῶν ὠφελουμένων τὰς ἔξεις διαιρεῖσθαι τῷ ἢ ἕνα ὠφελεῖν ἢ ὀλίγους ἢ πολλούς, λήσομεν οὕτως πᾶσαν τέχνην καὶ ἐπιστήμην διαιροῦντες· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη σκοπὸν ἔχει ἢ ἕνα ὠφελεῖν ἢ ὀλίγους ἢ πολλούς.

    Ταύτην τὴν διαίρεσιν ὡς κακῶς ἔχουσαν ἀποσεισάμενοι οἱ Πλατωνικοὶ λέγουσιν ἑτέραν διαίρεσιν. διαιροῦσι τοίνυν τὸ πρακτικὸν εἰς δύο, εἰς νιμοθετικὸν καὶ δικαστικόν, διότι ὁ πρακτικὸς φιλόσοφος ἠθῶν ὢν ἐπανορθωτὴς καὶ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς εὖ βιώσοντας, καὶ ἐπιτίμια ὁρίζει, οἷς δεῖ ὑποπίπτειν τοὺς μὴ ἐμμείναντας τοῖς προεκτεθεῖσι νόμοις.

    Ἀλλὰ πόθεν ὅτι Ἀριστοτέλους ἡ εἰς τρία διαίρεσις, πόθεν δὲ ὅτι Πλάωνος ἡ εἰς δύο, πόθεν δὲ ὅτι οὐ προσίεται ὁ Πλάτων τὴν εἰς τρία τοῦ Ἀροστπέλους διαίρεσιν; Ἀριστοτέλους τοίνυν ἡ εἰς τρία διαίρεσις διὰ τὰς γεγραμμένας αὐτῷ τοιαύτας πραγματείας· διὰ μὲν γὰρ τὸ ἠθικὸν γεγραμμένα αὐτῷ εἰσι τὰ Ἠθικὰ πρὸς Εὔδημον μαθητὴν καὶ ἄλλα πρὸς Νικότὸ [*](2 γένος—ἑαυτοῦ eras. P 4 ἑαυτὸν P 9 περιέχηται scripsi: περιέχεται CPc 10 χεῖρα (pr. 1.) Cc περιέχει—δακτύλους om. P 11 ὁ γὰρ ἂνθρωπος περιέχει τὸν Σωκράτην om. Cc 12 ἄνθρωπον] ἳππον P 14 ἐνταῦθα— ἄλληλα om. c 15 καὶ iter. P 16 τὰ (ante ὀλίγα) om. Cc post alt. τῶν V jitt. eras. C 17 οἱ (ante ἐν τῷ οἴκῳ) om. P 18 ἕκαστον scripsi: ἕκαστος Cc: ἕκαστα P 19 ὁ ὀλίγους c: ὀλίγους C: ἐὰν ὀλίγους (sic) P κοσμεῖ P ὁ δὲ c: εἰ δὲ CP 20 ὁ addidi 22 εἰ δῶμεν] εἴδομεν P 23 τῷ Brand.: τὸ CPc 23. 24 λήσομεν] λύσωμεν οὖν P: λύσαιμεν ἄν Brand. 29 βιώσαντας P 30 ἐμμείνοντας Ρ)

    33
    μαχον τὸν πατέρα, τὰ Μεγάλα Νικομάχεια, καὶ πρὸς Νικόμαχον τὸν υἱόν, τὰ Μικρὰ Νικομάχεια. διὰ δὲ τὸ οἰκονομικὸν γέγραπται αὐτῷ ὁ Οἰκονομικὸς τὸ σύνταγμα, | ἐν ᾧ φησιν ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι [*](425) τὸν οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα, ἵνα μήτε πλείονα τὰ εἰσιόντα τῶν ἐξιόντων φειωλία γὰρ τοῦτο καὶ ἀνελευθερία) μήτε πλείονα τὰ ἐξιόντα τῶν εἰσιόντων (ἀσωτία γὰρ τοῦτο), ἀλλ’ ἐπίσης. διὰ δὲ τὸ πολιτικὸν γέγραπται αὐτῷ ὁ Πολιιδός. γεγραμμέναι δὲ αὐτῷ εἰσι καὶ Πολιτεῖαι, διακόσιαι πεντήκοντα τὸν ἀριθμόν, ἃς συνεγράψατο ἐκ τοῦ πολλὴν γῆν συμπεριελθεῖν Ἀλεξάνδρῳ τῷ βασιλεῖ.

    Ἀλλὰ καὶ Πλάτωνος ἡ εἰς δύο διαίρεσις· διὰ μὲν γὰρ τὸ νομοθετικὸν γεγραμμένοι εἰσὶν αὐτῷ Νόμοι ἐν δεκαδύο διαλόγοις, διὰ δὲ τὸ δικαστικὸν γεγραμμέναι εἰσὶν αὐτῷ τρεῖς νεκυίαι, ἡ ἐν Γοργίᾳ (ἐκεῖ γὰρ διαλέγεται ·περὶ τῶν δικαστῶν, Μίνωος καὶ Ῥαδαμάνθους καὶ Αἰακοῦ), καὶ ἡ ἐν Φαίδωνι (ἐκεὶ γάρ λέγει περὶ τῶν δικαστικῶν τόπων, Κωκυτοῦ, Ταρτάρου, Πυριφλεγέθοντος καὶ Ἀχέροντος), καὶ ἡ ἐν τῷ δεκάτῳ τῆς Πολιτείας· ἐκεῖ γὰρ διαλέγεται περὶ τῶν δικαζομένων ψυχῶν· εἰσάγει γὰρ ἐκεῖ ἥρωά τινα πολλὰ πλημμελήσαντα καὶ δίκας διδόντα τῶν πραχθέντων αὐτῷ. ἀλλὰ πόθεν ὅτι οὐ προσίεται ὁ Πλατῶν τὴν εἰς τρία τοῦ Ἀριστοτέλους διαίρεσιν; τοῦτο οὖν δείκνυμεν ἐκ διαφόρων· ἐν μὲν γὰρ τῷ Γοργίᾳ λέγει ὅτι ‘ἣπερ πόλει, καὶ ἰδιώτῃ, αὐτῷ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους’ ἀντὶ τοῦ ‘μία ἕξις ἠθική, οἰκονομική, πολιτική’· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘ἣπερπόλει’ τὸ πολιτικὸν ἐσήμανεν, διὰ δὲ τοῦ εἰπεῖν ‘αὐτῷ πρὸς ἑαυτόν’ τὸ ἠθικόν, διὰ δὲ τοῦ εἰπεῖν ‘καὶ πρὸς ἑπέρους’ τὸ οἰκονομικόν. βούλεται οὖν δεῖξαι ὅτι ἐὰν ἡ πόλις πᾶσα κακῶς βιοῖ, τοῦτ’ ἔστι τὸ πολιτικόν, καὶ ὁ ἰδιώτης κακῶς βιώσει, τοῦτ’ ἔστι τὸ ἠθικόν, καὶ διὰ τοῦτο εἴρηκε τὸ ἥπερ πόλει, καὶ ἱδιώῃ’. τὸ δὲ ‘αὐτῷ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους’ δηλοῖ τοὺς ὀλίγους, ταὐτὸν δὲ λέγειν τὸ οἰκονομικόν. ἐν δὲ τῷ Ἀλκιβι- άδῃ φησὶν ὅτι ‘ὁ ἕνα πείθων καὶ ὀλίγους καὶ πολλοὺς πείθει, καὶ τοῦ αὐτοῦ ἕνα πείθειν καὶ πολλούς’. ἀλλ’ οὐκ ἀνάγκη, φησί τις, τὸν πείθοντα πολλοὺς καὶ ἕνα πείθειν, ἐὰν ᾖ ἰδιώτης ὁ εἷς. καὶ λέγομεν ὅτι ἐὰν ἡ τοιοῦτος οἷοι ἁ πολλοί, τότε πείθεται. καὶ πάλιν ἐν ἄλλῳ διαλόγῳ φησὶν ὁ Πλάτων ὅτι ‘οὐδὲν διαφέρει ἡ ἐν μιᾷ πόλει δικαιοσύνη τῆς ἐν μιᾷ ψυχῇ. [*](1. 2 νικομάχια (utrobique) P 2. 3 ὁ οἶκον.] cf. Arist. frg. p. 138 Rose 3 συγκεκροτεῖσθαι P 5 ἐξιόντας P 6 τῶν ἐξιόντων τὰ εἰσιόντα P 7 ὁ om. P 8 κολιτεῖαι om P διακόσια P 9 περιελθιῖν σὺν P 13 ἐν Γοργίᾳ] cf. p. 523 Esq. 14 καὶ (post Μίνωος) om. P 15 et 16 ἡ] οἰ P 15 ἐν Φαίδωνι] cf. p. 112 Α sq. 16 ἀχαίροντος P 16. 17 ἐν τῷ δεκάτῳ τῆς Πολιτείας] cf. p. 615 C 18 ἣρωα] ἦρ P διδοῦντα P 19 ante τοῦ add. διὰ Cc (cf. p. 32,32) 20 ἐν μὲν γὰρ τῷ Γοργίᾳ] potius Alcib. Ι p. 126 D 21 ὅτι om. c 21 et 22 ἥπερ] ὅπερ P 21. 23. 27 αὐτῷ Plat.: αὐτοῦ libri 23 αὐτῷ—εἰπεῖν (24) om. P 26 βιώσῃ P 28. 29 ἐν δὲ τῷ Ἀλκιβιάδῃ] cf. Alcib. I p. διαλόγῳ] 31 pr. ἦ] δὲ P alt. tq scripis: ἐστι CPc 32 οἷον Cc ἐν ἂλλῳ διαλόγῳ] cf. Reipubl. II, 10 p. 368 D. E διαλόγῳ scripsi: λόγῳ CPc)

    34
    εἰ μὴ ὃ διαφέρει τὰ μικρὰ γράμματα τῶν μεγάλων’. καὶ ταῦτα μὲν περὶ τούτων. |

    Φέρε δὲ ἡμεῖς εἴπωμεν ὑπὲρ Ἀριστοτέλους ὅτι κἄν συνεγράψατο [*](426) ἠθικὰ ἢ πολιτικά, οὐ διαιρεῖ εἰς ταῦτα τὸ πρακτικόν, ἀλλ’ οἶδεν ὅτι τὸ νομοθετικὸν καὶ δικαστικὸν διήκει δι’ αὐτῶν, ἐπεὶ τοῖς αὐτοῖς ἀτόποις περιπεσοῦνται καὶ οἱ γραμματισταί· ἐπειδὴ γὰρ διαλέγονται περὶ γραμμάτων, συλλαβῶν καὶ λέξεων, μὴ νομίσῃς ὅτι εἰς τρία τὸ ἐκφωνούμενον διαιροῦσιν, αὐτὸ τοῦτο τί ἐστι διαίρεσις μὴ ἐπιστάμενοι. ἐπίσταται δὲ καὶ τὴν εἰς τὸ νομοθετικὸν καὶ δικαστικὸν διαίρεσιν ὁ Ἀριστοτέλης, εἴπερ ἔστι καὶ ἑαυτῷ νομοθετεῖν καὶ δικάζειν· νομοθετεῖν μέν, ὡς ἡνίκα ἐπᾴδωμεν ἑαυτοῖς τὰ τῷ ὄντι χρυσᾶ ἔπη Πυθαγόρου, τὸ

  • πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν·
  • τοῦτο γὰρ νόμος καὶ κρηπὶς ἀσφαλὴς ἀρίστου βίου· ὁ γὰρ διὰ τὴν πρὸς ἂλλον αἰδῶ τῶν ἀνηκέστων φειδόμενος λήσας ἐκεῖνον ἴσως μειζόνως ταῦτα διαπράξεται, ὁ δὲ διὰ τὴν πρὸς ἑαυτὸν αἰδῶ τούτων φειδόμενος οὐδέποτε πράξει κακὸν ἀναπόστατον ἑαυτὸν ἑαυτοῦ περιφέρων μάρτυρα. καὶ δικάζειν δὲ ἔστιν ἑαυτῷ, ὡς ἡνίκα πάλιν ἐπᾴδωμεν ἑαυτοῖς τὰ αὐτὰ χρυσᾶ ἔπη·
  • μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι,
  • πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν·
  • πῇ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;
  • αἰσχρὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, ἐσθλὰ δὲ τέρπου.
  • ἀλλὰ καὶ οἴκῳ ἔστι νομοθετεῖν καὶ δικάζειν· νομοθέτης γὰρ καὶ δικαστὴς ὁ κύριος τῆς οἰκίας τοὺς μὲν πειθομένους τοῖς αὑτοῦ λόγοις ἐκτρέφων, τοὺς δὲ μὴ πειθομένους ἐκβάλλων. ἀλλὰ καὶ πόλει ἔστι νομοθετιὶν καὶ δικάζειν· ποῦ γὰρ οἰκειότερον ταῦτα πραχθείη ἢ ἐν πόλει; |

    [*](3 εἴπομεν Cc 4 ἢ πολιτικά om. P: an καὶ οἰκονομικὰ καὶ πολιτικά ? supra τὸ (ante πρακτ.) scr. τὰ P τὸ (ante νομοθετ.) om. Cc 5 ἐπεὶ] ἐπὶ P G γραμματιασταί Cc 8 τὸ (ante νομοθετ.) om. P 10 ἐπᾴδομεν Cc (cf. v. 17) 11 τῶ om. P 12 μάλιστ’ Hierocl. (1,447 Mullach.): μάλιστα CPc 14 ἀνικέστων P φοιδόμενος P 15 αὐτὸν Cc 17 ἑαυτῷ scripsi: eauToiv P: om Cc (cf. V. 9) τὰ αὐτὰ χρυσᾶ ἔπη] cf. Hierocl. c. XIX (1, 460 Mullach) 18 μηδ’] μηδὲ CPc ὂμασι P 19 τρὶς ἕκαστον ἐπελθεῖν] λογίσασθαι ἓκαστον Hierocl. τρὶς] τρεῖς P 20 δὲ ἔρεξα P μοι] μὴ P 21 αἰσχρὰ] δειλὰ Hierocl. ἐκπρήξας P Ηierocl.: ἔπρηξας Cc ἐσθλὰ] χρηστὰ Hierocl. Amm. τέρπου] τέρπε) Hierocl. 23 αὐτοῦ scripsi: αὐτοῦ CPc 25 ἐν πόλει] expl. P)
    35
    [*](427)

    Πρᾶξις ιγ΄.

    Επειδὴ ὅλην ὡς ὅλην ἔγνωμεν τὴν φιλοσοφίαν διὰ τῶν ἓξ ὁρισμῶν καὶ ὡς μέρη ἔχουσαν αὐτὴν διὰ τῶν διαιρέσεων, φέρε καὶ τοῦ παρόντος βιβλίου φροντίδα ποιησώμεθα τά εἰωθότα ὀκτὼ τὸν ἀριθμὸν ὄντα, τὸν σκοπόν, τὸ χρήσιμον, τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸ γνήσιον, τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν, τὸν τρόπον τὸν διδασκαλικόν, καὶ ὑπὸ ποῖον μέρος ἢ μόριον τῆς φιλοσοφίας ἀνάγεται τὸ βιβλίον, ἃ καὶ κεφάλαια εἴρηται ὡς ἐκ μεταφορᾶς τῆς ἐν τοῖς ζῴοις κεφαλῆς· ὥσπερ γὰρ ἐκείνη ἐν βραχεῖ τὴν δύναμιν πᾶσαν τοῦ ζῴου περιέχει, οἰκητήριον οὖσα τῶν πέντε αἰσθήσεων, οὕτως καὶ ταῦτα ἐν βραχεῖ τὸ βούλημα παριστῶσι τῶν λεγομένων· διὸ καὶ παρὰ τοῖς ῥήτορσι τὸ ‘ὡς ἐν κεφαλαίῳ’ εἴρηται ἀντὶ τοῦ ἐν βραχεῖ πολλὰ περιλαβεῖν’.

    Σκοπὸν τοίνυν ἔχει ὁ Πορφύριος ἐνταῦθα πάσας τὰς κατὰ φιλοσοφίαν φωνὰς ὑπὸ πέντε ἀρχὰς καὶ κοινότητας ἀναγαγεῖν, καὶ δεῖξαι ὅτι πᾶσα φιλόσοφος φωνὴ ἢ γένος ἐστὶν ἢ διαφορὰ ἢ εἶδος ἢ ἴδιον ἢ συμβεβηκός, καὶ ἕκτη παρὰ ταύτας οὐδὲ ἐπινοηθῆναι δύναται. τοῦτο δὲ καὶ ἐκ διαιρέσεως δείκνυσιν, ἣν αἰνίττεται ἐν τῷ περὶ γένους λόγῳ. ἔχει δὲ οὕτως· ἡ φωνὴ ἢ σημαντική ἐστιν ἢ ἄσημος. ἀλλ’ αἱ μὲν ἄσημοι χαιρέτωσαν· γραμματικοῖς αὗται μελήσουσιν, παρ’ οἷς οὐδὲν διαφέρει τὸ Ὃμηρος τοῦ σκινδαψός σκινδαψοῦ]· φιλοσόφοις δέ, οἷς σημαινομένων καὶ μόνον ἐστὶ φροντίς, πολλὴν διαφορὰν εἰσάγει τὸ σημαίνειν ἢ μὴ σημαίνειν· εἰ γὰρ μὴ σημαίνει, οὐδὲ διαλέγονται περὶ αὐτῶν· εἰ γὰρ ἦν τὰ πράγματα διδάξαι χωρὶς φωνῶν, οὐκ ἄν ποτε φωναῖς ἐχρήσαντο. ἀλλ’ ἐπειδὴ τοῦτο ἀδύνατον (χωρὶς γὰρ φωνῶν οὐ διδάσκεται πρᾶγμα), ἐξ ἀνάγκης διαλέγονται καὶ περὶ φωνῶν. τῶν δὲ σημαντικῶν αἱ μὲν καθόλου, αἱ δὲ μερικαί. ἀλλὰ [*](5 an x003E; τὰ ἐἰωθότα? 9 τῆς c: τοῖς C 11 ἐν βραχεῖ iteratum eras. C 12 παρὰ τοῖς ῥήτ.] e. g. Dem. XXIV,5 p. 701 18 ἐν τῷ περὶ γένους λ.] p. 2,17 21 σκινδαψοῦ delevi ἀλλ’ ἡ μὲν ἄσημος φωνὴ χαιρέτω φιλοσόφοις περὶ τὰ πράγματα καταγινομένοις διδόσθω δὲ γραμματικοῖς, παρ’ οἷς οὐδὲν διοίσει τὸ σκινδαψός τοῦ Ὃμηρος ὅσον κατὰ ἰὴν κατάληξιν, ἀμφότερα γὰρ καὶ ἀρρενικά εἰσι καὶ ὁμοιοκατάληκτα Mon. 399) καὶ eicias 23 σημαίνει] an σημαντικαί ?)

    36
    καὶ αἱ μερικαὶ μετὰ τῶν ἀσήμων ἐκβαλέσθωσαν· ποιηταῖς γὰρ αὗται μελήσουσι καὶ ῥήτορσι, τοῖς μὲν διὰ τὰς ἱστορίας. τοῖς δὲ διὰ τὸν φεύγοντα καὶ τὸν διώκοντα.

    Τῶν δὲ καθόλου αἱ μὲν οὐσιώδεις εἰσίν, αἱ δὲ ἐπεισοδεώδεις. ἐκεῖνα δὲ λέγεται οὐσιώδη, ὅσα καὶ | παρόντα σώζουσι καὶ ἀπόντα φθείρουσιν· [*](428) οἷον τὸ λογικὸν τῷ ἀνθρώπῳ οὐσιωδῶς ὑπάρχει (καὶ παρὸν γὰρ σώζει αὐτὸν καὶ ἀπὸν φθείρει), ὁμοίως καὶ ἡ θερμότης τῷ πυρὶ καὶ ἡ ψυχρότης τῇ χιόνι. ἐπεισοδιώση δὲ λέγεται ὅσα τοὐναντίον μήτε παρόντα σώζει μήτε ἀπόντα φθείρει· τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ ἐπεισοδιωδῶς ὑπάρχει· οὔτε γὰρ παρὸν σώζει αὐτὸν οὔτε ἀπὸν φθείρει. τὰ μὲν οὖν οὐσιώδη ἢ ὕπαρξιν δηλοῦσιν ἢ τρόπον ὑπάρξεως· καὶ εἰ μὲν τρόπον ὑπάρξεως, ποιεῖ τὴν διαφορὰν οἷον τὸ λογικόν (τοῦτο γὰρ τοιόνδε ποιεῖ τὸ ζῷον); εἰ δὲ ὕπαρξιν δηλοῖ, ἢ εὐθέως εἰς τὰ ἄτομα διαιρεῖται, Σωκράτην φημὶ καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ λέγεται τὸ διαιρούμενον εἶδος, ἢ πρῶτον εἰς τὰ εἴδη διαιρεῖται, εἶτα διὰ τῶν εἰδῶν εἰς τὰ ἄτομα, καὶ λέγεται γένος τὸ διαιρούμενον. τὰ δὲ ἐπεισοδιώδη ἢ μιᾷ μόνῃ φύσει ὑπάρχουσι καὶ λέγονται ἴδια, ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ, τὸ χρεμετιστικὸν τῷ ἵππῳ, τὸ ὑλακτικὸν τῷ κυνί, ἢ πολλαῖς καὶ λέγονται συμβεβηκότα, ὡς τὸ λευκὸν οὐ μόνον ἀνθρώπῳ ὑπάρχει ἀλλὰ καὶ ἵππῳ καὶ βοὶ καὶ ἀψύχοις. ἢ καὶ ἄλλως· πᾶσα φωνὴ ἢ σημαντικὴ ἢ ἄσημος· καὶ εἰ μὲν σημαντική, ἢ καθόλου ἢ μερική. τῆς δὲ καθόλου τὰ μὲν οὐσιώδη, τὰ δὲ ἐπεισοδιώδη. τὰ μὲν οὖν οὐσιώδη ἢ κατὰ διαφερόντων τῷ εἴδει καὶ ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ γένος, ἢ ἐν τῷ ποῖόν τί ἐστι καὶ ποιεῖ τὴν δια- φοράν, ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ εἶδος. τὰ δὲ ἐπεισοδιώδη ἢ ἀντιστρέφει καὶ ποιεῖ τὸ ἴδιον, ὡς τὸ γελαστικόν (πᾶν γὰρ γελαστικὸν ἄνθρωπος καὶ πᾶς ἄνθρωπος γεκαστθξίβ)μ ἢ οὐκ ἀντιστρέφει καὶ ποιεῖ τὸ συμβεβηκός, οἷον τὸ λευκόν· οὐδὲ γὰρ ἀντιστρέφει τὸ λευκὸν πρὸς τὸν ἄνθρωπον· οὐδὲ γὰρ εἴ τι λευκόν, ἐκεῖνο καὶ ἄνθρωπος, οὐδὲ εἴ τι ἄνθρωπος, τοῦτο λευκόν· ὁ γὰρ Αἰθίοψ ἄνθρωπός ἐστι καὶ οὐ λευκόν. |

    Πρᾶξις ιδ΄.

    [*](429)

    Μετὰ τὸ πρῶτον κεφάλαιον εἴπωμεν καὶ τὸ δεύτερον, φημὶ τὸ χρή. σιμὸν. χρησιμεύει τοίνυν τὸ παρὸν βιβλίον εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν, εἰς πᾶσαν φιλοσοφίαν, εἰς τὰς διαλεκτικὰς μεθόδους, εἰς τὰς Ἀριστοτέλους καὶ τῶν ἄλλων Κατηγορίας· οὗτοι γὰρ κατὰ ζῆλον τοῦ οἰκείου διδασκάλου ὁμώνυμα συγγράμματα τούτῳ κατέ|λιπον. χρησιμεύει οὖν ἡμῖν εἰς τὴν [*](430) ἡμῶν αὐτῶν οὐσίαν, ἐπειδὴ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος· ἀμέλει κά ἐν ταῖς ἠρεμίαις ἀσχάλλομεν ὡς παρὰ φύσιν ζῶντες καὶ μὴ ἔχοντες ὅτῳ [*](4 ἐπεισοδιώδεις recte C: ἐπουσιώδεις coni. Cramer. 22 καὶ ἡ] ἡ καὶ c 23. 25 ποεῖ C 32 εἴπωμεν scripsi: εἴπομεν Cc 35 τῶν ἄλλων scripsi: τὰς ἄλλας Cc (cf. p. 38, 16) δασκάλου C 36 σύγγραμμα C)

    37
    κοινωνήσομεν. κοινωνοῦμεν δὲ ἀλλήλοις διὰ φωνῶν, ὅθεν καὶ φωνὴ εἲρηται ὡς εἰς φῶς ἄγουσα τὰ τοῦ νοῦ γεννήματα, διὸ καὶ φὼς μόνος ὁ ἂνθρωπος λέγεται ὡς πολὺ τὸ φωτιστικὸν ἔχων καὶ ἐξαγγελτικόν· οὗτος γὰρ καὶ τὰ γνωστικὰ ἑαυτοῦ πάθη ἐξαγγέλλει διὰ τῆς φωνῆς τῆς ἐνάρθρου καὶ τὰ ζωτικὰ διὰ τῆς ἀνάρθρου, οἷον βηχὸς συρίγματος στεναγμοῦ, τὰ δὲ ἂλογα διὰ τῶν ἀνάρθρων μόνον τὰ ζωτικὰ ἡμὶν ἐμφαίνει. εἰ οὖν περὶ φωνῶν διαλέγεται, πῶς οὐ χρησιμεύει ἡμῖν εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν; ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν, εἴ γε πᾶσαν φιλόσοφον φωνὴν ἐνταῦθα διδασκόμεθα. ἀλλὰ καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους· τέσσαρες γὰρ αὗται, διαιρετική, ὁριστική, ἀποδεικτική, ἀναλυτική, ἐπειδὴ καὶ τέσσαρα τὰ διαλεκτικὰ προβλήματα, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ τὸ μὲν εἰ ἔστιν ἀναλογεῖ τῇ διαιρετικῇ (εἰ γὰρ γὰρ πάντως ὑπὸ τὴν διαίρεσιν πίπτει), τὸ δὲ τί ἐστι τῇ ὁριστικῇ * * * (πᾶσαι γὰρ αἱ ἀποδεῖξεις τοῦ ὁποῖόν τί ἐστι· σπανίως γὰρ ἀμφιβάλλεται τὸ εἴ ἐστι καὶ ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστι), τὸ δὲ διὰ τί ἐστιν ἀναλογεῖ τῇ ἀναλυτικῇ· ἑκατέρα γὰρ αὐτῶν αἰτίας εὕρεσίς ἐστι. καὶ τοσαύτη ἐστὶν ἡ δύναμις τῆς ἀναλυτικῆς, ὡς ἰσχύειν πάσαις ἀντιτάσσεσθαι· τῇ μὲν ὁριστικῇ, ὅτι ἐκείνης τὰ πολλὰ ἓν ποιούσης αὕτη τὸ ἓν πολλὰ ποιεῖ, τῇ δὲ διαιρετικὴ, ὅτι τῆς διαιρετικῆς τὸ ἓν πολλὰ ποιούσης καὶ αὕτη τὸ αὐτὸ ποιεῖ. ἀλλὰ καὶ τῇ ἀποδεικτικῇ· τῆς γὰρ ἀποδεικτικῆς ἀπὸ αἰτίων καὶ πρώτων ἀρχομένης αὕτη ἀπὸ τῶν αἰτιατῶν καὶ δευτέρων ἄρχεται· οὐδὲν γάρ ἐστιν ἀνάλυσις, εἰ μὴ ἀπόδειξις ἀντεστραμμένη, ὅθεν καὶ ἀνάλυσις ὡς ἀνάπαλιν λύσις οὖσα του προκειμένου.

    Ἲδιον δὲ τῆς μὲν διαιρετικῆς τὸ ἓν πολλὰ ποιεῖν, οἷον τὸ ζῷον διελεῖν εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. τῆς δὲ ὁριστικῆς τοὐναντίον τὰ πολλὰ ἓν ποιεῖν, τοῦτ’ ἔστι λαβεῖν τὸ ζῷον, τὸ λογικόν, τὸ θνητὸν καὶ ὁρίσασθαι τὸν ἄνθρωπον. ἴδιον δὲ τῆς ἀποδεικτικῆς τὸ δεῖξαι ἄλλο ἄλλῳ ὑπάρχον δι’ ἄλλου μέσου· οἷον θέλοντες δεῖξαι ·ὅτι τὸ ἔμψυχον ὑπάρχει τῷ ἀνθρώπῳ παραλαμβάνομεν μέσον τὸ ζῷον καὶ συλλογιζόμεθα | οὓτως· ἐὰν τὸ ἔμψυχον ὑπάρχῃ τῷ ζῴῳ, τὸ δὲ ζῷον τῷ ἀνθρώπῳ, [*](431) πᾶσα ἀνάγκη καὶ τὸ ἔμψυχον ὑπάρχειν τῷ ἀνθρώπῳ. ἢ καὶ ἄλλως· ὁ ἄνθρωπος ζῷον; τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. ἴδιον δὲ τῆς ἀναλυτικῆς τὸ λαβεῖν σύνθετόν τι πρᾶγμα καὶ ἀναλῦσαι εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συντέθη, ὥσπερ ἀναλύεται ὁ λόγος εἰς λέξεις, αἱ λέξεις εἰς συλλαβὰς καὶ αἱ συλλαβαὶ εἰς στοιχεῖα. πρώτη τοίνυν ἐστὶν ἡ διαιρετική, δευτέρα ἡ ὁριστική, τρίτη ἡ ἀποδεικτικὴ καὶ τετάρτη ἡ ἀναλυτική· δεῖται γὰρ ἡ ὁιστικὴ τῆς διαιρετικῆς· εἰ μὴ γὰρ προηγήσηται ἡ διαίρεσις, ὁ ὁρισμὸς οὐ γίνεται. πάλιν δὲ εἰ μὴ προκατασκευσθῇ ὁ ὁρισμός, οὐ δύναται χρῆμόνον [*](6 μόνον] μόνων c 10. 11 τέσσαρα . . προβλ.] cf. p. 3,5 13 post ὁριστικῇ defectum indicavi; conicias οἱ γὰρ ὁρισμοὶ τὸ τί ἐστι παριστᾶσιν, τὸ δὲ ὁποῖόν τί ἐστι τῇ ἀποδεικτικῇ 24 ἲδιον τῆς διαιρετικῆς in mrg. adtiot. C post ποιεῖν add. τοῦτ’ ἐστιν del. C 25 ἴδιον τῆς ὁριστικῆς in mrg. aduot. C 27 ἲδιον τῆς ἀποδεικτικῆς in mrg. adnot. C 30 ὑπάρχῃ scripsi: ὑπάρχει Cc 32. 33 ἲδιον τῆς ἀναλυτικῆς in mrg. adnot. C 35 εἰς στοιχεῖα] εἰστοιχεῖα C)

    38
    σθαι αὐτῷ ἡ ἀπόδειξες. ἡ δέ γε ἀναγυτικὴ σκοπὸν ἔχει, ὡς εἴρηται, ἕν τι σύνθετον πρᾶγμα λαβεῖν καὶ τοῦτο ἀναγῦσαι εἰς τὰ ἁπλᾶ, ἐξ ὦν συνε- τέθη, οἶον λαμβάνει ὡς ὄλον τι σύνθετον πρᾶυμα τὸν Σωχράτην καὶ δι- αιπεῖ αὐτὸν εἰς χεῖρας καὶ πόδας καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος χω- ροῦσα μέχρις αὐτῶν τῶν στοιχείων.

    Τούτων οὕτως ἐχόντων σομβάλλεται ἡμῖν εἰς τὴν διαιρετικήν, ἐπειδὴ τρία τινὰ συγκροτεῖ τὴν διαίρεσιν, τὸ διαιρούμενον, τὸ διαιροῦν, τὰ διαιπε- θέντα· αἶον τὸ διαιρούμενον διαίρεσιν, τά ξύλα, τὸ διαιροῦν ὁ πρίων, τὰ διαιρεθέντα αἱ σανίδες. οὕτως κἀνταῦθα διαιπούμενον μὶν τὸ γένος, διαιροῦν δὲ ἡ δια- φορά, τὰ διαιρεθέντα εἴδη· γένη δὲ καὶ διαφορὰς καὶ εἴδη ἐνταῦθα διδα- σκόμεθα, πῶς οὐκ ἄν εἴη χρήσιμον; καὶ εἰς τὴν όριστικὴν δὲ συμβάλλεται ἡμῖν τὸ παρὸν βιβλίον, εἴ γε ἐκ τῶν διαιρέσεων οἱ ὁρισμοί. ἀλλὰ καὶ εἰς τὴν ἀποδεικτικήν, εἴ γε τὤν ἀποδείξεων ἀρχαῖ οἱ ὁρισμοί. ἀλλᾶ καὶ εἰς τὴν άναλυτικήν, εἴ γε ἡ ἀναλυτικὴ ἀπόδειξές ἐστι ἀντεστραμμένη- οὕτως μὲν εἰς τὰς τέσσαρας διαγεκτικὰς μεθόδους· ἀλλὰ καὶ εἰς τὰς’ Αριστοτέλους καὶ τῶν ἄλλων Κατηγορίας· αὖται γάρ, οὖτινος ἄν ὦσι γένη, γενικώτατά εἰσι· γένη δὲ γενικώτατα γνῶναι οὐ δυνατὸν αὐτὸ τοῦτο τί ἐστι γένος ἀγνοοῦντας· γένη δὲ ἐνταῦθα διδασκόμεθα, πῶς οὐκ ἄν εἴη χρήσιμον; ἀλλ’ ἐπειδὴ τὰ γένη εἰς εἴδη διαιρεῖται διὰ μέσου τῶν διαφορῶν, διαφορὸς δὲ καὶ εἴδη ἐνταῶθα διδασκόυεθε, πῶς οὐκ ἂν εἴη χρήσιμον τὸ παρὸν βιβνίον; ἀλλ’ ἐπειδὴ αἰ κατηγορίαι γένη γενικώτατα οὖσαι οὐχ ὁρίζονται, ἀγαπητὸν κἂν διὰ τῶν ἰδίων αὐτὰς ὑπουράψαι· ἴδιον δὲ ἐνταῦθα |διδασκιόμεθα, [*](132) πῶς οὐ κρήσιμον; ἀλλ’ ἐπειδὴ δέκα οὐσῶν κατηγοριῶν μία μόνη οὐσία, αἱ δὲ λοιπαὶ συμβεβηκότα, πῶς οὐ τὸ πολὺ μέρος εἰς τὸ συμβεβηκὸς συν- τελεῖ; διαγέγεται γὰρ καὶ περὶ συμβεβηκότος. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.

    Πρᾶξις ιε΄ .

    Μετὰ τὸ εἰπεῖν ἡμᾶς τὸν δκοπὸν καὶ τὸ χρήσιμον, ἔγθωμεν καὶ τὸ χρήσιμον, ἔλθωμεν καὶ ἐπὶ τὰ λοιπὰ τῶν κεραλαίων καὶ εἴπωμεν τὸ τρίτον κεφάλαιον, τοὐτ’ ἔστι τὴν τάξιν. δεῖ τὸ παρὸν βιβλίον πρὸ τῶν Κατηγοριῶν ἀναλέγεσθαι, εἴ γε ἐν- ταῶθα τὰς φωνὰς διδασκόμεθα, ἐκεῖ δὲ τὰ πράυματα, προηγεῖται δὲ ἀεὶ ἡ γνῶσις τῶν φωνῶν τῆς γνώσεως τῶν πραγμάτων. αὕτη μὲν Εἰσαγωγή, ἐπειδὴ ἡ γνῶσις τῶν φωνῶν εἰσαγωγή ἐστι τἠς γνώσεως τῶν πραγμάτων. χρὴ δὲ ζητῆσαι τίνος χάριν ριλοσοφίας γράρων εἰσαγωγὴν ἀπροσδιορίστως ἐπέγραψε, μὴ δηλώσας τίνος ἐστὶν εἰσαγωγή. καὶ λέγομεν τούτου δύο αἰ- τίας· μίαν μέν, ὅτι πρέπει τοῖς ἐξέχουσι τῶν πραγμάτων τὸ ἀπροσδιόρι- στον· οὕτω γοῦν ‘ὁ ποιητής’ ἀκούσαντες ‘Ομήρου ἔννοιαν ἔχομεν ὠς προὔχοντος τὤν ἄλλων καὶ ‘ὁ ῥήτωρ’ ἀκούσαντες Δημοσθένους ἔννοιαν [*](1 εἵρηται] p. 37,33 6 conicias <τὸ πορὸν βιβγίον> συμβάλλεται (cf. v. 12. 20) 10 an διαp. τὰ coll.? 13 ἀρχὴ c 14 ἀντεστραμμένη] τετραμμένη c (cf. p. 37,22 22 κἂν] καὶ c 30 πράγματα scripsi: γράμματα Cc 34 φιλοσοφίαν c)

    39
    λαμβάνομεν. δευτέραν δέ, ὅτι εἰσαγωγὴ οὖσα φιλοσοφίας ἡ παροῦσα καὶ ἐπιστήμης κοινῶς ἐστιν εἰσαγωγή. αὕτη μὲν ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπ’ οἷς εἴπωμεν τὸ γνήσιον. γνήσιον τοίνυν πολυειδῶς ἐστι Πορφυρίου τὸ παρὸν βιβλίον, ἐκ τῶν ἐνθυμάτων καὶ ἐκ τῆς πρὸς ἄλλας πραγματείας ὁμοιότητος· οὐ γὰρ μόνον ἡ παροῦσα πραγματεία αὐτῷ γέγραπιαι πρὸς Χρυσαόριον, ἀλλὰ καὶ ἄλλαι, οἷον τὸ Περὶ διαστάσεως Πλάτωνος καὶ Ἀριστοτέλους· παιδεύνοτος γὰρ τοῦ Πορφυρίου ἐν Ῥώμῃ τὸν Χρυσαόριον τὰ μαθηματικὰ τὰ πρῶτα φέροντα τῆς ἐκεῖσε γερουσίας (ἀπόγονος γὰρ ἦν Συμμάχου ἐκείνου, εἰς ὃν εἴρηται
  • Σύμμαχε Συμμαχίδη, πολυσόμμαχε, σύμμαχε Ῥώμης),
  • καὶ ἀποδημήσαντος αὐτοῦ Πορφυρίου ἐν Σικελίᾳ διὰ τοὺς ἐν τῇ Αἴτνῃ τοῦ πυρὸς κρατῆρας, διότι δεῖ τὸν φιλόσοφον φιλοθεάμονα εἶναι τῶν τῆς φύσεως ἔργων, σχολάσας ὁ Χρυσαόριος ἀπὸ τῶν | μαθημάτων ἐνέτυχε [*](433) ταῖς Ἀριστοτέλους Κατηγορίαις καὶ μὴ δυνηθεὶς νοῆσαι αὐτὰς ἐπιστέλλει τῷ Πορφυρίῳ ἢ τὴν ταχίστην ἐπανελθεῖν καὶ ἐξηγήσασθαι αὐτῷ τὰς αὐτὰς Κατηγορίας ἢ γράψαι αὐτῷ ὑπόμνημα· καὶ αἱρεῖται ὁ Πορφύριος τὸ δεύτερον καὶ γράφει αὐτῷ τὴν παροῦσαν πραγματείαν, οἷον ὑπόμνημα οὖσαν Κατηγοριῶν.

    Ἐφ’ οἷς εἴπωμεν τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν. διαιρεῖται τοίνυν τὸ παρὸν βιβλίον εἰς τρία. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι τὴν οὐσίαν τῶν πέντε φωνῶν ὑπογράφει, ἐν δὲ τῷ δευτέρῳ κοινῶς τὰς διαφορὰς αὐτῶν λέγει καὶ τὰς κοινωνίας, καὶ ἐν τῷ τρίτῳ ἰδίᾳ ἑκάστην συγκρίνει ταῖς λοιπαῖς, παραδιδοὺς τοῦ γένους καὶ τῆς διαφορᾶς τὰς κοινωνίας καὶ τὰς διαφοράς, εἶτα τοῦ γένους καὶ τοῦ εἲδους καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. μετὰ ταῦτα ὁ τρόπος λεγέσθω τῆς διαδασκαλίας. παντὶ τοίνυν κέχρηται τρόπῳ, ὁριστικῷ μὲν ὑπογράφων τὰς φωνὰς, διαιρετικῷ δὲ διαιρῶν αὐτὰς εἰς τὰ οἰκεῖ σημαινόμενα, ἀποδεικτικῷ ἡνίκα ἀποδείκνυσι τὰς διαφορὰς δυνάμει οὔσας ἐν τῷ γένει καὶ οὐκ ἐνεργείᾳ, ἀναλυτικῷ δὲ ὅτε τὰς διαφορὰς τῶν πέντε φωνῶν λέγει· ἡ γὰρ διαφορὰ διάκρισίς ἐστι καὶ οἷον ἀνάλυσις. ἀνάγεται δὲ ὑπ’ οὐδὲν μέρος τῆς φιλοσοφίας, ἀλλ’ ὑπὸ τὸ ὄργανον αὐτῆς, φημὶ τὴν λογικήν, ὡς δειχθήσεται σὺν θεῷ ἐν τῇ Ἀποδεικτικῇ.

    [*](7 Περὶ δmστ.] Zelleri Ph. Gr. V 3 p. 640 not. 3 11 πολυσίμμαχε c)
    40
    [*](C f. 54v)

    p. 1.3 Ὂντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τήν.

    Ἒπειδὴ μετὰ τὸ προτελεῖσθαι καὶ τοῦ τελεῖσθαι καιρός, καὶ προτελοῦσι μὲν τὰ ἡμέτερα, τελοῦσι δὲ αἱ τοῦ φιλοσόφου φωναί, φέρε τῶν μὲν ἡμετέρων ἅλις, ἐπ’ αὐτοὺς δὲ λοιπὸν τοὺς ἀγῶνας ἀποδυσώμεθα, τὴν ἐξήγησιν τῆς λέξεως. τὸ τοίνυν προοίμιον αὐτῆς τρία διδάσκει, τὸν σκοπόν, τὸ χρήσιμον καὶ τὸν τρόπον τὸν διδασκαλικόν, | μᾶλλον δὲ τὸ ἔμπαλιν τὸ 55r χρήσιμον, τὸν σκοπὸν καὶ τὸν τρόπον τὸν διδασκαλικόν, εἴ γε τοῦ ἀγαθοῦ πάντα ἐφίεται, ἐν δὲ τῷ χρησίμῳ τὸ ἀγαθόν· δύο γὰρ ὄντων κανόνων μαχομένων ἀλλήλοις καὶ τοῦ μὲν ἑνὸς λέγοντος ὅτι δεῖ τὸ χρήσιμον προηγεῖσθαι, διότι πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ἐν τῷ χρησίμῳ δὲ τὸ ἀγαθόν, καὶ ὅτι δέλεαρ προτείνεται ἡ ἐξ αὐτοῦ ὠφέλεια τοῖς μανθάνουσι πρὸς ἐρωτικῆν διάθεσιν, καὶ κτὰ Πίνδαρον λέγοντα

  • παντὸς ἔργου πρόσωπον
  • χρὴ θέμεναι τηλαυγές,
  • καὶ ὅτι θαυμάζομεν τὸ βιβλίον διὰ τὸ χρήσιμον αὐτοῦ, καθά φησι καὶ Ἀριστοτέλης ὅτι ‘θαυμάσαντες τὸ ὅτι ἐπὶ τὴν ζήτησιν τοῦ διότι ἐρχόμεθα’, τοῦτ’ ἔστι τὸ φιλοσοφεῖν. καὶ παρὰ τοῖς ποιηταῖς ἡ Ἶρις Θαύμαντος λέγεται θυγάτηρ ὡς φιλοσοφία τις οὖσα καὶ ἀγγελὶς τῶν ὑπ’ αὐτῶν λεγομένων θεῶν, παρὰ τὸ ἐρεῖν ὀνομασθεῖσα Ἶρις. θαυμαστὴ δὲ καὶ ἡ ὁμώνυμος αὐτῇ ἶρις ἐν ὑγρῷ καὶ ῥευστῷ ὑποκειμένῳ τῷ ἀέρι τοιοῦτον ἀπο- τετορνευμένον καὶ μαθηματικὸν φυλάξασα σχῆμα καὶ τὸ ἀσύγχυτον τῶν [*](1 πρᾶξις ις’ addidi 2 tit. om. V 6 λοιπὸν om. C 7 αὐτό V 8 μᾶλλον—διδασκλικόν (9) om. C 11 ἑνὸς om. C 11. 12 post προηγεῖσθαι add. τοῦ σποποῦ in mrg. C 2 (cf. p. 41,11) 13 αὑτοῦ V 15 ἀρχομένου δ’ ἒργου Pind. (Olymp. VI, 4) 16 θέμενοι Y: θέμεν Find. 18 ἀρηστοτέλης V (cf. Anal. post. Bl p. 89b 29 Metaph. Α 2 p. 982b 12 sq.) θαυμάσαν τὶς V 19 φιλόσοφον V παρὰ τοῖς ποιηταῖς] Hesiod. Theog. 265. 266 (cf. Flat. Theaet. p. 155 D) 20 ἂλλελὲς] ἄγγελος V Dav. (fort, recte, cf. Hom. B 286) 21 θαυμαστὴ—ἶρις (22) om. C 22 αὐτῆι Laur. 72,5: αὕτη V)
    41
    χρωμάτων. καὶ οὕτως μὲν περὶ τοῦ χρησίμου. τοῦ δὲ ἄλλου κανόνος φάσκοντος δεῖν τὸν σκοπὸν προτάττειν διὰ τὸ μὴ ἀγνοουμένου τοῦ πράγματος ἐπαίνους καταβάλλεσθαι (ἔπαινος δὲ τοῦ βιβλίου τὸ χρήσιμον) καὶ διὰ Πλάτωνα εἰρηκότα ‘ὦ παῖ, μία ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἐπεὶ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη’. τῶν δύο οὖν μαχομένων κανόνων θαυμαστῶς διῄτησεν ὁ εὐμήχανος φιλόσοφος κεράσας τὸ πρᾶγμα· ἤρξατο μὲν γὰρ ἀπὸ τοῦ χρησίμου μηδὲν τοῦ ἀγαθοῦ νομίσας εἶναι ἐπέκεινα, εἶτα πολλῶν ὄντων τρόπων τοῦ χρησίμου ἑνὸς μνησθείς, πρὶν τοὺς ἄλλους εἴπῃ, ἐπάγει τὸν σκοπὸν καὶ λέγει πάλιν τὸ χρήσιμον, ἵνα δόξῃ θάτερον θατέρου προτάττειν καὶ τὸν σκοπὸν τοῦ χρησίμου καὶ τὸ χρήσιμον τοῦ σκοποῦ. φέρε δὲ ἡμεῖς, ὡς εἰώθαμεν, διὰ τὸ σαφὲς ἀπὸ [*](55v) τοῦ σκοποῦ ἀρξώμεθα.

    Σκοπὸν τοίνυν ἔχει ὁ Πορφύριος πᾶσαν φιλόσοφον φωνὴν διδάξαι ἡμᾶς καὶ ὑπὸ πέντε κοινότητας καὶ ἀρχὰς ἀναγαγεῖν, καὶ οὐχ, ὥς τινες ὑπολαμβάνουσιν, ὅτι σκοπὸν ἔχει περὶ πέντε τινῶν διαλαβεῖν, περί τε γένους καὶ τῶν λοιπῶν, ἵνα μὴ ἑνὸς ὄντος βιβλίου καὶ ταῦτα βραχυτάτου πλείονας ποιήσῃ σκοπούς, τοῦ Πλάτωνος λέγοντος παντὸς βιβλίου ὅσον ἂν ᾖ καὶ οἷον ἂν ἡ ἕνα σκοπὸν ποιεῖσθαι. ἄλλοι δὲ λέγουσιν ὅτι σκοπὸν ἔχει τὰ ἀσαφῶς ἐν. ταῖς Κατηγορίαις εἰρημένα σαφηνίσαι· ψεῦδος γὰρ καὶ τοῦτο, εἴ γε μέμνηται ἐν ταῖς Κατηγορίαις τοῦ δυνάμει ἀσαφεστάτου ὄντος, ὅπερ ἐνταῦθα οὐ σαφηνίζει. καὶ οὕτως μὲν ὁ σκοπός. ἐφ’ οἷς εἴπωμεν τὸ χρήσιμον. τεσσάρων τοίνυν ὄντων τρόπων του χρησίμου, ὡς εἴρηται ὲν τοῖς προλαβοῦσι, τῶν δύο ἐνταῦθα μέμνηται, τοῦ εἰς τὰς Κατηγορίας χρησιμεύειν καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους, ἢ τὰ κατεπείγοντα εἰς τὴν παροῦσαν πραγματείαν εἰπὼν ἢ καὶ τὰ λοιπὰ αἰνιξάμενος διὰ τοῦ καί συνδέσμου· εἰπὼν γὰρ καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διὰ τοῦ καί συνδέσμου καὶ τὰ λοιπὰ ἐμφαίνει. οὕτως καὶ τὸ χρήσιμον. ἐφοἶς ὁ τρόπος τῆς διδασκαλίας λεγέσθω. δεῖ εἰδέναι ὅτι οὐδενὶ τῶν προειρημένων τρόπων κέχρηται τῆς διδασκαλίας, ἀλλὰ νῦν παραδίδωσι τρόπον διδασκαλίας καθαρόν, καθαρεύοντα παντὸς τρόπου ἀσαφείας· τρεῖς γὰρ τρόποι εἰσὶν ἀσαφείας, δι’ οὓς ἀποκνοῦσιν οἱ νέοι τοῖς βιβλίοις ἐντυγχάνειν· [*](2 δεῖ C άγνωουμένου C τοῦ om C 3 καταβαλέσθαι V 3. 4 διὰ Πλάτωνα εἰp.] Phaedr. p. 237 Β. C 4 τοῦ] τὸ V 4. 5 περὶ ὅτου ἐστιν Dav: περὶ ὁτουοῦν CV 5 ἐπεὶ] ἢ Dav. Plat, (sed non est quod corrigas) 5. 6 τῶν δύο οὖν μ. κ. θαυμ.] ὅθεν θαυμαστῶς V 6 κανόνων iter. C 7 μὲν iter. C γὰρ om. V 9 καὶ λέγει πάλιν Laur. 72,5: καὶ λέγειν πάλιν C: πάλιν καὶ λέγει V 11 ἀσαφὲς V 12 ἀρξώμεθα] ὢ ex ὁ coir. C 15 ὅτι deleveritn 17 ποιήσεις C τοῦ Πλάτωνος λέγοντος] cf. v. 4 17. 18 ἄν (utrobique) scripsi: ἐὰν C: ἔαν V 18 ποιήσθε (sic) V ἄλλοι δὲ λέγουσιν] ἢ ὡς ἄλλοι V τὰ] τὸ V 19 γὰρ] an δὲ? 20 ἐν ταῖς κὰτ.] spectat p. 7b23sq. 21 οὗτος C (cf. v. 27) εἲπομεν C 21. 22 τοῦ χρησίμου V 22 εἴρηται] p. 36,33 24 τὰ om. V 25 αἰνιτώμενος V 26 τῶν C 2 τὴν C 1 ἀριστοτέλη V 27 καὶ τὰ λοιπὰ] καὶ τὰας λοιπὰς CV: τὰ λοιπὰ Laur. 72,5 28 λεγέσθω τῆς διδασκαλίας colloc. V 29 ἀλλὰ νῦν νῦν παραδίδωσι] ἀλλ’ ἄλλον νῦν δίδωσι V 30 τρεῖς—ἀσαφείας (31) om. 31 δι’ ὧν C (sed iu lit.) ἀπαδνοῦσιν V)

    42
    ἢ γὰρ διὰ τὸ δκοτεινὸν καὶ ὑποβρύχιον τῶν νοημάτων, ὡς τὰ Ἡρακλείτεια (διὸ καί τις τὰ Ἡρακλείτου ἔφη βαθέος δεῖσθαι κολυμβητοῦ), ἢ διὰ τὸ ἐξηπλωμένον τῆς φράσεως | ὡς χαλινοῦ δεῖσθαι, οἶον τὰ Γαλήνεια καὶ τὰ [*](56r) Πρόκλεια, ἢ διὰ τὸ ἀπεστενωμένον τῆς φράσεως, ὡς τὰ Ἀριστοτελικὰ καὶ τὰ Ἱπποκράτεια. πάντας οὖν τούτους ἐξέφυγε, τὸν μὲν ἐκ τῆς βαθύτητος τῶν νοημάτων εἰπὼν τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων, τῶν δ’ ἁπλουστέρων συμμέτρως στοχαζόμενος, τὸν δὲ ἐκ τῆς πολυλογίας εἰπὼν σύντομόν σοι παράδ οσιω ποιούμενος πειράσομαι διὰ βραχέων, τὸν δὲ ἐκ τοῦ ἀπεστενωμένου τῆς φράσεως, ἡνίκα λέγει ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ. ταῦτα ἔχει ἡ παροῦσα πρᾶξις.

