In Aristotelis Meteora Commentaria
Olympiodorus
Olympiodorus. Olympiodori in Aristotelis Meteora Commentaria (Commentaria in Aristotelem Graeca 12.2). Stuve, Wilhelm, editor. Leipzig: Reimer, 1900.
Πρᾶξις αݲ.
[*](Ed. Aid. f. 2r)p. 338a20 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων φύσεως.
Τὸ προοίμιον τοῦ προκειμένου βιβλίου τοῦ Ἀριστοτέλους τὸν παρ’ Ὁμήρῳ μάντιν ἐκμιμούμενον,
Σκοπός ἐστι τοίνυν τῷ Ἀριστοτέλει τὰ ἐν τῷ μεταρσίῳ συνιστάμενα πάθη τῶν στοιχείων τῶν ὁμοΰλων παραδοῦναι ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ. τοῦτο δὲ πρόσκειται. ἐπειδὴ ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι περὶ τῶν ἐν τῷ μεταρσίῳ ὁ σκοπός. κατὰ φύσιν γὰρ ἔχουσαι αὗται τὴν ἄνω φορὰν διώκουσι, παρὰ φύσιν δὲ γινόμεναι μένουσι κάτω ἐν τῇ γῇ καὶ ποι. οὖσι σεισμοὺς καὶ τὰ λοιπά, ἃ μέλλομεν μαθεῖν. οὗτος ὁ σκοπός. ἀλλ’ [*](3 Πρᾶξις ἁ ora. a 6 Ὁμήρῳ] A 70 7 ἤδει V 10 λέγων V1: corr. V2 12 αὐτοῦ a 14 περὶ ζώων VG: *υων a ἱστορίας] fort, ἱστορία; cf. p. 15 διηγεῖται a τὸν om. a παραδιδούς Cla καὶ τὰ] ἀλλὰ τὰ G 16 καταλείποντες a 19 ὁμούλων V: ὁμογενῶν G: ὁμοι* a 20 τοῦτο δὲ om. a ἀναθυμιάσεσι VG: ἄνω πάθ* άσεσι a 21 κατὰ om. a ἔχουσιν Ga 21. 22 φορὰν G: αἰτίαν V 22 διώκουσι V: διώκουσαι G: διω* a 23 post σκοπός lac. iiul. a Comment. Arist. Xll 2. Olympiod. Meteor.)
Εἰδέναι δὲ χρὴ τὸ παρὸν βιβλίον χρήσιμον * * * πρῶτον καλεῖ λέγων “οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν”· ἀποκαλεῖ δὲ αὐτὸν καὶ ῾νεφεληγερέτην᾿. τοῦτο δεύτερον. τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον 〈χρήσιμον〉, διότι αἱ μεταβολαὶ τῶν ἀναθυμιάσεων τούτων χαλεπῶν συμπτωμάτων γίνονται πρόξενοι. καὶ δηλοῦσιν οἱ ἐκ τῶν διοσημειῶν τὰ πολλὰ προλέγοντες, οἷον ὑετόν, ἀνομβρίαν, λοιμόν. τέταρτον · ἐπειδὴ καὶ πάνυ ἀναγκαίως ἐφρόντιζον οἱ παλαιοὶ τῶν διιπετῶν ἀγαλμάτων, ὡς δηλοῖ τὸ Παλλάδιον μέχρι νῦν ἐν τῷ Βυζαντίῳ ὄν. πέμπτον· ἀναγκαῖον τὸ πρῶτον βιβλίον, διότι καὶ ἐν τοῖς φυσικοῖς λόγοις οὐ παύεται τῆς ἀστρονομίας (ἀστρονομικοῖς γὰρ ὀνόμασι τὰ πολλὰ ὀνομάζει λέγων παρήλιον νέφος καὶ διᾴττοντα ἀστέρα καὶ ἀστραπὴν διὰ τὸ ἔχειν εἶδος ἄστρων), καὶ ὅτι δεῖ τὸν φυσικὸν φιλόσοφον μὴ μόνον τὴν οὐσίαν τῶν στοιχείων γινώσκειν, ἀλλὰ καὶ τὰ πάθη τὰ συμβαίνοντα. ἐν τούτοις τὸ χρήσιμον.
Ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέγραπται Μετέωρα οὐ μάτην, ἀλλ᾿ ἐκ τῆς ὑλικῆς αἰτίας, φημὶ δὲ διὰ τὰς ἀναθυμιάσεις. αὗται γὰρ ὅσον ἐφ᾿ ἑαυτὰς ἐν τῷ μετεώρῳ φέρονται πλὴν εἴ ποτε διὰ βίαν ἐν τῇ γῇ ἐπισχεθῶσιν.
Ἡ τάξις τῆς ἀναγνώσεως ἀπ᾿ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐνταῦθα δι- [*](1 ante τις add. ἄν a; malim ἄρξεται coll. Ar. Phys. Θ 9 p. 265a 30 4 δέδεικται] cf. Phys. Γ 5 p. 206 a 7 6 ante ἀτελεύτητα add. τὰ a 8 καὶ (ante γενητὰ) om. a 14 καὶ (post γὰρ) om. a 15 καὶ ἔστι καὶ ἐν Va 16 ὕδασιν a ζωογονοῦντες Ga: ζωογονούμενοι V 17 βιβλίον τὸ παρὸν transponit a ante πρῶτον lacunam trium versuum statuit V πρῶτον—τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον (19) V: om. Ga lacuna non indicata 18 οὐρανὸν εὐρὺν] Hom. 0 192 20 χρήσιμον addidi 21 οἱ om. a δύο σημείων a 24 πρῶτον] scribe παρὸν 26 παρήλιον] τὸν ἥλιον Ga; cf. Ar. Meteor. Γ 6 p. 377a 29 27 διᾴττοντα] Ar. Meteor. Α 4 p. 341b35; cf. etiam Α 4 p. 341b3 et p. 342a13 sqq. ἄστρου G 31 ὐλικῆς a: ποιητικῆς VG; cf. p. 1,20; 3,11 31. 32 ἐφ᾿ ἐαυταῖς a 32 φέρωνται a 34 ἀπ᾿ VGa: lege ὑπ᾿; cf. 18r25: 68v50. 51)
Τὸ γνήσιον. τινὲς νοθείαν τοῦ πρώτου βιβλίου κατεψηφίσαντο, πρῶτον μὲν ἐκ τοῦ παραβῆναι αὐτὸν τὸν Ἀριστοτέλην καὶ σαφήνειαν ἐπιτη- δεῦσαι. ἀλλ’ ἐροῦμεν πρὸς αὐτούς, ὅτι καὶ πολλῇ πάνυ ἀσαφείᾳ κέχρηται ἐν τῷ λέγειν αὐτόν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ τρόπον τινὰ ἐφαπτόμεθα. καὶ ἔστιν εἰπεῖν μᾶλλον ἐνταῦθα, ὅτι ἀσαφῶς φέρεται, μᾶλλον ἤπερ ἐν τῇ Περὶ ψυχῆς· ‘καὶ γὰρ διὰ τὸ ὅμοιον εἷναι τὸ γινῶσκον τῷ γινωσκομένῳ σαφῆ εἰσι τὰ διδασκόμενα’. ἐνταῦθα δὲ κατὰ μὲν τὴν λέξιν σαφῶς φέρεται, κατὰ δὲ τὰ ἐνθυμήματα πάνυ ἀσαφῶς, ὥς φησιν αὐτός· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τινά. ἐν ἄλλῃ δὲ πραγματείᾳ οὐκ εἴρηται αὐτῷ τοιοῦτόν τι. ἄλλως τε τὸ κατὰ συμβεβηκὸς ἐνταῦθα σαφῶς διδάσκει, διότι περὶ μερικῶν διαλαμβάνει, χρειώδης δὲ τοῖς μερικοῖς ἡ σαφήνεια. πάλιν φασὶ νόθον τὸ παρὸν πρῶτον βιβλίον, ἐπειδὴ ψευδῆ λέγει καὶ ἐναντία ἑαυτῷ κατὰ ἐκπομπὴν λέγων γίνεσθαι τὴ ὅρασιν. φαμὲν οὖν, ὅτι ὅσον ἐπὶ τούτῳ ἀθετήσομεν καὶ τὴν Φυσικὴν ἀκρόασιν· κἀκεῖ γὰρ φαίνεται τοῦτο λέγων. φησὶ γάρ· ‘ἐναντίως ἔχει ἡ μαθηματικὴ τῇ ὀπτικῇ· ἡ μὲν γὰρ μαθηματικὴ τὴν φυσικὴν εὐθεῖαν μαθηματικὴν ποιεῖ, ἡ δέ γε ὀπτικὴ τὴν μαθηματικὴν εὐθεῖαν φυσικὴν ποιεῖ’. καὶ ὅρα, ὅτι ‘εὐθεῖαν’ εἶπεν, ᾧ δῆλον, ὅτι κατ’ ἐκπομπὴν εἶπε [*](2 τριῶν] scribendum δύο 4 ψυχῆς] scribe ἐμψύχων coll. p. 1,12 τουτέστι om. V 7 Περὶ om. V 8 μανθάνειν] μὲν θανεῖν G i) σχεδὸν] Ar. Meteor. Α 1 p. 339a8 13 fiepl φυσικῆς ἀκροάσεως] Phys. Θ 6 (imprimis p. 256b25) et 9 265b22) 14 οὕτως a 15 αὕτη καὶ G (cf. 15v48): αὕτη γὰρ Va 18 πολλῇ καὶ trans- ponit a σδσγρίᾳ] ἀσαφηνείᾳ a 20 ἐφαψόμεθα a μᾶλλον (post εἰπεῖν) fortasse delendura est 21 Περὶ ψυχῆς] cf. Ar. Dean. Α 2 p. 405b15; 5 p. 409b26; r 3 p. 427 a 28, b 5 26 διότι] ὅτι a 27 παρὸν VG: παρὰ a 28 λέγων V, sod tov in rasura: λέγουσι G; de re cf. Ar. Meteor. A 8 p. 345b11; 6 p. 343a13 29 ὅτι (ante ὅσον) G: om. Ya 30 φησὶ γάρ] Ar. Phys. Β 2 p. 194a7 31. 32 τὴν φυσικὴν εὐθεῖαν a: τῆ φυσικὴ εὐθεῖάν YG 32 τὴν μαθηματικὴν εὐθεῖαν Ga; ttj εὐθεῖαν V 33 o) a: ὃ VG)
Η εἰς τὰ μόρια διαίρεσις. διαιρεῖται τὸ παρὸν βιβλίον εἰς λόγους καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τὰ πάθη πάντα τὰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως καὶ τῆς ἀτμιδώδους]· ἐν δὲ τῷ πέρατι καί τινα σαφῆ παραδίδωσι τῆς ἀτμιδώδους. ὁμοίως καὶ ἐν τῷ δευτέρω περὶ τῶν ἀσαφῶν τῆς καπνώδους ἀναθυμιάσεως διαλέγεται, ἐν δὲ τῷ τρίτῳ ὑπόλοιπα ἀσαφῆ τῆς ἀτμιδώδους. ἁπανταχοῦ γὰρ καὶ ἐν τοῖς σαφέσι καὶ ἐν τοῖς ἀσαφέσι προτάττει τὰ τῆς καπνώδους τῇ τάξει τοῦ παντὸς κατακολουθήσας. πρότερον γὰρ τὸ πύρινον στοιχεῖον, εἶτα τὸ ἀέρινον· λογεῖ δὲ τῷ μὲν πυρὶ ἡ καπνώδης ἀναθυμίασις, τῷ δὲ ἀέρι ἡ ἀτμιὸώδης. ἐν δὲ τῷ πέρατι τοῦ τρίτου περί τινων ἀψύχων διαλέγεται, οἷον περὶ τῶν [*](3 ἐκφαίνει V: ἐμφαίνει G: ἐμφαίνεται a 5 παραδούς G Περὶ ψυχῆς] Β 7 5. 6 ἐμφαίνει a 6 ὅτι σαφῶς YG: σαφῶς a: ἀσαφῶς Idelenis: fort, ὅτι ἀσαφῶς.. cf. lor 35 7 ἀκαίρως a 9 οὖν a: supra lineam add. ’: oin. G 11 αἰτιᾶται] Ar. Meteor. Α 3 p. 340a28 sqq. 12 καθ’ αὑτό Idelerus Ar. De an. Β 7 p. 418b14 15 καθ’ αὑτόν a 16 φησὶ G 17 εἶναι φησὶ transicit a πάθος ἀέρος] cf. Ar. Meteor. Α 8 p. 346b3 20 αὐτῷ ἀπονέμοντες coll. 38v38 et 53v41 em. Ideler: τροφιὰ αὑτοῦ ἀποφήναντες VG a 22 ante ἀποροῦμεν add. τὸ a post ἀποροῦμεν add. τί G ’ 26 καὶ τῆς ἀτμιδώδους (quae est emendatio v. 28) delevi 27 post σαφῆ παραδίδωσι verba τὰ πάθη πάντα iterat a ἀτμιδώδους correxi coll. v. 26 sqq.: καπνώδους YGa 29 ἀσαφῆ om. a 33 post τρίτου add. βιβλίου a)
Ἰστέον δέ, ὅτι Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τὸ πέρας τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ τὸν τέταρτον λόγον χωρίζει ἀπὸ τῶν Μετεώρων καὶ συνάπτει τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ‘ἔδει γάρ, φησι, μετὰ τὴν εἴδησιν τῶν στοιχείων εἰδέναι καὶ τὰ ἐξ αὐτῆς γινόμενα’· φησὶ δὲ τὰ σύνθετα. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος συνηγορεῖ λέγων, ὅτι οὐ δεῖ διακρίνεσθαι ἀπὸ τῶν Μετεώρων αὐτὰ καὶ συνάπτεσθαι τῇ Περὶ γενέσεως καὶ φθορᾶς· οὕτω γὰρ εὑρεθήσεται διασπωμένη ἡ περὶ τῶν στοιχείων διδασκαλία μεσολαβουμένη ὑπὸ τῆς τῶν συνθέτων πραγμάτων ὑφηγήσεως. δέον γάρ ἐστι μετὰ τὰ Περὶ γενέσεως καὶ φθορᾶς τοὺς πρώτους μαθεῖν τῶν Μετεώρων λόγους περὶ γὰρ τῶν στοιχείων οὗτοι διδάσκουσι) καὶ οὕτω τοὺς τελευταίους λόγους τῶν Μετεώρων, ἐν ᾧ ἡ περὶ συνθέτων πραγμάτων διδασκαλία.
[*](5 παρούσης V: προσούσης Ga 6 γεγραμμένη a 7 ἱστορίᾳ] an μορίων ? cf. V. 11; 61 r 23, 31 sq. 9 καὶ (post ἐκεῖ γὰρ) om. V 11 τῷ Περὶ ζῴων μορίων scripsi: xdi περὶ ζώων μορίω V: ttj περὶ ζώων ἱστορία Ga 14 πρὸς αὑτὰ per se, eliamsi σύνθετα non addatur 15 ἐντελέχεια] Ar. De au. Β 1 p. 412 a27, b5 post ἐστι add. γὰρ a 15. 16 κατ’ αὐτὸν V: κἆτά ταὐτὸν Ga 16 ὀργανικοῦ] litteras ὄργα om. in lacuna G 18 τὰ ἀπλῶς Ga 21 post φθορᾶς add. τοὺς πρώτους τῶν μετεώρων λόγους a φησι] cf. Alex, in Met. p. 179,3 sqq. Uayd. 23 οὐ om. a 24 ἀπὸ τῶν μετ. διακρίνεσθαι transpon. a προσάπτεσθαι Ga 29 τοὺς τελευταίους λόγους] καὶ ὁ τελευταῖος λόγος temptabat Ideler. iirnno pro ἐν ᾦ corrige ἐν οἷς πραγμάτων om. a)Πρᾶξις β.
[*](3r)p. 338a20 Περὶ μὲν οὗν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ πάσης κινήσεως φυσικῆς.
Ἀνάμνησιν ποιεῖται τῶν φθασάντων ἑτέρᾳ διὰ τοῦ παρόντος ῥνσειδίου, τῆς Φυσικῆς ἀκροάσεως. ἀλλὰ διὰ μὲν τοῦ εἰπεῖν τῶν πρώτων αἰτίων τῆς φύσεως ἀνέμνησε τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου. ἐν γὰρ τούτοις τὰ πρῶτα αἴτια, ὕλην φημὶ καὶ εἶδος, διδάσκει. ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μᾶλλον περὶ ὕλης ὁ λόγος, ἐπειδὴ τὰς διαφόρους δόξας ἐκεῖσε διελέγχει περὶ αὐτήν, ἐν δὲ τῷ δευτέρῳ μᾶλλον περὶ εἴδους. δείκνυσι γὰρ ἐκεῖσε τὰ τρία αἴτια ἀλλήλοις συντρέχοντα· τὸ γὰρ ποιητικὸν καὶ τὸ ὑλικόν, φησι, συντρέχουσι τῷ εἰδικῷ· εἰ οὖν περὶ τοῦ εἰδικοῦ ὁ λόγος δηλονότι καὶ περὶ τοῦ εἴδους. διὰ δὲ τοῦ εἰπεῖν καὶ περὶ πάσης κινήσεως φυσικῆς ὑπόμνησιν ἐποίησε τῶν τεσσάρων λόγων εݲ εݲ, ςݲ, ζݲ, ηݲ· ἐν τούταις γὰρ περὶ πάσης φυσικῆς κινήσεως ὁ λόγος. ἀλλ’ ἴσως τις ἐρεῖ, ποῦ ὁ περὶ κινήσεως καὶ κενοῦ καὶ ἀπείρου καὶ τόπου καὶ χρόνου λόγος. τί οὖν φμεν; ὅτι τοῖς ἄκροις συuπαραλαμβάνεται καὶ τὰ μέσα, ὅτι περὶ πάσης κινήσεως εἰρηκὼς ἀνέμνησε περὶ τόπου καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν τόπῳ καὶ ἐν χρόνῳ. εἰ δὲ τόπου ἀνέμνησε, δηλονότι καὶ κενοῦ. οὐδὲν γὰρ ἄλλο ἐστὶ κενόν, εἰ μὴ τόπος ἐστερημένος σώματος. εἰ δὲ χρόνου ἀνέμνησε, δηλονότι καὶ ἀπείρου· δοκεῖ γὰρ οἷον ἄπειρος εἶναι ὁ χρόνος. ζητῆσαι δὲ ἄξιον, τί δήποτε προσέθηκε τὸ φυσικῆς. ἐντεῦθεν πειρῶνταί τινες δεῖξαι, ὅτι οἶδε καὶ Ἀριστοτέλης τὴν ὑπερφυῆ κίνησιν, ἣν καὶ ὁ Πλατῶν οἶδε λέγων αὐτοκίνητον τὴν ψυχήν. καί φαμεν, ὅτι ὁ μὲν Πλατῶν τὴν λογικὴν ψυχὴν ἔφη αὐτοκίνητον, ὁ δ’ Ἀρισιοτέλης φυσικὴν κίνησιν αὐτοκίνητον. πλὴν οἱ ταῦτα λέγοντες ἔξω τοῦ σκοποῦ βάλλουσι καὶ ἐκπίπτουσι τῆς Ἀριστοτέλους διανοίας· οὐ γὰρ δευτέραν λέγει εἶναι ἐκείνην τὴν κίνησιν, ὡς δέδεικται ἐν τῇ Περὶ ψυχῆς. τί οὖν ῥητέον; ὅτι καὶ αὐτὸς κίνησίν φησιν ὑπερφυῆ τὴν τῶν στοιχείων, ἣν εἰρήκασι κινεῖσθαι τὰς ὁλότητας αὐτῶν ἐφιεμένας τοῦ πέμπτου στοιχείου. διὰ τοῦτο το φυσικῆς.
[*](4 ἑτέρα] καὶ τέως G 6 τοῦ δευτέρου καὶ τοῦ πρώτου λόγου a 10. 11 φησὶ καὶ τὸ ὑλικὸν transicit G 11 τοῦ (ante εἰδικοῦ) om. a 13 λόγων] στοιχείων a ς] κ Ga 15 post κινήσεως add. λόγος a λόγος—περὶ τόπου καὶ χρόνου (17) om. a asterisco apposito Ki συμπαραλαμβάνονται G: συμπεριλαμβάνονται Η (fort, reete) 18 καὶ καὶ κενοῦ—δηλονότι (20) oui. in lac. 21 ζητεῖσθαι a προσέθηκε V: προστέθηκε ’-’a: προστέθεικε ’ (fort, recto; cf. p. 12,16; 16,4) 22 τὴν ὑπερφυῆ—ὁ δ' Ἀριστοτέλης (24) om. a ὑπερφυῆ G: ὑπερφυᾶ V. cf. V. 28 23.. 24 ὁ Πλάτων] Phaedr. p. 245 D 24 φυσικὴν iterat V 25 βάλλουσι] μέλλουσι a 27 Περὶ ψυχῆς] Ar. De an. Α 3 30 τὸ om. V)p. 338a21 ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων [*](3r) ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποια.
Διὰ τούτων ἐπανάληψιν ποιεῖται τῆς Περὶ οὐρανοῦ πραγμτείας, ἀλλὰ διὰ μὲν τοῦ πρώτου ῥησειδίου τῶν δύο λόγων, διὰ δὲ τοῦ δευτέρου τῶν ὑπολοί|πων δύο. τέσσαρας γὰρ λόγους ἐχούσης τῆς Περὶ οὐρανοῦ πραγματείας [*](3v) ἐν μὲν τῷ πρώτῳ περὶ πασῶν τῶν σφαιρῶν διαλέγεται, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἐν ταῖς σφαίραις ἄστρων. ἐν δὲ τῷ τρίτῳ δείκνυσι, πόσα εἰσὶ τὰ στοιχεῖ, ἀιδίους τὰς ὁλότητας ἀποδεικνύς· ἐχρῆν γὰρ ἐκεῖσε τοῦτο ποιῆσαι, ἐπειδὴ σκοπὸς αὐτῷ ἐστι τὸ δεῖξαι ἀίδιον τὸν κόσμον. ἐν δὲ τῷ τετάρτῳ λόγῳ περὶ βαρύτητος καὶ κουφότητος διαλέγεται· ἐχρῆν γὰρ ἡμᾶς τὰ περὶ τούτων εἰδέναι, ὅπως μάθωμεν, ποῖον μὲν τῶν στοι- χείων τὴν ἄνω τάξιν ὀφείλει ἔχειν, ποῖον δὲ τὴν κάτω, ποῖ δὲ μέσα. διὰ μὲν τοῦ εἰπεῖν περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων ἀνάληψιν τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου ἐποιήσατο, διὰ δὲ τοῦ ὑπολοίπου καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα τῶν ἐφεξῆς δύο λόγων τῆς Περὶ οὐρανοῦ περὶ τῶν τριῶν δια- λέγεται]. εἴρηται γάρ, ὅτι τρεῖς ἀφώρισεν πραγματείας τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ· τὴν Περὶ οὐρανοῦ, τὴν Περὶ γενέσεως καὶ φθορᾶς, τὴν παροῦσαν πραγματείαν. καὶ ποῦ μὲν ὡς ἀίδια ταῦτα διδάσκει ἐν τῇ Περὶ οὐρανοῦ, ποῦ δὲ ὡς γινόμενα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ποῦ δὲ ὡς παθαινόμενα ἐν τῇ παρούσῃ πραγματείᾳ. κέρδανον δὲ διὰ τοῦ εἰπεῖν στοιχείων σωματικῶν πόσα τε καὶ ποῖα, ὅτι καὶ τὸ πέμπτον στοι- χεῖον βούλεται εἶναι· διὰ γὰρ τοῦ εἰπεῖν πόσα ἀνέμνησεν, ὅτι πέμπτον, διὰ δὲ τοῦ ποῖα, ὅτι πέμπτον σῶμα καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ 77). σωματικῶν δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ὕλης καὶ εἴδους· κἀκεῖνα γὰρ αἴτια, ἀλλ’ οὐ σωματικά, ἀλλ’ ἀσώματα.
p. 338a23 Καὶ τῆς εἰς ἄλληλα μεταβολῆς καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον.
Ἀνάληψιν ἐνταῦθα ποιεῖται τῶν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων. δύο δὲ ὄντων λόγων ἑκατέρων ποιεῖται ἀνάμνησιν. ἐν γὰρ τῷ πρώτῳ περὶ γενέσεως καὶ φθορᾶς ἀπάσης διείλεκται, ἐν δὲ τῷ δευ- τέρῳ περὶ τῆς μεταβολῆς τῆς γινομένης εἰς ἄλληλα τῶν στοιχείων· καὶ τοῦτο εἰκότως, ἐπειδὴ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ αἴτιά ἐστι τῶν τῇδε [*](1 κατὰ VGAr.: παρὰ a 2 περὶ om. a 5. 6 πραγματείας oiu. G li ἀπασῶν a 8 ἐκεῖσε γὰρ transpon. a 12 ante μέσα add. τὰ a 15 περὶ om. N 16. 17 περὶ τῶν τριῶν διαλέγεται ex margins irrepsisse vidit Dicls 17 ἀφώρισεν ἀφώρισαν VGa (cf. adn. ad p. 10,4) 18 διδασκαλία G: διδασκαλίας V: πραγματεία a τῆς περὶ γεν. G 21 ἐκέρδανον a 22 τε om. a 21 καὶ ἀὴρ om. σωματικὸν a 32 τῆς μεταβολῆς om. a)
p. 338 a 25 Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότερον μετεωρολογίαν ἐκάλουν.
᾿Εντεῦθεν διηγεῖται τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι σκοπὸς περὶ τῶν ἐν μεταρσίῳ διαλεχθῆναι. ζητῆσαι δὲ ἄξιον, τί δήποτε εἶπε λοιπόν, τί οὖν ἔτι ἡ προῦσα πραγματεία ὑπολείπεται τῇ φυσιολογίᾳ, ποῦ αἱ ὑπόλοιποι αὐτοῦ πραγμαιεῖαι αἱ περὶ τῶν συνθέτων γραφεῖσαι. τί οὖν λέγομεν; ὅτι τὸ λοιπὸν ὡς πρὸς τὰ αἴτια· εἰς γὰρ τὴν τῶν αἰτίων μέθοδον ἡ προῦσα πραγματεία ὑπολείπεται. αἱ γὰρ ἄλλαι πραγματεῖαι περὶ τῶν αἰτιατῶν εἰσι, τουτέστι περὶ συνθέτων. εἰπὲ δὲ καὶ δευτέραν ἐξήγησιν, ὅτι τὸ λοιπὸν ὡς διὰ τὰ στοιχεῖα. ὑπολείπεται γὰρ τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ ἡ παροῦσα πραγματεία, ὅπως μὴ μόνως ἀίδια τὰ στοιχεῖα εἰδείημεν μηδὲ ὡς γινόμενα, ἀλλὰ καὶ ὡς παθαινόμενα.
p. 338a26 Ταὺτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων.
Ἀσαφές τι ἔχει ἡ λέξις. ἀλλ᾿ εἰ δοκεῖ, τοῦτο ἐξομαλίσωμεν. περὶ ὧν, φησί, μέλλω λέγειν, ἐκεῖνά εἰσιν ἅπερ συνίστανται ἐν τῷ μεταρσίῳ κατὰ φύσιν μέν, πλὴν ὅμως ἀτακτότερον τοῦ πρώτου στοιχείου· πρῶτον [*](1 ἀλλήλοις] ἄλλη G ἡ (post ἀλλήλοις) om. a. οὐκ 〈ἄλλη〉 ἀλλήλοις ἡ αἰτία Diels 4 ἑκάστου λόγου V2: ἕκαστος λόγος V1Ga 5 Πλατωνικοῦ] fort. Phacdr. 265 D 7 περὶ πάντων G: περ πάντων V: περὶ ἓν a 9 ὡς ἐκπαρεκβάσει G 13 ὑπό. σελήνην G: ὑποσελήνων Va: cf. p. 36,7 14 στοιχεῖα] στοιχείοις G 25 post πραγματεῖαι add. καὶ Va αἰτιατῶν V: αἰτίων Ga εἶπε Va 28 μόνον a 30 συμβαίνει] σημαίνει a 31 ἀτακτωτέραν (etiain in sqq.) a 33 μέλλων G)
p. 338 Περὶ Περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾶ τῶν ἀστέρων.
τοῦτό φησιν, ὅτι ἀτάκτως μὲν πάντα γίνονται τὰ ἐν τῷ μεταρσίῳ, πλὴν μέντοι ἐν τούτοις τὰ. ἐν τῷ ἀπογείῳ γινόμενα καὶ πλησίον τῶν ἀστέρων ἀτακτότερον δοκοῦσι γίνεσθαι τῶν γινομένων ἐν τῷ περιγείῳ. δι’ ἣν δὲ ἄρα αἰτίαν τοῦτό φησι; διὰ τὸν γαλαξίαν καὶ τοὺς κομήτας καὶ τοὺς διᾴττοντας. ταῦτα γὰρ ἀτάκτως δοκοῦσι γίνεσθαι ἤπερ τὰ ἐν τῷ περιγείῳ ὄνια ἶρις καὶ ἅλως. καὶ γὰρ ὁ γαλαξίας | δοκεῖ ἀτάκτως γίνεσθαι [*](4r) διὰ τὸ σχῆμα. συμπαρεκτείνεται γὰρ τῷ ζῳδιακῷ ἀνωμάλως διακειμένῳ. ἀλλὰ μὴν καὶ οἱ κομῆται, ἐπειδὴ τούτων οἱ μέν εἰσι πωγωνίαι, οἱ δὲ λογχωτοί. ἀλλὰ μὴν καὶ οἱ διᾴττοντες πολὺ ἔχουσι τὸ ἄτακτον· νομίζονται γὰρ ἄστρα εἶναι. ἡ μέντοι ἶρις καὶ ἡ ἅλως οὔκ εἰσιν οὕτως ἄτακτα. πολλὴ γάρ ἐστιν ἐπὶ τῆς ἴριδος ἀκρίβεια μαθηματική· τοιαύτη γάρ τις γίνεται περιφέρεια, ἣν οὐδὲ τέχνη σχεδὸν ποιῆσαι δύναται. διὸ μᾶλλον καὶ φαντασίαν ψιλὴν λέγουσιν εἶναι ταύτην καὶ ἀπὸ τῆς ὄψεως, καὶ οὐ κυρίως ὑπάρχειν, ἐπειδὴ ἀδύνατόν ἐστί, φασί, τὸν οὕτω ῥευστὸν ἀέρα τοιαύτην δέξασθαι μαθηματικὴν ἀκρίβειαν. ἀλλὰ μὴν καὶ ἐπὶ τῆς ἄγω τὸ αὐτό· τοιοῦτος γὰρ γίνεται κύκλος, ὡς ὑπερβαίνειν μαθηματικὴν ἀκρίβειαν.
p. 338b22 Oiov περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων.
ἐπειδὴ ὁ συνηγορικὸς Ἀριστοτέλης, οὐχ ὁ σπουδαῖος καὶ ὁ κύριος, συνηγορεῖ τὸν γαλαξίαν τοῦ ἀέρος εἶναι πάθος, ὅπερ οὐχ οὕτως ἔχει, βουεἰ [*](1 om. V in lac. 3 ἀτάκτως] ἄτακτα a ἀτακτώτερον εἴπωμεν a 4 ἠκολούθησαν ’ G γὰρ (i: τοῦ Va 8 ὁ ποιητής] Horn. X ’j II τῶν γειτνιῶν τὰ (j μάλιστα om. a 12 ἄστρων Ar. 13 μὲν G: ora. a: ὢν (non dilucide) V γίνονται πάντα a τὰ (post γίνονται)] τῶν V 17 post ἀτάκτως fortasse inscremluin μᾶλλον vol sciibendum ἀτακτότερον 19 συμπαρεκτείνεται a: συμπαρεκτείνεσθαι YG 22 νομίζοντες G 26 φασι sciipsi: φησί VGa τὸν] τῶν G 27 ἀλλὰ ἀλλὰ μὴν—ἀκρίβειαν (29) ora. V 28 ante τοιοῦτος add. καὶ a)
p. 338b24 Ὅσα τε θείημεν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος.
Κοινὰ λέγει πάθη ἀέρος καὶ ὕδατος τὴν ἶριν καὶ τὴν ἅλω, ὡς ἐπὶ τὸ πλεῖστον ὑετοῦ μέλλοντος κατενεχθῆναι γίνονται, καὶ δηλοῖ μάλιστα ἡ ἶρις τὸν ὑετὸν ἐσόμενον. διὸ καὶ ὁ ποιητὴς ὑετῶν μάντιν καλῶν αὐτὴν οὐκ ἄνευ τῶν πραγμάτων τῷ ἐπιθέτῳ χρήσεται. ἶρις δὲ ἐκλήθη παρὰ τὸ ἀγγέλλειν, ἐπειδὴ καὶ ἡ παρὰ τοῖς θεοῖς Ἶρις ἄγγελός ἐστιν. ἅλως δὲ ἐκλήθη διὰ τὸ ἐοικέναι ἁλωνίᾳ. καὶ γὰρ ὥσπερ ἡ ἁλωνία περιφερὴς διὰ τὸ κύκλῳ κινεῖσθαι τοὺς βόας τὸν Δημητριακὸν καρπὸν καταθραύοντας καὶ διακρίνοντας τὸν καρπὸν ἀπὸ τῆς καλάμης, οὕτως καὶ ἡ ἅλως αὕτη περὶ τὴν σελήνην γινομένη κυκλοτερής ἐστιν.
p. 338b25 ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν.
Ἕτι φησὶ ‘πρὸς τούιοις’, δέον ζητῆσαι τὰ μέρη καὶ τὰ εἴδη καὶ τὰ πάθη τῆς γῆς. μέρη μὲν οὖν ἐστι τῆς γῆς τὸ ἀνατολικόν, τὸ δυτικόν, τὸ βόρειον, τὸ νότιον· ταῦτα δὲ ὀφείλομεν εἰδέναι διὰ τοὺς ἀνέμους. εἴδη δὲ γῆς λέγει, ἐπειδὴ τῆς γῆς ἡ μὲν σηραγγώδης, ἡ δὲ ἀντρώδης. τοῦτο δὲ συμβάλλεται πρὸς τοὺς σεισμούς· ἡ γὰρ σηραγγώδης οὐχ ἁλίσκεται σεισμοῖς διὰ τὸ μὴ στέγεσθαι τὰς ἀναθυμιάσεις, ἡ δὲ ἀντρώδης συνεχῶς ἴσχει. πάθη δὲ τῆς γῆς φησι τὰς δύο ἀναθυμιάσεις, τήν τε καπνώδη καὶ τὴν ἀτμιδώδη. διὰ τί δὲ ἐπὶ μόνων τῶν παθῶν εἶπε καὶ τὰ πάθη τῶν μερῶν, διὰ τί δὲ καὶ μὴ εἴδη τῶν μερῶν; λέγομεν, ὅτι ἐκ τῶν διαφόρων μερῶν διάφοροι ἀναθυμιάσεις, καὶ διὰ τοῦτο εἶπε πάθη μερῶν, οὐκέτι δὲ τῶν εἰδῶν διάφορα μέρη· διὸ οὐκ ἠναγκάσθη προσθεῖναι.
p. 338b 25 Ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν αν τας αιτιας.
Ἀπὸ μὲν τῶν μερῶν, περὶ πνευμάτων· ἀπὸ δὲ τῶν εἰδῶν, περὶ σεισμῶν· ἀπὸ δὲ τῶν παθῶν, καὶ περὶ σεισμῶν καὶ περὶ πνευμάτων.
[*](1 ante συνηγορεῖ add. οὐ a 2 δὲ om. a 4 οὐκ V: εἰ G: ἐστιν a 5 ἐκπυρώσεως] ἐκπτώσεως a γενομένης (I G post θείημεν add. ἂν Ar. 9 ἡ om. Cr ὁ ποιητὴς] cf. Horn. P 547—50 11 ἄλλως δὲ κτλ. situ in G 15 τὴν om. a 17 εἴδη καὶ τὰ oiii. a 20 γῆς (post εἴὸη δὲ) om. a 23 ἴσχει G: ἔχει Va 25 λέγωμεν a 27 προσθῆναι G 29 anto πνευμάτων· ἀπὸ δὲ add. τῶν a)p. 339a1 Καὶ περὶ πάντων τῶν γινομένων κτὰ τὰς κινήσεις [*](4r) τὰς τούτων.
Ποίας λέγει κινήσεις; ἐκ τοῦ τὰ συμπτώματα, ἃ πολλάκις αὐτοῖς συμβαίνει † οἷον συμβαίνουσί τινες κινήσεις τοῖς πνεύμασι. πάντων γὰρ τῶν πνευμάτων ἐξωθούντων τὰ νέφη μόνος ὁ καικίας ἐπὶ αὑτὸν πάντα ἐπισπᾶται. τοῦτο δὲ πάσχει διὰ τὸ προσπνεῖν ὑψηλοῖς ὄρεσι καὶ ἀντανακλᾶσθαι τὸ πνεῦμα. ἀμέλει γοῦν καὶ τοιαύτη τις παροιμία ἐξενήνεκται· “ἕλκει ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας τὰ νέφη’’. ἀλλὰ μὴν καὶ περὶ τοὺς σεισμοὺς συμβαίνουσί τινες κινήσεις, τὸ μετ’ αὐτοὺς γίνεσθαι ἢ χάσματα τῆς γῆς ἢ πηγὰς ἀφανίζεσθαι ἢ πολλάκις καὶ ἐκφαίνεσθαι εἰσὶ γὰρ σεισμοὶ πηγῶν ἐκφαντικοί, εἰσὶ δὲ καὶ ἀφανιστικοί), καὶ ὅτι, φησί, τούτων προηγεῖται μυκηθμὸς τῆς γῆς καὶ πολλὴ ἄπνοια τῆς ἀναθυμιάσεως μὴ ἀναδιδομένης ἐκ τῆς γῆς, ἀλλὰ οὔσης ἐκεῖ ὅπου καὶ ὁ σεισμός.
p. 9a2 ’Ev οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον τινά.
Τοῦτο Ἀριστοτέλης προστέθεικε διὰ τὸν γαλαξίαν· ἐν τούτοις γὰρ εἰ καὶ συνηγορεῖ, ὅτι πάθος τοῦ ἀέρος, ἀλλ’ οὖν ὅμως ἀπορεῖ περὶ αὐτοῦ. βλέπε δέ, τί μέτριον ἔθος, πῶς οὐδ’ ἐν οἷς ἀποδείκνυσιν ἀποφαίνεται, ἀλλὰ μετριάζων φησὶν ἐφαπτόμεθα.
p. 339a3 Ἕτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ πρηστήρων καὶ τυφωνων.
Ἲνα δὲ μὴ ὀνόματα μόνον ἀκούσωμεν, φέρε ἕκαστον τούτων σφηνί σωυεν. ἰστέον τοίνυν, ὅτι ἡ καπνώδης ἀναθυμίασις ἡ ἐκ τοῦ νέφους ἐκπυρηνιζομένη καὶ θλιβομένη διὰ τὴν ψῦξιν ἢ αὐτὴ καθ’ ἑαυτὴν ἔκκρινε· τᾶι ἢ μετὰ ἀτμίδος, καὶ καθ’ ἑκάτερον τούτων ἡ ἐκπυρωθεῖσα ἢ ἀνεκπύρωτος. εἰ μὲν οὗν ἐκκριθείη αὐτὴ καθ’ ἑαυτὴν ἐκπυρωθεῖσα, ποιεῖ τὸν κεραυνόν. οὗτος δὲ διττός ἐστιν. ἢ γὰρ οὐκ ἔστι καυστικὸς οὐδὲ μελαίνει, ὅν φησιν ὁ ποιητὴς ἀργῆτα κεραυνόν, ἢ καίει καὶ μελαίνει, ὃν καλεῖ ψολόεντα. οὐ πάνυ δέ ἐστι καυστικὸς ὁ κεραυνὸς διὰ τὸ λεπτομερὲς τῆς καπνώδους [*](3 συμπτώματα ἃ V: σημαινόμενα· ἃ G: σημαινόμενα a 4 συμβαίνει V: locus hand tlubie corruptus; fort, scribenduin est: ἐκ τοῦ τὰ συμπτώματα, ἁ πολλάκις αὐτοῖς συμβαίνει, <ὥσπερ κινήσεις αὐτοῖς συμβαίνειν·> οἷον 5 αὐτὸν V : 8 ἑαυτὸν V: αὑτὸν a: αὑτὸν (J; cf. Trag. ’r. ad. 75 p. 853 N. 9 post κινήσεις add. τοῖς πνεύμασι a 13 ἀλλὰ—σεισμός oin. V 14. 15 τινα τρόπον Ar. IS μέτριον G: μέτρον Va οὐδ’ ἐν (i: οὐδὲν Va 20 21 τυφώνων καὶ πρηστήρων Ar. 23 ἡ (post ἀναθυμίασις) G: ἢ Va 25 ἢ (post τούτων) G: om. Va ἡ ἀνεκπύρωτος—ἐκπυρωθεῖσα (26) om. a 28 ἀργῆτα κεραυνόν] llomenis inultis locis, ut Θ 130 ἑ 128 καλεῖ ψολόεντα] idem ψ 330; ὢ 539)
p. 339a4 Καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, οἷα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν τούτων σωμάτων.
Στοιχείων ἐγκυκλίων λέγει τῶν καθ’ ἕκαστον ἔτος γινομένων, οἷον ὑετοῦ, χαλάζης, χιόνος καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα μὴ ἐν σκιαγραφίᾳ πᾶσαν ἔχητε τὴν τῆς πραγματείας διάνοιαν, εἴπωμεν καὶ τῆς ἀτμίδος τὴν διαίρεσιν. αὕτη τοίνυν ἢ ἐν τῷ περιγείῳ τόπῳ φέρεται ἢ ἐν τῷ ὑπεργείῳ. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται ἢ ἀλλοιοῦται καὶ πήγνυται· εἰ δὲ ἐν τῷ περιγείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται, οὐκέτι δὲ καὶ τὸ συναμφότερον, διὰ τὸ μὴ ἐξαρκεῖν τὸν χρόνον. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἀλλοιωθείη, ποιεῖ τὸν ὑετόν · εἰ δὲ πῆξιν ὑπομένοι, ποιεῖ τὴν χιόνα· εἰ δὲ τὸ συναμφότερον, ποιεῖ τὴν χάλαζαν. εἰ δὲ ἐν τῷ περιγείῳ τόπῳ ἐνεχθῇ, εἰ μὲν ἀλλοιωθείη, ποιεῖ τὴν δρόσον, εἰ δὲ παγῇ, ποιεῖ τὴν πάχνην. οὐκέτι δὲ ἔστι τὸ συναμφότερον, ὅπερ εἶχεν ἀναἀντιβαῖνον [*](5 G οὕτως a: οὗτος VG 7 ἤπερ] ἢ a 8 ποιεῖ τὰ] ποιεῖται a 9 ἑλίττονται V: ἐνελίττονται G: ἀνελίττονται a 11 οὖν cm. G 13 ἡμίκαυτα Diels: ἡνίκα ταῦτα YGa 14 τῆς om. Va 17 οἷον om. a 17. IS ὁ ποιητής] Eesiodus Theog. v. 869—880 18 καὶ τὰς συστροφὰς] κατὰ τὰς σ. temptat coll. Et. M. 19,43 ἄελλα συστροφὴ ἀνέμου ἡ ἄγαν εἰλοῦσα 20 σωμάτων τούτων Ar. 22 μὴ] ὡς G. fort, μὴ ὡς 23 ἔχητε τῆς πραγμ. τὴν διάνοιαν G 24 ἢ—φέρεται om. G ἢ (aute ἐν τῷ περιγείῳ] Η: om. Va ἡ ἐν τῷ ὑπεργείῳ] ἢ ὲν xdi περιγείῳ ’: εἰ ἐν xib ὑπεργείῳ G 2 25 εἰ μὲν οὑν ἐν τῷ ὑπεργείῳ om. Ga 25,26 ἡ ἀλλοιοῦται καὶ πήγνυται G: om. Va 27 τὸν (aute κρόνον) om. Va ἀλλοιωθῇ a 28. 29 ὑπομένει Ga 30 ἀλλοιωθῇ Ga 31 τὸ om. Va)
p. 339 a 5 Διεξελθόντες δὲ περὶ τούτων.
ἐντεῦθεν προανακηρύττεται τὸν σκοπὸν τοῦ ὑπολοίπου συγγράμματος, ὅτι τούτων ῥηθέντων ἡμῖν ὕστερον ῥηθήσεται καὶ περὶ φυτῶν καὶ ζῴων.
p. 339a6 Κατὰ τὸν ὑφηγημένον τρόπον.
‘Υφηγημένον τρόπον ᾠήθη ὁ Ἀλέξανδρος εἰρῆσθαι τὸ ἀποδεικτικόν, ὅπερ οὐκ οἶμαι εἶναι ἀληθές, ἀλλ’ ὑφηγημένον τρόπον λέγει τὸ διαλεχθῆναι περὶ τούτων καὶ καθόλου καὶ ἰδίᾳ. καθόλου μὲν γὰρ ἐν τῇ Περὶ ζῴων γενέσεως, ἰδίᾳ δὲ ἐν τῇ Περὶ ζῴων ἱστ·ορίᾳ καὶ ἔτι ἰδίως ἐν τῷ Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· τούτῳ γὰρ τῷ τρόπῳ ἐχρήσατο καὶ περὶ ἄλλων. καὶ γὰρ ἐπὶ ἑκάστῳ σκοπῷ καὶ καθολικὴν ἐποιήσατο τὴν διδασκαλίαν καὶ ἰδικήν. ὅτι δὲ τοῦτο ἀληθές, πρόδηλον, ἐπειδὴ αὐτὸς ἐπιφέρει καθόλου τε καὶ χωρὶς καὶ αὐτὸν ἐξηγεῖται.
p. 339a8 Σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως.
τουτέστι τῆς φυσιολογίας. τὸ δὲ σχεδὸν πρόσκειται ἢ διὰ τὴν Περὶ ψυχῆς· οὐδαμοῦ γὰρ γέγονεν αὐτῆς μνήμη. ἢ οὗν διὰ τοῦτο ἢ διὰ τὸν γαλαξίαν πρόσκειται τὸ σχεδόν, ἐπειδὴ ἀμφιβάλλει περὶ αὐτοῦ.
p. 339a9 Ὥδε δὴ ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν.
ἐντεῦθεν ἄρχεται λοιπὸν τῶν ἀγώνων. καὶ πρὶν εἰσβάλλειν, κατακολουθῶν τῷ οἰκείῳ κανόνι πρότερον περὶ τῶν αἰτίων διαλέγεται. ἀλλ’ ἐπειδὴ φιλοκαθόλου ὁ Ἀριστοτέλης, περὶ τῶν πρώτων στοιχείων διαλέγεται. καί φησιν, ὅτι πέντε εἰσὶ ταῦτα, ἓν τὸ πέμπτον στοιχεῖον καὶ τὰ ὑπό- λοιπα τέσσαρα, πῦρ, ἀήρ, ὕδωρ, γῆ. διὰ τὰς τέσσαρας ἀρχὰς λέγει τὰς τέσσαρας ποιότητας, θερμότητας, ψυχρότητας, ξηρότητας, ὑγρότητας. διὰ ταύτας τέσσαρας οὔσας ἐδείχθησαν εἰκότως τέσσαρα εἶναι στοιχεῖα.
[*](1 εἰ δέ V: καὶ μή Ga 3 Διελθόντες Ar. 4 προανακηρύττει G 5, 6 καὶ περὶ ζώων a 8 Ἀλέξανδρος] in Meteor, p. 4,7 sqq. Ilayd. ἀποδεικτικόν V: ἀπορηματικόν Ga 10 ἐν τῇ om. a 10. 11 περὶ γενέσεως ζώων a 12 καθ’ ὕπνον V: κατὰ ἄνθρωπον Ga τούτων a 18 σχεδὸν om. a 19 οὐ γὰρ οὐδαμοῦ Ga 21 δὴ Va: δὴ οὖν G: οὑν Ar. 22 εἰσβάλλει a 24 Ἀριστοτἐλης add. πρότερον G 27 ὑγρότητας om. V 28 post ταύτας add. τὰς Ga οὔσας] οὐσίας a)p. 339a14 Ὥν διπλῆν φαμεν εἶναι τὴν κίνησιν.
[*](4v)Καὶ γὰρ ἐπ’ εὐθείας κινούμενα διπλῆν ἔχουσι κίνησιν. ἀνάγκη γὰρ ἐν τῷ ὑποστρέφειν, ἵνα ἡσυχία τις μεσολαβῆται· μεταξὺ γὰρ δύο ἐνσαντίων κινήσεών ὲστί τις ἠρεμία.
p. 399a16 Τὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ.
Εἴρηται ἡμῖν καὶ τοῦτο· τεσσάρων ὄντων στοιχείων τὸ μὲν πῦρ μόνως ἐστὶ κοῦφον, ἡ δὲ γῆ μόνως βαρεῖα, τὰ δὲ λοιπὰ ἐπαμφοτερίζει. ἀλλ’ ἀὴρ πυρὸς μὲν βαρύτερος, ὕδατος δὲ κουφότερος· ὕδωρ δὲ ἀέρος μὲν βαρύτερον, γῆς δὲ κουφότερον.
p. 339a19 Ὀ δὴ περὶ τὴν γῆν ὅλην κόσμος ἐκ τούτων τῶν σωuατων.