    <Πρᾶξις ιζ’>.

    p. 1,3 Ὄντος ἀναγκαίου, Χρυσαόριε.

    Διὰ τί τὸ ὂν προέταξε τοῦ ἀναγκαίου; καὶ λέγομεν ὅτι ὡς καθολικώτερον· τὸ γὰρ ὂν φέρεται καὶ κατὰ ἀναγκαίου, φέρεται καὶ κατὰ ἐνδεχομένου. λέγεται δὲ ἀναγκαῖα μὲν τὰ ἀεὶ ὡσαύτως ἔχοντα, οἶον ἀναγκαίως τὸ πῦρ θερμαίνει, ὁ ἥλιος φωτίζει, ἐνδεχόμενα δὲ τὰ δυνάμενα καὶ ἄλλως ἔχειν, οἶον τὸ περιπατεῖν τὸν ἄνθρωπον (δύναται γὰρ καὶ μὴ περιπατεῖν), καὶ τὸ διαλέγε- σθαι· δύνα|ται γὰρ καὶ μὴ διαλέγεσθαι. ὡς οὖν κατὰ τῶν δύο φερόμενον [*](56v) τὸ ὄν, τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, καθολικώτερόν ἐστι μόνου [*](1 ἢ] ἀσαφὲς V καὶ τὰ ἡρακλείτια V 2 τις] Crates quidam, cf. Diog. Laert. IX, 12 τὰ ἡρακλείτου] τῶν ἡρακλειτῶν V βαθέως C 3 ἐξιπλομένον C 1 ὡς — φράσεως (4) om. V 4ἀπεστενωμένον Laur. 72,5: ἀποστενωμένον C (cf. v. 9) 5 ἱπποκράτια V ἐξέφυσε V τὸν] τὸ V 6 ζητήματα C 1 7 συμ- μέτρως om. V 7. 9 τὸν] τῶν V 8 παράδωσιν C 9 τοῦ ἀπεστενω- μένου] τῆς ἀποστενωμένου V φράσεως] φύσεως V 10 παροῦσα πρᾶξις Laur. 72,5: πρ ά C: παροῦσα πραγματεία καὶ πρᾶξις V post πρᾶξις add. Ποσαχῶς λέγεται τὰ στοιχεῖα ; τριχῶς· πόρρω, προσεχῶς καὶ προσεχέστατα. πόρρω μὲν γῆ, ὕδωρ, πῦρ, ἀήρ· προσε- χῶς δὲ οἱ τέσσαρες χυμοί, αἶμα, φλέγμα, ξανθὴ χολὴ καὶ μελαγχολικὸς χυμός· προσεχέστατα δὲ τὰ ὁμοιομερῆ, αάρκες, φλέβες, ὀστᾶ, νεῦρα, ἀρτηρίαι, ὑμένες. ἡ εἰς τὰ κεφάλαια διαίρεσις· διαιρεῖται τὸ βιβλίον εὶς δύο· καὶ ἐν μὲν τῷ πρώτῳ διδάσκει περὶ τῶν πόρρω, ἐν δἐ τῷ δευ- τέρῳ διδάσκει περὶ τῶν προσεχῶν. θεραπεία ἐστὶν ἡ ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἐπάνοδος. τρεῖς δυνάμεις εἰσὶ τῶν ἐμψύχνω ἤτοι τῶν φυτῶν· θρεπτική, αὐξητικὴ καὶ ἡ τοῦ ὁμοίου γεννητική. διαφορά ἐστιν ἑτερότης ἤτοι ἐναλλαγή τινων πραγμάτων πρὸς ἄλληλα. τέλειος, ἀτελης καὶ ὑπερτελής· τέλειος μέν ἐστιν ὁ ἕκτος· ἔχει γὰρ τὰ ἡμίσεια τρία, τὰ τρίτα δύο καὶ τὸ ἓν ἕκτον. ἀτελής δέ ἐστιω ὀ ὄγδοος· ἔχει γὰρ τὰ ἡμίσεια τέσσαρα, τὰ τέταρτα δύο, τὸ ὄγδοον ἕν, καὶ περιττεύει ἕν καὶ διὰ τοῦτο λέγεται ἀτελής. ὑπερτελὴς δέ ἐστιν ὁ δωδέκατος· ἔχει γὰρ τὰ ἡμίσεια ἕξ, τὰ τρίτα τέσσαρα, τὰ τέταρτα τρία, τὰ ἕκτα δύο, τὸ δωδέκατον ἕν, καὶ προσλαμβάωει ἕν καὶ λέγεται ὑπερτελής V 11 πρᾶξις ιζ’ addidi 12 ante lemma praebet titulum oblitteratum Ἀμόνιος (?) εἰς πέντε φωνὰς τοῦ Πορφυρίου V 13 ὂν οm. C1 14 ante ἀναγκ. et ἐνδεχ. add. τοῦ V (cf. p. 43,2. 4) 15 θερμένει (αι superscr.) C 16 καὶ ὁ ἥλιος V 19 μόνου Μarc. 201: τὸ ὂν C: om. V)

    43
    τοῦ ἀναγκαίου· εἴ τι μὲν γὰρ ἀωαγκαῖον, πάντως καὶ ὄν, οὐ μήν εἴ τι ὄν, Τοῦτο καὶ ἀωαγκαῖον διά τό, ὡς εἴρηται, φέρεσθαι καὶ κατὰ ἐνδεχομένου. Καὶ πάλιν εἴ τι μὲν ἐνδεχόμενον, πάωτως ὄν, οὐ μὴν εἴ τι ὄν, πάωτως καὶ ἐνδεχόμενον διά τὸ φέρεσθαι καὶ κατὰ ἀωαγκαὶου. Τρὶα τινὰ παράκειται ἀλλήλοις, ἀγαθόν, ἀωαγκαῖον καὶ χρήσιμον· καὶ ἀγαθὸν μέν ἐστι τὸ δι’ ἐαυτὸ αῤετὸν οἶον ὑγεία· αὐτὴ γὰρ δι’ ἑαυτὴν αἰρετή ἐστι καὶ οὐ δι’ ἄλλο, εἴ γε θέλομεν ὐγιαίνειν, καὶ εἰ λήσεσθαι μέλλοιμεν πάντας ἀωθρώπους ὄτι ὐγιαίνομεν, καίτοι κάλλος μὴ θέλοντες ἔχειν μηδὲ πλοῦτον, εἰ μηδεὶς ἀνθρώπων οἶδεν ὄτι ταῦτα ἔχομεν. ἀωαγκαῖον δὲ καὶ χρὴσιμὸν ἐστι τὸ δι’ ἄλλο αἰρετόν· ἀλλ’ εἰ μὲν ἀπαραίτητον ᾖ, λέγεται ἀναγκαῖον ὠς τὸ ἀναπωεῖν τοῖς πνεύμονα ἔχουσι ζῴοις, εἰ δὲ παραίτησιν ἐπιδέχεται, λέγεται. Τῶν οὖν τριῶν τούτων, ὠς εἴρηται, παρακειμένων ἀλλήλοις οὐκ ὀ Πορφύαριος ‘ἀγαθοῦ ὄτος τοῦ γνῶναι τί γένος καί διαφορά ἤ χρησίμου ὄντος’ , ἀλλ’ ἀναγκαίου ὄντος, ἐπειδὴ ἡ γνῶσις τῶν πέντε φωνὼν οὐδὲ ἀγαθόν ἐστιν (ἀγαθὸν γὰρ ἦν τὸ δι’ ἐαυτὸ αἰρετὸν ὄν, θέλομεν δὲ εἰδὲναι τὰς φωνὰς Οὐ δι’ ἐαθτὰς ἀλλὰ διὰ τὰ πράγματα), οὐδὲ χρήσιμος ἡ γνῶσις τῶν πέντε Φωνῶν· χπήσιμον γὰρ ἦν τὸ παραίτησιν ἐνδεχόμενον, οὐκ ἐνῆν δὲ ἠμᾶς Παπαιτήσασθαι τὰς πὲντε φωνὰς θέλοντας εἰδέναι τὰ πράγματα. Τοῦ δέ ἀναγκαίου διττοὺ ὄντος, ἤ δἰ ἐαθτὸ μὲν φεθκτοὺ, δἰ ἄλλο δὲ αἱρετοῦ, ὡς Τὸ φλεβοτόμον (τοῦτο γὰρ ὄσον μὲν ἐφ’ ἑαυτὸ φευκτόν ἐστιν ἑλκωτικὸν ὄν Καὶ διαλύον τὸ συνεχές, δι’ ἄλλο δὲ ἄλλο δὲ αἱρετόν· διὰ γὰρ τὴν κένωσιν τοῦ Λυποῦντος χυμοῦ), ἤ καὶ δι’ αὐτὸ αἰρετοῦ καὶ ἄλλο, ὤσπερ καὶ ὑγεία (αὔτη γὰρ καὶ δι’ἐαυτὴν αἰρετή ἐστιν ὠς συμμετρία καὶ δι’ἄλλο, ἴνα ὐπουργῇ τὸ σῶμα ταῖς τῆς ψυχῆς ἐνεργείαις), τῷ δευτέρῳ τοίνυν δημαινομένῳ ἐχρήσατο ἐωταῦθα ὁ Πορφύριος· ἡ γὰρ γνῶσις τῶς πέντε φωνῶν καὶ δι’ἐαυτὴν αἰρετή ἐστιν ὡς γνῶσις (πᾶσα γὰρ γνῶσις καλή, καθά φησιν | ὁ Ἀριστοτέλης, καὶ αὐτὴ ἡ τῶν κακῶν γνῶσις καλή, ἴωα μὴ δι’ ἄγνοιαν 57r χρησώμεθα αὐτοῖς· καὶ οἱ ἰατροὶ διδάσκουσι τὰ δηλητήρια, οὐχ ἴνα χρησώμεθα, ἀλλ’ ἴνα φύγωμεν), καὶ δι’ ἄλλο αἱρετή. Διά τήν γνῶσιν τῶν Πραγμάτων. |

    [*](1 τοῦτο καὶ ὄν πάντως V μὴν δἐ V 2 καὶ (post τοῦτο) om. C φέρεσθαι ὠς εἴp. Colloc. V (ef. P. 42,14) καὶ (αντε κατά) om. C τοῦ ἐνδεχομένου V 4 ἐδεχομένου C διὰ τοῦ φέρεσθαι V post ὰναγκαίου lemma Ὄντος ἀν. Χρθς. Repet. V τινὰ] κοινὰ τοῦ φέρεσθαι an <γάρ> τινα? Παράκεινται C2 5 καὶ (ante χρήσιμον) οm. V 5.6 δι’ ἐαυτό (ὸ ex oῦ corr.) V: διαυτό C 7 kaὶ εἰ Λήσεσθαι — καθά φησιν (27) V: eorum loco schemata praebet C 12 τὸ Laur. 72,5 Mare. 201: om. V 14 ἀλλ’ Μarc. 201: om. V 18 ἐνῆν scripsi: ἐνὸν V 19 θέλοντας scripsi: θέλοντες V 21 ἐλκωτιχὸν scripsi: ἐληντικόν V 23 δἰ αὐτὸ Αἰρετοῦ Laur. 72,5 Μarc. 201: διὰ ἐαυτοῦ (αἰρετοῦ om.) V δι’ ἄλλο Laur. 72,5 Mare. 201: δι’ ἄλλου V καὶ ὑγ.] an ἡ ὐγ.? 27 γνῶσις πᾶσα καλή ἐστι in mrg. Add. V 28 ὁ Om. V Ἀριστοτέλης] ef. Metaph. A 2 p. 982a7 kαὶ αὐτὴν τὴν τ. Κ. Γνῶσιν Καλήν C 29 oí οm. V; an <γάρ> οἱ ? 30 αἱρετόν (sed ón m.2) C)
    44

    p. 1,3 Καὶεἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν.

    [*](57v)

    Tὸν ἕνα τρόπον τοῦ χρησίμου ἐνταῦθα διδάσκει.

    p. 1.4 Τοῦ γνῶναι τί γένος καὶ τί διαφορά, καὶ τὰ ἑξῆς.

    Ἐνταῦθα τὸν σκοπὸν λέγει, ὅτι σκοπὸν ἔχει περὶ γενικῶν φωνῶν διαλαβεῖν καὶ καθολικῶν.

    p. 1,5 Εἲς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς περὶ διαιρέσεως.

    Μετὰ τὸ εἰπεῖν τὸν ἕνα τρόπον τοῦ χρησίμου, εἶτα ἐπαγαγεῖν τὸν σκοπόν, πάλιν τὸν ἕτερον τρόπον τοῦ χρησίμου λέγει. τινὲς δέ φασι διὰ τί προέταξεν τὴν ὁριστικὴν τῆς διαιρετικῆς, εἴ γε ἐκ τῶν διαιρέσεων οἱ ὁρισμοί· τῆς γὰρ διαιρετικῆς τὸ ἓν πολλὰ ποιούσης, οἷον τὸ ζῷον διαιούσης εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον, ἡ ὁριστικὴ τοὐναντίον τὰ πολλὰ ἓν ποιεῖ λαμβάνουσα θάτερον σκέλος τῶν ἀντιδιῃρημένων καὶ ποιοῦσα τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ λέγομεν ὅτι διὰ τὸ κατεπεῖγον· βούλεται γὰρ ὁρίσασθαι ἑκάστην φωνὴν διὰ τὸν εἰσαγωγικὸν τρόπον.

    p. 1,5 Καὶ ὃλως εἰς τὰ περὶ ειαιρέσεως ἀποδείξεως.

    Διὰ τί, φασί τινες, τῆς ἀναλυτικῆς οὐκ ἐμνήσθη; καὶ λέγομεν ὅτι οὐδὲ ταύτην παρῆκεν· τῇ γὰρ ἀποδείξει ἐμπεριέχεται, ὡς μεμαθήκαμεν· ἀπόδειξις γάρ ἐστιν ἀντεστραμμένη I ἀνάλυσις.

    [*](58r)

    p. 1,6 Καὶ χρησίμης οὔσης τῆς τούτων θεωρίας.

    Πῶς ἀνωτέρω μὲν εἶπεν ἀναγκαίαν τὴν γνῶσιν τῶν φωνῶν, νῦν δὲ χρήσιμον; πρὸς ὃ λεκτέον ὅτι ἀναγκαία μὲν ἡ γνῶσις τῶν φωνῶν, ὡς εἲρηται, ἡ δὲ περὶ τῶν φωνῶν πραγματεία χρήσιμος καὶ οὐκ ἀναγκαία· ἐνῆν γὰρ καὶ χωρὶς τοῦδε τοῦ βιβλίου νοῆσαι τὰς Κατηγορίας.

    [*](1 ἀριστοτέλους V 3 post διαφορά add. καὶ τί εἶδος V 4 σκοπῶν (ante ἒχει) C (corr. m. 2) γενηκῶν C 8 ἐπαγάγαι V 11 καὶ τῆς γὰρ V ζῷον] ἓν C 16 εἰσαγογικὸν C 17 post διαιp. add. τε C 18 post ti additum δὲ del. V 19 ταύτης V μεμαθ.] p. 37,20 20 ἀντιστραμμένη C ἀνάλυσις] ἂν in ras. C 21 lemma om. C καὶ om. Porph. 23. 24 ὡς εἲρηται om. C (cf. p. 43,4 sq.) 24 ἡ δὲ περὶ τ. φ. πραγματεία χρήσιμος] πραγματίαν (sic) χρήγ α σιμὸς (πρὸς δὲ τὴν προῦσαν in mrg. add. m. 2 eademque numeros superscr.) C οὐκ] οὐδ’ V)
    45

    p. 1,7 Σύντομόν σοι παραδοσιν ποιούμενος.

    Τὸν τρόπον τὸν διδασκαλικὸν λέγει.

    p. 1,7 Πειράσομαι διὰ βραχέων ὡς ἐν εἰσαγωγῆς.

    Τοῦτο μετριάζων ὁ φιλόσοφος εἶπεν· δεῖ γὰρ ἄνθρωπον ὄντα καὶ τὸν εὐτυχοῦντα ἐν νῷ ἔχειν τὸ εἰρημένον

  • τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.
  • διὸ καὶ οἱ ζωγράφοι τὴν τύχην ἐπὶ τροχοῦ ἱστοροῦσι τὸ ἄστατον αὐτῆς αἰνιττόμενοι. καὶ οὐ δεῖ μέγα φρονεῖν ἐπί τινι τῶν παρόντων, ἀλλὰ καὶ τὸν ἀποδεικνύντα τι δεῖ μὴ μέγα φρονεῖν· εἰκὸς γὰρ ἄνθρωπον ὄντα ἀπατᾶσθαι περὶ τὴν ἀπόδειξιν, εἴ γε καὶ περὶ τὰ ἐναργῆ ἀπατώμεθα τὸν ἥλιον πηχυαῖον ὁρῶντες καὶ τὴν ἐν τῷ ὕδατι κώπην κεκλασμένην.

    p. 1,8 Ta παρὰ τοῖς πρεσβυτέροις.

    Ἂλλη ἐλπὶς σαφηνείας προτείνεται τοῖς νέοις· ὅσῳ γὰρ κατημαξευμένα ἢ καὶ ἄλλοις εἰρημένα παλαιοῖς, σαφέστερα.

    p. 1,8 Τῶν μὲν βαθυτέρων ἀπεχόμενος.

    Ὃτε μὲν διδάσκειν ἐπαγγέλλεται, προτρεπτικῶς φησι τὸ πειράσομαι διὰ βραχέων, ὅτε δὲ παραιτεῖται, ἀποτρεπτικοῖς κέχρηται λόγοις φάσκων τὰ προειρημένα.

    p. 1,9 Τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος.

    Οὐ πρέπει τῷ ἀποδεικτικῷ | τὸ στοχάζεσθαι· ἡ γὰρ ἀπόδειξις 58v ἐπιστημονική. καὶ λέγομεν πρὸς τοῦτο, ὅτι τὸ στοχαζόμενος οὐ πρὸς τὴν ἀπόδειξιν καὶ τὸν ἐπιστήμονα εἴρηται, ἀλλὰ πρὸς Χρυσαόιον, ἀκροατὴν εἰσαγομενον.

    p. 1,9 Αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν τὸ μὲν εἲε ὑφέστηκεν καὶ τὰ ἕξης.

    Εἰπὼν ὁ Πορφύριος ὅτι τῶν μὲν βαθυτέρων ἀπέχομαι ζητημά- [*](1 σοι] οι in ras. C 2 3 ὥσπερ Porph. 4 καὶ τὸν] εἰ καὶ V 5 τὸ εἰρημένον] Menand. frg. 94,5 (III p. 29 Kock) 6 τῆς om. V 9 τὸν ἀποδεικνύντα τι] τὸν ἀποδεικνύντα τι μέγα in ras. C 2 εἰκὸς γὰρ] εἰκότος μὲν C 10 ἐνεργῆ V 1 (superscr. a) 11 ὁρὼν τις V 16 ἐπαγγέλεται C προτρεπτικῶς scripsi: προτρεπτικὸς C 1: προτρεπτικοῖς C 2: προτρεπτικὰ V στοχαζόμενος συμμέτρως colloc. V 20 οὐ scripsi ὃ C: εὖ V; Οὐ πρέπει x003E;? 21 εἰδῶν C στοχασόμενος V 24 τῶν γενῶν τε καὶ εἰδῶν τὸ μὲν] τῶν γενῶν καὶ τῶν εἰδῶν C: γενὸν (sic) τε καὶ εἰδῶν τὸ μὲν V 26 ἀπεχόμενος V)

    46
    τῶν τῶν δὲ ἀπλουστέρων συμμέτρως στοχάζομαι, ὥς τινος δῆθεν εἰπόντος πρὸς αὐτὸν ‘μάτην καλλωπίζῃ, ὧ Πορφύριε· τί γὰρ καὶ εἰ ἠθέλησας ἀσαρές τι εἰπεῖν περὶ αὐτῶν, εἶχες φύσει σαφῶν ὄντων, ὥσπερ καὶ ἄλλα φύσε. εἰσὶ σαφῆ ὡς τὸ δὶς δύο, ὅπερ οὐ δύναται ἀσαφές ποτε γενέσθαι;’, κατάλογον ποιεῖται ὁ Πορφύριος πολλῶν ζητημάτων, ὅσα ἐνῆν ζητεῖν, εἰ μὴ φειδοῖ τῆς νεολαίας φιλάνθρωπον εἶδος μετῄει συγγραφῆς· τῶν γὰρ ὄντων πάντων ἢ ὑφεστώτων ἢ ἐν ψιλαῖς ἐπινοίαις θεωρουμένων καὶ ὑφεστάστοχάσομαι [*](1 V δῆθεν om. C 2 καλοπίζη V εἰ om. V 3 post εἰπεῖν addifum εἰ μὴ del. V ὄντων scripsi: οὐσῶν GV G μετείη C 7 post πάντων maximam partem ex Davidis commentario sumpta add. haec σύντομόν σοι παράδοσιν ποιούμενος διὰ βραχέων ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρὰ τοῖς πρεσβυτέροις ἐπελθεῖν· ὡς πρὸς φωνὴν τοῦ Χρυσαορίου εἶπε τὸ πειράσομαι ὁ φιλόσοφος διὰ τό στρατηγίαις καὶ πολιτικαῖς ἤγουν δημοσίαις πράξεσιν, ἐνασχολεῖσθαι αὐτόν. παράδοσιν ἀντὶ τοῦ διδασκαλίαν, μάθησιν ἐπελθεῖν. εἰκότως καὶ τὸ σύντομόν σοι εἶπεν· ἀρεταὶ γὰρ πρῶται διηγήσεως σαφήνεια, συντομία, ἕτεραι δὲ δύο πιθανότης καὶ ὁ τῶν ὀνομάτων ἑλληνισμός, κακία δὲ διηγήσεως ἀσάφεια, μακρολογία, ἀπίθανον καὶ ὁ κατὰ τὰς λέξεις βαρβαρισμός. ταῖς δυσὶ δὲ μόναις ἐνταῦθα κέχρηται ὁ Πορψύριος ταῖς πρώταις τῆς πρώτης cod.], τῇ τε σαφηνείᾳ καὶ συντομίᾳ· τῇ μὲν συντομίᾳ ἐξ ὦν εἶπεν εἶπε δὲ σύντομόν σοι παράδοσιν ποιούμενος), τῇ δὲ σαφηνείᾳ τῆς δὲ σαφηνείας cod.], ἐξ ὧν μέλλει εἰπεῖν. σύντομόν σοι παράδοσιν· ἐντεῦθεν τὸν διδασκαλικὸν τρόπον διδάσκει ὁ Πορφύριος· φησὶ γὰρ ὅτι δεινοῖς θεωρήμασιν θεωρίμασιν cod.] οὐ βούλομαι ὁμιλεῖν, ἐκ τούτων γὰρ ἀσάφειά τις γίνεται. πειράσομαι διὰ βραχέων· τοῦτο μετριάζων ὁ φιλόσοφος εἶπεν. ἢ τό πειράσομαι οἱονεὶ πεῖραν ποιήσομαι πρὸς τὴν φύσιν· ἄνθρωπος γὰρ ἦν ὁ Χρυσαόριος στρατηγίαις μᾶλλον ἢ καὶ cod.] λόγοις σχολάζων σχολῶν cod.], οὐδὲ γὰρ ἢν λόγιος πάνυ. ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ· τοῦτο εἶπε τὸ ἀσαφὲς κἀνταῦθα ἐκφεύγων. ἔδειξε μὲν ἐν τῷ οὕτως λέγειν, ὅτι τὴν ποιότητα τῇ ποιότητι cod.] τῆς λέξεως ἄγνωστον οὐ ποιῶ, ὥσπερ Ἀχιγένεια λέγων ἀσαφῆ ἀσαφεῖς cod.] <οὗτος γὰρ> ἐποίησε τὸ [ἡδύτονον ἡδύτνον cod.] καὶ τὸ ἐνσεσαγμένον, ποῖος δὲ πόνος cod.] ἐστὶν ἡδὺς καὶ ἐνσεσαγμένος οὐκ οἳδαμεν. αἰ γὰρ εἰσαγωγαὶ δυσχερεῖς λέξεις οὐ θέλουσιν ἔχειν. καὶ ἡ ἀσάφεια κατὰ δύο τρόπους γίνεται, ἢ ἀπὸ τῆς λέξεως ἢ ἀπό τῶν θεωρημάτων, ὡς ἔχει τὰ λεπτὰ θεωρήματα τῆς φιλοσοφίας· ταῦτα γὰρ βαθέα καὶ δεινὰ ὑπάρχουσι καὶ ὑψηλὰ καὶ δέονται βαθέος κολυμβητοῦ οἷον φιλοσόφου ἄκρου. ἀπὸ δὲ λέξεως διττῶς λέγεται ἡ ἀσάφεια· ἢ γὰρ διὰ τὸ μῆκος τῆς φράσεως, ὡς ἔχει τὸ Γαλήνεια, κἀν γὰρ εὐφραδῆ εἰσιν, ἀλλ’ οὖν διὰ τὸ μῆκος ἀσαφῆ εἰσιν. ἡ διὰ τὴν ποιότητα τῆς λέξεως, ὡς ἔχει τὰ προειρημένα Ἀρχιγένεια. <τὰ παρὰ ἰοῖς πρεσβυτέροις ἐπελθεῖν>· τὰ παρακολουθο[πυντα δὲ τοῖς φιλοσόφοις· μὴ οἰκειοποιεῖσθαι τὰ ἀλλότρια λέγει <οὖν> ὁ Πορφύριος· οὐκ ἐμὰ λέγω, ἀλλ’ ὅπερ ἀπὸ τῶν πρεσβυτέρων ἤγουν ἀρχαιοτέρων ταῦτα λέγω [λέγει m. 1] τῶν μὲν βαθυτέρων ἀπεχόμνος ζητημάτων, τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος· Κλὼς εἶπε· τοῦτο γὰρ ὡς προείρηται ἀρετὴ διηγήσεως διδασκαλία] τὸ δι’ ἁπλουστέρων καὶ βραχέων διηγεῖσθαί καὶ διδάσκειν. τὸ δέ ζητημάτων ἀντὶ τοῦ θεωρημάτων, τὸ δὲ βαθυτέρων ἀντὶ τοῦ δεινῶν καὶ ὑψηλῶν καὶ σοφῶν καὶ δυσκολωτέρων καὶ γριφοτέρων. ἁπλουστέρων δὲ ἀντὶ τοῦ εὐκωλοτέρων καὶ σαφεστέρων. ἄλλως τε δέ· ἐπειδὴ ὁ λόγος τῶ Πορφυρίῳ πρὸς ἄνθρωπον [ἄνδρα superscr.] πολιτικοῖς ἀσχολούμενον ῥήμασι καὶ μὴ ἰσχύοντα πολὺν χρόνον φιλοσοφίᾳ σχολάζειν ὑπισχνεῖται αὐτῷ συντόμως ἅμα καὶ <σαφῶς> λέγειν περὶ τῶν προκειμένων, ἳνα μὴ δόξη ἑαυτὸν ὁ Πορφύριος ὡς ἐπαγγειλάμενος τὰ τῶν πρεσβυτέρων λέγειν. φησὶ γὰρ τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων, τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχασόμενος, ἤγουν πρός τὸ μέτρον καὶ τὴν δύναμιν τοῦ ἀκροατοῦ. τὸ δὲ στοχασόμενος οὐ πρὸς ἑαυτὸν εἶπεν ὁ Πορφύριος (οὐδὲ γὰρ φιλοσόφου ἡ ἐπιστήμονος τὸ στοχάζεσθαι), ἀλλὰ πρὸς Χρυσαόροιν ἀφορῶν τοῦτο εἲηκεν οὗτος γὰρ ἠσχολεῖτο πρὸς τὰ πολιτικὰ πράγματα, ἤγουν τὰ δημοσιακά), τουτέστι στοχασόμενός σοι σύμμετρα εἶναι τὰ πρεσβύτερα. ἡ τὸ στοχασόμενος ἀπολογίαν ἔχει ὁμοίαν τῷ τὸ cod.] πειράσομαι· μετριάζων γὰρ τοῦτο εἴρηκεν ὁ φιλόσοφος. V ἐπινοίαις om. V θεορουμένων CV)
    47
    νᾶι μὲν ἐκείνων λεγομένων, ὅσα μήτε ἐπειδὴ γινώσκεται ἔστι μήτε ἐπειδὴ ἀγνοεῖται οὐκ ἔστι, ὡς θεός, νοῦς, ψυχή (ταῦτα γὰρ κἄν τε γινώσκηται ἐξ ἡμῶν κἄν τε ἀγνοῆται οὐδὲν ἧττον ἔστιν), ἐν ψιλαῖς δὲ ἐπινοίαις λεγομένων ὅσα ἐπειδὴ γινώσκεται ἔστι καὶ ἐπειδὴ ἀγνοεῖται οὐκ ἔστιν, ὡς εἶναι γένεσιν μὲν αὐτῶν τὴν ἡμετέραν γνῶσιν, ὄλεθρον δὲ τὴν ἡμῶν ἄγνοιαν, ὡς τραγέλαφος καὶ ἱπποκένταυρος (οὐδὲ γὰρ οἶδεν ἡ φύσις τοιαύτην κρᾶσιν, ἀλλ’ ἡ ἡμετέρα διάνοια ἐτυράννησεν ἐκ τῶν ἁπλῶν σύνθετόν I τι ἐπινοήσασα· [*](59r) λαβοῦσα γὰρ τράγον καὶ ἔλαφον ἐποίησε τραγέλαφον καὶ ἰδοῦσα ἵππον καὶ ἄνθρωπον ἐποίησεν ἱπποκένταυρον), τῶν οὖν ὄντων πάντων, καθὰ εἴρηται, ἢ ὑφεστώτων ἢ ἐν μόναις ψιλαῖς ἐπινοίαις θεωρουμένων, ἠδυνάμην, φησίν, ζητεῖν τὰ γένη καὶ τὰ εἴδη ποτέροις μετείη. εὐλόγους δέ μοι τὰς ζητήσεις ἐποίει καὶ ἡ τῶν παλαιῶν περὶ ταῦτα διαφωνία· οἱ μὲν γὰρ ἔλεγον ὑφεστάναι τὰ γένη καὶ τὰ εἴδη, ὡς Πλατῶν καὶ Ἀριστοτέλης καὶ οἱ τοιοῦτοι, Ἀντισθένης δὲ ὁ Κυνικὸς ὁ τοῦ Διογενοῦς διδάσκαλος ἔλεγεν μὴ εἶναι τὰ καθόλου οὕτως ἐπιχειρῶν· ‘ἂνθρωπον ὁρῶ, ἀνθωπόητα δὲ οὐχ ὁρῶ, καὶ ἵππον ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ’. ‘ἀλλ’, ὧ Ἀντίσθενες’, φησὶ πρὸς αὐτὸν ὁ Πλατῶν, ἰοῖς μὲν ὁρᾶται ἵππος καὶ ἂνθρωπος τὰ κατὰ μέρος ἔχεις, τοῦτ’ ἔστιν ὀφθαλμούς, οἷς δὲ ὁρᾶται ἀνθρωπότης καὶ ἱππότης τὰ καθόλου οὐκ ἔχεις· νοῦν γὰρ οὐκ ἒχεις’. ὅτι γάρ εἰσι τὰ καθόλου καὶ οὐκ ἐν ψιλαῖς ἐπινοίαις μόνον καθέστηκεν, δηλοῖ κατὰ τὴν ὁμοιοπάθειαν· πόθεν γὰρ ὁρῶντες χασμωμένους τινὰς ἢ ἀποροῦντας παραχρῆμα ἀνάγκῃ τινὶ κινούμεθα πρὸς τὸ ὁμοιοπαθὲς ἐνεργεῖν, εἰ μὴ κοινόν τι καθόλου ὑπῆρχε πρὸς ἀλλήλους;] |

    Ἀλλὰ καὶ τούτου δειχθέντος ὅτι ὑφεστήκασι τὰ γένη καὶ τὰ εἲδη, οὐ [*](59v) τοῦτο πέρας ἐποιούμην τῆς ζητήσεως, ἀλλ’ ἔτι ποικιλωτέρα μέ τις ζήτησις ἐξεδέχετο· τῶν γὰρ ὑφεστώτων πάντων ἢ σωμάτων ὄντων ἢ ἀσωμάτων ἐνῆν ζητεῖν πότερον τὰ καθόλου, τοῦτ’ ἔστι τὰ γένη καὶ τὰ εἴδη, σώματα ἢ ἀσώματα. εὐλόγους δέ μοι πάλιν τὰς ζητήσεις ἐποίει τῶν παλαιῶν ἡ περὶ ταῦτα διαφωνία· οἱ γὰρ Στωϊκοῖ σώματα εἶναι ἔλεγον τὰ καθόλου, οὐ ταῦτα δὲ μόνον ἀλλὰ καὶ πάντα τὰ ὄντα καὶ τὸ θεῖον αὐτὸ σῶμα ἔχειν, ἀλλὰ λεπτομερές (τοῦτο δῆθεν τὸ ὅσιον αὐτῶν), ἵνα διὰ πάντων δῆθεν τῶν ὄντων διέλθῃ, ἄνθρωποι ταῖς ἀληθείαις σπαρτοὶ καὶ γηγενεῖς ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρας τὴν φιλοσοφίαν ἐρανισάμενοι, οὐκ ἔκ τινος παραδόσεως, ἀλλότριοι ὄντες καὶ αὐτοῦ τοῦ φιλοσοφίς ὀνόματος, εἰ μὴ εἶχόν τινα χαρακτηρίγινώσκεται [*](1 — ἐπειδὴ om. V 2 γινώσκεται C 3 et 4 ἀγνωεῖται C 7 ἡ ora. C ἐτυράννισεν V 8 λαβοῦσα—ἱπποκένταυον (9) om. V 10 ὑφεστότων C 1 ἐποινοίαις V 1 θεορουμένων C 11 μου C (ef. V. 28) 12 καὶ ἡ τῶν παλαιῶν] τῶν παλαιῶν ἡ (sed ἡ m. 2) C περὶ] διὰ V (cf. v. 29) 14 Ἀντισθ.] cf. Zelleri Ph. Gr. IP p. 254 τοῦ om. V 15 post ὁρῶ add. λέγων V 17 ὠσὶ om. C 19 τὰ om. C ὅτι γάρ εἰσι τὰ καθόλου—πρὸς ἀλλήλους (23) om. V (recte, ut videtur) 20. 21 κατὰ τὴν supra scr. C 2 21 ἀποροῦντας baud sanum 25 τις om. V 26 ἀσομάτων V 28 μοι scripsi: μου CY (cf. v. 11) 29 Στωϊκοὶ] cf. Zelleri Ph. Gr. IV 3 p. 117 31 διὰ πάντων δῆθεν] δὴ πάντα C 32 γηγενῆς C σπαρτοί τε καὶ αὐτόχθονες Plat. Soph. p. 247 C) ἀπὸ δρυὸς] cf. Hom τ 163 34 τοῦ] τῆς C τινα τὸν χαρακτ. V χαρακτιρίζοντα C)

    48
    ζοντα τὸν φιλόσοφον, τὸ ὑψηλόν φημι τῆς ζωῆς, ὅπερ ἔργον ἐστὶ τοῦ πρακτικοῦ φιλοσόφου· ἐκείνων γάρ εἰσιν αἱ μεγαληγορίαι αὗται· μόνος ·ὁ σοφὸς πλούσιος ὡς μὴ τὸν ἐφήμερον πλοῦτον πλουτῶν ἀλλὰ τὸν ἀεὶ παραμένοντα (σοφία γὰρ μόνη τῶν κτημάτων ἀθάνατον), | μόνος ὁ σοφὸς εὐτυχῆς [*](60r) ὡς τῶν ἐπ’ αὐτῷ ὀρεγόμενος καὶ διὰ τοῦτο μηδέποτε ἀποτυγχάνων, μόνος ὁ σοφὸς ἄρχων ὡς εἰδὼς πῶς δεῖ ἄρχειν καὶ διὰ τοῦτο ἀεὶἑαυτοῦ- καὶ μὴ ἀρχόμενος. διὰ ταύτας οὖν τὰς μεγα΄ξγπρόας ἠξιώθησαν τοῦ τῆς φιλοσοφίας ὀνόματος. ‘ἀλλ’, ὦ Στωϊκοί’, ἔστι πρὸς αὐτοὺς εἰπεῖν. ‘οὐ δύναται τὸ αὐτὸ σῶμα μικρῷ καὶ μεγάλῳ ὁμοίως ὑπάρχειν, ἐπεὶ διασπασθήσεται αὐτὸ ἑαυτοῦ, τὸ δὲ ἀσώματον οἷον τὸ καθόλου ζῷον ὁμοίως ὑπάρχει καὶ διπήχει καὶ τριπήχει· ἀσώματον ἄρα τὸ καθόλου. ἒτι οὐδέποτε τὸ αὐτὸ σῶμα ἐν διαφόροις κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖται ἀδιασπάστως, τὰ δὲ γένη καὶ τὰ εἴδη ἀδιασπάστως ἐν διαφόροις θεωρεῖται· οὐκ ἄρα εἰσὶ σώματα ἀλλ’ ἀσώματα’.

    Ἀλλὰ καὶ τούτου ἀποδειχθέντος οὐδὲ τότε πέρας ἐποιούμην τῶν ζητήσςων, ἀλλὰ τότε ὁ κολοφών με τῶν ζητημάτων ἐξεδέχετο· τοῦ γὰρ καθόλου τριττοῦ ὄντος, ἢ πρὸ τῶν πολλῶν ἢ ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς, ὑπὸ ποῖον τούτων τὸ γένος καὶ τὸ εἶδος τελεῖ; οἷον ὡς ἐπὶ παραδείγματος ὑποδείσθω δακτύλιος ἔχων σφενδόνην καὶ ἐν αὐτῇ ἐκτύπωμα ἑνὸς τῶν ἀριστέων, Ἀχιλλέως ἢ Αἴαντος ἢ Ἓκτορος, καὶ διάφοροι κηροὶ ἀποματτόμενοι τὸ ἐκτύπωμα τοῦ δακτυλίου καί τις ἑστὼς καὶ θεώμενος τὰ ἐν τοῖς κηροῖς, ὃς καὶ ἀνα- χωρείτω λέγων ‘εἶδον πολλοὺς κηροὺς τὸ αὐτὸ ἐκτύπωμα ἒχοντας’· ἔστιν οὖν τὸ ἐν τῷ δακτυλίῳ τὸ πρὸ τῶν πολλῶν, τὸ ἐν τοῖς κητοῖς ἐν τοῖς πολλοῖς, ὁ ἑστὼς καὶ θεασάμενος τοὺς τύπους τὸ ἐπὶ τοῖς πολλοῖς. καὶ οὕτως μὲν | [*](60v) ἐπὶ τοῦ παραδείγματος. ἐπὶ δὲ τῶν πραγμάτων αὐτῶν τὰ πρὸ τῶν πολλῶν ἐστιν ἐν τῷ δημιουργῷ, τοῦτ’ ἔστιν οἱ λόγοι καθ’ οὓς τὰ ὄντα δημιουργεῖ (καὶ τούτους τοὺς δημιουργικοὺς λόγους ὁ Πλατῶν ἰδέας καλεῖ), τὰ ἐν τοῖς πολλοῖς ἐν τῇ ὕλη, ἐπειδὴ ἀχώριστά εἰσι τῆς ὕλης (ἐν ταύτῃ γὰρ θεωροῦνται), καὶ τὸ εἶναι ἔχουσι τὰ ἐπὶ τοῖς πολλοῖς ἐν ταῖς ψυχαῖς τῶν ἐπιστημόνων· ἐν γὰρ τῇ τούτων φαντασία τὸ εἶναι ἔχουσι τὰ γένη καὶ τὰ εἴδη ἤτοι τὰ καθόλου. Ταῦτα πάντα δυνάμενος ζητῆσαι οὐ ζητήσω, ἀλλ’ ὥσπερ ἐπὶ εἰσαγωγιῇ διδασκαλίᾳ διαλεκτικώτερον τὰ περὶ αὐτῶν διδάξω, τοῦτ’ ἒστι τί τίνι ὑπόκειται καὶ τί τίνος κατηγορεῖται. ὑποκείμενον τυχόν ἐστι τὸ περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον· [*](1 ὐφιλὸν C 4 μόνη om. V ante ἀθάνατον ras. VIII litt. C 5 αὐτώ ὅ 6 ἄρχειν] ἔχειν V 7 ταύτας] τὰς (in marg. ταύτας) V 9 ὁμοίως om. Y ἐπειδὴ V ἑαυτ.] δι’ ἑαυτοῦ ἑαυτοῦ C 11 δίπηχυ καὶ τρίπηχυ V ἒτι—ἀσώματα (14) om. V 16 τότε] τούτου C κελοφῶν (superscr. κλε) V 18 ποῖον τούτων] ποῖον (superscr. ὢ) τοῦτο V 20 ἢ Ἓκτορος om. V ἀποματτώμενοι V 21. 22 ἀναχωίτων C 23 τὸ (post οὖν)] τῷ V τὸ (ante ἐν τοῖς κηροῖς)] καὶ C 23.24 τὸ ἐν τοῖς πολλοῖς—ἐπὶ τοῖς πολλοῖς om. V 27 ἰδέας καλεῖ τὰ] δὲ καλεῖν ὁ τὰ V 29 ταῖς ψυχαῖς] τοῖς πολλοῖς V 30 τὰ γένη—καθόλου om. V 31 ζητεῖσαι (pr. 1.) C ζητῶ (alt. 1.) V ἐπὶ] ἐπεὶ C 32 διαλεκτικώτερον post αὐτῶν transp. V 33 pr. τί om. V)

    49
    οἷον ‘ἂνθρωπος νικᾷ’· τὸ ἄνθρωπος ὑπόκειται, κατηγορεῖται δὲ τὸ νικᾷ. ἢ καὶ ἄλλως· ὑποκείμενόν ἐστι τὸ τῷ ἄρθρῳ συνταττόμενον, κατηγορούμενον δὲ τὸ μὴ συνταττόμενον ἄρθρῳ, οἷον ‘ὀ ἄνθρωπος περιπατεῖ’. καὶ ἄλλως δέ, ὅτι τὸ μὲν κατηγορούμενον ἢ μεῖζόν ἐστι τοῦ ὑποκειμένου ἢ ἴσον αὐτῷ, ἔλαττον δὲ οὐδέποτε, τὸ δὲ ὑποκείμενον πᾶν τοὐναντίον ἢ ἴσον ἢ ἔλαττον, οὐδέποτε δὲ μεῖζον· εἰ γὰρ εἴπω ‘ὀ ἄνθρωπος ζῷον’, τὸ ζῷον κατηγορεῖται τοὐ ἀνθρώπου καθολικώτερον αὐτοῦ ὄν, ἐὰν δὲ εἴπω ‘ὀ ἄνθρωπος γελαστικὀν’, τὸ γελαστικὸν κατηγορεῖται ἴσον ὂν τῷ ἀνθρώπῳ· εἴ τι γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἴ τι γελαστικόν, ἄνθρωπος. τὸ δὲ ὑποκείμενον οἷον ὁ ἄνθρωπος ἢ ἴσον ἐστὶ τῷ κατηγορουμένῳ οἷον τῷ γελαστικῷ, ὡς εἴρηται, | ἢ ἔλαττον τοῦ κατηγορουμένου οἷον τοῦ ζῴου, οὐδέποτε δὲ μεῖζον.

    [*](61r)

    p. 1,9 Αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν.

    Εἰπὼν ὅτι τῶν βαθυτέρων ἀπέχομαι ζητημάτων προσφόρως ἐπήγαγε τὸ αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν, ὅτι περὶ τούτων ἠδυνάμην πολλὰ ζητῆσαι.

    p. 1,10 Τὸ μὲν εἴτε ὑφέστηκεν.

    Διαφέρει ἐπίνοια ψιλῆς ἐπινοίας, ὅτι ἡ ἐπίνοια τὸ ὄν ἄλλως ποιεῖ νοεῖ- σθαι, οἷον ἐκ τοῦ χαλκοῦ τριγώνου χωρίζουσα τὸ σχῆμα καὶ αὐτὸ καθ’ αὑτὸ ἐπινοοῦσα τὸ τρίγωνον, ψιλὴ δὲ ἐπίνοια ἡ τὰ ἀδύνατα τῇ φύσει ἀναπλαττομένη ὡς τραγέλαφον καὶ τὰ τοιαῦτα.

    p. 1,11 Καὶ πότερον χωριστά.

    Χωριστὰ τὰ πρὸ τῶν πολλῶν νοητέον, ἐν τοῖς αἰσθητοῖς τὰ ἐν τοῖς πολλοῖς, περὶ ταῦτα ὑφεστῶτα τὰ ἐπὶ τοῖς πολλοῖς, ὡς καὶ ἀνωτέρω εἴρηται.

    p. 1,12 Παραιτήσομαι λέγειν βαθυτάτης.

    Μηδεὶς ἐγκαλείτω Ttp Πορφυρίῳ, ὃ καὶ τοῖς ῥήτορσιν ἐγκαλοῦσιν ὑπισχνουμένοις μὲν σιωπᾶν, λέγουσι δὲ τὰ ὀφείλοντα σιωπηθῆναι· οὐδὲ γὰρ τοῦτο ἐποίησεν, ἀλλὰ λέγει μὲν τὰ προβλήματα, σιωπᾷ δὲ τὰ ἐπιχειρήματα.

    [*](1 ὑποκείμνον C 2 ἂρθρω] ἀνθρώπω C 3 ἂρθρω] ἂρθρον C 5 ὑποκείμεμενον C 6 et ὁ (utrobique) om C τὸ ζῶον om. V 7 καθολικότερον C ὂν] ὑπάρχον V δὲ om. V 9 6 om. C 10 τὸ γεάστολ;πμ V 11 οὐδέπετε V 12 τῶν om. C (cf. v. 14) 17 ἡ om. V ποιεῖν V 18 χωρήζουσα V to (ante σχῆμα) om. V 21 πρότερον C χωρηστά V 22 τὰ (ante πρὸ) supra scr. C: om. V 23 ταῦτα] ταυταῦτα C: τὰ V 24 εἲρηται] p. 48,17 25 παραιτήσομε C 26. 27 ὑπισχνεῖσθαι V 27 λέγειν V 28 λέγειν V)
    50

    p. 1.14 Τὸ δὲ ὃπως περὶ αὐτῶν καὶ τῶν προκειμένων.

    Μηδεὶς νομίσῃ διττολογεῖν τὸν Πορφύριον εἰπόντα αὐτῶν καὶ τῶν προκειμένων· αὐτῶν μὲν γὰρ νοητέον γενῶν τε καὶ εἰδῶν (τούτων γὰρ καὶ προσεχῶς ἐμνήσθη), τῶν δὲ προκειμένων ἀντὶ τοῦ ὑφὲν ὅλων ὁμοῦ τῶν πέντε φωνῶν.|

    <Πρᾶξις τη΄>.

    [*](61v)

    Περὶγένους.

    p. 1,18 ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος.

    Μετὰ τὰ προοίμια καὶ ἐπ’ αὐτοὺς ἰτέον τοὺς ἀγῶνας. ἀρχὴ δὲ τῶν ἀγώνων ἡμῖν γενέσθω τὸ γένος ὡς καὶ οὐσιῶδες καὶ καθόλου· ὡς μὲν γὰρ οὐσιῶδες προτέτακται ἰδίου καὶ συμβεβηκότος, ἐπουσιωδῶν ὄντων, καὶ νικᾷ ἐν τούτοις, ὡς δὲ καθόλου νικᾷ διαφορὰν καὶ εἶδος· τριῶν γὰρ οὐσῶν οὐσιω- δῶν φωνῶν καθολικώτατον μὲν τὸ γένος, μερικώτατον δὲ τὸ εἶδος, μέσητούτων ἡ διαφορά, τοῦ μὲν γένους μερικωτέρα, τοῦ δὲ εἲδσυς καθολικωτέρα. ἀλλὰ καὶ δι’ ἄλλην αἰτίαν ἀπὸ τοῦ γένους ἀρκτέον, διότι τὸ μὲν γένος ῥίζῃ ἔοικε, πρέμνοις αἱ διαφοραί, κλάδοις τὰ εἴδη, παραφυάσι τὰ ἴδια καὶ τὰ συμβεβηκότα. καὶ ὥσπερ αἱ παραφυάδες μὴ ἔχουσαι οἰκείαν ῥίζαν ἄλλοις παραφύονται καὶ παραπλέκονται, οὕτως καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα μὴ ἔχοντα ἰδίαν ὑπόστασιν παρυφίστανται τοῖς αὐθυποστάτοις. εἰκότως οὖν ἀπὸ τοῦ γένους ἀρκτέον. καὶ δι’ ἄλλην αἰτίαν τὸ γένος προτακτέον· γένους γὰρ ὄντος ειοη εἰσι καὶ διαφορᾶι καὶ ἴδια καὶ συμβεβηκότα, τούτου [*](2 τῶν om. V 3 μὲν om. γ’ τε om. C 5 post φωνῶν ex Ammon. (p. 45. 46) add. haec εἴ τι [scr. ἔτι] ποῖ ὑποκείμενα καὶ ποῖα κατηγορούμενα; τοῦτο γὰρ διδάξαι τῇ λογικῇ πραγματείᾳ πρέπον. ἔστι γὰρ διαλαβεῖν περὶ τῶν γενῶν τε καὶ εἰδῶ θεολογικῶς, ὡς Πλατῶν ἐν τῷ Παρμενίδῃ ἔλαβεν (1. διἐλ.), ἔστι καὶ φυσικῶς ὡς ὁ Ἀριστοτέηλς. καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου· φασὶν ὅτι ὁ Πλάτων βαδίζων ἐποιεῖτο πρὸς ἑταίους ἑτέρους V 1] τὰς συνουσίας διὰ τὸ τὸ σῶμα ποιεῖν διὰ τῶν γυμνασίων ἐπιτήδειον πρό ψυχῆς ἔλλαμψιν ἒλαμψιν V]. ὡς γὰρ ἂν ἔχη ἔχειν V] τὸ ὄργανον, οὓτως καὶ ἡ ἐνέργεια τοῦ τεχνίτου διαφαίνεται δαιφένεται V 1] καὶ τούτου χάριν ἐλέγοντο ἐγένοντο V] Περιπατητικοί. μετὰ οὖν τὴν τελευτὴν Πλάτωνος διεδέξαντο διεδέξατο V] τὴν διατριβὴν ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενοκράτης, ὁ μὲν Ἀριστοτέλης ἐν τῷ Λυκείῳ ὁ δὲ Ξενοκράτης ἐν τῇ Ἀκαδημίᾳ. ἐλέγοντο οὖν οἱ μὲν Ἀριστοτέλους Περιπατητικοὶ ἐκ Λυκείου, οἱ δὲ Ξενοκράτους Περιπατητικοῖ ἐξ Ἀκαδημίας. ὕστερον οἱ μὲν τοῦ Ἀριστοτέλους ἐκλήθησαν Περιπατητικὶ ἀποβαλόντες τὸ ὄνομα τοῦ τόπου, οἱ δὲ τοῦ Ξενοκράτους Ἀκαδημαϊκοὶ ἀποβαλόντες τὸ Περιπατητικοί. V 6 πρᾶξις ἴη addidi 9 δὲ] μὲν C 10 pr. ὡς C 2 ὃς C 1: ὃ V V 11 ante ἰδίου add. καὶ V an ἐπεισοδιωδῶν ? (cf. p. 36,4) 12 διαφορᾶ καὶ εἲδει V 14 μερικωτέρα] γενικωτέρα C 15 ἀπὸ om. C (cf. v. 20 p. 51,10) 16 πρέμνῳ C 17 καὶ ὣσπερ—συμβεβηκότα (18) om. V 20 τοῦ] τῶν (sriperscr. οῦ) V: om. C 21 γὰρ om. V)

    51
    δὲ μὴ ὄντος οὐδὲν τούτων ἔστι. καὶ μὴ ἀντιστρέψῃς λέγων ὅτι τὸ εἶδος προτακτέον· ειοους γὰρ μὴ ὄντος οὐδε γένος οὐδὲ διάφορα, οὐκ ἴδιον οὐδὲ συμβεβηκός· εἰ γὰρ καὶ τὸ γένος τῷ εἴδει αἴτιον καὶ τὸ εἶδος τῷ γένει, ἀλλ’ οὐχὶ τὰ αὐτὰ μέτρα· ὥσπερ γὰρ ὁ πατὴρ | παρήγαγε τὸν υἱὸν αἴτιος [*](61ar) αὐτῷ γεγονὼς τοῦ εἶναι καὶ τῆς σχέσεως, τοῦτ’ ἔστι καὶ τοῦ ἄνθρωπον εἶναι καὶ υἱόν, ὁ δὲ υἱὸς αἴτιος τῷ πατρὶ τῆς σχέσεως μόνης, τοῦτ’ ἔστι τοῦ εἶναι αὐτὸν πατέρα, οὐ μὴν καὶ τοῦ ἄνθρωπον εἶναι (ἦν γὰρ ἂνθρωπος, καὶ πρὶν ἄν γένηται πατήρ)· οὕτως καὶ τὸ γένος αἴτιον τῷ εἴδει καὶ τοῦ εἶναι καὶ τῆς σχέσεως, τὸ δὲ εἶδος αἴτιον τῷ γένει σχέσεως μόνης. εὐλόγως οὖν ἀπὸ τοῦ γένους δεῖ ἄρξασθαι.

    Ἀλλ’ ἐπεὶ τὸ γένος ὁμώνυμός ἐστι φωνή (ἐν γὰρ ταῖς δέκα κατηγορίαις θεωρεῖται, εἴ γε ἑκάστη γένος λέγεται, ἀρκεῖ δὲ πρὸς τὸ ποιῆσαι ὁμωνυμίαν τὸ ἐν δύο μόνοις πράγμασι θεωρεῖσθαι, οὔτι λέγω ἐν δέκα), φέρε διαστείλωμεν τὴν ὁμωνυμίαν· εἰ γὰρ μὴ τοῦτο ποιήσωμεν, εὑρισκόμεθα ἀδιανόητα φθεγγόμενοι, τοῦ μὲν κατὰ ἄλλο σημαινόμενον ἐρωτῶντος, τοῦ δὲ κατὰ ἄλλο νοοῦντος. ἀλλὰ καὶ ψευδόμεθα μὴ ψευδόμενοι, ὡς ὅταν εἴπωμεν ‘Αἴας ἐμονομάχησεν Ἓκτορι’· τοῦτο γὰρ καὶ ἀληθὲς καὶ ψεῦδος διὰ τὸ διάφορον τῶν σημαινομένων. ἀλλὰ καὶ τὸ θαυμαστὸν οἰχήσεται τὸ κοινωνικὸν τῶν ἀνθρώπων πρᾶγμα τῆς οὐσίας ἡμῶν παραστατικόν· ὡς γὰρ οὐκ ἔστι Πέρσας Αἰγυπτίοις συμπολιτεύσθαι διὰ τὸ ἀλλότριον τῆς διαλέκτου, οὕτως οὐδὲ οἱ τὰ ὁμώνυμα φθεγγόμενοι δύνανται πολιτεύεσθαι μετ’ ἀλλήλων. ἐπεὶ οὖν ταῦτα οὕτως ἔχει, φέρε τοῖς διηγορευμένοις κανόσιν ὑπὸ Ἀριστοτέλους ἐν τῇ τοπικῇ πραγματείᾳ περὶ τῆς διακρίσεως τῶν ὁμωνύμων χρησώμεθα· | φησὶ γὰρ ὅτι πράγματος προτεθέντος, οὗ ἡ σημαντικὴ 61av φωνὴ οὐκ αὐτὸ μόνον σημαίνει ἀλλὰ πλείονα, δεῖ τρία τινὰ τότε ποιεῖν, ἀπαριθμεῖσθαι τὰ σημαινόμενα καὶ διορίσαι περὶ οὗ ὁ λόγος κἀκεῖνο ὑπογραφῆς ἢ ὁρισμοῦ ἀξιοῦν· οὐ γὰρ ἀποδεκτέον τὸν ποιητὴν λέγοντα περὶ του κυνὸς

  • ὅς τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
  • ἔδει γὰρ ἀπαριθμήσασθαι τὰ σημαινόμενα καὶ διορίσαι περὶ ποίου ὁ λόγος, ἆρα περὶ ἀστρῴου κυνός, περὶ χερσαίου, περὶ ἐνύδρου, καὶ οὕτως εἰπεῖν ὅπερ ἐβούλετο. φέρε οὖν εἴπωμεν τὰ σημαινόμενα τοὐ γένους.

    [*](2, 3 οὐ συμβ. V 4 an <κατὰ> τὰ ? αὐτοῦ V G τοῦτ’ om. V 7 τοῦ ἄνθρωπον (ex ἀνθρώπου corr.) C: ἄνθρωπον V 8 ἄν om. V 9 εἶδος] ἲδιον V post alt. σχέσεως add. καὶ V 12 ἀρκεῖ ex ἀρκῇ corr. C -po; τὸ om. V ποιεπισαι C 13 οὔτι] οἷόν τι V 14 διαστείλομεν C 16 κατὰ om. V 18 ταυμαστὸν Y οἰχήσεται] εἰ χρήσεται V 19 κοινονικὸν C 1 21 ὁμόνυμα C 1 πολ.] an διαλέγεσθαι ? 22 οὕτως ταῦτα colloc. V διηγορευμένοις] διηγουμένοις V 23 ἐν] μὴ V ἐν τῇ τοπικῇ] cf. Α 18 p. 108 a 18 sq. Z 2 p. 19sq. 24 χρησόμεθα C 25 post δεῖ add. τοίνυν V 26 ἀπαριθμήσαας V οὗ] ποίου V (cf. p. 53,4) 26. 27 ὑπογραφὴ ὑπογραφῆς—άξιοῦν] ὑπογράψεις ὁρισμοῦ ἄξιον V 27 τὸν ποιητὴν] Horn. X 32 28 ὅς τε C 2: ὥστε C 1: ὡς τὸ V: καί τε Horn. φέρειν V πολλὸν] πολλὺν C: πολλῶν V 30 ἔδει] ἔχει V 31 κυνός] κοινός C χερσέου C 32 εἶπεν (pr. I.) V εἴπομεν (alt. 1.) C)
    52

    Δεῖ εἰδέναι ὅτι τὸ γένος τρία σημαίνει, καὶ ἔστιν ἓν αὐτοῦ σημαινόπενον πλῆθος ἀνθρώπων ἐκ μιᾶς ἀρχῆς προελθὸν μετὰ τῶν ἐξ ἐπιγαμβρίας αὐτοῖς κοινωνησάντων, οὗς ἀγχιστεῖς οἱ ποιηταὶ καλοῦσιν, οἷον οἱ Ἡρακλεῖδαι πλῆθος ὄντες ἀνθρώπων ἐκ μιᾶς ἀρχῆς προελθὸν τοῦ Ἡρακλέους. ἐνταῦθα δὲ τρεῖς σχέσεις κεκρυμμέναι εἰσίν, ἑνὸς πρὸς πολλοὺς οἷον τοῦ Ἡρακλέους πρὸς τοὺς Ἡρακλείδας, εἴ γε λέγονται οἱ φύσαντες γόνοι καὶ πρόγονοι·

  • οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω·|
  • πολλῶν πρὸς ἕνα. τῶν Ἡρακλειδῶν πρὸς τὸν Ἡρακλέα, εἴ γε λέγοντι [*](62r) ἀπόγονοι καὶ ἔκγονοι καὶ μετέκγονοι καὶ γόνοι πάλιν·
  • αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι·
  • ἀλλὰ καὶ πολλῶν πρὸς πολλούς, τῶν Ἡρακλειδῶν πρὸς ἀλλήλους, εἴ γε οἱ τοιοῦτοι συγγενεῖς λέγονται. δεύτερον σημαινόμενον τοῦ γένους ἡ ἑκάστου τῆς γενέσεως ἀρχή. αὕτη δὲ ἢ ἔμψυχος ἢ ἄψυχος, καὶ ἔμψυχος μὲν ὁ πατὴρ ἄψυχος δὲ ἡ πατρίς. καὶ καθ’ ἑκάτερον ἢ προσεχὲς ἢ πόρρω, οἷον προσεχὲς ἔμψυχον ὁ πατὴρ πόρρω δὲ ὁ πάππος. ὁμοίως καὶ τὸ ἄψυχον ἢ προσεχὲς ἢ πόρρω, προσεχὲς μὲν ἡ πατρὶς πόρρω δὲ ἡ τῆς πατρίδος μητρόπολις ἤγουν ἡ ἐπαρχία. καὶ ὁ μὲν Πορφύριος ἐπὶ τεσσάρων παραδειγμάτων γυμνάζει τὸν τοιοῦτον λόγον, ἡμεῖς δὲ ἑνὶ καὶ τῷ αὐτῷ ἀρκεσθῶμεν παραδείγματι· ἰδοὺ γὰρ ὁ Ἀχιλλεὺς Πηλείδης μὲν διὰ τὸν προσεχῆ πατέρα τὸν Πηλέα, Αἰακίδης δὲ διὰ τὸν πόρρω τὸν Αἰακόν, καὶ Φθιώτης διὰ τὴν προσεχῆ πατρίδα τὴν Φθίαν, καὶ Θετταλὸς διὰ τὴν πόρρω πατρίδα τὴν Θετταλίαν· καὶ γὰρ καὶ ἡ πατρὶς ἀρχὴ γενέσεως ὡς ὑποδεξαμένη καὶ ἡμᾶς καὶ τοὺς φύσαντας | καὶ ἰδιοτροπίαν ἠθῶν χαριζομένη, εἴ γε καὶ [*](62v) ἡμεῖς οὐκ ἐκ παντὸς ἔθνους βουλόμεθα ὠνεῖσθαι ἀνδράποδα διὰ τὸ καὶ τὴν πατρίδα, καθὰ εἴρηται, ὡς τοὺς γονεῖς ἰδιοτροπίαν ἠθῶν χαρίζεσθαι· διὸ καὶ πατρὶς εἴρηται ὡς ἀπὸ τοῦ τιμιωτέρου καὶ οὐχὶ μητρίς. ἔστι καὶ τρίτον σημαινόμενον τοῦ γένους, ᾧ ὑποτάσσεται τὸ εἶδος, περὶ οὗ καὶ τοῖς φιλοσόφοις ὁ λόγος. ἀλλ’ οὐ μέχρι τούτων τὰ σημαινόμενα τοῦ γένους, ὧ Πορφύριε· ποῦ γὰρ ταχθήσεται τὰ παρὰ τοῖς γραμματικοῖς τρία γένη, ἀρσενικόν, θηλυκόν, οὐδέτερον; ποῦ τὰ παρὰ Πλάτωνι ἐν τῇ θεολογίᾳ πέντε γένη τοῦ ὄντος, οὐσία, ταὐτόν, ἕτερον, κίνησις, στάσις; δεῖ γὰρ εἰδέναι ὅτι [*](1 τὸ γένος om. V σημαίνει et σημαινόμενον] σ (utrobique) C 2 τῶν C 2: τὸν C 1 ἓξ ἐπιγαβρίας V 3 αὐτῆς V ἀγχ. οἱ ποιηταὶ] Orph. Argon. 224 cf. Ηesych. 1 p. 37 Schra. alt. οἱ om. C 4 προελθὸν Laur. 72,5: προῆλθον C: προελθόντες V 5 πρὸς πολλοὺς οἷον τοῦ om. C 7 οὐ γάρ . . .] Hom. ἁ 216 πώ] ποτε V τι C 9 καὶ ἔκγονοι om. V μετέκγονοι (una litt. post μετ eras.) C: μετέ4γκονιο V 10 αἴθ’ ὄφελες om. V (cf. Hom. Γ 40) ἄγαμός τε εἶναι ἄγονός V ἔμμεναι C 13 τῆς γενέσεως ἀρχή] τῆς ἀρχῆς V ἒμψιχος et ἂψιχος V 15 δὲ om, V 16 ἡ πατὶς—ἐπαχία (17) in mrg. suppl. C 17 ἤγουν om. C καὶ ὁ μὲν om. C 19 ἀρκεστπωμεν V 21 22. τὴν Φθίαν —πατορίδα om. C 24 ὀνεῖσθαι V 25 ἰδιοτροπίαν] ἰδιοποιίαν V 26 τοῦ om. V 27 ὑποτάσεται C 29 παρὰ- V Dav.: om. C (cf. p. 53,7) 30 τὸ πλάτωνι V (cf. Sophist, p. 244 A sq.) 31 ταὐτόν, ἕτερον] ἑτερότης, ταυτότης in mrg. add. C 1 στάσις, κίνησις culloc. V δεῖ γὰρ εἰδέναι suppl. in mrg. C 1)
    53
    πάντα τὰ ὄντα, ᾗ μὲν ὄντα εἰσίν, οὐσία λέγονται, ᾗ δὲ κοινωνίαν ἔχουσι, ταὐτὸ καλοῦνται, ᾗ δὲ διαφέρουσιν ἀλλήλων, ἕτερα προσαγορεύονται, ᾗ δὲ κινοῦνται, κίνησις, ᾗ δὲ ἵστανται, στάσις· οὕτως γὰρ καὶ αὐτὰ ὁ Πλάτων ἐκάλεσε τὴν μὲν ἑκάστου ὕπαρξιν οὐσίαν, τὴν δὲ κοινωνίαν ταυτότητα, τὴν δὲ διαξορὰν ἑτερότητα, τὴν ἐνέρηειαν κίνησιν, τὴν ἀνάπαυλαν αὐτῶν στάσιν. ποῦ τὰ παρὰ Ἀριστοτέλει ἐν τῇ Θυσικῇ; ἑκάστης γὰρ τέχνης τὸ ὑποκείμενον γένος καλεῖ ὁ Ἀριστοτέλης. λεκτέον οὖν ὅτι τὰ μὲν παρὰ γραμματικοῖς παρῆκεν ὡς μὴ συνᾴδοντα τῇ φύσει τῶν πραγμάτων· ποῦ γάρ ἐστιν, ὧ γραμματικοί, ἄψυχον ἀρσενικὸν ἢ θηλυκόν; καίτοι τὸν κίονα λέγετε ἀρσενικόν, τὴν δὲ θύραν θηλυκόν. | ποῦ δέ ἐστιν ἔμψυχον, ὃ οὐδὲ ἀρσενικὸν [*](63 r) oὐδὲ θηλυκόν; τὸ δὲ παρὰ Πλάτωνι, ἐπεὶ μὴ θεολογῆσαι καιρός, καὶ τὰ παρὰ Ἀριστοτέλει, ἐπεὶ μὴ φυσιολογῆσαι καιρός. τῶν οὖν τριῶν σημαινομένων τοῦ γένους μνησθεὶς ὁ φιλόσοφος διέστειλε καὶ διωρίσατο περὶ οὗ ὁ λόγος.

    Πρᾶξις <ιθ΄>.

    p. 1,18 Ἔοικε δὲ μήτε τὸ γένος.

    Τὸ ἔοικε τρία σημαίνει· τὸ ὅμοιον, ᾗ φαμεν

  • βασιλῆι γὰρ ἀνδρὶ ἔοικε,
  • καὶ τὸ πρέπει, καθό φαμεν
  • οὐκ ἔστ’ οὐδ’ ἐπέικε τεὸν ἔπος ἀρνήσασθαι,
  • καὶ τὸ φαίνεται, ᾗ φαμεν ‘οὑτοσὶ ὁ προσιὼν ἔοικε Σωκράτης εἶναι’. ἐνταῦθα οὗν τὸ ἔοικε τὸ φαίνεται δηλοῖ· φαίνεται γὰρ τὸ γένος καὶ τὸ εἶδος μὴ ἁπλῶς λεγόμενα. διὰ τί δέ, φασί, γένους μνησθεὶς καὶ εἴδους ἐμνημόνευσε; καὶ λέγομεν ὅτι ἐπειδὴ τῶν πρός τί εἰσι τὸ γένος καὶ τὸ εἶδος, τὰ δὲ πρός τι χωρὶς ἀλλήλων οὔτε ἔστιν οὔτε γινώσκεται.

    p. 1,18 Ἁπλῶς λέγεσθαι.

    Τὸ ἁπλῶς τρία σημαίνει, κυρίως, καθόλου καὶ μοναχῶς· κυρίως μέν, [*](1–3 ἧ (quinquies) Laur. 72,5: εἰ CV κοινωνία C 3 ὁ πλάτων αὐτὰ colloc. V; scribas αὐτὸς 4 ἐκάλεσε om. C 5 δὲ (ante διαφορὰν) om. V ἀνάπαυλαν] παῦλαν V post στάσιν in mrg. add. ὠνόμα<σεν> C 6 ἐν τῇ Φυσικῇ] Β 1 p. 192 b 17 7 ὅτι τὰ in ras. C 1 8 μὴ om. V 9 κίονα] κύνα C λέγεται V 11 τὸ δὲ παιδίον—θηλυκόν (12) om. V ἔστι inserui 12 μὴ in mrg. suppl. C 1 καὶ τὰ—καιρός (13) om. V 16 πρᾶξις (sine numero) C: om. V 18 ὁμοιοῖ Laur. 72,5: an ὁμοιοῦται? ᾗ] ἢ C: ὡς V 19 βασιλῆι Hom. (Γ 170): βασιλεῖ CV 20 τρέπει V 21 οὐκ ἔστ’ Hom. (θ358): οὐκ ἔστιν CV οὐδ’ ἐπέοικε] οὐδὲ ἔοικε Hom. 22 φένεται V ἢ φαμὲν C: ὡς τὸ V οὑτοσὶ] οὖτος C post εἶναι add. σημαίνει καὶ τὸ ἴσως καὶ τὸ φαίνεται, ὡς ὃταν θεασάμενός τι ἐκ διαστήματος εἴπω ὡς ἔοικε ὁ (τὸ C) προσιὼν ἄνθρωπός ἐστιν ἀντὶ τοῦ ἴσως ὁ προσιὼν ἄνθρωπός ἐστιν, τό δὲ ἐκ τοῦ σύνεγγυς καὶ γνωριζόμενον ἀντὶ τοῦ φαίνεται C 23 τὸ ἔοικε post δηλοῖ transp. V 24 δέ om. V 25 ὅτι om. V 28 τὸ] τὰ C)

    54
    ὡς ὅταν φαμὲν I ὅτι ‘ἄνθρωπος ὁ γεγραμμένος, ἁπλῶς δὲ ἄνθρωπος ὁ Σωκράτης [*](63v) ὁ καὶ διαλεγόμενος’, τοῦτ’ ἔστιν οὗτός ἐστι κυρίως ἄνθρωπος. καθόλου δέ, ὡς ὅταν φαμὲν ὅτι ‘καὶ Σωκράτης ἄνθρωπος καὶ Ἀλκιβιάδης, ἁπλῶς δὲ ἄνθρωπος ζῷον λογικὸν θνητόν’ ἀντὶ τοῦ καθόλου. μοναχῶς δέ, ὡς ὅταν λέγηται
  • ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ
  • ἀντὶ τοῦ μοναχῶς. ἐνταῦθα οὖν τὸ ἁπλῶς μοναχῶς δηλοῖ, ὅτι οὐ μονοειδὴς ὁ τοῦ γένους λόγος, ἀλλ’ ὁμώνυμον τὸ γένος καὶ πολλὰ σημαίνει, ὡς ἤδη εἴρηται ἀνωτέρω.

    p. 1,18 Γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι καὶ ἡ πρὸς ἀλλήλους ἄθροισις, καθ’ ὃ σημαινόμενον Ἡρακλειδῶν λέγεται γένος ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως.

    Ἐνταῦθα τὰς σχέσεις δηλοῖ τοῦ πρώτου σημαινομένου· τὸ γὰρ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι τι δηλοῖ τὴν τῶν πολλῶν πρὸς ἓνα σχέσιν, τὸ δὲ καὶ ἡ πρὸς ἀλλήλους ἄθροισις δηλοῖ τὴν τῶν πολλῶν πρὸς πολλούς, ἐπειδὴ οὐ πάντες οὗτοι ὁμοίως ἔχουσι πρὸς ἀλλήλους (οἱ μὲν γὰρ ἀδελφοί, οἱ δὲ ἀνεψιοί, οἱ δὲ ἐπιγαμβρεύσαντες), | τὸ δὲ καθ’ ὃ σημαινόμενον 64r τὸ Ἡρακλειδῶν λέγεται γένος δηλοῖ τὴν ἀφ’ ἑνὸς πρὸς πολλοὺς σχέσιν.

    p. 1,22 Κατὰ ἀποτομὴν τῶν ἄλλων γενῶν.

    Ἀποτομὰς καλεῖ τὰ ὀνόματα οἷον Ἡρακλειδῶν, Πελοπιδῶν, Αἰακιδῶν, ἐπειδὴ τὰ ὀνόματα ἀποτέμνουσι καὶ ἀποχωρίζουσι τὰ διάφορα πράγματα ἀπ’ ἀλλήλων· τὸ γὰρ Ἡρακλειδῶν ὄνομα ἀποτέμνει ἀφ’ ἑαυτοῦ καὶ ἀποχωρίζει τοὺς Πελοπίδας καὶ Αἰακίδας καὶ Κεκροπίδας.

    [*](1 ὡς ὅταν] ἐὰν V ὅτι om. V ὁ γεγραμμένος, ἁπλῶς δὲ ἄνθρωπος om. V δὲ in ras. C σοκράτης C 1 3 post φαμὲν dimid. versus eras. C καὶ ἀλκιβιάδης post ἄνθρωπος (2) transp. G 4 ὡς om. C 5 λέγηται scripsi: λέγη CV 6 ἁπλοῦς ὁ μῦθος . . . .] Eurip. Phoen. 472 7 ἐνταῦθα—μοναχῶς om C 9 εἴ p. 51,11 γὰρ om. C 11. 15 ἡ (ante πρὸς ἀλλήλους) om. Porph. 11 ὃ] ὃς C 12 ἐκ—σχέσεως om. V 13 σημενομένου V 14 πρὸς ἕνα σχέσιν —πολλῶν (15) om. C 16 οὐ om. C 17 post ἐπιγαμβρεύσαντες ex p. 52,3 repet. οὓς ἀγχιστεῖς καλοῦσιν οἱ ποιηταί, turn add. ἀλλ’ ἐπειδὴ σχέσεως ἐμνήσθημεν, εἴπωμεν ποσαχῶς ἡ ἀέ καὶ λέγομεν ὅτι τετραχῶς· ἢ γὰρ κατὰ τέχνην ὡς ἡ τοῦ διδασκάλου πρὸς τὸν μαθητήν, ἢ κατὰ τύχην ὡς ἡ τοῦ δεσπότου πρὸς τὸν δοῦλον, ἢ κατὰ προαίρεσιν ὡς ἡ τοῦ φίλου πρὸς φίλον, ἢ κατὰ φύσιν ὡς ἡ τοῦ πατρὸς πρὸς υἱόν· ἡ οὖν τῶν εἰρημένων γενῶν σχέσις κατὰ φύσιν ἐστίν (quae ex Ammon. p. 50,11 hue irrepserunt), denique add. ἐνδέχεται ἑκάτερον αὐτῶν πα τὸν (sic) εἶναι κατὰ ἄλλο καὶ ἄλλο. τὸ μὲν γὰρ συνηθείᾳ, sed ἐνδέχεται—συνηθίᾳ (cf. p. 55 4.5) punctis circumscriptis del. C 17. 18 σημενομένον C 18 τὴν om. C 19 σχέσιν om. C 20 ἀποτ. τὴν ἀπὸ τῶν Porph. 24 καὶ Κεκροπίδας om. V)
    55

    p. 2,5 Καὶ ἒοικε πρόχειρον.

    Πρὶν εἰπεῖν τὸ τρίτον σημαινόμενον τοῦ γένους συγκρίνει τὰ δύο πρῶτα καὶ ἕκαστον αὐτῶν πρῶτον λέγει. καὶ πῶς πρῶτον δευτέρου μὴ ὄντος λέγει ; καὶ λέγομεν ὅτι ἐνδέχεται ἑκάτερον αὐτῶν πρῶτον εἶναι κατὰ ἄλλο καὶ ἄλλο· τὸ μὲν γὰρ τῇ συνηθείᾳ πρῶτον τὸ πλῆθος τῶν ἀνθρώπων· ἀκούσαντες γὰρ γένους εἰς ἔννοιαν πολλῶν ἀνθρώπων ἐρχόμεθα, διὸ καὶ πρόχειρον αὐτὸ εἶπεν, οὐχ ἁπλῶς πρῶτον· πρῶτον γάρ ἐστι τὸ τῇ φύσει πρῶτον, τοῦτ’ ἔστιν ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, ὅ τε πατὴρ καὶ ἡ πατρίς· πρῶτον γὰρ γίνεται εἷς ἐξ ἑνός, καὶ εἶθ’ οὕτως πολλοὶ ἐξ ἑνός. καὶ θαυμαστὸν ὅτι τὰ τῇ φύσει πρῶτα δεύτερα ἡμῖν φαίνεται καὶ τὰ δεύτερα τῇ φύσει πρῶτα ἡμῖν φαίνεται, οἷον ὁ Σωκράτης ἡμῖν πρῶτός ἐστι, τῇ δὲ φύσει δεύτερος· σκοπὸν γὰρ ἔχει ἡ φύσις οὐ Σωκράτην ποιῆσαι ἀλλ’ ἁπλῶς ἄνθρωπον, οὗτος δὲ ἔκ τινος περιστάσεως γενόμενος φαλακρὸς ἢ προγάστωρ γέγονε Σωκράτης· ὁ δὲ καθόλου ἄνθρωπος ἔμπαλιν τῇ φύσει πρῶτος ὢν ἡμῖν δεύτερός ἐστι. καὶ οὐ μόνον ἡμεῖς ἀντιπεπόνθαμεν τῇ φύσει, ἀλλὰ καὶ ἡ θεωρία τῇ πράξει· | τὸ γὰρ τέλος ἰῆς θεωρίας ἀρχὴ [*](64v) τῆς πράξεως γίνεται· οἷον βουλόμεθα σῶσαι τὸ ζῷον ἀπὸ θάλπους καὶ κρύους καὶ ὂμβρου καὶ ἀνέμων, οὐκοῦν δεῖ ποιῆσαι αὐτῷ ὀροφήν· ἀλλ’ ἐπειδὴ αὕτη μένειν χωρὶς τοίχων οὐ δύναται, δεῖ ἀναστῆσαι τοίχους τοὺς συνέχοντας· ἐπεὶ δὲ οὗτοι στῆναι οὐ δύνανται μὴ θεμελίων καταβληθέντων, δεῖ καὶ θεμελίους καταβαλέσθαι, καὶ ἐπειδὴ οὗτοι γενέσθαι οὐ δύνανται μὴ ὀρυσσομένης τῆς γῆς, δεῖ ὀρύξαι τὴν γῆν· καὶ λήγει μὲν ἡ θεωρία εἰς τοῦτο, ἄρχεται δὲ ἡ πρᾶξις ἀπὸ τῆς ὀρύξεως τῆς γῆς.

    p. 2,10 Ἂλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεται τὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον.

    Τὸ τρίτον σημαινόμενον τοῦ γένους, περὶ οὗ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, καθ’ ὁμοιότητα ἴσως τῶν πρώτων γενῶν εἴρηται· ὥσπερ γὰρ τὸ πρῶτον γένος πολλῶν περιεκτικόν ἐστιν, οὕτως καὶ τὸ εἰς εἲδη διαιρούμενον πολλῶν ἐστι περιεκτικόν, καὶ ὥσπερ τὸ δεύτερον γένος, τοῦτ’ ἔστιν ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, ὁ πατὴρ καὶ ἡ πατρίς, ὅλα ἑαυτὰ παρέσχον [*](1 καὶ] τοῦτο δὲ Porph. 2 τὰ δύο τὰ πρῶτα C 3 καὶ πῶς΄—λέγει om. C ἑκάτερον] ἕκαστον V αὐτῶν om. V 5 γὰρ om. C 6 γένος V evotav C ἐρχομένων C 1 (corr. m. 2) 7 πρῶτον (alt.) om. C 8 ή om. C γενήσεως. C V καὶ εἷθ’ οὓτως πολλοὶ ἐξ ἐνός Laur. 72,5: cm. CV 10 oe-ixepa (prius) om. C 1 10. 11 καὶ τὰ δεύτερα τῇ φύσει πρῶτα ἡμῖν φαίνεται om. C 11 ὁ om. C 14 ὁ δὲ] οὐδὲ V 16 τὸ γὰρ τέλος . . .] cf. Aristot. Eth. Eud. Β 11 p. 1227b 32 18 ὄμβρων V 19 αὐτὴ C 20 ἐπεὶ] ἐπειδεὶ (corr. ἡ) V οὐ δὺν· στῆναι colloc. V 21 καταβλέσθαι V 22 ὀρυσομένης C εἰς] πρὸς V 23 ἄρξεται V 24 ἄε δὲ G λέγεται γένος πάλιν colloc. V 25. 27 ὁμοιώτητα C 25 εἰρημένων CV 27 πρώτων] ἄλλων V 30 γενήσεως CV ἑαυτῶν C 2 παρέχων V)

    56
    τοῖς ἐξ αὑτῶν οὐδὲ γάρ ἐστι μᾶλλον τοῦδε πατὴρ ἢ πατρὶς καὶ ἧττον τοῦδε), οὕτως καὶ τοῦτο τὸ γένος ὅλον ἑαυτὸ ἑκάστῳ τῷ εἴδει παρέσχεν· οὐδὲ γάρ ἐστι μᾶλλον ζῷον καὶ ἧττον ζῷον.

    <Πρᾶξις κ΄.>

    p. 2,15 Ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι.

    Ἀπαριθμησάμενος τὰ σημαινόμενα τοῦ γένους ὁ Πορφύριος, ὅτι τρία, καὶ διορίσας περὶ ποίου ὁ λόγος, βούλεται τοῦτο ὑπογραφῆς ἢ ὁρισμοῦ ἀξιῶσαι. | καὶ ἔδει μὲν αὐτὸν μέλλοντα τῶν περὶ τοιούτου γένους ἀπάρχεσθαι [*](65r) λόγων ἀπὸ τοῦ εἰ ἔστιν ἄρξασθαι, ἀλλ’ ἐπειδὴ τοῦτο ἔφθη παραιτησάμενος, ἡνίκα ἔλεγεν ‘τῶν μὲν βαθυτέρων ἀπέχομαι ζητημάτων καὶ εἴτε ὑφέστηκεν εἴτε μή’, ἐπὶ τὸ τί ἐστιν ἔρχεται. τὸ δὲ τί ἐστιν τοῦ ὁρισμοῦ πρόσρημα ἢ ὑπογραφῆς. διαφέρει δὲ ταῦτα ἀλλήλων, ὅτι ὁ μὲν ὁρισμὸς ἐκ τῶν κατ’ οὐσίαν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἐκ τῶν κατὰ συμβεβηκός. χείρων δὲ ἡ ὑπογραφὴ τοῦ ὁρισμοῦ, ὅθεν καὶ ὑπογραφὴ λέγεται ὡς ὑπὸ τὴν γραφὴν τελοῦσα, τοῦ ὁρισμοῦ τῇ τελείᾳ μορφῇ τῆς γραφῆς ἀναλογοῦντος τῇ ἐν χρώμασι τῆς δὲ ὑπογραφῆς τῇ σκιαγραφίᾳ καὶ λευκογραφίᾳ. ἐνταῦθα οὖν τὸ τί ἐστιν ἐπὶ τῆς ὑπογραφῆς κεῖται· ὑπογράφει γὰρ τὸ γένος, οὐχ ὁρίζεται. καὶ εἰκότως, ἐπειδὴ οἱ ὁρισμοὶ ἐκ γένους καὶ διαφορῶν λαμβάνονται, τοῦ δὲ γένους οὐκ ἔστιν ὑπεραναβεβηδὸς γένος. διὰ τοῦτο οὐχ ὁρίζεται αὐτό, ἀλλ’ ὑπογράφει. ἀλλ’ ὅσον ἐπὶ τοῦτο ἔδει τὸ εἶδος ὁρίσασθαι τοῦ γὰρ εἴδους ἔστι γένος), διὸ ῥητέον ἄλλην αἰτίαν, δι’ ἣν οὐδεμίαν τῶν πέντε φωνῶν ὁρίζεται. δεῖ εἰδέναι ὅτι αἱ πέντε φωναὶ ὁμώνυμοί εἰσιν ὡς διὰ πάσης χωροῦσαι κατηγορίας, τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ὁρισμός, εἴ γε οἱ ὁρισμοὶ κοινωνίαν πραγμάτων ζητοῦσιν, οὐχὶ ὀνομάων ὧν γὰρ οἱ ὅροι οἱ αὐτοί, τούτων καὶ τὰ πράγματα ταὐτά), τὰ δὲ ὁμώνυμα τοὐταντίον κοινωνίαν ὀνομάτων, οὐχὶ πραγμάτων. διὸ εὐλόγως ὑπογράφει τὸ γένος καὶ οὐχ ὁρίζεται. δεῖ εἰδέναι ὅτι ἕκαστον ὄν, καθὸ μὲν λέγεται ἕν, | δηλοῦται δι’ ὀνόματος, καθὸ δὲ ἐκ πλειόνων σύγκειται, ν ταῦτα τὰ πλείονα ἢ οὐσιώδη ἐστὶν ἢ ἐπεισοδιώδη, καὶ εἰ μὲν οὐσιώδη, ποιεῖ τὸν ὁρισμόν, εἰ δὲ ἐπεισοδιώδη, ποιεῖ τὴν ὑπογραφήν. ἀποροῦσι δέ [*](1 τοῦδε] τοῦ C 2 ἑαυτὸ scripsi: ἑαυτοῦ CV τῷ om. C 4 πρᾶξις κ΄ adclidi 6 ὅτι τρία fort, eicias 7 ὁ λόγος om. V τούτων V 8 τῶν ex τὸν corr. C: om. V 8.9 ὑπάρχεσθαι (sic) V 9 ἄρξεσθαι V τοῦτο τοῦτο ἔφθη ἔφθη V 11 τοῦ om. V 12 διαφέρουσι V δὲ ex μὲν corr. V 14 χείρων] Marc. 201 : χείρω CV 16 alt. τῇ] τῆς C σκιογραφία C 16. 17 καὶ λευκογραφία V Marc. 201: καὶ σκιογραφία (sed del.) C Ι7 ἐπὶ om. V τῆς supra scr. V ὑπογράφει] ὑπογράφῃ C 18 οὐ χωρίζεται ὢ ex o corr.) V 19 post γένους add. γένος C 20 διὰ] δὲ C οὐ χωρίζεται C ὑπογράφη C τούτω (alt. 1.) C 21 τὸ] γὰρ V 23 εἰσιν om C 24 οἱ om. V οὐκ V 25 ὧν γὰρ—ταὐτά om. V (cf. Amm. p. 56,.5) alt. τἄ] τὸ V 27 δεῖ εἰδέναι— ὑπογραφήν (30) eicias, nisi mails post συμβεβηκός (v. 14) transponere 29 τὰ om. C εἰσὶν C (cf. V. 30) 29. 30 ἐπισοδιώδη C: ἐπουσιώδη V 30 τὸν om. C)

    57
    τινες ὅτι οἱ ὁρισμοὶ ἐκ γένους καὶ συστατικῶν διαφορῶν συνίστανται, καὶ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι, καὶ τὸ μὲν γένος ἓν ἐν τοῖς ὁρισμοῖς, πολλαὶ δὲ αἱ διαφοραί· τί δήποτε; μὴ καὶ οἱ ὁρισμοὶ ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται ἀκολουθοῦντες οὐ τῷ γένει τῷ ἑνὶ ἀλλὰ ταῖς διαφοραῖς ταῖς πολλαῖς ταῖς καὶ τὸ κῦρος ἐν αὑταῖς ἐπεχούσαις, αἵτινες καὶ εἰδοποιοῦσι τὸν ὁρισμὸν τοῦ γένους ὕλῃ ἐοικότος ἀμόρφῳ; καὶ λέγομεν πρὸς τοῦτο ὅτι οὐκ ἔμειναν αἱ διαφοραὶ ἐν τοῖς ὁρισμοῖς διαφοραί, ἀλλ’ ὡς συλληφθεῖσαι τῷ γένει εἲδη ἐγένοντο, ζῷον λογικόν, ζῷον θνητόν, ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἅπερ ἐστὶν εἴδη, ὡς μαθησόμεθα· τὸ δὲ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, διὸ καὶ οἱ ὁρισμοῖ ἐν τῷ τί ἐστι κατηγοροῦνται.

    Ἐφ’ οἷς ὑπογράφει τὸ γένος οὕτως· γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, [*](66r) οἷον τὸ ζῷον· τοῦτο γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται, οἷον ἵππου καὶ ἀνθρώπου, οἳ τῷ εἴδει διαφέρουσιν. ἀλλ’ ἐπειδὴ ὃ πῦρ ἐν χρυσῷ, τοῦτο ὁρισμὸς ἐν ὁριστῷ καὶ ὑπογραφὴ ἐν ὑπογραφομένῳ· τὸ γὰρ πῦρ ἀποχωρίζει τὸν χρυσὸν ἀπὸ πάντων τῶν ἀλλοτρίων, καὶ πρῶτον μὲν τῶν ἀλλοτριωτάτων οἷον ῥύπου καὶ μολύβδου, εἶτα ἀπὸ τοῦ σύνεγγυς οἷον χαλκοῦ (συγγενὴς γὰρ ὁ χαλκὸς τῷ χρυσῷ διὰ τὸ ὁμόχροον)· οὕτως καὶ ὁ ὁρισμὸς ἀποχωρίζει τὸ ὁριστὸν ἀπὸ τῶν λοιπῶν· ἐὰν γὰρ εἴπω ζῷον, ἐχώρισα τῶν ἀψύχων, εἰ δὲ λογικόν, ἐχώρισα τῶν ἀλόγων, εἰ δὲ θνητόν, ἐχώρισα τῶν ἀθανάτων λογικῶν. ὁμοίως καὶ ἡ ὑπογραφή· ἐὰν γὰρ εἴπω ὅτι Σωκράτης Ἀθηναῖος, ἐχώρισα τῶν ξένων, υἱὸς Σωφρονίσκου, ἐχώρισα τῶν πολιτῶν, φιλόσοφος, ἐχώρισα τῶν ἀδελφῶν· οὖν καὶ τὴν παροῦσαν ὑπογραφὴν τοῦ γένους δείξωμεν τὰ πυρὸς καὶ ὁρισμοῦ ποιήσασαν· ἑπτὰ γὰρ οὐσῶν τῶν φωνῶν, οὔτι λέγω φιλοσόφων μόνον ἀλλὰ καὶ ἀφιλοσόφων, τοῦτ’ ἔστι μερικῶν <καὶ> ἀσήμων, καὶ τῶν παρὰ φιλοσόφοις πέντε, ἡ ὑπογραφὴ τῶν ἓξ ἐχώρισεν τὸ γένος· διὰ μὲν γὰρ τοῦ εἰπεῖν κατὰ πλειόνων ἐχώρισε τῶν καθ’ ἑνὸς μόνου κατηγορουμένων, τοῦτ’ ἔστι μερικῶν, διὰ δὲ τοῦ εἰπεῖν διαφερόντων τῷ εἴδει ἐχώρισεν αὐτὸ ἀπὸ τοῦ ἰδίου καὶ εἴδους (ταῦτα γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ κατηφοροῦνται), διὰ δὲ τοῦ εἰπεῖν ἐν τῷ τί ἐστιν ἐχώρισεν | αὐτὸ διαφορᾶς [*](66v) καὶ συμβεβηκότος (ταῦτα γὰρ ἐν τῷ ποῖόν τι κατηγοροῦνται· ἐρωτηθέντες [*](2 γένος om. V ὁποῖον V 3 ἓν μὲν τὸ γένος colloc. V δὲ πολλαὶ colloc. C 4 post ὁρισμοὶ ex Aminonio (p. 65,7 add. ἐνδέχεται γὰρ καὶ τοῖς κατ’ οὐσίαν διαφέρουσι τὰ αὐτὰ συμβεβηκότα ὑπάρχειν, ὥσπερ οὑν κἀνταῦθα πολλοῖς οὖσι καὶ διαφέρουσι κατ’ οὐσίαν τοῖς γενέσι μία καὶ ἡ αὐτὴ σχέσις αὐτὴ (I. αὐτοῖς) συμβέβηκεν πρὸς τὰ ὑποβεβλημένα αὐτοῖς εἴδη· πᾶν γένος τῶν οἰκείων εἰδῶν ἐστι περιεκτικόν C ὁποῖον V 5 οὐ οὐ αὐτῶ C 6 εἰδοποιοῦσι] ὁδοποιοῦσι V ὕλη] εἲδει V 7 ἀμόρφου V πρὸς τοῦτο] -prJTspov V οὐκ om. V 12 ὑπογράφῃ C 13 εἲδη C 16 ὃ] τὸ C 18 ἀλλοτριοτάτων C μολίβδου V 17 συγγενεῖς C ὁμόχρουν C 23 ὃτι om. V ξέων V σοφρονίσκου C 1 25 δείξομεν C ποιήσας V 26 οὒτι] οὐ V μόνον—ἀφιλοσόφων om. C 27 καὶ inserui 30 ἐχώρησεν C 31 τοῦ om. C ἀριθμῷ] ὁρισμῷ in marg:. add. V 32. 33 διὰ—κατηγοροῦνται om. V)

    58
    γὰρ τί ἐστιν ἄνθρωπος, ζῷον ἀποκρινόμεθα, ἐρωτηθέντες δὲ ποῖόν τί ἐστιν ἄνθρωπος, λογικόν, καὶ ποῖόν τί ἐστι κόραξ, μέλαν ἀποκρινόμεθα)· διὰ δὲ τοῦ εἰπεῖν κατηγορούμενον ἐχώρισε τῶν ἀσήμων· αἱ γὰρ ἄσημοι ὓπαρξιν μὴ δηλοῦσαι ὅλως οὐδὲ κατηγοροῦνται.

    Ἀποροῦσι δέ τινες ὅτι ‘πόθεν λέγομεν τὸν ἀποδοθέντα τοῦ γένους λόγον, τὸν λέγοντα γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὑπογραφὴν εἶναι καὶ οὐχὶ ὅρον ;’ λεκτέον οὖν τούτου αἰτίας τρεῖς· πρώτην μὲν ὅτι ἐκ τοῦ εἰπεῖν πλειόνων δῆλόν ἐστιν ὅτι ὑπογραφή ἐστ’ καὶ ἐκ τῶν κατὰ συμβεβηκὸς· ἐνυπαρχόντων τῷ ὑποκειμένῳ τὸν λόγον ἐποιήσατο· οὐδὲ γὰρ τῷ ζῴῳ οὐσιωδῶς ὑπάρχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· ἐνεδέχετο γὰρ αὐτὸ ὑφεστάναι ὡς εἰ καὶ μὴ πλειόνων κατηγορεῖτο τοσοῦτον, ὅτι ἐν τῷ οἰκείῳ ὁρισμῷ τὸ ζῷον οὐκ ἔχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. τὸ οὖν κατὰ πλειόνων κατηγορεῖσθαι ἐπισυμβέβηκεν αὐτῷ καὶ οὐκ ἔστιν αὐτῷ οὐσιῶδες. εἰ οὖν οἱ ὁρισμοὶ ἐκ τῶν οὐσιωδῶς ἐνυπαρχόντων λαμβάνονται, αἱ δὲ ὑπογραφαὶ ἐκ τῶν ἐπεισοδιωδῶν, οὐκ ἔστι δὲ τὸ γένος οὐσιῶδες τῷ ζῴῳ, ἀλλ’ ἐπισυμβέβηκεν αὐτῷ | καὶ [*](67r) ἐπεισοδιῶδες αὐτῷ ἐστι, καλῶς φαμεν ὅτι ὑπογραφή ἐστιν ὁ ἀποδοθεὶς λόγος, οἷα μὴ ἐκ τῶν οὐσιωδῶν λαμβανόμενος, καὶ οὐχ ὁρισμός. αὕτη πρώτη αἰτία. δευτέρα δὲ ὅτι ἀποδοθεῖς λόγος ὑπογραφὴ καὶ οὐχ ὁρισμός. ἐστι· οὐδέποτε γὰρ ἐν ἀποδόσει ὁρισμοῦ κέχρηται τῇ ὑπαλλήλῳ ἤτοι διαλλήλῳ δείξει· εἰ οὖν κέχρηται ἐνταῦθα τῇ διαλλήλῳ δείξει, ὡς μικρὸν ὕστερον μαθησόμεθα, φάσκων ἐν μὲν τῷ λόγῳ τοῦ γένους ‘γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη’ ἐν δὲ τῷ λόγῳ τοὐ εἴδους ‘εἶδός ἐστι τὸ ὑποκείμένον τῷ γένει’, αὕτη δὲ διάλληλός ἐστι δεῖξις, οὐ δύναται ὁ ἀποδοθεὶς λόγος εἶναι ὁρισμός· οὐδὲ γάρ, ὡς εἴρηται, ἐν ὁρισμῷ εἰώθασιν οἱ φιλόσοφοι τῇ διαλλήλῳ δείξει κεχρῆσθαι. λείπεται οὖν τὸν ἀποδοθέντα τοῦ γένους λόγον ὑπογραφὴν εἶναι. τρίτη πάλιν ἐστὶν ἀπόδειξις αὕτη· αἱ ὑπογραφαὶ ἀεὶ ἐκ τῶν κάτω λαμβάνονται, οἱ δὲ ὁρισμοὶ ἐκ τῶν ἄνω· ὁριζόμενοι μὲν γὰρ τὸν ἄνθρωπόν φαμεν ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’ ἀπὸ τῶν ἄνω κειμένων ἀρξάμενοι, λέγω δὴ τοῦ ζῴου, ὑπογραφόμενοι δὲ ἐκ τῶν κάτω· οὕτως καὶ αὐτὸ τὸ γένος ὑπογράφομεν καί φαμεν τὸ κατὰ πλειόνων ἐκ τῶν κάτω λαβόντες τὴν ὑπογραφήν· τὰ γὰρ πλείονα κάτω [*](1 ἐρωτιθέντες C δὲ om. V alt. ἐστι om. V 2 post λογικὸν add. ἀποκρινόμεθα V τι om. V δὲ om. C 4 μὴ om. C οὐχ V 8 ὅτι om. V 9 δηλοῦν V συμβεβηκότος V 11 ἐνυπάρχει V κατηγορεῖσθαι—πλειόνων (12) om. V 12 τοσούτων V; τοσ. post ὡς ponas εἰκοίω V 15 αὐτοῦ (alt. l.) V εἰ] οἱ C 16 λαμβάνονται om. V ἐπεισ] ἐπουσιωδῶν V: scribas ἐπεισοδιωδῶς 18 ἐπουσιῶδες V 19 οὐσιουσιψδῶν (sic) 20 δὲ om. V ante ὑπογραφὴ add. καὶ V 21 ἐστι post ὑπογραφὴ transp. V κέγρηται (sic) V χρῆται C (cf. v. 22. 27 p. 59,18) ὑπαλλήλῳ ἢτοι eicias ἀπαλλήλω V ἤτοι] ἡ τῇ V 22 χρῆται C 26 εἰόθασιν C 27 χρῆσθαι V 28 τρίτη πάλιν ἐστὶν ἀπόδειξις αὕτη] τρίτην πάλιν ἀπόδοσιν εἰπεῖν, ἒστιν αὕτη V 29 dsi om. V μὲν om. V 30 θνητὸν om. V 32 ὑπογράφομεν om. V alt. τὸ] τῶ V)

    59
    εἰσί. ζητοῦσιν οὖν τινες ὅτι ‘ἐὰν εὑρεθῇ ἐν τῷ ὁρισμῷ μία φωνὴ ἐπεισοδιώδης, πᾶσαι δὲ αἱ λοιπαὶ οὐσιώδεις ὧσι, τί δέον καλεῖν τοῦτον τὸν λόγον, ὁρισμὸν | ἢ ὑπογραφήν; ὁρισμὸν μὲν γὰρ οὐ δυνατόν, ἐπειδὴ ὁ ὁρισμὸς ἐκ [*](67v) τῶν οὐσιωδῶν φωνῶν θέλει συνίστασθαι, ἀλλ’ οὐδὲ ὑπογραφήν, ἐπειδὴ ἡ ὑπογραφὴ οὐδεμίαν φωνὴν οὐσιώδη βούλεται ἒχειν’. πρὸς ὅ φαμεν ὅτι ἀνάγκη πᾶσα ὑπογραφὴν καλέσαι τοῦτον· ὥσπερ γὰρ ἐπὶ τῆς λύρας ὑγιῶς μὲν διακειμένων τῶν χορδῶν πασῶν ἁρμονία τις καὶ ῥυθμός ἐστι, μιᾶς δὲ δὲ ῥηγνυμένης καὶ οὐ πασῶν εὐθὺς ἀναρμοστία γίνεται, οὕτως καὶ ἐν τῷ ἀποδοθέντι λόγῳ ἐπειδὴ μὴ πᾶσαι αἱ φωναὶ οὐσιώδεις εἰσὶν ἀλλ’ εὑρέθη μία ἐπεισοδιώδης, ἔστιν εἰπεῖν ὅτι ἡ ἁρμονία τοῦ ὁρισμοῦ ἐλύθη καὶ τὴν ἀναρμοστίαν τῆς ὑπογραφῆς ἐδέξατο.

    p. 2,15 Ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι.