Ἐκ τούτων, ποίων; τῶν πέντε σωμάτων. καὶ γὰρ τὰ οὐράνια σώματα, ἅπερ ἐκ τοῦ πέμπτου στοιχείου γεγόνασι, μέρος εἰσὶ τοῦ κόσμου.
p. 339a20 Περὶ ὃν τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον.
Περὶ ὅν φησι αὐτὸν τὸν κόσμον. περὶ γὰρ τοῦτον συμβαίνουσι τὰ μέλλοντα λέγεσθαι πάθη.
p. 339a21 εστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνω φοραις.
ἐντεῦθεν ὁ πρῶτος λόγος ὁ κατασκευάζων ποιητικὴν εἶναι αἰτίαν τὸ πέμπτον στοιχεῖον, τὰ δὲ ὑπόλοιπα ὑλικά. καλῶς δὲ τὸ ἐξ ἀνάγκης συνεχής, ἐπειδὴ δέδεικται μὴ ὂν κενόν. καλῶς δὲ καὶ πως, ἐπειδὴ οὐ κατ’ ἀλήθειν συνεχῆ εἰσιν· οὐ γάρ εἰσι τὰ αὐτά, ἀλλὰ μόνον ἐφάπτονται, ἄλλο δὲ τὸ ἅμα εἶναι καὶ ἄλλο τὸ ἐφάπτεσθαι μόνον.
p. 339a24 Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα.
Εντεῶῦθεν ὁ δεύτερος λόγος παραδίδοται.
[*](1 εἶναι φαμὲν trauspon. a cum Ar. EN 3 μεσολαβεῖται Va 5 πᾶσιν GAr.: ἅπασιν Va 8 τὸ δὲ ὕδωρ a 8. 9 βαρύτερον μὲν transpon. a 10 ὅλος Ar. (exc. Ε) 11 τῶν om. a 12 τούτων post ποίων iterat a; cf. 30v38 14 ὃν (ante τὰ)] ὧν G 15 ὅν (ante φησι)] ὅ a αὐτὸν τὸν κόσμον V: αὐτοῦ τοῦ κόσμου G: τοῦ αὐτοῦ κόσμου a 16 πάθη V-: πᾶσιν V (si fides silentio) Ga ’ 17 πως οὗτος Ar.: οὕτος πῶς VG alterum, quoti niihi praesto est, exempliim ed. Ald.: πῶς οὗτος alterum ante ταῖς add. πρὸς a ἄνω V cum Ar. (exc. E): ἄνωθεν Ga cum Ar. Ε 21 δέδεικται] Ar. Phys. Δ 8 p. 216b20)p. 339 a 25 καὶ τέλος οὐκ ἔχουσα τῶν τόπων τῶν κινήσεων, ἀλλ’ [*](4v) ἀεὶ ἐν τέλει.
Ἐπειδὴ εἶπεν, ὅτι οὐκ ἔχουσι τέλος τὰ οὐράνια σώματα, μή πώς τις ἀτελῆ αὐτὰ οἰηθῇ, καὶ διὰ τοῦτο προστέθεικεν ἀλλ’ ἀεὶ ἐν τέλει. ταῦτα δὲ τὰ σώματα πεπερασμένους διέστηκε τόπους | ἀλλήλων· [*](5r) οὐχὶ καὶ τὰ οὐράνια σώματα ὁμοίως ἔχουσι. τί οὖν ῥητέον; ὅτι δεῖται προσθήκης ὁ λόγος. δεῖ γὰρ εἰπεῖν ‘πεπερασμένους διέστηκε τόπους μένους κινήσει’· τὰ γὰρ οὐράνια σώματα, εἰ καὶ πεπερασμένους διεστήκασι τόπους, ἀλλ’ οὐχ ὡρισμένους κινήσει.
p. 339a33 Ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις.
τουτέστι τὰς περὶ τῶν στοιχείων, ὅτι τὸ μὲν πέμπτον στοιχεῖον ποιητικὸν ἀποδέδεικται, τὰ δὲ ὑπόλοιπα ὑλικά.
p. 339a36 Φαμὲν δὲ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίνεσθαι ἐξ ἀλλήλων.
Λεληθότως ὁ Ἀριστοτέλης ἐπὶ τὰ προσεχῆ στοιχεῖα μέτεισι. λέγων γὰρ ‘ταῦτα τὰ τέσσαρα στοιχεῖα μεταβάλλουσιν εἰς ἄλληλα τῆς μεταβολῆς γινομένης κατὰ τὸ ἐν ἑκάστῳ δυνάμει’ αἰνίττεται τὰ ἡμιγενῆ στοιχεῖ. πῶς γὰρ ἔχουσι ταῦτα ἀθρόως μεταβάλλειν, εἰ μὴ διὰ μέσου τῶν ἡμιγενῶν στοιχείων, φημὶ δὴ τῶν δύο ἀναθυμιάσεων; ἔστι γὰρ ἡ μὲν ἀτμιδώδης μεταξὺ ἀέρος καὶ ὕδατος, ἡ δὲ καπνώδης πυρὸς καὶ γῆς. ταῦτά εἰσι τὰ ὑλικά · ποιητικὴ δέ ἐστιν ἔμφυτος θερμασία, ἥντινα καὶ ἐδείξαμεν ἐν γῇ οὖσαν καὶ ἐν αὐτῷ τῷ ὕδατι.
<Πρᾶξις γݲ.>
p. 3391)2 Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις.
Ἄρα δικαίως τῇ προτεραίᾳ συνεχρησάμεθα λέγοντες πέντε εἶναι ἀπλᾶ σώματα, καὶ τούτων τὸ μὲν ἓν ποιητικόν, ἴδια δὲ ὑπόλοιπα τέσσαρα ὑλικά, τοῦ Πλάτωνος τὰ οὐράνια σώματα οὐκ ἐκ πέμπτου τινὸς σώματος λέγοντος εἶναι, ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων ἐπικρατοῦντος μᾶλλον ἐν αὐτοῖς [*](1 τῷ τόπῳ τῆς κινήσεως Ar. 4 πώς om. a post οἰηθῇ atlil. εἶναι G ἀλλ’ ἀεὶ] αὐτὰ (ia 5 post τόπους add. ex sqq. ὁριζομένους κινήσει a 15 ὁ om. (la 17 γενομένης a 19 δὴ] δύο G 20 post καπνώδης itcrat μεταξὺ a 21 post ὑλικά quae postea oin. v. 27: τοῦ Πλάτωνος—ἐκ τεσσάρων exceptis verbis add. a 23 Πρᾶξις γݲ de meo addidi. v. Praefationem 24 ἄν τις om. 27 τοῦ Πλάτωνος—εἶναι (28) hoc luco 0111. a (cf. ad v. 21) UXdxujvo;] Tim. 32 31 Β)
p. 339b3 Περὶ τὸν καλούμενον ἀέρα. ἀέρα.
Καλούμενον ἀέρα λέγει τὸ μεταξὺ ὅλον τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων. ἀλλὰ διὰ τί ἀέρα, διὰ τί δὲ καλούμενον; ἀέρα μέν, ἐπειδή τινες καὶ τὸ ὑπέκκαυμα ὡς ἀόρατον ἀέρα ἐνόμισαν εἶναι· καλούμενον δέ, ἐπειδὴ οὐ κατὰ ἀλήθειαν τὸ ὑπέκκαυμά ἐστιν ἀήρ, ἀλλ’ ἕτερον στοιχεῖον, ὡς εἶναι τέσσαρα ταῦτα σύμπαντα στοιχεῖα. εἰ δὲ παράσχοιμεν τὸ ὑπέκκαυμα ἀέρα εἶναι, λήσομεν ἑαυτοὺς τὸ κάλλιστον τῶν στοιχείων τὸ ζωογόνον, φημὶ δὲ τὸ πῦρ, μηδὲ ὅλως λέγοντες εἶναι.
[*](5 ὁλότης ὅλη transpon. a G παχυαῖον a τυχὸν om. a 12 λυχνίᾳ a 13 ὅτι αὕτη ἐπιχείρησις a 15 Θεόφραστος] suspicatur Idelerus 01. spectare ad De igne § 6: τὸ δὲ πῦρ . . . γεννητικόν μὲν αὑτοῦ, φθαρτικὸν δὲ ὡς ἐπίπαν τῶν ἄλλων 20 εἰς τὸ πῦρ a 2(1 οὐ 0111. Va 32 καλούμενον ἀέρα om. G)p. 339b3 τίνα Τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι [*](5v) κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τάξιν πρὸς τὰ ἄλλα τὰ λεγόμενα [*](15) στοιχεῖα τῶν σωμάτων.
Τί ἐστιν ἑκάτερον· τούτων, σαφηνίσωμεν. τὸ μὲν οὖν μεταξὺ τούτων τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων ζητητέον, τί ἐστιν ἡ φύσις αὐτοῦ, ἆρα πῦρ μόνον ἐστὶν ἢ ἀνάμιξις· καὶ εἰ τοῦτο, ὅτι τὰ μὲν ἄστρα καὶ αἰ σφαῖραι πυρεῖα, τὸ δὲ μεταξὺ ἀέρια, ὃ δὴ καὶ κενὸν ἐνομίσθη, ἢ τὰ μὲν ἄστρα πυρεῖα, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ἀέριον. οὕτω τὸ πρῶτον ἐσαφηνίσθη. τί δέ ἐστι τὸ δεύτερον καὶ πῶς ἔχει τάξιν, τουτέστι μέχρι ποῦ δεῖ νομίζειν τὸν ἀέρα εἶναι, ἄρχεσθαι δὲ λοιπὸν τὸ ὑπέκκαυμα, καὶ τοῦτο μαθησόμεθα.. ὅτι μέχρι σχεδὸν τῆς ἀπλανοῦς συνεχές ἐστι τὸ πὑρειον στοιχεῖον τῷ ἀέρι, πλησίον δὲ γινόμενον ὑπὲρ φύσιν κινεῖται καὶ κύκλῳ φέρεται καὶ ἐκ πολλῆς κινήσεως ἐκφλογοῦται. καὶ τότε γίνεται τὸ ὑπέκκαυμα οὐκέτι συνεχοῦς οὔσης τῆς τοῦ πυρὸς τῇ τοῦ ἀέρος, ἀλλ’ απομενης.
p. 839b6 Ὁ μὲν γὰρ δὴ τῆς γῆς πηλίκος ἂν εἴη.
Ἴδου βουλόμενος τὴν κατασκευὴν ποιήσασθαι ἐκ τῶν σαφῶν ἄρχεται οἷον ἀπὸ γῆς· αὕτη γὰρ καὶ ὁρᾶται καὶ καταριθμεῖται.
p. 339b7 Ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων.
Δέδεικται γὰρ τοῦτο ἐν ἀστρονομίᾳ, ὅτι ὁ ἥλιος τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐστίν. οὐκ ἔδει δὲ εἰπεῖν ἀστρολογικῶν, ἀλλ’ ‘ἀστρονομικῶν’· ἡ γὰρ ἀστρονομία οἶδε τὴν κίνησιν. τί οὖν φαμεν; ὅτι ἀρχαϊκῶς ἐχρήσατο· πάλαι γὰρ ἡ περὶ οὐρανοῦ πραγματεία καὶ ἡ καὶ ἡ ἀστρολογία ὡς μία ἐπιστήμη ἦν, ἡ μὲν τὴν οὐσίαν τῶν ἄστρων διδάσκουσα, ἡ δὲ τὴν κίνησιν, ἡ δὲ τὰ ἀποτελέσματα. ὁ οὖν Ἀριστοτέλης τὴν ἀστρονομίαν ἀστρολογίαν ἐκάλεσεν, ὁ δέ γε Πλατῶν τὴν φυσιολογίαν ἀστρονομίαν καλεῖ ἐν τῷ Τιμαίῳ.
p. 339b8 Ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν.
Καλῶς τὸ ἐνίων· δέδεικται γὰρ ἡ γῆ τοῦ σώματος τῆς σελήνης [*](1 αὐτοῦ τὴν φύσιν iterat V τῷ oiii. a 2 τάξει Ar. 5 post ἄστρων leptMit G p. 18,33 ἀλλὰ—36 παράσχομ (sic), enore cognito pergit inde a p. 195 ζητητέα δὲ ἡ φύσις αὐτοῦ ἐστιν a 7 ἀέρια] scribendum aut τὰ δὲ aut ἀέριον κενόν (i: καινὸν Va 9 πῶς (i: om. Va 10 λοιπὸν cm. Ga I-l οὔσης τῆς a: οὔσης τῆ VG 15 ἁπτομένης Cia; ἁπτομένη V 16 post γῆς add. ὄγκος Ar., idem (exc. F) ἄν τις 18 ἀπὸ om. a 20 ἐν ἀστρονομία] Ptolem. Synt. math. v c. 16 20. 21 ἑκατὸν ἑβδομηκοντπλασίων Ga; cf. ἑκατοντακαιεβδομηκονταπλάσιον Ptol. 1. 1. 25 τὴν (ante κίνησιν) cm. a ἡ oe (ante τὰ ἀπ.) om. a 27 ἐν τιμαίῳ a Tim. p. Α 28 Ὅτι] ἔτι V)
p. 339b9 Ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην.
Χωρίς, φησί, τῆς γῆς οὐχ ὁρῶμεν, ὅτι ἔστιν ὕδωρ· πανταχόθεν γὰρ περικέχυται τῆς γῆς τὸ ὕδωρ. εἶτα ἵνα μή τις ἀπορήσῃ περὶ τοῦ καταγομένου ἐν τοῖς ὑετοῖς ὕδατος, τούτου χάριν εἶπεν, ὅτι ἠρεμοῦν καὶ περιοριζόμενον ὕδωρ οὐχ ὁρῶμεν ἄνευ τῆς γῆς· τὸ γὰρ ἐν τοῖς ὑετοῖς οὐκ ἠρεμεῖ σπεῦδον τὸν οἰκεῖον καὶ συγγενῆ καταλαβεῖν τόπον.
p. 339b11 οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν.
ἐπειδὴ εἶπεν, ὅτι ἵδρυται τὸ ὕδωρ περὶ τὴν γῆν, διαίρεσίν τινα λέγει, ὅτι τὸ μὲν φανερῶς ἵδρυται, ὡς τὸ ἐν θαλάσσαις καὶ ποταμοῖς, τὸ δὲ † ἀφανές, ὡς τὸ ἐν πηγαῖς, πλὴν εἰ καὶ ἀφανῶς τέως ἵδρυται.
p. 339b13 Τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων.
ἐναργῶς ἐντεῦθεν δείκνυσι, περὶ τίνων αὐτῶ πρόκειται ζητῆσαι.
p. 3391)16 Ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου.
τουτέστι ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐζήτησε περὶ τοῦ πέμπτου σώματος καὶ ἔδειξε, τίς ἡ οὐσία καὶ ὅτι ἐκ τούτου πάντα τὰ οὐράνια σύγκειται. κεῖται. καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, ὅτι ἔκ τινος σώματος συνίσταται τὰ οὐράνια, οὐχ ἡμεῖς μόνον εἰρήκαμεν,] ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες τοῦτο σχεδὸν ἐνενόησαν. καὶ τοῦτο δῆλον, ἐπειδὴ τὸν οὐρανὸν οὐδενὶ ὀνόματι τῶν τεσσάρων στοιχείων προσηγόρευσαν, ἀλλ’ αἰθέρα αὐτὸν ἐκάλεσαν. δῆλον οὖν ἐκ τοῦ ὀνόματος, ὅτι ἐξ ἄλλου σώματος γεγόνασι τὰ οὐράνια σώματα, ἐκ δὲ τῆς ἐτυμολογίας τοῦ ὀνόματος ἀίδια αὐτὰ εἰρήκασιν· αἰθέρα γὰρ αὐτὸν ἐκάλεσαν παρὰ τὸ ἀεὶ θεῖν. ἀεὶ γὰρ κινοῦνται τὰ οὐράνια καὶ κατὰ ῥυθμόν. Ἀναξαγόρας δὲ ἐχρήσατο μὲν τούτῳ τῷ ὀνόματι, πλὴν οὐ καλῶς ἐτυμολογίᾳ. | αἰθέρα γὰρ αὐτὸν ἔφησε [*](6r) καλεῖσθαι παρὰ τὸ αἴθειν καὶ καίειν · οὕτω γὰρ αἴθοπα οἶνον τὸν μέλανα [*](1 τριακονταενναπλασίως G: τριακονταπλασίως V: τράκοντα ἐνναπλασίων a μείζων correxi: ἐλάττων VGa 2 τῆς ora. a ρݲοݲ] ρυ* a 12 ἐν τῖς θαλάσσαις 13 vix sanuin 14 post δὲ inserit δὴ Ar.; idem ante κοὶ particulam τε τῶν ἄστρων τῶν ἐσχάτων a 18 ’Ev τῇ περὶ οὐρανοῦ τουτέστιν transpon. a. cf. De Α 2 sq. οὐχ—εἰρήκαμεν, (juae ex v. 20 repetita sunt, delevi 22 σχεδὸν τοῦτο a 21 δῆλον—ἐκάλεσαν (26) om. a 27 κατὰ ῤυθμόν Ga: κατ’ ἀριθμόν V περὶ G οὕτος (sic) G)
p. 339b30 Ὅσοι δὲ πῦρ καθαρόν φασιν εἶναι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα. τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, καὶ τὰ ἑξῆς.
ἐντεῦθεν ἄρχεται τῶν ἐλέγχων. καὶ πρώτην ἐλέγχει δόξαν τὴν λέγουσαν καὶ τὰς σφαίρας καὶ τὰ ἄστρα πυρεῖα εἶναι, μόνον δὲ τὸ μεταξὺ ἀέριον. τὴν γὰρ λέγουσαν πάντα πυρεῖα εἶναι ὡς λίαν ἄτοπον παρεσιώπησεν.
p. 339b32 Θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς, ἴσως ἂν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης.
Διὰ τί ἱκανῶς καὶ διὰ τί ἴσως; ἢ τὸ μὲν ἱκανῶς εἴρηται ἐπὶ τῆς ἀποδείξεως, τὸ δὲ ἴσως ἐπὶ τοῦ πεισθῆναι. διὸ δεῖ ὑποστίξαι εἰς τὸ ἱκανῶς, καὶ σαφὴς ὁ λόγος. τί οὖν φησιν; ὅτι ἐὰν προηκολούθησαν τῖς μαθηματικαῖς ἀποδείξεσιν οἱ λέγοντες πάντα τὰ οὐράνια σώματα πυρεῖα, ἔμελλον ἄν συντόμως ἀποπαύεσθαι τοῦ νομίζειν ποδιαῖον τὸν ἥλιον καὶ ἁπλῶς τὰ οὐράνια σώματα σμικρὰ εἶναι· δείκνυται γὰρ ἡ γῆ σημείου λόγον ἐπέχουσα πρὸς ἑκάστην σφαῖραν.
p. 339b35 Τῶν φερομένων ἕκαστον.
Φερόμενα ἐκάλεσεν ὁ Ἀριστοτέλης τὰ ἄστρα.
p. 339b36 εἴρηται μὲν οὖν καὶ πρῶτον ἐν τοῖς περὶ τῶν ἄνω τόπων θεωρήμασι.
Τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐκ τῆς κυκλικῆς κινήσεως δέδειχεν, ὅτι οὐκ ἔστι πυρεῖα τὰ οὐράνια σώματα καὶ καθόλου, ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασιν.
p. 340a3 Ἀλλὰ μὴν οὐδ' ἀέρος γε μόνου.
τὴν δευτέραν ὑπόθεσιν ἐντεῦθεν ἐλέγχει τὴν λέγουσαν ὅλον τὸ [*](30 εἶναι ἀέρα· συναγομένου γὰρ ταύτῃ ἄφατον εἶναι τὸν ἀέρα ἕπεται τὸ 3 εὑρίσκει a 4. 5 καὶ ἀφορία om. a G πῦρ Ar. G: oiu. Va εἰνί φασι Ar. 8 τὰ ἑξῆς (I: ἑξῆς Va 11 εἶναι (ante ὡς) om. G 13 ἴσως δ’ ἄν (ia τῆς ταύτης τῆς II) παιδικῆς δόξης Ar. IG. 17 fort. παρηκολούθησαν 19 σώματα oui. G 20 ἐπέχουσα] ἔχουσα a 25 Περὶ οὐρανοῦ] De caelo Α 2 p. 269a30)
p. 340a5 Κἂν δἐ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος.
Πρόσθες σύ, ὅτι τὸ αὐτὸ ἐπακολουθήσει
p. 340a6 οὐδὲν γὰρ ὡς εἰπεῖν μόριόν ἐστιν ὁ τῆς γῆς ὄγκος.
Παραβαλλόμενος δηλονότι πρὸς ἀέρα. γῆς δὲ εἰκότως μόνης ἐμνημόνευσε, διότι τὸ ὕδωρ ταύτῃ παρακέχυται ἀναπληροῦν τὰ κοιλώματα, ὡς λοιπὸν τῶν δύο στοιχείων γὑεσθαι μίαν σφαῖραν.
p. 340a11 Ἀνάγκη δὲ τὸν αὐτὸν λόγον ἔχειν.
Δι’ ἣν αἰτίαν; ἐπειδὴ ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα.
Πρᾶξιςδ.
p. 340a13 Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν ταὺτα μὴ γίνεσθαι ἀλλήλων.
Ἡ μετὰ χεῖρα λέξις δύο τινὰ προβλήματα περὶ τῆς ὁλότητος τοῦ πυρὸς παραδίδωσιν· ἓν μέν, εἰ ὅλως ἐστίν, ἕτερον δέ, εἰ καὶ ἔστι, μέχρι τίνος· κατὰ δύο γὰρ ἀμφίβολα ἐποίησε τὸ μὴ ὁρᾶσθαι τὸ ὑπέκκαυμα. πρὸ δὲ τῶν δύο προβλημάτων ἀπορίαν τινὰ προβάλλεται καὶ τῆς ἀπορίας λέγει τέσσαρας ψευδεῖς ἐπιλύσεις καὶ διελέγχει αὐτάς· καὶ τελευταῖον τὴν ἀληθῆ ἐπάγει ἐπίλυσιν. τὴν δὲ ἀπορίαν προλαμβάνει, διότι ἡ ἐπίλυσις τῆς ἀπορίας τῶν δύο προβλημάτων ἐστὶ κατασκευαστική. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· τί δήποτε ἐν τῷ ἀπογείῳ ἀέρι οὐ συνίστανται νέφη; καίτοι μᾶλλον ἔδει συνίστασθαι, διότι ψυχρότερός ἐστιν ὁ ἀπόγειος ἀήρ. διὰ τί δὲ μαθησόμεθα, ὅτι οὐ συνίστανται νέφη ἐκεῖσε, δηλοῖ ἡ ἱστορία. φησὶ γὰρ ὁ Ἀλέξανδρος, ὅτι ἐν Κυλλήνῃ ὄρος ὑψηλότατον, ἐν ᾧ ἐγίνοντο Θυσίαι, [*](4 post ἄτοπον add. τὸ G G Κἂν εἰ] ἂν ἐκ Ga 9 μόριον ὁ τῆς γῆς ἐστὶν Ar. 10 μόνης om. Va 16 HPAHl- y a 17 διαφέρει γὰρ οὐδέν, οὐδὲ sciipsi coll. p. 25,1: διαφέρει γὰρ οὐδὲ VGa: διαφέρει δ’ οὐθέν, οὐδ’ Ar. 17. IS μή om. a: μὴ γίνεσθαι ταῦτα Ar. et 01. p. 25,1 20 εἰ καὶ ἔστι G: καὶ εἰ ἐστι Va 21 τινὸς VG: om. a 28 ἐκεῖσε Ga: om V 29 Ἀλέξανδρος] iu Meteor, p. 16,12 sqq. Hayd.: cf. loann. Philop. in Meteor, f. 82r3 Κυλλήνῃ a: κυλήνη)
p. 340a13 Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν μὴ γίνεσθαι [*](6v) ταῦτα ἀλλήλων, ἴσα μέντοι δύναμιν εἶναι.
Ταῦτα φίλη ἀλήθεια τῆς προλαβούσης ἐστὶ πράξεως. τί δὲ ἄρα ἔφη τῇ προτεραίᾳ; ὅτι ὃν λόγον ἔχει τὸ μερικὸν ὕδωρ πρὸς τὴν μερικὴν γῆν, τὸν αὐτὸν λόγον ἔχει καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· ὁμοίως καὶ ἐπὶ ἀέρος καὶ πυρός, καὶ ἀνάγκη, φησίν, ὀλίγην γῆν εἰς πολὺ ὕδωρ ἀναλύεσθαι. ἵνα μή τις αὐτῷ ἀπορήσῃ λέγων, ὅτι τοῦτο ἀληθὲς κατά σε μεταβλητὰ εἶναι λέγοντα τὰ στοιχεῖα, ἐπεὶ κατὰ τὸν Ἐμπεδοκλέα ἀμετάβλητα ὑποτιθέμενον οὐκ ἔχει χώραν ὁ λόγος, διὰ τοῦτό φησιν, ὅτι κἂν ἀμετάβλητα ὑπόθῃ, οὐδὲν διαφέρει. δι’ ἣν αἰτίαν; ἐπειδὴ οὐ μόνον ἀμετάβλητα ἀλλὰ καὶ ἴσα Ἐμπεδοκλῆς ἔλεγεν εἶναι τὰ στοιχεῖα. εἰ δὲ ἴσα, τί δήποτε ὁρῶμεν ἐξ ὀλίγου ὕδατος πολὺν ἀέρα γινόμενον ἢ ἐξ ὀλίγης γῆς πολὺ ὕδωρ; ἄτοπον γὰρ ἴσων ὄντων τῶν στοιχείων μὴ εἰς ἴσον μέγεθος γίνεσθαι τὴν ἀνάλυσιν αὐτῶν. ἀναιρεῖ οὖν ὁ Ἐμπεδοκλῆς αὐτὸς ἑαυτόν. εἰ γὰρ ἀμετάβλητα, πῶς ἴσα, καὶ εἰ ἴσα, πῶς ἀμετάβλητα; |
p. 340a15 Κατὰ μὲν οὖν τοῦτον τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα [*](7r) τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρξεν.
Εἰ ἀμετάβλητα, φησίν, ὑποθώμεθα τὰ στοιχεῖα, ἐχρῆν πρὸς τὸ ἴσον μέγεθος ἴσην εἶναι καὶ τὴν δύναμιν. καὶ τί δήποτε ὀλίγον ὕδωρ πολὺς γίνεται ἀήρ, εἰ μὴ ὅτι συνῆκται μὲν πολλὴ ποιότης ἐν ὀλίγῳ ἐπὶ τοῦ ὕδατος, ἐξήπλωται δὲ ἐπὶ τοῦ ἀέρος;
p. 340a17 Ὅτι μὲν οὖν οὕτως ἀὴρ συμπεπλήρωκε καὶ τὰ ἑξῆς.
Καλῶς δὲ συμπέρασμα· τοῦτο γὰρ ἦν τὸ ζητούμενον, εἰ ἀήρ ἐστι τὸ μεταξύ.
p. 340a19 Λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πῶς τέτακται πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν.
ἐντεῦθεν ἐθεωρήσαμεν. ἰστέον δέ, ὅτι προτίθεται περὶ ὧν εἰρήκαμεν εἰπεῖν, ἀλλὰ μὴν καὶ περὶ ὧν ἐν τῇ ἐφεξῆς μέλλει λέγειν πράξει. πρότερον γάρ, φησί, δεῖ ἀπορῆσαι περὶ τῶν νεφῶν, καὶ διὰ τί ἐν τῷ ὰπογείῳ οὐ συνίστανται, καὶ εἶθ’ οὕτως ζητῆσαι περὶ τῶν δύο, πυρός φημι [*](1 δ’ οὐθὲν Ar. 3 φίλη vix sanum; legendum: TaOxa ἡ ‘ὅλη ὁλότης’ κτλ. 4 τῇ προτεραία] cf. p. 18,4 ‘Eμπεδοκλἐα] cf. v. 87 Stein.; Ar. De gen. et corr. B ii p. 33a18; Metaph. Α 4 p. 984a8 9 ὅτι om. a 14 ἀνάλυσιν] διάλυσιν (J ἑαυτὸν αὐτὸς a IC Κατὰ τοῦτον γὰρ γάρ τοῦτον N) τὸν τρ. Ar. 17 καὶ] κἀν εἰ et mox ὑπῆρχεν Ar. 20 ante πολὺς add. πολλάκις a 23 οὖν G Ar.: oiu. Va οὖν οὔτ’ ἀὴρ οὔτε πῦρ Ar. συμπεπλήρωται Ga 26 δὲ V Ar.: δεῖ G: δὴ a post τέτακται exhib. τὰ δύο Ar.)
p. 340a22 Περὶ ἀέρος οὖν εἰπόντες πρότερον.
Τουτέστιν ἀπορήσαντες περὶ αὐτοῦ, διὰ τί ἐν τῷδε μὲν συνίσταται νέφη, ὲν τῷδε δὲ οὐ συνισταται.
p. 340a24 ἐπειδὴ γίνεται ὕδωρ ἐξ ἀέρος, καὶ τὰ λοιπά.
Ἄρχεται ἐντεῦθεν τῆς ἀπορίας.
p. 340a25 Κατὰ τὸν ἀνώτατον τόπον.
Ἀνώτατον καλεῖ τόπον τὸν ἀπόγειον ἀέρα.
p. 340a26 Προσήκει γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος.
Ἡ πρώτη ψευδὴς ἐπίλυσις, ὅτι προσήκει μᾶλλον ἐν τῷ περιγείῳ ἀέρι γίνεσθαι τὰ νέφη ἤπερ ἐν τῷ ἀπογείῳ, ἐπειδὴ ὁ περίγειος ἀὴρ ψυχρός ἐστι διότι πορρωτέρω ἐστὶ τῶν ἄστρων θερμῶν ὄντων καὶ οὐ πλῆ· σίον ὡς ὁ ἀπόγειος. πλὴν ὁ Ἀριστοτέλης ὡς βραχυλόγος οὐ διελέγχει ταύτην ὡς ἄτοπον καὶ ἤδη ἐλεγχθεῖσαν ἀνωτέρω, ὅταν ἐκ πέμπτου σῶμα· τος ἐδείξαμεν τὰ ἄστρα, καὶ ἐν τῇ Περὶ οὐρανοῦ.
p. 340a28 Μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων κωλυουσῶν γῆς συνίστασθαι, διακρινουσῶν τῇ θερμότητι τὰς συστάσεις· γίνονται αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανές.
’H δευτέρα ψευδὴς ἐπίλυσις. ὑπὸ δὲ πολλῆς συντομίας ὁ Ἀριστοτέλης τὴν ἀνατροπὴν λέγει τῆς ἐπιλύσεως καὶ οὐκ εἶπε τὴν ἐπίλυσιν ὅλως. τί γάρ φησιν; ὅτι οὐδὲ αἱ ἀκτῖνες κωλύουσι γίνεσθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη· μᾶλλον γὰρ ὡς διὰ ταύτας ἔδει ἐκεῖ γενέσθαι ἤπερ ἐν τῷ περιγείῳ, διότι πλησίον τῆς γῆς μᾶλλον παρατρίβονται ἤπερ ἐν τῷ ἀπογείῳ. [*](5 πρότερον] πρῶτον Ar. 8 ἐπειδὴ] εἰ δὴ Ar. 10 ἀνώτατον] ἄνω Ar. 12 προσῆκε Ar. 15 περίγειος] ἀπόγειος G 2 17 ἀπόγειος Camotius: περίγειος Vlia 18 ἐλεγχθεῖσαν] ἐλέχθησαν G ἀνωτέρω] p. 339 b 16 sqq. 19 Περὶ οὐρανοῦ] De caelo Α 2 sq. 20 τῶν G Ac: τῷ Va κωλυουσῶν] αἲ κωλύουσι Ar. 21 δια- κρίνουσαι Ar. 22 οὗ λήγουσιν scripsit et Aristoteles et, ut ex p. 27,1 patet, ipse: ὃ λέγουσιν VGa 27 ταύτας] ταύτης G)
p. 340a32 H οὐκ ἐξ ἅπαντος ἀέρος πέφυκε γίνεσθαι.
Ἡ τρίτη ψευδὴς ἐπίλυσις, ὅτι οὐ πᾶς ἀὴρ εἰς ὕδωρ μεταβάλλει. ἀλλὰ ταύτην ὡς πάνυ ἄτοπον οὐκ ἄξιον λῦσαι· ἀποκληρωτικὸν γάρ ἐστι τὸ οὕτω λέγειν.
p. 340a33 Ἤ εἰ ὁμοίως ἐξ ἅπαντος, περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται ὕδωρ.
’H τετάρτη λύσις, ὅτι πᾶς μὲν ἀὴρ μεταβάλλει, πλὴν ὡς ἀτμιδώδης ὁ περίγειος ἴσχει συνιστάμενα νέφη.
p. 340a35 Ἀλλὰ μὴν εἰ τοιοῦτος ὁ ἀήρ.
’Eντεδθεν ἀνατροπὴ τῆς τετάρτης λύσεως. εἰ γὰρ ὁ ἀὴρ ἀτμιδώδης ἐστίν, ἀὴρ δὲ ὁ περίγειος, ἀφάτῳ μέτρῳ ὑπερέξει τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὴν γῆν τοῦ μεταξὺ ὅλου τοῦ τοιούτου ὄντος· οὐδὲ γὰρ πῦρ δύναται μόνον εἶναι, ὡς ἤδη δέδεικται.
p. 340b1 Καὶ γὰρ πυρὸς μὲν ἀδύνατον.
Πρόσθες ‘μόνου’, ἐπεί, ὡς μέλλει εἰπεῖν, καὶ πυρὸς μετέχει τοὐ ὑπεκκαύματος ὁ μεταξὺ τόπος, ὡς ἐν τῇ ἀληθεῖ ἐπιλύσει εἴρηται.
p. 340b2 Λείπεται δὲ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος.
Καλῶς εἶπε καὶ τοῦ περὶ τὴν γῆν, διότι τὸ ὕδωρ, ἵνα μίαν σφαῖραν ἀποτελέσῃ, πληροῖ τὰ κοιλώματα τῆς γῆς καὶ περὶ αὐτήν ἐστι· πλὴν ἀστρονόμοι μὲν ἐκ τῶν δύο φασὶ γίνεσθαι τὴν σφαῖραν, Ἀριστοτελικὸς δὲ ἀνὴρ φαίη ἄν καὶ ἐκ τοῦ περιγείου ἀέρος. χρὴ γὰρ μὴ μόνον τὰ κοιλώματα ἀναπληροῦσθαι, ἀλλὰ καὶ τὰς ἐξοχὰς ἐξομαλίζεσθαι· καὶ κοιλότης γὰρ καὶ ἡ ἐξοχὴ φθαρτικά εἰσι τοῦ κυκλικοῦ σχήματος. ἀλλ’ εἰ περιέχεται ἐν τῇ γῇ τὸ ὕδωρ, πῶς φαμεν αὐτὸ πλεῖον εἶναι; ἀεὶ γὰρ ἐπ’ ἔλαττον τὸ περιεχόμενον τοῦ περιέχοντος. φαμὲν δὲ ἡμεῖς, ὅτι τὸ καὶ περιέχεται καὶ περιέχει. περιέχει μέν, ἐὰν ὡς πρὸς τὸ κέντρον ἀφορῶμεν· ἔξωθεν γάρ ἐστι τοῦ κέντρου τὸ ὕδωρ καὶ περιέχει αὐτὸ τὸ [*](3 ἅπαντος τοῦ ἀέρος Ar. ὕδωρ add. Ar. coikl. sive ante πέφυκεν (K) sive post hoc verbum (FHN) 5 τὸ om. a 7 Ἤ εἰ] μὴ Ga 11 τοιοῦτος] τοσοῦτος ὁ G Ar.: om. Va 14 τοῦ μεταξὺ a: τοῦτο μεταξὺ VG 16 γὰρ om. 17 post ἐπεὶ add. δὲ a 19 δὲ] δὴ V ἅπασαν V: πᾶσαν Ar. (coulra FHN): ἁπλῶς ἄν Ga 21 ἀποτελέσει a 22 μὲν om. a)
p. 340b4 Ἡμεῖς δὲ λέγομεν.
’EvxsuOsv ἄρχεται τῆς ἐπιλύσεως.
p. 340b6 Τὸ μὲν γὰρ ἄνω καὶ μέχρι τῆς σελήνης ἕτερον σῶμά φαμεν πυρός καὶ ἀέρος.
Ἄνω σῶμα λέγεται τὸ οὐράνιον. τοῦτο γὰρ δέδεικται ἐξ ἑτέρου τινὸς σώματος ὑπάρχον.
p. 340b8 Ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτατον εἶναι, τὸ δὲ ἦττον εἰλικρινές.
Τὸ γὰρ τοῦ ἡλίου καθαρώτερον, τὸ δὲ τῆς σελήνης ῥυπαρώτερον· διὸ καὶ ἀνθρακώδης φαίνεται ἡ σελήνη. αἴτιον δὲ τούτου τὸ πλησιάζειν ἢ ἀφεστάναι τοῦ ὑπεκκαύματος, πλὴν οὐχ, ὡς ἄν τις οἰηθείη, ἡ σελήνη ἐπιμιξίᾳ τῶν ἐνύλων στοιχείων ῥυπαρωτέρα γίνεται. καλῶς γὰρ τοῦτο διῄτησεν ὁ Ἀλέξανδρος, ὅτι ὥσπερ τὸ πῦρ ἧττον λέγεται εἶναι τῆς γῆς ξηρότερον, οὐ τῇ ἐπιμιξίᾳ τοὐ ὑγροῦ, τοῦ ἐναντίου τῷ ξηρῷ, καὶ ὥσπερ τὸ ὕδωρ λέγεται ἧττον ὑγρὸν εἶναι τοῦ ἀέρος, οὐχ ὅτι ἀὴρ ἐπιμιξίαν ἐδέξατο τοῦ ὑγροῦ, οὕτως καὶ ἡ σελήνη εἰ καὶ πλησίον ἐστὶ τῶν ὑλικῶν τού· τῶν στοιχείων, λέγεται εἶναι ῥυπαρωτέρα οὐ τῇ ἐπιμιξίᾳ τούτων, ἀλλὰ διὰ τὸ εἶναι διαφορὰν τοῦ σώματος καὶ τὸ μὲν αὐτοῦ εἶναι καθαρώτερον, τὸ δὲ ῥυπαρώτερον.
p 340b10 Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ.
τουτέστι τῶν οὐρανίων σωμάτων κύκλῳ φερομένων συγκινεῖται αὐτοῖς ὁ ἀὴρ καὶ ἐκπυροῦται καὶ ποιεῖ τὸ ὑπέκκαυμα.
[*](1 τῆς γῆς—λέγεσθαι (3) oin. a 10 τῆς om. Ar. 11 φαμὲν σῶμα transpoii. a 14 καθαρώτερον Ar. 18 ἡ σελήνη G: om. Va 20 Ἀλέξανδρος·] in Meteora p. 13,6sqq. Hayd. 21 ξηρότερον] scribe ξηρόν οὐ τῇ ἐπιμιξίᾳ (sic) coni. Ez. Spanhemius: οὕτως ἡ ἐπιμιξία VGa 22 οὐχ ὅτι (om. ἀὴρ) ἐπιμιξίαν ἐοἐξατο τοῦ ξηροῦ temptat Idelerns 24 οὐ τῇ ἐπιμιξίᾳ] αὕτη ἡ ἐπιμιξία a)p. 340b14 Δεῖ δὲ νοεῖν καὶ οὕτως ἀρξαμένους καὶ τὰ ἑξῆς.
[*](7v)Ἀπὸ τοῦ πέμπτου στοιχείου βαδίσας ἐπὶ τὰ κάτω καὶ δείξας τὸ ὑπἐκκαυμα νῦν ἀπὸ τῶν κάτω χωρεῖ καὶ δείκνυσι τὸ αὐτό.
p. 40b14 Τὸ γὰρ ὑπὸ τὴν ἄνω φορὰν τούτων.
Ὁ ἀὴρ ὁ μετὰ τὸν περίγειον ἀέρα ἐπειδὴ δυνάμει καὶ θερμός ἐστι καὶ ψυχρὸς καὶ ξηρὸς καὶ ὑγρός, διὰ τοῦτο κινούμενος γίνεται ὑπέκκαυμα· πέφυκε γὰρ κίνησις ἐκθερμαίνειν.
p. 340b16 Καὶ ὅσα τούτοις ἀκολουθεῖ πᾶσιν.
Ινα εἴπῃ τὰς δύο ποιότητας, κουφότητα βαρύτητα, λειότητα τραχύτητα καὶ ὅσα τοιαῦτα. αὗται γὰρ πᾶσαι ἐδείχθησαν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς γινόμεναι ὑπὸ τῶν πρώτων ποιοτήτων.
p. 340b17 Καὶ γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεως καὶ ἀκινησίας.
ἔστι μὲν ὑπὸ τῆς ἡσυχίας, γίνεται δὲ ὑπὸ τῆς κινήσεως, καὶ ἡ μὲν ἠρεμί φυλάττει αὐτὴν ὡς ἔστιν, ἡ δὲ κίνησις μεταλλάσσει.
p. 340b19 ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστι καὶ ψυχρότατον.
Μέσον καὶ βαρύτατον εἶπε τὴν γῆν, περὶ τὸ μέσον δὲ καὶ ψυχρότατον εἶπε τὸν ἀέρα.
p. 340b23 Ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος.
Tou καλουμένου, φησίν, ἐξ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν ἀτμι- δῶδές ἐστιν, ὅπερ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ ἀνωτέρω ἀναθυμίασίς ἐστιν, οὐχ ὅτι καὶ ὁ ἀτμὸς οὐκ ἔστιν ἀναθυμίασις, ἀλλ’ ὅτι κυρίως ἣ καπνώδης ἀναθυμίασις καλεῖται, αὕτη θερμή ἐστι καὶ ξηρά.
[*](1 νοεῖν οὕτως καὶ ἐντεῦθεν ἀρξ. Ar. 3 αὐτό] αὐτὸ τοῦτο G 4 ὑπὸ] ὑπὲρ G περιφορὰν Ar. τούτων oin. Ar. 6 κινούμενον a 8 ἅμα] ἄλλα Ar. τούτοις G Ar.: τούτους Va πᾶσιν] πάθη Ar. 9 εἴπῃ (i: εἴποι Va 10 post πᾶσαι add. αἱ ποιότητες G Περὶ γεν. καὶ φθορ.] Β 2 12. 13 τε καὶ ἀκινησίας om. a 15 ἔστιν] ὑπάρχει a 16 τὸ βαρ. V: καὶ βαρ. Ga 17 ψυχρότερον Ga 18 εἶπε τὴν γῆν] εἶναι τὴν γῆν a περὶ δὲ τὸ μέσον a καὶ G: om. Va 20 λεγομένου Ar.: ἐχομένου VGa 21 ἀέρος (i: om. Va 22 θερμόν ἐστι καὶ ὑγρόν G: θερμὸν καὶ ὑγρόν ἐστι Va: cf. v. 24)p. 340b29 Τοῦ μὲν οὖν ἐν τῷ ἀνωτέρῳ τόπῳ.
[*](7v)Τὸ συμπέρασμα, ὅτι διὰ τὸ εἶναι ὑπέκκαυμα οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη.
p. 340b32 Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φοράν.
’H ἄλλη αἰτία, ὅτι διὰ τὴν κίνησιν οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ὅλως γὰρ ὁ ἀὴρ συγκινεῖται τῷ παντὶ πλὴν τοῦ περιγείου· οὗτος γάρ ἐστιν ὁ ποιῶν μετὰ τῆς γῆς σφαῖραν. καὶ σημείωσαι, ὅτι νῦν μὲν τὸ ἀπὸ τοῦ περιγείου λέγει συγκινεῖσθαι τῷ παντί, Διοκλῆς δὲ εἶπεν, ὅτι οὐδὲ ἄνεμοι γίνονται οὐδὲ νέφη ἐν τῷ ἀπογείῳ διὰ τὴν ἐκπύρωσιν καὶ διὰ τὴν κίνησιν. παρακατιὼν δὲ ἔχει εἰπεῖν μὴ μέχρι τοῦ ἀπογείου γίνεσθαι τὴν ἐκπύρωσιν, ἀλλ’ ὅτι μόνον τὸ πλησίον τῆς ἀπλανοῦς ἐκπυροῦται.
p. 341a2 Τὸ μὲν πῦρ τῷ ἀνωτάτῳ στοιχείῳ, τῷ δὲ πυρὶ συνεχὴς ἐστιν.
Ἴδου νῦν τὸ μὲν προσεχὲς τῶν οὐρανίων λέγει τὸ πῦρ, τὸ δὲ ὑπόλοιπον ἀέρα, ὡς ἄν μὴ μόνου τοῦ ἀπογείου ἀέρος ἐκπυρουμένου.
p. 341a4 Ὥστε καὶ διὰ τὴν κίνησιν κωλύεσθαι συγκινεῖσθαι.
Τὸ συμπέρασμά φησιν, ὅτι καὶ ἡ κίνησις τοῦ παντὸς συμπεριάγουσα τὸν ἀπόγειον ἀέρα, αἰτία γίνεται τοῦ μὴ συνίστασθαι ἐν αὐτῷ νέφη.
p. 341a5 Ἀλλ’ ἀεὶ ὅ τι βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ, κάτω φέρεται.
τοῦτό φησιν, ὅτι ὁ ἀὴρ συναναφέρων ἑαυτῷ ἀτμίδα καὶ μὴ ἔτι ἐξ· ἰσχύων ἀλλὰ βαρυνόμενος, ἡνίκα πλησίον γένηται τῶν ἀκρωρειῶν, ἐκθλίβεται. ’. καὶ τὸ μὲν πυρῶδες αὐτοῦ χωρεῖ ἄνω, πίπτει δὲ τὸ ὑδατῶδες κάτω. ἀλλὰ ζητητέον τὸ αἴτιον τῆς ἐκθλίψεως καὶ ῥητέον, ὅτι ἡ κίνησις κύκλῳ γινομένη τοῦ ἀπογείου ἦν ψύξις. λέγεται γάρ, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ, ὁ ἀπόγειος ψυχρότερος εἶναι τοῦ περιγείου διὰ τὸ μὴ γίνεσθαι ἐν αὐτῷ ἀνάκλασιν τῶν ἀκτίνων, ἀλλὰ χεῖσθαι ὡς ἐν πολλῷ διαστήματι γινομένας.
[*](1 ἄνω Ar. 4 δὲ om. Ga ὁ (ante ἀὴρ) oiii. a 7 ὁ ποιῶν G: ὁποῖον Va 12 ἀνωτάτῳ] ἄνω Ar. ὁ ἀὴρ Ar. IG κίνησιν] κόνησιν VGa κωλύεσθαι συγκρίνεσθαι Ar. 19 Ἀλλ’ ἀεὶ ὅ τι ἂν Ar.: ἀλλ’ εἴς τι ἄν G: ἀλλ’ εἴ τι Va ἐκθλιβόμενον Va 23 πίπτει δὲ τὸ ὑδατῶδες] τὸ δὲ ὑδ. (om. πίπτει) a 26 περιγείου G: ὑπεργείου Va)Περὶ μὲν οὖν τόπῳ. ἄνω τόπῳ.