    Καλῶς εἶπεν ἀποδεδώκασι· τῶν γάρ πρὸ αὐτοῦ ἐστιν αὕτη· ἡ ύπογραφή· ἰστέον γὰρ ὅτι ἡ παροῦσα πραγματεία συναγωγή ἐστι τῶν ἐν τῇ τοπικῇ πραγματείᾳ σποράδην εἰρημένων τῷ Ἀριστοτέλει.

    p. 2,18 οἷον Σωκράτης τὸ οὗτος καὶ τὸ τοῦτο.

    Ἰνα μὴ τοῖς κατὰ μέρος ἐνδιατρίβων μηκύνῃ τὸν λόγον, κέχρηται δεικτικαῖς ἀντωνυμίαις· τὸ γὰρ τοῖς κατὰ μέρος πᾶσιν ἐπεξιέναι ἀφιλόσοφον.

    p. 2,11) Καὶ τὰ συμβεβηκότα κοινῶς ἀλλὰ μὴ ἰδίως.

    Καλῶς εἶπεν κοινῶς ἀλλὰ μὴ ἰδίως τινὶ τὸ συμβεβηκὸς κατὰ πλειόνων | κατηγορεῖσθαι· μόνον γὰρ τὸ συμβεβηκὸς δύναται καθόλου εἶναι [*](68r) καὶ μερικόν, καθόλου μὲν ὡς τὸ λευκὸν κατὰ πλειόνων φερόμενον, μερικὸν δὲ ὡς ἡ οὐλὴ τοῦ Ὀδυσσέως, ἀφ’ ἧς ἐπέγνω αὐτὸν ἡ Εὐρύκλεια.

    p 2,21 Συμβεβηκὸς δὲ οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ καθέζεσθαι.

    Διὰ τί ἐπὶ μόνου τοῦ συμβεβηκότος καὶ ὀνόμασι καὶ ῥήμασιν ἐχρήἐπουιώδης [*](1. 2 V 2 οὐσιώδης C ὦσι scripsi : εἰσὶ CV καλλεῖν C 5 βούλεται ante φωνὴν transp. V 6 uyto? C εἰπὼν om. V ἐλύθη] αὐτῆς V ἀναρμοσία V 10 ἐπουσιώδης V εἰπῶν (sic) V ἐλύθη] ἒλθη V 16 ἀριστοτέλει] σωκράτει V 17 6 ὁ σωκp. C 21 συμβηκότα C 22 καλῶς — ἰδίως in mrg. suppl. C 1 22. 23 κατηγορεῖσθαι κταὰ πλειόνων colloc. V 23 post πλειόνων add. φερόμενον (punctis circumscr. del.) C (cf. v. 24) δύναται] κατὰ πλειόνων V 26 οἷον post μέλαν transp. C)

    60
    σατο εἰς παράδειγμα, ἐπὶ δὲ τῶν ἄλλων μόνοις ὀνόμασιν ἐχρήσατο; καὶ λέγομεν ὅτι εὐλόγως· τὰ γὰρ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια ἀεὶ ὡσαύτως ἒχουσι μὴ μεταβάλλοντα τὰ δὲ συμβεβηκότα μεταβάλλουσί ποτε. εἰκότως οὖν ἐπὶ μὲν τῶν ἄλλων τὸ ὄνομα ἔλαβεν εἰς παράδειγμα ὡς ἐν ταῖς κλίσεσι κατὰ χρόνον μὴ μεταβάλλον, ἐπὶ δὲ τοῦ συμβεβηκότος ἐχρήσατο καὶ τῷ ῥήματι ὡς μεταβάλλοντι κατὰ χρόνον· ἁρμόδιον ἄρα ἦν τὸ μεταβάλλον κατὰ χρόνον τῷ μεταβάλλοντι κατὰ φύσιν εἰς τὸ ἐναντίον.

    p. 2,28 διαφέρουσι καὶ τῷ ἀλλήλων ἀλλ’ οὐχί.

    Καλῶς εἶπε τῷ ἀριθμῷ μόνον· τὰ γὰρ τῷ εἴδει διαφέροντα καὶ ἰῷ ἀριθμῷ πάντως διαφέρουσιν, τὰ δὲ τῷ ἀριθμῷ διαφέροντα οὐ πάντως τῷ εἴδει διαφέρουσιν.

    p. 3,18 Ἃ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται.

    Ἡ μὲν διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται μόνον, τὸ δὲ συμβεβηκὸς ἢ ἐν τῷ ποῖόν τί ἐστιν ἢ ἐν τῷ πῶς ἔχον κατηγορεῖται. καὶ εὐλόγως, ὅτι ἡ μὲν διαφορὰ ἡ κυρίως οὐδέποτε μεταβάλλει ἢ χωρίζεται, τὸ δὲ συμβεβηκὸς διττήν. ἢ χωριστὸν ἢ ἀχώριστον, καὶ τῷ μὲν ἀχωρίστῳ οἰκεῖον τὸ ἐν τῷ ποῖόν τί κατηγορηθῆναι, τῷ δὲ χωριστῷ οἰκεῖον τὸ ἐν τῷ πῶς ἔχον κατηγορεῖσθαι· οἷον πῶς ἔχει Σωκράτης; ὑγιαίνει ἢ [*](68v) νοσεῖ, ἅ ἐστι χωριστὰ συμβεβηκότα.

    <Πρᾶξις κα΄>

    Περὶ εἴδους.

    p. 3,21 Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ εἴρηται.

    Oὔπω πέπαυται ὁ περὶ τοῦ γένους λόγος· ἐκκρεμὴς γάρ ἐστι καὶ κατὰ γνῶσιν καὶ καθ’ ὕπαρξιν, ἀναμένων τὸ εἶδος, καὶ ἵνα γνωσθῇ καὶ ἵνα ὑποστῇ. καὶ μὴ λεγέτωσαν οἱ ἐξηγηταὶ διὰ τί προέταξε τὸ εἶδος τῆς διαφορᾶς· οὐδὲν γὰρ ἕτερον ζητοῦσιν ἢ διὰ τί προέταξε τὸ γένος τῆς διαφορᾶς. τὸ δὲ ζητεῖν τοῦτο εὔηθες· τὸ γὰρ γένος ἐν ἑαυτῷ ἔχει τὸ εἶδος. καὶ πῶς, φασίν, ἀνωτέρω τὴν διαφορὰν προέταξε; καὶ λέγομεν ὅτι ὅπου ψιλῆς [*](1 εἰς om V (cf. V. 4) δὲ cm. V χρησάμενος V 3 μεταβαλοῦσι (alt. 1.) C 5 κλήσεσι C μεταβαλὸν C 1 6 τῷ] τὸ CV 7 τῷ μεταβ.] τὸ μεταβάλλειν V 8 οἳ] ᾗ V 10 post pr. ἀριθμῷ add. διαφέροντα V 12 κατηγορεῖται om. Porph. 13 διαφορὰ] ἀναφορὰ V ὁποῖον V 14 πῶς ἔχον] ποῖον τί ἐστι V 15 ἀλόγως V 17 ἐν τῷ om. V Ι8 post Σωκράτης III litt. erasae C 19 ἁ om. V 20 πρᾶξις κα addidi 22 μὲν om. V 24 οὔπω —αἲσθησιν (64,29) om. V 20 λεγέτοσαν C 1 29 φασίν scripsi: φησίν C ἀνωτέρω] Porph. p. 1,4)

    61
    τερῶν ἐπὶ τὰ μερικώτερα, προέταξε τὴν διαφορὰν τοῦ εἴδους ὡς καθολικω- τέραν μερικωτέρου καθολικωτέρα γὰρ ἡ διαφορὰ τοῦ εἴδους, εἴπερ τὸ λογι- κὸν οὐ μόνῳ ἀνθρώπῳ ἀλλὰ καὶ ἀγγέλῳ ὑπάρχει, τὸ δὲ εἶδος μερικώτερον, εἴπερ ἄνθρωπος εἶδος ὢν μερικώτερος τῆς τοῦ θνητοῦ διαφορᾶς), ὅπου δὲ ὑποστάσεως καὶ ὑπογραφῆς καιρὸς ἦν, προέταξε τὸ εἶδος· τὸ γὰρ γένος χωρὶς τοῦ εἴδους οὔτε ὑφίσταται οὔτε γινώσκεται, ἐπειδὴ πρός τι ταῦτα, τὰ δὲ πρός τι χωρὶς ἀλλήλων οὔτε ἔστιν οὔτε γινώσκεται.

    Ἀλλ’ ὥσπερ τὸ γένος ὁμώνυμον, οὕτως καὶ τὸ εἶδος ὁμώνυμον· φέρε οὖν κἀνταῦθα τῷ αὐτῷ κανόνι χρησώμεθα καὶ πρότερον διαστείλωμεν τὴν ὁμωνυμίαν καὶ οὕτως τὸ ἀφορισθὲν ὑπογραφῆς ἀξιώσωμεν. δύο τοίνυν σημαίνει τὸ εἶδος· λέγεται γὰρ εἶδος καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθό φαμεν τὸ

  • πρῶτον μὲν εἶδος 1 ἄξιον τυραννίδος·
  • [*](69r) οὐκ ἂν γὰρ τὸ εὐειδὲς καὶ δυσειδὲς μορφῆς διάφορον ἐδήλου, εἰ μὴ τὸ εἶδος μορφὴν ἐδήλου. λέγεται δὲ εἶδος καὶ τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, περὶ οὗ διαλέγονται οἱ φιλόσοφοι· ὥσπερ γὰρ οὐ περὶ παντὸς γένους διελέ- γοντο ἀλλὰ περὶ του εἰς εἴδη διαιρουμένου, οὕτως οὐδὲ περὶ παντὸς παντος διαλέγονται ἀλλὰ περὶ τοῦ ἀναγομένου ὑπὸ τὸ γένος. ἀλλ’ οὐ μέχρι τούτων τὰ σημαινόμενα τοῦ εἴδους, ὦ Πορφύριε· ποῦ γὰρ τὸ παρὰ Ἀριστοτέλει ἐν τῇ Φυσικῇ ἔνυλον εἶδος, οὗ ἀποπεράτωσις ἡ μορφή ; καὶ λέγομεν ὅτι τοῦτο παρῆκεν, ἐπεὶ μὴ φυσιολογῆσαι καιρός. τοῦ δὲ νῦν προκειμένου ἕδους λέγει ὑπογραφὰς τρεῖς· πρώτην μέν, ὅτι εἶδός ἐστι τὸ ἀναγόμενον ὑπὸ τὸ ἀποδοθὲν γένος, ταὐτὸν εἰπεῖν ὑπογραφέν, δευτέραν δὲ εἶδός ἐστιν οὗ τὸ γένος τῷ τί ἐστι κατηγορεῖται, καὶ τρίτην εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. αἱ μὲν οὖν πρῶται δύο ὑπογραφαὶ τῇ σχέσει μόνῃ διαφέρουσιν ἀλλήλων καὶ ᾧ διαφέρει ἀνάβασις καταβάσεως καὶ κατά· βάσις ἀναβάσεως καὶ ἡ ἀπὸ Ἀθηνῶν εἰς Θήβας ὁδὸς καὶ ἀπὸ Θηβῶν εἰς Ἀθήνας αὗται γὰρ τῇ σχέσει μόνῃ διαφέρουσι, τῷ ἢ ἔνθεν ἄρξασθαι ἡ ἔνθεν)· οὕτως καὶ αὗται αἱ ὑπογραφαὶ ἀνόδῳ ἐοίκασι καὶ καθόδῳ· ἡ γὰρ πρώτη ἡ λέγουσα τὸ ἀναγόμενον ὑπὸ τὸ ἀποδοθὲν γένος ἀνόδῳ ἔοικεν, ἡ λέγουσα οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται καθόδῳ ἔοικεν. αὗται δὲ αἱ δύο ὑπογραφαὶ παντὶ εἴδει ἁρμόζουσι | (πᾶν γὰρ εἶδος ἔχει γένος), ἡ δὲ τρίτη οὐ παντὶ ἀλλὰ τῷ εἰδικωτάτῳ. δεῖ δὲ εἰδέναι ὅτι οὐ μόνον τὸ ἀπλῶς γένος πολλαχῶς λέγεται, ἀλλὰ καὶ τὸ περὶ οὗ οἱ̣ φιλόμερικώτερα [*](2 Laur. 72,5: μερικά C 4 ἀγγέλῳ) an θεῷ? (cf. p. 63,28) 5 ὅπου — εἶδος (6) Laur. 72,5 Marc. 201 : om. C 6 ὑποστάσεως καὶ Marc. 201 : om. Laur. 72,5 7 ἐπειδὴ — γινώσκεται (8) in mrg. suppl. C 10 χρησώμεθα scripsi: χρισόμεθα C 14 πρῶτον . .] cf. Porph. μερικά not. ἀγγέλῳ] C 15 δυσειδὲς] δυσιδὲς C 21 τῇ scripsi: τι C ἐν τῇ Φυσικῇ] Β 1 p. 193 a 30 sq. 24 ταὐτὸν εἰπεῖν ὑπογραφέν om. Marc. 201 (fort. recte) 25 καὶ Marc. 201: om. C 27 σχέση C τῷ scripsi: τὸ C 33 an ἡ δὲ δευτέρα> ἡ λέγ.? 35 ἰδικωτάτω C (constanter) alt. δὲ] an γὰρ?)
    62
    περὶ οὗ οἱ φιλόσοφοι διαλέγονται, ὃ μόνον γένος εἶδος δὲ] οὐδέποτε δυνάμενον γενέσθαι, ὅ ἐστι γενικώτατον ὡς λευκότατον καὶ μελάντατον. ὁμοίως ἔστι καὶ εἶδος, ὃ μόνον εἶδος γένος μὴ δυνάμενον γενέσθαι, ὃ καλεῖται εἰδικώτατον. μεταξὺ δὲ τούτων ἔστι γένος ἄλλο, ὃ γένος ἅμα καὶ εἶδος λέγεται καὶ ὑπάλληλον γένος ὑφειμένῃ φωνῇ, καὶ εἶδος πάλιν ἄλλο, ὃ εἶδος ἅμα καὶ γένος λέγεται, πανταχοῦ τὰ οἰκεῖα τῶν ἀλλοτρίων προταττόντων ἡμῶν καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον ποτὲ μὲν γένος ἅμα καὶ εἶδος ποτὲ δὲ εἶδος ἅμα καὶ γένος πρὸς τὴν διάφορον σχέσιν. ἀλλὰ λελήθαμεν ἑαυτούς, φασίν, τῇ διαλλήλῳ δείξει περιπεσόντες φευκτέα οὔσῃ παρὰ φιλοσόφοις· καὶ τὸ γένος γὰρ ὑπογράφοντες τοῦ εἴδους ἐμνημονεύσαμεν καὶ τὸ εἶδος ὑπογράφοντες τοῦ γένους. καὶ λέγομεν ὅτι οὐκ ἀεὶ φευκτέα ἡ διάλληλος δεῖξις· εἰ μὲν γὰρ τὰ πράγματα τὰ περὶ ὧν οἱ λόγοι μηδὲν δέονται ἀλλήλων πρὸς ὑπόστασιν ὡς ἐπὶ βοὸς καὶ ἵππου καὶ τῶν τοιούτων, παντὶ σθένει φευκτέον τὴν διάλληλον δεῖξιν, εἰ δὲ τὰ πράγματα δέονται ἀλλήλων πρὸς ὕπαρξιν, | οὐδὲ ἄλλως αὐτὰ ἔστι διδάξαι, εἰ μὴ διὰ τῆς διαλλήλου δείξεως· ὥσπερ [*](70r) γὰρ ἀδύνατον ἠρεμεῖν τὴν σκιὰν τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος, οὕτως ἀδύνατον τοὺς λόγους μὴ δεῖσθαι ἀλλήλων τῶν πραγμάτων τῶν περὶ ὧν εἰσιν οἱ λόγοι δεομένων ἀλλήλων. ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ἑτέρα ἡμᾶς ἀπορία διαδέχεται· διὰ τί γὰρ ἐν τῇ μιᾷ ὑπογραφῇ τοῦ εἴδους οὐκ ἐμνήσθη τοῦ γένους; καὶ εἰς τοὐναντίον μετέπεσεν ἡ τύχη τοῦ λόγου· πάλαι μὲν γὰρ ἐζητοῦμεν διὰ τί ἐχρησάμεθα τῇ διαλλήλῳ δείξει, νῦν δὲ ζητοῦμεν διὰ τί οὐκ ἐχρησάμεθα. λύσις δὲ τούτου πρόχειρος, ὅτι τοῦ εἴδους δύο σχέσεις ἔχοντος, μίαν τὴν πρὸς τὸ γένος καὶ μίαν τὴν πρὸς τὰ ἄτομα, ἐμερίσαντο αἱ τρεῖς ὑπογραφαὶ τὰς δύο αὐτοῦ σχέσεις, αἱ μὲν πρῶται δύο τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τὸ γένος, ἡ δὲ μία ἡ ἐσχάτη τὴν πρὸς τὰ ἄτομα.

    <Πρᾶξις κβ'>

    p. 3,22 Τὸ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς.

    Τῷ συνδέσμῳ τῷ καί ἐχρήσατο, ἢ ὅτι ἐμνήσθη τοῦ ἄλλου σημαινομένου τοῦ εἴδους ἐν τῷ γένει ἢ ὅτι ὁ καί σύνδεσμος εὕρηται καὶ ἐν ἀρχῇ τοῦ λόγου.

    p. 4,15 Καθ’ ἑκάστην κατηγορίαν.

    Πῶς καθ’ ἑκάστην κατηγορίαν λέγεται γενικώτατα; ἐν γὰρ ἑκάστῃ [*](2 δὲ delevi (cf. v. 4) 3 λευκώτατον C 6 ἄλλο suppl. in mrg. C 8 post εἶδος addas καλούντων 10 φασίν scripsi: φησιν C 14 καὶ ἵππου Marc. 201: ἵππου C 19 ἀλλήλων δεομένων C (num. superscr. corr.) 21 μὲν Marc. 201: om. C 24 ἐμερήσαντο C1 26 πρᾶξις κβ΄ addidi 29 τῷ καὶ scripsi: τὸ καὶ C)

    63
    κατηγορίᾳ ἕν ἐστι τὸ γενικώτατον. μήποτε οὖν τὸ καθ’ ἑκάστην ἀντὶ τοὐ ἐν πάσαις, ὡς καὶ ὁ ποιητὴς
  • ὣς φάτο, οἱ δ’ ἄρ’ ἕκαστοι ἕλον δέπας ἀμφικύπελλον
  • ἀντὶ τοῦ ῾παόντες᾿.|

    p. 4,21 Γινέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον.

    [*](70v)

    Ἐπειδὴ τὰ παραδείγματα φωστῆρές εἰσι τῶν λεγομένων αἰσθήσεις γάρ εἰσι λογικαὶ δακτύλῳ ἡμῖν δεικνῦσαι τὰ πράγματα καὶ τοῦτό ἐστιν ὃ καθ’ Ὅμηρον μὲν ῾χρυσοῦς λύχνος᾿, κατὰ δὲ Ἀπολλώνιον τὸν τῶν Ἀργοναυτικῶν συγγραφέα ἡ Ἀνάφη νῆσος), βούλεται ὁ Πορφύριος διὰ πραγμάτων φωτίσαι τὰ λεγόμενα καὶ κέχρηται δυσὶ παραδείγμασιν, ἑνὶ μὲν ἀπὸ τῆς φιλοσοφίας, τοῦτ’ ἔστιν ἐκ τῶν κατηγοριῶν, ἑτέρῳ δὲ ἀπὸ τῶν γενεαλογιῶν, ἄμφω μὲν γένεσιν οὖσιν, ἀλλὰ τῷ μὲν ἀπὸ τῆς φιλοσοφίας τῷ δὲ ἀπὸ τῆς συνηθείας. πολλῶν δὲ οὐσῶν κατηγοριῶν μιᾷ κέχρηται, φημὶ τῇ οὐσίᾳ μόνη, ἐκ τῶν δέκα τῶν γενικωτάτων δι’ αὐτῆς καὶ τὰς λοιπὰς ἔχων κατηγορίας ἐνδύματα γὰρ τῆς οὐσίας αἱ λοιπαὶ κατηγορίαι), καὶ πολλῶν οὐσῶν γ·ενεαλογιῶν μιᾷ μόνῃ κέχρηται τῇ τοῦ Δῖός δι’ αὐτῆς καὶ τὰς λοιπὰς ἔχων διὰ τὸ

  • πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • φέρε δὲ ἡμεῖς πρὸ τούτων σαφεστέρῳ χρησώμεθα παραδείγματι. ὑποκείσθωσαν κείσθωσαν τρεῖς τινες ἐπ’ εὐθείας ἑστῶτες· ἐν τούτοις ὁ μέν ἐστι δεξιός, ὃν εἴποις ἄν δεξιώτατον βιαζόμενος τὴν συνήθειαν, καὶ ἀναλογεῖ τῷ γενι- κωτάτῳ, ὁ δὲ ἀριστερός, ὃν εἴποις ἂν ἀριστερώτατον, καὶ ἀναλογεῖ τῷ εἰδικωτάτῳ, ὁ δὲ μέσος δεξιὸς ἅμα καὶ ἀριστερός, ὅτι τοῦ μὲν δεξιοῦ ἐστιν ἀριστερὸς τοῦ δὲ ἀριστεροῦ δεξιὸς ἀναλογῶν τῷ ὑπαλλήλῳ. τούτων οὕτως ἐχόντων | πρόεισιν ἡ διαίρεσις τὸν τρόπον τοῦτον· ἡ οὐσία διαιρεῖται [*](71r) εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον εἰς· ζῷον, ζῳόφυτον καὶ φυτόν, τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θεόν, ἄγγελον καὶ ἄνθρωπον· ἐν τούτοις τὸ μὲν ὅθεν ἠρξάμην, φημὶ τὴν οὐσίαν, ἐστὶ γενικώτατον ὡς μὴ ἔχον ἕτερον πρὸ αὐτοῦ ὑπεραναβεβηκὸς γένος, τὸ δὲ εἰς ὃ κατέληξα, φημὶ τὸν ἄνθρωπον, ἐστὶν εἰδικώτατον ὡς μὴ ἔχον ἕτερον μετ’ αὐτὸ ὑποβεβηκὸς εἶδος τὰ γὰρ ἄτομα εἰ καὶ ὑποβεβήκασιν, ἀλλ’ οὔκ εἰσιν εἴδη· οὐ γὰρ κατηγοροῦνται καὶ αὐτὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἀλλὰ τὰ εἴδη μόνον), τὰ δὲ μέσα τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου, δι’ ὧν ὡδεύσαμεν, εἰσὶν ὑπάλληλα.

    [*](2 ἐμ πάσαις C 3 ὣς φάτο . . .] ὣς ἔφαθ’, οἱ δὲ ἕκαστος ἑλὼν δ. α. Hom. I 656 ἄρα C ἀνφικ. C 8 χρυσοῦς λύχνος] cf. Hom. τ 34 9 ἡ] ἢ C ἡ Ἀνάφη νῆσος] cf. Apollonii Argon. IV 1715 βόλεται C1 10 δυσὶ C2: δύο C1 12 τῷ (utrobique) scripsi : τοῦ C 15 ante γὰρ additum δὲ del. C 16 Διὸς Marc. 201: om. C 17 ἔχων scripsi: ἐχούση (sed ούση corn m.2) C (cf. v. 14) 18 πατὴρ . . .] Hom. Α 544 alias 22 ἀριστερός, ὃν εἴποις—τοῦ μὲν δεξιοῦ (23) Marc. 201 : om. C 24 ἀριστερὸς Marc. 201: ἀριστερώτερος C τοῦ δὲ scripsi: τοῦ C: καὶ τοῦ Marc. 201 28 ἄγγελον eicias (cf. p. 64,19 sq.) 29 ἐστὶ Marc. 201: τὸ (sed una litt. eras.) C (cf v. 30) 30 κατόλεξα C1 33 τὰ εἴὸη scripsi: τὸ εἶναι C)
    64

    Ἀποροῦσι δέ τινες ὅτι ῾πῶς διαιρεῖται ἡ οὐσία εἰς σῶμα καὶ ἀσῶ ματον; τί οὖσα; εἰ μὲν γὰρ σῶμα, πῶς εἰς ἀσώματον; εἰ δὲ ἀσώματον, πῶς εἰς σῶμα;’ καὶ λέγομεν ὅτι οὐδέτερον τούτων ἡ οὐσία, ἵνα εὐλόγως ἀμφότερα ᾖ. δίκην ἀδωροδοκήτου δικαστοῦ ἐξ ἴσου δικάζοντος διὰ τὸ μὴ προκατειλῆφθαι δώροις, δίκην τοῦ ἀέρος ἀχρωματίστου ὄντος, ἶνα πᾶν χρῶμα διακομίσῃ, δίκην λευκῶν ἐρίων ἅπερ ἐν χρώμασιν ἀχρωμάτιστά ἐστι καὶ διὰ τοῦτο πᾶσαν βαφὴν ἐπιδέχονται. αὕτη ἡ λύσις ἁρμόζει οὐ μόνῃ | τῇ οὐσίᾳ, ἀλλὰ καὶ τοῖς ἄλλοις γένεσιν, οἷον τῷ ζῴῳ· εἴποι γὰρ ἄν [*](71v) τις ῾τί ὂν τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον; εἰ μὲν γὰρ λογικόν, πῶς εἰς ἄλογον; εἰ δὲ ἄλογον, πῶς εἰς λογικόν;’ καὶ λέγομεν ὅτι οὐδέτερον τούτων, ἵνα ἀμφότερα ᾖ. ἑτέραν ἀπορίαν ἀποροῦσιν ὅτι πῶς τὸ σῶμα εἰς τὸ ὅλον διαιρεῖς, εἰς ἔμφυχον καὶ ἄψυχον; τὸ γὰρ μέρος, τοῦτ’ ἔστι τὸ σῶμα, εἰς τὸ ὅλον διαιρεῖς, τοῦτ’ ἔστιν εἰς τὸ ἔμψυχον᾿ . πρὸς ὅ φαμεν ὅτι οὐ τὸ μέρος εἰς τὸ ὅλον διαιροῦμεν, ἀλλὰ τὸ ὅλον εἰς τὰ μέρη αὐτοῦ διῃρέθη· τὸ γὰρ ἁπλῶς σῶμα εἰς τοιόνδε καὶ τοιόνδε διῃρέθη, τοῦτ’ ἔστιν εἰς τὸ πεφυκὸς δέχεσθαι ψυχὴν καὶ εἰς τὸ μὴ πεφυκός· οὐδὲ γὰρ ὅλου τοῦ ἐμψύχου κατηγορεῖται τὸ σῶμα, ἐπεὶ καὶ τὴν ψυχὴν εἴποις ἄν σῶμα, ὅπερ ἄτοπον. τουτων οὕτως ἐχόντων ἑτέραν ἀπορίαν ἀποροῦσι· τὸ γὰρ ἔμψυχον διείλομεν εἰς ζῶον, ζωόφυτον καὶ φυτόν· ἐνταῦθα δὲ οὐχὶ κατὰ τάξιν ἡ διαίρεσις προῆλθεν * * εἰς δύο ἀντιδιῃρημένα, ἵνα ἄφυκτος ᾖ, ἀλλ’ εἰς τρία· εἰ δὲ ὅλως δοθῇ ἐξουσία εἰς τρία διαιρεῖν, τί ἄτοπον καὶ εἰς τέσ- σαρα καὶ εἰς πέντε τὰς διαιρέσεις ποιεῖσθαι, καὶ εἰς ὅσα δ’ ἄν τις θελήσοι; φασὶν οὖν πρὸς τοῦτο τὴν λύσιν τοιαύτην, ὅτι πᾶν ἔμψυχον τρεῖς ἔχει δυνάμεις, θρεπτικήν, αὐξητικήν, τοῦ ὁμοίου | γεννητικήν· καὶ εἰ μὲν ταύτας [*](72r) ἔχοι μόνας, λέγεται φυτόν, διὸ καὶ ὁ φιλόσοφος Πλωτῖνος ἔλεγε περὶ τῶν ταῖς δυνάμεσι ταύταις σχολαζόντων οἷον τῷ ἐσθίειν καὶ συνουσιάζειν, κατα- φρονούντων δὲ λογικῆς θεωρίας, ὅτι κινδυνεύουσιν ἀποδενδρωθῆναι. εἰ δὲ πρὸς ταύταις ταῖς δυνάμεσι καὶ κίνησιν καὶ αἴσθησιν προσλάβοι, γίνεται ζῷον, εἰ δὲ αἴσθησιν μόνον προσλάβοι, κίνησιν δὲ μή, ποιεῖ τὸ ζωόφυτον, ὡς ἐπὶ τοῦ ὀστρέου καὶ τῶν τοιούτων· ταῦτα γὰρ αἰσθάνεται μέν, οὐ κινεῖται δέ· κάρφους γὰρ προσφερομένου συστέλλεται, ἁπλοῦται δὲ ἐπὶ γλυκεῖ ὕδατι, ἀλλ’ οὐ κινεῖται, ἐπειδὴ ἐρρίζωται ἐν ταῖς πέτραις· ἡ γὰρ δοκοῦσα αὐτῶν εἶναι κίνησις, τὸ ἐκτείνεσθαι αὐτὰ καὶ συστέλλεσθαι, ἀπὸ μέρους ἐστίν. ὥσπερ δὲ τὸ ὄνομα τοῦ ζῳοφύτου σύνθετον, οὕτως καὶ τὸ πρᾶγμα· τοῦ μὲν γὰρ ζῴου ἔχουσι τὸ αἰσθάνεσθαι, τοῦ δὲ φυτοῦ τὸ ἀκίνητον. δεῖται δὲ προσ- διορισμοῦ ὁ λόγος· τότε γὰρ πᾶν ἔμψυχον τρεῖς ἔχει δυνάμεις, ὅταν καὶ [*](2 εἰς (ante ἀσώματον) Laur. 72,5: om. C 5 δώροις scripsi: δῶρα C 6 ἐν χρώμασιν fort, eicias 10 ἄλλογον C 11 τοῦτον (sic) C 12 καὶ iter. C 15 διηρήθη (alt. 1.) C 20 lacimam signavi, suppleveris ἐπειδὴ οὐ γέγονεν 22 an θελήσῃ ? 24 αὐξιτικήν C γενητικήν C 25 Πλωτῖνος] cf. Enn. 111,4,2 p. 284 26 τῷ scripsi: τὸ C 28 προσλάβοι scripsi: προσλάβοιεν C 29 αἴσθισιν C1 προσλάβοι V: προσλάβοιεν C 30 ἀστρέου C1 κινῆται C δὲ om. V ἡ] εἰ C alt. δὲ om. V)

    65
    ὁμοίου δὲ ἑαυτῷ διὰ τὰ ἐκ σήψεως γενόμενα· ταῦτα γὰρ οὐ γεννᾶται πάντα ἐξ ὁμοίων. τούτων οὕτως ἐχόντων φέρε καὶ τὴν διαίρεσιν ἔντεχνον ποιήσωμεν καὶ διέλωμεν οὕτως· τὸ ἔμψυχον διαιρεῖται εἰς διωργανωμένον σῶμα καὶ ἀδιοργάνωτον, καὶ τὸ μὲν διωργανωμένον ποιεῖ τὸ ζῷον, τὸ δὲ ἀδιοργάνωτον εἰ μὲν μὴ ἔχει κίνησιν μηδὲ αἴσθησιν, ποιεῖ τὸ φυτόν, εἰ δὲ αἴσθη- σιν μὲν ἔχει | κίνησιν δὲ μή, ποιεῖ τὸ ζωόφυτον· δύο γὰρ ἐνταῦθά εἰσιν ν ἀντιθέσεις, αἰσθητικὸν ἀναίσθητον, κινούμενον ἀκίνητον· δύο δὲ οὐσῶν ἀντιθέσεων ἓξ γίνονται συμπλοκαί, καθὰ τὸ διάγραμμα τοῦτο δηλοῖ·
  • αἰσθητικόν ἀσύστατον ἀναίσθητον
  • συν- συνί- συν-
  • ζῷ- ζῳό- φυ-
  • ίστα- ἀσύστατον ίατα-
  • ον σταται τόν
  • ται φυτον ται
  • κινούμενον ἀσύστατον ἀκίνητον
  • τούτων αἱ μὲν τρεῖς συνίστανται, αἰσθητικὸν καὶ κινούμενον, ἀναίσθητον καὶ ἀκίνητον καὶ αἰσθητικὸν καὶ ἀκίνητον, αἱ δὲ τρεῖς οὐ συνίστανται, αἰσθητικὸν ἀναίσθητον καὶ κινούμενον ἀκίνητον καὶ κινούμενον ἀναίσθητον, ὅπερ οὐκ ἄν εὕροις ποτέ, ἐπεὶ πρὸς κακὸν ἑαυτῷ κινηθήσεται μὴ αἰσθανόμενον· κατὰ κρημνοῦ γὰρ ἐνεχθήσεται. οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ· τὸν γὰρ σκώληκα τυφλὸν ὄντα μαλακὸν ἡ φύσις εἰργάσατο, ἵνα κἂν κατὰ κρημνοῦ ἔλθῃ, ἀβλαβὴς μένῃ. καὶ ταῦτα μὲν περὶ τούτου. τὸ δὲ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. ἀποροῦσι καὶ πρὸς τοῦτο πῶς τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον· ἐνῆν γὰρ καὶ ἀνάπαλιν τὸ θνητὸν διελεῖν εἰς λογικὸν καὶ ἄλογον· ἐπειδὴ οὖν τὸ διαιρούμενον καθολικώτερον εἶναι τῶν εἰς ἃ διαιρεῖται, ἔσται καὶ τὸ λογικὸν τοῦ θνητοῦ καθολικώτερον καὶ τὸ θνητὸν τοῦ λογικοῦ, ὅπερ ἄτοπον. πρὸς τοῦτό φαμεν | ὅτι οὐκ ἔστιν ὑποδιαίρεσις ἡ τοῦ θνητοῦ καὶ [*](73r) ἀθανάτου, ἀλλ’ ἐπιδιαίρεσις ἤτοι δευτέρα διαίρεσις τοῦ ζῴου, <ὡς> ἵνα τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, καὶ πάλιν τοῦ ζῴου τὸ μὲν θνητὸν τὸ δὲ ἀθάνατον, ὥσπερ καὶ εἰς ἄλλα δύναται διαιρεῖσθαι, οἷον τοῦ ζῴου τὸ μὲν πεζὸν τὸ δὲ πτηνὸν τὸ δὲ ἔνυδρον, ἢ τὸ μὲν ἄπουν ὥσπερ [*](1 θνητῶν (pr. 1.) C an γένηται? 2 ἑαυτῷ] αὐτῶ C γενώμενα V 4 διοργανωμένον V 5. 6 ἀδιωργάνωτον (ἀ superscr.) utrobique C 5 διοργανωμένον 6. 7 αἴσθημεν V 7 post μὴ add. ἔχει V γὰρ in mrg. suppl. (in contextu ras. 11 litt.) C 10 figuram exscripsi ex C (nisi quod ἀκίνητον iteratum omisi), eandem sed lacunosam exhib. V 15 τούτων μὲν αἱ μέν V καὶ (ante κινούμενον) om. C 16 καὶ αἰσθητικὸν] ἀναισθητὸν (ἀν del.) V 17 pr. ἀναίσθητον] ἀκίνητον ἀναίστητον (alt. 1.) V 18 εὕρῃς (sic) V κακὸν scripsi: κακῶ CV 19 κρίμνου C ἐναχθήσεται C 20 κώληκα C κἄν] ἢν (in litura) V 21 δὲ om. V 22 ἀποροῦσι— ἄλογον (23) om. V 24 διαιρεῖν V 25 θέλει (post καθολικ. transp.) V: θέλῃ C 28 ὡς inserui 28. 29 εἴπομεν C 30 εἰς superscr. C2 οἷον] ὅταν V 31 ἢ τὸ] ἤτοι C ὥσπερ] ὡς V)
    66
    τὰ ἑρπετὰ τὸ δὲ ὑπόπουν ὡς τὰ ἄλλα ζῷα. τὸ λογικὸν διαιρεῖται εἰς θεὸν καὶ ἄνθρωπον. πάλιν ἀποροῦσιν ὅτι εἰ θεὸς ὑπὸ τὸ λογικόν, τὸ δὲ λογικὸν ὑπὸ τὸ ζῷον, τὸ ζῷον ὑπὸ τὸ ἔμψυχον, τὸ ἔμψυχον ὑπὸ τὸ σῶμα, εὑρεθήσεται ὁ θεὸς ὑπὸ τὸ σῶμα. καὶ λέγομεν ὅτι οὐκ ἄτοπον τὸν θεὸν σῶμα εἶναι· τὰ γὰρ οὐράνια κατὰ Ἀριστοτέλην θεοὶ διὰ τὸ θέειν ἀεὶ καὶ κινεῖσθαι. ἀλλ’ οὐδὲν ἧττον μένει ἡ ἀπορία· περὶ γὰρ τοῦ θεοῦ τί ἄν εἴποι τις τοῦ πρώτου αἰτίου; λογικὸν ἢ οὔ; καὶ λέγομεν ὅτι λογικὸς ὁ θεός, ἀλλὰ λογικὸν ἔχει οὐ τὸ ἀναγόμενον ὑπὸ τὸ ζῷον τὸ ἀτελὲς τὸ δεόμενον προτάσεων καὶ συμπερασμάτων καὶ διὰ τοῦτο σύνθετον, ἀλλὰ λογικὸν ὡς ὑπὲρ λόγον· οὕτως γὰρ καὶ ἐπὶ τῆς ψυχῆς λογικὸν λέγομεν οὐχὶ τὸ ὑπὸ τὸ ζῷον (εἰ γὰρ ὑπὸ τὸ ζῷον ἡ ψυχή, καὶ ὑπὸ τὸ ἔμψυχον, καὶ ἡ ψυχὴ ἔμψυχον), ἀλλ’ ὑπὲρ λόγον τὸ ἐν τῇ ψυχὴ λογικόν.

    <Πρᾶξις κγ'>.

    p. 4,21 Ἡ οὐσία ἐστὶ μὲν καὶ αὐτὴ γένος, ὑπὸ δὲ ταύτην σῶμα καὶ ὑπὸ τὸ σῶμα.

    Διὰ τί, φασί, μὴ ὡς ἡμεῖς εἰς δύο διεῖλε τὴν οὐσίαν, εἰς σῶμα καὶ ἀσώματον, καὶ οὕτως ἐφεξῆς εἰς ἀντιδιῃρημένα; καὶ λέγομεν ὅτι τῆς κατὰ 73v βάθος μόνον ἔχρηζε προόδου διὰ τὸ γενικώτατον καὶ εἰδικώτατον καὶ ὑπάλληλον.

    p. 4,32 Καὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων.

    Καλῶς εἶπε τὸ πρὸ τῶν ἀτόμων προσεχῶς, ἐπειδὴ καὶ τὰ ὑπάλληλα καὶ τὸ γενικώτατον πρὸ τῶν ἀτόμων, ἀλλ’ οὐ προσεχῆ.

    p. 5,9 Τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν.

    Τὸ μὲν γενικώτατον τὴν πρὸς τὰ μετ’ αὐτὸ ἔχει μόνον σχέσιν (γένος γὰρ πρὸ αὐτοῦ οὐκ ἔχει· τὸ γὰρ ὂν πρὸ τοῦ γενικωτάτου, ἀλλ’ οὐ γένος), τὰ δὲ εἴδη καὶ πρὸς τὰ ἄτομα ἔχει σχέσιν ἀλλ’ οὐκ ἄλλην· καὶ τῶν [*](2 εἰ] ὁ V 4 καὶ λέγομεν—εἶναι (5) om. V 5 θεοὶ om. V θέειν] θεῖν V καὶ ante ἀεὶ superscr. C2 5. 6 κεινεῖσθαι V 6 οὐδὲν] οὐδὲ V μένει in mrg. suppl. C2 τοῦ om. V 11 τὸ λογικὸν ζῶον (alt. 1.) V alt. καὶ eras. C: om. Y 12 ἔμψυχον] ἄψυχος V 13 πρᾶξις κγ΄ inserui 14 μέν ἐστι colloc. V καὶ iter. V ταὐτὴν V post ταύτην add. ἐστὶν Porph. 16 ἡμεῖς ex εἰμεῖς corr. V διεῖλε scripsi: εἷλε CV τὴν om. V alt. εἰς] εἰ C 17. 18 κατὰ τὸ βάθος τῆς γνώσεως C 18 εἰδικότατον C 21 post προσεχ. add. εἶδος C 22 τὰ γενικώτατα C ἀλλ’ οὐ ex ἄλλος corr. C2 24 μέν] δὲ C μόνον om. V 25 γενικοτάτου V 26 δὲ om. V pr. καὶ om. C ἄτομα] ἐπάνω C)

    67
    ἀτόμων γὰρ εἶδος ὡς περιέχον αὐτὰ καὶ τῶν γενῶν εἶδος ὡς περιεχόμενον ἐξ αὐτῶν. |

    p. 5,23 Τὰ δὲ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀν [*](74r) Ἀγαμέμνων Ἀτρείδης καὶ Πελοπίδης.

    Ὑποσχόμενος ὁ Πορφύριος δύο παραδείγμασιν ὑποβάλλειν τὰ καὶ εἰδικώτατα καὶ ὑπάλληλα, ἑνὶ μὲν ἀπὸ τῶν κατηγοριῶν ἑτέρῳ δὲ ἀπὸ τῶν γενεαλογιῶν, ἤδη μὲν τῷ ἀπὸ τῶν κατηγοριῶν ἐχρήσατο. ἔρχεται δὲ καὶ ἐπὶ τὸ δεύτερον, φημὶ τὸ ἀπὸ τῶν γενεαλογιῶν, καὶ μιᾷ κέχρηται τῇ ἀπὸ τοῦ Δῖός διὰ ταύτης καὶ τὰς λοιπὰς ἔχων διὰ τὸ

  • πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • ἐνταῦθα οὖν ἐπὶ τῶν γενεαλογιῶν ὁ μὲν μόνως πατήρ, φέρε εἰπεῖν ὁ Ζεύς, ὁ δὲ μόνως υἱὸς ὡς Ὀρέστης, οἱ δὲ πατέρες ἅμα καὶ υἱεῖς ὡς Ἀτρεύς, Τάνταλος. καὶ ἀναλογεῖ ὁ μὲν μόνως πατὴρ τῷ γενικωτάτῳ, ὁ δὲ μόνως υἱὸς τῷ εἰδικωτάτῳ, οἱ δὲ πατέρες ἅμα καὶ υἱεῖς ὑπαλλήλοις. καὶ μὴ νομίσῃς, φησὶν ὁ Πορφύριος, ὅτι ἐπειδὴ παραδείγματι τῶν κατηγοριῶν ἐχρησάμην ταῖς γενεαλογίαις, ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν εἰς ἓν γένος τὸ ἀνωτάτω ἀνάγονται, εἰς τὸν Δία, οὕτως καὶ ἐπὶ τῶν κατηγοριῶν ἔχει· οὐδὲ γὰρ ἀνάγονται ὑπὸ ἓν γένος πᾶσαι, ἀλλὰ δέκα γενικώτατά εἰσι καὶ [*](74v) ἀρχαὶ δέκα πάντων τῶν ὄντων, καὶ ἔστιν ἐν ἑκάστῃ αὐτῶν καὶ γενικώτατον καὶ εἰδικώτατον καὶ ὑπάλληλον, καὶ οὐ τελεῖ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον· οὐδὲ γὰρ τὸ ὂν γένος τῶν κατηγοριῶν· οὐδὲ γὰρ ὡς γένος εἰς εἴδη διαιρεῖται ἀλλ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα· ἑξαχῶς γὰρ γινομένης τῆς διαιρέσεως δειχθήσεται ὅτι κατ’ οὐδένα τῶν πέντε τρόπων δύναται διαιρεῖσθαι τὸ ὂν εἰς τὰς δέκα κατηγορίας· λείπεται οὖν κατὰ τὸν ἕκτον. ἑξαχῶς γὰρ διαιρεῖται τὰ διαιρούμενα, ἢ ὡς γένος εἰς εἴδη, ὡς τὸ ζῷον εἰς τὸ λογικὸν καὶ ἄλογον, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διχῶς ἢ ὡς εἰς [*](1 περιέχον] ὁ περιέχων V 2 αὐτοῦ V post αὐτῶν add. θεὸς δὲ ἄγγελος καὶ ἄνθρωπος εἴδη εἰδικώτατα ὅτι ἔχουσιν ἐπάνω αὐτῶν γένος, ὑποκάτω δὲ αὐτῶν οὐκ ἔχουσιν ἕτερα εἴδη, ὥστε λέγεσθαι καὶ γένη, ἀλλὰ εἴδη εἰδικώτατα. τὰ δὲ ὑποκάτω αὐτῶν κατηγορούμενα ὡς Πέρτος Ἰωάννης ἄτομα, ὅτι ἡ διαίρεσις τὸ πολὺ μέχρι εἰδῶν θέλει γενέσθαι, οἱ δὲ κατὰ μέρος ἄνθρωποι πολλοί εἰσι καὶ ἀόριστοι τῷ ἀριθμῷ V 3 δὲ] scribas δὴ (cf. p. 70,2) πρὸ τοῦ γενικωτάτου C: τῶν γενικωτάτων V 4 λέγεται] καλεῖται V καὶ εἴδη om. C ὡς ὁ] οἷον C 5 ἀγαμέμνον C ἂγ. καὶ ἀτρείδης V καὶ (ante πελοπίδης) om. C 6 δυσὶ V 8 γενεαλλογιῶν C τῷ om. V 10 ταύτας V (cf. p. 63,16) καὶ] δὲ C τὸ 13. 14 μόνος V 12 ὁ ζεῦς εἰπεῖν colloc. V 13 υἱοῖς (alt. 1.) V 14 καὶ om. C πατὴρ—μόνως om. V 18 τὸ ἀνωτάτω] τῶ ἀνωτάτω C: τῶν ἀνωτάτω V τῶν κατηγωριῶν (sic) V: κατηγοριῶν τῶν om.) C 19 δέκα] καὶ V 20 καὶ ἐστιν in τῶν in lac. VII litt. om. V 20. 21 γενικώτατα καὶ εἰδικώτατα καὶ ὑπάλληλα V 21 τὸ (alteram) om. C 22 τὸ ὂν τὸ γ. V ὡς om. V εἰς] ὡς V 24 ante τρόπων add. τροπέντε (sic) del. C 25 τὸν] τὸ (una litt. erasa) ὅλον) 26 διαιροῦνται V 27 τὸ (ante λογικὸν) om. C ἄλλογον C ὡς (ante ὅλον) om. V)
    68
    ὁμοιομερῆ ἤ ὡς εἰς ἀνομοιομερῆ ὁμοιομερῆ λεγόντων ἡμῶν τὰ καὶ ὀνόματος καὶ πράγματος ἔχοντα κοινωνίαν καὶ πρὸς ἑαυτὰ καὶ πρὸς τὸ ὅλον, οὗπέρ εἰσι μέρη· τὸ γὰρ ὀστέον εἰς μέρη διῃρημένον καὶ ὀνόματος καὶ ὁρισμοῦ κοινωνίαν ἔχει, ὁμοίως καὶ νεῦρα καὶ φλέβες· ἀνομοιομερῆ δέ, ἃ οὗτε ὀνόματος οὔτε ὁρισμοῦ κοινωνίαν ἔχει πρὸς ἑαυτὰ καὶ πρὸς ὅλον, ὡς τὰ μέρη τοῦ προσώπου, ὀφθαλμοὶ ῥὶς χείλη, οὔτε λέγονται πρόσωπα οὔτε εἰσίν, οὕτε δὲ οἱ ὀφθαλμοὶ ῥὶς λέγονται ἢ εἰσὶν οὔτε ἡ ῥὶς ὀφθαλμοὶ ἢ τὰ χείλη ῥὶς ἢ ὀφθαλμοί), ἢ ὡς οὐσία εἰς συμβεβηκός, ὡς ἵνα εἴπω ῾τῶν ἀνθρώπων οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες καὶ τοῦ ζῴου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ᾿ | (μεταβάλλει γὰρ κατὰ τοῦτο, ὡς ὁ Ἀριστοτέλης ἱστόρησεν [*](75r) ὅτι ἔστι ζῷον, ὃ πολλάκις τῆς ἡμέρας μεταβάλλει εἰς τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὃ καὶ τροχὸς καλεῖται διὰ τὸ ἐπιτρέχειν τὰ εἴδη, καὶ ἡ ὕαινα δὲ τῶν μεταβαλλόντων ἐστὶν εἰς τὸ θῆλυ καὶ ἄρρεν, εἰ καὶ δι’ ἓξ μηνῶν τοῦτο πάσχει, καὶ ὁ λαγωὸς δὲ ὁμοίως τοῦτο πάσχει καὶ μεταβάλλει), ἢ ἀνάπαλιν ὡς συμβεβηκὸς εἰς οὐσίαν, ὡς ἡνίκα εἴπωμεν ὅτι τοῦ λευκοῦ τὸ μὲν κύκνος τὸ δὲ ψιμύθιον τὸ δὲ χιών, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ἡ κύων φωνὴ εἰς χερσαῖον θαλάττιον ἀστρῷον φιλόσοφον, ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ὁ καθόλου ἄνθρωπος εἰς τοὺς κατὰ μέρος. δείξωμεν οὖν ὅτι ὡς γένος εἰς εἴδη οὐ δύναται διαιρεῖσθαι· ἐπὶ γὰρ τῶν ἀπὸ τοῦ γένους διαιρεθέντων εἰδῶν οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον τοῦ γὰρ λογικοῦ καὶ ἀλόγου, εἰδῶν ὄντων τοῦ ζῴου, οὐδὲν οὐδενὸς πρότερον), ἐπὶ δὲ τῶν κατηγοριῶν ἔστι τὸ πρῶτον καὶ ὕστερον· προτέρα γὰρ ἡ οὐσία τῶν ἄλλων τῇ φύσει· συναναιρεῖ γὰρ τὰ συμβεβηκότα καὶ οὐ συναναιρεῖται αὐτοῖς· τῆς γὰρ οὐσίας ἀναιρουμένης συναναιρεῖται αὐτῇ τὰ συμβεβηκότα ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσι), τῶν δὲ συμβεβηκότων ἀναιρουμένων οὐ συναναιρεῖται ἡ οὐσία ὡς ἀνθυπόστατος. καὶ συνεισάγεται ἡ οὐσία τοῖς συμβεβηκόσιν, οὐ συνεισάγεται δὲ αὐτῇ τὰ συμβεβηκότα· ὄντων γὰρ τῶν συμβεβηκότων | πάντως καὶ ἡ οὐσία ἔστιν ἐν αὐτῇ γὰρ ὑφίσταται τὰ συμβεβηκότα), [*](75v) τῆς δὲ οὐσίας οὔσης οὐ πάντως εἰσὶ τὰ συμβεβηκότα· τῇ γὰρ θείᾳ οὐσίᾳ οὐδὲν συμβέβηκε. δεύτερον ἐπιχείρημα ἐν τοῖς ὡς γένος εἰς [*](2 αὐτὰ C (cf. V. 5) 3 εἰσι μέρη] ἰσομερῆ V διαιρημένον C1 4 φλέβες correxi : φλέβας CV 5 ἁ] ἅτε V ὀνόματα C 6 πρωσόπου V ῥὶς] ὡς V χείλη] χηλὴ C 7 δὲ om. C ἡ om. C 10 ὁ om. C ἱστόρισεν C ὁ Ἀριστοτέλης ἱστόρησεν] cf. De anim. gener. Γ 6 p. 757a3sq. 14 πάσχῃ (pr. 1.) C λαγοὸς C: λαγωὸς in λαγωὼς mut. V τοῦτο πάσχει καὶ om. V (fort, recte) 15 ὡς (prius) superscr. C2 16 ψιμμύθιον V post χιὼν add. ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα οἷον τῶν λευκῶν τὰ μὲν θερμὰ τὰ δὲ ψυχρά C (cf. p. 69,15) 17 φυλόσοφον V 18 ὡς ὁ] ἢ V 19 δείξομεν C 21 οὐδὲν om. C 22 προτέρα] πρότερον C 22. 23 τῶν ἄλλων ἡ οὐσία colloc. V συνανερεῖ (fere ubique) V 25 αὐτῆς C 26 συναιρεῖται C1 αὐθυπότακτος V συνισάγεται C1: συναγάγεται V τῆ οὐσία (alt. 1.) C 26. 27 τοῖς συμβεβηκόσιν C1: τὰ συμβεβηκότα C2 27 συνησάγεται (sic) C2: συνησάγει C: συναγάγει V τοῖς συμβεβηκόσι corr. C2 28 πάντα C (cf. v. 29) ὑφίστανται V 29 oh om. V post οὐσίας superscr. οὐκ C2)
    69
    εἴδη διαιρουμένοις· οὐκ ἀνάγκη ἑνὸς εἴδους ἀναιρουμένου καὶ τὰ λοιπὰ ἀναιρεῖσθαι οὐδὲ γὰρ τοῦ λογικοῦ ἀναιρεθέντος ἀναιρεῖται τὸ ἄλογον), ἐνταῦθα δὲ ἑνὸς εἴδους ἀναιρεθέντος καὶ τὰ λοιπὰ ἀναιρεῖται· τῆς γὰρ οὐσίας ἀναιρεθείσης πᾶσαι ἀναιροῦνται αἱ κατηγορίαι. τρίτον ἐπιχείρημα ἐν τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις· * * ἢ πάντα καθ’ αὑτὸ ὡς τὸ λογικὸν καὶ ἄλογον, ἢ πάντα ἐν σχέσει, ὡς τοῦ πολυπλασίου τὰ εἴδη τὸ τριπλάσιον τὸ τετραπλάσιον καὶ τὰ ἐφεξῆς· ἐπὶ δὲ τῶν κατηγοριῶν αἱ μὲν ἐννέα καθ’ αὑτό εἰσι, τὰ δὲ πρός τι ἐν σχέσει. οὕτως μὲν ὅτι οὐχ ὡς γένος εἰς εἴδη. ἀλλ’ οὐδὲ ὡς ὅλον εἰς μέρη ὁμοιομερῆ· εἰ γὰρ ὁμοιομερὲς τὸ καὶ ὀνόματος καὶ ὁρισμοῦ μετέχον κοινοῦ, αἱ κατηγορίαι ὁρισμὸν οὐκ ἔχουσι κοινόν. ἀλλ’ οὐδὲ εἰς ἀνομοιομερῆ, ἐπειδὴ ἀνομοιομερές ἐστι τὸ καὶ ὀνόματος καὶ πράγματος ἔχον διαφοράν, αἱ δὲ κατηγορίαι ὄνομα κοινὸν ἔχουσι· πᾶσαι γὰρ κατηγορίαι λέγονται. ἀλλ’ οὐδὲ ὡς οὐσία εἰς συμβεβηκός, ἐπειδὴ ἔδει πάσας συμβεβηκότα εἶναι. ἀλλ’ οὐδὲ ὡς συμβεβηκὸς εἰς οὐσίαν, ἐπεὶ ἔδει πάσας οὐσίας εἶναι. ἀλλ’ οὐδὲ ὡς εἶδος εἰς ἄτομα, ἐπειδὴ τὰ ἄτομα ἄπειρα καὶ ἀπεριόριστα | καὶ μὴ ὑποπίπτοντα ἐπιστήμῃ, [*](76r) αἱ δὲ κατηγορίαι δέκα τὸν ἀριθμόν. λείπεται τοίνυν ὡς ὁμώνυμον φωνὴν εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι τὸ ὂν εἰς τὰς δέκα κατηγορίας.

    p. 6,3 Ἀλλ᾿ ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀναφέρουσι, φέρε εἰπεῖν τὸν Δία, 〈τὴν ἀρχὴν〉 ὡς ἐπὶ τὸ πλεῖστον.

    Καλῶς εἶπεν ὡς ἐπὶ τὸ πλεῖστον· ἰδοὺ γὰρ Ἁλιρρόθιος ὑπὸ Ποσειδῶνα τελῶν κατὰ τοὺς τῶν ποιητῶν ληρώδεις μύθους οὐκ ἀνάγεται ὑπὸ τὸν Δία διὰ τὸ

  • τριχθὰ δὲ πάντα δέδασται.
  • διὸ καὶ ἀποροῦσιν ὅτι εἰ τριχθὰ πάντα δέδασται, πῶς ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε ὑπ’ ἐκείνων εἴρηται. καὶ λέγομεν ὅτι διττὸς ὁ Ζεὺς παρὰ τοῖς ποιηταῖς, ὁ μὲν εἰς τῶν τριῶν, ὡς ὅταν λέγωσιν ἐνάλιος Ζεύς, χθόνιος Ζεύς, αἰθέριος Ζεύς, ὁ δὲ πρὸ τῶν τριῶν, ὡς ὅταν λέγηται πατὴρ ἀνδρῶν τε θεῶν τε.

    [*](2 ἀναιρεσθέντος C 4 αἱ om. V 5 ὡς] εἰς C lacunam signavi, suppleveris ἐπὶ τῶν εἰδῶν ἐστιν 6 σχέσεσι C (cf. p. 70,14) πολλυπλασίου C ἑξῆς V 8 ὅτι om. C εἰ] ἦ V 11 καὶ scripsi: Be CV ἐπεὶ C συμβεβηκὸς — οὐδὲ ὡς (15) om. V 15 πάσας] πά superscr. C2 post εἶναι add. ’ οὐδὲ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα διὰ τὰ αὐτά C (cf. p. 68,16) 15 ἄτομον V 17 post ἀριθμὸν add. λέγεται del. V ὁμόνυμον C1 19 ἓν V ἀνάγουσι Porph. 20 τὴν ἀρχὴν inserui: om. CV ὡς ἐπὶ τὸ πλεῖστον om. V 21 ὡς om. V Ἁλιρρόθιος] ἀλληρόθειος C: ἀλλιρόθιος V 21. 22 ποσειδῶνα] πο superscr. C2 τῶν om. C 24 τριχθὰ . . . . ] Hom. O 189 δὲ om. V δέδοσθαι V 26 τῶν ἐκείνῳ V 27 εἶς] εἶναι V ἐνάλιος scripsi: ἀνάλιος C: ἅ δεδόσθαι χθόνιος Ζεύς, αἰθέριος Ζεύς in mrg. suppl. C Ζεὺς χθόνιος Hesiod. Op. et d. 465: ἐνάλιος Ζεύς et αἰθέριος Ζεύς non inveni)
    70

    <Πρᾶξις κδ'>.

    p. 5,23 τὰ δὴ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀνιόντα γένη λέγονται καὶ εἴδη καὶ ὑπάλληλα γένη, Ἀγαμέμνων Ἀτρείδης Πελοπίδης Τανταλίδης.

    Δείξαντος τοῦ Πορφυρίου ὅτι ὡς ὁμώνυμος φωνὴ διαιρεῖται τὸ ὂν εἰς τὰς δέκα κατηγορίας, ὁ Πλάτων ὡς γένος τὸ ὂν βούλεται διαιπεῖσθαι κατασκευάζων οὕτως· ὅτι ‘ἃ λέγετε ὑμεῖς ἐπὶ τῶν γενῶν ὅτι οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον, τὰ αὐτὰ λέγω κἀγὼ ἐπὶ τῶν ὁμωνύμων ὅτι οὐκ ἔστιν οὐδὲ ἐπὶ τούτων τάξις· οὐδὲ γὰρ πρότερος ὁ ἔνυδρος κύων [*](76v) τοῦ χερσαίου. εἶτα πάλιν λέγετε ἐπὶ τῶν γενῶν ὅτι οὐκ ἀνάγκη ἑνὸς εἴδους ἀναιρουμένου καὶ τὰ λοιπὰ ἀναιρεῖσθαι· τὰ αὐτὰ δὲ κἀγὼ λέγω καὶ ἐπὶ τῶν ὁμωνύμων ὅτι οὐκ ἀνάγκη τοῦ χερσαίου ἀναιρεθέντος καὶ τὸν ἔνυδρον συναναιρεῖσθαι. πάλιν δὲ λεγόντων ὑμῶν ὅτι ἐπὶ τῶν γενῶν ἢ πάντα καθ’ αὑτὸ ἢ πάντα ἐν σχέσει, ὁμοίως καὶ ἐπὶ τῶν ὁμωνύμων τὸ αὐτό ἐστιν· ὁ χερσαῖος γὰρ καὶ ὁ ἔνυδρος καθ’ αὑτό᾿. ἀλλ’ ἐπειδὴ καὶ ὁ Πλατῶν ἐν τῷ Παρμενίδῃ ὡς γένος τὸ ὂν διαιρεῖ καὶ ὁ Ἀριστοτέλης δὲ ὲν ταῖς Κατηγορίαις ὡς ὁμώνυμον φωνὴν διαιρεῖ τὸ ὄν, φέρε μὴ περιίδω. μὲν τὴν ἀλήθειαν μηδὲ τηλικούτους ἄνδρας διαφωνοῦντας ἐάσωμεν. διαιρεῖται τοίνυν τὸ ὃν οὐχ ὡς ὁμώνυμος φωνή ὥσπερ ἐν Κατηγορίαις Ἀριστοτέλης καὶ νῦν ὁ Πορφύριος εἴρηκεν), οὐδὲ ὡς γένος εἰς εἴδη ὥσπερ ὁ Πλατῶν εἶπεν), ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οὗτός ἐστιν ἕβδομος τρόπος τῆς διαιρέσεως. ἀφ’ ἑνὸς δὲ λέγω τὰ ἀπό τινος ποιητικοῦ αἰτίου παρωνομασμένα, οἷον ἰατρικὰ βιβλία, ἰατρικὰ ὄργανα ἀπὸ γὰρ τῆς ἰατρικῆς), [*](1 πρᾶξις κδ΄ inserui 2 δὴ] δὲ V ἄχρι] ι ex η corr. C2 3 γένη τε (pr. 1.) Porph. λέγεται Porph. οἷον] ὡς Porph. ὁ Ἀγαμ. Porph. 4 ἀτρίδης V καὶ Πελ. καὶ Ταντ. Porph. post lemma add. ἐπὶ τῶν γενεαλογιῶν Ἀτρείδης Πελοπίδης τελευταῖον ἔχει τὸν Δία, ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν οὐχὶ ἀνελθεῖναι (sic) ἔχεις εἰς τὰ δέκα κατηγορίας, διό εἰσι πολλαί. ἀλλὰ τοῦτο λέγης· ποιῶ τὰς δέκα κατηγηρίας ὑπὸ τὸ ὄν. καὶ ἰδοὺ καὶ ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ἓ ἔρχεται, ὥσπερ καὶ ἐπὶ τῶν γενεαλογιῶν ἀλλ’ οὐκ ἔστι τὸ ὂν κοινὸν πάντων γένος· ἢ γὰρ ἄν συνωνύμως εἶχον λέγεσθαι οὐχ ὁμωνύμως· τὰ γὰρ γένη κατὰ εἰδῶν συνωνύμων φέρονται, οἶον συνωνύμως φέρε τὸ ζῶον κατὰ ἀνθρώπου ἵππου κυνός. καὶ ἰδοὺ εἰς μίαν ὅλα εἰσίν, οὐ τὸ μὲν πρῶτον τὸ δὲ ὕστερον. ἐπὶ δὲ τῶν δέκα τῶν κατηγοριῶν τίθης τὸ ὃν γένος καὶ ἀνάγεις τὰς δέκα κατηγορίας ὑπ’ συνωνύμως. καὶ ἰδοὺ ἡ μὲν οὐσία πρῶτόν ἐστιν, εἶτα συμβεβηκός· ἂν γὰρ οὐκ ἔστιν οὐσία, πῶς ἔχει φανῆναι ποσότης ἢ ποιότης οἷον μελανία V 5 ante ὅτι add. πρῶτον V 7 λέγεται C ὅτι (alterum) om. C 8 post λέγω add. σοι C 9 τούτου C alt. οὐδὲ] οὐ V 10 χαεͅρσαίου V λέγετε ex λέγεται corr. C 11 ἀναιρουμένου μένου καὶ τὰ λοιπὰ om. V 12 ἀναιρηθέντος V 13 ἡμῶν V ἐν τῷ Παρμ.] cf. p. 129 A sq. ante γένος add. τὸ V (cf. v. 20) ἐν ταῖς Κατ.] p. 1 b 25 17. 18 περιείδωμεν C: περιίδομεν (superscr. ω) V 19 τοίνυν iterat. del. V 21 ἐστιν ἕβδομος] δὲ ὄγδοος C 22 τῆς om. C ποιητικοῦ] τικοῦ superscr. C2 23 γὰρ om. V (fort, recte))

    71
    πρὸς ἓν δὲ τὰ πρὸς ἓν τέλος ἀφορῶντα, οἷον ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν σιτίον· ταῦτα γὰρ πρὸς ἓν τέλος ὁρᾷ, τὴν ὑγείαν. ταῦτα δὲ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μέσα ἐστὶν ·ὁμωνύμων καὶ γενῶν· τῶν γὰρ ὁμωνύμων ὄνομα κοινὸν μόνον ἐχόντων ὁρισμὸν δὲ οὐδὲ ὅλως κοινόν, τῶν δὲ γενῶν καὶ ὀνόματος καὶ ὁρισμοῦ κοινοῦ μεταδιδόντων τοῖς εἴδεσι καὶ τούτου ἐξ ἴσου μετεχομένου τοῦ γὰρ ὁρισμοῦ τοῦ ζῴου πάντες ὁμοτίμως μετέχομεν), ταῦ|τα τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὄνομα μὲν κοινὸν ἔχουσι καὶ [*](77r) πρᾶγμα κοινόν, ἀλλ’ ἀνομοίως μετεχόμενα· ὑγιεινὸν γὰρ λέγεται καὶ τὸ οὖρον καὶ τὸ σιτίον καὶ τὸν ὁρισμὸν τοῦ ὑγιεινοῦ ἐπιδέχονται, τὸ συμμέτρως ἔχειν πρὸς ὑγείαν, μᾶλλον δὲ ὑγιεινόν ἐστι τὸ σιτίον ἤπερ τὸ οὖρον· τὸ μὲν γὰρ σιτίον ποιεῖ τὴν ὑγείαν, τὸ δὲ οὖρον σημαίνει μόνον. οὕτως οὗν καὶ τὸ ὂν εἰς τὰς κατηγορίας διαιρεῖται· αἱ γὰρ κατηγορίαι καὶ ὀνόματος καὶ ὁρισμοῦ τοῦ αὐτοῦ μετέχουσι πᾶσαι γὰρ κατηγορίαι λέγονται), ἀλλ’ ἀνο- μοίως· μᾶλλον γὰρ ὂν ἡ οὐσία, ἐπειδὴ διὰ τὴν οὐσίαν καὶ τὰ λοιπά· ὥσπερ γὰρ τὸν παιδαγωγὸν φιλοῦντες διὰ τὸν παῖδα μᾶλλον τὸν παῖδα φιλουμεν καὶ ὥσπερ τὸν ἄκρατον οἶνον μᾶλλον λέγομεν μεθύσκειν, ἐπειδὴ διὰ τὸν ἄκρατον καὶ ὁ κεκερασμένος μεθύσκει, οὕτω καὶ ἡ οὐσία μᾶλλον ὄν ἐστιν, ἐπειδὴ δι’ αὐτὴν καὶ αἱ ἄλλαι κατηγορίαι. εἰ οὖν μέσα τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὡς ἐδείξαμεν, τὰ δὲ μέσα ἔξεστι τοῖς τῶν ἄκρων ὀνόμασιν ὀνομάζειν, ὡς εἴ τις τὸ φαιὸν ποτὲ μὲν λευκὸν ποτὲ δὲ μέλαν ὀνομάζοι καὶ τὸ χλιαρὸν ποτὲ μὲν θερμὸν ποτὲ δὲ ψυχρὸν καλοίη, οὐδεμία διαφωνία παρὰ τοῖς φιλοσόφοις εὑρίσκεται, τοῦ μὲν λέγοντος ὡς γένος διαιρεῖσθαι τὸ ὄν, τοῦ δὲ ὡς φωνὴν ὁμώνυμον.

    <Πρᾶξις κε'>

    p. 6,11 Δέκα μὲν οὖν τὰ γενικώτατα, τὰ δέ εἰδικώτατα ἐν ἀριθμῷ μὲν τινι, οὐ μὴν ἀπείρῳ.

    Ἐπειδὴ μὴ μία φύσις τῶν ὄντων πάντων ἐδείχθη (τὸ γὰρ ὂν οὐχ ὡς γένος ἀλλ’ ὡς ὁμώνυμος φωνὴ διαιρεῖται κατὰ Ἀριστοτέλην καὶ Πορφύριον), φέρε τὴν φύσιν τῶν ὄντων πάντων πολυπραγμονήσωμεν. τεσσάρων τοίνυν [*](1 ante πρὸς ἓν δὲ in mrg. suppl. ὠνομάσθη C ἀφορῶντα] ἀφορόντα C: ὁρῶντα V 2 ὁρῶσι V ὑγίαν C1 o καὶ (ante γενῶν) om. C 4 pr. κοινὸν post ἐχόντων transp. V 5 ὀνομάτων C1 μεταδιδόντες C ἔ post ταῦτα add. δὲ C 8 λέγει C 9. 10. 11 σιτεῖον C 10 ἔχον γὰρ δὲ (sed γὰρ del.) V ἤπερ scripsi: εἴπερ C: ὑπὲρ V 11 μὲν om. C 14 ἡ om. C ante διὰ additum καὶ del. V εἶνον V 18 ὄν om. V αἱ om C τοῖς τῶν] τοιούτων V 20. 21 ὀνομάζει V 21 δὲ ψυχρὸν om. V καλοίη] καὶ λιοπὴ C 24 πρᾶξις κε inserui 2(5 post lemma add. τὰ γενικώτατα δέκα εἰσὶ καὶ παρ᾿ ἑαυτοῖς καὶ παρ᾿ ἡμῖν γνωρίζοντι (sic). οὕτως δὲ εἰδικώτατα παρὰ μὲν ἑαυτοῖς γνωρίζονται, παρ᾿ ἡμῖνἄγνωστά ἐστιν. ἀφ᾿ οὖ γὰρ ἐγένετο ὁ κόσμος, ἄνθρωπός ἐστι βοῦς καὶ κόραξ λέγεται. καὶ ἔχουσι στάσιν ταῦτα, τὰ δὲ ἄτομα ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστιν V 28 ἀριστοτέλη V 29 ὄντων om. V 29. 72,1 ὄντων τοίνυν colioc. V)

    72
    ὄντων, γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων | καὶ ἀτόμων, τινὰ μὲν καὶ τῇ [*](77v) φύσει καὶ τῇ ἡμετέρᾳ γνώσει ὥρισται, ὡς τὰ γενικώτατα ταῦτα γὰρ ὥρισται τῇ φύσει· δέκα γὰρ ἀεὶ καὶ οὐδέποτε πλείονα οὔτε τῇ φύσει οὔτε τῇ ἡμετέρᾳ γνώσει), τινὰ δὲ οὔτε τῇ φύσει οὔτε τῇ γνώσει ἡμῶν ὥρισται, ὡς τὰ ἀεὶ γινόμενα ἄτομα τῇ γὰρ φύσει οὐχ ὥρισται, διότι οὐκ ἀεὶ ὁ αὐτὸς ἀριθμὸς τῶν ἀτόμων, ἀλλ’ οὐδὲ τῇ γνώσει ἡμῶν ταῦτα ὥρισται, εἴ γε τὸν νῦν ἀριθμὸν τῶν ἀτόμων ἀγνοοῦμεν, οὔτι λέγω τὸν τῶν μηδέπω γενομένων), τινὰ δὲ τῇ μὲν φύσει ὥρισται, ἡμῖν δὲ ἄπειρά ἐστιν, ὡς τὰ εἰδικώτατα· ταῦτα γὰρ ἡμῖν ἄγνωστα διὰ τὸ εἶναι ζῷά τινα ἐν ἀβάτοις ἡμῖν τόποις γινόμενα· εἰ γὰρ καὶ Ἀριστοτέλης περὶ ζῴων ἔγραψεν, τὰ πλεῖστα καὶ οὐχὶ πάντα ἱστόρησεν• καὶ οἱ μετ’ αὐτὸν γάρ τινων εἰδῶν ἐμνημόνευσαν, ἅπερ παρῆκεν αὐτός· εἰκὸς γὰρ καὶ αὐτὸν ἄνθρωπον ὄντα λαθεῖν τινα εἴδη ζῴων ἐν ἀβάτοις αὐτῷ τόποις γεννηθέντα. τῇ δὲ φύσει ὥρισται τὰ εἰδικώτατα· εἰ γὰρ ἄπειρα ἦν τῇ φύσει. ἐπειδὴ ἕκαστον εἰδικώτατον κατὰ πολλῶν ἀτόμων κατηγορεῖται, ἔσται τοῦ ἀπείρου ἀπειρότερον, ὁ ἀριθμὸς τῶν ἀτόμων τοῦ ἀριθμοῦ τῶν εἰδικωτάτων, ὅπερ ἀδύνατον· ἀνυπέρβλητον γὰρ τὸ ἄπειρον ὡς ποσὸν ἀδιεξίτητον. διὰ τοῦτο οὖν ἐπειδὴ οὐκ ἔστι τοῦ ἀπείρου ἀπειρότερον, οὐκ ἀδύνατα ἔλεγεν ὁ ἐν Δελφοῖς
  • οἶδα ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης
  • καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω, |
  • κωφὸν λέγων τὸν ἐκ γεννητῆς ἄλαλον ὡς μὴ διδαχθέντα τὰς φύσει [*](78r) φωνάς· οὐδὲ γὰρ ἄπειρος ὁ ἀριθμὸς τῆς ψάμμου, ἵνα μὴ ᾖ τοῦ ἀπείρου ἀπειρότερον· μείζων γὰρ ὁ ἀριθμὸς τῆς ψάμμου προσλαβὼν τὸν ἀριθμὸν τὸν τῶν ἀνθρώπων μόνου τοὐ ἀριθμοῦ τῆς ψάμμου. * * * κἂν μέχρι τῆς ἀπλανοῦς γένηται ἡ ψάμμος, οὐκ ἄπειρος.

    Ἐπειδὴ δὲ ἀτόμων ἐμνήσθη, ἵνα μὴ νομίσῃ τις ὅτι μέχρι τῶν ἀτότῶν [*](1 γενἷκ. V 2 γὰρ om. V 2. 3 ὁρισταὶ C1 3 post pr. φύσει addas καὶ τῇ ἡμετέρᾳ γνώσει οὔτε τῆ φύσει iterat. del. C 4 τῆ γνώσει ἡμῶν] τῆ ἡμετέρα γνώσει (sic, in mrg. γνώσει ἡμῶν) V 5 post ἄτομα add. τῶν ὄντων τὰ μέν ἐστι γενικώτατα, τὰ δὲ εἰδικώτατα, τὰ δὲ ὑπάλληλα, τὰ δὲ ἄτομα V G ἀριθμὸς] ὁρισμὸς C 7 ἀριθμῶν C1 ἀγνωοῦμεν C οὔτι scripsi: ὅτι VC (cf. 51,13. 57,26) λέγει εἰ corr. m.2) C τὸν τῶν scripsi: τῶν C: τὸν V 7. 8 γινομένων V 8 pr. δὲ] μέν C ὡς] εἰς C 9. 10 ἡμῖν τόποις γινόμενα] γινόμενα τόποις ἡμῖν μὴ γινωσκόμενα (sed γινόμενα in ras. altera manus scripsit eademque ἡμῖν μὴ addidit et γινωσκόμενα ex γινόμενα correxit) C : ἡμῖν τόποις γενώμεθα γ’ 11 μετ’ αὐτῶν V 12 ὄντα ἄνθp. καὶ αὐτὸν colloc. V 13 αὐτῷ om. C 14 ἦν scripsi: ἐστι V: om. C ante ἐκ. add. τὰ ὄντα C 15 ἔσται om. C ἀπειρότ.] ἀπειρότερος ὄν C ὁ om. V 16. 17 ἄπειρον] ἄποτον (superscr. σ) V 17 ἀδιεξέτατον V 19 οἴδα δ’ Herod. 1, 47 Amm. p. 87,3 ψάμμου] ψάμου CV 20 λαλέοντος] φωνεῦντος Herod. 21 λέγω V γεννητῆς C-: γενιτῆς C1V ἄλλαλον C φύσει] θέσ̣ας (sic) V 22 ὁ om. C ἦ] ἦν ἡ ex εἰ corr. m.2) C 23 μείζω V τῶν ἀριθμῶν (alt. 1.) C1 24 τὸν om. C μόνου post ἀριθμοῦ iteratum del. C τῆς ψάμμου. κἄν] τῶν ἀνθρώπων καὶ V post ψάμμου lacunam signavi, suppleveris διὰ τοῦτο ὁ ἀριθμὸς τῆς ψάμμου)

    73
    μῶν δεῖ προάγειν τὰς διαιρέσεις, εἴργει τοῦτο ὁ Πορφύριος διά τινος Πλατωνικοῦ διαιρετικοῦ παραγγέλματος. διὰ δὲ τοῦτο καὶ ἄλλα δύο διαιρετικὰ παραγγέλματα παραδίδωσιν ἡμῖν· πρῶτον μὲν οὖν τοῦτο ὅτι δεῖ τὰς διαιρέσεις ἀπὸ τῶν γενικωτάτων προάγειν μέχρι τῶν εἰδικωτάτων καὶ μηδὲ προαφίστασθαι τῶν εἰδικωτάτων, ἵνα μὴ κολοβὸς γένηται ἡ διαίρεσις οὐκ ἔστι γὰρ δίκτυον ἄφυκτον ἡ διαίρεσις), μηδὲ μὴν ἅπτεσθαι τῶν ἀτόμων· ἀμέθοδον γὰρ τοῦτο καὶ ἐπιστήμῃ οὐχ ὑποβέβληται· ἐπιστήμη γὰρ εἴρηται ὡς εἰς ἐπίστασιν ἄγουσα τὸν νοῦν, ὡς ἐν Κρατύλῳ ἐτυμολοιγεῖ. τοῦτο οὖν πρῶτον. δεύτερον οὐ δεῖ ὑπερβάθμιον πόδα τείνειν καὶ ἀπὸ τῶν γενικωτάτων ἔρχεσθαι ἐπὶ τὰ εἰδικώτατα ὑπερβαίνοντα τὰ μέσα, τοῦτ’ ἔστι μὴ διέλῃς τὴν οὐσίαν εἰς ἄνθρωπον καὶ ἵππον καὶ ἁπλῶς εἰς τὰ εἰδικώτατα, ἐπεὶ ψεῦδος τὸ τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχρήσεται φυγόν, ἀλλὰ δεῖ τὴν οὐσίαν διελεῖν | εἰς σῶμα καὶ ἀσώματον, ὡς καὶ ἀνωτέρω εἴρηται, καὶ [*](78v) οὕτως ἐφεξῆς. διὸ καὶ ὁ Πλατῶν κακίζει τοὺς ὁριζομένους τὸν ἄνθρωπον οὕτως ῾ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν᾿ καὶ τὰ ἄλλα ἐάσαντας καὶ μόνης φροντίσαντας τῆς ἀντιστροφῆς οὐδὲ γὰρ τοῦτο ἴδιον ὁρισμοῦ, ἀλλὰ οἱ ὁρισμοὶ τῆς ἀνατομῆς καὶ ἀναπτύξεως χάριν τῶν φύσεων ἐπενοήθησαν), καὶ δέον αὐτοὺς πάντα καταλέγειν τὰ οὐσιώδη καὶ συστατικὰ τοῦ πράγματος. τοῦτο δεύτερον. τρίτον ὅτι οὐ δεῖ κακοῦ μαγείρου δίκην παρ’ ἄρθρα τὰς τομὰς ποιεῖσθαι ἤτοι τὰς διαιρέσεις, τοῦτ’ ἔστιν οὐ δεῖ συμβεβηκυίαις διαφοραῖς τέμνειν τὰ καθόλου, ἀλλ’ οὐσιώδεσι. μὴ διέλῃς οὖν τὸ ζῷον εἰς λευκὸν καὶ μέλαν ἢ ἄρρεν καὶ θῆλυ, ἐπεὶ ἄπειροι αἱ διαιρέσεις, ὡς καὶ τὰ συμβεβηκότα ἄπειρα, ἀλλὰ δίελε τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον καὶ οὕτως κατὰ τάξιν πρόελθε, καὶ οὐκ ἔσονται ἄπειροι αἱ διαιρέσεις. τοῦτο καὶ τὸ τρίτον.

    <Πρᾶξις κζ'>.

    p. 6,11 Δέκα μὲν οὖν τὰ γενικώτατα.

    Διὰ τοῦ εἰπεῖν οὕτως ἁπλῶς καὶ ἀπροσδιορίστως δέκα μὲν οὖν τὰ γενικώτατα, ἐπειδὴ τὸ ἀπροσδιόριστον τῷ καθόλου ἰσοδυναμεῖ, διὰ τούτων ἐδήλωσεν ὅτι ναὶ τῇ φύσει καὶ τῇ γνώσει ἡμῶν ὥρισται τὰ γενικώτατα, ἐπειδὴ δέκα μόνον.

    [*](1. πλατονικοῦ V1 5 κωλοβὀς ὢ ex ὁ corr.) C 5. 6 οὐκ ἔστι] οὐκέτι C 6 δείκτυον C ἄφεκτον V 7 ἀμέθοδος V ὑποβάλλεται γ’ 8 εἰς ἐπίστασιν] ὑπόστασιν εἰς om.) V Κρατύλῳ lac. V litt. relicta om. V (cf. p. 412 A) ἐτυμολογεῖ C1: ἐτυμολογεῖται C2: εὐτυμολογεῖ V 9 οὐ δεῖ] οὐδ’ V πόδα] πόσα V 10 εἰδεικότατα V1 alt. τὰ om. C 11 καὶ ἵππον om. V εἰδικώτα C 12 καυχήσεται V Dav.: ἐγκαυχήσεται C (cf. Plat. Soph. p. 235 C) 13 εἴρηται] p. 63,25 14 ὁ Πλατῶν] cf. Phileb. p. 17E Polit. p. Β 17 τῆς om. C 16 κακοῦ μαγείρου] cf. Plat. Phaedr. p. Ε δίκην] δικεῖν C 22 θῆλυ] θήλη C 23. 24 διέλης et προέλθης V 23 ζῶν V 24 τὸ om. V 25 πρᾶξις κς addidi προέλθῃς 28. 29 διὰ τούτων om. V 29 ὅρισται C)
    74

    p. 6,12 Τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ.

    Καὶ ἐνταῦθα διὰ τοῦ εἰπεῖν ἐν ἀριθμῷ μέν τινι | ἐδήλωσεν ὅτι [*](79r) τῇ φύσει ἔγνωσται, διὰ δὲ τοῦ εἰπεῖν οὐ μὴν ἀπείρῳ ὅτι ἡμῖν ἄγνωστα.

    p. Τὰ δὲ ἄτομα, ἅπερ ἐστὶ μετὰ τὰ εἰδικώτατα.

    Καὶ ἐνταῦθα διὰ τούτου ἐδήλωσεν ὅτι οὔτε τῇ φύσει οὔτε τῇ γνώσει ἤμων ὥρισται ἅ ἄτομα.

    p. 6,13 Διὸ ἄχρι τῶν εἰδικωτάτων ἀπὸ τῶν γενικωτάτων κατιόντας παρεκελεύετο ὁ Πλατῶν παύεσθαι.

    Ἐνταῦθα δηλοῖ τὸ πρῶτον διαιρετικὸν παράγγελμα τὸ λέγον δεῖν τὰς διαιρέσεις ἀπὸ τῶν γενικωτάτων μέχρι τῶν εἰδικωτάτων προάγειν καὶ μὴ ἅπτεσθαι τῶν ἀτόμων. ἡ μέντοι σύνταξις καθ’ ὑπέρβατόν ἐστιν.

    p. 6,15 Κατιέναι δὲ διὰ τῶν διὰ μέσου.

    Πἀλιν τὸ δεύτερον δηλοῖ διαιρετικὸν παράγγελμα τὸ λέγον ὅτι οὐ δεῖ ὑπερβάθμιον πόδα τείνειν καὶ ἀπὸ τῶν γενικωτάτων ἔρχεσθαι ἐπὶ τὰ δἰδικώτατα ὑπερβαίνοντα τὰ μέσα.

    p. 6,15 Διαιροῦντας ταῖς εἰδοποιοῖς διαφοραῖς.

    Ἐνταῦθα τὴν τρίτην ἐσήμανε διαιρετικὴν μέθοδον τὴν λέγουσαν συμ- βεβηκυίαις διαφοραῖς μὴ τέμνειν τὰ καθόλου, ἀλλ’ οὐσιώδεσιν.

    p. 6,16 Τὰ δὲ ἄτομά φησιν ἐᾶν.

    Τὸ ἄτομον πολλὰ σημαίνει· ἄτομον γὰρ ἢ τὸ δυσδιαίρετον, ὡς ἀδάμας, ἢ τὸ μὴ ἐπιδεχόμενον διαίρεσιν, ὡς τὸ σημεῖον, ἢ τὸ μικρότατον, ὡς ὁ κόκκος τῆς ψάμμου, ἢ τὸ μὴ σωζόμενον ἐν τῇ διαιρέσει ἀλλὰ φθειρόμενον· ὡς εἴ τις τὸν Σωκράτην διέλοι ἐνεργείᾳ εἰς χεῖρας καὶ πόδας; καθ’ ὃ σημαινόμενον νῦν δεῖ ἀκοῦσαι τὸ ἄτομον. |

    [*](4 μετὰ τὰ V: μετὰ C: τἄ μετὰ τὰ Porph. post εἰδικώτατα add. ἄπειρα V 5 καὶ om. C διὰ τούτου Marc. 201: διὰ τοῦτο CV 7. 8 κατιόντας Porph.: κατά C: τὰ κατιόντα V (cf. v. 16) 8 post παύεσθαι add. καὶ μετὰ ὀλίγα τὰ δὲ ἄπειρα φησὶν ἐᾶν V 9 δεῖν Marc. 201: δεῖ CV 13 τὸ δεύτερον—λέγον ὅτι Marc. 201: τὸ δεῦρο (?) δηλοῖ τὸ διαιp. παράγγελμα τὸ λέγον ὅτι C : τὴν δευτέραν δηλοῖ διάθεσιν τὴν λέγουσαν V 15 τὰ Marc. 201: om. CV 17 διαιρετικὴν μέθοδον] τὴν τρίτην V 17. 18 συμβ. διαφ. μὴ τ. Marc. 201: συμβ. διαφ. τ. C1: οὐ δεῖ συμβ. διαφ. τ. C2V 18 οὐσιώδοις V 19 ἄτομα] ἄπειρα Porph. ἐᾶν om. V 20 σημένει V 21 σμικρότατον V 22 κόκος C φθειρούμενον V 23 διέλη V 23. 24 σημαῖνον V)
    75

    <Πρᾶξις κζ'>.

    p. 6,16 Κατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα ἀνάγκη διαιροῦντας [*](79v) διὰ πλήθους ἰέναι, ἀνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆθος.

    Ὑποσχόμενος ὁ Πορφύριος δύο παραδείγμασιν ὑποβάλλειν τὰ γενικώ- τατα καὶ ὑπάλληλα καὶ εἰδικώτατα, ἑνὶ μὲν ἀπὸ τῶν καιηγοριῶν ἑτέρῳ δὲ ἀπὸ τῶν γενεαλογιῶν, δείξας ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγεται τὸν Δία, οὕτως καὶ ἐπὶ τῶν κατηγοριῶν δυνατόν, ἐπειδὴ οὐ γένος τῶν κατηγοριῶν τὸ ὄν διὰ δὲ τοὐ ἀπὸ τῶν κατηγοριῶν τέσσαρά τινα λογικὰ προβλήματα ἐξητάσαμεν), ἐνταῦθα οὖν ἐπὶ ἦς παρούσης θεωρίας μέχρι πέρατος τῶν περὶ τοὐ εἴδους λόγων τέσσαρά τινα λογικὰ θεωρήματα ζητεῖ· πρῶτον μὲν ὅτι τεσσάρων ὄντων γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων καὶ δύο ἄχρων ἐν τούτοις θεωρουμένων, γενικωτάτων καὶ ἀτόμων, δύο ἔξεστί σοι ὁδοὺς βαδίζειν, τὴν μὲν ἀπὸ τῶν γενικωτάτων ἐπὶ τὰ ἄτομα τὴν δὲ ἀπὸ τῶν ἀτόμων ἐπὶ τὰ γενικώτατα, καὶ ὄνομα τῇ μὲν τῶν ὁδῶν κάθοδος τῇ δὲ τῶν ὁδῶν ἄνοδος, καὶ ἔοικεν ἡ μὲν κάθοδος τῇ ἀπὸ μονάδος ἐπὶ δεκάδα, ἡ δὲ ἄνοδος τῇ ἀπὸ δεκάδος ἐπὶ μονάδα· ἡ μὲν γὰρ κάθοδος τὸ ἓν πολλὰ ποιεῖ, ἡ δὲ ἄνοδος τὰ πολλὰ ἓν ποιεῖ. καὶ ἄμεινον τὰ πολλὰ ἓν ποιεῖν ἢ τὸ ἓν πολλά, ἐπειδὴ καὶ τὸ συνιστᾶν τοῦ διαιρεῖν πολὺ ἄμεινον καὶ τὸ σώζειν τοῦ φθείρειν, ὡς δηλοῦσι καὶ οἱ ἅμα σταθμιζόμενοι | χρυσοῖ πλείονα ὁλκὴν εἰσάγοντες τῆς ἀπὸ ἑκάστου ἰδίας [*](80r) συναγομένης ὁλκῆς. τὸ μὲν τὸ πρῶιον. δεύτερον ὅτι τεσσάρων ὄντων γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων τὸ μὲν γενικώτατον μοναχῶς κατηγορεῖται, τὸ δὲ ἄτομον μοναχῶς ὑπόκειται, τὰ δὲ μέσα καὶ κατηγορεῖται καὶ ὑπόκειται. καὶ τὸ μὲν γενικώτατον τριχῶς κατηγορεῖται, ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων, τὸ δὲ ἄτομον τριχῶς ὑπόκειται, εἰδικω- τάτῳ ὑπαλλήλῳ καὶ γενικωτάτῳ, τὰ δὲ μέσα κατηγορεῖται καὶ ὑπόκειται, ἀλλ’ οὐχ ὁμοίως· τὰ μὲν γὰρ ὑπάλληλα μοναχῶς ὑπόκειται (τοῖς γὰρ μόνον), διχῶς δὲ κατηγορεῖται (εἰδικωτάτων γὰρ καὶ τὰ δὲ εἰδικώτατα πᾶν τοὐναντίον διχῶς μὲν ὑπόκειται γενικωτάτοις γὰρ καὶ ὑπαλλήλοις), μοναχῶς δὲ κατηγορεῖται· ἀτόμων γὰρ μόνον. τοῦτο δεύτερον, τρίτον ὅτι τεσσάρων ὄντων, ὡς εἴρηται, γενικωτάτων ὑπαλλήλων [*](1 πρᾶξις κζ΄ iuserui 2 εἰς τὰ] ἐπὶ τὰ C: εἰς V (cf. v. 3) 3 πλήθους] πάθους V εἰς] ἐπὶ C συνερεὶν V 5 ὑποσχόμενος—τὸ γενικώτατον (p. 76,23) oin. V ὑποβάλλειν Marc. ὑποβαλεῖν (sed altera λ eras.) C (cf. p. 67,6) 6 ἑτέρῳ Marc. 201: ἕτερον C 8 aa τὸν Δία <ἡ ἀρχή>? δυνατῶν C1 13 καὶ ἀτόμων Marc. ἀτόμων C (cf. v. 23. 32) δεκάδα Marc. 201: δέκα C 18 ἡ δὲ ἄνοδος — ποιεῖ Marc. 201: om C 19 ποιεῖν] ποιεὶ C1 20 πολὺ Marc. 201: om. C 21. 22 ἰδίας συναγομένης Marc. 201: ἰδίας ἀγομένης C: malim ἰδίᾳ είσαγομένης 24 καὶ Marc 201: om. C)

    76
    εἰδικωτάτων καὶ ἀτόμων, τὸ μὲν γενικώτατον καὶ ὑπάλληλον καὶ εἰδικώτατον ὑπεγράφη, τὸ δὲ ἄτομον οὐχ ὑπεγράφη. διὸ νῦν καὶ τὸ ἄτομον ὑπογράφει λέγων οὕτως· ἄτομόν ἐστιν τὸ ἐξ ἰδιοτήτων συστάν, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο, ὥσπερ καὶ αἱ ἰδιότητες τοῦ Σωκράτους τὸ Ἀθηναῖον εἶναι, τὸ Σωφρονίσκου υἱόν, τὸ φιλόσοφον, τὸ προκοίλιον, τὸ σιμόν, τὸ φαλακρόν· ταῦτα γὰρ πάντα ἅμα ἄλλῳ ὑπάρξαι οὐ δύνανται. εἰ δὲ ἐρεῖς ὅτι ‘καὶ ἄλλῳ δύνανται ταῦτα ὑπάρξαι· τί γὰρ | ἄτοπον; οὐ δήπου καὶ τὸ ἐν αὐτῷ τῷ τόπῳ ἑστάναι· ἓν γὰρ [*](80v) ὂν τῶν συμβεβηκότων τῷ Σωκράτει οὐ δύναται καὶ ἄλλῳ ὑπάρξαι, ἵνα οἱ δύο ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ τόπῳ σταῖεν, ἵνα μὴ χωρήσῃ σῶμα διὰ σώματος. τοῦτο τρίτον. τέταρτον ὅτι τεσσάρων ὄντων γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων ἀτόμων τὸ μὲν γενικώτατον μόνως ὅλον, τὸ δὲ ἄτομον μόνως μέρος, τὰ δὲ μέσα ὅλα καὶ μέρη, ὅλα μὲν τῶν ὑποκάτω μέρη δὲ τῶν ἐπάνω, καὶ ὅτι τὸ μὲν ὅλον μερῶν ὅλον καὶ οὐ μέρους πολλὰ γὰρ τὰ μέρη, εἴ γε τὸ διαιρούμενον τοὐλάχιστον εἰς δύο διαιρεῖται), τὰ δὲ μέρη ὅλου μέρη· ἓν γὰρ τὸ ὅλον. ταῦτα ἔχει ἡ θεωρία. δεῖ δὲ εἰδέναι ὅτι τινὲς τῶν ἀρχαιοτέρων τὴν μὲν διαίρεσιν τὴν ἐκ γένους τοῦ γενικωτάτου μέχρις ἀτόμων γινομένην διαίρεσιν συνθετικὴν ἐκάλεσαν, τὴν δὲ ἐξ ἀτόμων μέχρι τοῦ γενικωτάτου γένους χωροῦσαν συναίρεσιν ἀναλυτικὴν προσηγόρευσαν· ἀπὸ γάρ, φασίν, ἁπλοῦ κατ’ ἐνέργειαν τοῦ γένους τοῦ γενικωτάτου χωρεῖ ἡ διαιρετικὴ συνθετικὴ ἐπί τι σύνθετον κατ’ ἐνέργειαν πρᾶγμα τὸν Σωκράτη, ἀπὸ δὲ τοῦ κατ’ ἐνέργειαν συνθέτου Σωκράτους ἀνάγεται ἡ ἀναλυτικὴ ἐπί τι ἁπλοῦν κατ’ ἐνέργειαν τὸ γένος τὸ γενι- κωτατον.

    <πρὰξις κη'>

    Περὶ διαφορᾶς.

    p. 8,8 Διαφορὰ δὲ κοινῶς <τε καὶ ἰδίως> ἰδιαίτατα λεγέσθω.

    [*](81r)

    Μετὰ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἔλθωμεν καὶ ἐπὶ τὰ ἐν τῷ [*](1 post γενικώτατον add. ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων τὸ μὲν γενικώτατον C: om. Marc. 201 2 ὑπεγράφη (utrobique) Marc. 201: ὑπογράφῃ C 3 συστάν Marc. 201: συνιστάν C 5 αἱ (ante ἰδιότητες) Marc. 201 : om. C 6 τὸ (ante σιμὸν et φαλακρόν) Marc. 201: om. C 9 ὃν τῶν Marc. 201: ὄντων 10 σταῖεν Marc. 201: ἱσταῖεν C 13 μέρει (alt. 1.) C1 15 διερεῖται C 16 alt. δέ Marc. 201: om. C 17 ἀρχειοτέρων αι superscr.) C 20 προσαγόρευσαν C φασιν scripsi: φησι compend. C: om. Marc. 201 25 πρᾶξις κη inserui 26 περὶ διαφορᾶς — τὴν κοινῶς (p. 78,16)] horum loco ἡ κοινῶς διαφορὰ ἢ ταῖς ἡλικίαις πῶς μετρεῖται ἡ ἰδίως διαφορὰ ἢ ἀορίστως ἡ διαφορὰ ἢ συντίκτεται τῷ ἔχοντι πράγματι ἢ ὕστερον ἐπιγίνεταί τινι ἢ χωριστὴ καὶ ποιεῖ τὴν κοινῶς ἢ ἀχώριστος ἢ διαιρετική ἐστιν ἢ συστατικὴ ἢ οὐσιώδης καὶ ποιεῖ τὴν ἰδιαίτατα ἢ ἐπουσιώδης καὶ ποιεῖ τὴν ἰδίως (cf. p. 78,3 sq.) exhibet V 27 τε καὶ ἰδίως inserui)

    77
    ποῖόν τί ἐστι κατηγορούμενα, τοῦτ’ ἔστι μετὰ τὸ γένος καὶ τὸ εἶδος ἔλθωμεν καὶ ἐπὶ τὴν διαφορὰν καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ καὶ ἄλλως· μετὰ τὰ ἄκρα, φημὶ γένος καὶ εἶδος, ἔλθωμεν καὶ ἐπὶ τὴν μέσην τούτων διαφοράν· μέση γὰρ τούτων ἡ διαφορὰ ὡς τὸ μὲν γένος διαιροῦσα, τὸ δὲ εἶδος συμπληροῦσα. καὶ ἔχομεν διὰ μὲν τοῦ πρώτου τὴν τάξιν τῶν πέντε, γένους εἴδους διαφορᾶς ἰδίου καὶ συμβεβηκότος (προηγεῖται γὰρ ἀεὶ τὸ τί τοῦ ὁποῖόν τί ἐστι), διὰ δὲ τοῦ ἑτέρου τὴν τάξιν τῶν τριῶν, εἴδους καὶ γένους καὶ μέσης τούτων τῆς διαφορᾶς. ἀλλ’ ἐπεὶ καὶ ἡ διαφορὰ ὁμώνυμος φωνή ἐστιν ἐν γὰρ ταῖς δέκα κατηγορίαις θεωρεῖται), εἴπωμεν κἀνταῦθα τῷ ἀνωτέρω κανόνι χρώμενοι πρῶτον μὲν τὰ σημαινόμενα, δεύτερον περὶ ποίου σημαινομένου ὁ λόγος, τρίτον ὑπογραφῆς ἀξιώσομεν τοῦτο τὸ σημαινομενον.