Τοῦ προαναῳνηθέντος τῇ προτεραίᾳ ὡς ἐπλύσεως ἀξιωθησομένου ἥκομεν νῦν τὴν αἰτίαν ἀποδώσοντες. ποῖον δέ ἐστι τοῦτο., τί δήποτε ἥλιος μὴ ὢν θερμὸς θερμαίνει ἡμᾶς; καὶ δυνατὸν μὲν ἦν τὸν Ἀριστοτέλην ἐπιλύσασθαι οὕτως, ὅτι οὐδὲν ἄτοπον τὸ μὴ ὂν θερμὸν θερμαίνειν. πᾶν μὲν γὰρ θερμὸν θερμαίνει, οὐ πᾶν δὲ θερμαῖνον θερμόν ἐστιν. ἰδοὺ γὰρ καὶ ἡ κίνησις θερμαίνει μὴ οὖσα θερμή, καὶ ἡ ἄλογος ψυχὴ ἐν τῷ θυ- μοῦσθαι θερμαίνει μὴ οὖσα θερμή, καὶ | κατὰ Πλάτωνα τὰ σχήματα μὴ [*](8r) ὄντα θερμὰ θερμαίνει. ὁ γὰρ Πλατῶν ἐν Τιμαίῳ λέγει, ὅτι τὸ πῦρ <οὐχ> ᾗ πῦρ θερμαίνει, ἀλλὰ διὰ τὰ ἐν αὐτῷ σχήματα πυραμοειδῆ, ἐξ ὧν καὶ σύγκειται· ταῦτα γὰρ διὰ τὸ εἰς ὀξὺ λήγειν εὐδιαίρετά εἰσιν· τῷ γοῦν ποιεῖν εὐχερῶς τὴν διαίρεσιν νομίζεται καίειν. ὅθεν καὶ τὴν ἀκαλήφην διὰ τὸ ποιεῖσθαι διαίρεσίν τινα νομίζομεν εἶναι θερμήν. ἡδύνατο οὖν οὕτως ὁ Ἀριστοτέλης λῦσαι τὴν ἀπορίαν· ὁ δὲ οὐ τοῦτο ποιεῖ, ἀλλὰ παρεὶς τοῦτο ζητεῖ, τί ὅλως ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσιν ἡμᾶς. καί φησιν, ὅτι συγκινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν ἀπόγειον ἀέρα· ταῦτα οὖν κινούμενα θερμαίνονται καὶ λοιπὸν θερμαίνουσιν ἡμᾶς. ὅτι δὲ συγκινεῖται ὁ ἀπόγειος ἀὴρ τῷ παντί, δηλοῦσιν οἱ κομῆται τοῖς αὐτοῖς πλάνησι παρανατέλλοντες. εἰ δέ τις εἴπῃ ‘καὶ ἐναλλαγὴν ἴσχουσι’, ῥητέον, ὅτι ἐπειδὴ οὐ πάντως συνεξισχύει ἀκολουθεῖν τῷ παντὶ ὁ ἀπόγειος ἀήρ. εἰ δὲ καὶ ποτὲ μὲν φαίνεται μικρότερος, ποτὲ δὲ μείζων, οὐκ ἄπορος ὁ λόγος· τοῦτο γὰρ συμβαίνει διὰ τὸ νέμεσθαι τὸν πυρωθέντα καὶ προεκφλογωθέντα ἀέρα παρακειμένην ὕλην. ποτὲ δὲ καὶ νοτιώτερος γίνεται, ἄλλοτε δὲ βορειότερος ὁ αὐτὸς κομήτης. ἀλλ’ εἰ τοῦτο οὕτως ἔχει καὶ τῇ τοῦ παντὸς κινήσει συγκινεῖται ὁ ἀπόγειος ἀήρ, τί δήποτε μὴ πᾶσαι αἱ σφαῖραι θερμαίνουσιν ἡμᾶς, ἀλλὰ μόναι αἰ τοῦ ἡλίου; φαμὲν οὖν, ὅτι πᾶσαι μὲν θερμαίνουσι, πλὴν μᾶλλον ἡ τοῦ ἡλίου, ἐπειδὴ συμμέτρως τε κινεῖται καὶ ταχέως καὶ σύμμετρον ἡμῶν ἀφέστηκεν. ἡ γὰρ ἀπλανής, εἰ καὶ ὀξύτατα πάνυ κινεῖται διὰ τὸ εἶναι ὅλων μείζω τὸν κύκλον, ἀλλ’ οὗν ὅμως πολὺ ἡμῶν ἀφέστηκε καὶ διὰ τοῦτο οὐ θερμαίνει ἡμᾶς. πάλιν ἡ τῆς σελήνης, εἰ καὶ πλησίον ἡμῶν ἐστιν, ἀλλ’ οὖν ὅμως ἀργότερον κινεῖται, διότι μικρότερός ἐστιν ὅλων τῶν κύκλων, καὶ διὰ τοῦτο οὐ θερμαίνει ἡμᾶς. ὁ δὲ τοῦ ἡλίου [*](1 ΠΡΑΞΙΣ δ a 2 hoc leinma apiul Aiistotelem uou inveuitur; complectitur verba Ar. p. 341. 314a9—19 6 ὄν et 7 μὲν om. a 8 ψυχὴ—θερμή (9) om. 10"ἐν Τιμαίῳ] Tim. p. 61 DE τὸ Ga: om. V οὐχ, quod seusus efflagitat, add. Idelerus 13 ἀκαλήφην a: ἀκαλἡφειν G: ἀκαλύφην V 20 ante ἴσχουσι add. ntu; 21"fortasse ἀκολουθεῖ 27 οὖν om. a 28 καὶ (ante ταχέως) om. G 31"π́λιν—οὐ θερμαίνει ἡμᾶς (33) om. a fort. ὁ τῆς σελήνης (soil. κύκλος) 33"τῶν κύκλων] τῶ κύκλων V)
Περὶ μὲν οὖν τοῦ ἄνω τόπου καὶ ἰὰ ἑξῆς.
Σύνοψιν ποιεῖται τῶν ἐν τῇ προλαβούσῃ θεωρίᾳ ἡμῖν παραδιδομένων.
p, 41a12 Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος.
ἐντεῦθεν ἡ ἀρχὴ τῆς παρούσης θεωρίας· τὴν αἰτίαν γὰρ τῆς γινομένης ἐν ἡμῖν θερμότητος ζητεῖ.
p. 341a13 Μαλλὸν μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς Περὶ ἐκείνης γὰρ ἰῆς πραγματείας ἴδιον περὶ τούτων ζητῆσαι, ἐπειδὴ τὸ θερμὸν αἰσθητόν ἐστι, τὸ δὲ αἰσθητὸν αἰσθήσει ὑπάρχει αἰσθητόν. ἢ οὖν ἐκεῖ τὸ ἀκριβὲς εἰσαγγέλλεται λέγειν, μὴ καταδράμῃ τις αὐτοῦ, ἢ ἔν τισι νῦν περὶ τούτων ἐνταῦθα διασφάλλεται.
p. 341a16 Μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν.
τουτέστι θερμῶν· ἐκείνων δὲ λέγει τῶν οὐρανίων σωμάτων.
p. 341a17 Ὁρῶμεν δὲ τὴν κίνησιν, ὅτι δύναται διακρῖναι καὶ τὰ ἕξης.
Προθέμενος εἰπεῖν διὰ τί μὴ ὄντα θερμὰ θερμαίνουσιν, οὐ τοῦτο ποιεῖ, ἀλλά φησι, τί ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσι· καί φησιν, ὅτι κινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν περίγειον ἀέρα.
p. 18 Ὡς καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι.
Οτι, φησί, κίνησις ποιεῖ θερμότητα, δηλοῦσιν αἱ ἀκίδες τῶν βελῶν· τῇ γὰρ πολλῇ κινήσει ἕπεταί διαλύεσθαι τὸν ἐπικείμενον ἐν ταῖς ἀρχαῖς αὐτῶν μόλιβδον.
[*](1 τοῦτό μου scripsi: τοῦ τόμου VGa; cf. 43 21 13 ἑαυτὸ V: ἑαυτὸν G: αὐτὸ a: αὐτὸ Ar. (contra HN) 20 Τουτέστι—ἐξῆς (22) om. V 21 δὲ] δὴ Ar. διακρίνειν Ar. 23 Προτιθέμενος a 26 ὡς ὥστε Ar.: om. Va φερόμενα V Ar.: φαίνομεν 28 ὑποκείμενον a ante ἁρχαῖς add. ἄ.ραις a)p. 341a21 Ταχεῖαν μὲν γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι.
[*](8v)Ὥς τινος ἀποροῦντος, καὶ διὰ τί ἡ τοῦ ἡλίου σφαῖρα μᾶλλον θερμαίνει, τούτου χάριν ἐπήγαγεν, ἐπειδὴ καὶ ταχέως κινεῖται καὶ οὐ πάνυ ἡμῶν ἀφέστηκε. πλὴν καλῶς εἰρήκαμεν ἡλίου σφαῖραν καὶ οὐκ αὐτὸν τὸν ἥλιον. ἡ γὰρ σφαῖρα αὐτοῦ τῆς σφαίρας τῆς σελήνης ταχυτέρα ἐστίν· αὕτη δὲ ἡ σελήνη τοῦ ἡλίου αὐτοῦ ὀξυτέρα ἐστί. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. συνόδου γὰρ γινομένης ἡλίου καὶ σελήνης ἐν Κριῷ ὁ μὲν ἥλιος τῇ πρώτῃ ἡμέρᾳ μίαν μόνην κινηθήσεται μοῖραν, ἡ δὲ σελήνη δώδεκα· τῇ δευτέρᾳ ἡμέρᾳ ὁ μὲν ἥλιος ἐπιβήσεται τῆς δευτέρας μοίρας, ἡ δὲ σελήνη τῆς δεκάτης τρίτης. καὶ ἐπειδὴ αἱ δύο μοῖραι ὡς δέδεικται τοῦ Κριοῦ πρὸ τῆς ιݲγݲ ἀνατέλλουσιν, εὑρεθήσεται ὁ ἥλιος πρὸ τῆς σελήνης τέλλων. ᾧ δῆλον, ὅτι ταχυτέραν τὴν ἰδίαν κίνησιν ἡ σελήνη ποιεῖ.
p. 341a23 Τῷ δὲ μάλιστα γί τὰ ἑξῆς.
ἐντεῦθεν τὴν δευτέραν αἰτίαν βούλεται εἰπεῖν, ἥτις αἰτιᾶται τὰς ἀκτῖνας τὰς ἀπὸ τοῦ ἡλίου, πλὴν οὐ σαφῶς λέγει, ἀλλ’ οἷον ὑπαινίττεται ἴσως ἀπαρεσκόμενος τῷ δόγματι. τί γάρ φησιν; ὅτι ὅπερ ὁρῶμεν γινόμενον ἐπὶ ἡμῶν, ὅτι ἐπὶ τῶν πυρείων ἐναπολαμβάνεται ὁ ἀὴρ ἐκ τῶν δύο σωμάτων καὶ τῇ πολυειδεῖ κινήσει ἐξάπτεται, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ἡλίου. οὐ γὰρ ἄλλως ὁ ἀὴρ † ἀνακαλεῖται, εἰ μὴ ἐκ τῶν ἀκτίνων οἷον χῳογονούμενος καὶ διὰ τὴν ἔφεσιν τοῦ πλείονος φωτὸς ἐπὶ πλέον κινούμενος.
p. 341a30 Καὶ διὰ τὸ περιέχον πῦρ.
Ινα εἴπῃ τὴν τρίτην αἰτίαν. περιέχον πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· καὶ αὐτὸ γὰρ αἴτιον γίνεται τῆς θερμασίας.
p. 341a31 Σημεῖον δὲ ἱκανόν.
ἐντεῦθεν τὰ δύο ἐπιχειρήματα βούλεται παραδοῦναι κατασκευαστικὰ ὄντα τοῦ τὰ οὐράνια σώματα μὴ εἶναι θερμά.|
[*](1 ταχεῖαν μέν V: ταχεῖ μὲν (I: ταχεῖάν τε μὲν a: ταχεῖάν τε Ar. 4 κακῶς ’ 7 post ὁ μὲν ἥλιος verba v. 1) ἐπιβἡσεται—μοίρας asterisco versui apposito auticipat a,, nee non exhibet eadein suo loco v. 9 8 μόνον a 13 To δὲ Ar. 19 συνάπτεται a 20 ἀνακαλεῖται] lege ἀνακαίεται 21 ἐπιπλεῖον V 22 διὰ τὸ τὸ περιέχον Ar. (praeter H) 23 τρίτην scripsi: γῆν (i. e. γ ἢν) G: om. Va post 27τέλος τοῦ προοιμίου ailil.)Πρᾶξις ςݲ
p. 341b1 τούτων δὲ διωρισμένων λέγωμεν, διὰ ποίαν αἰτίαν αἵ τε φλόγες καιόμεναι φαίνονται.
Οὐ χρὴ παραδραμεῖν τὴν τῶν μετεωρολογικῶν θεωρημάτων ὡς ἔτυχε ζήτησιν. μεγίστη γὰρ καὶ οὐχ ἡ τυχοῦσα καθέστηκεν, εἴ γε καὶ οἱ φιλοσο- φοῦντες οὐκ ἄλλοθέν ποθεν ὠνομάσθησαν μετεωρολογικοί ἢ ἐκ ταύτης τῆς θεωρίς. καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ τῶν ὑπὸ σελήνην πάντων κρείττων ἐστὶν ὁ ἐν τῷ μεταρσίῳ τόπῳ ὡς μιμούμενος τὰ οὐράνια σώματα· ἀδιαλείπτως γὰρ τὸ ὑπέκκαυμα τὴν κύκλῳ φορὰν διώκει. οὐ καταφρόνητος οὖν ἐστιν ὁ περὶ τῶν ἐν τῷ μεταρσίῳ τόπῳ συνισταμένων λόγος. διὸ χρὴ τῶν προοιμίων ἀπαλλαγέντας ἐπ’ αὐτοὺς λοιπὸν τοὺς ἀγῶνας ἐπαποδύσασθαι. σκοπὸν τοίνυν ἔχων ὁ Ἀριστοτέλης παραδοῦναι τὰ ἐκ τῶν δύο ἀναθυμιάσεων γινόμενα, τῆς τε καπνώδους φημὶ καὶ τῆς ἀτμιδώδους, ἐπειδὴ δεῖ προτάττειν ἁπανταχοῦ τὰ ἁπλᾶ τῶν συνθέτων, πρότερον περὶ τῶν γινομένων ἀπὸ τῆς μιᾶς ἀναθομιάσεως διαλέγεται, εἶτα οὕτως περὶ τῶν γινομένων ἐκ τῶν δύο. καὶ ἐπειδὴ ἐν ταῖς ἀναθυμιάσεσι κρείττων ἡ καπνώδης ὡς μιμουμένη τὰ οὐράνια καὶ τὴν κυκλικὴν κίνησιν τῆς ἀτμιδώδους, τούτου χάριν πρότερον περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους φησί. καὶ ἐπειδὴ πάλιν ἡ καπνώδης τὰ μὲν ποιεῖ μεταλαμβανομένη καὶ τὰ δ’ ἐπὶ τῶν αὐτῶν μένουσα, σαφέστερα δ’ ὡς ἐνδέχεται τὰ γινόμενα μεταβαλλομένης αὐτῆς τὰ μὲν εὔκολά εἰσιν ὡς ἁπλῆν ἔχοντα φύσιν καὶ ἀληθῆ, τὰ δὲ ἐπὶ χρόνον παραμένουσι δύσκολον ἔχοντα τὴν γένεσιν), νόμος δέ ἐστιν ὁ παρακελευόμενος ἐκ τῶν ἀληθῶν πρῶτον ἄρχεσθαι καὶ εὐκόλων, ἵνα ἱδρυμένης τῆς ἀληθείας δυνηθῶμεν καταλαβεῖν τὸ ψεῦδος, ἐκ τῶν τοιούτων ἄρχεται. καὶ ἐπειδὴ ταῦτα ἔχουσιν αἶγες, φλόγες, δαλοὶ καὶ διᾴττοντες, ἐκ τούτων πρότερον ἄρχεται ὁ Ἀριστοτέλης. καὶ γὰρ οὐκ ἐκ τῶν δύο γίνεται ἀναθυμιάσεων, ἀλλ’ ἐκ τῆς μιᾶς, καὶ ταύτης οὐκ ἐκ τῆς ἀτμίδος, ἀλλ’ ἐκ τῆς καπνώδους, καὶ ταύτης οὐκ ἀμεταβλήτου οὔσης, ἀλλὰ μεταβαλλομέναις, καὶ ταῦτα οὐκ ἐκ τῆς ποιούσης ψευδῆ, ἀλλὰ μᾶλλον τἀληθῆ· διὰ τοῦτο πρότερον περὶ τούτων διαλέγεται. ἀλλὰ φέρε εἰ δοκεῖ παραδώσωμεν αὐτῶν τὰ κοινὰ καὶ ἴδια. ἴδια μὲν οὖν εἴρηται αὐτῶν πλείονα, δὲ τὸ γενέσθαι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως μεταβαλλομένης, καὶ ὅτι σαφῆ εἰσι καὶ ἀληθῆ. ἡ δὲ λέξις ἄλλο τι κοινὸν αὐτῶν παραδί- [*](1 mimerus capitis marpine libii circumciso excidit in G: ΠΡΑΞΙΣ εݲ a 2 τίν· Ar. ἢν E) 3 καιόμεναι] αἱ καιόμεναι Ar. 5 οὐχ ἡ] οὐχὶ a οἱ om. G 8 τόπῳ] fort. τόπος 9 γὰρ om. a ἐκδιώκει a U) τῶν ἐν τῷ μεταρσίῳ G: τούτων ἐν μ. Va τόπῳ] λόγῳ a 16. 17 ἡ καπνώδης] ἀκαπνώδης G 19 πάλιν oin. a μεταβαλλομένη G 21 εὔκολά εἰσιν G: εὔκολα εἶναι Va 22 φύσιν] γένεσιν G 23 πρῶτον G: πρώτων Va 27 γίνεται oin. V: post vocein ἀναθυμιάσεων ponit a 30 ἀληθῆ a 31 παραδώσωμεν Ga: παραδώσομεν 33 ἄλλο τι scripsi: ἀλλ’ ὅτι VGa)
p. 341b4 Καὶ διὰ αὐτὴν αὐτὴν αἰτίαν.
Ποίαν τὴν αὐτήν ; τὴν θερμότητα. αὕτη γὰρ ποιητικὴ αὐτῶν πάντων αἰτία πλὴν τοῦ δευτέρου διᾴττοντος, οὗτινος ποιητικὴν αἰτίαν τὴν ψῦξιν εἰρήκαμεν.
p. 341b5 Διαφέρει δὲ τῷ μᾶλλόν τε καὶ ἧττον.
Ἐπειδὴ τυχὸν ἐπὶ μὲν τῶν φλογῶν πλέον ἡ ἐκκαιομένη ὕλη ὡς καὶ μῆκος καὶ πλάτος ἴσον ἔχουσα, ἐπὶ δὲ τῶν αἰγῶν ἧττον, ἔτι δὲ ἧττον ἐπὶ αὐτῶν τῶν δαλῶν, διότι εἰ καὶ ἐπὶ ἀμφοτέρων μῆκός ἐστι μόνον, ἀλλ’ οὖν ὅμως ἐπὶ τῶν αἰγῶν καὶ ἀποσπινθηρίζει.
p. 341b5 Ἀρχὴ δέ ἐστι τούτων καὶ πολλῶν δὲ ἄλλων ἥδε.
Τουτέστιν ἡ καπνώδης ἀναθυμίασισ. πολλῶν δὲ ἄλλων λέγει ἢ τῶν ἐν τῴ παρόντι διδασκομένων βιβλίῳ, ἃ γίνονται μεταβαλλομένης αὐτῆς, ἢ καὶ τῶν ἐν τῷ δευτέρῳ, ἃ γίνονται ἀμεταβλήτου αὐτῆς οὔσης.
[*](1 ἡ ora. a τετάτρος G1 3 μηδὲ—περιγείῳ om. V ἤδη τις ἂν νομίσῃ VG: τίς νομίσῃ a. deleas paiticulam ἆν cuin a et scribas εἴπομεν ‘τῷ ἀπο γείῳ’ coll. p. 43,20 5 μετακινεῖσθαι G: κινεῖσθαι Va 7 πλέον δὲ ἡ ἀπλανής G: oiu. Va 8 τοῦτο om. a ’ ἀργώτερον Va 18 τὴν αὐτὴν soripsi: ταύτην VGa αὐτῶν G: om. Va 21 τε om. Ar. 23 ἔτι δὲ ἥττων 25 καὶ ἀποσπινθηρίζει a: κἀν ἀποσπινθηρίζῃ VG 2(1 καὶ τούτων καὶ πολλῶν ἄλλων Αr. om. Ga 27 καὶ ἡ ἀτμιδώδης supersor.)p. 341b7 Τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ὤς [*](9v) τινες οἴονται.
Αἰνίττεται εἰς Πλάτωνα. οὗτος γὰρ οὐκ ἔλεγεν εἶναι τὴν καπνώδη ἀναθυμίασιν, ἐπειδή φησιν· ῾ἐκ τῆς γῆς οὐδὲν ἐκδίδοται᾿ . δόγμα γὰρ αὐτοῦ ἐστιν ἐν Τιμαίῳ λεγόμενον, ὅτι πάντα μὲν τὰ στοιχεῖα εἰς γῆν μεταβάλλουσι, γῆ δὲ εἰς οὐδὲν τῶν στοιχείων. εὐλόγως οὖν ἔλεγεν οὐδὲν ἐκδίδοσθαι ἐξ αὐτῆς μόνης. καὶ ὅτι φησὶ τοῦτο ἀληθές, δηλοῖ τὸ μὴ καίεσθαι τὴν τέφραν κυρίως γῆν οὖσαν. πλὴν τούτῳ τῷ λόγῳ πολλὰ ἕπονται ἄτοπα. πρῶτον μὲν γὰρ ἔδει τὴν γῆν ἐκ πολλοῦ χρόνου ἄπειρον εἶναι πάντα μὲν ὑποδεχομένην, μηδὲν δὲ ἀπολύουσαν, καὶ ἄλλα δὲ πολλά, ἅπερ οὐ πρόκειται νῦν ζητεῖν. ὃ οὖν φησι τοιοῦτόν ἐστιν, ὅτι οὐκ ἔστιν ἁπλῆ ἡ ἀναθυμίασις, ἀλλὰ διπλῆ· ἡ μὲν καπνώδης, ἡ δὲ ἀτμιδώδης. καὶ ἰδοὺ ὅπερ προανεφωνοῦμεν, ὅτι προσεχῆ στοιχεῖα ὕστερον ἐρεῖ, νῦν σαφῶς παραδίδωσι.
p. 341b9 Τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ. |
Τοῦτο βούλεται εἰπεῖν, ὅτι ἡ μὲν ἀτμὶς γίνεται ἐκ τοῦ ὕδατος· τοῦτο 10r γάρ ἐστι περὶ τὴν γῆν καὶ ἐπὶ τὴν γῆν· ἐκ δὲ τῆς γῆς ἡ καπνώδης ἀναθυμίασις.
p. 341b12 Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται ὁ πέριξ.
Τουτέστι διὰ τὰς δύο ταύτας τὰς ἀναθυμιάσεις ἀλλοιουμένας, καὶ τὴν μὲν ἀιμίδα γινομένην ἀέρα, τὴν δὲ καπνώδη ὑπέκκαυμα, τὸ πᾶν τοῦτο οὕτω κεκόσμηται. ἔστι γὰρ πρῶτον τὸ ὑπέκκαυμα (κουφότερον γὰρ ἡ καπνώδης ἀναθυμίασις), εἶτα ὁ ἀήρ, τρίτον τὸ ὕδωρ, καὶ οὕτω τέταρτόν ἐστιν ἡ γῆ.
341b14 Ὅ λέγομεν πῦρ.
Διὰ τί εἶπεν ὃ λέγομεν; ἐπειδὴ οὐ κυρίως τὸ ὑπέκκαυμα πῦρ καλεῖ· ται, ἀλλὰ ἀπὸ μεταφορᾶς τοῦ διακονικοῦ. πῦρ δὲ οὐ λέγεται τὸ μὴ καῖον, ὅθεν καὶ ὑπέκκαυμα ἐκλήθη παρὰ τὸ ἧττον καίειν· ἡ γὰρ ῾ὑπό᾿ πρόθεσις τὴν ὕφεσιν σημαίνει.
p.341b15 Ὁμώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης καπνώδους διακρισεως.
Τὸ αὐτό, φησί, σημαίνει καὶ ἐπὶ τοῦ διακονικοῦ πυρὸς καὶ ἐπὶ τοῦ [*](3 post Αἰνίττεται add. δὲ u 5 ἐν Τιμαίῳ] p. 56 D 9 μὲν om. Ga χρόνου om. a 10 ἀπολλύουσαν V 11 οὐχ ἁπλῆ ἀναθυμίασις a 12 προαναφωνοῦμεν a 14 Tὴν Ga Ar.: τοῦ V Tὴν μὲν (περὶ a) τὴν γῆν καὶ ἐπὶ τὴν γῆν Ga 18 πέριξ om. a articulo ὁ coniuncto cum sqq.: τὸ (τὰ Ε) πέριξ Ar. 26. 27 ὑποπρόθεσις G 27 σημαίνει] δηλοῖ a 28 Ὁμώνυμον] ἀνώνυμον Ar. 28. 29 τῆς καπνώδους διακρίσεως Ar. 30 σημαίνει φησὶ a)
p. 341b18 ‘Yπὸ δὲ ταύτην τὴν φύσιν ἀἠρ.
τουτέστι μετὰ τὸ ὑπέκκαυμά ἐστι λοιπὸν ὁ ὑσὶν ἀὴρ.
p. 341b20 Ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις.
Πρόσθες σύ, ἐὰν δράξηται καὶ ἐπιτηδείας ὕλης· οὐ γὰρ χρεία μόνης τῆς κινήσεως, ἀλλὰ καὶ τοῦ ὑλικοῦ αἰτίου.
p. 341b22 ἐὰν μάλιστα ἔχῃ εὐχερῶς ἡ τοιαύτη σύστασις.
Καλῶς τοῦτο· οὐ γὰρ ἐν παντὶ μέρει τοῦ ὑπεκκαύματος γίνεται, ἀλλ’ ἐν τῷ ἐπιτηδείῳ, καθάπερ οὐδὲ ἐν παντὶ μέρει τοῦ σώματος γίνεται λέπρα, ἀλλ’ ἐν μόνῳ τῷ ἐπιτηδείῳ.
p. 341b24 Διαφέρει δὲ ἤδη διὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ Θέσιν εἶπεν, ἵνα δηλώσῃ τὴν συνεχῆ ἔξαψιν ἢ τὴν διεσπαρμένην· πλῆθος δέ, ἵνα δηλώσῃ ὁμοίως καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γινομένην τὴν ἔξαψιν ἢ κατὰ μόνον τὸ μῆκος.
p. 341b29 Ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦτο δὲ γίνεται ὅιὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἀρχὴν δέ), αἲξ καλεῖται.
ὅταν, φησίν, οἶον ἀποσπινθηρίζῃ, αἲξ καλεῖται. οἱ δὲ ὰποσπινθηρισμοί, φησίν, οὗτοι οὔκ εἰσι διεσπαρμένοι, ἀλλ’ οἷον ἐκκρεμεῖς. τοῦτο δ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ἄμα καιόμενον. μεταξυλογίᾳ δὲ ἐμμέσῳ ἐχρήσατο τὴν αἰτίαν λέγων τοῦ ἀποσπινθηρίζειν, ὅτι τοῦτο, φησί, συμβαίνει, ἐπειδὴ ἐκπυροῦται ὁ παρακείμενος ἀὴρ πλὴν ἐπὶ τὴν ἀρχὴν τοῦ παρεκ- πυρωθέντος, ὡς μὴ εἶναι διεσπαρμένους τοὺς ἀποσπινθηρισμούς.
p. 341b35 Oxs μὲν οὖν ὑπὸ τῆς κινήσεως καὶ τὰ ἑξῆς.
ἐντεῦθεν καὶ τὴν ἄλλην αἰτίαν τῆς γενέσεως τοῦ διᾲττοντος βούλεται
[*](1 ταύτης] vix sanuin 4 ταύτην τὴν Ar.: articulum delet ’: om. Va 6 ἐκκάεσθαι Ar. 9 ἐὰν εὐχερῶς μάλιστα ἔχῃ a: ᾖ ἄν οὖν μάλιστα εὐκαίρως ἔχῃ Αr. 13 ἤδη] εἴδη G: ἡ a διὰ] κατὰ Ar. 14 τὸ πλῆθος Ar. IT τὸ oui. a 19 ἐκπυροῦσθαι a μέν om. Ga 19. 20 ἐπ’ ἀρχὴν V Ar.: ὑπάρχειν G: ὑπ’. ἀρχὴν a post δὲ add. καὶ a 23.24 ἐμμέσῳ ἐχρήσατο Η: ἐμμέσως ἑ. G: μέσω ἑ. Y: ἐχρήσατο ὲν μέσῳ a 27 Ὁτὲ Ar.: ὅτε V: ὅτι lia 28 τὴν θὼ. a)p. 342a2 Καὶ ἔοικεν ἠ φορὰ ῤἰψει μᾶλλον, οὐ καύσει.
[*](10r)Ἐπὶ τοῦ διὰ ψῦξιν γινομένου διᾴττοντος ῥίψει μᾶλλον ἡ κίνησις γίνεται, ἀλλ’ οὐ κτὰ τὸ συνεχὲς ἔκκαυσιν γενέσθαι, καὶ λοιπὸν λαμβάνει παράδειγμα τοῦ μὲν διὰ θερμασίαν γινομένου τὸν λύχνον, τοῦ δὲ διὰ ψῦξιν· τὸν ἐκπυρηνισμόν.
p. 342a3 Ἀπορήσειε ἄν τις.
Ὡς ἀπορίαν προάγει τὸν λόγον. ἴσως γάρ τις ἔχει ἀπορῆσαι, ἆρα οὐ γίνεται ὁ ἀὴρ ὥσπερ ἅπτεται ὁ νεωστὶ ἐσβεσμένος λύχνος ὑπὸ τῆς ὑποκειμένης φλογὸς μηδαμοῦ τῆς ἐξάψεως γινομένης εἰ μὴ ἐν τῇ θρυαλλίδι, <ἢ> ὥσπερ οἱ πυρῆνες ἐκ τῶν δακτύλων ἐκκρίνονται. καί ὅτι ἑκάτερον ἀληθές· τὸ μὲν γὰρ τῆς λυχνιαίας φλογὸς ἁρμόζει ἐπὶ τοῦ πρώτου διᾴττοντος, τὸ δὲ ἄλλο παράδειγμα ἁρμόζει ἐπὶ τοῦ δευτέρου διάττοντος.
p. 342a7 Ἤ ῥίψις τοὐ αὐτοῦ τινος
ἐνταῦθα ἡ ἀνταπόδοσις ἄρχεται γίνεσθαι τοῦ παραδείηματος † ἐντεῦθεν τοῦ δευτέρου δαλοῦ.
p. 342a10 Ὥστε καὶ εἰς γῆν καὶ εἰς θάλασσαν φαίνεσθαι πίπτοντας.
τοὺς κατ’ ἐκπυρηνισμὸν δηλονότι διᾴττοντας· οἱ γὰρ ἄλλοι ὅπου ἀποοοῦσιν ὕλης ἐν τῷ ὑπεκκαύματι, ἐκεῖ καὶ ἀπομαραίνονται.
p. 342a11 Καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἰθρίας οὔσης.
Μεθ’ ἡμέραν εἶπεν, ἵνα τὴν ἀρχὴν τῆς νυκτὸς δηλώσῃ. τί δὲ λέγει αἰθρίας; αἰθρίας τοίνυν φησὶν οὐχ ἀπλῶς ἀνέμων, ἀλλ’ ὑετῶν· εἰ γὰρ εἴη ὑετός, πῶς ἔχει γενέσθαι διάττων; πλήν, ὡς νομίζω, αἰθρίας λέγει, ἵνα εἴη ἀνέφελος ὁ οὐρανός. εἰ γάρ εἴη, κἂν γίνωνται, οὐδὲ φαίνονται· ἔφη δὲ φαίνεσθαι αὐτοὺς ἐν αἰθρίᾳ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν.
[*](1 ῥίψει μᾶλλον αὐτῶν, ἀλλ’ οὐκ ἐκκαύσει Ar. 3 ua post ἔκκαυσιν excidit φησί ? 4 θερμασίας u 8 ἀὴρ] conicio ἀστὴρ (soil. ὁ διᾴττων) 10 ἡ de ineo addicli, cf. V. 3 sij. 14 Ἥ] ἡ a 15 sq. vix saua. fort, ἐντεῦθεν—δαλοδ deleiula Ar. (contra N) 17 καὶ εἰς γῆν καὶ εἰς θάλ. Ga: καίει εἰ γῆν καίει καὶ θάλ. V: καὶ εἰς τὴν γῆν καὶ εἰς τὴν θάλ. Ires Ar. codd. (FHN): καὶ εἰς θάλ. καὶ εἰς γῆν Ar. (E) 17. πίπτοντα Ar. (E) 19 ἐκπυρισμὸν Va 24 ὀὐετὀς a 25 post ἶνα εἴη verba ὑετὸς—ἵνα εἴη iterat γ’ post εἰ γὰρ aliijuid excidisse videtur, fort. νέφη vol μὴ)p. 342a12 Κάτω δὲ ῥίπτεται καὶ τὰ ἑξῆς.
[*](10r)ἐπειδὴ ἡ πύκνωσις ἐπὶ τὰ κάτω ἀποδιώκει, καὶ τούτου χάριν κάτω [*](54) φέρονται οἱ διᾴττοντες. οὕτως γάρ, φησί, καὶ οἱ κεραυνοὶ κάτω φέρονται, ἐπειδὴ ἐκπυρηνίζεται καὶ ἐπὶ αὐτῶν ἡ καπνώδης ἀναθυμίασις. ἐπεὶ οὗν κάτω ἐκκρίνεται διὰ τὴν θλίψιν, φύσει δὲ ἄνω φέρεται τὸ θερμόν, εἰκότως τὴν λοξὴν κίνησιν κινοῦνται οἱονεὶ ἐκ τῶν ἐναντίων κινήσεως μεσότητος γινομένης. |
p. 342a16 Ὅσοι usv οὖν ἐν τῷ ἄνω τόπῳ συνίστανται, ἐκκαιομένης [*](10v) γίνονται τῆς ἀναθυμιάσεως.
Εντεῦθεν λοιπὸν τἀς διακρίσεις παραδίδωσιν, ὅτι οἱ μὲν πρῶτοι διᾴττοντες ὑπὸ θερμασίας γίνονται, οἱ δὲ δεύτεροι ἐν τῷ περιγείῳ ἀέρι. λοιπὸν δὲ καὶ τρίτην διαφοράν, ἥτις ἐλαμβάνετο ἐκ τοῦ διαφόρου τρόπου τῆς κινήσεως. εἶπε δὲ καὶ τὴν ἄλλην διαφορὰν ἀνωτέρω, ἔνθα ἔλεγε περὶ μὲν ἓν καὶ τὸ αὐτὸ πῦρ ἐκκρίνεσθαι, ποῦ δὲ διάδοσιν γίνεσθαι.
p. 342a21 Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως.
Ἐντεῦθεν ἡ διαφορὰ ἡ ἐκ ἰοῦ διαφόρου τρόπου τῆς κινήσεως.
p. 342a24 Τὰ πλεῖστα δὲ εἰς τὸ πλάγιον.
Δηλονότι τῶν γινομένων ὑπὸ ψύξεως περὶ τούτων ἐναντίαι εἰσὶ κινήσεις.
p. 342 a 30 Πάντα δὲ ταῦτα κάτω σελήνης γινόμενα.
ἐπειδὴ εἶπε καὶ ἐν τῷ ἀπογείῳ γίνεσθαι διᾴττοντας, ἶνα μή τις νομίσῃ γίνεσθαι αὐτοὺς ἄνω περὶ τὰ ἄστρα, τὴν διάκρισιν ἐπάγει τὴν ἐκ τῆς ταχύτητος. οὐκ ἄν γάρ, φησίν, οὕτω ταχέως ἐκινοῦντο.
Πρᾶξις ζ.
p. 342a34 Φαίνεται δέ ποιὲ νύκτωρ αἰθρίας οὔσης.
Μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια, ἅπερ ἦν φλόγες, δαλοί, αἶγες καὶ διᾴττοντες, μέτεισι καὶ ἐπὶ ψευδῆ ὀλιγοχρόνια, ἅπερ εἰσὶν ἀπὸ χρώματος [*](1 ῥιπτεῖται Ar. G scribe κινήσεων 8 ὅσα Ἄι·. post οὖν add. μᾶλλον (praeter Ε) Ar. ἀνωτάτῳ Ar. συνίσταται et γίγνεται (9) Ar. 12 τὴν τρίτην u 13 ἀνωτέρω] p. 341 1)35. pro ἄλλην inalim ὅλην 16 ἠ(??)(ante διαφορά) om. 19 κάτω σελήνης ταῦτα (K) vcl κάτω ταῦτα σελήνης (FH) transp. Ar. (praeter N) 22 οὐ γὰρ ἄν a 23 ΠΡΑΞΙΣ ςݲ a 24 post ποτε add. συνιστάμενα Ar. p. 40,24) 25 Μετὰ—διᾴττοντες (26) Herat)
p. 342a34 Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης ἢ πολλὰ φάσματα ἐν τῷ οὐρανῷ.
Ἐκ θυρῶν εὐθὺς ἐδήλωσεν, ὡς περὶ τῶν ψευδῶν λέγει. ἔφη γὰρ φαίνεται δέ· οὐ γὰρ ἀληθῆ εἰσιν. ἀπάτη γὰρ γίνεται ἢ κατὰ τὸ χρῶμα ὡς ἐπὶ τῶν αἱματωδῶν χρωμάτων, ἢ κατὰ τὸ σχῆμα ὡς ἐπὶ βοθύνων καὶ χασμάτων. καλῶς δὲ εἶπε φαίνεται ἐν τῷ οὐρανῷ· οὐ γὰρ γίνονται ἐν τῷ οὐρανῷ, ἀλλὰ νομίζονται ἐκεῖ γενέσθαι. ἢ οὖν τοῦτο ἢ οὐρανὸν ἐκάλεσε τὸ ὑπέκκαυμα ὡς καὶ ‘Ιπποκράτης ὁ ἰατρὸς “οὐρανὸς λαιλαπώδης”, καὶ ὁ ποιητής·
Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν.
αἰθρίαν δὲ πάλιν τὴν ἀπὸ τῶν ἀνέμων ἀκουστέον. αἴτιον δὲ καὶ τούτων τὸ αὐτό, τουτέστιν ἡ ἀναθυμίασις.
[*](1 inter τὴν et ἔνδειαν ex versu sq. illicit ἐν τῷ νοτίῳ μέρει a 2 ὑλικοῦ scripsi (cf. p. 54,33): ἡλίκου VGa: ἡλίου coni. Ideler 3 post γενέσθαι add. τὴν τοιαύτην ἀνάκλασιν, πλεονάζει locum coniiptum asterisco inilicans a 6 τὸ (post πᾶν)] τῷ a 13 ὑπὲρ γῆν—πλάνητος (14) oin. ’ 15 ἀνάκλασιν a 16 fort. πολύ ἐστι τὸ κωλῦον 20 ἀπέχουσι πολὺ a 25 ἡ cm. Ar. 29. 30 γίνονται ἐν xw οὐρανῶ G: ἐν xui οὐρανῶ γίνονται Va 31 καὶ 0111. (ia ‘Iπποκράτης] Epidein. 1 cap. 4 iiiit. t. II p. 616,1 Littr. post οὐρανὸς add. ὁ a 32 ὁ ποιητής] Horn. O 192 Ζεὺς δ’ ἔλαχ’] λάχ’ a νεφέλεσιν G 33 τούτων] τοῦτον G)p. 342b1 ἐπεὶ γὰρ φανερός ἐστιν ὁ ἀὴρ συνιστάμενος ἄνω, [*](11r) ὥστε ἐκπυροῦσθαι.
[*](41)Ἄνω ἀέρα φησὶ τὸ ὑπέκκαυμα, ὅπερ παχυνόμενον ἐν τῷ δράττεσθαι ἐπιτηδείας ὕλης ἐκπυροῦται ὡς διακονικὸν φαίνεσθαι πῦρ, ὡς ἐπὶ φλογός, δαλῶν καὶ τῶν ἄλλων. λέγω δὲ περὶ δαλῶν, ἐπειδὴ ἔφη οἷον δαλοὺς φέρεσθαι καὶ διὰ τούτου ἐνεδείξατο, ὅτι καὶ ὑπὸ ψύξεως γίνονται δαλοί. διὸ δυνατὸν εἰπεῖν καὶ τὴν σύστασιν λόγῳ τῆς ψύξεως αὐτῶν ὑποθέσθαι γινομένην. τοῦτο δὲ νῦν λέγω, ἐπειδὴ ἀνωτέρω μόνον τῶν διᾳττόντων διττὴν ἔφη τὴν γένεσιν. ἐκ τούτου οὖν αὐτοῦ ἐστι δεῖξαι καὶ τῶν ὑπολοίπων διττὴν λέγοντα τὴν γένεσιν, καθάπερ καὶ ὁ Θεόφραστος ἔλεγεν· ‘ὅσα γὰρ ποιεῖ τὸ θερμόν, τοσαῦτα ποιεῖ καὶ τὸ ψυχρόν’. ἔλεγε γὰρ καὶ τὸ ἀνάπαλιν.
p. 342b4 οὐδὲν ἄτοπον, εἰ χρωματίζεται αὐτὸς ὀ ἀήρ.
τοῦτό φησιν· ἐπειδὴ εἴρηται, ὅτι ἐκκαιομένου τοῦ ἀέρος ἢ ἐκπυρηνιζομένης τῆς καπνώδους ἀναθυμιάσεως εἰρήκαμεν γίνεσθαι τὰ προειρημένα πάθη λαμπρὰ τυγχάνοντα, οὐκ ἄτοπον, φησί, καὶ σχηματίζεσθαι τὸν ἀέρα, ὅταν νέφος ἓν ὂν τῶν λαμπρῶν τούτων ἢ κατὰ κάθετον τύχῃ ὂν ὡς κατὰ διάκλασιν ὁρᾶν ἢ πλάγιον ὡς κατὰ ἀνάκλασιν.
p. 342b5 Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον καὶ τὰ ἑξῆς.
Διὰ τούτου τοῦ ῥησειδίου παραδίδωσιν ἡμῖν τὴν αἰτίαν τοῦ αἱματώδους τὴν κατὰ διάκλασιν, διὰ δὲ | τοῦ ἐφεξῆς τὴν αἰτίαν τὴν κατὰ ἀνάκλασιν [*](11v) παραδίδωσιν. ἀλλ’ ἔστι ἐν τῇ λέξει τι ἄπορον. φησὶ γάρ, ὅτι εἰς γένεσιν τοῦ αἱματώδους χρὴ συνδραμεῖν λευκὸν χρῶμα καὶ μέλαν καὶ λαμπρόν· καὶ μὴν ἡμεῖς δύο μόνον εἰρήκαμεν, τὸ λαμπρὸν καὶ τὸ μέλαν. τί οὗν ῥητέον; ὅτι τὸ λευκὸν συμπεριλαμβάνεται τῷ λαμπρῷ· καὶ τὸ λαμπρὸν γὰρ οἷον λευκόν ἐστι. καλῶς δὲ εἶπεν τὸ ὅταν ἔλαττον εἴη φῶς’. πλείονος γὰρ ὄντος τυχὸν τοῦ φωτός, ὡς ἐν ἡμέρᾳ ἐστὶ τὸ ἡλιακόν, οὐ φαίνονται. καλῶς δὲ καὶ τὸ πυκνότερον εἶπε, καὶ οὐ ‘πυκνόν’. εἰ γὰρ εἴη πυκνὸν πάνυ τὸ νέφος, οὐ γίνεται διαφάνεια. ἀλλ’ ὅταν ᾖ ἐπ’ ἔλαττον, τὸ οὖν ἐπ’ ἔλαττον διὰ τοῦ πυκνότερον συγκριτικοῦ ὄντος ἐδήλωσε.
p. 342b9 Μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις.
Ἴδου σαφῶς ἐδήλωσεν, ὅτι περὶ διακλάσεως ὁ λόγος· ἔφη γὰρ ἐπι- πρόσθησιν. τοῦτο δὲ εἰρήκαμεν κτὰ διάκλασιν, ὅταν κατὰ κάθετόν ἐστι [*](1 συνιστάμενος ὁ ἄνω ἀὴρ Ar. 8 μόνον] μὲν μόνων a 10 Θεόφραστος] De igne 14"t. Ill p. 55 Wimm. 13 ὁ αὐτὸς οὗτος Ar. 22 ἔστι V: ἔστω ὁ 24 μόνον] μόνα a 25"καὶ 0111. a 26 εἶπεν] εἶπον G 29 τὸ οὖν ἐπ’ ἔλαττον G: om. Va)
p.342b9 Οἶον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν καῦμα.
Καλῶς τὸ ἐὰν ᾖ καῦμα, ἵνα πολλῆς οὔσης θερμασίας πολλὴ καὶ ἀτμὶς ἕλκηται. ὥσπερ δὲ ἀτμὶς ἐπιπροσθοῦσα ποιεῖ φαντασίαν τινὰ μίξεως, οὕτω καὶ καπνός.
p. 342b11 Καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα, ἀλλὰ τὸ χρῶμα δέχεσθαι.
ἰδοὺ δῆλον ἐντεῦθεν γέγονεν, ὅτι τὰ πρῴην λεχθέντα ὡς ἐπὶ διακλάσεως ἐλέγετο. νῦν γὰρ ἐναργῶς φησιν, ὅτι καὶ τῇ ἀνακλάσει ποιεῖ. φησὶ δέ, ὅτι ἐπὶ τῆς ἀνακλάσεως ἐὰν ᾖ τὸ ἔνοπτρον μικρόν, τὸ μὲν χρῶμα δέχεται τοῦ αἰσθητοῦ, τὸ δὲ σχῆμα οὐ δέχεται, διὰ τὸ μὴ ὅλον δύνασθαι χωρῆσαι. οἷόν τι λέγω· ἔστω τις ἑστὼς ἐν τῷ ἡλίῳ καὶ ῥαινέτω ὕδωρ· ἄλλος δὲ ἱστάσθω ἐν σκιᾷ. οὗτος ὁ ἐν τῇ σκιᾷ ἑστὼς ὁρᾷ μὲν ἐν τῖς ῥανίσι τὸ τοῦ ἡλίου φῶς, οὐχ ὁρᾷ δὲ τὸ μέγεθος, ἐπειδὴ μή εἰσιν ἱκαναὶ χωρῆσαι αὐτό. τὸ αὐτὸ δὲ καὶ ἐν νυκτὶ συμβαίνει ἐπὶ τῶν ἐρεττόντων. ἐν γὰρ ταῖς ἀναπεμπομέναις ῥανίσι τοῦ ἄστρου ὁρᾶται τὸ λαμπρόν, οὐχ ὁρᾶται δὲ τὸ μέγεθος.
p. 342b14 Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτός.
τὴν αἰτίαν λοιπὸν τῶν χασμάτων διὰ τῶν βοθύνων βούλεται εἰπεῖν Ἀριστοτέλης, ὅτι ἡνίκα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ᾖ τὸ κυανοῦν ἢ μέλαν καὶ τὸ λαμπρόν, ὡς εἶναι δῆλον, ὅτι πέριξ τὸ λαμπρόν, τότε, φησί, τὸ μὲν λαμπρὸν ὁρᾶται, τὸ δὲ μέλαν τὸ ἐν τῷ μέσῳ ἀναρρήγνυσι τὸ φῶς καὶ διασκεδάννυσι καὶ ποιεῖ χάσματα, ὅταν ἐπ’ ὀλίγον διασκεδασθῇ, ἢ βοθύνους, ὅταν ἐπὶ πλεῖστον. τὸ οὗν ἀναρρηγνυμένου ἀντὶ τοῦ ‘διασκεδαννυμένου’. οὕτω δὲ καὶ ὁ ποιητής “οὐρανόδεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ” ἀντὶ τοὐ ‘διεσχίσθη’.
[*](4 om. G 10 καὶ oui. a 11 δὲ om. a ποιήσει Ar. 14 ttoui G: om. Va 17 τῶ om. G 18 οὗτος ὁ ἐν τῇ σκιᾷ om. a 20 αὐτό (post χωρῆσαι) ora. a 24 διὰ τῶν βοθύνων] fort, καὶ τῶν β. 27 τὸ (post μέλαν) G: om. Va 29 ἀναρρηγνυμένου scripsi coll. vv. 28 et 27: διαρρηγνυμένου VGa διασκεδαννυμένου G: σκεδαννυμένου Va 30 ὁ ποιητὴς] Hom. Π 300 ἄσπετος a: ἄπτερος VG)p. 342b16 Πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ πίπτουσιν.
[*](11v)Ἐκ τῶν βοθύνων, φησίν, καὶ ἐκ τῶν χασμάτων πίπτουσι δαλοί, οὐκ ἀεὶ δηλονότι, ἀλλ’ ὅταν ὑπερβολὴ γένηται συγκρίσεως. πάλιν δὲ διὰ τοῦ πίπτειν’ ἐνεδείξατο, ὅτι καὶ ἀπὸ ψύξεως γίνονται δαλοί.
p. 342b17 Συνιὸν δὲ χάσμα δοκεῖ ποιεῖν.
Καλῶς τὸ δοκεῖ· ὡς γὰρ εἴρηται, οὗκ εἰσι ταῦτα ἀληθῆ, ἀλλ’ ἀπατηλὰ μόνον. συνιὸν δὲ λέγει τὸ μέλαν· τοῦτο γὰρ ἐπιπολῆς φερόμενον χάσμα ποιεῖ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει τὰ αἱματώδη χρώματα, καὶ τὰ λαμπρὰ ἁπλῶς ἐν ἡμέρᾳ οὐ φαίνονται, διότι ἡ ἔκλαμψις τοῦ ἡλίου κωλύει· ἐν δὲ τῇ νυκτὶ φαίνονται διὰ τὸ μηδὲ εἶναί τι τὸ κωλῦον. τὸ ἀνάπαλιν δὲ τὸ μέλαν πάλιν ἐν νυκτὶ οὐχ ὁρᾶται διὰ τὴν ὁμοιότητα. ὅθεν ὅσα μὲν πλησιάζει τῷ μέλανι, οὐδὲ αὐτὰ ἐν νυκτὶ ὁρᾶται, ἐν ἡμέρᾳ δὲ ὁρᾶται, οἷον τὸ πράσινον, τὸ βένετον χρῶμα καὶ ὅσα τοιαῦτα. ὅσα δὲ πάλιν τῷ λαμπρῷ πλησιάζει, οἷον αἱματῶδες καὶ φοινικοῦν, ταῦτα ἐν νυκτὶ μὲν ὁρῶνται, ἐν ἡμέρᾳ δὲ οὐκέτι.
p. 342b25 Περὶ κομητῶν.
ἐντεῦθεν περὶ τῶν πολυχρονίων ὁ λόγος· εἴρηται δέ, ὅτι εἰς τρία μερίζει τὴν περὶ τῶν κομητῶν διδασκαλίαν καὶ ὅτι πρῶτον ἐκτίθεται δόξας καὶ ἀνατρέπει, εἶθ’ οὕτω τὰ δοκοῦντα αὐτῶ ἐκτίθεται.
p. 342b28 Σύμφασιν τῶν πλανητῶν.
Ἀντὶ τοῦ ‘σύνοδον’.
p. 342b28 Ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσιν ἀλλήλων θιγγάνειν.
Καλῶς τὸ δόξωσιν· οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἅπτονται ἀλλήλων. πῶς γὰρ δύνανται, εἴ γε μηδὲ ἐν τῷ αὐτῷ εἰσιν ἐπιπέδῳ, ἀλλ’ ἀφεστήκασιν ἀλλήλων αἱ σφαῖραι; καὶ τοῦτο δῆλον ἐκ τῶν ἐκλείψεων. οὐ γὰρ ἄν ποτε ἐπιπροσθούσης τῆς σελήνης κατὰ τὸ ἅπτεσθαι ἔκλειψις ἐγίνετο τοῦ ἡλίου. ἐλάττων γὰρ τῆς σελήνης σφαῖρα. οὐδὲ μὴν τῆς σελήνης ἐγένετο ἔκλειψις, εἰ ἦν ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὁ κῶνος τῆς γῆς ὁ ταύτην ἐπισκιάζων. ἰστέον δέ, ὅτι οἱ ἀστρονομικοὶ ἐκ τῶν ἐκλείψεων καὶ τὴν θέσιν τῶν σφαιρῶν μεἐκπίπτουσιν [*](1 Ar. 2 καὶ V: ἡ καὶ G: ἡ a 3 τοῦ] τὸ G 4 οἱ δαλοί a 5 post δὲ add. τι Av. (praeter E) ποιεῖν om. Ar. 7 συνιόν—μέλαν om. V 8 οὖν om. Ga κωλύοι a 20 πλανήτων ἀστέρων Ar. 22. 23 θιγγάνειν ἀλλήλων Ar. 25 δύνανται V: δύναται G: δυνατὸν a 28 fort. <ἂν> Comment, Arist. Xll 2 Olyinpioil. Meteor.)
p. 342b29 Tῶν δὲ ᾿Ιταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγορειων. ρείων.
Ὁ μὲν Πυθαγόρας Σάμιος ἦν, πλὴν πρόσεστι τοῦ Ἰταλικοῦ διδασκαλία· διὸ εἶπε τῶν Ἰταλικῶν τινες. οὗτος οὖν τὸν κομήτην ἕκτον ᾤετο πλάνητα ἔχοντα ἐκ τοῦ πέμπτου σώματος καὶ τὴν κόμην. τὴν δ᾿ αἰτίαν τοῦ σπανίως φαίνεσθαι ταύτην ἔλεγεν· ὥσπερ, φησίν, ὁ τοῦ Ἑρμοῦ ἀστὴρ διὰ τὸ ἰσόδρομος εἶναι τῷ ἡλίῳ σπανίως φαίνεται (δυσχερῶς γὰρ ὑπολείπει), οὕτω καὶ οὗτος ὁ ἕκτος πλανήτης τοιαύτην ἔχει κίνησιν καὶ σπανίως ὑπολείπει. ὑπόλειψιν δ᾿ ἀκουστέον ἀστρονομικῶς τὴν κίνησιν τοῦ ἀστέρος αὐτοῦ· αὖται γὰρ αἰτίαι γίνονται ὑπολείψεως αὐτοῦ. καὶ εἰκότως· ἐὰν γὰρ νοήσωμεν τὸν ἥλιον ὄντα ἐν Κριῷ μοῖραν μίαν, καὶ ἀποκαθισάμενον τὸ πᾶν ἐν μιᾷ ἡμέρᾳ, κινούμενον δὲ καὶ τὸν ἥλιον κατὰ τὴν ἰδίαν κίνησιν μοῖραν, ὡς εἶναι δύο μοίρας τῇ δευτέρᾳ ἡμέρᾳ Κριοῦ, εὑρεθήσεται ὁ ἥλιος τῆς κινήσεως τῆς τελείας τοῦ παντὸς ἐλλείψας μοῖραν μίαν, ἥνπερ καὶ ἐκινήθη. ἡ οὖν κίνησις ἡ ἰδία αἰτία γέγονεν αὐτῷ τῆς ὑπολείψεως· ὁ γὰρ ἥλιος μοῖραν μίαν τὴν ἡμέραν κινεῖται τὴν ἰδίαν κίνησιν, ἡ δὲ σελήνη τݲγݲ μόρια.
p.342b33 Ὅπερ συμβαίνει περὶ τὸν Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ σμικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ.
῾Ο γὰρ τοῦ ῾Ερμοῦ ἀστήρ, ὡς εἴρηται, περὶ τὸν ἥλιον κινούμενος σπανίως φαίνεται. ὑπολείψεις οὗν νῦν ἀκουστέον τὰς ἀποστάσεις τῶν ἀστέρων τὰς ἀπὸ τοῦ ἡλίου, ἐν αἷς ἔξαυγος γίνεται φαινόμενος. φάσεις δὲ ἀκουστέον οὐχ ἃς λέγουσι ποιεῖν τὸν τοῦ ῾Ερμοῦ ἀστέρα (πολλὰς γὰρ τοιαύτας ποιεῖ, εἰ γὰρ λέγουσιν αἰτίας αὐτὸν ποιεῖν, ἃς ζητοῦσιν οἱ ἡμερογράφοι), ἀλλὰ φάσεις ἀκουστέον τὰς ἀποστάσεις, καθ᾿ ἃς φαίνεται. αὗται γὰρ σπάνιοί εἰσιν ἐπὶ αὐτοῦ ὁμωνύμου οὕσης τῆς φάσεως. μηδεμία οὖν ἡμῖν γένηται ἀπάτη· προδιεστειλάμεθα γάρ.
[*](2 Κριοῦ] κυρίου G 4 ἐπεσκίασεν G: ἐπεσκίαζεν Va 7 τῶν om. Ar. 9 πρόσεστί τι Ἰταλικῆς διδασκαλίας coni. Diels 15 ἀστρονομίας a 19 ὡς] ὥστε a 20 καὶ τῆς τέλει αὐτοῦ παντὸς a καὶ om. V 22 μίαν μοίραν G 23 καὶ περὶ Ar. 24 μικρὸν Ar. πολλὰς] πολλάκις Ga φάσεις] φασίν Ga 27 ἀποστάσεις] ὑποστάσεις G 30 εἰ γὰρ] οὐ γὰρ G 31 καθ᾿ ἃς G: καθὼς Va)p. 342b35 Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ ‘Ιπποκράτην [*](12r) τὸν Χῖον.
τουτέστι τοῖς περὶ Πυθαγόραν. καὶ οὗτοι γὰρ ἕκτον ἔλεγον πλάνητα τὸν κομήτην εἶναι. πλὴν ἐν τούτῳ ἡ διαφορά, ὅτι πυθαγόρας μὲν καὶ τὴν κόμην ἔλεγεν ἐκ τοῦ πέμπτου σώματος εἶναι, ὁ δὲ Ἱπποκράτης ἐκ τοῦ ὑπὸ σελήνην ἔλεγεν αὐτὴν γίνεσθαι, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ.
p. 343a4 Διὰ γὰρ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων.
Ὁ μὲν Ἀλέξανδρος τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸ πᾶν ἔλαβεν, ἐπειδή φησιν· ‘ὀλίγον ὑπολείπεται τοῦ παντός, βραδυτάτη γάρ ἐστιν ἡ κίνησις’ . ἀλλ’ εἰ τοῦτο, ἔδει καὶ συνεχῶς αὐτὸν φαίνεσθαι· ὁ γὰρ ἥλιος οὐκ ἔχει βραδεῖαν τὴν ἰδίαν κίνησιν. ὅθεν μᾶλλον, ὡς ἐξηγήσατο ὁ μέγας φιλόσοφός φησι, δεῖ τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸν ἥλιον λαβεῖν· ἐπειδὴ γὰρ σύνδρομος ὢν τῷ ἡλίῳ βραδυτάτῳ αὐτοῦ ἀπολείπεται· διὰ τοῦτο καὶ σπανίως φαίνεται.
p. 343a6 Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένος ὅλον τὸν ἑαυτοῦ κύκλον.
εἴρηται ἡμῖν, τίς καλεῖται ὑπόλειψις, ὅτι ὑστερισμὸς τῶν πλανήτων ὁ διὰ τὴν κίνησιν αὐτοῖς προσγενόμενος, οἷον χάριν γὰρ σαφηνείας κέχρημαι παραδείγματι) ἔστω ἡ σελήνη μία μοῖρα τοῦ Κριοῦ. εἶτα μετὰ μίαν ἡμέραν γίνεται ιδ μοιρῶν τοῦ Κριοῦ · καὶ γὰρ ιݲγݲ ἑκάστης ἡμέρας κινεῖται. δῆλον οὖν, ὅτι τῆς ἀπλανοῦς δεκατέσσαρς μοίρας ὑστέρησεν. εἶτα ἐφεξῆς κινουμένη ὑπολείπεται οὐ ζῴδιον μόνον, ἀλλὰ καὶ ὅλον κύκλον, ὅτε γένηται ἐν Κριῷ. καὶ ἔχομεν, ὅτι οἱ ταχυκίνητοι τῶν πλανήτων βραδυκίνητοι ὡς πρὸς τὸ πᾶν. ἐπεὶ οὖν τοῦτο ἐσαφηνίσθη, καὶ τί βούλεται εἰπεῖν ἐν τῇ λέξει, σαφηνίσομεν. φησὶν οὖν, ὅτι ὥσπερ ὑπολείπεται ὅλον τὸν ἑαυτοῦ κύκλον. καὶ ὁ μὲν ἐξηγητὴς ἔφη πρὸς ταύτην τὴν λέξιν ἀφεωρακότα Ἀλέξανδρον καλῶς ἐξηγήσασθαι· τὸ γὰρ δὴ ‘ὑπολείπεσθαι κύκλον’ ὡς πρὸς τὸ πᾶν λέγεται. πλὴν ἔστιν ἀπολογήσασθαι ἡμᾶς ὑπὲρ Ἀμμωνίου τοῦ φιλοσόφου, ὅτι κἄν πρὸς τὸν ἥλιον λάβωμεν τοὺς πλανήτας ἔχειν τὴν ὑπόλειψιν. ἀλλ’ οὖν ὅμως συμπαρομαρτῶν τῷ ἡλίῳ λέγεται ὑπολείπεσθαι, ὅταν ταχύτερον αὐτοῦ μικρὸν κινηθῇ ἢ ὅταν βραδύτερον, ἥτις καὶ αἰτία [*](1 τὸν om. Ar. 3. 4 εἶναι πλ. τὸν κ. G 7 διὰ δὲ Ar. βραδύτατα τῷ κρόνῳ (contra E) Ar. 9 Ἀλἐξνδρος] in Met. p. 27,13 sqq. 13 dele φησι 14 an ὑπολείπεται? 16 ταὐτοῦ φανῇ] τούτου φαίνειν Ga ὑπολελειμμένον (contra F) Ar. τὸν ὅλον (ia 21 ἡμέρας] μοίρας a 22 μοίρας om. a 23 ὅλον κύκλον Y: ὅλῳ κύκλῳ Ga 24 ὡς πρὸς] καὶ πρὸς G 26 σαφηνίσωμεν G οὖν om. Ga ἑαυτοῦ] αὐτοῦ a 29 τοῦ G: om. Va 30 κἄν] εἰ καὶ G)
p. 343a13 Οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην ὑπὸ τοῦ ἡλίου.
ἐπειδή, φησί, τὸ μεῖζον τμῆμα τοῦ χειμερινοῦ κύκλου ἤτοι τοῦ ὑπὸ γῆν ἐστι, κἄν τε ἐν τῷ βορείῳ ὑποθῇ εἶναι τὸν κομήτην, οὐ φαίνεται διὰ τὸ εἶναι πολὺ τὸ διάστημα καὶ κλᾶσθαι τὴν ἡμετέραν ὄψιν· κἀν τε ἐν τῷ νοτίῳ ὑποθῇ αὐτόν, οὐ δύναται δι’ ὅλης τῆς νυκτὸς φωτίζεσθαι διὰ τὸ μεῖζον εἶναι τὸ ὑπὸ γῆν τμῆμα τοὐ νοτίου κύκλου. εἰ οὖν μηδ’ ἐν τῷ νοτίῳ συνίσταται μηδ’ ἐν τῇ διακεκαυμένῃ ζώνῃ, ὑπόλοιπόν ἐστιν ἐν τῷ βορείῳ καὶ τοῦ ἡλίου ἐν τῷ βορείῳ ὄντος.
Πρᾶξις ηݲ.
p. 343 343a20 Πάσι δὲ τούτοις μὲν κοινῇ συμπίπτει λέγειν, δυνατὸν δὲ καὶ χωρίς.
ἐπειδὴ οὐ δεῖ μόνον τὰς ψευδεῖς δόξας ἱστορεῖν, ἀλλὰ καὶ τοὺς ἐλεγκτικοὺς τούτων λόγους, φέρε καὶ τούτους παραδώσομεν. πάσαις τε νῦν ταῖς εἰρημέναις περὶ κομήτου δόξαις τὰ μὲν κοινῇ ἕπεται ἄτοπα, τὰ δὲ ἰδιάζοντα. ἀλλ’ ἐπειδὴ δεῖ τοὺς φιλοσόφους τοῦ καθόλου φροντίζειν καὶ πρῶτον αὐτοῦ ποιεῖ|σθαι φροντίδα, εἶθ’ οὕτω τῶν μερικῶν εἴ που δέοι, [*](12v) τούτου χάριν ὁ Ἀριστοτέλης πρῶτον τοὺς κοινοὺς ἡμῖν ἐλέγχους παραδίδωσιν. εἰσὶ δὲ οὗτοι τέσσαρες· ἐκ τοῦ τόπου, ἐκ τοῦ πλήθους, ἐκ τῶν ἀπλανῶν, ἐκ τῆς φθορᾶς. ἐκ μὲν τοῦ τόπου οὕτως· ἰστέον, ὅτι ὁ ζῳδιακὸς πλάτος ἔχει, πλάτος δὲ οὐχ ᾗ κύκλος, ἀλλ’ ᾗ ζώνη· τοῦτο δὲ τὸ πλάτος οὔτε πλέον δέκα μοιρῶν λαμβάνει, οὔτε ἔλαττον. περὶ τοῦτο τὸ πλάτος οἱ πλανώμενοι κινοῦνται πλέον τῶν δέκα μορίων μὴ κινούμενοι μηδ’ ἐπὶ τὰ βόρεια μηδ’ ἐπὶ τὰ νότια, ἀλλ’ ἢ καὶ ἔλαττον ἴσως. ἔδει οὖν τὸν κομήτην, εἰ τῶν πλάνω· μένων εἷς ἐστιν, ὡς Πυθαγόρας καὶ ‘Ιπποκράτης εἰρήκασιν, ἢ σύνοδος πάντων, ὡς Ἀναξαγόρας καὶ Δημόκριτος, μηδέποτε περαιτέρω τῶν δέκα μορίων φαῖνε· σθαι τοῦ ζῳδιακοῦ. ὤφθησαν δὲ πολλοὶ πολλὰς μοίρας ἀποστάντες τοῦ ζῳδιακοῦ. καὶ ἵνα τὰ λοιπὰ παρεὶς μνημονεύσω τοῦ καθ’ ἡμᾶς γενομένου κομήτου, ὅστις συνέστη τῷ σݲπݲαݲ ἔτει Διογενειανοῦ κατὰ Αἰγυπτίους Μεσώρῃ μηνὶ ἀπὸ τοῦ περὶ τὴν ἄρκτον Δράκοντος καὶ τοῦ ἀπὸ τῆς κεφαλῆς· καὶ ἐκινήθη [*](1 γίνεσθαι] fort. φαίνεσθαι. cf. p. 53,8 an οὐχὶ <ἡ> ? 4 ὑπὸ τοῦ ἡλίου] πρός ἥλιον Ar. 7 fort. <μὴ> κλᾶσθαι 10 ὑπόλοιπόν G: ὑπόλειπόν Va 12 om. a 13 τὰ G Ar.; τὸ Va 13. 14 δυνατὸν δὲ] ἀδύνατα, τὰ δὲ 16 λόγους τούτων a post λόγους add. παραδοῦναι G 16. 17 πάσαις τε νῦν ταῖς] πάσαις ταῖς νῦν a 19 οὕτως εἴπου δέοι μερικῶν a 22 ἰστέον δὲ V 25 τὰ βόρεια a: βόρεια VG 27 ἡ] ἡ G 30 μνημονεύσω om. a 31 cometa apparuit Augusto et Septemhri a. 565 .32 fort, καὶ τοῦτο; delevit τοῦ Ideler. cf. p. 54,4)
p. 343a22 Πρῶτον μὲν οὗν τοῖς λέγουσιν, ὅτι τῶν πλανωμένων εἷς ἐστι καὶ τὰ ἑξῆς.
ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, τὰ καθόλου πρῶτον παραδίδωσιν ἄτοπα· καὶ πρῶτον τὸ ἀπὸ τοὐ τόπου.
p. 343a23 ’Ev τῷ κύκλῳ ὑπολείπεται τῶν ζῳδίων.
τουτέστι περὶ τὸν ζῳδιακὸν κινοῦνται· τὴν γὰρ κίνησιν αὐτῶν ἀστρονομικῶς ὑπόλειψιν ἐκάλεσεν.
p. 343a25 Εἶτα καὶ πλείους ἑνός· ἅμα γὰρ γεγένηται.
Ἴδου τὸ δεύτερον τὸ ἐκ τοῦ πλήθους κοινὸν ἄτοπον.
p. 343a26 Πρὸς δὲ τούτοις εἰ διὰ τὴν ἀνάκλασιν καὶ τὰ ἑξῆς.
Γαῦτα οὐκέτι κοινά. πρὶν γὰρ τὰ ὑπόλοιπα δύο εἰπεῖν κοινά, καὶ ἐπὶ τὸν ἴδιον ἔλεγχον τοῦ Ἱπποκράτους συγκεχυμένως τὴν διδασκαλίαν ποιούμενος· ὅτι δέ, φησίν, εἰ διὰ τὸν τοιόνδε τόπον κόμη αὐτῷ προσγίεται, οὐκ ἔδει οὐδ’ ἐν τῷ ζῳδιακῷ οὐδ’ ἐν τῷ νοτίῳ, εἴτε νότιός ἐστιν ὁ ἥλιος εἴτε βόρειος, συνίστασθαι κομήτην· πολλάκις δὲ ὦπται.
p. 343a30 Νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε. Τοῦτο πρὸς τοὺς λέγοντας ἕκτον πλάνητα, ὅτι χωρὶς κόμης οὐδέποτε οὗτος ὦπται· καὶ μὴν ὤφειλεν. ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ὑπὸ γῆν ἐστιν ἢ ὑπὸ τὰς αὐγὰς κρύπτεται τοῦ ἡλίου καὶ διὰ τοῦτο οὐχ ὁρᾶται. τί οὗν λέγομεν; ὅτι οὐκ ἐξ ἀνάγκης. τίς γὰρ ἡ ἀποκλήρωσις τοὺς μὲν πέντε φαίνεσθαι καὶ πολλάκις ἅμα πάντας ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, τοῦτον [*](1. 2 ὃ—χαρακτηρίζον corrupta: ὃ—χαρακτηρίζειν Ideler: malim ὁ—χαρακτηρίζων 4 καὶ] γὰρ a ἀποδιδότες V(?)a τὸν ποιητὴν] Hom. Β 362 5 ἄνδρα V φῦλα καὶ κατὰ V 6 παραδίδωτι V 8 ἐστὶν εῖς Ar. οἱ φιλόσοφοι Ga; cf. p. 2,11 11 ὑπολείπονται Ar. 14 ἅμα γεγένηνται At. 17 οὐκέτι G: οὐκ οὐκ ἒστι Va εἲπη G 18 τὴν οm. a ποιῶν a τόπον] an λόγον? 24 ὤφελεν Ga ; cf. p. 59,19 ὅτι om. V)
p. 343a32 Καὶ φανερῶς δὲ ὄντων αὐτῶν καὶ μὴ πάντων φαινομενων.
τοῦτό φησι πρὸς τὴν δόξαν τὴν λέγουσαν σύνοδον· κομήτης γὰρ ἐφάνη φαινομένων τῶν πλανήτων ἢ ἀπάντων ἢ τινῶν. σὺ δὲ εἰπέ, ὅτι καὶ συνόδου μὴ γενομένης γεγόνασι κομῆται καὶ γενομένης οὐκ ἐγένοντο.
p. 343a35 Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον.
Τοῦτο πρὸς Ἱπποκράτην λέγεται, ὅτι οὐκ ἐν μόνῳ τῷ βορείῳ γίνονται κύκλῳ κομῆται, ἀλλὰ καὶ ἐν τῇ διακεκαυμένῃ ἐγένοντο· ἐν δὲ τῷ ἰση- μερινῷ ἐφάνησαν τὴν ἀρχὴν ἔχοντες, ὅστις οἷον κέντρον ἐστὶ τοῦ ζῳδιακοῦ. ἀλλ’ εἰ μὴ φαίνεται ἡ διακεκαυμένη, πῶς ἔχει ἐκεῖ γεγονέναι; ἢ λέγομεν, ὅτι ἐστοχάσατο γενομένου αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἰσημερινοῦ, [*](40) ὅτι πάντως καὶ τῆς διακεκαυμένης μέρος κρατεῖ· ἢ τὸ ἀληθέστερον εἰπεῖν, γέγραπται τοῖς παλαιοῖς τὸ ποσὸν τῆς φαινομένης παραλλάξεως λοξῶς τῆς φαινομένης ἐποχῆς πρὸς τὴν ἀληθῆ ἐποχὴν καθ’ ἕκαστον κλίμα. καὶ ἐκ τούτου μᾶλλον εὗρεν, ὅτι ἐν τῇ διακεκαυμένῃ ζώνῃ ἐγένετο κομήτης.
p. 343b1 Ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος πρὸς τὸν ἐν Ἀχαΐᾳ δεισμὸν καὶ την τοῦ κύματος ἔφοδον.
εἰκότως γὰρ μέλλοντος γίνεσθαι σεισμοῦ καὶ κατακλυσμοῦ ἐφάνη μέγας κομήτης, δι’ ὃν πολλὴ ἦν ἡ καπνώδης ἀναθυμίασις. ἐνταῦθα σφοδρότατοι ἐγένοντο ἄνεμοι καὶ ὑπόγειοι καὶ ἀπόγειοι. διὰ μὲν τοὺς ὑπογείους γέγονεν ὁ σεισμός· διὰ δὲ τοὺς ἀπογείους ἀλλήλοις ἐξ ἐναντίου πνεύσαντας ἐκορυφώθη ἡ θάλασσα καὶ ἐπήρθη εἰς ὕψος μέγιστον. εἶτα ἀπολήξαντος τοῦ ἑτέρου τῶν ἀνέμων ἐφημμένος ἐπαύσατο ὁ ἄνεμος, ἐπὶ ἐκεῖνον έξημέθη τὸ ὕδωρ καὶ γέγονεν ἐπικλυσμός. οὐδὲ γὰρ κατακλυσμὸς ἀπὸ ὑετοῦ γίνεται.
p. 343b3 Kαὶ πρὸς νότον ἤδη γεγόνασι.
Τοῦτο πάλιν πρὸς τὸν Ἱπποκράτην.
[*](οὕτως ἂν καὶ οὗτος G: οὗτος ἂν καὶ οὕτως Va 4 fort, ἢ πότε δὲ] δ.? 5 καὶ φανερῶν δ’ αὐτῶν ὄντων ἁπάντων καὶ μὴ φαινομένων ἁπάντων Ar. 9 γεγόνασι Ga: ἐγένοντο V 14 τοῦ G: om. Va 18 ποσὸν] πεσὸν a 19 πρὸς] περὶ Ar. 23 κατακλεισμοῦ G 24 δι’ ὃν] διὸ G 24. 2.5 σφοδρότατοι] θερμότατοι G 28 ἐφημμένος Ga (—να? G) ἐφ’ ὀν (ante lacunam litt. V) V; fort, ἐφ’ ὃν <τόπον> 31. 32 οm. V)p. 343b4 Ἐπὶ δὲ ἄρχοντος Ἀθήνῃσιν Εὐκλέους τοῦ Μόλωνος.
Καὶ τοῦτο πρὸς Ἱπποκράτην. δείκνυσι γὰρ ὡς ἐπὶ ἄρχοντος Εὐκλέους ἐγένετο κομήτης πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος, τουτέστιν ἡλίου ὄντος [*](13v) ἐν τοῖς νοτίοις μέρεσι· τῷ Γαμηλιῶνι γὰρ μηνὶ ἐν ‘Yδροχόῳ ἐστὶν ὁ ἥλιος. πῶς οὖν ἡλίου ὄντος ἐν τοῖς νοτίοις γέγονε κομήτης; ἀδύνατον γάρ, ὡς ἔλεγεν Ἱπποκράτης. γαμήλιος δὲ μὴν ἐλέγετο παρ’ Ἀθηναίοις διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν τοὺς γάμους ἐπιτελεῖσθαι· εὔλογον γὰρ ᾤοντο τότε σπείρειν. ὅτε καὶ ἡ γῆ ἀρδεύεται· ἐπιτήδειος γὰρ ὁ καιρὸς πρὸς καρπῶν γένεσιν.
p. 343b8 Κοινὸν δὲ τού τοις καὶ τοῖς σύναψιν λέγουσι πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην.
Πάλιν κοινὸν ἔλεγχον ποιεῖται τὸν ἀπὸ τῶν ἀπλανῶν. οὐκ ἔδει γάρ ποτε ἀπλανῆ φανῆναι κόμην ἔχοντα καθ’ ὑμᾶς ἢ σύνοδον τῶν πλανωμένων ἢ ἕκτον πλάνητα ὑποθεμένους τὸν πλανήτην. εἰσὶ δὲ πολλοὶ καὶ ἀπλανεῖς κόμην εἰληφότες· καὶ παρατίθεται ἱστορίαν· καὶ ὁ ἐπὶ ἡμῶν δὲ γενόμενος, ὡς εἴρηται, τοιοῦτος ἐφάνη, καὶ οἱ Αἰγύπτιοι δὲ πολλὴν ἔχουσι τὴν τούτων μαρτυρίαν. ὁ δέ γε Ἀριστοτέλης τοιοῦτόν φησιν ἑωρακέναι, ὅτι κόμην ἔσχεν ἀμυδράν, ἥτις τοῖς μὲν ἀτενίζουσι πρὸς αὐτὴν ἀμυδρὰ ἐφαίνετο διὰ τὸ κρατεῖσθαι ὑπὸ τῆς ὄψεως πᾶν γὰρ τὸ κρατούμενον ὑπ’ αὐτῆς μικρὸν φαίνεται), ἐν δὲ τῷ παραβλέπειν μεγίστη ἐφαίνετο διὰ τὸ κατακρατεῖν τὴν ὄψιν τοῦ λαμπροῦ αὐτῆς.
p. 343b14 Πρὸς δὲ τούτοις πάντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως.
τὸν ἐκ τῆς φθορᾶς ἐνταῦθα κοινὸν ποιεῖται ἔλεγχον. οὐδεὶς γὰρ τῶν καθ’ ἡμᾶς ὀφθέντων οὐδ’ εἰς ἕνα ἐφάνη διαλυθείς. εἰ δὲ πέντε, ἔδει μένειν τοὺς ἀστέρας ὡς ἐκ τῆς πέμπτης ὄντας οὐσίας, κατὰ δὲ Πυθαγόραν καὶ τὴν κόμην. ἐντεῦθεν δέ, ὡς καὶ ἐν τῇ θεωρίᾳ εἴρηται, ἠδυνήθημεν κερδᾶναι καὶ περὶ τοῦ γαλαξίου, ὅτι οὗτος οὐ πάθος ἐστὶν ἀέρος· ἦ γὰρ ἄν ποτε καὶ ἐφθείρετο.
p. 343b18 Περὶ οὗ πρότερον ἐμνήσθην καὶ τὰ ἑξῆς.
Περὶ τοῦ γενομένου ἐν ταῖς ἰσημεριναῖς δυσμαῖς λέγει, ὅτι ἐφάνη [*](1 μήλωνος G 2 ὡς a: om. VG ἄρχοντος Εὐκλέους] anno 427/26 H γαμήλιος] γαμηλιὼν a ἐλέγετο μὴν a 7 τοὺς om. a 9 δὲ καὶ τούτοις Ar. τὴν σύναψιν Ar. 13 πλανήτην] lege κομήτην cum Camotio 15 τὴν om. a 16 τοιοῦτόν τι a 18 ὑπὸ—κατακρατεῖν (19) hoc loco om. a. cf. v. 23 20 ante τοῦ λαμπροῦ add. ὑπὸ V (si fides silentio), a 21 πάντες] ἅπαντες Ar. 23 inter ἔλεγχον et οὐδεὶς verha supra (v 18 – 19) oniissa itiserit a 24 εἰ δὲ πέντε] fort, εἰ δὲ <σὐνοδος τῶν> πέντε 25 μένειν] διαμένειν a 26 27 ἠδυνήθη μὲν V ἐμνήσθημεν)
p. 343b25 Καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν.
Ἐπειδὴ εἶπεν, ὅτι ἔδει ἢ εἰς ἀστέρας διαλύεσθαι τοὺς κομήτας, εἰ σύνοδος αὐτῶν ἐστιν, ἢ εἰς ἀστέρα, εἰ ἕκτος πλάνης ἐστίν, φησίν, ὅτι πρὸς τοῦτο φιλονείκως φερόμενος Δημόκριτος ἔφη διαλύεσθαι τοὺς κομήτας εἰς ἀστέρας, ὅπερ οὐκ ἔχει τὸ φαινόμενον· οὐ γὰρ ἐφάνη τοῦτο. ἔπειτα δὲ διὰ τί ποτὲ μὲν τοῦτο γίνεται, ποτὲ δὲ οὔ; πλὴν δυνατὸν εἰπεῖν ὑπὲρ Δημοκρίτου, ὅτι ἴσως κατ’ αὐτὸν γενόμενοι διελύθησαν ἀστέρες· ἐν τούτῳ δὲ μόνον διήμαρτεν, ὅτι κοινῶς περὶ πάντων ἀπεφήνατο καὶ οὐ περὶ τῶν κατ’ αὐτὸν ὀφθέντων καὶ μόνον.
p.343b28 Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοι φασὶ καὶ τῶν πλανήτων καὶ πρὸς αὐτούς.
ἴδιος ἔλεγχος τῶν λεγόντων τὴν σύνοδον. διὰ τί γὰρ μὴ καὶ ἐκ τῆς συνόδου τῶν πλανωμένων πρὸς ἀπλανῆ γίνεται κομήτης; καίτοι πολλή γε τούτου ἐστὶν ἡ πεῖρα παρὰ Αἰγυπτίοις, ὅτι σύνοδος γίνεται καὶ οὐ φαίνεται κομήτης· καὶ ἡμεῖς δέ, φησίν, ἑωράκαμεν τὸν Δῖός ἀστέρα ὑπόδρα· μόντα ἕνα τῶν ἐν τοῖς Διδύμοις, καὶ ὅμως οὐκ ἐφάνη κομήτης.
p. 343b32 Ἔστι δὲ καὶ ἐκτοῦ λόγου.
Ἐπειδὴ τὸν ἐκ τῆς μαρτυρίας ἔλεγχον ἐποιήσατο, διὰ τοῦτό φησιν, [*](1 ἀπὸ ἀνέμων G 2 λέγει νῦν a ἐπ’ ἐπ’ ὄμβρων οὐκ ὤφθη G: om. Va 3 ὁ μὲν — συστάς corrupta. fort. ο μέν <τοι> τοῖς προηγουμένοις G: προειρη- μένοις Va 7 ὑστέρησε V: ἐστέρησε G: ὕστερον ἐστὶ a 8 ἅμα] lege ‘ἅλμα’ coll. Ar. ρ. 343b23 10 τι] an ὅτι? ἐφώτιζε G: ἐφωτίζετο Va 11 ἐκλήθη om. in lac. V 12 τὸ δῦσαι] τὴν δύσιν a φωτίζει] fort. ἐφώτιζε? 13 προπεφιλονείκηκεν a 14. 15 εἰ σύνοδος G: εἰς σύνοδος Va 15 ἀστέρα G: ἀνέρας Va ἕκτος Camotius: ἐκτὸς VGa 21 καὶ (ante μόνον) delenduin 23 αὐτοὺς Ar. 25. 26 γε πολλὴ G 26 αἰγθπτίοις G: αἰγυπτίης Va 27 κομήτης om. Va τὸν δῖός V: τοῦ δῖός 29 29 ἔστι] ἔτι Ar. 30 διὰ τοῦτον G)
p. 344a5 ἐπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει καὶ τὰ ἑξῆς·
ἐπειδὴ τὰς ψευδεῖς δόξας περὶ τοῦ κομήτου ἱστορήσαμεν, φέρε καὶ τὴν ἀληθῆ δόξαν περὶ αὐτοῦ εἴπωμεν, τουτέστι τὴν Ἀριστοτέλους. ἀλλ’ ἐπειδὴ γενόμενον τὸν κομήτην γνωρίζομεν, οὐκ ἴσμεν δὲ πῶς γίνεται, φέρε καὶ τὸν νόμον τῶν ἐχόντων ἀφανῆ τὴν γένεσιν κατὰ ταῦτα διδάξωμεν. νόμος τοίνυν ἐπὶ τῶν ἀγνοουμένην τὴν γένεσιν ἐχόντων ὑποθέσεις τινὰς παρα- λαμβάνειν, αἷς οὐδὲν ἕπεται | ἀδύνατον. οὕτω γὰρ καὶ τὸ συμβεβηκὸς [*](14r) ὡρίσατο Ἀριστοτέλης λέγων· “ συμβεβηκός ἐστιν ὃ μὴ ὑπάρχει, τεθέντος δὲ αὐτοῦ οὐδὲν ἀδύνατον ἕπεται’’ . † οὕτως οὐ δεῖ κεχρῆσθαι καὶ διδάσκειν αὐτό. καὶ ἐροῦμεν κατὰ Πλάτωνα, ὅτι ἢ τοῦτό ἐστι τὸ ζητούμενον ἢ τοιοῦτον. καὶ τῆς του κομήτου οὖν γενέσεως γενεσεως προσλαβεῖν ὑποθέσεις τινάς, αἷς οὐδὲν ἕπεται ἀδύνατον. εἰσὶ δ’ αἱ ὑπο θέσεις αὗται· πρώτη, ὅτι τὸ ἄκρον τοῦ ἀπογείου κόσμου συμπεριφέρεται τῷ παντί, τουτέστι τοῦ ἀέρος. δευτέρα, ὅτι ἐκπυροῦται καὶ ἐκ- καίεται. τρίτη, ὅτι οὐδὲ σφοδροτάτη ὤφειλεν εἶναι ἡ ἔξαψις οὐδὲ ἀμυδροτάτη, ὡς ἀσθενὴς καὶ κατακρατεῖται καὶ κατασβέννυται, ἡ δὲ σφοδροτάτη ἀποσβέννυται λόγῳ τοῦ ἀπορεῖν ὕλης· ἐκκαίεται γὰρ ταχέως. τέταρτον δεῖ εἶναι καὶ παχυτέραν ὕλην, ἵνα ἐπὶ πλείονα χρόνον ἐπιμείνῃ καιομένη. πέμπτον, ὅτι δεῖ καὶ ἐκ τῆς γῆς ἀναφέρεσθαι λιγνὺν ἐπιτηδείαν αὐτῷ. πέντε ὑποθέσεσι ταύταις ἕπεται ἡ τοῦ κομήτου γένεσις. ὁ γὰρ κομήτης ἐν τῷ ὑπεκκαύματι γίνεται καὶ συμπεριάυεται τῷ παντί, ὡς δηλοῖ ὁ τοῖς αὐτοῖς ἄστροις παρανατέλλων καὶ δύνων. ἀλλὰ μὴν καὶ ἔξαψίς ἐστιν, ὡς δηλοῖ τὸ πυρῶδες αὐτό. καὶ οὐδὲ σφοδροτάτη οὐδὲ ἀμυ- δροτάτη ἡ ἔξαψις, ὡς δηλοῖ τὸ παρατείνειν αὐτὸ ἐπὶ χρόνον. ἀλλὰ μὴν καὶ παχυτέρα ἡ ὕλη, ὡς δηλοῖ πάλιν τὸ χρόνιον. ἀλλὰ μὴν καὶ ἐκ τῆς γῆς ἐπιτηδεία λιγνὺς ἀνάγεται, ὡς δηλοῖ τὸ μὴ ἀεὶ αὐτὸν γίνεσθαι, ἀλλ’ ὅταν πλεονάσῃ ἡ καπνώδης ἀναθυμίασις. αὕτη πρώτη γένεσις τοῦ κομήτου. δευτέρα γένεσις· τοῦ διᾴττοντος νεμομένου τὴν ἐπιτηδείαν ὕλην, ἐὰν ἐπιτύχῃ καταντήσασα ἡ ἔξαψις εἰς παχυτέραν ὕλην, ἵσταται καὶ ποιεῖ τὸν [*](1 αὐτοὺς] αὐτοῖς a 4 ΠΡΑΞΙΣ ζ a 5 ἐπεὶ δὲ Ar. 7 εἴπομεν a ἀριστοτέλης a 1 1 τὸ συμβεβηκὸς] confundit 01. τὸ συμβεβηκός et τὸ hoc enim ab Ar. Anal. pr. Α 13 p. 32a18 illis fere, quae 01. affert, verbis dcfiuitur 13 ‘ οὕτως — αὐτό corrupta. vertit Camotius: ita non oportet. in ipso docendo commorari. an pro οὐ legcndum οὖν? 14 κατὰ Πλάτωνα] Tim. p. 49 DE 16 δ’ αἱ ὑποθέσεις VG 2: δ’ ὑποθέσεις G 1 a 22 τέταρτον ex τετάρτην corr. G 28 ἡ om. a ἐπὶ χρόνον] ἐπιχρόνιον a 31 ἡ om. a)
p. 344a5 Ἐπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς νῶς ἀποδεδεῖχθαι καὶ τὰ ἑξῆς.
ἐπειδὴ περὶ κομήτου μέλλομεν, φησίν, εἰπεῖν, ἀφανὴς δὲ αὐτοῦ ἐστιν ἡ γένεσις, καθόλου δὲ εἰπεῖν ἐπὶ πάντων, ἐφ’ ὧν ἐστιν ἡ γένεσις ἀφανής, ἡ δίδαξις αὐτῶν γίνεται, ὁπηνίκα ὑποθέσεις τινὰς λάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται, φέρε καὶ ἐπὶ τοῦ κομήτου τῆς γενέσεως ὑποθέσεις τινὰς παραλάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται· ἀφανὴς γὰρ αὐτῶν ἡ γένεσις. πλὴν πρόσθες ἐπὶ τῶν ἀφανῶν τῇ αἰσθήσει ‘κατὰ τὴν γένεσιν’, ἐπεὶ ὁ κομήτης οὐκ ἔστιν ἀφανὴς τῇ αἰσθήσει γενόμενος, ἀλλ’ ἀφανὴς γένομενος.
p. 344a7 Ἔκ τε τῶν νῦν φαινομένων τις ὑπολάβοι ἄν ὧδε περὶ τοῦδε μάλιστα συμβαίνειν.
Η ἀπόδειξις. ἄν γάρ, φησί, καὶ ἐπὶ τῶν νῦν φαινομένων, τουτέστι τοῦ κομήτου, ὁμοίως τις ὑπολάβοι, συμβαίνει καὶ περὶ τούτου ὁμοίως ἡμᾶς ὑπολαμβάνειν, ὅτι οὕτως ἐστιν ἡ γένεσις κομήτου καὶ οὐκ ἄλλως· οὐδὲν γὰρ ἀδύνατον ταῖς ὑποθέσεσιν αὐτοῦ ἕπεται.
p. 344a11 Αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος ἐπὶ πολὴ συμπεριάγεται περὶ τὴν γῆν.|
Ἴδου ἡ πρώτη ὑπόθεσις, ὅτι τὸ ὑκέκκαυμα συγκινεῖται τῷ παντὶ [*](14v) κύκλῳ καὶ αὐτὸ φερόμενον.
p. 344a13 Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ἐὰν τύχη εὔκρατος οὖσα, ἐκπυροῦται πολλάκις.
Ἡ δευτέρα ὑπόθεσις. εὔκρατον δὲ λέγει τὸ ἐπιτήδειον πρὸς τὸ ἐκγίνεται [*](1 om. Va 2 δηλοῦμαι G 3 Ἄρατος] Phaen. 1093 5 κομώοσιν G ἐν] ἐπ’ Arafus αὐχμυρῶ VGa ( — ῷ) a 9 Ἐπεὶ δὲ Ar. 11 ἐστιν αὐτοῦ II 13 γίνεται αὐτῶν a 19 ἔκ τε V: ἢ Ga ὐπολάβοι τις ἄν Ar. 20 τοῦδε] τούτων Ar. συμβαίνει Ga 22 καὶ om. V ἡμᾶς] ὑμᾶς G 23 τοῦ κομήτου G 25 Aὕτη δὲ αὐτή Αr.: αὐτὴ δὲ αὐτὴ G: αὐτὴ τε αὐτὴ α αὐτὴ a τοῦ συνεχοῦς] συνεχῶς Ga αὐτὴν] αὐτοῦ Ga 29 τὸν αὐτὸν τρόπον a ἐὰν] ᾖ ἄν Αr. 30 πολλάκις ἐκπυροῦται Ar.)
p. 344a16 Ὅταν οὖν τὴν τοιαύτην πύκνωσιν πέσῃ.
Πρὶν εἴπῃ τὴν τρίτην ὑπόθεσιν, τὴν τετάρτην λέγει, ὅτι χρὴ παχεῖαν εἶναι τὴν ὕλην, ἵνα ἐπὶ πλεῖον μείνῃ καιομένη. δέον δ’ εἰπεῖν ‘παχεῖαν’ ‘πυκνὴν’ εἶπεν, ὡς ἄν τῆς πυκνῆς ὕλης παχυτέρας ὑπαρχούσης.
p. 344a17 Ἀρχὴ δὲ οὕτως πυρώδης μήτε οὕτω λίαν καὶ ἑξῆς.
Ἡ τρίτη ὑπόθεσις, ὅτι χρὴ τὴν ἔξαψιν μήτε σφοδροτάτην πάνυ εἶναι μήτε ἀμυδράν· ἑκατέρα γὰρ ἐπ’ ὀλίγον ἀνταρκεῖ, ἡ μὲν σφοδρὰ διὰ τὸ δαπανᾶν ῥᾳδίως τὴν ὕλην καὶ μὴ εὐπορεῖν ἑτέρας, ἡ δ’ ἀμυδρὰ διὰ τὸ ἀπομαραίνεσθαι.
p. 344a19 Ἅμα δὲ κάτωθεν συμπίπτει ἀναβαίνειν.
Ἡ πέμπτη ὑπόθεσις, ὅτι χρὴ ἐπιτηδείαν ἀναθυμίασιν ἀναδίδοσθαι.
p. 344a20 Ἀστὴρ τοῦτο γίνεται κομήτης.
Τὸ συμπέρασμα. ἐὰν γάρ, φησίν, αὗται πᾶσαι αἱ ὑποθέσεις κομήτης γίνεται, ἀλλὰ πρὸς τὸ διάφορον σχῆμα τοῦ ἐκκαιομένου καὶ τὸ σχῆμα τοῦ κομήτου γίνεται. ἢ γὰρ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γίνεται ἔξαψις καὶ καλεῖται κυρίως κομήτης, ὃν φαίης φλόγα πολυχρόνιον· ἢ κατὰ μῆκος μόνον καὶ καλεῖται δοκίας τοιοῦτοι γὰρ καὶ οἱ δοκοί), καὶ εἴποις ἐνταῦθα δαλὸν πολυχρόνιον· ἢ καὶ κατὰ βάθος ἔχει τὴν ἔξαψιν καὶ οἱονεὶ ἀποσπινθηρίζει καὶ καλεῖται πωγωνίας, ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ ἐξ ἐπιμονῆς.
p. 344a23 Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος δοκεῖ εἶναι, οὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μόνη δοκεῖ εἶναι.
τοῦτό φησιν, ὅτι καθάπερ ἡ τῆς ἐξάψεως κίνησις ἐνομίζετο ἀστὴρ [*](5 διαδίδοται scripsi: διαδίδονται VGa 7 πέση Va: πέσῃς G: ἐμπέσῃ Ar. 9 ἐπι- πλέον a δὲ οὕτως om. Ar. οὕτω πολλὴ λίαν Αr. 12 σφοδροτάτην πάνυ] σφοδρὰν a 13 γὰρ] δὲ a 14 ἀπορεῖν a Hi συμπίπτῃ (contra FHN) Ar. άναναραίνειν G 18 τοῦτο V Ar.: τούτου Ga 23 δοκίς Ga: δοκίς V 20 ἐπιμονεῖς a 27 ἀστέρος φορὰ δοκεῖ εἶναι et (28) ἡ μονὴ οm. Ga 28 μόνη] μονὴ Αr. δοκεῖ μόνη transpon. Ga)
p. 344a29 Εἰ σὲ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθόν, μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φθορᾶς τελευτὴ διαδρομῆς.
τὴν δευτέραν γένεσιν λέγει τοῦ κομήτου. ἐὰν γάρ, φησί, διᾴττοντος γινομένου εὑρεθῇ πυκνοτέρα ἡ ὕλη, ἵσταται ἐκεῖσε ἡ ἔξαψις καὶ ποιεῖ κομήτην, ὅστις καὶ ἀρχή ἐστιν ἀστέρος καὶ πέρας τῆς διαδρομῆς τοῦ προλαβόντος ἀστέρος, φημὶ δὴ τοῦ διᾲττοντος.
p. 344 a 33 Ὅταν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ καὶ τὰ ἑξῆς.
Ἐντεῦθεν τὸ διεσφαλμένον θεώρημα παραδίδωσιν, ὅτι οἱ μὲν περὶ τὸν κάτω τόπον κομῆται οὐ γίνονται περὶ ἀστέρας, οἱ δὲ περὶ τὸν ἄνω γινόμενοι περὶ ἀστέρας γίνονται. ὅπερ ἄτοπον· πλὴν διῄτησεν ἐν τῇ θεωρίᾳ. εἰ δὲ Ἀριστοτέλης κάτω τόπον λέγει τὸν περίγειον πανταχοῦ, πρόδηλόν ἐστιν, ὅτι καὶ κατὰ ἐκπυρηνισμὸν γίνεται κομήτης πρότερον διᾴττοντος γενομένου.
p. 344b2 Ἀλλ’ ὥσπερ ἡ ἅλως περὶ τὸν ἥλιον φαίνεται καὶ τὴν σελήνην.
Ἴδου μία ὑπογραφὴ τοῦ κομήτου τοὐ περὶ ἀστέρα γινομένου. οὐ καλῶς δὲ εἶπεν ἅλως περὶ ἥλιον καὶ σελήνην· ἔδει γὰρ εἰπεῖν ἶριν εἶναι περὶ ἥλιον, ἅλω δὲ εἶναι περὶ σελήνην. εἴρηται γάρ, ὅτι ἅλως μὲν ὡς ἐπὶ τὸ πλεῖστον περὶ σελήνην γίνεται, ἶρις δὲ περὶ ἥλιον.
p. 344b4 Καὶ περὶ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀήρ. τότε γὰρ γίνεται ἶρις καὶ ἅλως, ὅταν ἀὴρ πυκνωθῇ. περὶ μεθισταμένων τουτέστι περὶ αὐτοὺς φερομένων· ἀνάκλασις γὰρ γίνεται τῶν ἀκτίνων ἡλίου καὶ σελήνης. διὸ καὶ τὸ χρῶμα νομίζομεν τοιόνδε γίνεσθαι μὴ ὂν κατὰ ἀλήθειαν. πλὴν ταῦτα μαθησόμεθα ὕστερον ἐν τῷ λόγῳ.