    Ἡ διαφορὰ τοίνυν τριχῶς. καὶ λέγομεν ὅτι εὐλόγως, ἐπειδὴ πάντα τὰ ὄντα ἢ οὐσία ἡ συμβεβηκός, τὸ δὲ συμβεβηκὸς διττόν, ἢ ἀχώριστον ἢ χωριστόν· τὰ μὲν οὖν τῷ χωριστῷ συμβεβηκότι διαφέροντα τῇ κοινῶς διαφορᾷ λέγονται διαφέρειν, ὡς τὸ καθέζεσθαι τοῦ ἑστάναι, τὰ δὲ τῷ ἀχω- ρίστῳ συμβεβηκότι διαφέροντα τῇ ἰδίως διαφορᾷ λέγονται διαφέρειν, ὡς τὸ σιμὸν τοῦ γρυποῦ, τὰ δὲ τῇ οὐσίᾳ διαφέροντα τῇ ἰδιαίτατα διαφορᾷ ὣς τὸ λογικὸν καὶ ἄλογον. ἐφ’ οἷς τούτων οὕτως ἐχόντων εἴτωμεν δι’ ἣν αἰτίαν τοιούτων ἔτυχον ὀνομάτων καὶ ἡ μὲν λέγεται κοινῶς, ἡ δὲ ἰδίως, | ἡ δὲ ἰδιαίτατα. καὶ λέγομεν ὅτι ἡ κοινῶς διαφορὰ εἴρηται [*](81v) διὰ τοιαύτην αἰτίαν, ἐπειδὴ ἐνδέχεται τὰ ἀντικείμενα ἐνεργείᾳ τῷ αὐτῷ ὑποκειμένω ὑπάρξαι, ὡς τὸ καθέζεσθαι καὶ τὸ ἑστάναι τῷ Σωκράτει, εἰ καὶ μὴ κατὰ τὸν αὐτὸν χρόνον. ἰδίως δὲ διαφορὰ εἴρηται διὰ τὸ μὴ δύνασθαι ἐνεργείᾳ ὑπάρξαι τῷ αὐτῷ τὰ ἀντικείμενα κατὰ τὸν αὐτὸν χρόνον μήτε ἐν ἄλλῳ χρόνῳ, ὡς τὸ σιμὸν καὶ τὸ γρυπόν· οὔτε γὰρ ὁ γρυπὸς σιμός ποτε γίνεται οὔτε ὁ σιμὸς γρυπὸς χωρὶς φθορᾶς τοῦ ὑπο- κειμένου. καλῶς δὲ εἴρηται καὶ τὸ ἐνεργείᾳ· ἐπινοίᾳ γὰρ ἐνδέχεται τὰ ἀντικείμενα ὑπάρξαι τινί, καθά φησι καὶ αὐτὸς ὁ Πορφύριος ὅτι ῾δύναται ἐπινοηθῆναι κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβάλλοντες τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου᾿ διὰ τὸ μηδὲν εἰς τὴν οὐσίαν τοῦ πράγματος συντείνειν τὸ χρῶμα. ἰδιαίτατα δὲ εἴρηται διαφορὰ διὰ τὸ μηδὲ ἐπινοίᾳ μηδὲ ἐνεργείᾳ δύνασθαι συστῆναι τὰ ἀντικείμενα ἐν ἑνὶ ὑποκειμένῳ· τὸ γὰρ λογικὸν οὐκ ἐπινοεῖται ἄλογον ἢ τὸ ἄλογον λογικόν. ἰδιαίτατα δέ ἐστι τὸ ἐπιτεταμένον ἰδίως. αὕτη πρώτη αἰτία τοῦ τριττοῦ εἴδους τῆς διαφορᾶς. [*](3 γένος καὶ εἶδος Marc. 201: γένους καὶ εἴδους C 4 δὲ Marc. 201: om. C 7 pr. τοῦ Marc. 201: τὸ C 7.8 γένους καὶ εἴδους collocandum videtur 10 ἀνωτέρω] p. 51,22 11 σημαινομαίνου C 14 τὸ δὲ συμβεβηκὸς in mrg. suppl. C2 16 τὸ Marc. 201: τοῦ C 17 τῆ ex τί corr. C2 18 σιμὸν ex σημὸν corr. C2 23 ante ἑστάναι 111 fere litt. erasae C 25 post ἀντικ. addas μήτε 26 γρυπτόν C οὔτε Marc. 201: οὐδὲ C 29 ὁ Πορφύριος] p. 13,1 30 συστῆναι] ante ναι 11 litt. erasae C 34 ἐπινοεῖτε C ἄλλογον (utrobique) C 35 ἐπιτεταμένον Marc. 201: ἐπιτεταμένος C1: ἐπιτεταμένως C2 πρότη C τριττοῦ seripsi : τρίτου C)

    78
    δευτέρα τοιαύτη αἰτία, ὅτι ἡ διαφορὰ ἢ ἀλλοποιός ἐστιν ἢ ἀλλοιοποιός, καὶ εἰ μὲν ἀλλοποιός, ποιεῖ τὴν ἰδιαίτατα (τὰ γὰρ τῇ οὐσίᾳ διαφέροντα καὶ οὐκ ἀλλοῖα λέγονται), ἡ δὲ ἀλλοιοποιὸς ἢ χωριστή ἐστι καὶ ποιεῖ κοινῶς, ἢ ἀχώριστος καὶ ποιεῖ τὴν ἰδίως· | τὰ γὰρ συμβεβηκότι δια- [*](82v) φέροντα, οἷον σχήμασιν ἢ ἐσθῆτι, ἀλλοῖα. διὸ καὶ ὁ ποιητὴς καὶ περὶ τοῦ ’Oδυσσέως μεταμφιεσαμένου τὴν ἐσθῆτα λέγει·
  • ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν.
  • διαφέρει δὲ αὕτη ἡ αἰτία τῆς πρώτης, ὅτι ἡ μὲν πρώτη εἰς οὐσίαν καὶ συμβεβηκὸς διεῖλεν, αὕτη δὲ εἰς οὐσιῶδες καὶ ἐπεισοδιῶδες· ἄλλο δὲ οὐσία καὶ ἄλλο οὐσιῶδες, ὥσπερ ἄλλο συμβεβηκὸς καὶ ἄλλο κατὰ συμβεβηκός οὐσιώδης μὲν γὰρ ἡ τοῦ πυρὸς θερμότης, οὐσία δὲ οὐκ ἔστιν. πάλιν δὲ ἐνδέχεται καὶ οὐσίαν κατὰ συμβεβηκὸς ὑπάρξαι, ὥς φησιν ἐν Κατηγορίαις Ἀριστοτέλης, ὅτι συνέβη τῷ δεσπότῃ καὶ ἄνθρωπον αὐτὸν εἶναι. λέγεται οὖν καὶ οὐσία κατὰ συμβεβηκὸς μὴ οὖσα συμβεβηκός. αὕτη ἡ δευτέρα αἰτία. τρίτη αἰτία, ὅτι ἡ διαφορὰ ἢ χωριστὴ ἢ ἀχώριστος, καὶ εἰ μὲν χωριστή, ποιεῖ τὴν κοινῶς, εἰ δὲ ἀχώριστος, ἢ ἐπεισοδιώδης καὶ ποιεῖ τὴν ἰδίως, ἢ οὐσιώδης καὶ ποιεῖ τὴν ἰδιαίτατα. διαφέρει δὲ καὶ αὕτη τῶν πρώτων δύο, ὅτι ἐκεῖναι ἀπὸ ἑνὸς σκέλους κατάγουσι τὴν κοινῶς καὶ ἰδίως καὶ εὐλόγως, ἐπειδὴ κοινὸν αὐτῶν τὸ συμβεβηκός), αὕτη δὲ ἀπὸ ἑνὸς σκέλους τὴν ἰδίως καὶ ἰδιαίταια κατάγει· κοινὸν γὰρ ἔχουσι τὸ ἀχώριστον.

    Ἀλλ’ οὐ μέχρι τούτων τὰ σημαινόμενα τῆς διαφορᾶς· καὶ ἡ κοινῶς γὰρ διαφορὰ ἐπιδιαιρεῖται καὶ αἱ λοιπαὶ ὁμοίως. καὶ ἡ μὲν κοινῶς οὕτως· ἢ γὰρ ταῖς ἡλικίαις παραμετρεῖται, ὡς τὸ βατταρίζειν καὶ γενειάσκειν καὶ ἡβάσκειν, ἢ ἀορίστως ὑπάρχει καὶ οὐ συμπαραμετρεῖται ταῖς ἡλικίαις, ὡς τὸ λευκαίνεσθαι | καὶ μελαίνεσθαι. ἀλλὰ καὶ ἡ ἰδίως· ἢ γὰρ συντίκτεται [*](82v) τῷ πράγματι, ὡς γρυπότης καὶ σιμότης, ἢ ὕστερον ἐπιγίνεται, ὡς οὐλὴ ἐκ τραύματος ἐνσκιρωθεῖσα, οἶα ἡ τοῦ Ὀδυσσέως, δι’ ἧς ἐπέγνω αὐτὸν ἡ Εὐρύκλεια. ἀλλὰ καὶ ἡ ἰδιαίτατα διαφορὰ ἐπιδιαιρεῖται· ἢ γὰρ διαιρετική ἐστιν ἢ συστατική, διαιρετικὴ μὲν ἡ διαιροῦσα τὸ γένος, συστατικὴ δὲ, ἡ ποιοῦσα τοὺς ὁρισμούς. μετὰ οὖν τὸ γνῶναι ἡμᾶς τὰ σημαινόμενα εἴπωὅτι [*](1 Marc. 201 : eras. C 3 ἀλλοῖα] post οἱ VII litt. eras. C 4 συμβεβηκότι scripsi: συμβεβηκὸς C: κατὰ συμβεβηκὸς Marc. 201 5 ὁ ποιητὴς] Hom. π 181 6 ὀδυσέως C μεταμφιασμένου C ante τὴν additum ὡς ποι del. C 7 ἢ τὸ] ἠὲ Hom. Amm. p. 94,24 9 διῇλεν C ἐπισοδιώδης C1 9. 10 ἄλλο—οὐσιῶδες Marc. 201: om. C 10 συμβεβηκός (alt. 1.) Marc. 201: συμβεβηκότος C 12 ἐν Κατηγορίαις] c. 5 p. 2a11 sq. 13 ἄνθρωπον αὐτὸν Marc. 201: ἄνθρωπος αὐτὸς C 15 εἰ] ἢ V 16 ἢ (post ἀχώριστος) om. V ἐπισοδιώδης C1: ἐπουσιώδης V 18 ante ἑνὸς add. τοῦ C (cf. v. 19) 19 κοινῶν C 21 σημενόμενα C yap om. V 22 οὗτος C 23 ἢ ὡς τὸ βαττ. γεν. καὶ om.) V γενειάσκειν (sed prius εἰ superscr. m.2) C: γενιάσκειν V 23. 24 καὶ ἡβάσκειν] ἢ βάσκειν V 25 λευκαίνεσθαι] λευκένεσθαι C: λευκεὐνεσθαι V μελάνεσθαι αἰ superscr.) V ἡ om. V 26 τῷ πράγματι—ἐπιγίνεται om. V 27 τράματος (ex πράγματος corr.) C ἐνσκηρωθεῖσα C: ἐγκιρρωθεῖσα V 28 ἡ om. C 29 ἢ συστ.] ἡ οὐ συστ. (sed. οὐ del.) V 30 τὸ] τοῦ V τὰ σημαινόμενα τῆς διαφορᾶς δεῖ εἰπεῖν καὶ V εἵπομεν C1)

    79
    μὲν περὶ ποίου σημαινομένου ἐστὶ τῷ φιλοσόφῳ ὁ λόγος. καὶ λέγομεν ὅτι οὑδὲ περὶ τῆς κοινῶς οὐδὲ περὶ τῆς ἰδίως σκοπὸν ἔχει διαλαβεῖν, ἀλλὰ περὶ τῆς ἰδιαίτατα, καὶ ταῦτα περὶ ὅλων αὐτῆς τῶν εἰδῶν καὶ τῶν διαιρετικῶν καὶ τῶν συστατικῶν· δεόμεθα γὰρ τῶν μὲν διαιρετικῶν εἰς τὰς τῶν γενῶν διαιρέσεις τῶν δὲ συστατικῶν εἰς τοὺς ὁρισμούς. ταῦτα μὲν περὶ τοῦ σημαινομένου. ὅπως δὲ τοῦτο καὶ ὑπογραφῆς ἀξιοῖ, ἡ ἑξῆς θεωρία παραστήσει.

    <Πρᾶξις κθ'>.

    p. 8,8 Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω.

    Καλῶς εἶπε λεγέσθω· αὐτοῦ γάρ εἰσι τὰ ὀνόματα, τὸ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα· ἐν γὰρ τῇ τοπικῇ πραγματείᾳ, ἧς τόδε τὸ βιβλίον συναγωγή, οὐ μέμνηται Ἀριστοτέλης τούτων τῶν ὀνομάτων· ὅπου δὲ κεῖνται παλαιὰ ὀνόματα, κέχρηται αὐτοῖς ὁ Πορφύριος λέγων οὕτω ῾λέγονται᾿ καὶ ῾λέγουσιν᾿ ἀντὶ τοῦ ἐκεῖ.

    p. 9,16 Καὶ. αἱ μὲν καθ’ αὑτὸ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ [*](83v) ἧττον, αἰ δὲ κατὰ συμβεβηκός, κἄν ἀχώριστοι ὦσιν, ἐπίτασιν λαμβάνουσι.

    Διακρίνας ὁ Πορφύριος τὰ τρία εἴδη τῆς διαφορᾶς, τὴν κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα, καὶ ὡς τρία διακρίνας αὐτά, νῦν καὶ ὡς δύο διακρίνει τὴν κοινῶς καὶ ἰδίως ἀπὸ τῆς ἰδιαίτατα, τοῦτ’ ἔστι διακρίνει τὰς ἐν τῇ συν- ηθείᾳ ἀπὸ τῶν κατὰ φιλοσοφίαν, καί φησιν ὅτι ἄλλαι εἰσὶν αἱ κοινῶς καὶ ἰδίως καὶ ἄλλαι αἱ ἰδιαίτατα, διότι αἱ κοινῶς καὶ ἰδίως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται λέγομεν γὰρ μᾶλλον λευκὸν καὶ ἧττον λευκόν, καὶ ἔστι κοινῶς διαφορά· χωρίζεται γάρ· ἀλλὰ καὶ αἱ ἰδίως ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· λέγομεν γὰρ μᾶλλον γρυπὸν καὶ ἧττον καὶ μᾶλλον σιμὸν καὶ ἧττον, καὶ ἔστιν ἰδίως διαφορά· ἀχώριστος γὰρ ἡ γρυπότης καὶ ἡ σιμότης), αἱ δὲ ἰδιαίτατα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχονται· οὐδὲ γὰρ λέγομεν μᾶλλον λογικὸν καὶ ἧττον, εἰ καὶ μᾶλλον ἐλλόγιμον, ἐπειδὴ τὸ μὲν τῆς ἐνεργείας τὸ ἐλλόγιμον, τὸ δὲ τῆς οὐσίας ἢ ὑπάρξεως, τὸ δὲ [*](1 ὁ om. V 3 ταῦτα scripsi: ταύτης CV ὅλων αὐτῆς] ὅλου αὐτῶν C: τῶν ὅλων αὐτῆς V post εἰδῶν add αὐτῶν C 6 ante τοῦ σημ. add. τούτου V καταξιοῖ C ἑξῆς] C 6 πρᾶξις κθ΄ inserui 9 δὲ superscr. C 10 καλῶς] κοινῶς V 11 τοπικῆ] τὸ πλῆθος V ἦς] εἰ V τὸ om. V συναγωγόν V 12 τῶν] τὸ V δὲ] γὰρ V παλαιὰ] πάλιν V 14 ἐκεῖ scripsi: ἐκεῖνοι CV 15 καθ᾿ αὑτὰς Porph. 16 τὸ ἧττον Porph. κἂν] καὶ C ἀναχώριστοι C ἐπίτασι C 18. 19 καὶ ἰδίως] τὴν ἰδίως V 20 τὰς] τὰ C 22 αἱ (ante ἰδιαίτατα) om. C alt. τὸ om. V 24 κοινὸς C αἱ om. C ἐπιδέχεται C 26 ἔστιν ἡ ἰδίως διαφορὰ ἀχώριστος· ἀχώριστος γὰρ V 27 ἰδιαίταται C τὸ (ante ἧττον) om. οὐσίας) ἐπιδέχεται V 28.29 ἐπειδὴ — ἐλλόγιμον om. V 29 δὲ (ante τῆς οὐδίας) om. V)

    80
    εἶναι λογικοῖς πᾶσι τὸ αὐτὸ ὑπάρχει ἐπίτασιν καὶ ἄνεσιν μὴ ἐπιδεχόμενον. εἰ οὗν αἱ μὲν ἐπιδέχονται τὸ μᾶλλον | καὶ τὸ ἧττον, αἱ δὲ οὐκ ἐπιδέχονται, [*](84r) οὔκ εἰσιν αἱ αὐταί. ἔνστασις πρὸς ταῦτα, ὅτι ψευδὴς ὁ λόγος· καὶ αἱ ἰδιαίτατα γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται καὶ αἱ κοινῶς καὶ ἰδίως τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχονται· ἰδοὺ γὰρ τὸ σχῆμα τὸ ἐν τῷδε τῷ ἱμάντι, τρίγωνον εἰ τύχοι, κοινῶς ὂν διαφορά χωρίζεται γὰρ χωρὶς φθορᾶς τοῦ ὑποκειμένου καὶ μένει ὁ ἱμὰς ἱμάς). μᾶλλον τρίγωνον ἢ ἧττον τρίγωνον οὐ λέγεται· εἰ γὰρ καὶ μέγα τρίγωνον καὶ μεῖζον λέγεται, ἀλλ’ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· ἄμφω γὰρ τρίγωνά εἰσι. δεῖ δὲ εἰδέναι ὅτι τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται οὐδὲ ἐν οἷς ὁ ὁρισμὸς πάντῃ ὁ αὐτός ἐστιν, ὡς ἐπὶ δύο τριγώνων, οὐδὲ ἐν οἷς πάτη ὁ ὁρισμὸς ἕτερος, ὡς ἐπὶ τριγώνου καὶ κύκλου, ἀλλ’ ἐν οἷς πῇ ὁ αὐτὸς καὶ πῇ ἕτερος, ὡς ἐπὶ λευκοῦ· λευκὸν γάρ ἐστι χρῶμα διακριτικὸν ὄψεως, ἔστι δὲ μᾶλλον διακρίνειν καὶ ἧττον. ἀλλὰ καὶ ἐπὶ τῆς ἰδίως οὐκ ἔστι τὸ μᾶλλον καὶ ἧττον· ἰδοὺ γὰρ Ἀθηναῖος καὶ υἱὸς Σωφρονίσκου λέγεται ἐν τῇ ἰδίως διαφορᾷ, ἐπειδὴ ἀχώριστα ταῦτα, καὶ οὐ λέγομεν μᾶλλον υἱὼ Σωφρονίσκου ἢ μᾶλλον Ἀθηναῖον. πάλιν δὲ ἐπὶ τῆς ἰδιαίτατα ἐδείξαμεν τὸ μᾶλλον καὶ ἧττον· τὸ γὰρ διακριτικὸν τοῦ λευκοῦ καὶ τὸ συγκριτικὸν τοῦ μέλανος ἰδιαίτατα ὄντα διαφοραί, τὸ μὲν τοῦ λευκοῦ τὸ δὲ τοῦ μέλανος, ὁμοίως ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· λέγομεν γὰρ μᾶλλον διακρι- τικὸν καὶ ἧττον καὶ μᾶλλον συγκριτικὸν καὶ ἧττον. αὕτη ἡ ἔνστασις. λύσις πρὸς ταῦτα | καὶ τέως πρὸς τὴν τελευταίαν ἀπορίαν, ὅτι ὥσπερ τὸ [*](84v) λευκὸν ὡς μὲν εἶδος τοὺ χρώματος τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται, ὡς δὲ ἐν τοιᾷδε ἢ τοιᾷδε ὕλῃ ὄν, ἐν σώματι φέρε εἰπεῖν ἢ ψιμυθίῳ, τὸ μᾶλλον καὶ ἐπιδέχεται, οὕτως καὶ τὸ διακριτικὸν καὶ τὸ συγκριτικὸν ὡς μὲν ἰδιαίτατα καὶ εἰδοποιοὶ διαφοραί, τὸ μὲν τοῦ λευκοῦ τὸ δὲ τοῦ μέλανος, οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον, ὡς δὲ ἐν τοιᾷδε ἢ τοιᾷδε ὕλῃ γενόμενα ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· λέγομεν· γὰρ μᾶλλον διακριτικὸν καὶ ἧττον. ἀλλὰ καὶ πρὸς τὴν ἀπορίαν τῆς κοινῶς καὶ ἰδίως φαμὲν ὅτι εἰ καὶ μὴ πᾶσαι τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται αἱ κοινῶς καὶ ἰδίως διαφοραί, ἀλλ’ οὖν πᾶσαι αἱ διαφοραὶ αἱ· ἐπιδεχόμεναι τὸ μᾶλλον καὶ ἧττον συμβεβηκυῖαί εἰσιν, καὶ ἡ κοινῶς καὶ ἡ ἰδίως, οὐδεμία [*](1 ἐπίτασι C 2 et 4 τὸ (ante ἧττον) om. V 3 ψεῦδος V 4 αἱ om. V γὰρ om. V 4. 5 καὶ κοινῶς—ἐπιδέχονται om. C 7 τοῦ] τὸ V ὁ ἱμὰς om. V 8 ante μᾶλλον add. καὶ C ἡ ἧττον τρίγωνον om. C 9 ἄμφω γὰρ] ἀμφότερα V 14 ἐπὶ τῆς ἰδίως] ἐπιτηδείως V 15 σωφρονίσκου υἱὸς colloc. V σοφρονίσκου C1 16 υἱὸν—μᾶλλον (17) om. V 18 συνκριπκὸν (sic) C: διακριτικὸν V 19 post μέλανος complurium litt. ras. C διαφοραί scripsi: διαφορά CV (cf. v. 26) 20. 21 καὶ ἧττον διακριτικὸν colloc. V 21 καὶ μᾶλλον — ἧττον om. V συνκριτικόν C 24 τοιώδε (utrobique) V ψιμμυθίῳ V 25 alt. καὶ om. C 25. 26 τὸ συγκριτικὸν] συνκριτικόν C 28 post ἡ additum ἐν del. γ’ 29 καὶ (post ἀλλὰ) om. C τῆς] τοῦ V κοινὸς C1 30 οὐκ ἐπιδέχονται V 31 οὖν] οὐ C αἱ διαφοραὶ αἱ om. V 32 ἡ (ante ἰδίως om. V)
    81
    δὲ ἰδιαίτατα διαφορὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. οὐκ ἄρα εἰσὶν αἱ αὐταὶ αἱ κοινῶς καὶ ἰδίως ταῖς ἰδιαίτατα.

    Οὕτως διακρίνας τὰς ἀπὸ τῆς συνηθείας τῶν ἀπὸ τῆς φιλοσοφίας, καὶ αὐτὰς τὰς κατὰ φιλοσοφίαν ἀπ’ ἀλλήλων διακρίνει, φημὶ τὰς ἰδιαίτατα· τῶν γὰρ ἰδιαίτατα αἱ μέν εἰσι διαιρετικαί, αἱ δὲ συστατικαί. διαφέρουσι δὲ καὶ ἀλλήλων αὗται, καὶ οὔκ εἰσιν αἱ αὐταὶ αἱ συστατικαὶ ταῖς διαιρετικαῖς, ἀλλὰ ἄλλαι καὶ ἄλλαι. εἰ δέ ποτε ἡ αὐτὴ καὶ συστατικὴ καὶ διαιρετικὴ εὑρεθῇ, ἀλλ’ οὐ τοῦ αὐτοῦ πράγματος, ἀλλ’ ἄλλου καὶ ἄλλου· οἷον τὸ λο- γικὸν καὶ διαιρετικὴ διαφορὰ καὶ συστατική, ἀλλ’ οὐ τοῦ αὐτοῦ· διαιρετικὴ μὲν γὰρ τοῦ ζῴου, συστατικὴ δὲ τοῦ ἀνθρώπου. πάλιν ἐὰν τὸ αὐτὸ πρᾶγμα ἔχῃ πλείονας διαφοράς, ἄλλαι καὶ ἄλλαι εἰσὶ καὶ οὐχὶ | αἱ αὐ- [*](85r) ταί· τὸ γὰρ ζῷον ἔχει διαφορὰς πλείονας, τὸ αἰσθητικὸν τὸ ἔμψυχον τὸ λογικὸν καὶ τὸ θνητόν, ἀλλὰ τὸ μὲν αἰσθητικὸν καὶ ἔμψυχον συστατικαὶ αὐτοῦ εἰσι διαφοραί, τὸ δὲ λογικὸν καὶ θνητὸν διαιρετικαί. δεῖ οὖν συντόμως εἰπεῖν ὅτι εἰ εὑρεθῇ ποτε ἡ αὐτὴ διαφορὰ καὶ διαιρετικὴ καὶ συστατική, οὐ τοῦ αὐτοῦ πράγματος εὑρεθήσεται, ἀλλ’ ἄλλου μὲν διαιρετική, ἄλλου δὲ συστατική. εἰ δὲ τοῦ αὐτοῦ, οὐχ ἡ αὐτή, ἀλλ’ ἄλλη καὶ ἄλλη. ἄλλη διάκρισις τῶν αὐτῶν τούτων· οὐ δύνανται αἱ αὐταὶ καὶ συστατικαὶ καὶ διαιρετικαὶ εἶναι· εἰ γὰρ αἱ αὐταί, ἔδει ὅπου εἰσὶν αἱ ἕτεραι καὶ τὰς λοιπὰς εἶναι. ἀλλὰ μὴν οὐ πάντως ὅπου διαιρετικαί, καὶ συστατικαί· ἐπὶ γὰρ τῶν γενικωτάτων διαιρετικαὶ μέν εἰσι, συστατικαὶ δὲ οὔκ εἰσι. πάλιν ὅπου συστατικαί, οὐ πάντως διαιρετικαί · ἐπὶ γὰρ τῶν εἰδικωτάτων συστατικαὶ μέν εἰσι, διαιρετικαὶ δὲ οὔκ εἰσι. πρόσθες δὲ σὺ καὶ τοῦτο, ὅτι πᾶσα διαφορὰ καθ’ ἑαυτὴν λαμβανομένη συστατική ἐστι, κἂν συμπλακῇ ἑτέρᾳ τῇ μὴ ἀντικειμένῃ, ὡσαύτως μένει, οἷον τὸ λογικὸν καθ’ ἑαυτὸ λαμβανόμενον συστατικὴ διαφορά ἐστι, κἂν προσλάβῃ τὸ μὴ ἀντικείμενον, οἷον τὸ θνητόν, συστατικὴ πάλιν εὑρίσκεται, εἰ δὲ συμπλακείη τῇ ἀντικειμένῃ, τ.οῦτ’ ἔστι τῷ ἀλόγῳ, διαιρετικὴ γίνεται. πλὴν πᾶσαι καὶ αἱ διαιρετικαὶ καὶ συστατικαὶ εἰδοποιοὶ καλοῦνται, ἐπειδὴ κρεῖττον τὸ συνιστᾶν τοῦ δίαι. ῥεῖν, ὅσῳ κρεῖττον τὸ σώζειν τοῦ φθείρειν· ἀπὸ οὖν τοῦ τιμιωτέρου οὕτω καλείσθωσαν, ὡς τὸ

  • Τεῦκρε, φίλη κεφαλή. |
  • [*](1 τὸ ἧττον V 2 ταῖς om. V 3 διακρίνας] δὲ ἀκρίνας V 5 αἱ δὲ συστατικαί om. C 6 καὶ (ante ἀλλήλων) om. V αὗται καὶ οὔκ εἰσιν αἱ om. C αὶ (ante συστατικαὶ) om. V 9 διαιρετικὸν (pr. 1.) et συστατικόν (supeiscr. utrobique ἡ) V ἀλλ᾿ οὐ) ἀλλὰ C διαιρετικὸν (alt. 1.) V superscr. ἡ) 10 ante μὲν add. τῶν ἰδιαιτάτων διαφορῶν αἱ μέν εἰσι διαιρετικαί, αἱ δὲ συστατικαί· ἡ V δὲ om. V 11 ἔχῃ scripsi: ἔχει V: ambiguum compend. C αἱ om. V 14 αὐτοῦ om. V διαιρετὸν V 14. 15 συνδόμως V 15 εὑρηθῆ V καὶ διαιρετικὴ iter. C 17 pr. δὲ om. C οὐχ ἡ αὐτὴ scripsi: οὐχὶ αὐτὴ C: οὐχὶ αὐταὶ V 18 ἄλλη (ante διάκρισις)] ἡ V τῶν αὐτῶν τούτων] τούτου C 19 εἰσὶν] ἦσαν (sed in ras. m.2) C 22 ἰδικωτάτων C 23 καὶ σὺ colloc. V 26 συστατικὴ—προσλάβῃ om. C μὴ om. V 27 συστατικὸν V συμπλακείη] συμπλακίη C: συμπλακῆ V 28 ἀλόγω] λόγω V αἱ om. V 29 ante εἰδοποιοὶ add. καὶ V τοῦ] τὸ V 30 τὸ ζωσ σώζειν V 32 Τεῦκρε . . .] Hom. Θ 281)
    82

    <Πρᾶξις λ'>.

    [*](85v)

    p. 10,22 Διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους.

    Ἐπειδὴ ἔγνωμεν τὰ σημαινόμενα τῶν διαφορῶν, τὴν κοινῶς καὶ ἰδίως καὶ ἰὸιαίτατα, καὶ ἑκάστης τὰ διττὰ σημαινόμενα, ἔλθωμεν καὶ ἐπὶ τὸ λεῖπον, φημὶ ἐπὶ τὴν ὑπογραφὴν τῆς ἰδιαίτατα, κἄν τε συστατικὴ ᾗ κἄν τε διαιρετική. καὶ ὑπογράφει διχῶς ἑκάστην, ἀλλὰ νῦν μὲν τὴν συστατικὴν ὑπογράφει, ἐν δὲ τῇ ἑξῆς θεωρίᾳ τὴν διαιρετικήν. ἔχει δὲ ἡ ὑπογραφὴ τὸν τρόπον τοῦτον· διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους· ἰδοὺ γὰρ ὁ ἄνθρωπος εἶδος ὢν τῷ λογικῷ διαφορᾷ ὄντι περιττεύει τοῦ ζῴου, ὅπερ ἦν αὐτοῦ γένος· τὸ γὰρ ζῷον οὔτε λογικὸν οὔτε ἄλογον, ἵνα εὐλύτως ἀμφότερα ᾖ. καὶ μὴ νομίσῃ τις ὅτι, ἐπειδὴ εἴπομεν ὅτι περιττεύει τὸ εἶδος τοῦ γένους, ἐπὶ πλέον τὸ εἶδος· τοὐναντίον γὰρ ἐπ’ ἔλαττον· τὰ γὰρ πράγματα ὅσῳ πλουτεῖ προσδιορισμοῖς, πένεται κτὰ τὸ σημαινόμενον· ὁ γὰρ ζῷον εἰρηκὼς μόνον πλείονα περιλαμβάνει, φημὶ ἄγγελον καὶ ἄνθρωπον καὶ ἵππον καὶ τὰ λοιπὰ ζῷα· εἰ δὲ προσθείη τῷ ζῴῳ τὸ λογικόν, ἐχώρισεν αὐτὸ ἐκ τῶν ἀλόγων, εἰ δὲ θνητόν, ἐχώρισεν ἐκ τῶν ἀθανάτων. οὕτω γοῦν ὅσῳ πλείονες διαφοραὶ προστίθενται, ἐπὶ πλέον ἀτομοῦνται τὰ πράγματα. ἀλλὰ οὗτος ὁ λόγος δείκνυσι τὰς διαφορὰς ἐν τοῖς εἴδεσιν εἶναι, οὐ μὴν ἐν τοῖς γένεσιν· περιττεύει γὰρ ἀεὶ τὸ ἔχον τοῦ μὴ ἔχοντος, οὐ τὸ ἔχον τοῦ ἔχοντος, πολλῷ μᾶλλον δὲ οὐ περιττεύει τὸ μὴ ἔχον τοῦ ἔχοντος. πῶς οὖν ὑπῆρξαν αἱ διαφοραὶ μὴ πρότερον ἐν τοῖς γένεσιν ὑπάρξασαι; δοκεῖ γὰρ ἄτοπον εἶναι. καὶ ἵνα μὴ συνθλιβόμενοι ὑπὸ τῆς ἀπορίας ἀναγκασθῶμεν εἰπεῖν ὅτι ἐν τοῖς γένεσίν εἰσιν αἱ [*](86r) διαφοραί, ἀπορεῖ πρὸς ἑκάτερον, καὶ πρὸς τὸ εἶναι αὐτὰς ἐν τοῖς γένεσι καὶ πρὸς τὸ μὴ εἶναι· ὧν γὰρ ἀνάγκη θάτερον ὑπάρχειν, τούτων ἑκάτερον· ἀδύνατον ἀποδείκνυσι· καὶ τὸ εἶναι γὰρ ἄτοπον καὶ τὸ μὴ εἶναι ἄτοπον. Ἀλλ’ ἵνα γνῶμεν τὴν ἀπορίαν, δύο λήμματα προσλάβωμεν, ἃ καί ἀξιώματα λέγονται, ὡς οἴκοθεν ἀξιοῦντα πιστεύεσθαι καὶ μὴ δεόμενα ἐπεισάκτου μαρτυρίας· οὕτω γὰρ καὶ ἀξιολόγους καὶ ἀξιοπίστους φαμὲν τούς ἐξ [*](1 πρᾶξις λ΄ insenii 2 τοῦ γένος V 3 an τῆς· διαφορᾶς? 4 ὑπὸ ἐπὶ V 5 ἐπὶ om. C ἡ om. C 6 ὑπογράφῃ C1 7 τῇ ἑξῆς] τῆ ἔξω C: τὸ ἑξῆς V 8 τοῦτο C1 περιτεύει C (in uorg. add. m.2 ὅρος διαφορᾶς) ἄνθρωπος ὢν] ὂν (sed o m.2) C αὐτῷ V εὐλύτως] εὔλυτ (rasura supra τ) C: ἀλύτως V νομίζει νομίσῃ V ὅτι om. C 12 περιτεύει C τοῦ εἴδους C 12. 13 γὰρ ἐπ’ ἔλαττον] ἐφέλατον (sic) C 14 ὁ] τὸ V ζῶον] ὃν C εὑρηκὼς γ’ 15 ἄγγελον καὶ C: Με V: scribas θεὸν καὶ (cf. p. 63,28. 66,2), nisi malis eicere προσθείη] προσθή (superscr. m.2 ει) C: προσθήσει V 17 ante ἐπὶ ras. X litt. C 18 ἀτομοῦνται] ἀτομῶνται V 20 δὲ μᾶλλον colloc. V 21 an διαφοραὶ <ἐν τοῖς εἴδεσι>? 22 ὑπάρξασθαι V 23 ἀπειρίας V 25 εἰπάρχειν V1 (ὑ superscr.) 27 προσ- λάβομεν C; προλάβωμεν? (cf. p. 83,27) 28 ἀξιοῦνται V 28.29 ἐπισάκτου C 29 καὶ (prius) om. V ἀξιολόγου καὶ ἀξιοπίστου C)

    83
    ἑαυτῶν πιστευομένους καὶ οὐκ ἐξ ἄλλων. καὶ πρῶτον μὲν λῆμμα τοῦτο· οὐ δύναται τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις ποτὲ τριῶν προσδιορισμῶν φυλαττομένων, ἐν τῷ αὐτῷ ὑποκειμένῳ, ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου, ἐν τῷ αὐτῷ χρόνῳ· Σωκράτη μὲν γὰρ ὑγιαίνειν, Πλάτωνα δὲ νοσεῖν δυνατόν· ἄλλο γὰρ καὶ ἄλλο ὑποκείμενον. πάλιν καὶ τοῦ αὐτοῦ ὄντος ὑπο- κειμένου, οἷον Σωκράτους, ἐνδέχεται τὰ περὶ πόδα νοσεῖν τὰ δὲ περὶ κεφαλὴν ὑγιαίνειν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου. ἀλλὰ καὶ τὸ αὐτὸ μέρος τοῦ ὑποκειμένου δυνατὸν νοσεῖν καὶ ὑγιαίνειν, οἷον τὸν ὀφθαλμὸν σήμερον νοσεῖν, αὔριον δὲ ὑγιαίνειν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ χρόνῳ. τῶν οὖν τριῶν τούτων προσδιορισμῶν φυλαττομένων ἀδύνατον τὰ ἐναντία συν- υπάρξαι ἀλλήλοις. οὗτος πρῶτος προσδιορισμός. δεύτερος προσδιορισμός· οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ποιεῖ ἡ φύσις καὶ ἡ ταύτην μιμουμένη τέχνη, | ἀλλὰ τὸν τρόπον τῆς γενέσεως ταύτης θεῷ μόνῳ παραχωροῦσιν·[*](86v) ἥ τε γὰρ φύσις ἄνθρωπον δημιουργοῦσα ἐκ σπέρματος αὐτὸν δημιουργεῖ, ὃ δυνάμει ἄνθρωπός ἐστι, καὶ ἡ τεκτονικὴ θρόνον δημιουργοῦσα ἐκ ξύλου αὐτὸν δημιουργεῖ, ὃ δυνάμει θρόνος ἦν. τούτων οὕτως ἐχόντων πρόεισιν ἡ ἀπορία οὕτως λέγουσα· εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν ἢ οὔκ εἰσι, καὶ εἰ μέν εἰσιν, ἄτοπος ὁ λόγος διὰ τὸ πρῶτον λῆμμα· τὰ γὰρ ἐναντία συνυπάρξαι ἀλλήλοις, τὸ λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον, μήτε εἰς μέρη διειργομένου τοῦ ὑποκειμένου (ἀμερῆ γὰρ τὰ καθόλου), μήτε εἰς χρόνον· ἀίδια γὰρ τὰ καθόλου. εἰ δὲ μή εἰσιν ἐν τοῖς γένεσιν αἱ διαφοραί, καὶ οὕτως ἄτοπος ὁ λόγος διὰ τὸ δεύτερον λῆμμα· ἐπειδὴ γὰρ οὐδέν ἐστι παρὰ τὰ γένη καὶ τὰ εἴδη, εὑρεθήσονται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος προελθοῦσαι αἱ διαφοραὶ ἐν τοῖς εἴδεσιν, ὅπερ ἀπηγόρευται διὰ τὸ δεύτερον λῆμμα. αὕτη ἡ ἀπορία. ἐφ’ οἷς εἴπωμεν καὶ τὴν λύσιν. ἀλλ’ ἵνα καὶ τὴν λύσιν νοήσωμεν, δύο καὶ ταύτης λήμματα προλάβωμεν· πρῶτον μὲν τοῦτο, ὅτι δυνατὸν τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου ἐν τῷ αὐτῷ χρόνῳ, δυνάμει μέντοι καὶ οὐκ ἐνεργείᾳ. οὕτω γοῦν τὸ ἔλαιον καὶ θερμὸν καὶ ψυχρὸν λέγομεν εἶναι· καστορίου γὰρ προσβληθέντος γίνεται θερμόν, ῥόδου δὲ ψυχρόν. δεύτερον λῆμμα· ἔστιν, φησίν, | τὶ μέσον τοῦ [*](87r) [*](1 ἑαυτῶν] αὐτῆς C ἄλλου V 2 post δύναται add. γὰρ V προορισμῶν C1 4 σωκράτην V 5 καὶ (post πάλιν)] γὰρ V τὸ αὑτὸ τοῦ αὐτοῦ V 6 τὰ (post ἐπιδέχεται) om. V an πόδας? 6. 8 ωνσεῖν C 7 ἀλλ᾿ — ὑγιαίνειν (8) om. V 8 δυνατὸν scripsi: δύναται C 9 σήμερον νοσεῖν in mrg. suppl. (in contextu δύναται ante ras. VI litt.) C 10 φυλαττουμένων (sic) V 11 scribas τοῦτο πρῶτον λῆμμα. δεύτερον λῆμμα προσδιορισμός (alterum) om. V 12 ταύτην scripsi: ταὐτὸν C: ταύτης V 12. 13 μημουμένη C 13 τὸν τρόπον] τῶν πρώτων V 14 ἥ] εἰ C διμιουργοῦσα V1 αὐτὸν scripsi: αὐτὸ CV 16 ὃ] οὐ C τρόνος V 17. 22 αἱ om. V 20 διειργουμένου V τὰ om. C 22 οὕτως CV1: οὗτος V2 23 ἐπειδὴ—λῆμμα (25) om. V εἴπομεν C1 26 νοήσομεν C 27 προσλάβωμεν C ἀδύνατον V 28 ante ὑποκειμένου add. αὐτοῦ C 29 οὐκ om. C 30 εἶναι] οὖν V 31 ῥούδου C)
    84
    τε μηδαμῇ μηδαμῶς ὄντος, τοῦτ’ ἔστιν τοὐ μηδὲ δυνάμει μηδὲ ἐνεργεία ὄντος, ὡς τὸ εἰπεῖν τὸν λίθον γραμματικόν (τοῦτο γὰρ ἀδύνατον), τοῦ τε ἐνεργείᾳ ὄντος, τοῦτ’ ἔστι τοῦ ἐξηγουμένου γραμματικοῦ, τὸ δυνάμει μὲν ὄν, ἐνεργεία δὲ οὐδαμῶς, ὡς τὸ παιδίον τὸ ἄρτι φοιτῆσαν εἰς γραμματικόν, ὅπερ δυνάμει μέν ἐστιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν· ἀτελὲς γάρ ἐστι. τούτων οὕτως ἐχόντων πρόεισι καὶ ἡ λύσις οὕτως· καί εἰσιν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν καὶ οὔκ εἰσι, καὶ διότι μέν εἰσιν, ἔφυγον ἓν ἄτοπον τοῦ δευτέρου τῆς ἀπορίας λήμματος· οὐκ ἔστι γὰρ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὑπάρξαν ἐν τοῖς εἴδεσιν, * * ἀλλὰ δυνάμει οὖσαι ἐν τοῖς γένεσιν· διότι δὲ οὖσαι ἐν τοῖς γένεσι δυνάμει εἰσὶν καὶ οὐκ ἐνεργείᾳ, ἔφυγον τὸ ἄλλο ἄτοπον τοῦ πρώτου λήμματος· οὐκ ἔστι γὰρ τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις· τότε γὰρ τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις, ὅτε ἐνεργείᾳ εἰσίν, ἐπεὶ δυνάμει ὄντων αὐτῶν δυνατὸν συνυπάρχειν. καὶ ὅρα πῶς τὸ κατ’ ἄμφω ἄβατον ἡμῖν γενόμενον διὰ τὴν ἀπορίαν κατ’ ἄμφω πορεύσιμον γέγονε διὰ τὴν λύσιν· καὶ εἶναι γὰρ ἐν τοῖς γένεσι τὰς διαφορὰς λέγειν οὐκ ἄτοπον καὶ μὴ εἶναι, ἀλλ’ εἶναι μὲν δυνάμει μὴ εἶναι δὲ ἐνεργεία.

    <Πρᾶξις λα'>.

    p. 10,22 Διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους.

    Ἀπορήσαντος τοῦ Πορφυρίου πρὸς ἀμφότερα, καὶ πρὸς τὸ εἶναι τὰς διαφορὰς ἐν τοῖς γένεσι καὶ πρὸς τὸ μὴ εἶναι, καὶ δείξαντος πῶς μέν εἰσιν ἐν τοῖς γένεσι πῶς δὲ οὔκ εἰσιν, ὅτι δυνάμει μέν εἰσιν ἐνεργείᾳ δὲ οὔκ εἰσιν, οἱ Πλατωνικοὶ τούτων μὴ ἀνεχόμενοι τέσσαρά | τινα ἐγκλήματα [*](87r) μαία προσάγουσι τῇ τοιαύτῃ λύσει. πρῶτον μὲν ἔγκλημα τοῦτο· εἰ δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν, ἐνεργεία δὲ ἐν τοῖς εἴδεσιν, ἐπειδὴ πᾶν ἐνεργείᾳ κρεῖττον τοῦ δυνάμει ὡς τέλειον ἀτελοῦς, εὑρεθήσονται τὰ γένη χείρονα τῶν εἰδῶν, ὡς δυνάμει ἔχοντα τὰς διαφορὰς τῶν εἰδῶν ἐνεργείᾳ ἐχόντων, καὶ τὰ καθολικώτερα τῶν μερικωτέρων χείρονα. δεύτερον ἔγκλημα, ὅτι καὶ τὸ παράδοξον, τὰ γὰρ εἰδικώτατα χείρω πάντων τιμιώτερα τῶν [*](1 μηδὲ—μηδὲ] μηδὲ—μήτε (sed τ in ras. m.2) C: μὴ—μηδὲ V 3 post ὄντος ras. XI litt. C 3. 4 δυνάμει μὲν ὄν] δυνάμενον C 6 οὕτως om. C 7 καὶ (ante οὐκ) suppl. C2 ἕνα τόπον C1 9 ὑπάρξαν om. V post εἴδεσιν lacunam signavi διότι — γένεσι (10) om. C 11 προτοῦ V 12 τὰ ἐν συνυπάρξαι] οὐ συνυπάρχει τὰ ἐναντία V ὅταν C ἐπεὶ] ἐπὶ V 13 xuiv αὐτῶν C κατ’ om. V ἄβατον —κατ’ ἄμφω (14) suppl. in mrg. C 15 τἀς διαφορὰς ἐν τοῖς γένεσι colloc. V 16 ἀλλ᾿—ἐνεργείᾳ om. V 17 πρᾶξις Λά inserui 18 περιτεύει C 19 ἀπορῆσαν (sic) C: ἀπορίσαντος V 20 τὸ (ante μὴ) om. γ’ 21 εἰσιν (ante ἐν) om. C μὲν om. C 22 πλατονικοὶ C τέσσαρα om. V 23 τῆ in ras. C 24 τοῖς (ante γένεσιν) om. Ψ 25 κρείττω C 26 εἰδῶν om. V 27 καθολικότερα et μερικωτέρων C ante δεύτερον add. τοῦτο πρῶτον V 28 καὶ om. C post παράδοξον nescio an lacunam statuas scribas πάντων 〈ὄντα〉)

    85
    γενικωτάτων εὑρεθήσεται, ἐπειδὴ τὰ εἰδικώτατα πάσας ἐνεργείᾳ ἔχουσι τὰς διαφοράς, τὰ δὲ γενικώτατα πάσας δυνάμει. τρίτον ἔγκλημα τὸ λέγον οὕτως· ἐπειδὴ πᾶν δυνάμει ἀγόμενον εἰς τὸ ἐνεργεία ὑπὸ ἄλλου τοιούτου ἐνεργεία ὄντος ἄγεται ὥσπερ τὸ παιδίον δυνάμει ὂν γραμματικὸν ἄγεται εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ τοιούτου ὄντος, τοῦτ’ ἔστι τοὐ τελείου γραμματικοῦ, καὶ ὥσπερ τὸ σπέρμα δυνάμει ὂν ἄνθρωπος ἄγεται εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος ἀνθρώπου τοῦτ’ ἔστι τῆς μητρός) πῶς ἐπὶ τοῦ γένους τοῦτο εὐοδοῦται; ἐὰν γὰρ δυνάμει αἱ διαφοραὶ ἐν τοῖς γένεσιν ἐν δὲ τοῖς εἴδεσιν ἐνεργείᾳ, ὑπὸ ποίου ἐνεργείᾳ ὄντος τὸ δυνάμει ἐν τῷ γένει ἦλθεν 〈εἰς τὸ〉 ἐνεργείᾳ ἐν τῷ εἴδει; τέταρτον ἔγκλημα, ἐν ᾧ φασιν ὅτι καὶ μάταιον ὑμῶν τὸ δέος, ὦ Ἀριστοτελικοί· δεδίατε γὰρ ἐνεργείᾳ εἰπεῖν τὰς διαφορὰς ἐν τοῖς γένεσιν, ἵνα μὴ δῆθεν τὰ ἐναντία συνυπάρξῃ ἑαυτοῖς | ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκει- [*](88r) μένου ἐν τῷ αὐτῷ χρόνῳ, ἀγνοοῦντες ὅτι τὰ ἐναντία περὶ τὸν αὐτὸν τόπον μάχονται, ὥς φησι Πλωτῖνος, τὰ ἐναντία περὶ τὸν τόπον] καὶ μεταβάλλειν θέλουσιν εἰς ἑαυτά, ὡς τὸ θερμὸν εἰς τὸ ψυχρὸν καὶ τὸ λευκὸν εἰς τὸ μέλαν, καὶ φθαρτικὰ δὲ θέλουσιν εἶναι ἑαυτῶν· τὸ δὲ λογικὸν καὶ ἄλογον οὔκ εἰσιν ἐναντία· οὐδὲ γὰρ μάχονται περὶ τὸν αὐτὸν τόπον οὐδὲ μετα- βάλλουσιν. εἰς ἑαυτά ποτε οὔτε φθαρτικὸν τὸ λογικὸν τοῦ ἀλόγου· τοὐναντίον γὰρ καὶ διασωστικὰ τὰ λογικὰ τῶν ἀλόγων, καὶ παρακτικὰ τὰ ἀθάνατα τῶν θνητῶν. ἢ καὶ ἄλλως· ὅτι οὐδὲν ἄτοπον τὰ ἐναντία ἅμα συστῆναι ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου ἐν τῷ αὐτῷ χρόνῳ, ἐπὶ ἀσωμάτων μέντοι, οἷα τὰ γένη καὶ τὰ καθόλου, οὐ μὴν ἐπὶ σωμάτων· οὕτω γοῦν ἡ ὄψις ἀσώματος οὖσα μιᾷ προσβολῇ κρίνει τὸ λευκὸν τὸ ἐν τῷ χάρτῃ καὶ τὸ μέλαν τὸ ἐν τοῖς γράμμασι, καὶ ἡ ψυχὴ ἀσώματος· οὖσα ἅμα κρίνει τὸ ἀγαθὸν καὶ τὸ κακόν μία γὰρ τῶν ἀντικειμένων ἐπιστήμη, τοῦτ’ ἔστιν ὁ εἰδὼς τὸ ἀγαθὸν καὶ τὸ κακὸν οἶδε), καὶ ἡ φύσις ἀσώματος οὖσα ἅμα δημιουργεῖ τὸ λευκὸν τὸ ἐν τῷ ὀφθαλμῷ, οἷον τὸν ἐπιπεφυκότα, καὶ τὸ μέλαν, οἷον τὸ κερατοειδές. καὶ οἱ φιλόσοφοι δὲ τὴν φαντασίαν ἀσώματον κατασκευάζουσιν ἐκ τοῦ δέχεσθαι αὐτὴν δευ- τέρους τύπους καὶ τρίτους καὶ πλείονας τῶν πρώτων μὴ ἐξαφανισθέντων, [*](1 εὑρεθήσονται V 2 ante τρίτον add. τοῦτο δεύτερον ἔγκλημα V ἔγκλημα τὸ λέγον om. V 3 τὸ om. V (cf. V 5) 4 γραμματικὸν om. V 5 ὑπὸ τοῦ ἐνεργείᾳ om. V τοιούτου in mrg. suppl. C 6 ἄνθρωπος om. V 6. 7 εἰς τὸ ἐνεργείᾳ om. 8 ante εὐοδ. add. εὐοδεύεται (sic) del. V γὰρ om. V 9 τὸ] τοῦ C 10 εἰς τὸ inserui ante τέταρτον add. καὶ οὕτως μὲν τὸ τρίτον V 11 φασιν] φα C: φησιν V ἡμῶν V δέος ὦ] δεῦσαν V ἀριστοτελικόν V δεδίατε] δέδεια V 14 ἀγνωοῦντες C 15 Πλωτῖνος] cf. Enn. 111, 2,16 p. 268 τὰ ἐνανττία — τόπον delevi φθαρτικὰ δὲ] φθαρτικὸν V 18 εἰσιν] ἔστι V 19 οὔτε] an οὐδὲ? 20 διασα διασωστικὰ V 25 alt. τὸ] τῶ C 26 οὖσα om. V 28 τὸ ἐν τῶ] τῶ ἐν τῶ C: ἐν τὸ ἐν τῶ (sic) V 29 ἐπιφυκότα V scribas ἐπιπεφυκότα <χιτῶνα> τὸ κερατοειδές] ές in ras. C; an τὸν κερατοειδῆ 30 δὲ om. V δέχεσθαι] λέγεσθαι V 31 τρίτους] κρείττους C (cf. p. 88, 16 not.))
    86
    ὅπερ ἀσωματότητος ἴδιον. | ταῦτα μὲν τὰ ἐγκλήματα τῶν Πλατωνικῶν. [*](88r) ὅτι τὸ δυνάμει διττόν, ἢ κατ’ ἐπιτηδειότητα, ὡς ἐπὶ τοῦ βρέφους τοῦ μακρὰ κῶλα ἔχοντος καὶ λεγομένου δυνάμει πύκτου, ἢ κατ’ ἐνέργειαν μὴ προῦσαν, ὡς ἐπὶ τοῦ καθεύδοντος γραμματικοῦ, καὶ τὸ ἐνεργείᾳ διττόν, ἢ καθ’ ἕξιν, ὡς ἐπὶ τοῦ τελείου μὲν κατὰ τὴν γραμματικήν, μὴ ἐνεργοῦντος δὲ κατ’ αὐτήν, ἢ κτὰ προχείρισιν, ὡς ἐπὶ τοῦ ἐξηγουμένου γραμματικοῦ. τὸ μὲν οὗν ἓν σημαινόμενον τοῦ δυνάμει τὸ κατ’ ἐπιτηδειότητα τῷ ἑνὶ σημαινομένῶ τοῦ ἐνεργείᾳ τῷ κατὰ προχείρισιν οὐδέποτε συντρέχει, ἀλλὰ καὶ ἐναντία ἀλλήλοις εἰσί· πῶς γὰρ τὸ δυνάμει ἀτελὲς ὂν τῷ τελείῳ ἐνεργείᾳ ταὐτόν ποτε γενήσεται; τὸ δὲ ἄλλο σημαινόμενον τοῦ δυνάμει, φημὶ τὸ κατ’ ἐνέργειαν μὴ παροῦσαν, τῷ ἑτέρῳ σημαινομένῳ τοῦ ἐνεργείᾳ, τοῦτ’ ἔστι τῷ καθ’ ἕξιν, συντρέχει καὶ δοκεῖ μὴ ἐναντίον εἶναι. ὅταν οὗν λέ- γωσιν οἱ Πλατωνικοὶ τὰς διαφορὰς ἐνεργείᾳ ἐν τοῖς γένεσιν εἶναι, οὐ κατὰ προχείρισιν αὐτὰς λέγουσιν εἶναι ἀλλὰ καθ’ ἕξιν, πάλιν οἱ Ἀριστοτελικοὶ δυνάμει λέγοντες εἶναι τὰς διαφορὰς ἐν τοῖς γένεσιν οὐ κατ’ ἐπιτηδειότητα αὐτὰς εἶναι λέγουσιν ἀλλὰ κατ’ ἐνέργειαν μὴ παροῦσαν, ὃ δύναται καὶ δυ- νάμει λέγεσθαι καὶ ἐνεργείᾳ, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενον· ἐνεργείᾳ γὰρ λέγεται ὡς πρὸς τὸ ἀτελὲς τὸ πρῶτον τὸ κατ’ ἐπιτηδειότατα, δυνάμει δὲ ὡς 〈πρὸς〉 τὸ κατὰ προχείρισιν. τούτων οὖν οὕτως ἐχόντων καὶ 89r διττοῦ ὄντος τοῦ δυνάμει καὶ διττοῦ τοῦ ἐνεργείᾳ οὐ διαφωνεῖ Πλάτων Ἀριστοτέλει, ἀλλ’ ἀμφοτέροις τὰ αὐτὰ δοκεῖ.