[*](3 καὶ om. a 4 μείνειε καὶ] μείνει, εἰ καὶ G εἰ δὴ τοῦτο διαμείνειε μείνειε F) Ar. διελθὼν a 5 τῆς φθορᾶς V: καὶ φθορᾶς Ga: τῆς φορᾶς Ar. 6 τῆς (ante διαδρομῆς) om. Ga 8 ἡ om. a ἐκεῖσε G: ἐκεῖτε Va 11 ὅταν μὲν οὑν Ar. 13. 14 γινόμενοι] γινόμενον a 14 διῄτησεν soripsi; of. p. 2820 θὲν διήτη V: διετίθει Ga 17 αἱ ἅλῳ π. τ. ἡ. φαίνονται Ar. φαίνεται scripsi: φαίνοντι VGa 21 μὲν G : om. Va 23 καίπερ μεθισταμένων τῶν ἄστρων Ar. οὕτως ᾖ Ar. V: μὴ οὕτως Ga 25 συμπυκνωθῆ a)p. 344b6 Πλὴν εἰ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτην, ἐκεῖ δὲ [*](14v) ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμεινόν ἐστιν.
Δευτέρα ὑπογραφή, ὅτι τὸ χρῶμα ἐπὶ μὲν ἴριδος καὶ ἅλω ἀπατηλόν ἐστιν, ἐπὶ δὲ τῶν κομητῶν ἀληθῶς. μηδέ, ἐπειδὴ φαινόμενον εἶπε, νομίσῃς φαινόμενον αὐτὸν λέγειν τὸ ἀπατηλόν· φαινόμενον γὰρ εἶπε τὸ ὁρώμενον. καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν ἐπ’ αὐτῶν τὸ χρῶμα φαινομενον.
p. 344b8 ὅταν μὲν οὖν περὶ ἀστέρας γένηται ἡ τοιαύτη σόγκρισις.
Διαφορὰν βούλεται εἰπεῖν τοῦ περὶ ἀστέρα κομήτου καὶ τοῦ καθ’ αὑτόν. εἰ γάρ, φησί, περὶ ἀστέρα εἴη, συμπεριάγεται τῷ παντὶ τὸ ἐν τῷ ἄνω τόπῳ γινόμενον· εἰ δ’ αὐτὸς καθ’ αὑτόν, οὐ συμπεριάγεται ὡς ἐν τῷ περιγείῳ. πλήν, ὡς εἴρηται, <οὐ> καλῶς τοῦτο λέγει· ἐνδέχεται γὰρ [*](15r) καὶ ἄνευ ἀστέρος εἶναι τὸν κομήτην καὶ συμπεριάγεσθαι τί γάρ, ὅτι ἐν τῷ ἀπογείῳ ἐστί;) καὶ μετὰ ἀστέρος εἶναι καὶ μὴ συμπεριάγεσθαι· τί γάρ, ὅτι ἐν τῷ περιγείῳ;
p. 344b12 Toῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασιν τὸν κομήτην ὥσπερ τὴν ἅλ(υ.
Τὸ μὴ εἷναι, φησίν, ἀνάκλασιν ἐπὶ τοῦ κομήτου δηλοῖ καὶ ὁ περὶ ἀστέρα γινόμενος κομήτης καὶ ἄνευ ἀστέρος· ὁ μὲν περὶ ἀστέρα, ἐπειδὴ δοκεῖ ἡ ἀνάκλασις οὐ πρὸς ἥλιον γίνεσθαι, καθάπερ Ἱπποκράτης ᾤετο, ἀλλὰ πρὸς ἀστέρα· ὅπου γε οὐδὲ περὶ ἀστέρα ἀληθής ἐστιν ἡ ἀνάκλασις, ὡς δηλοῖ ὁ ἄνευ ἀστέρος κομήτης ἔχων χρῶμα.
p. 344b18 “Υστερον ἐροῦμεν.
’Ev τῷ τρίτῳ δηλονότι λόγῳ.
p. 344b18 Περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι.
ἐντεῦθεν κατεσκεύασεν, ὅτι πυρώδης αὐτῶν ἐστιν ἡ οὐσία, ὡς δηλοῖ τὸ σεισμοὺς καὶ αὐχμοὺς καὶ ἀνέμους τῶν κομητῶν προηγεῖσθαι, ἀλλὰ μὴν [*](1 πλὴν ἡ μὲν Ar. τοιαύτην] τοιαύτη τὴν χρόαν Ar. 8 περὶ ἀστέρας] κατ’ ἀστέρα Ar. 12 οὐ addidi cum Camotio; cf. p. 60,24 sqq. 14 μὴ scripsi: μὲν G: om. Va. cf. adn. ad v. 18 et p. 60,26 sqq. 16 εἶναι om. G 17 ὥσπερ 21 ἡ om. a 23. 24 om. V 24 ’Ev τῷ τρίτῳ . . . λόγῳ] Meteor. Γ 3 27 αὺχμοῦς καὶ σεισμοὺς a)
p. 344b25 Σαφέστερον δὲ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ πέρι πνευμάτων καῖρος.
Τουτέστιν ἐν τῷ περὶ ὑετοῦ· ἐν γὰρ τῷ δευτέρῳ περὶ ὑετοῦ καὶ ἐρεῖ.
p. 324b26 Ὅταν μὲν οὖν πυκνὸν καὶ πλείους καὶ ἑξῆς.
τοῦτό φησιν, ὅτι ἡνίκα καὶ πολλοὶ καὶ συνεχῶς γίνονται κομῆται, ἐνμὲν γίνονται αὐχμοί, πλὴν καὶ τότε γίνονται ἄνεμοι καὶ αὐχμοί.
p. 344b31 Ἢ κατὰ μέγεθος ἢ κατὰ χρόνον. χρόνον παρατεινει.
p. 344b31 ἐπεὶ καὶ ὅτε ὁ ἐπὶ Αἰγὸς ποταμοῖς ένέπεσε λέθος.
τόπος δέ ἐστι περὶ τὴν Θρᾴκην. τότε δὲ τοσαύτη ἦν ἀναθυμίασις ἡ καπνώδης, ὥστε καὶ ἀπὸ τοῦ ὄρους μετεωρισθῆναι λίθον καὶ ἐν τῇ πεδιάδι καταρρηχθῆναι. καὶ οὐ θαυμαστὸν τοῦτο· οἱ γὰρ ἄνεμοι καὶ πρόρριζα δένδρα ἀποσπῶσιν.
p. 344b34 Καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην.
Περὶ οὗ καὶ πρῶτον εἶπεν, ἐφ’ οὗ κατακλυσμὸς καὶ σεισμὸς ἠκολούθησεν· καὶ ἐπὶ τούτῳ γὰρ πνεύματα πολλὰ ἠκολούθησαν.
p. 345a5 Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς κομήτας μηδὲ
τὴν αἰτίαν λέγει, δι’ ἣν σπανίως γίνεται κομήτης. λέγει δὲ δύο αἰτίας, ὧν ἡ πρώτη ἐστὶ τοιαύτη· σπανίως καὶ ἐκτὸς τῶν τροπικῶν καὶ ἐντὸς γίνεται κομήτης· ὀλίγη γάρ ἐστιν ἡ ἐμφερομένη ἐν αὐτοῖς καπνώδης ἀναθυμίασις, καὶ ταύτην διακρίνει ὁ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ οὐκ ἐᾷ συστῆναι κομήτην. καὶ ἀυτὴ πρώτη. δεύτερα αἴτια· αιτια· φησιν, ἡ [*](1 καιρός] λέγειν ᾖ καιρός Ar. 5 ἐν τῷ δευτέρῳ] Meteor. Β 4 sqq. 7 πυκνοὶ Ar. 8 γίνωνται a 10 μὲν om. a 1 1 ἡ κατὰ χρόνον ἡ κατὰ μέγεθος Ar. 12 ἐπὶ om. a 14 Ἐπεὶ] ἐπὴν Ga ἐπὶ] ἐν Ar. ἔπεσε Ar. 17 καὶ τά πρόρριζα a 22 πολλοὺς μηδὲ πολλάκις κομήτας Ar. 25 γίνεσθαι κομήτην a γάρ] δέ G 27 αὕτη πρώτη a: αὐτὴ πρώτη VG δευτέρα δὲ αἰτία a Comment. Arist. XII. 2 Olympiod. Meteor.)
Πρᾶφις ιݲ.
p. 345a11 Πῶς δὲ καὶ τίνα αἰτίαν καὶ τί ἐστι τὸ γάλα.
Μετὰ τὸν τοῦ κομήτου λόγον μέτεισιν ὁ Ἀριστοτέλης καὶ ἐπὶ τὸν γαλαξίαν διὰ τρεῖς αἰτίας· ἢ ὅτι τῷ μᾶλλον καὶ ἧττον ταύτῃ ἀλλήλων δια- φέρουσιν ὃ γὰρ κομήτης περὶ κύκλον ἑνὸς ἀστέρος, τοῦτο γαλαξίας περὶ κύκλους πλειόνων ἀστέρων), ἢ ὅτι κατήντησεν ὁ περὶ κομήτου λόγος εἰς τὸν γαλαξίαν πρὸς γὰρ τῷ πέρατι ἔφη σπανίως φαίνεσθαι τὸν κομήτην διὰ τὸ πᾶσαν τὴν καπνώδη ἀναθυμίασιν εἰς τὸν γαλαξίαν ἐκδαπανᾶσθαι), τρίτον, ὅτι ὥσπερ ἀπὸ τῶν ὀλιγοχρονίων Ἀριστοτέλης φλογῶν φημι καὶ αἰγῶν καὶ δαλῶν καὶ διᾳττόντων) μετῆλθεν ἐπὶ τὰ πολυχρόνια, οἷον ἐπὶ κομήτην, οὕτω καὶ ἀπὸ τῶν πολυχρονίων μέτεισιν ἐπὶ τὰ πολυχρονιώτατα. περὶ δὲ γαλαξίου διαλεγόμενος πρότερον τὰς ψευδεῖς δόξας διελέγχει καὶ οὕτως ὕστερον τὴν ἑαυτοῦ παραδίδωσι. καὶ ἀμείνους ἐνταῦθα οἱ διωκόμενοι τοῦ κατηγόρου· πάντες γὰρ βούλονται ἐν τῷ οὐρανῷ εἶναι γαλαξίαν, μόνος δὲ Ἀριστοτέλης κακῶς διαπραττόμενος ἐν τῷ ἀέρι αὐτόν φησιν εἶναι. ἔστι δὲ ἀπολογήσασθαι ὑπὲρ ’Αριστοτέλους, ὅτι οὐδὲ αὐτὸς περὶ τούτου ἀποφαίνεται· λέγει γὰρ ‘εὔλογον ‘εὒλογον δέ ἐστιν ἴσως δ’ ἐνδοιαστικόν ἐστιν ὡς τὸ πιθανόν, ἀλλ’ οὐ τὸ ἀληθὲς ἔχον. λοιπὸν δὲ καὶ ἐκ τοῦ ἐν ἀρχῇ εἰρημένου “ ὧν τὰ μὲν ἀποροῦμεν περὶ γαλαξίου], τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον’’· τὸ γὰρ ‘ἀποροῦμεν’ ἐπὶ τοῦ γαλαξίου εἴρηται. εἰ δὲ καὶ ὡς ἀπὸ τοῦ οἰκείου προσώπου τὸν λόγον προφέρεται, οὐχ ταύτης ἐστὶ τῆς δόξης, ἀλλὰ διὰ τοῦ οἰκείου προσώπου ἐμβριθεστέραν καὶ γενναιοτέραν τὴν τῶν ἑτεροδόξων ὑπόληψιν καταστῆσαι βουλόμενος. τῶν δὲ περὶ γαλαξίου ψευδῶν δοξῶν τεσσάρων οὐσῶν δύο Πυθαγόρειοί εἰσι, τῶν δὲ ἡ μὲν Ἀναξαγόρειός ἐστιν, ἡ δὲ λοιπὴ Ἱπποκράτειος. ἔστι δὲ ἡ πρώτη τοιαύτη· Φαέθων, φησίν, ὁ ἀπὸ Ἡλίου καὶ Κλυμένης ᾔτησε τὸν ἴδιον [*](15ν) [*](2 ὑλικῆς] ἡλίκης a; cf. p. 46,2 ὁ (ante λόγος) om. a 3 τοῦ om. a εἰ καὶ ὅτι] cf. p. 5,6 4 Ἀριστοτέλης] Meteor. A 8 p. 346b3 5 ΠΡΑΞΙΣ ηݲ 6 Πῶς] ὅπως Ar. post αἰτίαν add. γίνεται Ar. γάλα om. a 7 τὸν περὶ τοῦ κομήτου Idelerus coll. v. 10; sed cf. p. 69,31 8 ἡ] ἢν a ταύτῃ] fort. ταῦτα 11 τὸν γαλαξίαν] τὴν γ. a 13. 14 καὶ (ante αἰγῶν) om. V: καὶ αἰγῶν om. a 18 τὸν γαλαξίαν G 20 ἀπολογήσασθαι G: ἀπορήσασθαι Va 21 λέγει] cf. Α 7 p. 344a7 et Α 8 p. 346b3 22 λοιπὸν κτλ.] scil. έστιν ἀπολογήσασθαι 23 τῶν ἐν ἀρχῇ εἰρημένων a ἐν ἀρχῇ] Α 1 p. 339a2 περὶ γαλαξίου delevit Ideler 25 fort. προ- φέρεται, <τοῦτο ποιεῖ> 26 τῆς om. a 29 post ἐστιν add. ἡ δὲ δημορκίτειος immo, si verba addas, scribas necesse est καὶ Δ. coll. Ar. c. 8 p. 345a25 et 01. p. 6733 ἱπποκράτει a 29 ἡ πρώτη] cf. Diels, Dox. gr. p. 364a22 b15 30 φησίν] φασίν cf. p. 67,14. 15)
p. 345a11 Πῶς δὲ καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τί ἐστι τὸ γάλα, λέγωμεν ἤδη.
Δύο προβλήματα προτίθεται ζητῆσαι· ἓν μὲν τὸ πῶς καὶ διὰ ποίαν αἰτίαν γίνεται ὁ γαλαξίας, ἕτερον δέ, τί ὅλως ὁ γαλαξίας ἐστίν. εἴρηται δὲ ἐν τῇ θεωρίᾳ ἡ αἰτία τῆς τάξεως, δι’ ἣν ὁ γαλαξίου λόγος τὸν τοῦ κομητου διεδέξατο.
p. 345a13 Τῶν μἐν οὖν καλουμένων Πυθαγορείων φασί τινες εἶναι ταυτην.
ἐντεῦθεν τὰς δύο ἱστορεῖ δόξας τὰς Πυθαγορείους, τὴν μίαν τὴν μυἐνταῦθα [*](2 fort, post addendum εἰ ὁρῶν μόνως a: ὁρώμενον ὁρῶμεν VG; fort. ὁρῶν μόνον ὁρῶμεν οἱ δέ] lege ὁ δὲ 5 τό τε a: τό γε VG 8 ἀνανατέλλοντες (sic) V 10 βάλωμεν Diels (of. p. 82,2): βάλλωμεν VGa 11 ἀνακλάσεις] κλάσεις et mox (13) κλάσις G 15 οὑν om. a Ἀλέξανδρος] in Meteor. p. 40.21 Hayd. ὁ (ante Ἀφρ.) om. Va 17 τὸ om. a 21 ὄψις κλάσιν] κλάσις ὄψιν a 27 Πῶς] ὅπως Ar. αἰτίαν om. Va 28 ἤδη] δή Ga 30 τί ἐστιν ὅλως ὁ γ. G 31 τὸν om.)
p. 345a14 Τῶν ἐκπεσόντων τινὸς ἀστέρων.
τινὸς ἀστέρων φησὶν ἢ αὐτὸν τὸν Φαέθοντα ἢ ὅτι ἀστέρες τινὲς τότε καταπεπτώκασι καταφλεχθέντες καί τις αὐτῶν πίπτων τὸν γαλαξίαν είργασατο.
p. 345a17 Ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος.
Ποῖον τοῦτο; οἷον ἁμαξιτόν τινα ὡς ὑπὸ ἁμάξης λεωφόρον γενομένην διὰ τὴν τοῦ ἡλίου πρόοδον.
p. 345a18 Ἄτοπον δὲ τὸ μὴ συννοεῖν, ὅτι εἴπερ τοῦτο ἦν·
ἐντεῦθεν ὁ ἔλεγχος τῆς δευτέρας δόξης· τὸν γὰρ τῆς πρώτης ὡς μυθώδους οὔσης παρεσιώπησεν.
p. 345a21 Ἄπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα·
Οὐ μόνον, φησίν, ἔδει τὸν ζῳδιακὸν εἶναι μᾶλλον γαλαξίαν διὰ τὴν τοῦ ἡλίου κίνησιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ διὰ τοὺς πλανήτας ἐν τῷ ζῳδιακῶ αὐτοῦς κινουμένους καὶ σὺν τῷ ἡλίῳ τοῦτον καταφλέγοντας.
p. 345a22 Δῆλος δὲ ἡμῖν πᾶς ὁ κύκλος, εἰ γὰρ αὐτοῦ φανερὸν ἡμικύκλιον ἰῆς νυκτός.
Οὐ καλῶς φησιν, ὅτι ἅπας ὁ κύκλος τοῦ ζῳδιακοῦ δῆλός ἐστι διὰ τὸ φαίνεσθαι νυκτὶ ἡμικύκλιον τούτου· οὐ γὰρ μόνον τὸ ἡμικύκλιον ὁρᾶται, ἄλλ’ ὅλος ὁ κύκλος διὰ τῆς νυκτός. καὶ γὰρ μετὰ τὴν δύσιν τοῦ ἡλίου ἓξ ὁρῶνται ζῴδια καὶ λοιπὸν ἐν ἰῇ νυκτὶ τὰ ὑπόλοιπα ἓξ κατὰ μέρος ὰνατέλλοντα φαίνονται. τί οὖν ῥητέον; ὅτι κατὰ τὸ αὐτὸ ἐν τῇ νυκτὶ οὐ δυ- νατόν ἐστι πλείω θεωρῆσαι τῶν ἓξ ζῲδια· διχοτομεῖται γὰρ ὁ κύκλος ἀεί. ἰστέον δέ, ὅτι οὐχ ὁρῶνται τὰ δώδεκα ζῴδια, ἀλλὰ μόνα τὰ ἕνδεκα. ὁ [*](3 τἀς οm. a 6 δύο om. a 7 ἄστρων Ar. (praeter N) 9 αὐτῶν πίπτων V: ἐκ τούτων πίπτων G: ἐκ τούτων πίπτοντα a 15 ὁ G: ὁ καὶ V: om. a 21 ἅπας Ar. εἰ] ἀεὶ Ar. 24 τούτου] τούτοις G 25 τὴν 0111. a 27 καὶ κτὰ τὸ αὐτὸ a)
p. 345a24 Πλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ λακτος κύκλον.
Τὸ γὰρ πλησίον τοῦ γαλαξίου μέρος τοῦ ζῳδιακοῦ ἐκεῖνο λευκὸν φαίνεται.
p. 345a25 οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον.
ἐντεῦθεν ἡ τρίτη δόξα ἡ λέγουσα ἴδιον φῶς τινων εἶναι ἀστέρων τὸν γαλαξίαν τῶν μὴ ὑπὸ ἡλίου φωτιζομένων. ἐλέγχει δὲ τὴν τοιαύτην δόξαν διὰ τρίων ἐπιχειρημάτων.
p. 345a32 Τὸ μὲν γὰρ γάλα ἀεὶ ἐν τοῖς αὐτοῖς ἄστροις· φαίνεται γὰρ μέσον ὢν ὁ κύκλος. |
Τὸ πρῶτον ἐπιχείρημά φησιν, ὅτι ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται [*](16v) ἔχων. οὐκ ἔδει δὲ διὰ τὸ τὸν ἥλιον μὴ ἀεὶ τὸ αὐτὸ διάστημα ἀπὸ τῶν ἀστέρων ἀπέχειν, ἀλλὰ ἐναλλάττεσθαι. πρὶν δὲ τελείως τὸ πρῶτον ἐπιχείρημα ἀποδῷ, μεσολαβεῖ τὸ δεύτερον λέγων φαίνεται γὰρ μέγιστος ὢν ὁ κύκλος. τοῦτο γὰρ τὸ ῥησείδιον αἰνίττεται τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐστιν ὁ γαλαξίας καὶ οὐκ ἔδει ἐπισκοτεῖσθαι αὐτὸν ἐκ τῆς γῆς. εἶτα μετὰ τὸ μεσολαβῆσαι τὸ δεύτερον εἶθ’ οὕτω τὸ ὑπόλοιπον ἀποδίσωσι τοῦ πρώτου λέγων ὑπὸ δὲ τοῦ ἡλίου ἕτερα ἀεὶ τὰ οὐχ ὁρώμενα. διὸ τὸ φαίνεται γάρ οὐ δεῖ ὡς αἰτιολογικὸν λαβεῖν· οὐ γὰρ αἰτιολογικὸν τὸ δεύτερον ἐπιχείρημα τοῦ πρώτου. δεῖ οὖν τὸν ‘δέ’ εἰπεῖν σύνδεσμον. εἰ δὲ καὶ ὡς αἰτιολογικὸν λαμβάνεις τὸν ‘γάρ’ σύνδεσμον, οὐ χρὴ τοῦ ἐπιχειρήματος, ἀλλὰ τοῦ σύμπαντ·ος ζητήματος, ἵνα εἴη τὸ λεγόμενον τοιοῦτον· [*](1 πρὸ δεκαπέντε] scribendum διὰ δ.; cf. v. 3 1.2 scribe τὸ μετ’ αὐτὸν <διὰ> cf. V. 3 3 ζῲδια—ὁρῶνται om. V in lac. διὰ (ante ιݲεݲ = δεκαπέντε) G: om. .5 εἴ τις (t 5. G τὸ τοῦ γαλαξίου κύκλον a 7 Τὸ] τὸν G 11 ante ἡλίου τοῦ G 13 ἀεὶ om. a ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις Ar. 14 μέσον] μέγιστος μέγας E) Ar. et 01. v. 18 16 post οὐκ ἔδει δὲ lemma hac forma iterat a: τὸ μὲν γὰρ γάλα ἀεὶ ὡσαύτως φαίνεται ἔχον ἐν τοῖς αὐτοῖς ἄστροις· φαίνεται γὰρ μέσον ὢν ὁ κύκλος 18 λέγων] λέγον G 19 γὰρ om. a 20 τοῦ κύκλου κώνου a 21 post ἐκ τῆς γῆς add. ἔστιν ὁ γαλαξίας (ut lemma) a 23 λέγων —τὸ δεύτερον ἐπιχείρημα τοῦ πρώτου (25) om. a ὑπὸ δὲ τοῦ κτλ.] Ar. Α 8 p. 345a33 ἕτερα ἀεὶ] ἀεὶ ἕτερα Ar. 23. 24 διὸ τὸ φαίν(??)ται γὰρ G: ἀποφαίνεται —νει?) γὰρ 26 λαμβάνεις G: λαμβάνει Va)
p. 345a36 Πρὸς δὲ τούτοις καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασι καὶ τὰ ἑξῆς.
Τὸ ἐπιχείρημα παραδιδοὺς λέγει· ταῦτα δέδεικται, ὅτι τὸ μέγεθος τοῦ ἡλίου μεῖζόν ἐστι τῆς γῆς καὶ τὸ διάστημα ἄφατον. τὸ δὲ τῶν ἀστέρων μέγεθός τε καὶ διάστημα πολλῷ πλέον ἐστὶ τῆς γῆς ἤτοι τοῦ ἡλίου, ὥσπερ πάλιν αὐτὸ τὸ τοῦ ἡλίου τοῦ τῆς σελήνης· ἔστι γὰρ ἡ μὲν σελήνη περιγειοτέρα, ὁ δὲ ἥλιος ἐπάνω πολύ, ἔτι δὲ ἐπάνω πάντα τὰ ἄστρα. εἰ οὖν τοῦτο οὕτως ἔχει καί, ὡς δέδεικται ἐν τῇ θεωρίᾳ, οὐδὲ τὸν ἥλιον φθάνει ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς, πολλῷ πλέον οὐδὲ τὰ ἄστρα. οὐκοῦν οὐ τισὶ μὲν ἐπισκοτεῖ, τισὶ δὲ οὔ· ἀεὶ γὰρ ὁ ἥλιος πάντα φωτίζει. ἔδει γὰρ τοῦτο διὰ τὸ περίγειον εἶναι ταύτην. εἰ γὰρ εἴκοσιν ὑποθώμεθα, ὡς εἴρηται, ἀπέχειν τὸν ἥλιον ἀπὸ τῆς γῆς, μίαν μόνην ἀπέχει ἡ σελήνη, ὡς εἶναι τὸν ἥλιον ὑπεράνω αὐτῆς ιθ. ἀλλὰ φέρε, εἰ δοκεῖ, ἵνα μὴ ἐξαγώνιόν τι διαπραξώμεθα ἀστρονομικῷ λόγῳ ἐλέγχοντες τούτους, ἐκ τῶν εἰρημένων συμφώνων τῇ παρούσῃ πραγματείᾳ καὶ τὸν ἔλεγχον ἐπαγάγωμεν. ὁ ἥλιος καὶ μείζων ἐστὶ τοῦ κώνου πολὺ καὶ πολὺ ἐξ αὐτοῦ διάστημα ἀπέχει· εἰκότως οὖν ὀλίγη φαίνεται ἡ σκιὰ πρὸς αὐτόν. τὸ γὰρ μέγιστον φῶς ὀλίγην σκιὰν ἀπεργάζεται, καὶ δηλοῖ κάμινος μὲν ὀλίγην σκιὰν ποιοῦσα, λύχνος δὲ πλείονα διὰ τὸ διάφορον μέγεθος τοῦ πυρός. ὁμοίως τὸ αὐτὸ πῦρ πλησίον μὲν ὂν πλείονα ποιεῖ σκιάν, πόρρω δὲ ὀλίγην. διὰ τοῦτο οὖν ὁ ἥλιος ὑπὸ τῆς σκιᾶς τοῦ κώνου τῆς γῆς οὐ σκοτίζεται.
p. 34b7 Οὐδ’ ἄν ἡ σκιὰ πρὸς ἄστροις εἴη τῆς γῆς, ἡ μένη νύξ.
ἐντεῦθεν ἀναφαίνεται κατὰ Ἀριστοτέλη, τί ἐστι νύξ, ὅτι ὁ κῶνος σκιᾶς τῆς γῆς. ἔφη γὰρ ἡ καλουμένη νύξ.
p. 345b9 Ἔτι δέ ἐστί τις ὑπόληψις.
Δέον εἰπεῖν ‘τρίτη’ διὰ τὰς εἰρημένας δύο αἰτίας. τὴν οὖν δόξαν νῦν τοῦ Ἱπποκράτους λέγει, ἥτις τὴν ἀνάκλασιν ὑποτίθεται.
[*](1 ὁ ἥλιος om. a 1. 2 scribendum videtur: ὅτι οὐκ ἔστιν ἴδιον φῶς τινων ἀστέρων ὁ γαλαξίας, δῆλον· φαίνεται γὰρ γὰρ a: om. VG 4 εἰ καθάπερ Ar. νῦν om. (contra FN) Ar. 7 ἄφατον] ἄφωτον a ἤτοι] lege ἢ τὸ coll. Ar. p. 345b4 9 αὐτὸ] ἄνα 10 ἔτι δὲ G: ἔτι a: cm. V 13 ἐπισκοτεῖται a ante ἔδει nescio an excidcrint quaedam, ut τὴν δέ σελήνην σκοτίζει 15 post ἀπέχει verba τὸν ἥλιον ἀπὸ τῆς γῆς iter. del. G 1 16 ἀξαγώνιον G: ἐξαγώνιον Va 25 πρός ἄστρα εἴη γῆς a: πρὸς τοῖς ἄ εἴη τ. γ. Ar. 27 ἀριστοτέλους G 28 σκιᾶς om. G 29 τρίτη τις 30 τρίτη scripsi: (= γݲη); cf. p. 70,5: τρεῖς ἢ libri 31 τοῦ] τὴν G)p. 345b11 Ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην.
[*](16v)Εἰπὲ σὺ τὴν διαφοράν, ὅτι εἰ καὶ πρὸς τὸν ἥλιον ἐπὶ κομήτου καὶ γαλαξίου φησὶ γίνεσθαι τὴν ἀνάκλασιν Ἱπποκράτης, ἀλλὰ τὴν κλάσιν ἐν διαφόρῳ φησίν· ἐπὶ γὰρ τοῦ κομήτου ἐν τῇ ἀτμίδι ἔδει, ἐπὶ δὲ τοῦ γαλαξίου ἐν αὐτοῖς τοῖς ἄστροις.
p. 345b12 12 Ἀδύνατον δὲ καὶ τοῦτο.
τὸν ἔλεγχον ἐντεῦθεν παραδίδωσι διὰ δύο ἐπιχειρημάτων.
p. 345b12 Εἰ μὲν γὰρ τὸ ὁρῶν ἠρεμεῖ καὶ τὰ ἑξῆς.
Τὸ πρῶτον ἐπιχείρημα, ὅτι εἰ πάντα ἠρεμεῖ καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον <καὶ> τὸ ἔνοπτρον, καλῶς ἄν ἀεὶ ὡσαύτως ἔχων ὁ ἐφαίνετο. ἀλλὰ μὴν οὐκ ἠρεμοῦσι πάντα εἰ μὴ μόνον τὸ ὁρῶν· οὐκ ἔδει ὡσαύτως ἔχειν. ἔχει δέ· οὐκ ἄρα ἔστιν ἀνάκλασις.
p. 345b16 ’Ev τῷ αὐτῷ μένει άποστήματι πρὸς τὸ ὁρῶν.
Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἐν οἱῳδήποτε μέρει τῆς γῆς εἰ σταίη τις, τὸ αὐτὸ ἀπέχει τοῦ ἡλίου, εἴ γε κέντρου καὶ σημείου λόγον ἔχει ἡ γῆ πρὸς τὸ πᾶν.
p. 345b22 Ὅτε μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλῃ.
Δι’ ἐπαγωγῆς πιστοῦται τὸ εἰρημένον ὅτι γὰρ ἥλιος καὶ τὰ ἄστρα οὐ τὸ αὐτὸ ἀλλήλων διάστημα ἀπέχουσι, δηλοῖ ὁ δελφὶς ποτὲ μὲν μέσων νυκτῶν ἀνατέλλων, ποτὲ δὲ ἕωθεν· τὸ αὐτὸ δὲ εἶπε καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀστέρων. οὐ μάτην δὲ δελφῖνος ἐμνήσθη, ἀλλ’ ἐπειδὴ οὗτος πλησίον ἐστὶ τοῦ γαλαξίου. εἰ οὖν πλησίον, οὐ τὸ αὐτὸ ἀπέχει ἀεὶ τοῦ ἡλίου διά· στῆμα. πρόδηλον δὲ παντί, ὅτι οὐδὲ γαλαξίας ἀεὶ τὸ αὐτὸ διάστημα ἀπέχει τοῦ ἡλίου.
p. 345b24 Καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις ἡ ἀνάκλασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις.
οὐκ ἔδει, φησίν, εἰ ἦν ἀνάκλασις καὶ μὴ τὸ τοῦ χρώματος πάθος ἐν [*](1 καὶ om. a 2 εἰ om. G 6 τοῦτο Ar.: τούτου VGa 8 τό τε ὁρῶν ἠρεμοίη Ar. 9 καὶ (ante τὸ ὁρώμενον) οm. G 10 καὶ addidi 11 post ἔδει add. ἄρα a 12 ἔστιν ἄρα a ἡ ἀνάκλασις 13 μένει] μὲν μένει corr. N) Ar. 15 ἀπὸ τοῦ ἡλίου G; fort. ἀπό<στημα> τοῦ ἡλίου; cf. v. 21 ἐπέχει G 16 ὅτε V: ὁτὲ Ar.: ὅταν Ga γὰρ om. a μέσων] πασῶν Ga ἐπιτέλλει Ar. 20 τοῦ δελφῖνος a 22 ὁ γαλαξίας G 24 ἡ ἀνάκλασις om. Ar. μὴ Ar., 01. v. 26: ἦμεν VGa)
p. 345b25 Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοιούτοις ένόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς ἥλιον πῶς δυνατόν;
Τὸ δεύτερον ἐπιχείρημα· ἢ δι’ ὕδατος πολλάκις ἢ δι’ ἐνόπτρου ὁρῶμεν τὸν γαλαξίαν, διπλῆν κλάσιν ἀνάγκη ὑπομεῖναι τὴν ὄψιν, ὅπερ ἀδύνατον. πλήν, ὡς εἴρηται, οὐ τὸ διπλῆν κλάσιν ὑπομεῖναι ἀδύνατον, ἀλλὰ τὸ ἐν τοσούτῳ διαστήματι διπλῆν γενέσθαι ἀνάκλασιν. τοῦτο δὲ καὶ Ἀριστοτέλης ᾐνίξατο εἰρηκὼς πρὸς τὸν ἥλιον.
p. 345b28 Ὄτι μὲν οὔτε ὁδὸς πλανήτων.
Σύναψις τῶν φθασάντων· σχεδὸν γὰρ ταῦτά ἐστι μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων.
Πρᾶξις ιݲαݲ.
p. 345b31 ‘Hμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἄρχην.
Ὀτι πάθος τοῦ ἀέρος ἐστὶν ὁ γαλαξίας, ἥκομεν νῦν συνηγορήσοντες· ὅτι δὲ πάλιν οὐκ ἔστι πάθος, ἥκομεν ἀποδείξοντες διὰ ἰσαρίθμων ἐπιχειρημάτων. καὶ ἡ συνηγορία καὶ ἡ ἀπόδειξις πρόεισιν· ἑκατέρα γὰρ αὐτῶν τέτρασιν ἐπιχειρήμασι κέχρηται· ἡ μὲν πρώτη συνηγορία ἀπὸ τῆς ἀναλογίας, ἡ δευτέρα ἀπὸ τοῦ μεγέθους, ἡ τρίτη ἀπὸ τῆς θέσεως, ἡ τε- τάρτη ἀπὸ τῶν ἀπλανῶν ἀστέρων. καὶ ἡ ἀπόδειξις δὲ τέτρασι κέχρηται· πρῶτον μὲν ἐκ τοῦ ἀναλλοιώτου, δεύτερον ἐκ τοῦ καθόλου, τρίτον ἐκ τῆς σελήνης, τέταρτον ἐκ τῶν ὑπολοίπων πλανωμένων ἀστέρων. ἐν τούτοις δέ ἐστι πᾶσα ἡ δύναμις τῆς θεωρίας. ἀλλ’ εἰ δοκεῖ ἑκάστῳ αὐτῶν ἐπεξέλθωμεν καὶ ἕκαστον αὐτῶν διακωδωνίσωμεν. πρῶτον μὲν οὖν ἐστιν ἐπι- χείρημα τὸ ἀπὸ τῆς ἀναλογίας ὂν τοιοῦτον· ὅπερ ἐστὶ κομήτης περὶ ἕνα ἀστέρα, τοῦτό ἐστι γαλαξίας περὶ ὅλον κύκλον. διαφέρει δὲ τὸ πρῶτον παράδειγμα τοῦ δευτέρου, ὅτι τὸ πρῶτον κατὰ τὴν ὕλην κοινωνεῖ ἡ γὰρ αὐτὴ ὕλη γαλαξίου καὶ κομήτου), τὸ δὲ δεύτερον κατὰ μόνην τὴν ἀνάκλασιν [*](4 ἐμφαίνεται GAr.: φαίνεται Va τὸ om. Ga 6 ante ἢ δι’ ὕδατος adde εἰ 8 πλὴν—ἀδύνατον om. G 11 οὑν οὔτε Ar. 12 σχεδὸν κτλ.] cf. Ar. p. 345b30 γὰρ] δὲ Ar. μόνον om. Ar. τά γε Ar. 13 παρὰ] περὶ G 14 ΠΡΑΞΙΖ θ a 15 λέγωμεν G 2 Ar.: λέγομεν G 1 a: incertum, utrum ὁ an ὢ V 17 συνηγορήσοντες a 20 τέτταρσιν a ἡ μὲν πρώτη—τέτρασι κέχρηται (22) om. a 23 ἐκ τοῦ ἀναλλοιώτου Ga: ἀπὸ τ. ἁ. V post δεύτερον add. δὲ a 21 ἀστέρων πλανωμένων a 28 post κύκλον desiderantur (piaedam, ut καὶ ἅλως κατὰ ἀνάκλασιν; cf. verba sqq., p. 76,23; Ar. p. 346a3 sqq.)
p. 345 bo 1 ‘Αναλαβόν τες τὴν ὑποκειμένην ἀρχήν.
Ποίαν ταύτην; ὅτι ἐστὶ τὸ ὑπέκκαυμα· τοῦτο γὰρ κατ’ ἀρχὰς εὐθέως παραδέδεικται. |
p. 345b32 ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει [*](17ν) πυρός.
Καλῶς εἶπε λεγομένου, ἐπειδὴ οὐ κυρίως ἐστὶν ἀήρ. δύναμιν δὲ εἶπεν ἔχειν πυρὸς διὰ τὸ πεφυκέναι ἑτοίμως ἐξάπτεσθαι· οὐ γὰρ τοιοῦτον τὸ ὑπέκκαυμα, οἷόν ἐστι τὸ οιακονικον πῦρ.
p. 345b35 τοιοῦτον δεῖ νοῆσαι γινόμενον οἷον περὶ ἐκεῖνα.
Τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας.
p. 345b36 Ὅταν μήτ’ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις.
ἰδοὺ ἐντεῦθεν σημείωσαι, ὅτι τὸν γαλαξίαν φησὶ κομήτῃ ἀναλογεῖν οὐ τῷ τυχόντι, ἀλλὰ τῷ περὶ ἀστέρα ὄντι τῶν ἐνδεδεμένων, τουτέστι τῶν μὴ κινουμένων. πλὴν μέντοι χρὴ ἡμᾶς εἰδέναι, ὅτι ὁ Πτολεμαῖος αποδείκνουσιν, ὅτι καὶ ταῦτα τὰ ἄστρα διὰ ἑκατὸν ἐτῶν κινοῦνται μίαν μοῖραν, ὡς μηδὲν εἶναι ἀκίνητον.
p. 346a3 Διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορᾷ καὶ τὰ ἑξῆς.
Τὸ ἄλλο παράδειγμα τὸ ἀπὸ τῆς ἅλω, πλήν, ὡς εἴρηται, ἐν τούτῳ ἡ διαφορά, ὅτι ἡ μὲν ἅλως γίνεται ἐκ τῆς ἀτμίδος, ὁ δὲ γαλαξίας ἐκ τῆς καπνώδους ἀναθυμιάσεως.
p. 346a8 Εὔλογον γάρ, εἴπερ ἡ ἐνὸς ἄστρου
Ὅρα, πῶς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐνδοιάζει· οὐ γὰρ εἶπεν ‘ἀναυἐπιχείρημα 15 [*](2 ἄλλο a 3 τῷ om. G 6 ἀναλαβόντες et 7 ταύτην et κατ’ om. in lac. G 7 κατ’ ἀρχὰς] Α 7 p. 344a13 sqq. 12 ἔχειν εἶπεν transic. Ga 14 τοιοῦτον δὴ δεῖ νοῆσαι τὸ (om. EN) γιγνόμενον ὅπερ ἐπ’ ἐκείνων Ar. 16 μήτ’] μὴ Ar. ἡ 0111. a 19 ὑμᾶς G ὁ Πτολεμαῖος] Synt. math. VII 2 s. fin. 24 ἐκ (post γίνεται) om. a 26 εἴπερ - κίνησις om. Ga)
Ανάυκη τοίνυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν.
Τὸ ἀνάγκη οὐ πρὸς τὸ εἶναι πάθος τοῦ ἀέρος τὸν γαλαξίαν, ἀλλὰ πρὸς τὸ εἶναι μέγαν τὸν κύκλον.
Χρὴ γὰρ τοῦτο, πολλὴ κίνησις ᾖ διὰ τὸ μέγεθος γινομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ.
ἐντεῦθεν δὲ δῆλον, ὅτι τὸ δεύτερον ἐπιχείρημα.
p. 346a10 Καὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα καὶ πλεῖστα.
ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα τὸ ἐκ τῆς θέσεως. πλὴν πρὶν τελέως αὐτὸ παραδώσει, μεσολαβεῖ τὸ τέταρτον, καὶ τέλος πάλιν ἀναλαμβάνει τὸ τρίτον.
p. 346a13 Διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν.
Καλῶς τὸ οἱ πολλοί· ἱστόρηται γάρ, εἰ καὶ σπανίως, ἐν τῇ διακεκαυμένῃ ζώνῃ κομήτης γινόμενος.
p. 346a19 Πρὸς τούτοις ἄστρων ὁ πλήρης ἐστίν.
Ἴδου ἐπαναλαμβάνει τὸ τρίτον ἐπιχείρημα.
p. 346a20 Καὶ ἔτι τῶν σποράδων τούτων
Σποράδες οὗτοι καλοῦνται οἱ ἀστέρες, διότι οὐκ ἀποτελοῦσιν εἴδωλον ὡς οἱ ἄλλοι. διὸ οὐδὲ καταγράφονται ἐν τῇ Ἀρατείᾳ σφαίρᾳ. περὶ ὧν σποράδων φησὶ καὶ Ἄρατος·
p. 346a23 Σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς [*](17v) ἐστιν ἐν θατέρω ήμισωαιρίω τῷ τὸ δίπλωμα ἔχοντι.
τοσοῦτόν φησιν· διὰ τὸ πλῆθος καὶ τὴν πύκνωσιν τῶν ἀστέρων ὁ γαλαξίας γίνεται, ὅτι ὅπου εἰσὶ πάνυ πυκνότατοι ἀστέρες, ἐκεῖ ἔστι θεωρῆσαι τὸ δίπλωμα τοῦ γαλαξίου, οἱονεὶ δύο ζώνας ἔστι θεάσασθαι μεσολαβούσας κοινόν τινα τόπον τὸ μεταξὺ ἀφανὲς τῶν σφαιρῶν.
p. 346a30 Ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν.
Ἴδου ὅρα πάλιν, πῶς ἐνδοιάζει μηδαμοῦ ἀποδεικτικῶς τὸν λόγον προάγων.
p. 346a31 Θεωρείσθω δ’ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς.
‘Ο γαλαξίας, φησίν, ὡς ἐπὶ καταγραφῆς καὶ τὰ περὶ αὐτὸν ὄντα ἄστρα θεωρείσθω. ἡ δὲ καταγραφὴ πρόδηλος τοῖς τὸν γαλαξίαν ἐπισταμένοις. ἔστι γὰρ ἐναργῶς τό τε πλῆθος τῶν ἄστρων θεάσασθαι, ἔστι γε μὴν καὶ τὸ δίπλωuα, ὅπου πλείονά εἰσιν.
p. 340b1 Ὥστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας.
Τὸ συμπέρασμα λοιπὸν ἐπάγει, ὅτι δεῖ τίθεσθαι τὸν γαλαξίαν τοῦ ἀέρος πάθος.
p. 340b7 Διὸ καθάπερ εἴπομεν πρότερον καὶ τὰ ἑξῆς.
Τὸ ἀνωτέρω εἰρημένον λέγει, ὅτι ὅλη ἡ καπνώδης ἀναθυμίασις ἐκδαπανᾶται εἰς τὸν γαλαξίαν. τούτου δὲ οὐκ ἐμνήσθη ἡ θεωρία ἅτε δὴ παλαιοῦ ὄντος.
p. 346b10 Περὶ μενοῦν τῶν γινομένω.
Τὸ συμπέρασμα ἐπάγει πάντων τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως.
p. 346b13 Σχεδὸν γάρ ἐστι τοσαῦτα πάθη γινόμενα κατὰ τὸν τόπον τοῦτον.
Διὰ τί τὸ σχεδόν; εὐλόγως, ἐπειδὴ τὰ εἰρημένα ἤδη σχεδὸν πάντα [*](2 ἡμισφαιρίῳ] ἡμικυκλίῳ Ar. 4. 5 τὸ δίπλωμα θεωρῆσαι et mox θεάσασθαί ἐστι transp. a 16 κομήτας G Ar.: κομήτην Va 20 ἀνωτέρω] Α 7 p. 345a5 20. 21 ἐκδαπανᾶται geminat V 26 Σχεδόν ἐστι γὰρ ταῦτα a τὰ πάθη τὰ (om. E) φαινόμενα περὶ τὸν Ar.; cf. 01. p. 7,98)
Πρᾶξις ιβ.
p. 346b16 Περὶ δὲ τοῦ θέσει μὲν δευτέρου τόπου.
Κάτεισιν ὁ Ἀριστοτέλης ἀπὸ τοῦ ἄνω τόπου ἐπὶ τὸν κάτω. καὶ τὰ ἐν τούτῳ γινόμενα πάθη φυσιολογεῖ. πέντε δέ εἰσι ταῦτα, ὑετός, χάλαζα, χιών, πάχνη καὶ δρόσος. ἀλλὰ τούτων τὰ μὲν τρία ἐν τῷ ἀπογείῳ γίνονται μέρει τοῦ κάτω ἀέρος· ὑετὸς γὰρ καὶ χάλαζα καὶ χιὼν ἄνω γίνονται, πάχνη δὲ καὶ δρόσος κάτω. καὶ τούτων τὰ μὲν πρῶτα τρία ἐπέτειά ἐστι, τὰ δὲ ὑπόλοιπα δύο καθ’ ἑκάστην ἡμέραν γίνονται. καὶ σωρεύεται μὲν ὑετοῦ καὶ χαλάζης ὕλη ἐν τῷ θέρει, τὸ δὲ εἶδος αὐτῶν ἐπιγίνεται ἐν τῷ χειμῶνι· δρόσου δὲ καὶ πάχνης σωρεύεται μὲν ὕλη ἐν τῇ ἡμέρᾳ, ἐπιγίνεται δὲ τὸ εἶδος ἐν τῇ νυκτί. ὥστε διὰ τούτων ἀναφωνεῖ σοι τὸ ποιητικὸν αἴτιον· τούτων γὰρ ἥλιός ἐστι τὸ ποιητικὸν αἴτιον. τῶν ἐπετείων γάρ, τουτέστι τῶν καθ’ ἕκαστον ἔτος γινομένων, ἡ ἰδία αὐτοῦ κίνησίς ἐστιν αἰτία τῷ ποτὲ μὲν αὐτὸν ἄνω γενέσθαι, ποιὲ δὲ κάτω. ἄνω δὲ ὅταν λέγω γίνεσθαι τὸν ἥλιον, πρὸς τὸ κατὰ κορυφὴν δηλονότι, οὐ πρὸς τὸ ἀπὸ τοῦ κέντρου· ἀεὶ γὰρ ἀπὸ τοῦ κέντρου ἴσον ἀπέχων πῶς δύναται ἄνω ἢ κάτω λέγεσθαι; τούτων μὲν οὗν κατὰ τὴν ἰδίαν κίνησιν αἴτιός ἐστι, τῶν δ’ ἄλλων τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων αἴτιός ἐστιν οὐ διὰ τὴν οἰκείαν κίνησιν, ἀλλὰ διὰ τὸ συμπεριξέρδεθαι τῷ παντί· τούτῳ γὰρ συμπεριφερόμενος ποιεῖ τὴν νύκτα καὶ τὴν ἡμέραν. καὶ ἔστιν ἡ ἡμέρα οἱονεὶ μικρὸς ἐνιαυτός, ὥσπερ καὶ ὁ ἄνθρωπος μικρὸς κόσμος. ὁ σοφὸς γὰρ Πλάτως τοῦτο ἔφη. ποιητικὸν μὲν οὖν αἴτιόν ἐστι δευτέρως ὁ ἥλιος, πρῴ· τὼς δὲ ποιητικὸν αἴτιόν ἐστι πάντων τῶν εἰρημένων ἡ ψύξις, ὑλικὸν δὲ αἴτιόν ἐστιν αὐτῶν ἡ ἀτμίς. πέντε δέ εἰσι ταῦτα τὰ γινόμενα καὶ οὔτε πλείονα οὔτε ἐλάσσονα δι’ αἰτίαν τοιαύτην· ἐκ τῆς τῶν ἀκτίνων τοῦ [*](1 γὰρ (ante ἀκριβῶς) om. a 3 ἄλλα, οἷον scripsi: ἀλλ’ οἷον VGa 5 δεῖ] δὲ G ἐπιστῆσαι δεῖ a 6 πολλὰ] πλείονα a post λείποντα add. τὰ a 7 εἰ μὴ ἀστραπή om. V 8 ἐπάγων] fort. εἰπών 9 Πρᾶξις ιݲβݲ om. a 10 τῇ θέσει 12 πάθει G 14 καὶ (ante χάλαζα) om. a 17 post χαλάζης deest καὶ χιόνος 24 τοῦ bis om. a 25 κατὰ] διὰ a 26. 27 οἰκείαν] ἰδίαν a 27. 28 συμπεριφερόμενος G: συμπεριφερόμενον Va 28 ποιεῖται a οἱονεὶ et (29) καὶ ὁ om. a 29.30 Πλατῶν] fort, significat Tim. p. 42E — 43 A 30. 31 πρώτως G: πρῶτον V: πάντως a 33 ἀκτίνων Camotius: ἀκινήτων VGa)
p. 346b16 Περὶ δὲ τοὐ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου πρώτου τὴν γῆν.