    <Πρᾶξις λβ'>.

    p. 11,7 Διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον.

    Ἔτι διὰ τούτων τὰς συστατικὰς διαφορὰς ὑπογράφει ὁ Πορφύριος, πλὴν οὐ τὰς αὐτὰς ἀλλ’ ἑτέρας· διττὸν γὰρ τὸ εἶδος τῆς διαφορᾶς, ἢ καθολικώτερον τοῦ εἴδους ἢ ἐξισάζον τῷ εἴδει. καὶ ἀνωτέρω μὲν πᾶσαν συστατικὴν διαφορὰν ὑπέγραφεν, καὶ τὴν καθολικωτέραν τοῦ εἴδους καὶ τὴν μερικωτέραν μὲν ἐκείνης ἐξισάζουσαν δὲ τῷ εἴδει· τὸ μὲν γὰρ λογικὸν καθοἀσωμάτητος] [*](1 ἀσώματος τοῦτο V 3 ἐπιτηδιότητα C 4. 12 παροῦσα V 5 ὡς ἐπὶ scripsi: ὥσπερ C: καὶ ἐπὶ V 6. 7 καθ’ αὐτὴν V 7 προχείρισιν scripsi: προχείρησιν CV (cf. v. 9) 8 ἐπιτηδιότητα C1 9 τῶ (ante κατὰ)] τοῦ V προχείρησιν V 10 εἰσὶν ἀλλήλοις colloc. V 11 σημενόμενον C1 τοῦ] τὸ V τῶ] τὸ V 13. λἐγουσιν C 14 ev otn. C 15 προχείρησιν V λέγουσιν αὐτὰς colloc. V 16 λέγουσιν τἀς διαφ. εἶναί V ἐπιτηδιότητα C 17 ὃ] τοῦτο δὲ in ras. C 18 λαμβανόμενον] παραβαλλόμενον V 19 γὰρ] δέ V ἐντελὲς V 20 πρὸς inserui 22 ἀριστοτέλης C1 ἀφοτέροις C 24 πλεόνων C 25 εἴδει om. V ὁποῖον V 26 ἔτι] ὅτι V διὰ] δὲ C τοῦτο V 27 τῆς om. V 30 ἐκείνου C ἐξισαζούσης V γὰρ om. V 30. 87,1 καθολικωτέρα διαφορὰ V)

    87
    λικώτερον τοῦ ἀνθρώπου, εἴδους ὄντος, ὡς ὑπάρχον οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ θεῷ καὶ ἀγγέλῳ, ἀλλὰ καὶ τὸ θνητὸν ὁμοίως καθολικώτερον ὡς καὶ ἄλλοις ὑπάρχον, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐξισάζουσα διαφορὰ τῷ ἀνθρώπῳ· οὐδὲ γὰρ ὑπάρχει ἑτέρῳ. ἡ οὖν πρώτη ὑπογραφὴ τὰς δύο περιέλαβε περιττεύει γὰρ ὁ ἄνθρωπος εἶδος ὢν τοῦ ζῴου τοῦ οἰκείου γένους καὶ τῷ λογικῷ καὶ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ), ἐν δὲ τῇ παρούσῃ θεωρίᾳ τὴν καθολικωτέραν μόνον ὑπογράφει συστατικὴν διαφοράν. [*](89v) ἔστι δὲ οὕτως· διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον. καὶ ὥσπερ τριῶν οὐσῶν ἀποδόσεων τοῦ εἴδους αἱ μὲν δύο παντὶ εἴδει ὑπῆρχον, ἡ δὲ μία τῷ εἰδικωτάτῳ μόνῳ, οὕτω κἀνταῦθα δύο οὐσῶν ὑπογραφῶν τῶν συστατικῶν διαφορῶν ἡ μία ἡ πρώτη πάσῃ συστατικῇ διαφορᾷ ἁρμόζει, ἡ δὲ δευτέρα μόνῃ τῇ καθολικωτέρᾳ τοῦ εἴδους.

    Ἐφ᾿ οἷς σαφηνίσωμεν ἑκάστην λέξιν τῆς ὑπογραφῆς. διαφορά ἐστι τὸ κατὰ πλειόνων. εὐθέως τοῦτο ἀπορεῖται· εἰ γὰρ ἡ διαφορά, φασί, κατὰ πλειόνων, κοινωνία ἐστὶ καὶ οὐκέτι διαφορά, ὥσπερ τὸ ζῷον πολλοῖς ὑπάρχον κοινωνίαν αὐτῶν ποιεῖ, καὶ οὐ διαφοράν. πρὸς ὅ φαμεν ὅτι ὡς καθόλου φωνὴ κατὰ πλειόνων φέρεται, ἐπεὶ ὡς διαφορὰ οὐ κατὰ πλειόνων, ἀλλ’ ἑνὶ πράγματι ὑπάρχει. καὶ διαφερόντων τῷ εἴδει· τοῦτο ἤδη ἐσαφηνίσθη, ὅτε τῶν τριῶν ἀποδόσεων τοῦ εἴδους ἐμνημονεύσαμεν. ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον· ὅτι ἡ διαφορὰ ἐν τῳ ποῖον τι ἐστι καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται, δείκνυσι τοῦτο καὶ ἐκ τῆς λεκτικῆς συνηθείας οὕτως· ἃ ἐρωτώμενοι τίνα ἐστὶν ἀποκρινόμεθα, ἐν τῷ τί ἐστι κατηγοροῦνται, | ἃ δὲ ἐρωτώμενοι ποῖά ἐστιν ἀποκρινόμεθα, ἐν τῷ ποῖόν τί ἐστι [*](90r) κατηγοροῦντι· τί γάρ ἐστιν ἄνθρωπος ἐρωτώμενοι ζῷόν φαμεν, ὃ γένος ὂν ἐν τῷ τί ἐστι κατηγορεῖται. εἰ δὲ ἐρωτηθῶμεν ποῖόν τι ἄνθρωπος, λογικός φαμεν, τοῦτο δέ ἐστι διαφορά. ἡ διαφορὰ ἄρα ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. οὕτως μὲν ἐκ τῆς λεκτικῆς συνηθείας. ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων• τὰ γὰρ πράγματα ἢ καθόλου ἢ μερικά · τὰ μὲν οὖν μερικὰ ἐξ ὕλης καὶ εἴδους συνέστηκεν, ὡς ὁ ἀνδριὰς ἐξ ὕλης μὲν τοῦ χαλκοῦ εἴδους δὲ τοῦ σχήματος καὶ ὁ ἄνθρωπος ἐξ ὕλης μὲν τοῦ σπέρματος εἴδους δὲ τῆς ἀνθρωπείας μορφῆς, τὰ δὲ καθόλου ὡς ἀσώματα οὐκ ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ ἐκ τῶν ἀναλογούντων ὕλῃ καὶ εἴδει· ἀναλογεῖ δὲ τῇ μὲν ὕλῃ τὸ γένος ἑκάτερον γὰρ τὸ εἶναι δίδωσι μόνον τῷ πράγματι), [*](1 μόνῳ V 2 καὶ ἀγγέλῳ eicias ἀλλὰ om. V 3 ἄλλοις] ἄλλα C 5 τοῦ (ante οἰκείου) om. V 9 καὶ om. C 10 ante οὐσῶν additum ὄντων del. V ἀποδώσεων V 11 μόνον V 11. 12 τῶν οὐ συστατικῶν V 12 ἡ (post μία) om. C δὲ om. 15 εἰ in ras. C2 ἡ om. V 16 οὐκέτι] οὐκ ἐᾶι V 17 αὐτῶν scripsi: αὐτοῦ C: αὐτὸ V 20 ἐσαφηνίσθη] ἐσαφινήσθη C: ἐσαφήνισα V ἀποδώσεων V ἐμνημ.] p. 61,22 20. 21 ἐν τῷ ποῖον τί] τὸ ποῖον C 21 κατηγορούμενον—ποῖόν τί ἐστι om. V 22 δίκνυσι C καὶ om. V 23 τίνα — ἐρωτώμενοι (24) om. V 25 φαμεν] ἀποκρινόμεθα V ὃν om. V 26. 27 λογικός φαμεν] λογικὸν μὲν V 27 τί om. C 28 αὐτοῦ V 30 συνέστικεν C1 32 οὐκ superscr. C)

    88
    τῷ δὲ εἴδει ἡ διαφορά ἑκάτερον γὰρ τοιόνδε τι ποιεῖ)· ὥσπερ γὰρ ἡ ὕλη ἀσχημάτιστος οὖσα καὶ ἄμορφος προσερχομένου αὐτῇ τοῦ εἴδους μορφοῦται καὶ τοιόνδε τι σχῆμα γίνεται, οὕτως καὶ τὸ γένος τὸ ἀναλογοῦν τῇ ὕλῃ τῆς διαφορᾶς αὐτῷ προσελθούσης τῆς ἀναλογούσης τῷ εἴδει τοιόνδε τι γίνεται. εἰ οὖν τοιόνδε τι ποιεῖ ἡ διαφορά, ἡ διαφορὰ ἄρα ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. καὶ ταῦτα μὲν περὶ τῶν συστατικῶν.

    Ἐφ᾿ οἷς ἔλθωμεν ἐπὶ τὰς διαιρετικάς. | ὑπογράφει δὲ καὶ αὐτὰς [*](90v) διχῶς· διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος, οἷον τὸ λογικὸν διαφορὰ ὂν χωρίζει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου. δεῖ δὲ προσθεῖναι τὸ κατ’ οὐσίαν, ἐπειδὴ καὶ τὸ γελαστικὸν χωρίζον ἄνθρωπον ἀπὸ ἵππου διαφορὰ οὐκ ἔστιν, ἀλλ’ ἴδιον. καὶ ἡμεῖς μὲν τούτῳ ἐχρη- σάμεθα παραδείγματι, αὐτὸς δὲ ὁ Πορφύριος τῷ πεφυκέναι πλεῖν. διὸ καὶ ἀποροῦσιν ὅτι πῶς τὸ πεφυκέναι πλεῖν ἴδιον ἀνθρώπου; τί γὰρ καὶ σημαίνει τὸ πλεῖν ; εἰ μὲν γὰρ τὸ ἐπὶ πλοίου φέρεσθαι, τοῦτο καὶ ἀλόγοις καὶ ἀψύχοις ὑπάρχει. εἰ δὲ τὸ νήχεσθαι, καὶ αὐτὸ ἀλόγοις ὑπάρχει᾿. ἀλλ’ ἔστι, φησί, καὶ τρίτον σημαινόμενον τοῦ πεφυκέναι πλεῖν, τὸ εἰδέναι πλεῖν καὶ ναυτίλλεσθαι. ἀλλ’ εἰ καὶ τρίτον σημαινόμενον τοῦ πλεῖν ἐπινοηθῇ, οὐδὲν ἧττον ἄπορος ὁ λόγος· εἰ γὰρ τὸ πάσης τινοσοῦν τέχνης καὶ ἐπιστήμης δεκτικὸν οὐσία τοῦ ἀνθρώπου, καὶ τὸ τινὸς τέχνης καὶ ἐπιστήμης δεκτικὸν οὐσία τοῦ ἀνθρώπου, οὐκοῦν καὶ τὸ πεφυκέναι πλεῖν οὐσία τοῦ ἀνθρώπου. πρὸς ὅ φαμεν ὅτι τὸ πάσης ἐπιστήμης δεκτικὸν καὶ τινὸς ἐπιστήμης κατ’ οὐσίαν ὑπάρχει τῷ ἀνθρώπῳ, τὸ δὲ προσφυῶς ἔχειν πρὸς τόδε ἢ τόδε μᾶλλον οὐκ οὐσία τοῦ ἀνθρώπου ἀλλ’ ἴδιον· κράσει γάρ τινι ἕπεται ἡ τοιαύτη ἐπιτηδειότης, ἥτις κρᾶσις συμβέβηκε. κατὰ τούτου οὖν τοῦ σημαινομένου ἔλαβε τὸ πεφυκέναι | πλεῖν ὁ Πορφύριος. αὕτη [*](93r) μὲν πρώτη ὑπογραφή. δευτέρα δὲ ὑπογραφὴ ἡ λέγουσα ὅτι διαφορά ἐστιν ὅτῳ διαφέρει ἕκαστα. δεῖ δὲ προσθεῖναι κἀνταῦθα τὸ κατ’ οὐ- σίαν, ἐπειδὴ καὶ τῷ λευκῷ καὶ τῷ μέλανι διαφέρομεν, ἅπερ οὐ διαφοραὶ ἀλλὰ συμβεβηκότα. αὕτη μὲν οὗν ἡ ὑπογραφὴ καθολικωτέρα τῆς πρὸ αὐτῆς· ἐκείνη γὰρ τὰ ὑπὸ τὸ αὐτὸ γένος πέφυκε χωρίζειν, αὕτη δὲ καθολικῶς πάντα τὰ κατ’ οὐσίαν διαφέροντα.

    [*](3 τι] τὸ V τῶ ἀναλογοῦντι C 7 αὐτὰς καὶ colloc. V 8 χωρίζειν] χωρὶς V 9 ὃν] ὃ V 10 προσθῆναι C 11 τοῦ ἵππου V ἡμεῖς] ἡ V 12 τῶ C2: τὸ C1V 13 καὶ om. V 16 an φασί? τρίτον] κρεῖττον C (cf. p. 85,31) 16 τοῦ πεφυκέναι—σημαινόμενον (17) iter. V 17 ναυτίλεσθαι CV ἐπενοήθη C2 19 καὶ τὸ τινὸς—ἀνθρώπου (20) iter. V τὸ om. C alt. καὶ] ἢ C 21 τὸ om. C 25 τοῦ om. V πλεῖν] πλὴν V 27 προσθεῖναι Marc. 201 : προσθῆναι CV (cf. v. 10) 28 διαφορὰ V 29 οὖν om. C 29. 30 πρὸ αὐτῆς] πρώτης Marc. 201 (sed cf. p. 90,11) 31 τὰ (post πάντα) C2 om. C1V)
    89

    Πρᾶξις λγ΄.

    Περὶ ἰδίου.

    p. 12,13 Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς.

    Ἐπειδὴ αἱ ἀθρόαι μεταβολαὶ ἀεὶ σφαλεραί εἰσι καὶ οὐ μόνον ἐπὶ σωμάτων ἀλλὰ καὶ ἐν λόγοις καὶ ἐν πράγμασι, διὰ τοῦτο οὐκ ἀθρόον ἀπὸ τῶν πάντῃ οὐσιωδῶν, γένους φημὶ καὶ εἴδους καὶ διαφορᾶς, ἦλθεν ἐπὶ τὰ πάντῃ ἐπεισοδιώδη, φημὶ τὰ συμβεβηκότα, ἀλλὰ γεφύρᾳ τινὶ καὶ κλίμακι μέσῳ κέχρηται τῷ ἰδίῳ· τοῦτο γὰρ ὡς ἐν ἐπεισοδιώδεσιν οὐσιῶδες ὑπάρχει· ὁρισμὸν γὰρ μιμεῖται καὶ ὑπογραφὴν τῷ ἀντιστρέφειν, καὶ ἐπειδὴ ὁρισμὸν μιμεῖται, οὐσιῶδες, ἐπειδὴ δὲ ὑπογραφήν, ἐπεισοδιῶδες· ἡ γὰρ ὑπογραφὴ ἐκ συμβεβηκότων. ἀλλ’ ἐπειδὴ καὶ τὸ ἴδιον ὁμώνυμον (ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται), φέρε διαστελλώμεθα τὴν ὁμωνυμίαν καὶ εἴπωμεν περὶ ποίου ὁ σκοπὸς τοῖς φιλοσόφοις, καὶ τρίτον ὑπογραφέσθω [*](93v) τὸ σημαινόμενον ἐκεῖνο. ἔστι τοίνυν πρῶτον σημαινόμενον τοῦ ἰδίου τὸ μόνῳ μὲν ὑπάρχον οὐ παντὶ δέ, ὡς ἀνθρώπῳ τὸ ἰατρεύειν καὶ τὸ γεωμετρεὶν· τοῦτο γὰρ μόνῳ ἀνθρώπῳ ὑπάρχει καὶ οὐ παντὶ ἀνθρώπῳ· οὐδὲ γὰρ πᾶς ἄνθρωπος ἢ ἰατρὸς ἢ γεωμέτρης. δεύτερον σημαινόμενον τοῦ ἰδίου ἀντίστροφον τῷ πρώτῳ τὸ παντὶ μὲν ὑπάρχον οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· τὸ γὰρ δίπουν πᾶς ἔχει ἄνθρωπος, πλὴν οὐ μόνος· ὑπάρχει γὰρ καὶ πτηνοῖς. κἂν συμβῇ δὲ τὸν ἕνα πόδα ἀφαιρεθῆναι, ἀλλ’ οὗν δίπους λέγεται διὰ τὸ πεφυκέναι. τρίτον σημαινόμενον τοὐ ἰδίου τὸ μόνῳ καὶ παντὶ καὶ ποτέ, ὡς μόνῳ καὶ παντὶ ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· καὶ γὰρ εἰ καὶ τὰ ἄλλα ζῷα πολιοῦνται, ἀλλ’ οὐ διὰ τὴν ἡλικίαν ὡς ἄνθρωπος ἀλλ’ ἐκ κατασκευῆς, ὡς τὸ εἰρημένον τῷ ποιητῇ

  • καὶ κύνας ἀργούς.
  • τέταρτον σημαινόμενον τοῦ ἰδίου, ἐφ’ οὗ πάντα συντρέχει, τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, ὡς τὸ γελαστικόν· τοῦτο γὰρ καὶ μόνῳ ἀνθρώπῳ ὑπάρχει καὶ παντὶ καὶ ἀεί· κἄν τε γὰρ μὴ γελᾷ κἄν τε κλαίῃ, γελαστικὸς λέγεται οὐ τῷ ἤδη γελᾶν, ἀλλὰ τῷ πεφυκέναι· ὥσπερ γὰρ καὶ τὸ θνητὸν τὸ πεφυκὸς [*](1 πράξις λγ΄ V: om. C 4 ἐστι V μόνων V 5 διὰ τοῦτο] διατί V 7 ἐπεισοδιώδη] ἐπισωδιώδη C1: ἐπεισωδιώδη C2: ἐπουσιώδη V 8 ὡς om. V ἐπισωδιώδεσιν C1: ἐπεισωδιώδεσι C2: ἐπουσιώδεσιν V 9 καὶ ὑπογραφὴν—μιμεῖται (10) iter. V 10 ἐπισωδιῶδες C1: ἐπεισωδιῶδες C2: ἐπουσιῶδες V 12 θεωρείται] διαιρεῖται V διαστειλόμεθα V 13 ὑπογραφέσθαι V 15 μόνον V ὑπάρχει V τὸ (post καὶ) om. V 16 ἀνθp. μόνῳ colloc V ὑπάρχει — ἀνθρώπῳ om. C 17 ἢ (prius) om C 18 τὸ] τῷ V ὡς om. V 20 μόνοις V συμβαίη V 20. 21 ἀφερεθῆναι C 22 pr. τὸ] τῶ C post παντὶ (prius) add. ἀνθρώπω C ὡς μόνῳ καὶ παντὶ ἀνθρώπῳ om. C 23 πολιοῦται (alt. 1.) V 25 καὶ κύνας ἀργούς] Hom. A 50 27 alt. καὶ om. V 28. 29 οὐ τῶ om. V οὕτω in mrg. suppl.) 29. 90,1 ἤδη] εἴδει V 29 post πεφυκέναι add. λέγεται C καὶ om. V τὸ πεφοκὸς] an τῷ πεφυκέναι?)
    90
    λέγεται. οὐ τῷ ἤδη θνήσκειν, οὕτως καὶ γελαστικὸς τῷ πεφυκέναι λέγεται, οὐ τῷ ἤδη γελᾶν· καὶ ἡ ὕλη γὰρ καίτοι ἀεὶ εἰδοπεποιημένη οὖσα ὅμως ἂν· εἴδεος λέγεται ὡς πεφυκυῖα ἀποβαλεῖν | τόδε τὸ εἶδος καὶ δέχεσθαι. ἀλλ’ [*](94r) οὗν τοῦτο κυρίως ἴδιον καὶ περὶ τούτου οἱ φιλόσοφοι διαλέγονται· τὰ γὰρ ἄλλα οὐ κυρίως ἰήια, ἀλλὰ πρός τι καὶ ποιέ· πρός τι μὲν τὰ δύο τὰ πρῶτα, τὸ γεωμετρεῖν πρὸς τοὺς μὴ γεωμετροῦντας καὶ τὸ δίπουν πρὸς τὰ τετράποδα, τὸ δὲ τρίτον ποτὲ ἴδιον, τὸ δὲ τέταρτον κυρίως ἴδιον. διαφέρει δὲ τὸ πρῶτον σημαινόμενον τοῦ δευτέρου, ὅτι τούτου μᾶλλον ἴδιον τὸ πρῶτον, ἐπειδὴ τὰ ἴδια στενοχωρεῖσθαι θέλοντα τῷ μόνῳ χαρακτηρίζονται καὶ οὐ τῷ παντί. τὸ δὲ τρίτον ἔτι μᾶλλον ἴδιον καὶ κρεῖττον τῶν δύο τῶν πρὸ αὐτοῦ, ὅτι τὸ μὲν πρῶτον σημαινόμενον μόνῳ ὑπάρχει οὐ παντὶ δέ, τὸ δεύτερον παντὶ μὲν οὐ μόνῳ δέ, τοῦτο δὲ καὶ μόνῳ καὶ παντί. τὸ δὲ τέταρτον τῶν τριῶν κρεῖττον ὡς κυρίως ἴδιον, ὃ καὶ ὑπογράφει λέγων οὕτως· ἴδιόν ἐστι τὸ ἀντιστρέφον. οὐκ ἀρκεῖ δὲ τοῦτο (ἀντιστρέρέφει γὰρ καὶ ὁ ὁρισμὸς καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν), ἴδιόν ἐστι συμβεβηκὸς ἀντιστρέφον, ὡς δοκεῖ καὶ Ἀριστοτέλει ἐν τοῖς τοπικοῖς, ἀφ’ ὧν ἡ παροῦσα πραγματεία συνετέθη. ἐπειδὴ δὲ ἀντιστρέφον ἐδείχθη τὸ ἴδιον, ἀποροῦσί τινες ὅτι οὐ μόνον ἀντιστρέφει τὸ ἴδιον ἀλλὰ καὶ ὁ ὁρισμός, | ὡς εἴρηται, καὶ ἡ ὑπογραφὴ καὶ τὸ νοῦ καὶ ἐπιστήμης [*](94v) δεκτικὸν καὶ τὰ πρός τι. πρὸς ὅ φαμεν ὅτι ὁ ὁρισμὸς οὐσιώδης ἐστὶ καὶ ἀντιστρέφει, τὸ δὲ ἴδιον ἐπεισοδιῶδες, καὶ ἡ ὑπογραφὴ ἐκ πολλῶν συμβεβη- κότων, τοῦτο δὲ ἓν συμβεβηκός, καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐσιῶδες, τὰ δὲ πρός τι οὐδὲ ἀντιστρέφοντα, ἀλλὰ πρὸς ἀντιστρέφοντα λέγονται· τὰ γὰρ ἀντιστρέφοντα λέγονται ὅπερ τὸ ἕτερον, οἷον τὸ γελαστικὸν ἄνθρωπος καὶ ὁ ἄνθρωπος γελαστικόν, καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος καὶ ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικόν· τὰ δὲ πρός τι οὐ λέγονται ὅπερ τὸ ἕτερον• ὁ γὰρ πατὴρ οὐ λέγεται υἱὸς οὐδὲ ὁ υἱὸς πατήp. ταῦτα ἔχει ὁ πρᾶξις.

    [*](1 οὐ τῷ] οὕτω V2 οὕτως—γελᾶν (2) om. C τὸ πεφυκέναι V 2 οὐ τῷ] οὕτω V ἤδη] εἴδει V ἡ om. C ἀεὶ om. V έἰδοπεποιημέναι V ὅμως om. V 2. 3 ἀνειδέως C 3 πεφυκοία C ἀποβάλλειν V 3. 4 ἀλλ’ οὖν scripsi: ἀλλ’ οὐ C: ἄλλο V 4 διαλέγονται] λέγονται V 5 πρός τι καὶ ποτέ] καὶ πρός τι V 6 μὴ om. C 7 τὰ om. γ’ 8 τὸ (ante πp.) om. V τούτου scripsi: τοῦτο CV 9 τὸ ἴδιον C θέλοντος C 10 ἔτι om. V 11 τῶ μόνω C 13 τριῶν] τρίτων V 13. 14 ὑπογράφῃ C 14 δὲ om. V 16 ἐστι superscr. C2 ἐν τοῖς τοπικοῖς] Α 5 p. 102a18 sq. 19 ἡ om. V 20 ἐστὶ in ras. C2: εἰ V 21 ἐπουσιῶδες V 23 οὐδὲ scripsi: οὔτε CV 24 τὰ γάρ—λέγονται om. V 25 ἄνθρωπος καὶ ὁ ἄνθp. γελαστικὸν om. V 26 ἄνθρωπος καὶ—δεκτικὸν om. V 27 ὁ υἷος Marc: 201: υἱὸς CV)
    91

    Πρᾶξις κδ΄

    Περὶ συμβεβηκότος.

    p. 12,24 Συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ υποκειμένου φθορᾶς.

    Αἱ ὑπογραφαὶ τοῦ συμβεβηκότος τὴν τάξιν αὐτοῦ τὴν πρὸς τὰς ἄλλας φωνὰς ἡμῖν ἀποκηρύττουσιν· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπο- γίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον ποιητικῶς εἰπεῖν ἐστι τὸ συμβεβηκὸς ὡς μήτε | παρὸν σῶζον μήτε [*](91r) ἀπὸν φθεῖρον καὶ διὰ τοῦτο καὶ εἰς παρουσίαν περιττὸν καὶ εἰς ἀπουσίαν ἀδιάφθορον. ἀντιπέπονθε δὲ τοῦ συμβεβηκότος ἡ διδασκαλία τῇ τῶν ἄλλων Φωνῶν διδασκαλία· ἐπὶ γὰρ ἐκείνων διεστέλλετο τὴν ὁμωνυμίαν καὶ ἐφυλοκρίνει τὸ σημαινόμενον, περὶ οὗ διαλέγονται οἱ φιλόσοφοι, καὶ τρίτον ὑπέγραφεν αὐτό, ἐνταῦθα δὲ εὐθὺς ὑπογράφει τὸ συμβεβηκός. καὶ λέγομεν ὅτι εὐλόγως τοῦτο ἐποίει, ἐπειδὴ πολλῶν ὄντων τῶν σημαινομένων ἐν ταῖς ἄλλαις φωναῖς οὐ περὶ πάντων διαλέγονται οἱ φιλόσοφοι, χρεία οὖν ἦν· ἐκεῖ διαστολῆς, ἐνταῦθα δὲ διττοῦ ὄντος τοῦ σημαινομένου ἢ γὰρ χωριστόν ἐστι τὸ συμβεβηκὸς ἢ ἀχώριστον), περὶ ἀμφοτέρων δὲ διαλέγονται οἱ φιλόσοφοι, εὐλόγως οὐ διαστέλλεται τὴν ὁμωνυμίαν ἐνταῦθα, ἀλλ’ εὐθὺς ἐκ τῶν ὑπογραφῶν ἄρχεται. λέγει δὲ τρεῖς ὑπογραφὰς τοῦ συμβεβηκότος, μίαν μὲν τὴν ἤδη εἰρημένην, δευτέραν δὲ τοιαύτην, ὅτι συμβεβηκός ἐστιν ὃ δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ, καὶ τρίτην ὃ οὐδὲ γένος ἐστὶν οὐδὲ διαφορὰ οὐδὲ εἶδος | οὐδὲ [*](91v) ἴδιον. διαφέρουσι δὲ αἱ πρῶται δύο τῆς τρίτης, ὅτι αἱ μὲν τί ἐστι λέγουσι τὸ συμβεβηκός, ἡ δὲ τρίτη τί οὐκ ἔστιν. ἡ δὲ πρώτη τῆς δευτέρας διαφέρει, ὅτι ἡ μὲν πρώτη τὴν γένεσιν αὐτοῦ καὶ φθορὰν λέγει, ἡ δὲ δευτέρα τὴν ὕπαρξιν καὶ ἀνυπαρξίαν· πρότερον γὰρ γίνεταί τι καὶ οὕτως ὑπάρχει. ἔστι δὲ ἀπορῆσαι πρὸς τὰς ὑπογραφάς, καὶ πρὸς μὲν τὰς πρώτας δύο ὑπογραφὰς κοινὴν ἀπορίαν· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου καὶ ὃ δύναται ὑπάρχειν καὶ [*](1 πρᾶξις λδ΄ om. C 2 tit. om. C 4 δέ ἐστιν Porph. 4. 7 χωρὶς φθορᾶς τοῦ ὑποκειμένου C 7 ἀμενὸν V 7. 8 οὐδενόσωρον scripsi (cf. Hom. Θ 178): οὐδενὸς O ὄρου C: οὐδενὸς ὤρων V 10 ἀδιάφθορον Ca: ἀδιάφορον Cb: διάφθορον V 11 ὁμονυμίαν Cab (utrobique corr. m.2) 12 ἐφιλοκρίνει V σημαῖνον Ca 13 ὑπέγραψεν (pr. 1.) V ὑπογράφει ex ὑπογράφῃ corr. m2 Cb 14 τῶν Marc. 201: om. CabV 14. 15 σημαινομαίνων Ca 17 pr. ἡ in ras. m.2 Ca 18 ante εὐλόγως superscr. καὶ Ca τὴν ὁμωνυμίαν] ὁμωνυμία V 21 ἐνδέχεται τῷ αὐτῷ ὑπ. Porph. 22 τρίτον Cab ὃ] ὅτι V οὐδὲ] οὔτε (ubique) Porph. οὐδὲ (ante ἴδοιν) CaV: οὔτε (superscr. m.2) Cb 24 τί οὐκ ἔστιν] οὐκέτι V 25 τὴν φθορὰν Cb μὲν πρότερον] πρῶτον V τι Cb Marc. 201: eras. Ca: om. V 27. 28 τἀς μὲν δύο ὑπογp. πρώτας colloc. V)

    92
    ἔλαβεν, ἀλλὰ μόνον τὸ χωριστόν. πρὸς ὅ φαμεν ὅτι ὅσον μὲν ἐπὶ τῇ ἐνεργείᾳ πᾶν συμβεβηκὸς ἢ ἀχώριστόν ἐστιν ἢ χωριστόν, ὅσον δὲ ἐπὶ τῇ ἐπινοίᾳ πᾶν συμβεβηκὸς χωριστόν. διό φησι καὶ αὐτὸς ὁ Πορφύριος ὅτι δύναται ἐπινοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβάλλων τὴν χροιὰν χωρὶς φθοράς τοῦ ὑποκειμένου. ἀλλὰ καὶ πρὸς τὴν πρώτην ὑπογραφὴν μόνην ἔστιν ἀπορῆσαι, ὅτι εἰ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου, | πῶς ὁ ἑκτικὸς πυρετὸς [*](92r) συμβεβηκὸς ὢν θερμασία γάρ ἐστι παρὰ φύσιν), οὐκ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου· εἰ μὴ γὰρ φθείρει τὸν ἄνθρωπον, οὐκ ἀπογίνεται. λύσις τούτου, ὅτι ὁ ἑκτικὸς πυρετὸς οὐ φθείρει τὸ ὑποκείμενον· οὐδὲν γὰρ τὸ ὑποκείμενον φθείρει, ἐπεὶ λήσει καὶ ἑαυτὸ φθεῖρον, πάντα δὲ τοῦ εἶναι ἐφίεται· ὁ γὰρ ἑκτικὸς πυρετὸς ἐν ἄλλῳ μέν ἐστιν, ἄλλο δὲ φθείρει· ἔστι μὲν γὰρ ἁπλῶς ἐν σώματι, φθείρει δὲ οὐ τὸ σῶμα τὸ γὰρ σῶμα ἔμεινε καὶ μετὰ θάνατον σῶμα), ἀλλὰ φθείρει τὴν ὑγρότητα τὴν ἐν τῷ σώματι· καθόλου γὰρ ἔστιν εἰπεῖν· ποιότης ποιότητι μάχεται, οὐ ποιότης ὑποκειμένῳ· ἡ γὰρ θερμότης τῇ ψύξει μάχεται καὶ ἡ ξηρότης τῇ ὑγρότητι, ὧν φθειρομένων φθείρεται καὶ τὸ ζῷον. καὶ ἡ ἐμφανὴς γὰρ καῦσις τῆς θρυαλλίδος οὐ τὸ ὑποκείμενον ἔφθειρε (τοῦτο γὰρ μένει καὶ μετὰ τὴν ἀπόσβεσιν αὐτῆς), ἀλλὰ τὴν ὑγρότητα τῆς θρυαλλίδος, καὶ ἡ φαλάκρωσις οὐ τὴν κεφαλὴν φθείρει τὸ ὑποκείμενον ἀλλὰ τὴν τρίχωσιν, καὶ ἡ ἁρμονία οὐ τὰς χορδὰς φθείρει τὸ ὑποκείμενον ἀλλὰ τὸ ἀντικείμενον, φημὶ τὴν ἀναρμοστίαν. ταῦτα καὶ πρὸς τὴν ἀπορίαν τῆς πρώτης ὑπογραφῆς λεκτέον. ἔστι δὲ καὶ πρὸς τὴν τρίτην ὑπογραφὴν ἀπορῆσαι | τρεῖς [*](92v) ἀπορίας· μίαν μὲν ὅτι ἡ τρίτη ὑπογραφὴ τί οὐκ ἔστι μόνον λέγει τὸ συμ- βεβηκός, οὐ μὴν τί ἐστι, δευτέραν δὲ ὅτι ἁρμόζει ἡ τοιαύτη ὑπογραφὴ καὶ τῷ μηδαμῇ μηδαμῶς ὄντι (οὐδὲν γάρ ἐστι τοῦτο τῶν πέντε φωνῶν), καὶ τρίτην ὅτι διὰ τί ἐπὶ μὲν τοῦ συμβεβηκότος ἀποφάσκει μόνον ἡ ὑπογραφή, ἐπὶ δὲ τῶν ἄλλων φωνῶν οὐχ οὕτως, ἀλλὰ καταφατικῶς προῆλθε πᾶσα ὑπογραφὴ αὐτῶν. αὗται μὲν αἱ ἀπορίαι. πρὸς τὴν πρώτην οὖν φαμεν ὅτι οὐ μόνον τί οὐκ ἔστι λέγει ἡ ὑπογραφή, ἀλλὰ καὶ τί ἐστι· ἑαυτὸν γὰρ ἐπελύσατο εἰπὼν ἀεὶ· δέ ἐστιν ἐν ὑποκειμένῳ. * * τὸ συμβεβηκός. οὐχ ἁρμόζει τοῦτο τῷ μηδαμῇ μηδαμῶς ὄντι· ἐκεῖνο γὰρ [*](1 οὐκέτι] οὐκ ἔστι V 2 ὅσον] ὅσω V 3 ἢ ἀχώριστον—συμβεβηκὸς (4) οἱ V ὅσον—χωριστόν (4) in mrg. suppl. m.1 Cb 5 ἀποβαλὼν V: ἀποβαλὼν Porph. 6 χροὰν V 9 γὰρ om. V παρὰ] περὶ V οὐκ] καὶ V 11 τούτου om. Cab 11. 12 οὐδὲν—φθείρει om. V 12 ἐπεὶ—φθεῖρον om. Ca λήσει] λήψει V φθείρει (alt. 1.) V 12 πάντα—δὲ φθείρει (14) om. V 13 τοῦ scripsi: τὸ Cab 14 ἐν σώματι ἁπλῶς colloc. V δὲ om. V 16 ἔστιν om. V ποιότητος (alt. 1.) V 17 θεμότης Cb 18 φθειρομένων] ὢν add. m.2 Cab 19 θρυαλλίδος—ὡσαύτως· τὸ (p. 95,35) om. V 22. 23 an ἡ ἀναρμοστία . . . τὴν ἁρμονίαν? 23 πρώτης om. Cb 27 οὐδὲν] corrigas οὐδὲ πέντε] corrigas τεσσάρων 32 ἑαυτὸν Cb: ἑαυτὴν Ca (sed ἢν m2.) τῷ ὑποκ. Ca lacunam signavi, conicias πρὸς δὲ τὴν δευτέραν ὅτι, ἐπεὶ ἀεί ἐστιν ἐν ὑποκειμένῳ 33 τῶ Cb: τὸ Ca)
    93
    ὅλως μὴ ὂν οὐδὲ ἐν ὑποκειμένῳ ἐστίν. καὶ τὴν τρίτην ἀπορίαν λύσεις οὕτω λέγων· ἐπὶ τῶν ἄλλων φωνῶν οὐκ ἠδύνατο ἀποφατικῶς προαγαγεῖν τὰς ὑπογραφὰς καὶ εἰπεῖν ‘γένος ἐστὶν ὃ μήτε διαφορὰ μήτε εἶδος μήτε ἴδιον μήτε συμβεβηκός᾿ ἡ ἑἶδός ἐστιν ὃ μήτε γένος μήτε διαφορά᾿ καὶ τὰ λοιπά, μήπω γινωσκομένων αὐτῶν τί εἰσι, διὰ τὸ μὴ εὐθὺς ἀπορεῖν τινα ῾τί γάρ ἐστι γένος καὶ τί εἶδος;᾿ . ἐκείνων δὲ πρὸ εγνωσμένων καὶ ἄλλης λοιπὸν [*](96v) μὴ οὔσης φωνῆς εἰ μὴ ταύτης, εἰκότως καὶ ἀποφατικῶς προῆλθεν ἡ ὑπογραφὴ.

    <Πρᾶξις λε'>

    p. 13,6 Ἀφορισθέντων δὲ πάντων τῶν προτεθέντων.

    Ἐπειδὴ ἔγνωμεν τὴν οὐσίαν τῶν πέντε φωνῶν διὰ τοῦ πρώτου τμήματος ἐκ τῶν ὑπογραφῶν, ἐν τῷ δευτέρῳ τμήματι τῷδε τὰς κοινωνίας καὶ διαφορὰς αὐτῶν λέγει καὶ ἐν τῷ τρίτῳ, ἀλλ’ ἐν μὲν τῷ δευτέρῳ πασῶν ὑφὲν τὰς κοινωνίας καὶ διαφορὰς λέγει ἐν δὲ τῷ τρίτῳ πασῶν δύο φωνῶν κοινωνίας λέγει καὶ διαφοράς. καὶ ἔδει μὲν αὐτὸν ἐνταῦθα γινόμενον πέρας ἐπιθεῖναι τῇ πραγματείᾳ· | ἃ γὰρ ὑπέσχετο ποιήσειν, πεποίηκεν ὑπογράψας [*](97r) ἑκάστην φωνήν. ἀλλ’ ἐπειδὴ πρὸς Χρυσαόριον αὐτῷ ὁ λόγος, ἄνδρα τὰ πρῶτα φέροντα τῆς ἐν Ῥώμῃ γερουσίας καὶ διὰ τοῦτο περὶ τὰ πολιτικὰ πράγματα ἐπτοημένον, ὡς δεῖσθαι διὰ τοῦτο καὶ τῆς τῶν πάνυ σαφῶν διδασκαλίας, οὐκ ὤκνησεν ἀδολεσχῆσαι ἐν καιρῷ καὶ γράφειν αὐτῷ κοινωνίας καὶ διαφορὰς προδήλους οὔσας ἐκ τῶν εἰρημένων καὶ ἔξω τοῦ σκοποῦ· ὁ γὰρ εἰ- δὼς τί ἐστι γένος καὶ διαφορὰ καὶ ἴδιον καὶ τὰ λοιπά, πρόδηλον ὡς καὶ τὰς κοινωνίας αὐτῶν γινώσκει καὶ τὰς διαφοράς· τὰ γὰρ πράγματα οὔτε πάντῃ ὅμοιά ἐστιν ἑαυτοῖς ἐπεὶ περίεργον ἔσται τὸ ἕτερον, οὐδὲν δὲ μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις), οὔτε πάντῃ διαφέρουσιν ἀλλήλων, ἐπεὶ διοίσουσι καὶ τῷ ἐκ μιᾶς εἶναι ἀρχῆς καὶ οὐκέτι μία τῶν ὅλων ἀρχή. ἀλλ’ ἐπειδὴ μία τῶν πάντων ἀρχὴ καὶ ἀπειροδύναμος, καθὸ μὲν μία τῶν πάντων ἀρχή, κοινωνοῦσι πάντα, καθὸ δὲ ἀπειροδύναμος, διαφέρουσι. καὶ ταπῦτα μὲν περὶ τούτου.

    Ἐφ᾿ οἷς εἴπωμεν τὰς κοινωνίας. καὶ αὐτὸς μὲν μίαν λέγει αὐτῶν κοινωνίαν, ὅτι πᾶσαι αἱ φωναὶ κοινωνοῦσιν ἀλλήλαις, ὅτι καθόλου εἰσίν. ἡμεῖς προσθῶμεν καὶ ἄλλας δύο κοινωνίας αὐτῶν, ὅτι πᾶσαι | φιλόσοφοί 97v εἰσι καὶ ὅτι μιᾶς ὁποιασοῦν ἀναιρουμένης καὶ αἱ λοιπαὶ ἀναιροῦνται· γένους γὰρ ἀναιρεθέντος εἶδος οὐκ ἔστιν οὐδὲ διαφορά συνεκλείπουσι γὰρ τῷ μὲν γένει αἱ διαιρετικαὶ διαφοραί, τῷ δὲ εἴδει αἱ συστατικαί), καὶ εἴδους μὴ ὄνπροαγαγεῖν [*](2 scripsi: προαγάγαι (sed αι m.2) Cab 3 ὃ scripsi: τὸ Cab 6 γὰρ eias. Cb δὲ Cb : om Ca ἄλλης scripsi: ἄλλων C 9 οράξις λε΄ addidi 10 πάντων Porph.: πασῶν C 17 ἑκάστην scripsi: τοιαύτην C 20 γράφην C1 24 ἔσται] αι corr. C2 26 τῷ scripsi: τὸ C 30 εἴπομεν C1)

    94
    ὄντος οὐδὲ ὁ χαρακτὴρ αὐτοῦ ἔσται, τὸ ἴδιον, ἰδίου <δὲ> μὴ ὄντος οὐκ ἔστιν οὐδὲ συμβεβηκός. καὶ ἀντιστρόφως ἐὰν εἴπῃς, τὸ αὐτὸ εὑρήσεις. αὗται μὲν αὐτῶν αἱ κοινωνίαι. ἔλθωμεν δὲ καὶ ἐπὶ τὰς διαφορὰς αὐτῶν. διχῶς δὲ λαμβάνονται αὐτῶν αἱ διαφοραί· ἢ γὰρ κτὰ τὸ ὑποκείμενον ἢ κατὰ τὸ κατηγορούμενον. κατὰ μὲν τὸ τὸ ὑποκείμενον, ὅτι ἐπὶ πλέον ἐστὶ τὸ γένος τῆς διαφορᾶς καὶ ἡ διαφορὰ τοῦ ἰδίου καὶ τὸ ἴδιον τοῦ εἴδους· τὸ γὰρ ἴδιον καὶ τοῦ ἀνθρώπου τοῦ καθόλου κατηγορεῖται καὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὁ δὲ καθόλου ἄνθρωπος μόνον τοῦ κατὰ μέρος ἀνθρώπων κατηγορεῖται. οὐ δεῖ δὲ διὰ τοῦτο παραιτεῖσθαι τὸ λέγειν ἀντιστρέφειν τὸ ἴδιον τῷ εἴδει διὰ τὸ δοκεῖν τὸ ἴδιον ἐπὶ πλέον εἶναι· εἰ γὰρ καὶ ἀντιστρέφει τὸ ἴδιον τῷ εἴδει καὶ ταύτῃ νομίζεται ἐξισάζειν αὐτῷ, ἀλλ’ ἐπὶ πλειόνων φέρεται τὸ ἴδιον, ὡς εἴρηται, | ἤπερ τὸ εἶδος, εἴ γε τὸ μὲν [*](98r) γελαστικὸν καὶ ἀνθρώπου καὶ τῶν κατὰ μέρος ἀνθρώπων κατηγορεῖται, τὸ δὲ· εἶδος οἷον ἄνθρωπος κατὰ μόνων τῶν κατὰ μέρος ἀνθρώπων. ἀντιστρέφει δὲ τὸ ἴδιον ὡς μόνῳ τῷ εἴδει ὑπάρχον καὶ παντὶ καὶ ἀεί, καὶ μὴ ἐκ συμβεβηκότος αὐτῷ. τὸ δὲ συμβεβηκὸς οἷον τὸ λευκὸν καὶ τοῦ εἴδους ἐπὶ πλέον οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἰδίου οἷον τοῦ γελαστικοῦ, τοῦ μὲν εἴδους, ὅτι πολλοῖς εἴδεσιν ὑπάρχει, τοῦ δὲ ἰδίου, ὅτι τὸ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει. καὶ οὕτως μὲν ἐκ τοῦ ὑποκειμένου· ἀλλὰ καὶ ἐκ τοῦ τρόπου τῆς κατηγορίας· τὰ γὰρ οὐσιώδη, γένος καὶ διαφορά, ὡς καθολικώτερα οὐσιώδη πρῶτον τοῖς εἴδεσιν ὑπάρχουσι καὶ οὕτως τοῖς ἀτόμοις (τὸ γὰρ ζῷον γένος ὂν πρῶιον ὑπάρχει τῷ καθόλου ἀνθρώπῳ, κοὶ οὕτως τοῖς κατὰ μέρος, οἷον Σωκράτει καὶ Πλάτωνι), τὸ δὲ συμβεβηκὸς πρῶτον τοῖς ἀτόμοις ὑπάρχει καὶ οὕτως τοῖς εἴδεσιν• ὁ γὰρ καθόλου κύκνος λευκὸς λὲγεται, καίτοι ἀσώματος ὢν καὶ ἄδεκτος λευκότητος, διὰ τὸ μηδένα τῶν κτὰ μέρος κύκνων ἐκπεφευγέναι τὴν λευκότητα. πρόσθες δὲ σὺ καὶ ἄλλα ἴδια αὐτῶν, ὅτι τῶν πέντε φωνῶν αἱ ὑπογραφαὶ διάφοροι, <ὦν δὲ αἱ Ε;, καὶ αὐτὰ διάφορα, καὶ ὅτι τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ | καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκὸς ἐν τῷ 98v ποῖόν τί ἐστι. ταῦτα ἔχει ἡ θεωρία.

    <Πρᾶξις λς'>.

    p. 13,23 Κοινὸν δὲ γένους καὶ διαφορᾶς.

    Παραδοὺς ἡμῖν ὁ Πορφύριος ἐν τῷ δευτέρῳ τμήματι ὑφ’ ἓν τῶν πέντε φωνῶν τὰ κοινὰ καὶ διαφέροντα, ἐν τῷ τρίτῳ τμήματι παραδίδωσιν ἡμῖν πασῶν τῶν δύο φωνῶν τὰ κοινὰ καὶ ἴδια. ἀλλ’ ἐπειδὴ τῶν προτέρων [*](1 δὲ inserui 2 εὑρήσης C1 5 πλέον Marc. 201: πλεῖον C (cf. v. 10.17) 11 ἀντιστρέφει Marc. 201 : ἀντιστρέφειν C 12 ἤπερ Marc. 201 : εἴπερ C 14 μόνων Marc. 201: μόνον C 16 αὐτῷ scripsi: αὐτὸ C 19 εἴδει in mrg. suppl. C 27 ὧν—διάφοροι inserui (cf. Porph. p. 20,23) 28 τὸ (post ὅτι) Marc. 201: superscr. C2 31 πρᾶξις λς΄ addidi)

    95
    πρότεραι καὶ αἱ συζυγίαι, πρότερα δὲ φύσει γένος καὶ διαφορά, τούτων πρότερον λέγει τὰ κοινὰ καὶ ἴδια. καὶ εὐλόγως ἐν μὲν τῇ διδασκαλίᾳ προέταξε τὸ εἶδος τῆς διαφορᾶς ὡς συνεισφερόμενον τῷ γένει, πρὸ δὲ τῆς διδασκαλίας αὐτῶν ἤγουν ὑπογραφῆς καὶ ἐνταῦθα πάλιν προτάττει τὴν διαφορὰν τοῦ εἴδους ὡς καθολικωτέραν. ἐπειδὴ δὲ σχεδὸν ἐν πάσαις ταῖς κοινωνίαις καὶ διαφοραῖς μέμνηται τοῦ φύσει προτέρου, εἴπωμεν τί χαρακτηρίζει τὸ φύσει πρότερον. δεῖ δὲ εἰδέναι ὅτι χαρακτηρίζει αὐτὸ τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι καὶ συνεισφέρεσθαι | καὶ μὴ συνεισφέρειν· [*](99r) ἰδοὺ γὰρ τὸ ζῷον φύσει πρότερον τοῦ ἀνθρώπου ὡς συναναιροῦν καὶ μὴ συναναιρούμενον· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστιν, ἀνθρώπου δὲ μὴ ὄντος οὐδὲν ἧττον τὸ ζῷον ἔστιν. ἀλλὰ καὶ συνεισφέρεται καὶ οὐ συνεισφέρει· ὁ γὰρ ἄνθρωπος εἰσφέρει τὸ ζῷον εἴ τι γὰρ ἄνθρωπος, ζῷον), τὸ δὲ ζῷον οὐ συνεισφέρει τὸν ἄνθρωπον· δύναται γὰρ εἶναι ζῷον χωρὶς ἀνθρώπου. καὶ ἐπὶ τῆς διαφορᾶς ὡσαύτως· λογικοῦ ἀναιρεθέντος συναναιρεῖται καὶ ἄνθρωπος καὶ πᾶν λογικόν, ἀνθρώπου δὲ μὴ ὄντος ἔστι λογι- κὸν ἄλλο, οἷον ἄγγελος. καὶ ἄνθρωπος μὲν συνεισφέρει τὸ λογικόν εἴ τι γὰρ ἄνθρωπος, λογικόν), τὸ λογικὸν δὲ οὐ συνεισφέρει τὸν ἄνθρωπον· οὐκ εἴ τι γὰρ λογικόν, ἄνθρωπος.