Δέον εἰπεῖν, ὅτι ὑπόλοιπόν ἐστιν εἰπεῖν περὶ τῶν γινομένων ἐν τῷ κάτω ἀέρι, καὶ τούτου δὲ ἐν τῳ ἀπογειοτέρῳ μέρει· ὁ δὲ οὐχ οὕτως. ἀλλὰ τί φησι; δέον εἰπεῖν περὶ τοῦ τῇ θέσει δευτέρου’. δεύτερον καλεῖ τῇ θέσει τὸν περίγειον ἀέρα πρὸς τὸ ὑπέκκαυμα ἀφεωρακώς. οὐχ ὡς πρὸς ἐκεῖνον γὰρ ὁ περίγειος * τῇ θέσει ἐστίν, ἀλλ’ ὡς πρὸς τὸν ἀπόγειον· μετὰ γὰρ τοῦτον δεύτερος τῇ θέσει ὁ περίγειος.
p. 346b17 οὗτος γὰρ κοινὸς ὔδατός τε τόπος καὶ ἀέρος ἐστίν.
‘Ορᾷς, ὅτι δεύτερον τῇ θέσει εἷπε τὸν περίγειον ὡς πρὸς τὸν γειον· ἰδοὺ γὰρ αὐτὸς μεταξὺ αὐτὸν λέγει γῆς καὶ ἀπογείου ἀέρος ἀφεστῶτα πάνυ. εἴπωμεν οὖν, φησί, περὶ τούτου, ἀλλ’ οὐχ ἀπλῶς περὶ τούτου, ἀλλὰ περὶ τῶν γινομένων ἐν αὐτῷ παθῶν. ἀλλ’ ἐπειδὴ περιγείου καὶ ἀπογείου ἐμνήσθημεν, χρὴ εἰδέναι, ὅτι καὶ ἐν τῷ περιγείῳ ἐστὶ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ἀπογείου, ὁ δὲ περίγειος ὁ πλησίον τῆς γῆς. καὶ ἐν τῷ ἀπογείῳ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ὑπεκκαύματος, ὁ δὲ τερίγειος ὁ πλησίον τοῦ περιγείου ἀέρος. τούτων οὕτως ἐχόντων τὸ μὲν περίγειον μέρος τοὐ περιγείου ἀέρος θερμόν ἐστι διὰ τὴν τῶν ἀκτίνων παρά· τρῖψιν, τὸ δὲ ἀπόγειον αὐτοῦ μέρος ἐστὶ ψυχρότερον διὰ τὸ εἰς ἀχανίαν λήγειν τὰς ἀκτῖνας· τοῦ δὲ ἀπογείου ἀέρος τὸ ἀνάπαλιν τὸ μὲν περίγειον ψυχρόν· συντρέχει γὰρ καὶ πλησίον ἐστὶ τοῦ ἀπογειοτέρου † τὸ εἶναι πλησίον τῶν ἀστέρων καὶ τοῦ ὑπεκκαύματος καὶ ἐκθερμαίνεσθαι.
p. 346b18 Καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτῶν.
Κατὰ κοινοῦ τοῦτο τὸ λεγόμενον· οὐ γὰρ μόνον δεῖ εἰπεῖν περὶ ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ πάχνης καὶ δρόσου, ἀλλὰ καὶ τί συμβαίνει ἐν τῇ γενέσει αὐτῶν.
p. 346b19 Ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ αἰτίας πάντων ὁμοίως.
Ἀρκάς καὶ αἰτίας ἐκ δύο τὸ αὐτό, ἢ ἀρχὴν μὲν εἶπε τὴν ποιησταθμίζει [*](1 a 2 βάλλῃ α ἀνωχεῖται VG: ἀνοχεῖται a 3 χεῖρας Ga 10 post περίγειος adde δεύτερος 12 ἐστίν om. Ar. 15 εἴπομεν a περὶ τούτου (post ἁπλῶς) om. a 21 περιγείου om. a 24 post ἀπογειοτέρου haec fere excidisse puto: <τοῦ περιγείου· τὸ δὲ ἀπόγειον θερμὸν διὰ> 26 αὐτῶν] αὐτοῦ Ar. τὸ λεγόμενον a: τοῦτο τὸ λέγομεν V: τοῦτο λέγομεν G)
p. 346b20 Ἡ μὲν οὗν ὡς κινοῦσα καὶ κυρία καὶ ἀρχὴ ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορά.
Κυρίαν καὶ πρώτην ἀρχὴν λέγει τὴν ποιητικήν, τουτέστι τὸν κύων τὸν ζῳδιακόν. τοῦτο οὖν, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορά, διότι οὗτος ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ δίεισιν. οἱ γὰρ ἄλλοι πάντες οὔκ εἰσιν ἀεὶ ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ· ἔξω γὰρ περὶ τοῦτον φαίνονται ἢ νοτιώτεροι ἢ βορειότεροι γινόμενοι. ἀλλ’ ἐπειδὴ καὶ αὐτοί ποτε φαίνονται ἐν τῷ μέσῳ ἐν τοῖς ἐκλειπτικοῖς καλουμένοις συνδέσμοις, | διὰ τοῦτο [*](19r) ἔδει μᾶλλον ἀντὶ τοῦ ‘φανερῶς’ καὶ άφανῶς’ εἰπεῖν τὸ ‘ἀεί’ καὶ ‘ποτέ’· ἀεὶ γὰρ ὁ ἥλιος περὶ τὸ μέσον, οἱ δὲ λοιποὶ οὐκ ἀεί, ἀλλὰ ποτέ.
p. 346b22 Διακρίνουσα ἢ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πόρρω.
Αἰτία, φησίν, ἡ τοῦ ἡλίου φορά, τούτων δὲ διάκρισιν ἢ σύγκρισιν έργαζομένη· διάκρισιν μέν, ὅταν ἄνω γένηται τότε γὰρ θερμασία γίνεται), σύγκρισιν δέ, ὅταν κάτω· ψύξις γὰρ τότε ἕπεται. τὸ δὲ ‘ἄνω’ καὶ ‘ κάτω’ ὅπως ἀκουστέον, εἴρηται ἐν τῇ θεωρίᾳ.
p. 346b23 Μενούσης δὲ τῆς γῆς καὶ τὰ ἑξῆς.
Βούλεται εἰπεῖν, ὅτι τῆς γῆς μενούσης ἕλκεται ἐκ τοῦ ἐν αὐτῇ [*](5 ὁ om. G 6 post πρώτως lacunam (litt. ix) indicat, deinde πρώτως repetit V: deest et lac. et alterum πρώτως in Ga. equidem, quid exciderit, non video 7 ἐν om. a 8. 9 καθ’ αὐτὸν μέν et (10) καθ’ αὐτὸν λέγεται et (11) καθ’ αὐτὸν πάλιν scripsi: καθ’ αὑτὸ ter VGa 9 δευτέρως geminat a αὐτὸ λέγεται transpon. G 10 ταῦτα λέγεται a 12 κυρία καὶ πρώτη Ar. et 01. v. 14 κυριακὴ πρώτη Ga: κυρία πρώτη V ἀρχὴ] τῶν ἀρχῶν Ar. 14 Κυρίαν] Κυρίως a τὴν ἀρχὴν a λέγει om. Va 18 νοτιώτερον G 19 post διὰ add. δὲ VG 22 διακρίνουσα καὶ σ Ar. 23 πορρώτερον Ar. 24 fort, φορὰ τούτων φορὰ ἢ διάκρ. ante σύγκρισιν add καὶ Ga 29 ante τῆς add. ἐκ VG)
p. 346b26 τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό.
τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως.
p. 346b27 Καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ κατασβεννυμένης.
Ἴδου δύο αἰτίαι, δι’ ἃς καταλιμπάνει ἡ καπνώδης ἀναθυμίασις τὴν ἀτμίδα· ἢ γὰρ ὡς φορτίον αὐτὴν ἀποτρίβεται καὶ χωρεῖ πρὸς τὸ συγγενὲς ἢ φθείρεται ὑπὸ τῆς ἄγαν ψύξεως.
p 346b29 Συνίσταται πάλιν ἡ ἀτμίς.
Καλῶς τὸ πάλιν· καὶ γὰρ καὶ πρότερον ὕδωρ ἦν. τὸ γὰρ ὕδωρ ἐξ· ἀτμισθὲν τὴν ἀτμίδα εἰργάσατο, γίνεται δὲ ὕδωρ ψυχόμενον· ψύχεται δέ, καὶ ὅτι κατέλιπεν αὐτὴν τὸ θερμὸν καὶ ὅτι <ἐν> ψυχρῷ τόπῳ ἐγένετο· γὰρ τοῦ ἀπογείου. γενόμενον δὲ φέρεται πάλιν εἰς γῆν, δι’ ἣν αἰτίαν φέρεται ἐκ τῆς ψύξεως ὠθούμενον χωρεῖν πρὸς τὸ συγγενὲς ὕδωρ.
p. 3461)32 Ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡδ’ ἐξ ἀέρος εἰς ὕδωρ νέφος.
Γοῦτό φησιν· ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα ἐὰν γένηται μεταβολή, διὰ μέσης ἀτμίδος γίνεται· εἰ δέ γε ἀπὸ ἀέρος εἰς ὕδωρ, διὰ μέσου νέφους. παχυμερὲς δέ ἐστι καὶ οὐκ ἀκριβὲς τοῦτο. ἐπί τε γὰρ τῆς ἀπὸ τοῦ εἰς ἀέρα μεταβολῆς γίνεται καὶ ἀτμὶς καὶ νέφος, ὁμοίως καὶ ἀπὸ ἀέρος εἰς ὕδωρ· τὰ γὰρ μέσα τὸ αὐτό, οὔτε πλείονα ὄντα οὔτε ἐλάττονα, ὥσπερ ἔχει καὶ ἐπὶ τῆς ἀπὸ λευκοῦ ἐπὶ μέλαν καὶ ἀπὸ μέλανος εἰς λευκὸν μεταβολῆς. τί οὖν φαμεν; ὅτι τῶν συγγενῶν μάλιστα ἐμνήσθη· συγγενὴς δὲ ὕδατι μὲν ἡ ἀτμίς, ἀέρι δὲ τὸ νέφος.
p. 346b33 ‘Ομίχλη δὲ νεφέλης περίττωμα.
’Επειδὴ εἶπε, τί μέν ἐστιν ἀτμίς, τί δὲ νέφος, ἵνα μή τις αὐτῷ εἴπῃ ’ καὶ τί ἐστιν ὁμίχλη;’, φησίν, ὅτι περίττωμα τῆς νεφέλης. ὃ γὰρ εὑρέθη ἄγονον ἐν τῇ νεφέλῃ καὶ μὴ δυνάμενον εἰς ὕδωρ μεταβληθῆναι, [*](1 κατασβεννυμένης] καὶ (om. F) σβεννυμένης Ar. 1) ἡ om. a 12 καὶ (post γὰρ) om. a 14 ἐν addidi; cf. p. 86,25 16 post ὠθούμενον add. καὶ ἑκτῆς συγγενείας ἀναγκαζόμενον a 26 ἡ ἀτμίς] ὁ ἀτμός G)
p. 346b35 Γίνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν ἥλιον.
Τί βούλεται ἐνταῦθα εἰπεῖν; αἰνίττεται εἰς τοὺς ποιητὰς λέγοντας Ὠχεανὸν εἶναί ποτε μέν τινα κύκλῳ ὄντα τῆς γῆς καὶ περιέχοντα αὑτήν. οὐ δεῖ γὰρ τοῦτο λέγειν, φησίν, Ὠκεανόν· τὸ γὰρ ὕδωρ οὐ περιέχει τὴν γῆν, ἀλλὰ τοὐναντίον ὑπὸ αὐτῆς περιέχανε· ὡς ἀγγείῳ γὰρ αὐτῇ κέχρηται. ἔπειτα δὲ οὐδὲ κύκλῳ ἐστιν ουτος· ἱστόρηται γὰρ, ὅτι οὐ πάσαν τὴν περιέχει. ἤθελον οὖν οὗτοι λέγειν Ὠκεανόν * * * αὕτη γὰρ καὶ τὴν γῆν περιέχει καὶ κύκλος ἐστί, κύκλος δέ ἐστι μιμούμενος τὸν τοῦ ἡλίου κύκλον. ὥσπερ γὰρ ἐκεῖνος ἄνω καὶ κάτω φέρεται, οὕτω καὶ οὗτος ὁ ἀπὸ τῆς ἀτμίδος κύκλος συκινούμενος τῷ ἡλίῳ. ἄνω γὰρ τοῦ ἡλίου φερομένου, τουτέστι κατὰ κορυφὴν ἡμῶν φερομένου, καὶ αὐτὸς ἄνω φέρεται· ἐξατμίζεται γὰρ πλεῖον καὶ ἀνέλκεται ἐπὶ τὰ ἄνω· κάτω δὲ τοῦ ἡλίου φερομένου καὶ αὐτὸς κάτω φέρεται καὶ εἰς ὕδωρ μεταβάλλεται. οὕτω μᾶλλον καὶ εὖ γε, ὅτι τοῦ μὲν θερμοῦ ἐπικρατοπῦντος γίνεται ἀὴρ κρεῖττον ὂν στοιχεῖον, τοῦ δὲ ψυχροῦ τὸ ὕδωρ χεῖρον ὄν, εἴ γε τὸ μὲν θερμὸν τῶν κρειττόνων ποιητικόν, τὸ δὲ ψυχρὸν τῶν χειρόνων. καὶ εὖ ·γε, ὅτι τοῦ ἡλίου γενομένου ἄνω τὸ κρεῖττον στοιχεῖον γίνεται, φημὶ δὴ ὁ ἀήρ. κάτω δὲ τὸ χεῖρον, φημὶ δὴ τὸ ὕδωρ. καὶ τοῦτο γὰρ αἴτιόν ἐστι τοῦ διοικεῖσθαι τὰ τῇδε ὑπὸ τῆς τοιᾶσδε τοῦ ἡλίου κινήσεως. τοῦτον οὗν τὸν κλον δεῖ μᾶλλον ὁλότητα λέγειν τοῦ ὕδατος ἤπερ ὥς τινες τὴν θάλατταν, διότι, ὥς φησιν Ἀριστοτέλης ἐφεξῆς ἐν τῷ δευτέρῳ λόγῳ, ὅτι εἰσὶ δύο θάλασσαι πάντη διακεκριμέναι καὶ μὴ συμβάλλουσαι , ἡ ‘Υρκανία ἡ Κασπία. πλήν τινες τῶν ἱστορικῶν ἱστοροῦσιν, ὅτι καὶ αὗται δυμβάλλουσιν.
[*](5 κατάφορον V: κατώφορον G: κάτω φέρεται a 6 ἡ ὁμίχλη G 7 τὸν ἥλιον] τὸν τοῦ ἡλίου κύκλον Ar. 8 λέγοντα V 9 Ὠλεανὸν εἶναι 0111. V: εἶναι om. a κύκλον τινὰ ὄντα a 11 ὡς ἀγγείῳ γὰρ] καὶ ὡς ἀγγείῳ a 12 οὐδέ] οὔτε a 13 post Ὠκεανόν lacunam statui. fort. <οἷον <οἷον> τὴν ἀτμίδα). αὕτη] 14 κύκλος ἐστί (post περιέχει καὶ) om. a 19 οὕτω] οὗτος G 22 τῶν δὲ χειρόνων τὸ ψυχρόν transpon. a 23 τὸ κρεῖττον] καὶ κρεῖττον a ὁ om. a 24. 25 ἐξοικείσθαι a 27 ὲν τῷ φρυἐρῳ λόγῳ] Meteor. Β 1 p. 354 a 3 28 μὴ] μηδαμῆ a 29 τῶν om. a αὗται om. a)p. 346b36 Ἅμα γὰρ ἐκεῖνος εἰσ τὰ πλάγια μεταβάλλει, οὖυος [*](19r) ἄνω καὶ κάτω.
ἐειδή, ὡς εἴρηται, οὐκ ἔστιν ἐπὶ κύκλου εἰπεῖν τὸ ἄνωκαὶ κάτω πρὸς τὸ κτὰ κορυφὴν ἀφορῶντα.
p. 347a5 Καὶ τοῦτο ἐνδελεχῶς ἐθέλει γίνεσθαι κτὰ τὴν τάξιν.
Τί οὖν; ἀδιαλείπτως ὤφειλεν ὕδωρ κατάγεσθαι καὶ μηδέποτε καταλείπειν. τί οὖν ῥητέον; ὅτι αὐτὸς ἐπελύσατο εἰρηκὼς κατὰ τὴν τάξιν. τοιαῦτα γὰρ τὰ ἐπιτήδεια ἀδιαλείπτως κατὰ τὴν τῶν ὡρῶν τάξιν γινόμενα.
p. 347a10 Kαί τισι διαφοραῖς αὐτῶν.
τισὶ δὲ διαφοραῖς εἶπεν, ὡς ἔχει ἐπὶ ψεκάδος καὶ ὑετοῦ· τὸ γαρ κατὰ μέρος καταγόμενον ὕδωρ ψεκὰς λέγε|ται, τὸ δὲ ἀθρόως ὑετός, ἡ μὲν [*](19v) διὰ τὸ ἐοικέναι ψήγμασι λεπτοτάτοις, ὁ δὲ ἀπὸ τοὐ ὕδατος τοῦ καταγομένου.
p. 347a13 ‘Εχ δὲ τοῦ καθ’ ἡμέραν ἀτμισθέντος.
ἐντεῦθεν περὶ τῆς δρόσου βούλεται εἰπεῖν καὶ τῆς πάχνης, ὅτι ἡ θερμασία ἐλάττων οὖσα ἕλκει καὶ ἀτμίδα καὶ ἀπολύει αὐτὴν ὡς ἀσθενὴς εὐθέως, καὶ κάτω μένουσα συμπήγνυται καὶ ποιεῖ τὴν πάχνην, ἡ ἀλλοιοῦται καὶ πήγνυται καὶ ποιεῖ τὴν δρόσον. καὶ ταῦτά ἐστι τὰ δύο μόνον· οὐ γάρ ἐστιν, ὡς εἴρηται, τὸ ἀνάλογον ἐνταῦθα τῇ χαλάζῃ. πλὴν ἐπειδὴ διεσπαρμένως βούλεται δεῖξαι ψυχροτέραν οὖσαν τὴν πάχνην δρόσου, εἰ δοκεῖ συναγάγωμεν ταῦτα. ἡ πάχνη ψυχροτέρα ἐστίν. εἴ γε θερμαινομένη δρόσος γίνεται. δεύτερον ἐπιχείρημα· ἡ πάχνη ἐκ τῆς ἀτμίδος πηγνυμενης γίνεται· πρόδηλον, ὅτι ψυχροτέρα ἐστίν. ἵνα γὰρ ψῦξιν ὑπομείνῃ τὸ θερμόν, πολλή ἐστιν ἡ γινομένη ψύξις ἤπερ ἵνα τὸ ψυχρὸν παγῇ· οὕτως γὰρ καὶ ὕδωρ ῥᾷστα πήγνυται ἤπερ οἶνος. τρίτον ἐπιχείρημα· εἰ ἡ μὲν πάχνη ἐν τοῖς ψυχροτάτοις γίνεται χωρίοις, ὥσπερ οὖν δὴ καὶ ἐν τῇ ψυχροτάτῃ ὥρᾳ, οἷον τῷ χειμῶνι, ἡ δὲ δρόσος ἐν τοῖς εὐκράτοις μᾶλλον τό- ποις καὶ ἐν ἔαρι μᾶλλον καὶ φθινοπώρῳ, πρόδηλον ὅτι ἡ πάχνη ψυχροτέρα τῆς δρόσου. οὕτω καὶ ἡ χιὼν ψυχροτέρα τοῦ ὑετοῦ. ἆρα δὲ τί ψυχρότερον, χιὼν ἢ χάλαζα; καὶ ῥητέον, ὅτι χιών, εἴ γε ἡ μὲν χιὼν τοῦ θερμοῦ, φημὶ δὴ τῆς ἀτμίδος, δηλοῖ πῆξιν, ἡ δὲ χάλαζα τοῦ ὕδατος· [*](1 οὗτος δέ] καὶ οὗτος Ar. 3 post ἐπειδὴ add. γὰρ a 5 Καὶ] ἐπὶ a ἐνδελεχὲς Ar. κατὰ τὴν τ. G: κατά γε τὴν τ. Ar.: κατὰ τ. Va 6 ante ὤφειλεν add. κατὰ a ὤφελεν Ga 10 ἐπὶ G: om. Va 1 3 ἀτμισθέντος] ἀτμίζοντος (praeter N 2) Ar. 14 τῆς (ante δρόσου) om. a 15 ante ἀτμίδα add. τὴν man. rec. V 19 ψυχροτέραν G : ψυχρότερον Va 21. 22 post πηγνυμένης add. εἰ a 22 ἐστίν om. a 25 δὴ V: δεῖ G: ἡ a; fort. delendum 26 τῷ om. a 27 ἡ om. a 28 post καὶ ἡ χιὼν add. εἴ γε ἡ μέν χιὼν a 30 τῆξιν om. in lac. G)
p. 347a17 Πρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν.
Ἴδου τέως ἓν ἐπιχείρημα, ὅτι ἡ πάχνη ψυχροτέρα· λυομένη γὰρ εἰς ὕδωρ μεταβάλλεται.
p. 347a17 Γίνεται δὲ χειμῶνος καὶ μᾶλλον ἐν τοῖς χειμερίοις τόποις.
Ἴδου τὸ ἄλλο ἐπιχείρημα, τὸ γίνεσθαι ἐν τοῖς ψυχροτέροις χωρίοις καὶ ψυχρᾷ ὥρα τὴν πάχνην.
p. 347a18 Δρόσος δὲ ὅταν συγκριθῇ καὶ ἡ ἀτμὶς εἰς ὕδωρ καὶ τὰ ἐξῆς.
τότε, φησί, δρόσος γίνεται, ὅταν ἀλλοιωθῇ ἡ ἀτμίς. ἀλλοιοῦται δὲ οὔτε ὅταν ἐστὶ πολλὴ θερμασία ἐκδιαφορεῖ γὰρ καὶ ἄνω ἕλκεται) οὔτε ὅταν ἐστὶ πολλὴ πάνυ ψύξις· πάχνη γὰρ γίνεται. διὸ ἐν ταῖς μέσαις ὥραις γίνεται.
p. 347 a 24 Δῆλον γάρ, ὠς ἡ ἀτμὶς θερμότερον ὕδατος.
ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα· αὕτη δὲ πηγνυμένη ποιεῖ τὴν πάχνην, δηλονότι πολλή ἐστιν ἡ ψύξις· ἡ δὲ δρόσος μόνον εἰς ὕδωρ δηλοῖ γινομένην ἀλλοίωσιν.
Πρᾶξις ιγ.
p. 347 a 26 Γίνεται δὲ ἄμφω αἰθρίας τε οὔσης καὶ νηνεμίας.
Ἡ μετὰ χεῖρας λέξις τὰ κοινὰ καὶ ἴδια παραδίδωσιν ἡμῖν δρόσου καὶ πάχνης. καὶ πρῶτον κοινὸν τοῦτο, ὅτι ὥσπερ δρόσος ὲν τῷ κατωτάτῳ γίνεται τόπῳ, οὕτω καὶ ἡ πάχνη. Δεύτερον κοινόν, ὅτι ἑκάτερον αὐτῶν ἐφημερινὴν ἔχει τὴν γένεσιν. τρίτον, ὅτι γίνονται ταῦτα μᾶλλον αἰθρίας τε καὶ νηνεμίας οὕσης· οὔτε γὰρ λάβρου ἀνέμου ὄντος ἕν τι τούτων γίνεται [*](1 ὥσπερ δὲ VG: ὥστε δὴ a 2 δοκεῖ ante χάλαζα χιόνος trauspou. a 4 χεῖρα a: corr. ex φλογὸς V 1: φλόγα G 9 χειμερινοῖς Ar. 11 τὸ (post ἰδοὺ)] γὰρ a χωρίοις] τόποις a 13 καὶ ἡ ἀτμὶς εἰς ὕδωρ] εἰς ὕδωρ ἡ ἀτμὶς Ar. 19 ἡ om. a 23 ΠΡΑΞΙΣ ιݲ a 24 οὔσης om. Ar. 26 κατωτάτῳ] κάτω G 28 οὔσης καὶ νηνεμίας a)
p. 347a26 Γίνεται δὲ ἄμφω αἰθρίας τε ὔσης καὶ νηνεμίας.
Ἄμφω, δρόσος φησὶ καὶ πάχνη· περὶ τούτων γὰρ ὁ λόγος. καὶ ἰδοὺ τὸ ἓν κοινόν. τὰ δ’ ἄλλα δύο αὐτὸς λέγει, σαφῆ δέ εἰσιν ἐκ ἰῶν ἀνωτέρω ἡμῖν εἰρημένων.
p. 347a28 Σημεῖον δέ, ὅτι γίνεται ταῦτα διὰ τὸ πόρρω μετεωρίζεσθαι τὴν ἀτμίδα.
Πρόδηλον, φησίν, ὅτι πάχνη καὶ δρόσος περὶ τὸν κάτω γίνονται τόπον ἐκ τοῦ ἐν τοῖς ὑψηλοῖς ὄρεσι μηδὲν τούτων γίνεσθαι· ἡ γὰρ ἀτμὶς οὐ φέρεται μέχρις ὕψους, ἢ ὅτι πολλή ἐστιν ὑγρότης καὶ ὑπὲρ τὴν ἀναλογίαν τῆς θερμασίας καὶ ἀπόλλυται ὑπ’ αὐτῆς, ἢ ὅτι ὁ ἀὴρ ὁ ἐν τοῖς ὑψηλοῖς κεκίνηται μᾶλλον διὰ τὸ πλησιάζειν ἐν τῷ ἀέρι κύκλῳ φερομένῳ. κινουμένου οὖν τοῦ ἐν τοῖς ὑψηλοῖς τόποις ἀέρος οὐ συγχωρεῖται ἡ ἀτμὶς ἐνεχθῆναι ἡ ποιοῦσα δρόσον κα. πάχνην, διότι ὀλίγη ἐστίν. ἡ γὰρ ὑετὸν ποιοῦσα καὶ χιόνα καὶ χάλαζαν δύναται ἐν ὕψει ἐνεχθῆναι, διότι καὶ πολλή ἐστιν ἡ ἀτμὶς καὶ ὑπὸ ἰσχυράς θερμασίας μετεωρίζεται.
p. 347a35 Γίνεται δὲ ἡ δρόσος μᾶλλον ἁπανταχοῦ νότιος ἢ βόρειος.
ἐντεῦθεν τὰ ἴδια δρόσου καὶ πάχνης λοιπὸν παραδίδωσι.
[*](1 ἅμα γὰρ VG: ἅμα γὰρ ἂν a. ἅμα γὰρ εἰ ἀτμὶς Diels 2 φέρεται κάτω transp. a 4 γενέσθαι] γίνεσθαι a 7 σύνεισιν G : σύνεσιν Va 8 συνέρχονται et πεπηκότα G 10 τὸ om. Va ἔχεις] ἔχει a 11. 12 πολὺ μή ἐστι transp. a 13 μαθησόμεθα—θεωρία om. a 14 ante οὔσης add. καὶ a οὔσης om. Ar. 15 ὁ om. a 17 ἡμῖν G: om. Va 18 τὸ μὴ πόρρω Ar. 20 γίνονται] γίνεται a 29 δρόσος πανταχοῦ νοτίοις, οὐ βορείοις Ar,)p. 347a36 Πλὴν ἐν τῷ Πόντῳ.
[*](20r)Τὸ καὶ ἐν τῇ θεωρίᾳ εἰρημένον, ὅτι ἐν τῷ Πόντῳ ἐναντίως ἔχει καὶ τοὐ μὲν βορρᾶ πνέοντος δρόσος γίνεται, τοῦ δὲ νότου πάχνη.
p. 347b1 Αἴτιον δὲ ὁμοίως καὶ τὰ ἑξῆς.
τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν ἐν τῷ Πόντῳ ὑπεναντίως ἔχει, φησὶ ταῦτα, ὅτι διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα γίνονται, δι’ ἣν καὶ ἐπὶ ἡμῶν. ἀλλ’ ἵνα νοήσῃς τὸ λεγόμενον, ἐντεῦθεν ἄρχομαι. ὁ βορρᾶς παρ’ ἡμῖν ὡς ψυχρὸς ὢν καὶ συνάγων χειμῶνα ποιεῖ, ὁ δὲ νότος ὡς θερμὸς ὢν καὶ διαλύων εὐδίαν. γίνεται οὖν ἡ μὲν δρόσος εὐδίας οὔσης, ἡ δὲ πάχνη χειμῶνος. ἐν δὲ τῷ Πόντῳ ἀντιπεπονθότως· ὁ μὲν νότος χειμῶνα ποιεῖ, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. εἰ δὲ τοῦτο, καὶ ἐν Πόντῳ εὐδίας μὲν οὔσης δρόσος γίνεται, χειμῶνος δὲ πάχνη. ἀλλ’ ἐν τούτῳ δια- φέρει, ὅτι ἄλλος μὲν ἄνεμος ποιεῖ παρ’ ἡμῖν χειμῶν, ἄλλος δὲ ἐν τῷ Πόντῳ· ὁμοίως δὲ καὶ εὐδίαν.
p. 347b3 Ὥστε ἐκ χειμῶνος τῆς ἀναθυμιάσεως σβέννυσι τὴν θερμότητα.
ἐπειδὴ ψυκρός ἐστιν ὁ βορρᾶς καὶ διὰ τοῦτο χειμῶνα ποιεῖ, ἀνάγκῃ γίνεται πάχνη· σβέννυται γὰρ ἐκ τῆς ψυχρᾶς ἀναθυμιάσεως ἡ θερμασία ἡ ὢ ἐν τῇ ἀτμίδι. πλὴν ταῦτα λέγει ὡς ἐπὶ τῆς ἡμετέρας οἰκήσεως.
p. 347b5 Ὁ δὲ βορρᾶς διὰ τῆς ψυχρότητος ἀντιπεριίστατο θερμόν.
ἰδοὺ καλῶς εἴρηται, ὅτι ἐν τῷ Πόντῳ τοὐναντίον· ὁ μὲν νότος ἐστὶν ὁ ποιῶν χειμῶνα, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. ὅτι γὰρ γίνεται ἀντιπερίστασις τοῦ θερμοῦ, δηλοῦσι καὶ κῶλα ἀποτεμνόμενα διὰ τὴν ἀποκλειομένην θερμασίαν· τμητικὴ γάρ. οὕτω καὶ ὁ Πλάτων ἐτυμολογεῖ τὸ θερμὸν οἷον τομόν τι ὄν· ἀντιστοιχεῖ γάρ, φησί, τὸ τ τῷ θ, τὸ δὲ ρ πρόσκειται, διότι εὐκίνητον τὸ ρ. δηλοῖ δὲ τὸ τῶν τριῶν στοιχείων καταληκτικὸν εἶναι αὐτὸ πλὴν γῆς διὰ τὸ δυσκίνητον.
p. 347b7 Πολλάκις δὲ τοῦτο καὶ ἐν τοῖς ἔξω τόποις ἰδεῖν ἔστι γινόμενον.
Ποῖον τοῦτο; τὸ τῆς ἀντιπεριστάσεως. ὁρῶμεν γὰρ ἐκ τῶν φρεάεὐδίας [*](9 ante add. ὡς a 11 ἐν Πόντῳ om. V 15 ἐκ τοῦ χειμῶνος Ar. 20 βορέας Ar. τὴν ψυχρότητα Ar. ἀντιπεριίστατο VG: ἀντιπεριιστὰς τὸ a Ar. ὁ Πλατῶν] Tim. p. 61 Ε 29. 30 γινόμενον ἐστιν Ar.)
p. 347b11 λύτο δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ 20 v τὰ νέφη τόπῳ·
Ὕδωρ λέγει τὴν ἀτμίδα. ἐντεῦθεν δὲ χωρεῖ ἐπὶ τὸ τελευταῖον. καὶ ἀπορεῖ, διὰ τί μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ.
p. 347b12 ἐκεῖθεν γὰρ τρία τινὰ φοιτᾷ σώματα.
ἐκεῖθεν τουτέστιν ἀπὸ τοῦ τῶν νεφῶν τόπου. φέρεται γὰρ ὑετός, χάλαζα καὶ χιών· καὶ τούτοις μὲν δύο ἀναλογοῦντα εὑρήσεις πάχνην καὶ δρόσον, πάχνην μὲν χιόνι, δρόσον δὲ ὑετῷ, τῇ δὲ χαλάζῃ οὐδὲν ἀναλογεῖ. σαφῶς περὶ τούτου αὐτοῦ Ἀριστοτέλης παραδίδωσιν.
p. 347b25 οὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς οὔσης θερμότητος, εἰ μὴ ἐπεκράτει τὸ ψυχρόν.
Δόγμα Ἀριστοτελικόν, ὅτι τὸ ψυχρὸν τὸ μᾶλλον θερμὸν τοῦ ἧττον θερμοῦ ψύχοντος ψυχρότερόν ἐστιν.
p. 347b32 To δὲ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔτι ἔσται δῆλον.
Πρὶν λύσει τὴν ἀπορίαν, τὰ ἴδια παραδίδωσι τῆς χαλάζης· τούτων γὰρ παραδοθέντων δῆλον ἔσται καὶ διὰ τί μὴ ἔστι τι ἀναλογοῦν τῇ χαλάζῃ.
p. 347b35 ὰ μὴ πλανῶντα καὶ τὰ δοκοῦντα εἶναι ἀνάλογα.
Μὴ πλανῶντα εἶπε τὸ πρῶτον, ὅτι πῆξίς ἐστιν ὕδατος, ἀνάλογα δὲ τὰ λοιπὰ δύο, ὅτι ἡ χάλαζα ἧττον χειμῶνος γίνεται καὶ ἐν τῷ κατάγεσθαι πήγνυται. σαφῶς δὲ τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ παραδίδωσιν.
[*](3 συγχωρεῖ G 5 θερμὸν γὰρ G: θερμόν δὲ Va 12 τινὰ om. Ar. 13 νεφῶν] νεφελῶν a 15 δρόσον δὲ G: δρόσον μὲν Va 16 σαφῶς] σοφῶς a 17 ἂν ἐπήγνυτο Ar.: ἄν ἐπιγνοῖεν G: ἐπϊγνοι V: ἐπηγνύετο a οὔσης] ἐνούσης Ar. 18 τὸ ψῦχος Αr. 19 an post ὅτι addendum ψῦχον? cf. p. 93,35 sqq. 20 θερμοῦ om. a 21 εἰποῦσι] ἔχουσι Ga χαλάζης om. in lac. G εντι ἔσται V: ἔσται Ar.: ἔτι Ga 23 καὶ om. Ga 23. 24 τῆ χαλάζῃ G: τὶ χαλάζη Va 25 τὰ μὴ] τά τε μὴ Ar. ἀνάλογα] παράλογα Αr. 26 πλανῶντα] πλανῶν a)Πρᾶξις ιδ.
[*](20v)P 348a14 Τοῖς μὲν οὖν δοκοῦσι τοῦ πάθους αἴτιον εἰναι.
Τοῦτο εἰπὼν ὁ Ἀριστοτέλης δύο τινὰ παράδοξα ἕπεσθαι τῷ λόγῳ τῆς χαλάζης, ἓν μὲν τὸ ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις αὐτὴν μᾶλλον γίνεσθαι ἤπερ ἐν ψυχροτέραις, δεύτερον δὲ τὸ ἄτοπον εἶναι ἀθρόον τοσοῦτον τὸν ὕδωρ μένειν ἀκίνητον, ἄχρις ἄν παγῇ, μὴ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ῥοπήν ἄτοπον δὲ καὶ τὸ ἐν συναγωγῇ χιόνος γίνεσθαι τὴν χάλαζαν· οὐ γὰρ ἐνδέχεται τὰ παγέντα ἑνωθῆναι), βούλεται νῦν τούτων τὰς ἐπιλύσεις παραδοῦναι. πρὶν δὲ τὴν οἰκείαν ἐπίλυσιν εἰπεῖν, τὴν Ἀναξαγόρειον λέγει· καὶ ταύτης γὰρ λύσεις ἐπιδιδοὺς οὕτως ἐπάξει τὴν οἰκείαν ἐπίλυσιν. ὁ τοίνυν Ἀναξαγόρας ἔλεγεν ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις τὴν χάλαζαν γίνεσθαι, ἐπειδὴ χρεία ἐστὶ πολλῆς τῆς θερμασίας τῆς ἀναρπαζούσης καὶ εἰς ὑψηλότερον τόπον φερούσης τὴν ἀτμίδα, ἵνα ἐν τῷ ἀπογείῳ γενομένη αὐτὴ ψυχρῷ ὄντι οὕτω χάλαζα γένηται. αὕτη ἡ ἐπίλυσις. ἕπονται δὲ αὐτῇ, φησί, τρία ἄτοπα. πρῶτον μὲν γὰρ ἡ χάλαζα οὐ γίνεται ἐν τοῖς ἀπογείοις τόποις, ἀλλὰ μᾶλλον ἐν τοῖς περιγείοις, ὡς δηλοῦσιν αἱ ἀκρώρειαι τῶν ὀρῶν χιονιζόμεναι μέν, μὴ χαλαζούμεναι δέ. δεύτερον, ὅτι ἐφάνησαν νεφέλαι κάτω μετὰ κτύπου πάνυ σφοδροτάτου, ὥστε πάντας θαυμάζειν, μή τι ξένον γένηται, καὶ μετ’ οὐ πολὺ κατηνέχθη χάλαζα, ᾧ δῆλον, ὅτι κάτω γίνεται. τρίτον καταφέρονται χάλαζαι οὐ σφαιρικαί, ἀλλ’ ἐπιμήκεις, οὐ μικραί, ἀλλὰ καὶ μεγάλαι, οὐ πυκναί, ἀλλὰ καὶ ἀραιαί. τούτων δὲ τὰ μὲν πρῶτα δηλοῖ ἐν τῷ ἄνω μὴ γίνεσθαι τὴν χάλαζαν, τὰ δὲ δεύτερα ἐν τῷ κάτω. ἀπὸ γὰρ πολλοῦ διαστήματος φερομένη περιφερής ἐστιν· περιθραύονται γὰρ αὐτῶν αἱ ἐξοχαί. ἀλλὰ μὴν καὶ μικραί θρύπτονται γάρ) καὶ πυκναί, ἐπειδὴ καὶ πλείονες γίνονται. εἰ οὖν μεγάλαι ἐν θέρει καὶ ἐπιμήκεις καὶ ἀραιαὶ κατάγονται, πρόδηλόν ἐστιν, ὅτι κακῶς ἔλεγεν Ἀναξαγόρας. οὕτως ἀνατρέψας τὴν Ἀναξαγόρειον ἐπίλυσιν ἐπάγει τὴν ἑαυτοῦ λέγων, ὅτι ἐπειδὴ γίνεταί τις ἀντιπερίστασις ἐν τῷ θέρει θερμασίας οὔσης πολλῆς, ἀντιπεριίσταται τὸ ψυχρὸν ἐν τῷ βάθει καὶ ἀποκλειόμενον πλουσιώτερον γίνεται. ἐντεῦθεν σύντομον τὴν ἀλλοίωσιν ἐπάγει τῆς ἀτμίδος καὶ τὴν πῆξιν τοῦ ὕδατος· ‘διὸ καὶ λαβρότερος ὁ τότε ὑετὸς κατάγεται καὶ ἡ χάλαζα λαβροτέρα, ἐπειδὴ καὶ ταχεῖα ἡ ἀλλοίωσις· τὰ γὰρ κτὰ ἀντιπερίστασιν περίστασιν δρῶντα συντομώτερον καὶ δραστικώτερον ποιοῦνται τὴν ένέργειαν’. οὕτω λύσας τὴν πρώτην ἀπορίαν τρέπεται καὶ ἐπὶ τὴν λύσιν τῆς δευτέρας λέγων, ὅτι ὕδωρ ἐστὶ κινούμενον τὸ πηγνύμενον. ᾗ μὲν οὗν ὕδωρ ἐστίν, ἐκφεύγομεν τὸ δεύτερον ἄτοπον τὸ λέγον · ‘πῶς τὰ παγέντα ἐνοῦνται;’, ἡ δὲ κινούμενον, ἐκφεύγομεν καὶ τὸ πρῶτον τὸ λέγον· διὰ τί μένει [*](2 δοκοῦσι] δοκεῖ Ar. (cf. 01. p. 94,20) 17 χαλαζόμεναι Va 19 μετ’ οὐ πολὺ] μεθ’ οὗ πολὺ Idelerus 22 μὴ om. G 31 cf. Ar. Α 12 p. 348b23 sqq.)
p. 348a14 Τοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον τουτέστι τοῖς περὶ Ἀναξαγόραν.
p. 348a20 Συμβαίνει δὲ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα ταῦτα· ἐντεῦθεν ἡ τῆς Ἀναξαγόρου ἐπιλύσεως ἀνατροπή.
p. 348a22 Καίτοι ἔδει ὥσπερ τὴν χιόνα.
Δι’ ἣν δὲ ἄρα αἰτίαν οὐ γίνεται καὶ ἡ χάλαζα ἐν τοῖς ὑψηλοῖς ὥσπερ ἡ χιὼν τόποις; καὶ λέγομεν, ὅτι ποῦ μὲν ἀτμίς ἐστι πηγνυμένη τὴν ἄνω διοικοῦσα φοράν, ποῦ δὲ ὕδωρ ἐπὶ τῆς χαλάζης καὶ ὕδωρ ἐπὶ τὰ κάτω κινούμενον. ὅσον οὖν ἐπὶ τῷ λόγῳ Ἀναξαγόρου ἔδει καὶ τὴν χάλαζαν ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὅπερ οὐκ ἔχει τὸ ἀληθές.
p. 348a23 Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα·
Τὸ δεύτερον ἄτοπον.
[*](1 ἡ om. G 3 γένηται om. a 16 αἰτιᾶται V: αἰτία G: αἰ * a 22 ταῦτα] γίνεσθαι χάλαξαν Ar. 24 post ὥσπερ add. καὶ Ar. 27 διοικοῦσα] fort. διώκουσα. cf. p. 1,21 sq.: 36,9)p. 348a26 Ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν.
[*](21r)Τὸ ἄτοπον, ὅτι γίνονται χάλαζαι μεγάλαι καὶ ἐπιμήκεις καὶ ἀραιαί,
p. α36 Ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι.
Τὸ συμπέρασμα τῶν ἑπομένων ἀτόπων τῇ Ἀναξαγόρου δόξῃ.
p. 348b2 Ἀλλ’ ἐπειδὴ ὁρῶμεν, ὅτι γίνεται ἀντιπερίστασις. Ἐντεῦθεν ἡ λύσις τοῦ Ἀριστοτέλους.
p. 348b15 Καὶ μάλιστα ὅταν μάλιστα· ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρόν.
Ἐφ’ ὅσον γίνεται ἡ ἀντιπερίστασις ἐπιτεταμένη, ἐπὶ τοσοῦτον καὶ τῆς πήξεως ἐπικρατεστέρα.
p. 348b17 Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ κάτω.
Ἐντεῦθεν τὴν λύσιν ἐπάγει τῆς δευτέρας ἀπορίας.
p. 348b26 Ἦττον δὲ τοῦ θέρους γίνονται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος]
‘H ἀπορία, διὰ τί μὴ μᾶλλον θέρους γίνονται χάλαζαι, ἐπειδὴ καὶ 21 ν πλείων ἡ ἀντιπερίστασις. καὶ λύει λέγων, ὅτι οὐ πάρεστιν ἡ ὑλικὴ αἰτία· ξηρότης γάρ ἐστιν.
p. 348b29 Γίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν. τουτέστι διὰ τὴν ἀντιπερίστασιν.
[*](1 φόβου τοιούτου ἄνευ τῶν νεφῶν Ga 2 τὸ δὲ ἄτοπον a 3 κάτω om. Ga 4 οὐ τῷ V 1a Ar.: οὐ τὸ V 2: οὕτως G 8 ὅταν μάλιστα et δ’ om. Ga 8. 9 ἀντιπεριστῇ G: ἐπιαντιπεριστῆ a M post ἐντὸς add καὶ G 13 φορὰ κάτω V: φορὰ ἡ κάτω Ar.: ψύξις G: πῆξις a 15 γίνεται Ar. 16 μέντοι om. a 17 Ἡ om. a)p. 348b30 Συμβάλλεται δ’ ἔτι καὶ πρὸς τὴν τραχύτητα τῆς [*](21v) ξεως καὶ τὸ θερμανθῆναι τὸ ὅδωρ.
Ἠ τῆς δευτέρας ἀπορίας τῆς λεγούσης· διὰ τί φθινοπώρου μᾶλλον ἢ ἔαρος, ἐπειδὴ πρὸς τὴν σύντομον τῆξιν συμβάλλεται τὸ προθερ μανθῆναι τὸ ὕδωρ;
p. 349a1 Χρῶνται τῷ καλάμῳ ὥσπερ τῷ μολίβδῳ.
οὐχ ὥσπερ αὐτοὶ κέχρηνται τῷ μολίβδῳ ἀποδεσμοῦντες ἐν τῇ ὁρμιᾷ οὕτω κέχρηνται νῦν τῷ καλάμῳ, ἀλλ’ ὥσπερ οἱ τὰ ἀγάλματα ἱστῶντές κέχρηνται αὐτῷ χάριν τοῦ στηρίξαι καὶ ποιῆσαι ἠρεμῆσαι ἐπὶ τὸν βωμὸν τὸ ἄγαλμα, ὡς λοιπὸν κρατουμένου τοῦ καλάμου ὑπὸ τοῦ κρυστάλλου μηδὲ αἴσθηται τῆς χειρὸς πρὸς κράτησιν. τὴν γοῦν χρείαν τῆς χειρὸς τοῦ ἁλιέως ποιεῖ ὁ κρύσταλλος.
p. 349a3 Θερμὸν δὲ γίνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἐν ταῖς ὥραις ταῖς χώραις ταῖς ἀλεειναῖς.
Τοῦτο ὡς πρὸς τὸ ἄνω ἀποδέδωκεν. ἐπειδὴ γὰρ ἔφη, ὅτι προθερμαίνουσι τὸ ὕδωρ καὶ οὕτω ψύχουσι, φησίν, ὅτι ἐν ταῖς θερμαῖς ὥραις τὸ ὕδωρ συντομώτερον θερμαίνεται, ἐπειδὴ καὶ ἁλμυρότερον εὑρίσκεται·
p. 349a4 Γίνεται δὲ καὶ περὶ τὴν Ἀραρίαν.
‘Η γὰρ ἀπορία, διὰ τί ἐν Αἰθιοπίᾳ ὑετὸς κατάγεται, εἴ γε μὴ ἔστιν ἐκεῖσε ὑγρότης. καὶ λύει λέγων, ὅτι ἔστιν, ἀλλ’ οὐκ ἐκεῖ γεγενημένη, ἀλλ’ ἐκεῖ σεσωρευμένη διὰ τὸ ἀποδιώκεσθαι τὰ νέφη ὑπὸ τῶν ἐτησίων βορειων ὄντων.
p. 349a9 Καὶ νιφετοῦ.
Ἀρχαίῳ ὀνόματι τὴν χιόνα νιφετὸν ἐκάλεσεν. οὕτω γοῦν καὶ ὁ ποιητὴς τῆς τὴν χιόνα καλεῖ.
Πρᾶξις ιݲεݲ.
p. 349a12 Περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων·
Ἄνεισιν ὁ φιλόσοφος μετὰ τὰ γινόμενα ἐκ τῆς ἀτμίδος ἔν τε τῷ ἄνω τόπω καὶ ἐν τῷ κάτω καὶ ἐπὶ τὴν καπνώδη ἀναθυμίασιν καὶ παραδίδωσι [*](1 καὶ (post ἔτι) om. Ar. ταχυτῆτα ταχύτητα Ν) Ar. 2 θερμανθῆναι] προτεθερμάνθαι Ar. 4 τὸ G: οm. Va 6 καλάμῳ] κρυστάλλῳ Ar. 10 ὑπὸ τοῦ κρυστάλλου om. a 11 αἵσθηται] an προσδέηται? 13 post ἐν add. τε Ar. 14 χώραις καὶ ταῖς ὥραις (contra FHN) Ar. 24. 25 ὁ ποιητὴς] Hom. K 7 δ 566)
p. 349a12 Περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων.
Ἄνεισι ἐπὶ τὸν λόγον τῆς καπνώδους ἀναθυμιάσεως καὶ παραδίδωσι τὰ ἐκ ταύτης γινόμενα οὐκ ἐκπυρομένης, ἀλλὰ μενούσης. οὕτω δέ ἐστι περὶ ἀνέμων καὶ πάντων πνευμάτων. τί οὗν καὶ τὰ πνεύματα οὔκ εἰσιν ἄνεμοι; ῥητέον, ὅτι περὶ μὲν ἀνέμων λέγει τῶν κατονομασθέντων, τῶν δὲ λοιπῶν πνευμάτων ἀκατονομάστων· ἔστι γὰρ πολλά, οἷα τὰ μεταξὺ καικίου τυχὸν καὶ βορρᾶ καὶ τῶν λοιπῶν.
p. 349a12 ἔτι δὲ ποταμῶν καὶ θαλάττης.