    Τούτων οὕτως ἐχόντων, εἴπωμεν τὰς κοινωνίας αὐτῶν καὶ διαφοράς. τρία τοίνυν λέγει κοινὰ καὶ ἓξ ἴδια. πρῶτον μὲν κοινὸν γένους καὶ διαφορᾶς τὸ ἀμφότερα κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαι, δεύτερον κοινὸν αὐτῶν τὸ μὴ μόνον αὐτὰ κατηγορεῖσθαι τῶν εἰδῶν, ἀλλὰ καὶ τὰ οἰκεῖα κατηγορούμενα διαβιβάζειν εἰς τὰ εἴδη· ἰδοὺ γὰρ τὸ ζῷον γένος ὃν κατηγορεῖται τοῦ ἀνθρώπου, ἀλλὰ καὶ τὸ ἔμψυχον καὶ αἰσθητικὸν κατηγορούμενα τοῦ ζῴου | καὶ τοῦ ἀνθρώπου κατηγορεῖται. καὶ ἐπὶ τῆς [*](99v) διαφορᾶς ὡσαύτως· τὸ λογικὸν γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται, ἀλλὰ καὶ τὸ λόγῳ κεχρῆσθαι κατηγορούμενον τοῦ λογικοῦ καὶ τοῦ ἀνθρώπου κατηγορεῖται· ὁ γὰρ ἄνθρωπος καὶ λόγῳ κέχρηται καὶ λογικός ἐστιν ὡς ἔχων καὶ ἐνδιάθετον λόγον καὶ προφορικόν. ὁ μέντοι ἄγγελος λόγῳ οὐ χρῆται ὡς ἐνδιάθετον μόνον ἔχων λόγον, οὐ μὴν καὶ προφορικόν. ὅταν δὲ λέγωμεν τὰ τοῦ γένους καὶ τῆς διαφόρας κατηγορούμενα καὶ του ειοους κατηγορεῖσθαι, μὴ ὡς φωνὴν λάβῃς τὸ κατηγορούμενον ἀλλ’ ὡς πρᾶγμα· ἰδοὺ γὰρ τὸ δισύλλαβον κατηγορεῖται τοῦ ζῴου, τοῦ δὲ ἀνθρώπου οὐ κατηγορεῖται (οὐδεὶς γὰρ λέγει τὸν ἄνθρωπον δισύλλαβον), ἐπειδὴ ὡς φωνῆς ζ́ῴου τὸ δισύλλαβον κατηγορεῖται. καὶ ἐπὶ τῆς διαφορᾶς ὡσαύτως· τὸ τετρασύλλαβον κατηγορεῖται τῆς διαφορᾶς, τοῦ δὲ ἀνθρώπου οὐ κατηγορεῖ· [*](2 πρώτερον C 2. 3 προέταξα C 3. 4 δασκαλίας C 6 εἴπομεν 7 πρότερον C2: πρῶτον C1 11 οὐδὲν] οὐδὲ C1 οὐ supra scr. C 12 scribas συνεισφέρει 14 τῆς διαφορᾶς Marc. 201: τὰς διαφορὰς C (cf v. 25. 26) 16 ἄγγελος] scribas θεός (cf. p. 63,28.66,2) 17 λογικόν (prius) in mrg. suppl. C2 18 an οὐ γὰρ εἶ τι? 27 τὸ scripsi: τῶ C κατηγορούμενον scripsi: κατηγορούμενα C 29 6 μέντοι—προφορικόν (30) eicias 30. 31 λέγομεν C1 31 τὰ τοῦ γένους κ. τ. δ. κατηγορούμενα καὶ Marc. 201 : τὸ γένος καὶ τὴν διαφορὰν C 36 τετρασύλλαβον] hinc denuo exstat V)

    96
    τᾶι, ἐπειδὴ ὡς φωνῆς τῆς διαφορᾶς κατηγορήθη τὸ τετρασύλλαβον. ἐν οἷς καὶ τὸ δεύτερον. τρίτον κοινὸν τὸ φύσει πρότερα εἶναι τὸ γένος καὶ τὴν διαφορὰν ὡς συναναιροῦντα καὶ μὴ συναναιρούμενα. ἐφ’ οἷς ἔλθωμεν καὶ τὰ ἴδια αὐτῶν. πρῶτον οὖν διάφορον γένους καὶ διαφορᾶς. ὅτι διαφέρει τὸ γένος τῆς διαφορᾶς ὡς καθολικώτερον αὐτῆς. δεῖ δὲ διαφορὰς λαμβάνειν | τὰς διαιρετικάς, οὐ τὰς συστατικὰς τοῦ γένους· αὗται γὰρ καθολικώτεραί [*](100r) τεραί εἰσιν ἐκείνων, ὧν εἰσι συστατικαί. δεύτερον ὅτι τὸ γένος ἐνεργείᾳ, αἱ δὲ διαφοραὶ δυνάμει ἐν τοῖς γένεσι. τρίτον ὅτι τὰ γένη τῶν διαφορῶν φύσει πρότερα. διὸ καὶ ἀποροῦσιν ὅτι ταὐτὸν τῷ πρώτῳ τὸ τρίτον ἐστίν· εἰ γὰρ καθολικώτερον, καὶ φύσει πρότερον. ἀλλ’ ἵνα μὴ δόξωμεν ἀδολεσχεῖν, τὸ τρίτον πρῶτον ποιήσωμεν καὶ προτάξωμεν τὸ φύσει πρῶτον τοῦ καθολικωτέρου, ὡς ἄλλο καὶ ἄλλο· δύναται γὰρ εἶναι τῇ φύσει πρῶτον καὶ μὴ καθόλου, ὡς ἡ μονὰς φύσει μὲν προτέρα τῆς δυάδος, καθολικω- τέρα δὲ οὐκ ἔστι, καὶ ἡ οὐσία τῶν ἄλλων κατηγοριῶν φύσει προτέρα, καθολικωτέρα δὲ αὐτῶν οὐκ ἔστιν, ἐπειδὴ οὐδὲ κατηγορεῖται αὐτῶν. τέταρτον ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. πέμπτον διάφορον γένους καὶ διαφορᾶς, ὅτι ἐν τοῖς ὁρισμοῖς ἓν μὲν τὸ γένος, διαφοραὶ δὲ πλείους. ἕκτον ὅτι ἄλλῳ ἔοικε τὸ γένος ὕλῃ γάρ), καὶ ἄλλῳ ἔοικεν ἡ διαφορά· εἴδει γάp. καὶ ταῦτα ὁ Πορφύριος. ἡμεῖς δὲ προσεθήκαμεν τρία κοινὰ καὶ τρία διάφορα. καὶ πρῶτον μὲν κοινὸν αὐτῶν τὸ καὶ τὸ γένος καὶ τὴν διαφορὰν ἀμφότερα ἁπλᾶ εἶναι, | δεύτερον ὅτι ἀμφότερα μέρη γίνεται τοὐ εἴδους, τρίτον ὅτι πέντε οὐσῶν [*](100v) τῶν φωνῶν ἐκ τούτων μόνων τῶν δύο οἱ ὁρισμοὶ λαμβάνονται. καὶ τὸ ἄμφω ὁμοίως μετέχεσθαι ὑπὸ ὥν εἰδῶν, καὶ τὸ ἄμφω συνωνύμως κατηγορεῖσθαι τῶν εἰδῶν, καὶ τὸ ἄμφω συστατικὰ εἶναι τῶν εἰδῶν. ταῦτα μὲν τὰ κοινά. τὰ δὲ ἴδια τρία· πρῶτον μὲν ὅτι οὐδέποτε τὸ γένος τῷ οἰκείῳ εἴ- δει ἀντιστρέφει, ἡ δὲ διαφορὰ ἀντιστρέφει, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτι- κόν· ἀντιστρέφει γὰρ πρὸς τὸν ἄνθρωπον. δεύτερον ὅτι ἔστι τι γένος μὴ δυνάμενον γενέσθαι εἶδος, πᾶσα δὲ διαφορὰ καὶ συστατικὴ καὶ διαιρετική ἐστιν, οὐ πᾶν δὲ γένος καὶ εἶδός ἐστι. τρίτον ὅτι τὸ μὲν γένος καὶ τὸ εἶδος ἄκρα γενέσθαι δύνανται, ἡ δὲ διαφορὰ ἄκρον οὐδέποτε δύναται γενέσθαι· ἀεὶ γὰρ μέση ἐστὶ γένους καὶ εἴδους. καὶ ὅτι διαφορὰ μὲν διαφωνῆς] [*](1 φωνὴ γ’ τῆς διαφορᾶς om. C 2 πρότερον V 3 post διαφορὰν addas τῶν ὐπ’ αὐτὰ συνανεροῦντα et συνανερούμενα V alt. καὶ om. V 7 alt. εἰσι] σι superscr. C τὸ superscr. C 12 καθολικοτέρου C 13 καθόλου] scribas καθολικώτερον 15 οὑδὲ om. V 18 pr. τὸ om. C ἄλλο V 19 καὶ ἄλλῳ ἔοικεν ἡ δ., εἴδει γάρ om. V 20 προσεθήκαμεν scripsi: προεθήκαμεν CV alt. τρία CV: πέντε Marc. 201; quod recipias, nisi malis infra v. 32 καὶ ὅτι— p. 97,4 οὐκ ἔστι eicere 21 alt. τό om. C 21. 22 ἁπλᾶ—ἀμφότερα om. V 23 pr. τῶν om. C μόνον V καὶ τὸ ἄμφω - εἶναι τῶν εἰδῶν (25) eicias 24 ὁμοίως—ἄμφω ἄμφω om. V συνονύμως C1 25 συστατικὰ εἶναι] συστατικὸν 26 τρία. πρῶτον μὲν om. C (cf. v. 20) 27 ἡ δὲ διαφορὰ ἀντιστρέφει om. V 28 ὅτι om. V τι om. C 30 οὐ πᾶν — ἐστι eicias 32 καὶ ὅτι διαφορὰ — οὐκ ἔστι (p. 97,4) eicias (cf. v. 20))
    97
    φορᾶ ἐπιμίγνυται, ἵνα ποιήσῃ εἶδος ὡς τὸ λογικὸν τῷ θνητῷ μιγνύμενον ποιεῖ τὸ τοῦ ἀνθρώπου εἶδος), γένος δὲ γένει οὐ συνέρχεται πρὸς γένεσιν εἴδους. καὶ ὅτι διαφοραί ποτε κατὰ συμβεβηκὸς ὑπάρχουσιν, ὡς αἱ κοινῶς καὶ ἰδίως λεγόμεναι, γένος δὲ κατὰ συμβεβηκὸς οὐκ ἔστι. ταῦτα ἔχει ἡ θεωρία.

    Πρᾶξις λς΄.

    p. 15,10 Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, | κατηγορεῖσθαι.

    Παραβαλὼν ὁ Πορφύριος τὸ γένος τῇ διαφορᾷ καὶ εἰπὼν τὰ κοινὰ [*](101r) αὐτῶν καὶ διάφορα, παραβάλλει αὐτὸ καὶ πρὸς τὰς λοιπὰς φωνάς, καὶ πρῶτον πρὸς τὸ εἶδος. ἀλλὰ πρῶτον παρεγγυᾶ λέγων μὴ δεῖν παραβάλλειν τὸ γένος πρὸς εἶδος, ἔστ’ ἄν τὸ αὐτὸ καὶ γένος ᾖ καὶ εἶδος, ὡς τὰ ὑπάλληλα, ἐπεὶ εὑρίσκεται αὐτὸ πρὸς ἑαυτό τις παραβάλλων· αὐτοῦ δὲ πρὸς ἑαυτὸ διαφορὰ οὐκ ἔστιν· οὐ δεῖ γὰρ παραβάλλειν τὸ σῶμα πρὸς τὸ σῶμα αὐτὸ πρὸς ἑαυτό, ἀλλὰ πρὸς τὸ ἔμψυχον σῶμα, ὅ ἐστιν αὐτοῦ εἶδος. ἐφ οἷς λέγει τρία κοινὰ γένους καὶ εἴδους καὶ πέντε ἴδια. καὶ πρῶτον μὲν κοινὸν τὸ ἀμφότερα κατὰ πλειόνων κατηγορεῖσθαι, δεύτερον ὅτι φύσει πρότερα τῶν ἀτόμων, τρίτον τὸ ὁλότητας αὐτὰ εἶναι τῶν ἀτόμων, ἀλλὰ τὸ μὲν εἶδος προσεχὴς ὁλότης τῶν ἀτόμων, τὸ δὲ γένος πόρρω ὁλότης. ἔτι κοινὸν ἔχουσι τὸ ἄμφω ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τὸ ἐπίσης μετέχε- σθαι ὑπὸ τῶν μετεχόντων αὐτῶν καὶ τὸ ἄμφω συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι· συνωνύμως δὲ κατηγορεῖται τὸ μεταδιδὸν τῷ ὑποκειμένῳ καὶ τοῦ οἰκείου ὀνόματος καὶ τοὐ ὁρισμοῦ. διαφέρουσι δὲ πενταχῶς, καὶ πρῶτον μὲν ὅτι ἐπὶ πλέον τὸ γένος τοῦ εἴδους· | τὸ μὲν γὰρ γένος περιέχει 101v τὰ εἴδη, τὰ δὲ εἴδη περιέχεται καὶ οὐ περιέχει τὰ γένη. δεύτερον ὅτι τὸ γένος τοῦ εἴδους φύσει πρότερον, ὅθεν εἴδους μὲν ὄντος ἔστι καὶ γένος, γένους δὲ ὄντος οὐ πάντως ἔστιν εἶδος. τρίτον ὅτι τὸ μὲν γένος τοῦ εἴδους συνωνύμως κατηγορεῖται μεταδίδωσι γὰρ 〈τὸ ζῷον〉 τῷ ἀνθρώπῳ, τοῦτ᾿ ἔστι τῷ εἴδει, τοῦ ἰδίου ὀνόματος καὶ ὁρισμοῦ• καὶ γὰρ ὁ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἔμψυχος αἰσθητική), τὸ δὲ εἶδος τοῦ γένους οὐκέτι. [*](3 ὡς αἱ] ὅσαι C 4 συμβεβηκότος V ἐστιν τι (τι superscr.) V 6 λς΄ scripsi: πρᾶξις λε΄ V: om. C 9 παραβαλὼν] παραλαβὼν V τὰ superscr. C2: om. V 11. 14 παραβάλλειν] παραλαβεῖν C1 12 τὸ γένος πρὸς] γένος καὶ V ἔστ᾿ ἄν—εἶδος om. V ᾖ Marc. 201: om. C 13 παραβάλλων—ἑαυτό om. V τις scripsi: τὸ C παραβάλλων C1: παραβάλλον C2 14 οὐ δεῖ] οὐδὲ V 18 εἶναι om. V 19 προσεχὲς πλεῖον 20 alt. τὸ om. V 22 μεταδιδοῦ καὶ 23 πενταχῶς] τετραχῶς V 24 πλεῖον V τοῦ om. V 25 περιέχεται καὶ οὐ om. V 26 πρότερον φύσει colloc. V 27 γένους δὲ μὴ ὄντος C 28 μεταδίδοσι C post γὰρ inserui τὸ ζῷον 30 οὐκέτι Marc. 201: οὐκ ἔστι CV)

    98
    τέταρτον ὅτι ἀντιπλεονεκτοῦσιν ἑαυτά· τὸ γὰρ γένος πλείονα εἴδη περιέχει, οἷον τὸ ζῷον γένος ὂν περιέχει ἄγγελον καὶ ἄνθρωπον ἵππον βοῦν καὶ τὰ λοιπά, τὸ δὲ εἶδος τὰς διαφορὰς πάσας ἐνεργείᾳ ἔχει τοῦ γένους δυνάμει ἔχοντος, τιμιώτερον δὲ τὸ ἐνεργείᾳ τοῦ δυνάμει. πέμπτον ὅτι ἔστι τι γένος ὃ οὐ δύναται γενέσθαι εἶδος, φημὶ τὸ γενικώτατον, καὶ ἔστιν εἶδος μὴ δυνάμενον γενέσθαι γένος, ὅ ἐστι εἰδικώτατον.

    Oὕτως συμπλέξας τὸ γένος τῷ εἴδει συμπλέκει αὐτὸ καὶ τῷ ἰδίῳ καὶ λέγει τρία κοινὰ καὶ τέσσαρα διάφορα. καὶ πρῶτον μὲν κοινόν ἐστι γένους καὶ ἰδίου τὸ ἀμφότερα ἕπεσθαι τοῖς εἴδεσιν· εἰ γὰρ ἄνθρωπος, ζῷον, καὶ εἰ ἄνθρωπος, γελαστικόν. δεύτερον ὅτι ἀμφότερα ἐπίσης κατηγοροῦνται· ἐπίσης γὰρ καὶ τοῦ ζῴου μετέχουσιν οἱ ἄνθρωποι καὶ ἐπίσης τοῦ γελαστικοῦ, | εἰ καὶ τῇ ἐνεργείᾳ κατὰ τὸ μᾶλλον καὶ ἧττον διαφέρουσι. τρίτον κοινὸν [*](102r) ὅτι συνωνύμως κατηγοροῦνται τῶν εἰδῶν ἀμφότερα· ὁ γὰρ ἄνθρωπός καὶ ζῷον λέγεται 〈καὶ οὐσία ἔμψυχος αἰσθητική, καὶ γελαστικὸς λέγεται〉 καὶ ζῷον γελᾶν δυνάμενον. ταῦτα μὲν κοινά. διάφορα δὲ τέσσαρα· πρῶτον μὲν ὅτι τὸ γένος τοῦ ἰδίου πρότερον φύσει. δεύτερον ὅτι τὸ μὲν γένος κατὰ πλειόνων εἰοων τὸ δὲ ἴδιον ἑνὸς εἴοους, οὐ ἐστιν ιοιον. τρίτον ὅτι τὸ γένος οὐκ ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ ἴδιον ἀντιστρέφει, ὡς τὸ γελαστικόν. τέταρτον ὅτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ μόνῳ καὶ ἀεί, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἐστι γένος, ὑπάρχει καὶ ἀεί, οὐ μὴν καὶ μόνῳ.

    Οὕτως ταῦτα εἰπὼν παραβάλλει τὸ γένος πρὸς τὸ συμβεβηκὸς καὶ ἓν αὐτῶν λέγει κοινὸν ὡς πολὺ διεστώτων, τὸ κατὰ πλειόνων εἰδῶν φέρεσθαι· ἐπιστήμονος γάρ ἐστιν εἰπεῖν κοινωνίας τῶν πολὺ διαφερόντων καὶ διαφορὰς τῶν πολὺ κοινωνούντων ἐφ’ οἷς λέγει τὰ διάφορα αὐτῶν τέσσαρα ὄνια, καὶ πρῶιον μὲν ὅτι τὸ γένος πρὸ τῶν εἰδῶν ἐστι, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα· κἂν γὰρ ἀχώριστον ᾖ συμβεβηκός, οἷον γρυπότης ἢ σιμότης, ἀλλ’ οὖν πρότερόν ἐστι τὸ ὑποκείμενον ἐκεῖνο, ἐν ᾦ ταῦτα τὸ εἶναι ἔσχον. δεύτερον ὅτι τοῦ μὲν γένους ἐπίσης τὰ μετέχοντα μετέχει, τοῦ δὲ συμβεβηκότος οὐκ ἐπίσης· λέγομεν γὰρ μᾶλλον λευκὸν [*](102v) καὶ ἧττον καὶ σιμὸν μᾶλλον καὶ ἧττον. τρίτον ὅτι τὰ μὲν συμβεβηκότα, ὡς καὶ ἀνωτέρω μεμαθήκαμεν, ἐπὶ τῶν ἀτόμων προηγουμένως ὑφίστανται καὶ κατὰ δευτέραν τάξιν ἐπὶ τῶν εἰδῶν τὸν γὰρ καθόλου κύκνον λευκὸν λέγομεν καίτοι ἀσώματον ὄντα διὰ τὸ μηδένα τῶν κατὰ μέρος κύκνων ἐκ πεφευγέναι τὴν λευκότητα), τὰ δὲ γένη καὶ τὰ εἴδη φύσει πρότερα τῶν [*](1 αὐτὰ C 2 ἄνθp. ἴππον βοῦν ἄγγελον V; ἄγγελον καὶ eicias ἵππ. καὶ βοῦν C 4 τιμιώτερον—σιμότης (28) om. V 8 ἐστι Marc. 201: om. C 10 εἰ Marc. 201: om. C 12 κατὰ Marc. 201: καὶ C 13 εἰδῶν Marc. 201: ἰδίων C 14 καὶ οὐσία —λέγεται inserui (of. p. 97,30) 19 an γελαστικὸν 〈πρὸς τὸν ἄνθρωπον〉? 23 ἓν αὐτῶν scripsi; ἑαυτῶν C: ἐν αὐτῶ Marc. 201 23. 24. 25 πολλὺ C 28 ἀλλ᾿ οὖν] ἀλλὰ C 30 μᾶλλον ἢ λευκὸν V 32 καὶ om. V ἀνοτέρω γ’ (cf. p. 94,23) ἀφίστανται V 33 κύκνον ex κύκλιον corr. V 34. 35 ἐκφεγέναι C1 35 φύσει πρότερα Porph.: φύσει προτέρω C: φησὶ πρότετα (sic) v)

    99
    ἀτόμων οὐσίων. τεταρτον ὅτι τὸ μὲν γένος ἐν τῳ τί ἐστι κατηγορεῖται τῶν ὑπ’ αὐτό, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ποῖόν τι ἢ πῶς ἔχον ἕκαστον· ποῖος γὰρ Αἰθίοψ ἐρωτηθεὶς ἐρεῖς ῾μέλας᾿ καὶ πῶς ἔχει Σωκράτης ἐρεῖς κάθηται ἡ περιπατεῖ᾿.

    <Πρᾶξις λη'>.

    p. 17,14 Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει, εἴρηται.

    Ἐπειδὴ ἔγνωμεν τὰς σχέσεις τοῦ γένους, ἃς ἔχει πρὸς τὰς λοιπὰς φωνάς, φέρε κατὰ δίαυλόν τινα ἑτέραν ἀρχὴν προσστησάμενοι τὴν διαφορὰν εἴπωμεν τὰς σχέσεις, ἃς ποιεῖται ἡ διαφορὰ πρὸς τὰς λοιπὰς φωνάς, τοῦτ’ ἔστιν εἶδος, ἴδιον, συμβεβηκός· τοῦ μὲν γὰρ γένους αἱ πρὸς τὰς λοιπὰς φωνὰς σχέσεις τέσσαρες, ὡς μεμαθήκαμεν, | πρός τε διαφορὰν καὶ εἶδος [*](103r) καὶ ἴδιον καὶ συμβεβηκός, τῆς δὲ διαφορᾶς τρεῖς πρὸς τὰς μετ’ αὐτήν, τοῦτ’ ἔστιν εἶδος, ἴδιον καὶ συμβεβηκός, τοῦ δὲ εἴδους δύο πρὸς τἀς ἑξῆς, ἴδιον καὶ συμβεβηκός, τοῦ δὲ ἰδίου καὶ συμβεβηκότος μία, ὡς γενέσθαι τὰς ὅλας δέκα, ὧν τέσσαρες ἤδη εἴρηνται ἡμῖν. ἀλλ’ ἵνα μὴ οὕτως ἰδιωτικῶς ἑκάστην σχέσιν ἀριθμῶμεν νῦν μὲν γὰρ εὐπετὲς διὰ τὸ πέντε εἶναι τοὺς ὅρους, ἐπὶ πολλῶν δὲ ὅρων διδομένων δυσχερὲς εἰπεῖν πόσαι γίνονται σχέσεις)· δεῖ οὖν εἰπεῖν μέθοδόν τινα, δι’ ἧς δυνηθῶμεν ὅσων δήποτε ὅρων δοθέντων εἰπεῖν τὸν ἀριθμὸν τῶν σχέσεων. ἔστι δὲ ἡ μέθοδος αὕτη· δεῖ λαβεῖν πάντας ·τοὺς ἀναδιδομένους ὅρους, ὅσοι ἂν ὦσι, καὶ πολλαπλασιάσαι ἐπὶ τὸν μονάδι ἐλάττονα καὶ τῶν συναγομένων λαβεῖν τὸ ἥμισυ καὶ τοσαύτας ἀποφαίνεσθαι εἶναι τὰς σχέσεις· ὥσπερ ἐνταῦθα πέντε οὐσῶν τῶν φωνῶν δεῖ πολυπλασιάσαι ἐπὶ τὸν μονάδι ἐλάττονα, φημὶ τὸν τέσσαρα, πεντάκις τέσσαρα εἴκοσι, καὶ τούτων λαβεῖν τὸ ἥμισυ καὶ τοσαύτας εἰπεῖν τὰς σχέσεις, τοῦτ’ ἔστι δέκα, ὥσπερ καί εἰσι δέκα. ὁμοίως καὶ δέκα ὅρων δοθέντων ἐὰν πολυπλασιάσῃς ἐπὶ τὸν μονάδι ἐλάττονα τὸν ἐννέα, δεκάκις ἐννέα | ἐνενήκοντα, καὶ τούτων λάβῃς τὸ [*](103v) εὑρήσεις τεσσαράκοντα πέντε οὔσας τὰς σχέσεις. ἀποροῦσι δὲ ὅτι ἴδιά τί ἐπὶ τὸν μονάδι ἐλάττονα πολυπλασιάζομεν;᾿ καὶ λέγομεν ὅτι ἐπειδὴ οὐδὲν πρὸς ἑαυτὸ παραβάλλεται, ἀλλὰ πρὸς τὸ ἐφεξῆς, διὰ τοῦτο ἐπὶ τὸν μοἐρωτιθεὶς [*](3 C 5 πρᾶξις λη΄ addidi (cf. p. 100,26) 6 τὸ μὲν οὑν γένος] abhinc cum Elia congruit David. 9 ἑτέραν] τέραν in lac. VII litt. om. V 10. 11 τοῦτ’ ἔστιν om. V 11 γὰρ om. V 14 καὶ om. V 15 γίνεσθαι V 16 ἤδη Dav.: εἴδη CV ἡμῶν V 16. 17 ίδιοτικῶς V 17 εὐπετὲς] ἐντελὲς (corr. εὐτ.) V 18 δὲ Dav.: om. CV 22 καὶ τῶν—ἐλάττονα (24) om. V 24 τῶν Dav.: om. C 25 τὸν V1: τῶν CV1 πεντάκι C 26 ὥσπερ— δέκα om. C 27 ὁμοίως δὲ V δέκα om. V ὅρον δοδέντα V 27. 30 πολλυπλ. C 28 τὸν] τῶν C δεκάκις Dav.: δεκάκις CV 29 ἀποροῦσι δὲ] ἀπορία V διὰ τί suppl. C2: τί V 30 καὶom. C 31 ἑαυτὸ Dav.: ἑαυτὸν CV)

    100
    νάδι ἐλάττονα. πάλιν ἀποροῦσιν ὅτι ῾διὰ τί τῶν συναγομένων τὸ ἥμισυ λαμβάνεις;᾿ καὶ λέγομεν ὅτι εὐλόγως· κατὰ ἀλήθειαν μὲν γὰρ πέντε δοθέντων ὅρων εἴκοσι γίνονται αἱ πᾶσαι σχέσεις ἑκάστου τετράκις πρὸς τὰ λοιπὰ παραβαλλομένου, ἀλλὰ τὸ ἥμισυ παραλιμπάνομεν, ἵνα μὴ δὶς τὰ αὐτὰ λέγοντες ἀδολεσχήσωμεν· οἷον ὅταν παραβάλωμεν γένος πρὸς δια- φορὰν ἢ εἶδος, οὐ δεῖ πάλιν τὸ εἶδος πρὸς τὸ γένος παραβάλλειν ἢ τὴν διαφορὰν πρὸς τὸ γένος, ἐπειδὴ εἴρηνται τούτων αἱ σχέσεις, ὅτε τὸ γένος αὐτοῖς παρεβάλλομεν. καὶ ταῦτα μὲν περὶ τούτου. δεῖ δὲ εἰδέναι ὅτι ἐπὶ μόνου τοῦ τρία ἐν ὅλῳ τῷ χύματι τῶν ἀριθμῶν παράδοξον συνέβη τὸ ἴσους εἶναι τοὺς ὅρους ταῖς σχέσεσιν· ἐὰν γὰρ πολυπλασιάσῃς τὸν τρία | ἐπὶ τὸν μονάδι ἐλάττονα, τρὶς δύο ἕξ, καὶ λάβῃς τὸ ἥμισυ, τρεῖς εὑρίσκονται [*](104r) καὶ αἱ σχέσεις καὶ οἱ ὅροι. ἄλλην πάλιν μέθοδον ῥητέον, δι’ ἧς δυνάμεθα τῶν ἀναδιδομένων ὅρων τὰς σχέσεις εἰδέναι, ὅτι τοσαῦται γίνονται αἱ σχέσεις, ὅσος ὁ ἀριθμὸς τῶν προϋποκειμένων ὅρων· ἑνὸς γὰρ ὄντος ὅρου σχέσις οὐ γίνεται οὐδὲν γὰρ πρὸς ἑαυτὸ παραβάλλεται), ἄλλου δὲ ὅρου προστεθέντος γίνεται μία σχέσις, ἐπειδὴ καὶ εἷς προϋπέκειτο ὅρος, δύο ὅρων προστεθέντων τῷ πρώτῳ γίνονται ἄλλαι δύο σχέσεις, ἐπειδὴ καὶ δύο εἰσὶν οἱ προϋποκείμενοι ὅροι. ἔχεις οὖν τὴν πρώτην μίαν σχέσιν καὶ τὰς δύο τὰς προστεθείσας καὶ γίνονται τρεῖς. πάλιν τριῶν ὅρων προστεθέντων τῷ πρώτῳ ἓξ γίνονται αἱ σχέσεις, τρεῖς αἱ προστεθεῖσαι καὶ τρεῖς αἱ προηγησάμεναι. τεσσάρων ὅρων προστεθέντων προστίθενται τέσσαρες σχέσεις τῖς ἓξ καὶ γίνονται δέκα. ταῦτα ἔχει ἡ θεωρία. ἔστι καὶ ἑτέρα μέθοδος τοιαύτη· συντιθέντες γὰρ τοὺς ἀπὸ μονάδος ἀριθμοὺς μέχρι τοῦ μονάδι ἐλάττονος τοῦ προτεθέντος | ἀριθμοῦ τὸ συναχθὲν πλῆθός φαμεν, καθ’ ὃ αἱ [*](104v) σχέσεις γίνονται τοῦ προκειμένου ἀριθμοῦ τῶν πραγμάτων.

    Πρᾶξις λθ΄.

    p. 18,11 Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους.

    Ἐπειδὴ μεμαθήκαμεν πρὸς ἃ δεῖ παραβαλεῖν τὴν διαφοράν, ὅτι πρὸς τὰ μέλλοντα, καὶ πρὸς ἃ οὐ δεῖ, ὅτι πρὸς τὰ φθάσαντα, φέρε τὰ μὲν σιω- [*](1 ἀπορία V ὅτι om. V 2. 3 δοθ.] δοκούντων V 3 γίν. αἱ π. σχ.] γὰρ πᾶσαι αἱ σχ. V 3. 4 τὰς λοιπὰς C 4 παραλαμβάνομεν C 5 ἀδολεσχήσωμεν in lac. XIV litt. om. suppl. C2 παραβάλωμεν Urb. 35: παραβάλω CV 6 δεῖν V 7 σχέσει C 8 παρεβάλλ. Dav.: παραβάλλ. CV 9 τῶ Dav.: τὸ CV σχήματι V 10 ἴσως V 11 τρὶς] τρεῖς C 12 ῥηταῖον C 13 ἀντιδομένων V 14 ὁ om. C 15 οὐδὲν] οὐδὲ V ἑαυτὸν V δὲ Dav.: om. CV ὅρου om. V 16 προστιθέντος V 16. 19. 20. 22 γίν.] γὰρ V 16 προυπόκειτο C 17 προστεθ. Dav.: προτεθ. C: προετεθ. V 18 τὴν πρώτην τὴν V 19 προστεθείσ. Dav.: προτεθείσ. CV προτεθέντων V 20 προτεθ. V 21 προστίθεται V 22 ἔστι—πραγμάτων (25) om. V (recte) 27 ante lemma add. tit. Περὶ τῶν κοινῶν εἴδους καὶ διαφορᾶς. περὶ τῶν ἰδίων αὐτῶν πρᾶξις λθ᾿ in mrg.) V κοινὰ V 28 commentarii quod restat om. V παραβαλεῖν Dav.: παραλαβεῖν C)

    101
    πῶντες τὰ δὲ διδάσκοντες μήτε τι τῶν ὀφειλόντων ῥηθῆναι παραλείψωμεν μήτε ἀδολεσχία περιπέσωμεν δὶς τὰ αὐτὰ λέγοντες. εἴπωμεν οὗν κοινὰ εἴδους καὶ διαφορᾶς. λέγει οὖν ὁ Πορφύριος κοινὰ αὐτῶν δύο, πρῶτον μὲν τὸ ἐπίσης μετέχεσθαι· του γὰρ ἀνθρωπείου ειοους ἐπίσης μετέχει πᾶς ἄνθρωπος καὶ ἐπίσης τοῦ λογικοῦ. δεύτερον κοινὸν αὐτῶν τὸ ἀεὶ μετέχεσθαι αὐτά· ἀεὶ γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ἀεὶ λογικός. ταῦτα μὲν αὐτῶν κοινά. διάφορα δὲ αὐτῶν λέγει τέσσαρα· πρῶτον ὅτι ἡ διαφορὰ ἐν τῷ ποῖόν τι κατηγορεῖται, τὸ δὲ εἶδος ἐν τῷ τί ἐστι. διὸ καὶ ἀποροῦσιν ὅτι καὶ πῶς εὑρίσκομεν τὸ εἶδος ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον· ἐὰν γὰρ | ἐρωτηθῶμεν τί ἐστι Σωκράτης, ζῷόν φαμεν, ποῖον [*](105r) δὲ ζῷον ἐρωτηθέντες φαμὲν ἄνθρωπος. πρὸς τοῦτό φαμεν ὅτι ὅσον ἐφ’ ἑαυτὸ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ἡ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστιν, ἀλλὰ διὰ τὴν διαφορὰν προσελθοῦσαν τῷ γένει καὶ ποιήσασαν τὸ εἶδος ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται τὸ εἶδος. διὸ πάλιν ἀποροῦσιν ὅτι διὰ τί μὴ τῇ διαφορᾷ ἐξηκολούθησε τὸ εἶδος τῇ εἰδοποιούσῃ καὶ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται, ἀλλὰ τῷ γένει καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται. λύσις· ὅτι αἱ διαφοραὶ προσελθοῦσαι τῷ γένει οὐκ ἔμειναν διαφοραί, ἀλλ’ εἴδη ἐγένοντο. τοῦτο τὸ πρῶτον. δεύτερον ὅτι ἐπὶ πλεῖον ἡ διαφορὰ τοῦ εἴδους, κἂν μὴ ἀεὶ διὰ τὰς ἀντιστρεφούσας διαφοράς, οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. διὸ καὶ τοῦτο πολλάκις προστέθηκεν ὁ Πορφύριος. τοῦτο καὶ τὸ δεύτερον. τρίτον αὐτῶν λέγει διάφορον ὅτι ἡ διαφορὰ φύσει προτέρα τοῦ κατ’ αὐτὴν εἴδους· τὸ γὰρ λογικὸν ἀναιρεθὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐκ ἀναιρεῖ καὶ τὸ λογικὸν ὄντος θεοῦ. ἀγγέλου. ἀλλὰ καὶ συνεισφέρεται καὶ οὐ συνεισφέρει· ἄνθρωπον γὰρ | ἐὰν [*](105v) εἴπω, συνεισήγαγον καὶ τὸ λογικόν, λογικὸν δὲ ἐὰν εἴπω, οὐ πάντως καὶ ἄνθρωπον συνεισήγαγον. τέταρτον διάφορον ὅτι διαφορὰ μὲν διαφορᾷ μίγνυται πρὸς εἴδους γένεσιν, οἷον τὸ λογικὸν καὶ τὸ θνητὸν πρὸς ἀνθρώπου γένεσιν, εἶδος δὲ εἴδει οὐ μίγνυται πρὸς ἄλλου εἴδους γένεσιν. καὶ ἀπορεῖ πρὸς τοῦτο ὁ Πορφύριος, ὅτι καὶ εἶδος εἴδει μίγνυται πρὸς ἄλλου εἴδους γένεσιν, οἷον ἵππος ὄνῳ πρὸς ἡμιόνου γένεσιν. καὶ λύσιν τούτου φασὶν τοιαύτην, ὅτι ἡ καθόλου μὲν διαφορὰ τῇ καθόλου διαφορᾷ μίγνυται πρὸς εἴδους γένεσιν, ὡς τὸ καθόλου λογικὸν καὶ τὸ καθόλου θνητὸν πρὸς ἀνθρώπου γένεσιν, καθόλου δὲ εἶδος τῷ καθόλου εἴδει οὐ μίγνυται πρὸς εἴδους γένεσιν· ὁ γὰρ τὶς ἵππος τῷ τινὶ ὄνῳ μίγνυται πρὸς ἡμιόνου γένεσιν. ἀλλ’ ἀποκληρωτικὸς ὁ λόγος· διὰ τί γὰρ ὡς ἡ καθόλου διαφορὰ τῇ καθόλου διαφορᾷ μίγνυται, μὴ καὶ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει ἐμίγη πρὸς εἴδους γένεσιν; εἰ γὰρ μὴ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει ἐμίγη, οἷον [*](2 περιπέσωμεν Dav.: περιπέσομεν C 6 ante αὐτά ras. IV litt. C 9 alt. καὶ post εὑp. ponas 9. 10 ἐν τῶ ποῖόν τί ἐστι κατηγορούμενον Dav.: om. C 10 ἐὰν] dv ἐρωτιθ. C 13 ποιῆσαν C1 14 ἐν τῷ ποῖόν τί ἐστι — εἶδος Dav.: om. C 16 alt. τί ἐστι Dav.: ποῖόν τί ἐστι C 24 ἀγγέλου eicias 24. 25 καὶ (ante συνεισp. et τὸ λογ.) Dav.: om. C 32 εἴδους γένεσιν ὡς Dav.: om. C 33 τῶ ex τὸ corr. C 36 ἐμίγει C 37 μὴ Marc. 201 Urb. 35: om. C)
    102
    ὁ καθόλου ἵππος τῷ καθόλου ὄνῳ πρὸς τὴν καθόλου γένεσιν τοῦ ἡμιόνου, εὑρεθήσεται ὅλον | τὸ εἶδος τὸ τῶν ἡμιόνων ἀναίτιον. λύσις τούτου ὅτι καὶ [*](106r) ἡ καθόλου διαφορὰ μίγνυται τῇ καθόλου διαφορᾷ, ἀλλ’ οἷον κτὰ παράθεσιν διακεκριμένως γάρ ἐστι τὸ λογικὸν καὶ τὸ θνητὸν ἐν τῷ ἀνθρώπῳ), καὶ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει μίγνυται, κατὰ κρᾶσιν δέ· οὐδὲ γὰρ ἔχεις διακρῖναι τὸ ἵππειον εἶδος ἀπὸ τοῦ ὀνείου ἐν τῷ ἡμιόνῳ. καὶ ταῦτα μὲν πέρι τούτου.

    Ἐφ᾿ οἷς παραβάλλει διαφορὰν καὶ ἴδιον καὶ τὰ αὐτὰ λέγει κοινά, ἅπερ καὶ ἐπὶ εἴδους καὶ διαφορᾶς. πρῶτον μὲν τὸ ἐπίσης μετέχεσθαι ὑπὸ τῶν μετεχόντων ἐπίσης γὰρ πάντες ἄνθρωποι λογικοὶ καὶ ἐπίσης γελαστικοί), δεύτερον τὸ ἀεὶ συνυπάρχειν· κἄν γὰρ κολοβωθῇ ὁ δίπους, ἀλλὰ πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται· καὶ τὸ γελαστικὸν γὰρ οὐχὶ τῷ γελᾶν ἀλλὰ τῷ πεφυκέναι ἔχει τὸ ἀεί. διαφορὰς δὲ λέγει δύο· πρῶιον μὲν ὅτι ἡ διαφορὰ ἐπὶ πλειόνων τινῶν λέγεται πολλάκις, οἷον τὸ λογικὸν ἐπὶ θεοῦ καὶ ἀγγέλου καὶ ἀνθρώπου, τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον, οἷον τὸ γελαστικὸν ἐπὶ ἀνθρώπου μόνου. πρόσκειται δὲ τὸ πολλάκις διὰ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· αὕτη γὰρ ἡ διαφορὰ οὐκ ἐπὶ πλειόνων τινῶν λέγεται, | ·ἀλλ’ [*](106v) ἐπὶ μόνου ἀνθρώπου. τοῦτο μὲν τὸ πρῶτον αὐτῶν διάφορον. δεύτερον δὲ ὅτι ἡ διαφορὰ ἕπεται ἐκείνοις, ὧν εἴη διαφορά, οὐ μὴν καὶ ἀντιστρέφει, τὰ δὲ ἴδια ἀντιστρέφει καὶ ἀντικατηγορεῖται ὧν ἔστιν ἴδια. ταῦτα καὶ περὶ διαφορᾶς καὶ ἰδίου.

    Ἐφ᾿ οἷς παραβάλλει τὴν διαφορὰν καὶ πρὸς τὸ συμβεβηκὸς καὶ λέγει δύο αὐτῶν κοινά· πρὸς μὲν τὸ πᾶν συμβεβηκὸς τὸ καθόλου κοινὸν αὐτῶν τὸ ἐπὶ πλειόνων λέγεσθαι, πρὸς δὲ τὸ ἀχώριστον συμβεβηκὸς τὸ ἀεὶ ὑπάρχειν· ἀεὶ γὰρ ὁ κόραξ μέλας καὶ ὁ Αἰθίοψ καὶ ἀεὶ ὁ ἄνθρωπος λογικός. ταῦτα μὲν αὐτῶν τὰ κοινά. διάφορα δὲ αὐτῶν λέγει τρία· πρῶτον ὅτι ἡ διαφορὰ περιέχει, οὐ περιέχεται δέ τὸ γὰρ λογικὸν περιέχει τὸν ἄνθρωπον), τὰ δὲ συμβεβηκότα τρόπον μέν τινα περιέχουσι, κατὰ τὶ δὲ περιέχονται· καθὸ μὲν γὰρ πλείοσιν εἴδεσιν ὑπάρχει τὸ αὐτὸ συμβεβηκός, περιέχει, καθὸ δὲ ἓν εἶδος οὐ μόνον ἑνὸς συμβεβηκότος δύναται μετέχειν ἀλλὰ πλειόνων, οἷον λευκοῦ καὶ μέλανος, περιέχεσθαι δοκεῖ τότε τὸ συμβεβηκός. δεύτερον αὐτῶν διάφορον ὅτι τὸ μὲν συμβεβηκὸς ἐπιδέχεται | τὸ μᾶλλον καὶ τὸ 107r ἧττον, ἡ δὲ διαφορὰ οὐκέτι. τρίτον αὐτῶν λέγει διάφορον ὅτι αἱ ἐναντίαι διαφοραὶ οὐ μίγνυνταί ποτε, οἷον τὸ λογικὸν καὶ ἄλογον, τὰ δὲ ἐναντία συμβεβηκότα μίγνυνται πρὸς γένεσίν τινος, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν πρὸς γένεσιν φαιοῦ. ταῦτα ἔχει ἡ πρᾶξις.

    [*](5 τῶ ex τὸ corr. C 12 ἀλλὰ Dav. : om. C 14 καὶ ἀγγέλου eicias 15 δὲ Dav.: om. C 20 ὧν Dav.: ὦ C 24 ἄχωp.] ἀόριστον C 25 ὁ (ante ἄνθp.) Dav.: om. C 29 post γὰρ add. ἔχει C: om. Dav. ὑπάρχει Dav.: in ras. VIII litt. om. C 31 an οἷον 〈ἄνθρωπος〉? 34 ἄλλογον C 36 πρᾶξις ex τάξις corr. C2)
    103

    <Πρᾶξις μ΄.>.

    p. 20,12 εἴδους δὲ καὶ ἰδίου κοινὸν τὸ ἀλλήλων ἀντικατηγο- ρεῖσθαι.

    Παραβαλὼν ὁ Πορφύριος τὸ γένος πρὸς τὰς λοιπὰς τέσσαρας φωνάς, τοῦτ’ ἔστι διαφοράν, εἶδος, ἴδιον καὶ συμβεβηκός, εἶτα τὴν διαφορὰν πρὸς τὰς τρεῖς, φημὶ εἶδος, ἴδιον, συμβεβηκός, ἔρχεται καὶ ἐπὶ τὰ λοιπὰ καὶ παραβάλλει τὸ μὲν εἶδος πρὸς ἴδιον καὶ συμβεβηκός, τὸ δὲ ἴδιον καὶ τὸ συμβεβηκὸς πρὸς ἄλληλα, καὶ οὕτως πληροῖ τὴν παροῦσαν ὑπόθεσιν. λέγει οὖν κοινὰ εἴδους καὶ ἰδίου δύο· πρῶιον μὲν ὅτι ἀντιστρέφουσιν (εἰ γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἰ γελαστικόν, ἄνθρωπος) δεύτερον τὸ ἐπίσης μετέχεσθαι· ἐπίσης γὰρ πάντες οἱ μετέχοντες τοῦ ἀνθρωπείου εἴδους μετέχουσι καὶ ἐπίσης τοῦ γελαστικοῦ. ἐφ’ οἷς λέγει αὐτῶν καὶ διάφορα τέσσαρα· πρῶτον ὅτι τὸ μὲν εἶδος δύναται ἄλλου γένος εἶναι ὡς ἐπὶ τῶν | ὑπαλλήλων, [*](107v) τὸ δὲ ἴδιον ἄλλου ἴδιον οὐ δύναται εἶναι. δεύτερον ὅτι τὸ μὲν εἶδος πρότερον τοῦ ἰδίου, τὸ δὲ ἴδιον ἐπιγίνεται τῷ εἴδει· πρῶτον γὰρ ἄνθρωπος καὶ τότε γελαστικόν. τρίτον ὅτι τὸ εἶδος ἀεὶ ἐνεργεία, τὸ δὲ ἴδιόν ποτε καὶ δυνάμει· ἀεὶ γὰρ ὁ Σωκράτης ἐνεργείᾳ ἄνθρωπος, γελᾷ δὲ οὐκ ἀεί, καίπερ ἀεὶ πεφυκὼς γελαστικὸς εἶναι. τέταρτον διάφορον εἴδους καὶ ἰδίου, ὅτι ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ τοιαῦτα· ἐπειδὴ οὖν διάφοροι οἱ ὅροι εἴδους καὶ ἰδίου, ἀνάγκη καὶ αὐτὰ διάφορα εἶναι. ταῦτα μὲν καὶ περὶ εἴδους καὶ ἰδίου.

    Ἐφ οἷς συγκρίνει εἶδος καὶ συμβεβηκὸς καὶ λέγει κοινὸν αὐτῶν ἓν τὸ ἐπὶ πολλῶν κατηγορεῖσθαι διὰ τὸ πλεῖστον ἀλλήλων διεστάναι τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε· τῶν γὰρ πλεῖστον ἀλλήλων διεστώτων παντὸς μὲν τὰς διαφορὰς εἰπεῖν, τὰς δὲ κοινωνίας μόνου ἐπιστήμονος, ὡς ἐπὶ μύρμηκος καὶ ἐλέφαντος· καθὸ μὲν γὰρ ζῷα, κοινωνοῦσι μόνον, κατὰ δὲ τὰ ἄλλα διαφέρουσι. καὶ ἀνάπαλιν τὰς διαφορὰς τῶν πολὺ κοινωνούντων ἐπιστήμονος μόνου εἰπεῖν, τὰς | δὲ κοινωνίας παντός, ὡς ἐπὶ περιστερᾶς καὶ φάττης, [*](108r) ὡς ἐπὶ κυνὸς καὶ λύκου. διάφορα δὲ αὐτῶν λέγει τέσσαρα· πρῶτον μὲν ὅτι τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ποῖόν τι ἢ πῶς ἔχον. δεύτερον ὅτι ἑκάστη οὐσία ἑνὸς μὲν εἴδους μετέχει, συμβεβηκότων δὲ πολλῶν χωριστῶν τε καὶ ἀχωρίστων. τρίτον ὅτι φύσει πρότερα τὰ εἴδη τῶν συμβεβηκότων, κἄν ἀχώριστα ᾖ τὰ συμβεβηκότα. τέταρτον ὅτ.ι τὸ μὲν εἶδος ἐπίσης μετέχεται, τὸ δὲ συμβεβηκὸς οὐκ ἐπίσης· ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον, κἂν ἀχώριστον ᾖ. καὶ ταῦτα μὲν περὶ τούτου.

    [*](1 πρᾶξις μ΄ addidi (cf. p. 100,26) 6. 7 ἔρχεται—συμβεβηκός Dav. om. C 13 γένος Marc. 201: γένους C 16 γελαστικόν Dav.: γελαστικός 19 τοιαῦτα scripsi: ταῦτα C Dav. all. οἱ Dav.: om. C 24 πλεῖστον Dav.: πλείστων C 35 ἡ Dav.: εἴη C)
    104

    Ἐφ᾿ οἷς παραβάλλει ἴδιον καὶ ἀχώριστον συμβεβηκὸς καὶ λέγει κοινὰ αὐτῶν δύο· πρῶτον μὲν ὅτι ἄνευ τούτων οὐ δύναται ὑποστῆναι τὰ ἐν οἷς εἰσιν· οὐδὲ γὰρ ἄνευ γελαστικοῦ ἄνθρωπος οὐδὲ ἄνευ τοῦ μέλανος Αἰθίοψ. δεύτερον δὲ ὅτι ὥσπερ παντὶ καὶ ἀεὶ πάρεστι τὸ ἴδιον, οὕτως καὶ τὸ ἀχώριστον συμβεβηκός. ταῦτα μὲν τὰ κοινά. διάφορα δὲ αὐτῶν λέγει τρία· πρῶτον ὅτι τὸ μὲν ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, ὡς τὸ γελαστικὸν ἀνθρώπῳ, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οἷον τὸ μέλαν οὐκ Αἰθίοπι μόνῳ ἀλλὰ καὶ ἄλλοις πολλοῖς. | δεύτερον ὅτι τὸ ἴδιον ἀντιστρέφει καὶ ἀντικατηγορεῖται 108v καὶ ἐπίσης ἐστὶν οὗ ἐστιν ἴδιον, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οὐκ ἀντιστρέφει. τρίτον ὅτι τῶν μὲν ἰδίων ἐπίσης ἡ μετοχή, τῶν δὲ συμβεβηκότων πῇ μὲν μᾶλλον, πῇ δὲ ἧττον. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται αὐτῇ σὺν θεῷ καὶ ἡ πᾶσα πραγματεία τοῦ Πορφυρίου.

    [*](8 τὸ ἴδιον Dav. : om. C 9 ἐστιν (alt.) Dav.: om, C)