Προτίθεται εἰπεῖν περὶ ἀνέμων πρῶτον, εἶτα περὶ θαλάττης καὶ εἷθ’ οὕτως περὶ ποταμῶν. πλὴν οὐ περὶ ἀνέμων πρῶτον ποιεῖται τὸν λόγον, ἀλλ’ ἀπορήσας, εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη αὐτῶν καὶ εἰρηκώς, ὅτι οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ τῶν ποταμῶν, ἀποπλανᾶται καὶ περὶ τῶν ποταμῶν τὸν λόγον ποιεῖται κατακολουθῶν κἀν τούτῳ τῷ Πλάτωνι. οὕτω γὰρ κἀκεῖνος προτίθεται μὲν ἐν ταῖς Πολιτείαις περὶ δικαιοσύνης εἰπεῖν, ἀποπλανᾶται δὲ ὅμως καὶ τοὺς περὶ πολιτείας λόγους καταβάλλεται, ἄμεινον ἡγούμενος καταλιμπάνειν ἡμᾶς τὰ μικρὰ γράμματα, φημὶ δὲ τὴν δικαιοσύνην, καὶ κε. χρῆσθαι τοῖς μείζοσι γράμμασι, φημὶ δὴ ταῖς πολιτείαις. τούτῳ γὰρ καὶ μόνῳ διαφέρετον ἀλλήλων.
p. 349a16 εἰσὶ Εἰσὶ οἵ φασι τὸν καλούμενον καὶ τὰ ἐξῆς.
τινὲς τουτέστιν οἱ περὶ τὸν Ἱπποκράτην. οὗτος γὰρ τὸν ἄνεμον ἠέρος ἔλεγεν εἶναι χεῦμα καὶ ῥεῦμα· κινούμενον μὲν αὐτὸ ποιεῖν τοὺς ἀνέμους, ἠρεμοῦν δὲ τὸ ὕδωρ. ὅπερ ἀπίθανον· οὐδὲ γὰρ ἐκ μιᾶς ὕδωρ ὕλης καὶ ἄνεμοι γίνονται· τῶν μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις ὕλη, τῶν δὲ ἡ ἀτμιδώδης.
p. 349 a 20 Διὸ καὶ τῶν βουλομένων λέγειν τινὲς ἕνα φασὶν εἶναι ἄνεμον πάντας τοὺς ἀνέμους.
Τὸ δεύτερον πρόβλημα, ὅτι τινὲς διὰ τὸ εἶναι μίαν τὴν ὕλην τῶν [*](3 ἀρύεσθαι G: ἀρρύεσθαι Va 8 ante Ἄνεισι add. ῥητέον ὅτι Ga Ἄνεισι] ἂν εἰσὶν a 11 post ῥητέον add. οὖν Ga 13 τυχὸν] τυχόντα Ideler 17 ἀπορή σὰς] ἀποχρήσας a 20 ἐν ταῖς Πολιτείαις] Rep. Β p. 368 E; 369 A 27 αὐτὸ correxi : αὑτὸν VGa 28 ἠρεμοῦντα G 31 σοφῶς] σαφῶς Ga λέγει a 31.32 φασὶν ἄνεμον εἶναι Ar.)
p. 349a22 Ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα.
τουτέστι τὸ πνεῦμα, εἰ οὖν ἐστιν ὁ ἀὴρ ἓν καὶ τὸ πνεῦμα.
p. 349a23 Δοκεῖ δὲ διαφέρειν οὐδὲν διαφέροντα παρὰ ἰοὺς τόπους.
‘H ἔνστασις, ὅτι οἴονται ἕν εἶναι τὸν ἄνεμον μηδεμίαν ὅλως διαφορὰν τῶν ἀνέμων διὰ τὸ δίφορον τοῦ τόπου λέγοντες, καὶ ταῦτα εἴδους ὄντος διφόρου τῶν ἀνέμων, ὥσπερ καὶ τῶν ποταμῶν οἱ διάφοροι τόποι εἶδος ὑπάρχουσιν· οὐ γὰρ δεῖ τῷ κοινῷ τῆς ὕλης μηδὲν διαφέρειν τοὺς τόπους ἀεὶ ὑπολαμβάνειν.
p. 349a26 Διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν
Τουτέστιν οἱ ταῖς κοιναῖς ἐννοίαις ἑπόμενοι βέλτιον λέγουσιν· οἱ ζητοῦντές τι πρὸς τῷ μηδὲν χρηστὸν λέγειν ἀνατρέπουσι καὶ τὰ παρὰ ταῖς κοιναῖς ἐννοίαις ὀρθῶς διακείμενα.
p. 349a28 Εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ ἰὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες οὕτως.
ἐντεῦθεν ἐπὶ τὸ τρίτον μέτεισι ζήτημα ζητῶν εἰ μία ἐστὶν ἡ ὕλη ἐνεργεία τῶν ἀνέμων καὶ τῶν ὑδάτων. καί φησιν, ὅτι εἰ τῶν ποταμῶν μία ἡ ὕλη ἐστίν, ἴσως ἂν καὶ τῶν ἀνέμων ἐστὶν ἡ ὕλη. καὶ ἐπειδὴ ποταμῶν ἐμνήσθη, τρέπεται ἐπὶ τὸν αὐτῶν λόγον καὶ μακρὰν πλάνην πλανᾶται.
p. 349a32 Τί τ’ ἐστὶν ἄνεμος καὶ γεγένηται πῶς, καὶ τί τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῥέοντα τὸν ἄνεμον καὶ τὰ ἑξῆς. Τί μέν ἐστιν ἄνεμος, ὅτι κίνησις τῆς καπνώδους ἀναθυμιάσεως καὶ οὐ τοῦ ἀέρος· καὶ πῶς γίνεται, ὅτι τῆς ἀναθυμιάσεως ταύτης ταύτης- [*](3 Ἕνα] Ἵνα a 5 δοκεῖν Ar. παρὰ Va: περὶ G: διά Ar.; ef. v. 8 7 Ἡ om. a 8 διὰ] fort, παρὰ? (cf. v. 5) 15 τὰ om. d 18 ἄν τι (contra EHN) Ar. 22 μία] μιὰ a: ἄμα VG post ἀνέμων adde μία 23 τὸν περὶ αὐτῶν λόγον a ’) ὁ ἄνεμος Ar. γεγένηται] γίνεται Ar. 26 πότερον ἄρ’ ὥσπερ (praeter F) Ar.)
p. 349b2 Ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν.
Καὶ γὰρ καὶ τὴν τούτων ὕλην ἐνεργείᾳ νομίζουσιν εἶναι ἐν τῇ γῇ σωρευθεῖσαν, ὅπερ οὐκ ἀληθές φησι· καὶ λοιπὸν εἰς τὸν περὶ ποταμῶν εἰσβάλλει λόγον.
p. 349b7 Διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους.
Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἕκαστον πρὸς τῇ οἰκεία ἀρχῇ δραστικώτερόν ἐστιν. ἐπειδὴ οὖν τὸ συναχθὲν ἄρχεται ἐκδίδοσθαι ἐν χειμῶνι, διὰ τοῦτο πολλοῦ ὄντος τοῦ ἐκδιδομένου καὶ οἱ ποταμοὶ μείζονες. εἰσὶ δὲ οἱ μὲν ἀέναοι, οἱ δὲ χείμαρροι πρὸς τὴν πηγήν, ἐξ ἧς ἐκφύονται. εἰ γὰρ πλέον εἴη τὸ ἐξαγόμενον τοῦ ἐπιφερομένου, χείμαρροι, εἰ δὲ ἴσον ἢ πλέον, ἀέναοι. διηγεῖται δὲ καὶ περὶ τοῦ Νείλου, διὰ τί αὔξεται θέρους.
p. 349b15 Καίτοι φανερόν, εἴ τις βούλεται ποιῆσαι οἷον ὑποδοχὴν πρὸ ὀμμάτων.
Ἐντεῦθεν λοιπὸν ἐνίσταται πρὸς τὴν δόξαν τὴν λέγουσαν ἐνεργείᾳ τὸ ὕδωρ εἶναι σωρευθὲν ἐν τῇ γῇ καὶ ἐκ τούτου ῥεῖν τοὺς ποταμούς. καί φησι τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας τοῦ ἐκρέοντος πρὸς τὴν γῆν οὕτως· εἴ τις νοήσει τῇ φαντασίᾳ, πόσον ἐστὶν τὸ ἐκρέον ὕδωρ, εὑ· ῥήσει αὐτὸ ὑπὲρ τὴν ἀναλογίαν ὂν τῆς γῆς. πρὸ ὀμμάτων γὰρ ἐκάλεσε τὴν φαντασίαν, διότι πολλὴν συγγένειαν ἔχει ἡ ὄψις πρὸς τὴν φαντασίαν, ὅθεν καὶ ἐκ τῶν ὑποκειμένων τῇ ὄψει ἐκλήθη. πολλὴν δὲ συγγένειαν ἔχει διὰ τὸ τὴν φαντασίαν περὶ ἀπόντα ἐνεργεῖν, ἡ μέντοι ὄψις περὶ τὰ πόρρω ὄντα. πλησίον δέ ἐστι τὸ πόρρω τοὐ ἀπόντος καὶ ὁ ἐπὶ πολὺν χρόνον ἀποδημῶν τοῦ θανόντος.
p. 349b21 οὐ μὴν ἀλλὰ ἄτοπον, εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίνεσθαι.
ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα ἀποδίδοται.
[*](2. Ἐμπεδοκλῆς] immo Theophrastus; cf. adn. ad p. 97,6 5 τὸν ποιητὴν] Horn, κ 47 7 ἀγομένης] λεγομένης a 10 ἐνέργειαν G 17 (et 18) χείμαροι Ga 18 ἢ πλέον] nisi excidit τοῦτο τὸ ἐπιφερόμενον), scribendum μεῖον 20 ποιῆσαι] ποιήσας a ct Ar. 25 τῆ φαντασία G: τὴν φαντασίαν Va 32 νομίζοι (contra EFN) Ar.)p. 349 b 27 Ἔτι δὲ τοῦ μὴ γινομένου, ἀλλ' ὑπάρχοντος καθ' ἡμέραν.
[*](23r)ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. προάγει δὲ αὐτὸ οὕτως· οὐ δεῖ νομίζειν, ὅτι ὑποκάτω τῆς γῆς λίμναι εἰσὶν ὕδατος, ἐξ ὧν ἀπορρεῖ τὸ ὕδωρ, ἀλλ’ ὥσπερ ἐν τῷ ἄνω τόπῳ γίνονται ψεκάδες καὶ αὗται συνερχόμεναι ποιοῦσι ῥανίδα οὕτω δὲ καὶ ἐπὶ τῆς γῆς καὶ οἱονεὶ ἵδρωσίν τινα γενέσθαι. ἐξ οὗ καὶ οἱ ὑδροφάνται τεκμαίρονται, ποῦ δεῖ ὀρύττειν τῆς γῆς καὶ ἐξευρίσκειν πηγάς.
p. 349 b 33 Καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς.
τινὰ τῶν βιβλίων οὕτως ἔχει, ἕτερα ‘ἰδιώσης’. ἀλλ’ εἰ μὲν ‘ ἱδιώσης’, ἀντὶ τοῦ ‘ ἱδρώσης’, ὥς φησι καὶ Ὅμηρος·
Πρᾶξις ιςݲ
p. 350 a 2 Διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἑκτῶν ὀρῶν φαίνονται ῥέοντα·
Δείξας διὰ τριῶν ἐπιχειρημάτων τῇ προτεραίᾳ ὁ Ἀριστοτέλης μὴ οὖσαν τὴν ὕλην τῶν ποταμῶν ἐνεργείᾳ ὑπὸ γῆν σωρευθεῖσαν καὶ οὕτως ὥσπερ ἀπὸ πηγῆς ῥεῖν, ἔτι πρὸς τούτοις τὸ αὐτὸ τοῦτο δείκνυσι διά τετάρτου ἐπιχειρήματος. ὅτι γὰρ οὐκ ἐνεργείᾳ, φησί, δῆλον ἐκ τοῦ τοὺς ποταμοὺς ἐκ τῶν ὀρῶν ἔχειν τὴν ἀρχήν· ἐξ αὐτῶν γὰρ ἀπολειβομένη καὶ ἀποστάζουσα ἡ ὑγρότης ποιεῖ τοὺς ποταμούς. ὅτι δὲ ἀπὸ τῶν ὀρῶν εἰκότως ῥέουσιν οἱ ποταμοί, δῆλον· τὰ γὰρ ὄρη ἐπιτήδεια καὶ πρὸς τὸ δέξασθαι πολλὴν ὑγρότητα διὰ τὸ σηραγγῶδες αὐτῶν, ἀλλὰ μὴν καὶ πρὸς τὸ φυλάξαι· ὡς πετρώδη γὰρ ὄντα οὐκ ἀπογαιοῦσι τὸ ὕδωρ, ἀλλὰ φυλάττουσιν. ἔτι γε μὴν ἐπιτήδειά εἰσι καὶ πρὸς τὸ γεννῆσαι· ψυχρὰ γὰρ ὄντα τὴν ἀναγομένην ἀτμίδα εἰς ὕδωρ μεταβάλλουσιν. ὥστε οὖν δῆλον ἐκ τούτων, ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη τῶν ποταμῶν ἀποκειμένη. ἀλλ’ ἴσως τις [*](1. 2 Ἔτι—ἐπιχείρημα om. V 1 ὑπάρχοντος ὕδατος Ar. 8 εἶναι οἷον V: ἡ νέον G: εἰς ἓν a 8 et 13 πιδώσης Ar. Bekk.: πηδώσης VGa, Ar. codd. εἰς ὲν om. Ga 9"ante τινὰ litteram parum perspicuam add. V ἰδιώσης] lege ἰδιούσης (cf. Ar. p. 350 a 1) 10 ἱδρώσης] corrige ἱδρούσης Ὅμηρος] υ 204 11 δεδάκρυνται Homeri libri 14 post τί δέ ἐστι ‘πίδακας’ lacunam (litt. XI) statuit V ὁ ποιητὴς] Homeius compluribus Iliadis locis, ut Θ 47 17. 18 φαίνεται Ar. 21 ῥεῖν] malim ῥέουσαν nisi v. 19. 20 pro οὖσαν scribas εἶναι 27 ἀπογειοῦσι a: ἀποχέουσι Ideler 29 τούτων] τούτου Ga)
p. 350a2 Διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν. ἐντεῦθεν καὶ τὸ πρῶτον ἐπιχείρημα.
p. 350a4 Ὁμοίως δὲ καὶ αἱ κρῆναι.
Κρηνῶν καὶ ποταμῶν τὸ ἀπὸ γῆς ἔχειν τὴν ἀρχὴν διάφορον διὰ τὸ ποσόν· ὁ μὲν γὰρ ποταμὸς ἀπὸ μεγάλης πηγῆς, ἡ δὲ κρήνη ἀπὸ μικρᾶς. καὶ τὰ φρέατα δὲ ἀπὸ τῆς γῆς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ διαφέρουσιν, ὅτι ποῦ μὲν ἐπὶ τοῦ φρέατος ἀπὸ τοῦ βάθους τῆς γῆς ἐκδίδοται τὰ ὕδατα, ποῦ δὲ ἐπὶ πηγῶν καὶ κρηνῶν ἀπὸ τοῦ ἐπιπολῆς. διὸ ποταμοὶ μὲν καὶ κρῆναι ῥευστὰ ἔχουσι τὰ ὕδατα, τὰ δὲ φρέατα στάσιμα· οὐ γὰρ ἐκρέουσι· πλὴν εἰ καὶ στάσιμά εἰσι τὰ φρεατιαῖα ὕδατα, ἀλλ’ οὖν ὅμως οὐχ ὅμοια τοῖς λιμναίοις· ἐκεῖνα γὰρ ὑπόστασιν ἔχουσι, ταῦτα δὲ οὐκ ἔχουσιν ὑπόστασιν, διὸ ἀεὶ ἐκδίδοται ὕδωρ ἐκ τῶν κάτω τῆς γῆς.
p. 350a 6 ’Ev δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγοι γίνονται.
Διότι ἡ γῆ αὕτη οὐ δέχεται πολὺ ὕδωρ οὕτε ἔχει σήραγγας. ἀλλὰ μὴν καὶ ἀπο<γαιοῖ> ὡς μὴ πετρώδης, ὡς δὲ μὴ πάνυ ψυχρὰ οὐ γεννᾷ. [*](1 λόγοι] an <ὦ> λόγοτ? 6 τὸ] ἡ a 17 περιέχεται] τᾶι (initio novi folii) a 25 τῆς γῆς] πηγῆς Ga 27 πηγῶν] an ποταμῶν? ἐπιπολῆς] ἐπὶ πολλῆς a 29 εἰσί] ἐστί Ga 31 διὸ] scribe διότι 32 ὀλίγαι Ar. 34 ἀπο<γαιοῖ> scripsi coll. p. 103,27; 121,27: post ἄπο lacunaui (lilt, iv VG) ind. VGa)
p. 350a 10 Τί γὰρ διαφέρει κοῖλον καὶ ὕπτιον εἶναι;
Ἀντιπίπτοντος λύσις. εἰ καὶ περιφερὴς <ἢ> ὑπτία ἐστίν, † ἀλλ᾿ οὖν τὸ διάφορον σχῆμα διαφέρει πρὸς τὸ δέξασθαι σηραγγώδους ὄντος τοῦ ὄρους.
p. 350 a 12 Καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι.
*** οὐ μόνον συνάγουσι τὸ ἐκ τοῦ χειμῶνος ὕδωρ τὰ ὄρη, ἀλλὰ καὶ γεννῶσι διὰ τὴν ψύξιν, ὥστε οὐκ ἐνεργείᾳ πᾶσα ἡ ὕλη τῶν ποταμων.
ρ. 350 a 15 Δῆλον δέ ἐστι τοῦτο θεωμένοις ἡμῖν τὰς τῆς γῆς περιοοους.
᾿Εντεῦθεν ἡ ἱστορία. πλὴν οἱ τοῖς περὶ Θεόπομπον καὶ τοῖς ἄλλοις ἱστοριογράφοις ἀπησχολημένοι πράγματα παρέχουσιν Ἀριστοτέλει, διότι πολλὰ λέγει παρ᾿ ἱστορίαν· πλὴν Ἀριστοτέλης οὐδενὸς τούτων φροντίζει καταφρονῶν τοῦ παραδείγματος. περιόδους δὲ λέγει τῆς γῆς τὰ διάφορα αὐτῆς μέρη. περίοδοι δὲ λέγονται διὰ τοὺς περινοστήσαντας καὶ συγγραψαμένους· συνεγράψαντο γὰρ τὴν τῆς γῆς θέσιν ὡς καὶ τῶν ποταμῶν καὶ τῶν λοιπῶν πάντων τὰς διαφορὰς τῶν μὲν αὐτόπται γενόμενοι, τῶν δὲ αὐτήκοοι.
p. 350 a 18 Ἐκ τοῦ καλουμένου Παρνασοῦ.
᾿Ηπόρηται, διὰ τί τοῦτο τὸ ὄρος τῆς ᾿Ασίας λέγει καὶ διὰ τί πρὸς τὰς χειμερινὰς ἀνατολάς, καὶ λέλυται ἑκάτερον.
p. 350 a 22 ῾Η ἔξωθεν θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐνταῦθα.
Ἔξω θάλατταν τὴν Ἐρυθρὰν διὰ τὸ μὴ ἔχειν πέρας. πλὴν νῦν μέν φησιν, ὅτι ἔν τινί ἐστι τόπῳ ἰσθμὸς συνάπτων τὰς δύο ἠπείρους. [*](1 μικρότατοι Ga 2 αἱ om. Ga 3 κοίλην καὶ ὑπτίαν ἢ πρηνῆ τὴν περιφέπειαν εἶναι Ar. 4 ἣ addidi; cf. p. 104,1 sq. lege ἀλλ᾿ οὑν 〈οὐδὲν〉 τὸ δ. (cf. lemina) 5 τοῦ ὄρους om. in lac. G 6 ψύχουσι Ar.: ψύχουσι ὑποχοῦσι V: ὑποχοῦσι a: ὑπόχει G. ὑποχοῦσι vocem suspicor ex ψύχουσι esse corruptaui 7 οὐ a: om. post lacunam (litt. xii V, vii G) VG ὕδωρ τὰ ὄρη om. in lac. G 10 ἡμῖν om. Ar. 12 Ἐντεῦθεν—παραδείγματος (15) om. a θεόπεμπτον G 20 Παρνασσοῦ καλουμένου Ar. 23 ἔξωθεν] ἔξω Ar., et Ol. v. 25 23.24 ἐνταῦθα] ἐντεῦθεν Ar. 26 τόπῳ ἐστὶν trauspon. a)
p. 350 a 24 Τούτου δ’ ὁ Τάναϊς ἀποσχίζεται.
Τάναΐν φησι τὸν διορίζοντα Εὐρώπην ἀπὸ Ἀσίας. περὶ οὗ φησι Διονόσιος·
Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει.
p. 350 a 26 ’Ex δὲ τοῦ Καυκάσου.
Ὁ Καύκασος ὄρος ἐστὶ τῆς Εὐρώπης μέγιστον κατά τε τὸ πλάτος καὶ τὸ βάθος ὑπάρχον.
p. 350 a 30 Σημεῖον δέ, ὅτι ὁρᾶται ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων.
τόπος ἐστὶ περὶ τὸν πόντον βαθύτατος, ἐν ᾧ μέλλει ἐρεῖν, ὅτι καὶ γλυκὺ ὕδωρ εὑρίσκεται. ‘βάθος’ δὲ καλεῖται, ὅτι οὐδεὶς ἠδυνήθη καταλαβεῖν τὸ βάθος αὐτοῦ. πλὴν ἐμοὶ δοκεῖ μὴ καταληφθῆναι τὸ βάθος οὐ διὰ τὸ ἄπειρον αὐτὸ εἶναι, ἀλλ’ ἐπειδὴ ἀναδίδοται ἐκεῖ γλυκὺ ὕδωρ, ὡς εἴρηται. τοῦτο δὲ μετὰ πολλοῦ πνεύματος ἀναφέρεται καὶ οὐ συγχωρεῖ τὰ βάρη κατενεχθῆναι· † ἀνωχοῦνται γὰρ ὑπὸ τῆς τοῦ πνεύματος βιαίας φορᾶς· περισκορπίζονται οὖν ἐν τῷ πλάτει τὰ ἐξαπτόμενα σχοινία τοῦ βάρους, καὶ διὰ τοῦτο καὶ πολλῶν καὶ μεγίστων σχοινίων ἐμβαλλομένων οὐ καταλαμβάνεται τὸ βάθος. ἢ οὖν τοῦτο, ἢ εἰπὲ καὶ ἄλλο. καταληφθῆναι νομίζουσιν οἱ περὶ ταῦτα ἀπησχολημένοι τὴν ἐκ τοῦ ἐν ταῖς βολίσι ταῖς παρ’ αὐτοῖς βαλλομέναις ψάμμον ἀνάγεσθαι, ἐξ ἧς καὶ τοὺς διαφόρους τόπους ἐν πελάγεσιν ὄντες καταλαμβάνουσι. ταύτην οὐν οὐκ ἐνδέχεται τὴν ψάμμον ἀνενεχθῆναι διὰ τὸ μὴ εἶναι ὑποστάθμην τοῦ ὕδατος, ἀλλ’ ὥσπερ ἐπὶ φρέατος ἀναβρύειν τὸ ὕδωρ, ἢ εἰ καὶ ἀναφέρεται, περισκορπίζεται διὰ τὴν κίνησιν τοῦ ὕδατος πολυειδῆ ὑπάρχουσαν.
p. 350b8 Περὶ οὖν τοῦ μεγέθουσ λίαν εἰσὶν οἱ λεγόμενοι μυθώδεις.
Ἄπιστον γὰρ μέγεθος περὶ αὐτό φασι καὶ ὅμοιον τοῖς ὑπὲρ Θούλην ἀπίστοις. ὑπὲρ Θούλην δ’ εἰσὶν ἄπιστα τὰ πάνυ διεψευσμένα· λέγοντι δὲ οὕτω, διότι καὶ τὰ περὶ τῆς νήσου ταύτης λεγόμενα μυθώδη εἰσί.
[*](3 ἐπιπόλεων G 6 Διονύσιος] Perieg. v. 14 7 διὰ μέσον VGa 11 post σημεῖον δέ add. τοῦ μὲν ὕψους Ar. ὁρᾶται καὶ ἀπὸ Ar. 12 καὶ ἔτι λίμνης πλεόντων Ga 13 ἐν—ὄτι om. in lac. G ἐρεῖν, ὅτι V: λέγειν ἔτι a 14 καλεῖται om. in lac. G 18 ἀνωχοῦνται Ga: ἀνοχοῦνται V. cf. adn. ad p. 81, 23 28 Περὶ οὑν] περὶ ὧν Ar. οἱ λεγόμενοι λόγοι Ar.)p. 350 b 13 Καὶ τοῦ Νείλου τὸ ῥεῦμα πρῶτον ἐκ τοῦ Ἀργυρέου καλουμένου ὄρους.
Ὁ μὲν οὖν Ἀριστοτέλης, ὥσπερ καὶ ὁ Πτολεμαῖος, φησὶ πηγὰς ἕχειν [*](24r) τὸν Νεῖλον· ‘Ηροδότῳ δὲ μᾶλλον πιστευτέον ἐντεῦθεν λέγοντι ἐκ τῆς ἀντοικουμένης ἔχειν τὴν ἀρχὴν αὐτόν· διὸ καὶ θέρους πλημμυρεῖ, ὅτε ἐκεῖσε χειμών. ὅτι γὰρ οὐκ ἀπὸ πηγῆς ῥεῖ, πρόδηλον· τὴν γὰρ Μερόην φασὶ νῆσον εἶναι κυκλουμένην ὑπὸ τοῦ Νείλου, τὰ δὲ μετὰ τὴν Μερόην ἀοίκητά αὐτὸ λοιπὸν ἡ ἀντοικουμένη.
p. 350 b 15 Ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου.
Πίνδος ὄρος ἐστὶ Πελοποννήσου.
ὄρος τοῦτο Θρᾳκικόν, ὥσπερ οὖν καὶ Ἡρόδοτος αὐτὸς μέμνηται.
p. 350 b 20 Ἐπεὶ καὶ ὅσοι αὐτῶν ἐξ ἑλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει.
Ἀντιπίπτοντος λύσις. ὥς τινος γὰρ ἐρωτῶντος· ‘καὶ μὴν ἐν τοῖς ἕλεσιν ὁρῶμεν ποταμούς’ ἐπάγει τὴν λύσιν, ὅτι πάντως ἐπάνω τοῦ ἕλους τούτου ὄρη εἰσίν, ἐξ ὧν ἀποστάζει ἡ ὑγρότης. πάντες οὖν οἱ ποταμοὶ ἀπὸ ὄρους ῥέουσιν.
p. 350 b 22 Ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν.
Τὸ συμπέρασμα.
p. 350 b 30 Οὐ μὴν ἀλλὰ καὶ τοιούτους τόπους ἔχοντας πλῆθος ὕδατος.
ἐντεῦθεν ἐπὶ τὸ τελευταῖον μέτεισι λέγων, ὅτι οἶδα κἀγώ, ὡς ἔστιν ἐνεργείᾳ τῶν ποταμῶν ἡ ὕλη, ἀλλ’ οὐ μόνη. ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην ἐκ τῆς γῆς γεννώμενον ὕδωρ * οἷον λίμνας οὐδὲν ἄτοπον, πλὴν οὐ τηλικαύῥεῦμα [*](1 post add. τὸ Ar. Ἀργυροῦ Ar. 3 Πτολεμαῖος] Geogr. IV 8 p. 307 Wilberg. 4 Ἡροδότῳ] Β 24 5 διὸ] δι G 6 (et 7) Μερόην Ideler: Μερόπην VGa 8 ἡ] μὴ G 9 ante ὁ add. πρῶτον (Ja 11 Σκόμβρου Ar. : κόμβρου VGa 12 Ὅρος] ὄρους (cum lemmate couiunctuiu) Ga ‘Ηρόδοτος] imino Thucydides Β 96 αὐτὸς] εὐθὺς Ga 13 post αὐτῶν add. ῥέουσιν Ar. 22 τοιούτους εἶναι τόπους Ar. 26 auto οἷον addideriin ὑποθέσθαι. of. p. 110,3)
p. 351 a 3 Περὶ τὴν Ἀρκαδίαν.
Ἐπειδὴ ἡ Πελοπόννησος εἰς πέντε διῄρηται, Ἀρκαδίαν, Μεσσήνην, Ἤλιδα, Ἀργὸς καὶ Λακεδαίμονα, διὰ τοῦτο εἶπε περὶ τὴν Ἀρκαδίαν τῆς Πελοποννήσου. συμβαίνει οὗν ἐν αὐτῇ ἀναποθῆναι ποταμὸν καὶ ἐν ἄλλῳ τόπῳ ἐκφανῆναι· ἀνεπόθη δέ, ἐπειδὴ ὄρους παρακειμένου μὴ ἔχων διέξοδον, ἀλλὰ καὶ βιαζόμενος ἐκ τοῦ ἐπιφερομένου ὕδατος δίοδον αὑτῶ ἐπὶ τὰ κάτω ἐποιήσατο.
p. 351 a 8 Ἅλλην γὰρ περὶ τὸν καύκασον λίμνην καλοῦσιν οἵαν καὶ θάλατταν.
Περὶ τῆς Μαιώτιδος λίμνης λέγει, ὅτι αὐτὴ ἀνεπόθη καὶ ἡ ἔκφανσις αὐτῆς γέγονε περὶ τὸν Πόντον, ὡς ἐκεῖθεν γλυκὺ ὕδωρ ἀναβρύεσθαι, εἰς οὓς τόπους ἡ ἔκφανσις γέγονεν ἐν τῇ θαλάττῃ. ζητῆσαι δὲ ἄξιον, τί δήποτε θάλασσαν αὐτὴν ἐκάλεσε. καί φαμεν· ἢ διὰ τὸ μέγεθος (οὕτωγὰρ καὶ τὴν θάλασσαν ‘λίμνην' ἐκάλεσεν ὁ ποιητὴς διὰ τὸ πλάτος, εἰρηκώς·
p. 351 a 12 Ταῦτα γάρ ἐστιν ἄπειρόν τι τῆς θαλάττης βάθος.
[*](24v)εἴρηται, ὅτι οὐ κατὰ ἀλήθειαν ἄπειρόν ἐστιν, ἀλλ’ ἀπάτη γίνεται, ποία δὲ ἡ ἀπάτη γίνεται.
p. 351 a 13 Αὕτη δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια ὕδωρ ἀναδίδωσι.
Τρισσαχῇ, περὶ στάδια τριακόσια. ὁ μὲν φιλόσοφος εἶπεν· ἀπὸ τῆς Μαιώτιδος λίμνης ἀριθμούντων εἰσὶ τὰ στάδια, ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῆς παρακειμένης γῆς τῷ Πόντῳ ἀριθμῆσαι· ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης εἰς τὸν Πόντον πάνυ πολύ ἐστι διάστημα.
p. 351 a 16 Καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεται ποταμος.
οὐχ ὅτι Ῥοδανός, ἀλλ’ ὅτι ἄλλος ἴσος αὐτῷ καταπίνεται. οὗτος δὲ ὁ Ῥοδανὸς οὕτως ἐστὶ μέγιστος, ὥστε καὶ ναῦς ἐν αὐτῷ πλεῖν, ὅπερ ἔστι καὶ ἐπὶ τοῦ Νείλου.
Πρᾶξις ιζ.
p. 351 a 19 Οὐκ ἀεὶ δ’ οἱ αὐτοὶ τόποι τῆς γῆς καὶ τὰ ἑξῆς.
Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι μεταβάλλει τὰ μέρη τῆς γῆς κατὰ τὸ ξηρότερον καὶ ὑγρότερον, | ἀπὸ ὑγροῦ ξηρότερα γινόμενα καὶ ἀπὸ ξηροῦ [*](25r) ὑγραινόμενα. τριττῆς δὲ οὔσης τῆς ὑγρότητος, ἢ ποτίμου ἡ ἁλμυρᾶς ἢ ἑλώδους, δείκνυσι πᾶσαν ὑγρότητα εἰς ξηρότητα μεταβάλλουσαν. ὅτι γὰρ ἀπὸ ποτίμου ὑγρότητος μεταβάλλει ἡ γῆ <εἰς> ξητότητα καὶ ἀπὸ ξηρότητος εἰς ὑγρότητα πότιμον, δηλοῦσιν αἱ ἀναπόσεις καὶ αἱ ἐκφάνσεις τοῦ ποταμοῦ. οἱ γὰρ τόποι, ἐν οἷς ἀνεπόθη, πάλαι ὑγροὶ ὄντες νῦν ξηροὶ ἐγένοντο· ἐν οἷς δ’ ἀνεφάνη τόποις, πάλαι ξηρότητος οὔσης νῦν ὑγρότης ἐπλεόνασεν. οὕτω μὲν κατὰ τὴν πότιμον ὑγρότητα. ἀλλὰ μὴν καὶ κατὰ τὴν ἁλμυράν· καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ καὶ τὴν ἤπειρον θαλαττοῦσθαι καὶ τὴν θάλατταν ἠπειροῦσθαι· ἡ γὰρ μεταβολὴ νῦν κατὰ ξηρότητα καὶ ὐγρότητα γέγονεν, ἀλλὰ ὑγρότητα ἁλμυράν. συμβαίνει δὲ τοῦτο τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν ἤπειρον θαλαττοῦσθαι διὰ τὸν μέγαν καλούμενον χειμῶνα καὶ τὸ μέγα θέρος. μέγας δέ ἐστιν ὁ χειμών, ἡνίκα πάντες οἱ πλάνητες ἐν χειμερινῷ ζῳδίῳ γένωνται, ἢ ‘γδροχόῳ ἢ Ἰχθύσι· μέγα δέ [*](1 γάρ ἐστιν] δ’ ἐστὶν Ar. 3 ποία δὲ ἡ ἀπάτη γίνεται om. a 4 Αὕτη δὲ] ταύτῃ δὴ δὲ FHN) Ar. 5 πότιμον ἀναδίδωσιν ὕδωρ Ar. 6 τρισαχῆ περὶ στάδια τρ. Ga: περισταδὸν (correctione incerta) τρ. V 11 καταπίνεταί τις ποταμός Ar. 21 εἰς addidi 31 ἡ ‘γδροχόῳ—γένωνται (p. 112, 1) om. V)
p. 351 a 19 Οὐκ ἀεὶ δὲ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ὑγροί εἰσιν [*](25v) οὔτε ξηροί.
Εἴρηται, ὅτι μεταβάλλει ἡ γῆ κατὰ τὸ ξηρὸν καὶ ὑγρόν, καὶ ὄπ τὸ ὑγρὸν ἢ πότιμον ἢ ἁλμυρὸν ἢ ἑλῶδες. διὰ τί δὲ ἄρ εἰς τοῦτο ἦλθεν; οὐ μάτην, ἀλλ’ ἐπειδὴ περὶ ἀναπόσεως καὶ ἐκφάνσεως προσεχῶς εἶπε, διὰ τοῦτο ζητεῖ τὴν γινομένην μεταβολήν . καὶ γὰρ ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως μεταβολή τις γίνεται.
p. 351 a 20 Ἀλλὰ μεταβάλλουσι κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ ἀπολείψεις.
Ἴδου τὸ πρῶτον εἶδος τῆς μεταβολῆς τῆς ἀπὸ ποτίμου ὑγρότητος εἴς ξηρότητα γινομένης, ὡς ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως ποταμῶν. γένεσιν γὰρ καλεῖ τὴν ἔκφανσιν, ἀπόλειψιν δὲ τὴν ἀνάποσιν.
p. 351 a 21 Διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν.
Τὸ δεύτερον εἶδος τῆς μεταβολῆς τὸ κατὰ τὴν ἁλμυρὰν ὑγρότητα μεταβάλλειν εἰς ξηρότητα, ὡς ἔχει ἐπὶ θαλάττης ἠπειρουμένης καὶ ἠπείρου θαλαττουμένης. διὰ δὲ τοῦ εἰπεῖν διό ἐδήλωσε καὶ τὴν αἰτίαν, διὰ τὴν τῶν ποταμῶν γένεσίν τε καὶ ἀπόλειψιν. διὰ τοῦτο μὲν θάλαττα, ὡς εἴρηται, ἠπειροῦται, ἤπειρος δὲ θαλαττοῦται.
p. 351 a 25 Καὶ μέντοι τινὰ τάξιν χρὴ νομίζειν ταῦτα γίνεσθαι.
Διὰ τούτου ἐνδείκνυται ἡμῖν τὴν τοῦ μεγάλου ἐνιαυτοῦ τάξιν. ὅταν οὖν γένηται μέγας χειμών, τότε ἤπειρος θαλαττοῦται, καὶ ὅταν δὲ μέγα θέρος, τότε ἡ θάλαττα ἠπειροῦται· ὅταν γὰρ χειμὼν γένηται, πλεονεξία ἐστὶν ὑδάτων, ὅταν δὲ θέρος, σπάνις.
p. 351 a 26 Ἀρχὴ δὲ τούτων καὶ αἴτιον καὶ τὰ ἑξῆς.
τὴν αἰτίαν βούλεται εἰπεῖν, δι’ ἣν ἐν τῇ τάξει τοῦ μεγάλου ἐνιαυτοῦ συμβαίνει θέρους μὲν γινομένου τὴν θάλατταν ἠπειροῦσθαι, χειμῶνος δὲ τοὐναντίον· ἐπειδή, φησί, τὰ μέρη τῆς γῆς ἀκμάζει τε καὶ φθίνει, καθάπερ καὶ τὰ ἔμψυχα. καὶ ἀκμάζει μὲν δεχομένη ὑγρότητα, φθίνει δὲ ξηραινομένη· ὑγραίνεται δέ, ὅταν ἡ] ψύξις ᾖ, τουτέστιν ὅταν γένηται χειμών, ξηραίνεται δέ, ὅταν ᾖ θερμασία, τουτέστιν ὅταν γένηται θέρος. ἐντεῦθεν, [*](1 οὗτ’ ἔνυγροι Ar. 5 εἶπε V: εἰπὼν Ga 9 καὶ τἀς ἀπολείψεις Ar. 15 κατὰ] lege καὶ 20 καὶ] κατὰ Ar. νομίζειν χρὴ Ar. 25 καὶ (post τούτων) om. G . 28 ἐπειδὴ Ga: ἐπεὶ δέ V ἀκμάζει Ga: αὐξάνει V 30 ἡ delevi)
p. 351a28 Πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος.
Τὸ γὰρ τοῦ ἀνθρώπου, φέρε εἰπέ, σῶμα ὅλον ὡς ὅλον ἀκμάζει τε καὶ φθίνει, ἡ δὲ γῆ οὐχ ὅλη, ἀλλὰ κατὰ διάφορα μέρη. τοῦτο δὲ γέγονεν, ἵνα μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν εἴη μέσον τι μήτε καθ᾿ ὅλον φθαρτόν, μήτε καθ᾿ ὅλον ἄφθαρτον.
p. 351a31 Διὰ φύξιν καὶ θερμότητα.
οὐ διὰ ταῦτα δὲ μόνον ἀπλῶς ἕπεται ἀκμὴ καὶ φθίσις, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ ὑγρότητα, ὅθεν καὶ οἱ νεκροὶ ῾ἁλίβαντες᾿ ὡς κατάξηροι.
p. 351 a 31 Ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει ὡς διὰ ἥλιον.
Ὁ μὲν Ἀριστοτέλης· τὰ μέρη τῆς γῆς, οἷον τυχὸν τὰ ὄρη, διὰ τὸν ἥλιον, φησί, καταξηραινόμενα καὶ ἐκκαιόμενα συμπίπτει· πλὴν οὐκ ἔστιν ἱκανὸς ὁ ἥλιος μόνος τοῦτο ποιῆσαι, ἀλλ᾿ ἡ σύνοδος πάντων τῶν πλανήτων ἢ τυφῶνες καὶ πρηστῆρες καὶ κεραυνοί· ταῦτα γὰρ ἱκανά εἰσιν ἐκφλέξαι ὄρη καὶ διαφθεῖραι.
p. 351 b 8 ᾿Αλλὰ διὰ τὸ γίνεσθαι πᾶσαν τὴν φυσικὴν γένεσιν καὶ τὰ ἑξῆς.
Τὰς αἰτίας λέγει τῆς ἀγνοίας τῆς μεταβολῆς μήπω τὸ ἄλλο μὲν εἶδος εἰρηκὼς τὸ κατὰ τὴν ἑλώδη ὑγρότητα γινόμενον. εἰσὶ δὲ τρία· ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινομένην, ἢ διὰ τὰς ἀθρόας ἀπωλείας, ἢ διὰ τὰς μετοικίσεις καὶ μεταναστάσεις.
[*](6. 7 πλημμυροῦσαι κτλ.] fort, omnia sana; cf. p. 116,7; 117,18 sq. 8 ἐξωθῆται a 9 ἐκείνοις μὲν] ἐκείνη Ga 10 εἰπὲ a: εἶπε VG 15 ταῦτα δὲ scripsi: ταὐτὰ δὲ Va: ταῦτα G 16 οἱ om. a 17 ὡς om. Ar. 23 τὴν φυσικὴν γένεσιν scripsi: τὴν φύσιν κὴν (sic) γένεσιν V: τῇ φύσει καὶ περὶ τὴν γένεσιν Ga: τὴν φυσικὴν τὴν περὶ γῆν γένεσιν Ar. 28 μετοικήσεις G; cf. p. 113,30)p. 351b 22 τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς [*](25v) λανθάνειν.
Ὥσπερ γὰρ αἱ μεταναστάσεις κατὰ μέρος γίνονται, οὕτω καὶ oi κατοικισμοὶ κατὰ μέρος γεγόνασι. τοῦτο δέ, φησί, γίνεται διὰ τὸ ἐκ λιμνωδῶν τόπων ξηράν τε καὶ εὔκρατον γίνεσθαι τὴν χώραν, ὥσπερ οὖν καὶ αι μεταναστάσεις | διὰ τὸ ἐναντίον. τοιοῦτον δέ, φησί, συμβέβηκε καὶ περὶ [*](26r) τὴν Αἴγυπτον. πάλι γὰρ θάλαττα οὖσα διὰ τὸ ἐπιφέρειν τὸν Νεῖλον· ἰλὺν γεγόνασιν ἠιόνες, ὡς λοιπὸν ἕλη γενέσθαι καὶ λίμνας ὡς εἴρηται καὶ ἐπὶ τῆς μιᾶς Μαιώτιδος λίμνης· ἐντεῦθεν πάλιν ἐπιφερομένης ἰλύος λίμναι ἠπειρώθησαν. ὅτι δὲ Αἴγυπτος πάλι θάλαττα ἦν καὶ ὕστερον ἠπειρώθη, δείκνυσιν ἔκ τε τοῦ χειροποίητα εἶναι τὰ στόμια καὶ ἐκ τοῦ τὸν ποιήτην, παλαιὸν ὄντα μὴ μνησθῆναι Μέμφιδος, ἅτε δὴ μήπω ἀπογαιωθείσης ταύτης τῆς πόλεως. δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ τῶν κογχυλίων καὶ χελυνῶν ἐκεῖ εἶναι ὄστρακα,, ὅπερ ἐστὶν ἐγκαταλείμματα τῶν ὀστρακοδέρμων τῶν ἀπομεινάντων ἠπειρωθείσης τῆς θαλάττης. καὶ ὁ μὲν φιλόσοφος οὕτως ἐξηγήσατο, ὅτι πάλαι ἡ Αἴγυπτος θάλασσα ἦν καὶ ἠπειρώθη, ἐμοὶ δὲ μᾶλλον δοκεῖ ἑλώδεις εἶναι τοὺς τόπους καὶ διὰ τοῦτο ἀοικήτους καὶ τῆς ἰλύος ἐπιφερομένης ἀπογαιωθῆναι καὶ ξηρανθῆναι αὐτά, οἷόν τι καὶ περὶ τὸ Ἀργὸς συνέβη, ὡς μέλλει εἰπεῖν · κἀκεῖνο γὰρ ἑλῶδες ὂν νῦν οἰκεῖται. καὶ ταύτῃ τῇ ἐξηγήσει ἁρμόσει τὰ ἐπιχειρήματα· διὰ γὰρ τοῦτο χειροποίητα τὰ στόμια, ἐπειδὴ εἰ καὶ ἰλὺν ἐπέφερεν ὁ Νεῖλος, ἀλλ’ οὖν ἐκ τῆς πολλῆς ὑγρότητος κατακλυζόμενοι ἐπενόησαν τά στόμια, ἵνα ἐκρέῃ τὸ ὕδωρ. ἀλλὰ μὴν καὶ ὁ ποιητὴς Θηβῶν μέμνηται ὡς πλουσίων, Μέμφιδος δ’ οὐ μέμνηται, ἴσως διὰ τὸ καταλιμναζομένην αὐτὴν τότε μὴ οἰκεῖσθαι. εἴ δὲ καὶ εὑρίσκονται ὄστρακα κογχυλίων, ἀλλ’ οὖν οὐκ ἀναγκαῖος ὁ τοιοῦτος λόγος τοῦ πάλαι αὐτὴν εἶναι θάλασσαν· καὶ ἐν ὄρεσι γὰρ ὑψηλοτάτοις ἀπέζουσι πολὺ τῆς θαλάσσης εὑρίσκονται, ἴσως διὰ τὸ σφοδροτέρους ἀνέμους μετεωρίζοντας αὐτὰ ἀπὸ τῶν θαλαττίων τόπων ἐκρίπτειν ἐκεῖ. ὅτι δὲ μᾶλλον ἡ δευτέρα ἐξήγησις ἀληθής, πρόδηλον ἐξ αὐτοῦ Ἀριστοτέλους. ἐπάξει γὰρ λέγων οὕτως· ἱείς τὰ γινόμενα ξηρὰ ἐξ ἑλωδῶν δὲ καὶ ὑγρῶν.’ καὶ μὴν ταύτην τὴν ῥῆσίν φησιν· ‘τοιοῦτόν τι συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον.’ δηλονότι ὁ λόγος ἐστὶ περὶ τῆς μεταβολῆς τῆς ἀπὸ ἑλώδους ὑγρότητος εἰς ξηρότητα γινομένης.
p. 351 b 30 Διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν.
Σημείωσαι, ὅτι οὐκ εἶπε ξηραινομένης τῆς θαλάσσης, ἀλλὰ τοῦ ἑλώδους.
[*](5 ξηράν et εὔκρατον sciipsi: ξηρῶν et εὐκράτων VGa 12 ὄντα παλαιὸν transpou. a 13 χελυνῶν scripsi: γελλίνων VGa 19 ὃν] ὃ a 23 δ’ om. a 30 οὕτως λέγων] Ar. p. 351 b 24 τὰ μεταβάλλοντα καὶ γινόμενα Ar. ἑλωδῶν καὶ ἐνύδρων Ar. 31 οἷον συμβ. Ar. 34 ξηραινομένου τοῦ ἑλώδους εἵδους Ga)p. 351 b 32 Φαίνεται δὲ οὖν καὶ στό ματα πάντα, πλὴν ἑνὸς τοῦ [*](26r) Κανωβικοῦ.
Τὸ πρῶτον ἐπιχείρημα, δι’ οὗ δείκνυσιν, ὅτι οὐκ ἦν οἰκουμένη πάλαι ἡ Αἴγυπτος. ἀλλ’ ὁ μὲν φιλόσοφος, ὡς εἰρήκαμεν, θάλατταν αὐτὴν ἔλεγεν εἶναι, ἡμεῖς δὲ μᾶλλον ἑλώδη τόπον.
p. 351 b 34 Καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι. ὸ δεύτερον ἐπιχείρημα.
p. 352 a 2 Τοῦτο δὲ ὡς ἐοικὸς συμβαίνει· οἱ γὰρ κάτω τόποι τῶν ἄνω ὕστερον ᾠκίσθησαν.
Πάλαι μὲν Θῆβαι ἦσαν, οὔπω δὲ Μέμφις, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἄνω τόπους τῶν κάτω ταχύτερον οἰκεῖσθαι· οὗτοι γὰρ πρῶτον ἀπογαιοῦνται. ἀλλ’ εἰ μὲν θαλάττης ὑποκειμένης, ἔχεις τὴν αἰτίαν εἰρημένην ἐν τῇ θεωρίᾳ· εἰ δέ, ὡς ἡμεῖς οἰόμεθα, ἑλώδεις ἦσαν οἱ τόποι, ὅπερ καὶ Ἀριστοτέλης φησί, διὰ τοῦτο οἱ κατώτεροι τόποι ὕστερον ᾠκίσθησαν ἐκεῖ, ἐπειδὴ ὡς ἐν κοίλοις καὶ χθαμαλοῖς τόποις αἱ ὑγρότητες συρρέουσαι λιμνάζειν ἐποίουν, ἀλλ’ οὐκ ἀπογαιοῦσθαι.
p. 352 a 5 Μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθηνεῖ.
Ποῖον τοῦτο; τὸ ἑλῶδες καὶ τὸ λιμνῶδες εἰς αὐτὸ κατήντησεν, εἰρηκὼς καὶ ‘διὰ τὸ λιμνάζεσθαι ἐν ταῖς ἐσχατιαῖς μᾶλλον’. τοῦτο οὖν τὸ λιμναζόμενον χωρίον μεταβάλλον πολλάκις εἰς εὔκρατον εὐθηνεῖ, οἷόν τι συμβέβηκε καὶ περὶ τὸ Ἅργος.
p. 352 a 14 Ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντων μικρῶν, τοῦτο δεῖ νομίζειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας ὅλας.
‘Ορᾷς, ὅτι περὶ τῆς Αἰγύπτου ἔλεγεν οὐχ ὡς θάλασσαν ἀπογαιωθεῖσαν, ἀλλ’ ὡς ἑλώδους τόπου. ἰδοὺ γάρ φησιν, ὅτι ὅσον ἐπὶ Μυκηνῶν καὶ Ἀργοὺς συνέβη, τοιοῦτον δεῖ καὶ ἐπὶ ὅλης νομίζειν χώρας † συνέβη. [*](1 φαίνονται Ga οὑν om. V πάντα om. Va τά στόματα Ar. 2 κανωπικοῦ Ga 4 αὐτὴν] αὐτὸν G 6 ἀρχαῖον in lacuna om. et post καλούμεναι spatium (litt. Ill) interm. G 8 Τοῦτο δὲ εἰκὸς οὕτω συμβαίνειν Ar. 8. 9 κάτωθεν et ἄνωθεν (contra FN) Ar. 10 θηβαῖοι G 18. 19 εἰρηκὼς] Ar. p. 352 a 4 19 λιμνάζειν ἐν τοῖς ἐσχάτοις ἀεὶ Ar. 20 εὐθηνεῖ scripsi: εὐθύνει VGa εἰς om. V 21 καὶ om. Ga 22. 23 ὄντος μικροῦ a et Ar. 23 ταὐτὸ δεῖ νομίζειν τοῦτο συμβαίνειν καὶ περὶ Ar. 24. 25 ὅλας. ‘0ρᾲς om. in lac. G 25 scribe θαλάσσης ἀπογαιωθείσης 26 τόπον a 27 δεῖ scripsi coll. lemm.: δὲ VGa συνέβη] aut delo aut praefige ὅτι)
Πρᾶξις ιݲηݲ.
p. 352 a 17 Oi μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἴτιον οἴονται
εἰπὼν ὁ Ἀριστοτέλης, ὅτι μεταβάλλουσιν τὰ μέρη τῆς γῆς κατὰ ξηρότητα καὶ ὑγρότητα καὶ μᾶλλον κατὰ ξηρότητα ἤπερ κατὰ ὑγρότητα διὰ τὸ γενέσθαι τὸν Ἀριστοτέλην μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν, νῦν ἐκκόπτει τὴν ὑπόνοιαν τῶν πολλῶν. ἴσως γὰρ ἄν τις ὑπέλαβε κατὰ μέρος τῆς γῆς ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης τέλος καταληφθῆναι καὶ φθαρῆναι πᾶσαν τὴν γῆν καὶ ὅλον τὸν κόσμον διὰ τοῦτο φθαρτὸν εἶναι. οὐ χρὴ οὖν, φησί, διὰ τὴν κατὰ μέρος ταύτην γινομένην μεταβολὴν νομίζειν τὸν ὅλον κόσμον φθαρτὸν εἶναι. πρῶτον μὲν γάρ, εἰ καί τινα μέρη κατὰ τὰ ξηρὰ γίνονται, ἀλλ’ οὖν ἕτερα ὑγραίνονται. καὶ μαρτυρεῖ τοῦτο Ἀμμώνιος ὁ μέγας φιλόσοφος· ἔλεγε γὰρ οὗτος ἐπὶ πέντε στάδια τὴν γῆν θαλαττωθῆναι περὶ τὸ ‘Ηράκλειον καὶ τὸν Κάνωπον, ὡς δηλοῦσιν ἔτι ἐν μέσῳ τῆς θαλάττης οἰκήματα ὄντα καὶ νήσους μιμούμενα. ἔπειτα δὲ οὐ χρὴ ἐκ [*](26v) τῶν μερικῶν καὶ περὶ τῶν καθόλου ἀποφαίνεσθαι οὐδὲ ἐκ τῶν γινομένων περὶ τὴν γῆν καὶ περὶ τὸν οὐρανὸν συλλογίζεσθαι, πρὸς ὃν παραλαμβανομένη ἀμεγέθης ἐστίν· σημείου γὰρ λόγον πρὸς αὐτὸν ἐπέχει. καὶ τί λέγω πρὸς τὸν οὐρανόν, ὅπου γε αὐτὸς ὁ ἥλιος ποδιαῖος νομιζόμενος διὰ τὸ διάστημα τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐδείχθη εἶναι. οὐ χρὴ οὖν ἐκ τῆς γῆς ἀποφαίνεσθαι ὡς φθαρησόμενον τὸν κόσμον, ὅπου γε ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης εἶπε πρὸς τοὺς ἐφεκτικοὺς ἀποτεινόμενος, ὅτι οὐ χρὴ ἀκαταληψίαν νοεῖν διὰ τὰ ἐν γενέσει καὶ φθορᾷ ῥευστά, τοὐναντίον δὲ ἐπιστήμην διὰ τὰ οὐράνια ἀεὶ ὡσαύτως ἔχοντα, ὡς καὶ ἀπὸ πολλοῦ χρόνου προειπεῖν τὴν μέλλουσαν γίνεσθαι ἔκλειψιν. τοῦτο καὶ νῦν δεῖ λέγειν, ὅτι οὐ διὰ τὴν γῆν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβάλλουσαν καὶ ὅλος ὁ κόσμος φθαρήσεται κατὰ τὸν ’Ηράκλειτον εἰρηκότα τέλος τὸν κόσμον καταφλεχθῆναι, οὐδὲ πάλιν δεῖ ὑπονοεῖν τὸ ἐν τοῖς Αἰσωπείοις μύθοις λεγόμενον. ὁ γὰρ Αἴσωπος εἰσάγει τινὰ στρατιώτην πρός τινα πορθμέα διαλεγόμενον καὶ λέγοντα, ὅτι πάλαι οὗτος ὁ τόπος θάλαττα ἦν· εἶτα ἡ Χάρυβδις ἀναρροιβδήσασα ἐποίησε τὰς ἀκρωρείας τῶν ὀρῶν· εἶτα δὶς ἀναρροιβδήσασα ἐποίησε καὶ τὰς νήσους, ὡς εἴ γε τρίτον ἀνερροίβδησε, ξηραίνει πάντα τὰ ὧδε. καὶ περιττὸν ἡμῖν ἐστι τὸ ἐπιτήδευμα, οὐ χρὴ ταῦτα ἐναἰτίαν [*](4 Ar. 9 μεταβαλούσης Va καὶ φθαρῆναι orn. V II. 12 τὸν κόσμον ὅλον transpon. G 21 ἑκατὸν ἑβδομηκονταπλασίων Ga; cf. p. 19,20 sq. 22. 23 Μετά τὰ φυσικὰ] fort. Metaph. Β 4 p. 999b 1 sqq. 24 νοεῖν a: νοσεῖν VG 28 ‘Ηράκλειτον] cf. frgmm. 20 et 26 Byw. 30 Αἴσωπος] fab. 19 Halm πορθμαῖον Ga 31 λέγοντα Ga: λεγόμενον V οὗτος] οὕτως a 34 ἡμῖν G 1: ὑμῖν VG 2 a)
p. 352 a 21 Ἔστι δὲ τούτων τὸ μὲν ἀληθές, τὸ δὲ οὐκ ἀληθές.
Ἀληθὲς μέν, ὅτι πλείονες τόποι ξηραίνονται, οὐκ ἀληθὲς δέ, ὅτι ὅλος μεταβάλλει κόσμος ἐπὶ φθορὰν ἐπιγενόμενος ὡς γενομένου τοῦ οὐρανοῦ. ‘οὐρανὸν’ ἐκάλεσε τὸν κόσμον. οὕτω καὶ ἐν τῇ Περὶ οὐρανοῦ περὶ κόσμου διαλεγόμενος Περὶ οὐρανοῦ ἐπέγραψεν. οὕτω καὶ Πλάτων | φησίν· ‘'o δὴ [*](27r) πᾶς οὐρανὸς οὗτος ἢ κόσμος τῷ συμμέτρῳ ὀνόματι χαίρει καλούμενος.’
p. 352 a 23 Οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον.
Οὐ γὰρ μόνοι ξηροὶ τόποι γίνονται ἀπὸ ὑγροῦ, ἀλλὰ καὶ τοὐναντίον ξηροὶ τόποι ὑγροὶ γίνονττι. οὐ χρὴ γοῦν ἐννοεῖν, ὅτι ποτὲ καταφλεχθήσεται τὸ πᾶν.
p. 356 a 26 Γελοῖον γὰρ διὰ μακρὰς καὶ ἀραιὰς μεταβολὰς κινεῖν τοπᾶν.
Τὸ δεύτερον ἐπιχείρημα, ὅτι οὐ χρὴ ἐκ τῶν γινομένων περὶ τὴν γῆν ἀποφαίνεσθαι καὶ περὶ τοῦ παντός.
p. 352a28 Ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον, ὅτι γίνεται διὰ χρόνου εἱμαρμένου καὶ τὰ ἑξῆς.
εἰπών, ὅτι οὐ δεῖ αἰτιάσασθαι τὴν γινομένην περὶ τὴν γῆν μεταβολὴν δηλωτικὴν εἶναι τῆς φθορᾶς τοῦ παντός, νῦν τὴν αἰτίαν φησί, διὰ τί ἐπὶ τὸ ξηρότερον γίνεται μᾶλλον ἡ μεταβολή. καί φησιν, ὅτι προσεχῶς γέγονεν ὁ μέγας χειμών, ὃς κατέκλυσε τὴν γῆν· καὶ κατὰ μέρος λοιπὸν ξη- [*](1 ante αὕτη add. καὶ a 11 ἐν γράμμα V: ἔγγραμμα G: conexi ; claiulit hie primi libri generalcm conspectum. 16 ὁ πλατῶν Ga Πλάτων] Titn. 28 Β 20 γοῦν] οὖν G 22 μακρᾶς καὶ ἀραιᾶς μεταβολῆς Ga ἀραιὰς] ἀκαριαίας Ar. 27 χρόνων εἱμαρ- μένων Ar.)
p. 352 b 1 Οὖτος γὰρ πολλαχῇ τὸ ῥεῦμα μεταβέβληκε.
Καὶ γὰρ ἀναποθεῖσα <κατὰ> τρεῖς τόπους ἀνέφυ οὐκ ἐκ διαστήματος τὴν ἀνάποσιν καὶ τὴν ἔκφανσιν ποιησαμένους. διὸ καὶ ἐφύλαξε τὸ ὄνομα· ἕκαστον γὰρ μέρος Ἀχελώιον καλοῦσι.
p. 352 b 2 Τότε μὲν Γραικοί, νῦν δὲ Ἕλληνες.
Τοῦτο τὸ ὄνομα οἱ μὲν Ῥωμαῖοι παροξύνουσι ‘Γραίκοι’ λέγοντες, ἡ δὲ κοινὴ διάλεκτος ὀξύνει. καθόλου δὲ οἱ Ῥωμαῖοι πᾶν ὄνομα παροξύνουσι διὰ τὸν κόμπον, ὅθεν ‘ ὑπερηνορέοντες’ ἐκλήθησαν ὑπὸ τῶν ποιητῶν.
p. 352 b 4 Καὶ ὥσπερ νῦν τοῦ τοὺς μὲν ἀενάους εἶναι τῶν ποταμῶν, τοὺς δὲ μή, οἱ μέν φασιν ἐναντίον εἶναι τὸ μέγεθος τῶν ὑπὸ γῆν χασμάτων καὶ τὰ ἑξῆς.
Μετὰ τὸ εἰπεῖν τὴν αἰτίαν, διὰ τί ἀπὸ ὑγρότητος εἰς ξηρότητα μᾶλλον γίνεται ἡ μεταβολή, βούλεται εἰπεῖν καὶ τὴν αἰτίαν τοῦ τοὺς μὲν τῶν ποταμῶν εἶναι ἀενάους, τοὺς δὲ μή. καί φησιν, ὅτι οὐχ ὥς τινες δεῖ ὑπονοῆσαι τὰ ὑπὸ γῆν χάσματα αἴτια εἶναι, ἀλλὰ τὸν μέγαν χειμῶνα· τότε γὰρ ἐσωρεύθη ἡ ὑγρότης ἐν τοῖς ὄρεσιν οἷα δὴ οὖσι σηρραγγώδεσι καὶ πετρώδεσι καὶ ψυχροῖς. οὐ μόνον δὲ πολλὴ ἐσωρεύθη, ἀλλὰ καὶ γεννᾶται διὰ τὴν ψῦξιν, ἔνθεν ἐπὶ πολὺν χρόνον αὐταρκεῖ ἀέναος ὢν ὁ ποταμός. πλὴν τῇ αἰσθήσει δοκοῦσιν ἀέναοι, ἐπεὶ τῷ χρόνῳ ἀπολείψουσι καὶ οὗτοι.
p. 352b 10 Ἥ σομφαὶ καὶ λιθώδεις ἣ ἀργιλώδεις, τούτους δὲ προἀπολείπειν.
Σομφὰς λέγει τὰς ἀραιάς, λιθώδεις δὲ * * * τὰς ὀστρακώδεις καὶ καταξήρους. τούτων δὲ οὐδεμία γῆ ἐπιτηδεία· ἡ μὲν γὰρ σομφὴ ἀπογαιοῖ τὸ ὕδωρ, ἡ δὲ λιθώδης οὐ δέχεται, ἡ δὲ ὀστρακώδης ἐκπίνει. καὶ μή τις εἴπῃ· τί οὖν τὰ ὄρη οὐκ εἰρήκαμεν, ὅτι ἀραιά εἰσιν; τί οὗν λέγομεν; [*](1 θέρος μέγα transpon. a 3 post οὕτως οὐδὲ τὸ μέγα θέρος verba ἐφ’ οὗ—θέρος iterat V (?), a 4 οὗτος] οὕτως G: οὕτω a πολλαχῆ V: πολλὴ Ga: πολλαχοῦ Ar. 5 κατὰ addidi ἀνέφυ V: ἄν ἔφη Ga 12 τοῦ] τῷ Ga 13 ἐναντίον] αἴτιον Ar. 14 ὑπὸ γῆν] ὑπὸ γῆς (contra FHN) Ar. 24 σομφὴ καὶ λιθώδης ἣ ἀργιλώδης Ga καὶ ἀργιλώδεις Ar. 24. 25 προαπολείπει Ga 26 post λιθώδεις δὲ lacuuam signavi, quam ita fere expleas: τὰς σκληράς, ἀργιλώδεις δὲ 27 ἀπογεοῖ G)
p. 352 b 12 Oἶον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν ποταμῶν.
Καλῶς τὸ οἷον. ὡς γὰρ μέλλει εἰπεῖν παρακατιών, καὶ αὐτὸς ὁ Νεῖλος οὐκ ἔστιν ἀέναος· φθαρήσεται γὰρ τῷ χρόνῳ.
p. 352 b 16 Ἐπεὶ δὲ ἀνάγκη γενέσθαι τοῦ ὅλου τινὰ μεταβολήν, μὴ μέντοι γένεσιν καὶ φθορ|άν.
Τὸ συμπέρασμα. ἐπειδὴ γίνεται τῆς γῆς μεταβολή, οὐ τοῦ παντὸς φθειρομένου ἀίδιον γάρ), ἀνάγκη οὐκ ἄλλως πως γίνεσθαι τὴν μεταβολήν, εἰ μὴ καθάπερ ἡμεῖς εἰρήκαμεν. καὶ ‘διαξήρους’ ἀντὶ τοῦ ‘καταξήρους’, προθέσει ἀντὶ προθέσεως ἐχρήσατο.
p. 352 b 19 Δῆλοί δὲ τὸ γινόμενον.
Εντεῦθεν δεύτερον ἐπιχείρημα τοῦ πιστώσασθαι ἐκ τῆς Αἰγύπτου καὶ ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης καὶ ἐκ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Βοσπόρου, ὅτι ἀπὸ ὑγρότητος εἰς ξηρότητα γίνεται ἡ μεταβολή.
p. 352 b 20 ὓς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων Αἰγυπτίους.
Ἀρχαιότατοί εἰσιν Αἰγύπτιοι, ἐπειδὴ οὔπω ὑπὸ κατακλυσμοῦ ἀπόλλυνται· ξηροτέρα γὰρ ἡ χώρα. ἀλλ’ οὐδὲ μὴν ὑπὸ πολλῆς ξηρότητος· ἔχουσι γὰρ τὸν Νεῖλον καθυγραίνοντα τὴν χώραν. ὅτι δὲ ἀρχαιότατοί εἰσι, δῆλον ἐκ τοῦ ἐν τοῖς πίναξιν αὐτῶν πολλὰς ἀναγεγράφθαι μυριάδας ἐτῶν.
p. 252 b 22 Κατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλόν ἐστι. Δι’ ἣν αἰτίαν; ἐπειδὴ κοίλη ἐστί, τοιοῦτοι δὲ πάντες οἱ ἀπογαιούμενοι τόποι ὑπάρχουσι.
p. 352 b 31 Διὸ καὶ τὰ περὶ τὴν Λτβύην τὴν Ἀμμωνιακήν. Ἐντεῦθεν ἐξ ἑτέρου πίστις.
[*](3 ποταμῶν] τόπων μᾶλλον Ar. 6 γενέσθαι τοῦ ὅλου] τοῦ ὅλου γίγνεσθαι μέν Ar. 8 ante ὸ συμπέρασμα lacunam (lilt, v V: XI G) ind. VG. fort, addendum τοῦτο 10 διαξήρους] ξηρούς (praeter E) Ar. 18 οὔπω] οὕτως G 21 τοῖς G: ταῖς Va 22 ὁρῶντι] ὅρου τί Ga 25 Ἀμμωνιακήν] Ἀμμωνίαν χώραν Αr.)p. 353 a 1 Ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν.
[*](27r)Τρίτη πίστις ἐκ τῆς Μαιώτιδος λίμνης. αὕτη γὰρ παλαι μὲν ἤν θάλαττα· ἠιόνος δὲ γενομένης λίμνη γέγονε μεγαλη, ὠς καὶ ἀπροσδιορίστως λέγεσθαι ‘λίμνην'. τῶν δὲ ποταμῶν ἐπιφερόντων ἰλὺν μικροτέρα γινομένη, ὡς μὴ δύνασθαι τὰ αὐτὰ ἐν αὐτῇ πλοῖα φέρεσθαι. καλῶς δὲ Ἀριστοτέλης ἀνωτέρω μὲν ‘λίμνην’ αὐτὴν ἐκάλεσε, νῦν δὲ ὡς σμικρυνθεῖσαν ' Μαιῶτιν λίμνην’.
p. 353 a 7 Ἔτι δὲ Βόσπορος.
τετάρτη πίστις ἐκ τοῦ Βοσπόρου. Βόσπορον δὲ καλεῖ τὰ Ἑτενὰ’ [*](27v) νῦν ‘τοῦ Βυζαντίου’ καλούμενα.
p. 353 a 13 Ανάγκη χρόνου προϊόντος ὥσπερ ποταμὸν γενέσθαι.
Ἐπειδὴ στενὸς γέγονεν ὁ Βόσπορος, τοῦτο δὲ ἴδιον ποταμοῦ καὶ οὐ θαλάττης (ταύτης γὰρ τὸ πλατὺ οἰκεῖον), τούτου χάριν εἶπεν οἷον ποταμὸς μὲν διὰ τὴν στενότητα, οἷον δὲ διὰ τὸ μὴ εἶναι γλυκὺ ὕδωρ.
p. 353 a 14 Φανερὸν τοίνυν, ἐπεὶ οὔτε ὁ χρόνος ὑπολείψει καὶ τὸ ὅλον ἀΐδιον, ὅτι οὐ Τάναϊς οὕτε ὁ Νεῖλος ἀεὶ ῥεὶ.
Όπερ ἐλέγομεν, καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι ποταμοὶ καὶ αὐτοὶ χρόνῳ ἐκλεῖψαι μέλλουσιν· φθαρήσονται γάρ, εἴ γε πᾶν ἐπ’ εὐθείας κινούμενον φθαρτόν. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν· εἰ ἐν τοῖς ὄρεσίν εἰσιν αἱ πηγαί, ταῦτα δὲ φθείρονται ὑπὸ σεισμῶν καὶ πρηστήρων, ἀνάγκη καὶ τὰς πηγὰς ἀπολέσθαι, τούτων δὲ ἀπολλυμένων καὶ τοὺς ποταμοὺς καταξηρανθῆναι.
p. 353 a 17 Τὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας.
’H αἰτία, διὰ τί φθαρήσονται· ἐπειδή, φησί, τὸ ἔργον αὐτῶν πέρας ἕχει (ἐπ’ εὐθείας γὰρ κινοῦνται), ὁ δὲ χρόνος οὐκ ἔχει πέρας· ἀίδιον γὰρ τὸ πὰν.
[*](1 τὰ om. V 4 γινομένη vix sanum 6 αὐτὴν om. V 8 δὲ] δ’ ὁ Ar. 11 προ·ἰόντος τοῦ χρόνου (coutra FHN) Ar. 13. 14 fort, οἷον ποταμός. <ποταμὸς> 15 οὔτε ὁ χρόνος ὑπολείψει] ὅ τε ὅτε ὁ HN) χρόνος οὐχ ὑπολείπει ὐπολείψει FHN) Ar. 16 οὐ Ga: ὁ V: οὔτε ὁ Ar. post Τάναϊς add. ποταμὸς (contra FHN) Ar. ῥεῖ] ἔρρει ῥεῖν corr. E) Ar. 17 ante ἀέναοι add. καὶ G ἀέναοι om. V 21 τοὺς ποταμοὺς] τὰς πηγὰς a 23 post πέρας add. τὸ δὲ χρόνος Ga: ὁ δὲ χρόνος οὐκ ἔχει add. Ar. (cf. 01. v. 24))p. 353 a 19 Ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γένονται καὶ φθείροντᾶι καὶ τὰ ἑξῆς.
ἐντεῦθεν λεληθότως βούλεται εἰσβαλεῖν καὶ εἰς τὸν περὶ θαλάττης λόγον ἀψοφητὶ τὰς βάσεις ποιούμενος· οὗτος γὰρ διδασκαλίας ἄριστος τρόπος, πος, ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων ποιήσηται.
p. 353 a 27 ‘Ομοίως δὲ καὶ διὰ τί οἱ μὲν ἀέναοι οἱ δὲ οὒ τῶν ποταμῶν.
‘Ως πρὸς αἴσθησιν, δῆλον, ἐπεὶ δέδεικται, ὅτι οὐδεὶς ποταμὸς ἀέναος, εἴ γε πάντες φθαρήσονται.
[*](1 καὶ (post εἴπερ) otn. Ar. 8 δῆλον V: δηλοῖ Ga)p. 353 a 32 Περὶ δὲ θαλάττης καὶ τίς ἡ φύσις αὐτῆς.
‘Ο σκοπὸς τοῦ δευτέρου λόγου ἤτοι βιβλίου, περὶ τίνων διαλεχθῆναι βούλεται· περὶ θαλάττης, περὶ ἀνέμων, περὶ σεισμῶν, περὶ βροντῶν, περὶ ἀστραπῶν. περὶ μὲν θαλάττης, ἵνα συνεχῆ ποιήσῃ τὸν περὶ αὐτῆς λόγον τοῖς περὶ ποταμῶν λόγοις. περὶ δὲ ἀνέμων, ἐπειδὴ περὶ αὐτῶν ἀρξάμενος λέγειν ἐνέκοψε τὸν περὶ αὐτῶν λόγον τῷ λόγῳ τῷ περὶ ποταμῶν· νῦν δὲ πάλιν ἐπὶ αὐτὸν ἀνατρέχει περὶ δὲ σεισμῶν, ἐπειδὴ καὶ ὁ σεισμὸς ἄνεμός ἐστιν ὑπόγειος. περὶ δὲ βροντῆς, <ἐπειδὴ * * * περὶ δὲ ἀστραπῆς,> x003E; ἐπειδὴ συνέπεται τῇ βροντῇ. καὶ ἆρα οὐκ ἄτοπον μικροῦ βιβλίου πέντε ποιῆσαί σκοπούς; ῥητέον οὖν, ὅτι σκοπὸν ἔχει ἐνταῦθα ὁ φιλόσοφος διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης. ἀλλ’ ἐνταῦθα διαδέχονται ἡμᾶς δύο ἀπορίαι, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· εἰ σκοπὸν ἔχει ὁ Ἀριστοτέλης διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης, τί δήποτε ἐνταῦθα διαλέγεται περὶ βροντῆς; αὕτη γὰρ οὐκ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται, ἀλλὰ τῶν νεφῶν εἰς ἄλληλα συναρασσομένων, ὡς εἴρηται, * * * περὶ ἧς ἐν τῷ τρίτῳ βιβλίῳ διαλέγεται. † ἡ δὲ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἐν τῷ νέφει ἀποκλειομένης καὶ τοῦ νέφους ἔξωθεν πυκνουμένου διὰ τὴν ψῦξιν ἐκπυρηνιζομένης βιαίως καὶ νέφη τινὰ πληττούσης καὶ πάταγον φοβερὸν ποιούσης, περὶ ἧς ἐνταῦθα διαλέγεται * * * εἴ γε ἡ ἀστραπὴ μεταβαλλομένης καπνώδους ἀναθαμιάσεως γί- [*](1 ΟΛΥΜΠΙΟΔΩΡΟΥ om. Ga 11 βροντῆς] ἀστραπῆς a post βροντῆς lacunam statui atque ex parte replevi. cf. p. 37,20 sqq. 15 ἀλλ’ ἀνταῦθα—μενούσης (17) om. a 20 ὡς εἴρηται] p. 37,21 versui iu mg. λειπ adscribit V: hiatus, ni fallor, post εἴρηται est, quern ita fere expleas: τὰ δὲ νέφη ἐκ τῆς ἀτμίδος γίνονται. cf. p. 37,21 20. 21 ἡ δὲ κτλ.] fort, ἢ ῥητέον, ὅτι περὶ ἑτέρας βροντῆς διαλέγεται· αὕτη> x003E; δὲ <γίνεται> ἐκ 22 πυκνουμένου a: ἀποπυκνουμένου V2 : ἀποκλειομένου V 1 G 23. 24 verbo διαλέγεται in mg. λειπ appingit V. desunt baec fere: δευτέρα ἀπορία· τί δήποτε ἐνταῦθα περὶ ἀστραπῆς διαλέγεται; cf p. 37, 16)
p. 353 a 32 Περὶ δὲ τῆς θαλάσσης καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ τίνα αἰτίαν ἁλμυρὸν τοσοῦτόν ἐστιν ὕδατος πλῆθος, ἔτι δὲ περὶ τῆς ἐξ ἀρχῆς γενέσεως λέγωμεν.
Τρία τινὰ ζητεῖ νῦν ὁ φιλόσοφος, πότερον ἁπλῆ ἢ σύνθετος, διὰ τίνα αἰτίαν ἁλμυρὸν αὐτῆς ὑπάρχει τὸ ὕδωρ, καὶ πότερον σύμφυτον ἔχει τὴν ἁλυκότητα αὐτῇ ἢ ἐπίκτητον, τουτέστιν ἀγενήτως τε καὶ ἀχρόνως αὐτὴ συνέστηκεν ἢ κατὰ χρόνον τινά, ἀλλ’ ὕστερον ἄλλη τις ἐγένετο. καὶ διὰ μὲν τοῦ εἰπεῖν τίς ἡ φύσις ἐσήμανε τὸ ‘ἁπλῆ ἐστιν ἢ σύνθετος’, διὰ δὲ τοῦ εἰπεῖν διὰ τίνα αἰτίαν ἁλμυρὸν τὸ δεύτερον ἐζήτησε, καὶ τὸ τρίτον ἐφεξῆς διὰ τοῦ τρίτου.
p. 353 a 34 Οἱ μὲν οὖν ἀρχαῖοι καὶ διατρίβοντες περὶ τὰς θεολογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵνα αὗται ὦσιν ἀρχαὶ καὶ ῥίζαι ἀύτης.
ἐντεῦθεν τὴν δόξαν τῶν θεολογικῶν παρῳδεῖ περὶ θαλάττης καὶ γῆς· οὗτοι γὰρ μόνον θαλάττης πηγὰς ἁλμυρὰς ὑπετίθεντο, ἐξ ὧν ἀγένητός ἐστιν ἡ ταύτης ἁλμυρότης· ἀλλὰ καὶ γῆς ἔλεγον πηγὰς ὥσπερ τινὰς ῥίζας.
p. 353 b 1 Τραγικώτερον γὰρ οὕτω καὶ σεμνότερον ὑπέλαβον ἵσως εἶναι τὸ λεγόμενον ὡς μέγα τι τοῦ παντὸς τοῦτο τὸ μόριον.
Καλῶς ἔφη τραγικώτερον. καὶ γὰρ Εὐριπίδης ἔφη τὸν ἥλιον διὰ τὴν γῆν γενέσθαι καὶ τὸν οὐρανὸν ὁμοίως, μέγα μέρος ὑποτιθέμενος τοῦ παντὸς εἶναι τὴν γῆν, ἐναντίως ἔχων τοῖς ἀστρονόμοις, οἵτινες σημείου λόγον ἐπέχειν λέγουσι τὴν γῆν πρὸς τὸν ὅλον οὐρανόν. ὡσαύτως δὲ καὶ ἄλλοι θεόλογοι, ὧν ἐστιν Ἡσίοδος, τοῦτό φασι· καὶ γὰρ τοῦτο τὸ μέγα μέρος ὑποτίθενται τὴν γῆν τοῦ παντὸς διὰ τὰ Σεληναῖα ὄρη, ἅτινα σχεδὸν λέγουσι ψαύειν τῆς σεληνιακῆς σφαίρας· ἔνθεν ὑπετίθεντο πηγὰς γῆς, αἵτινες ἀνωθοῦσιν αὐτὴν ἐπὶ τὰ ἄνω.
[*](2 εἶτα] εἰ τοῦ G 7 αἰτίαν om. G 8 γενέσεως] ἑνώσεως Ga λέγομεν a 11 αὐτῇ] αὐτῆς G 17 ἶνα αὐτοῖς ὦσιν ἀρχαὶ καὶ ῥίζαι γῆς Ar. 19 παρώθει a 22 οὕτω] ἴσως Ga 23 εἶναι om. Ga τὸ λεγόμενον Ga Ar.: τὰ λεγόμενα V τὸ (post τοῦτο) om. Ga Ar. μόριον ὄν Ar. 24 Εὐριπίδης] cf. frgmm. 39 1023; 484 Nauck 2(; ἔχον Va 28 ‘Ησίοδος] nescio quo loco 30 ὑπετίθεντο] ὑπηνίττοντο a Comment. Arist. XII 2. Olympiod. Meteor.)p. 353 b 5 Οἱ δὲ σοφώτεροι τὴν ἀνθρωπίνην σοφίαν ποιοῦσιν [*](28v) αὐτης γένεσιν.
Ἕνθεν διαλέγεται περὶ τῶν φυσικῶν φιλοσόφων, οἵτινες γενητὴν ὑπετίθεντο τὴν θάλασσαν κατὰ τὴν ἁλυκότητα· καλῶς δὲ εἶπεν ἀνθρωπίνην σοφίαν, τουτέστιν ἀνθρωπίνην ἐπιστήμην, λέγω δὴ τὰ φυσικά.
p. 353 b 7 ‘Υπὸ δὲ τοὐ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν πνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ λειφθὲν θάλατταν.
τὴν πρώτην ὑπόθεσιν λέγει τῶν φυσικῶν. τί γάρ, φησίν, ἔφασκον οὖτοι; ἐπὶ τοῦ κατακλυσμοῦ ἅπασαν τὴν γῆν πεπληρῶσθαι τῶν ὑδάτων, εἶτα τοῦ ἡλίου ξηραίνοντός τινα μέρη καὶ ἐξατμίζοντος συνέβαινε τὸ μὲν γεῶδες καὶ παχὺ ὥσπερ τι περίττωμα μένον ἁλμυρὸν εἶναι καὶ ἄχρηστον, τὸ δὲ ἐξατμισθὲν τροφὴν γίνεσθαι τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων· ἔνθεν, φασί, τρεφόμενος ὁ ἥλιος τροπὰς ποιεῖ τῶν ὡρῶν· ἐπειδὴ γὰρ ἐν τῷ θέρει μᾶλλον ἐπὶ τὰ βόρεια οὖσα ἡ θάλασσα τροφὴν αὐτῷ παρέχεται τὸ ἐξ αὐτῆς ἐξατμιζόμενον, τούτου χάριν θέρους ὁ ἥλιος βορειό|τερος γίνεται κατακολουθῶν τῇ ὑπὸ τῆς θαλάσσης ἀναδιδομένῃ [*](29r) τροφῆ. χειμῶνος δὲ νότιος γίνεται, ἐπειδὴ ἔφθασε διὰ τοῦ θέρους ὅλον ἤδη τὸ χρηστὸν ἀνιμήσασθαι τῆς θαλάττης καὶ μηκέτι εὐπορῶν τροφῆς ἦλθεν εἰς τὰ νότια ὡς ἐκ δαψιλοῦς ὑπαρχούσης τῆς ἀτμίδος ἐκ τῶν γλυκέων ὑδάτων· καὶ οὕτω συνέβαινε θέρους γίνεσθαι καὶ χειμῶνος. ταῦτά φασί τινες τῶν φυσικῶν φιλοσόφων, ὅθεν οἴονται καὶ τὴν θάλασσάν ποτε ξηρανθήσεσθαι διὰ τὸ ἐπὶ πλεῖστον ἀνιμᾶσθαι ἐξ αὐτῆς τὸ ὑγρόν.
p. 353 b 11 Ἕνιοι δέ φασι θερμαινομένης ὑπὸ τοῦ ἡλίου τῆς γῆς οἷον ἱδρῶτα γίνεσθαι.
‘Η δευτέρα ὑπόθεσις ἡ λέγουσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ † γῆν άλμυράν· ἱδροῦν γὰρ ἔλεγον τὴν γῆν τῇ τοῦ ἡλίου θερμασίᾳ. ἀλλ’ ἄτοπος ἡ ὑπόθεσις· εἰ μὲν γὰρ ὑγρὰ οὖσα ἡ 77; ἐθερμαίνετο ὑπὸ τοῦ ἡλίου θερμαινομένη * * *
p. 353 b 13 Oi δὲ τῆς ἁλμυρότητος τὴν γῆν αἰτίαν εἶναί φασι, καθάπερ γὰρ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ. Ἡ τρίτη ὑπόθεσίς ἐστιν. ἀλλ’ ἐνταῦθα διελέγχονται οἱ νομίζοντες [*](6 ξηραινόμενον Ar. : ξηραινομένην VGa 7 ἡλίω καὶ σελήνη G 8 λειφθὲν· GAr. : ληφθέν Va 16 ἀτμιζόμενον a 19 ἀνιμήσασθαι G: ἀνιμάσασθαι V: ἀνικμάσασθαι a 21 θέρος γ. κ. χειμῶνα G 23 ἐπὶ om. a ἀνικμᾶσθαι a 24 ἔνιοι δ’ αὐτῶν θερμαινομένης φασὶν ὑπὸ Ar. 2() αὐτῇ γῆς <ἱδρῶτα γίνεσθαι> ἁ. Dicis coll. p. 120,33 sqq. 29 interciilisse suspicor apodosin 30 αἰτίαν τὴν γῆν εἶναι Ar. 31 ante διὰ add. τὸ Ar. διὰ om. Va ὕδωρ om. Ar.)
p. 353 b 17 Οτι μὲν οὖν πηγὰς τῆς θαλάσσης ἀδύνατον εἶναι, διὰ τῶν ὑπαρχόντων ἤδη θεωρεῖν δεῖ.
Εντεῦθεν ἀνατρέχει ἐπὶ τοὺς θεολόγους καὶ ἀνατρέπει αὐτῶν τὴν ὑπόθεσιν διὰ τῆς τῶν ὑδάτων διαιρέσεως· αὕτη δὲ εἴρηται ἐν τῇ θεωρίᾳ.
p. 353 b 30 τούτων δὲ οὕτω διωρισμένων ἀδύνατον πηγὰς εἶναι τῆς θαλάττης.
ἐπειδή, φησίν, εἴρηται ἡ τῶν ὑδάτων διαίρεσις, σκοπήσωμεν, κατὰ ποίαν αὐτῶν διαφορὰν δύνανται εἶναι [αί] πηγαὶ τῆς θαλάττης· οὐ γάρ εἰσι.
p. 354 a 5 Ῥέουσα δὲ ἡ θάλαττα φαίνεται κατά τε τὰς στενότητας.
ἐντεῦθεν δὲ συνηγορεῖ τῷ ἐναντίῳ, ὅτι πηγὰς ἔχει ἡ θάλασσα ῥυτὴ ὑπάρχουσα, εἴ γε τὸ ῥυτὸν ὕδωρ πάντως ἔχει πηγάς, ὅπερ ἐστὶ ψεῦδος.
p. 354 a 7 Διὰ τὸ ταλαντεύεσθαι δεῦρο κἀκεῖσε πολλάκις.
Καλῶς τὴν παλίρροιαν ταλαντεύεσθαι ἐκάλεσε, τῷ δίκην ταλάντων εἰς τὰ ἐναντία περιάγεσθαι τὸ ὕδωρ. καὶ γὰρ τὸ τάλαντον ὅπου δἂν καταβαρήσῃ, ἐκτρέπεται, ὡς συμβαίνειν καὶ εἰς τὸ ἐναντίον ῥέπειν.
p. 354a8 Τοῦτο δὲ ἐν μὲν πολλῷ πλήθει θαλάττης ἄδηλον.
Τοῦτο ποῖον; τουτέστι τὸ ῥεῖν. ἐν γὰρ τῷ μέσῳ πελάγει οὐ φαίνεται ῥυτὸν ὑπάρχον τὸ ὕδωρ τῆς θαλάττης διὰ τὸ λανθάνειν τὸ ὅμοιον ὁμοία γὰρ ἡ κίνησις)· περὶ δὲ γῆν φανερόν ἐστιν· ἐλέγχεται γὰρ τὸ κινούμενον παρὰ τὸ μένον.
p. 354 a 11 Ἡ δ’ ἐντὸς ‘Ηρακλείων στηλῶν ἅπασα κατὰ τὴν τῆς γῆς κοιλότητα ῥεῖ καὶ κατὰ τὸ τῶν ποταμῶν πλῆθος.
ἐντεῦθεν ἐπιλαμβάνεται τῆς μείζονος προτάσεως τῆς λεγούσης, ὅτι πᾶν ῥυτὸν πηγὰς ἔχει· ψεῦδος γὰρ τοῦτο. ἡ μὲν γὰρ ἐκτὸς ‘Ηρακλείων στηταὐτὰ] [*](1 ταῦτα G 11 σκοπήσομεν a 12 αἱ delevi 13 τε om. Ar. 17. 18 ταλάντων εἰς τὰ] ταλάντων τὰ ex ταλάντα τῶν corr. δἄν] cf. Index 19 συμβαίνει a 20 πολλῷ] πολεῖ a 21 Τοῦτο om. a ποῖον V: ποιεῖν G 25 τὴν om. a 26 κατὰ τὸ V: om. Ga Ar. πλῆθος] τὸ πλῆθος Ar. 27 μείζονος] cf. adn. ad p. 128,12)
p. 354 a 22 Τὰ δὲ ἔξω τῶν στηλῶν βραχέα μὲν διὰ τὸν πηλόν, ἄπνοα δέ [οὐκ] ἐστιν, ὡς ἐν κοίλῳ τῆς θαλάττης οὔσης.
Περὶ τοῦ Ὠκεανοῦ νῦν λέγει, ὅτι οὐκ ἔστι βαθύς, ἀλλὰ πρὸς τῷ μὴ εἶναι ῥυτὸν αὐτοῦ τὸ ὕδωρ, ἀλλὰ στάσιμον, καὶ βράχη τινὰ ἔχει διὰ τὸ τὸν πηλόν, τουτέστι τὴν γῆν, ἐν βάθει εἶναι τοῦ ὕδατος. ὅθεν καὶ ἄπλους ἐστὶ διὰ τὰ βράχη. ἀλλὰ μὴ τοῦτο νομίσῃς, ὅτι διὰ τὸ ὑψηλὸν εἶναι ἐν ἑαυτῷ τὸ ὕδωρ ἤδη καὶ ὑψηλοτέρα ἐστὶν ἡ ἐν αὐτῷ γῆ τῆς οὔσης ἐν ταῖς παρ’ ἡμῖν θαλάσσαις πάντων γὰρ κοιλοτάτη ἐστὶν ἡ γῆ τοῦ Ὠκεανοῦ), ἀλλὰ διὰ τὸ ἄπειρα εἶναι τὰ πλάτη αὐτοῦ οὐκ ἔστιν οὕτω βαθὺς ὡς αἱ παρ’ ἡμῖν θάλατται. καὶ ὅτι κοιλότερός ἐστιν ὁ Ὠκεανὸς τῆς παρ’ ἡμῖν θαλάττης, δῆλον, ἐπειδὴ ἡ Ἐρυθρὰ θάλασσα εἰς αὐτὸν εἰσρεῖ ὡς εἰς κοιλότερον.
p. 354 a 27 Περὶ δὲ τοῦ τὰ πρὸς ἄρκτον εἶναι τῆς γῆς ὑφηλά.
ἐπειδὴ ἔλεγεν ἀπὸ τῶν ἀρκτῴων μερῶν ῥεῖν τὴν καθ’ ἡμᾶς θάλατταν ἐπὶ τὰ νότια, νῦν πιστοῦται ἡμᾶς ἔκ τινος ἱστορίας, ὅτι ὑψηλότερά εἰσι τὰ ἀρκτῷα τοῦ νοτίου. φασὶ γάρ τινες οὕτως ὑψηλὰ εἶναι | τὰ [*](29v) ἀρκτῷα μέρη, ὡς μὴ γίνεσθαι ἐκεῖσε τὸν ἥλιον ὑπὸ γῆν, ἀλλὰ νύκτα γίνεσθαι οὐχ ὑπὸ γῆν γινομένου τοῦ ἡλίου, ἀλλὰ τῶν ὑψηλοτάτων ὀρέων σκιαζόντων αὐτοῦ τὸ φῶς. ψεῦδος δὲ τοῦτο. εἰ γὰρ ὁρᾶται κἀκεῖσε ἐκλείδὲ [*](8 om. a τὰς] τῆς Va 16 τῶν om. G Ar. βραχέα Ar.: corr. ex βράχη V1: βράχη G: βράχη a 17 ἄπνοα V Ar.: ἀπλᾶ Ga οὐκ VGa: delevi cum Ar. 18 τῷ] τὸ G 19 βράχη] βράχη] βραχῆ α 20 ὅθεν καὶ add. οὐχ a; cf. v. 17 ἄπλους scripsi: ἁπλοῦς VGa 21 τοῦτο V2Ga: τοῦ V1 22 ἑαυτῷ] fort, αὐτῷ γῆ G: γῆς V(?) a 25 καὶ om. a)
Πραςις κ.
p. 354 b 1 Περὶ δὲ τῇς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον.
Τρία τινὰ προβλήματα περὶ θαλάττης δεδωκὼς ἡμῖν ὁ φιλόσοφος τῇ προτεραίᾳ, ἓν μὲν τὸ ζητῆσαι, εἴτε σύνθετός ἐστιν ἢ ἁπλῆ, ἕτερον δέ, εἰ γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, καὶ τρίτον, τίς ἡ αἰτία τῆς ἁλυκότητος, νῦν καὶ ἕτερον πρόβλημα περὶ θαλάττης ἐκτίθεται, οὐχ ἕτερον τέταρτον ὂν παρὰ τὰ εἰρημένα. ζητεῖ γάρ, εἰ ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, καὶ τοῦτο κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων· τοῦτο δὲ ὑπὸ τὸ ἓν τῶν εἰρημένων ἀνάγεται. εἰ γὰρ ὅλως ἀποδειχθῇ, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα, δῆλον, ὅτι καὶ ἁπλὴ ἐστι· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι. καὶ ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ἀποκληρωτικὸς ὁ λόγος, ὥστε τὰ μὲν ἄλλα στοιχεῖα ἔχειν ὁλότητας, εἰς ἃς ἐφιέμενα σπεύδουσι, μόνον δὲ τὸ ὕδωρ μὴ ἔχειν ὁλότητα. εἰ δὲ ἔχει ὁλότητα καὶ τὸ ὕδωρ, ζητητέον, τίς αὐτοῦ ἡ ὁλότης. ἆρα οἱ ποταμοί; οὐδαμῶς. πρέπει γὰρ τῇ ὁλότητι συνεχεῖ εἶναι· οἱ δὲ ποταμοὶ οὐ συνεχεῖς· οὐ γὰρ ἔχουσιν ὕδωρ ἀθρόον. οὐκ ἄρα ὁλότης εἰσὶν οἱ ποταμοί, ἀλλ’ ἡ θάλασσα ὡς συνεχὴς οὖσα καὶ ἀθρόον ἔχουσα ὕδωρ, μὴ κεχωρισμένον. καὶ ἐντεῦθεν κέρδανον δόγμα Ἀριστοτέλους, ὅτι βούλεται τὴν θάλασσαν συνεχῆ εἶναι καὶ οὐ διῃρημένην, ὥς φασιν οἱ γεωγράφοι. εἰ δὲ καὶ λέγει τις, ὅτι οὔτε αἱ θάλασσαι συνεχεῖς εἰσι διῄρηνται ἀπ’ ἀλλήλων), οὐκ ἄτοπον καὶ τοῦτο ὑποθέσθαι, ὥστε καὶ ἐν ἄλλοις τόποις μέρη εἶναι τῆς θαλάττης διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. ἰδοὺ γοῦν τῆς ὁλότητος τοῦ πυρὸς ἐν τῷ ὑπεκκαύματι οὔσης ὑπὸ γῆν πυρός εἰσι κρατῆρες διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. οὕτω μὲν οὖν κατασκευαστέον, ὅτι οὐχ οἱ ποταμοί εἰσιν ὁλότητες διὰ τὸ καταχεῖσθαι, ἀλλ’ ἡ θάλασσα. καὶ ἄλλως δὲ οὐ δυνατὸν τοὺς ποταμοὺς εἶναι ὁλότητα τοῦ ὕδατος, ἐπειδὴ ῥυτοί εἰσιν, ἡ δὲ θάλασσα στάσιμος· πρέπει δὲ τῇ ὁλότητι ἡ στάσις· ἡ θάλασσα ἄρα ὁλότης τοῦ παντὸς ὕδατος διὰ τὴν στάσιν, καὶ οὐχὶ οἱ ποταμοί. εἰ δὲ καὶ ῥυτὴν αὐτὴν ἕλεγεν Ἀριστοτέλης τῇ προτεραίᾳ, ἀλλ’ οὐχ οὕτως ἐστὶ ῥυτὴ ὥσπερ οἱ ποταμοί· ἐκεῖνοι μὲν γὰρ ἀλλαχοῦ ῥέουσι, τουτέστιν εἰς τὴν θάλασσαν, αὕτη δὲ οὐκ ἀλλαχοῦ, ἀλλ’ εἰς [*](6 εἰ] ἡ G 7 τῆς (ante πικρότητος) om. Ar. 10 εἰ a: ἡ VG 14; τῶν Ga: τὸ V 18 ἄλλα om. Va 35. 36 τῇ προτεραίᾳ] Β 1 p. α 12. 14. cf. 01. p. 128,9 sqq.)
p. 354 b 1 Περὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ Χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον.
Νῦν ζητεῖ ταῦτα δεύτερον, εἰ γενητή ἐστιν ἢ ἀγένητος, καὶ τὴν αἰτίαν τῆς ἀλμυρότητος, ἵνα διὰ τοῦ δεῖξαι, ὅτι ἀγένητός ἐστιν, δείξῃ, ὅτι ἁπλῆ ἐστιν, καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα, δείξῃ, ὅτι ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος.
p. 354 b 4 Δόξειε γὰρ ἂν εὔλογον, εἰ καὶ τῶν ἄλλων στοιχείων ἐστὶν ὅγκος ἀρχὴ ἀρχὴ διὰ τὸ πλῆθος.
ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ὥσπερ τὰ ἄλλα στοιχεῖα ἔχουσιν ὁλότητας, εἰκὸς εἶναι καὶ τοῦ ὕδατος ὁλότητα, ἐπεί τοί γε ἀποκληρωτικὸς ἔσται ὁ λόγος-
p. 354 b 13 Τὸ γὰρ τῶν ποταμῶν οὕτ’ ἀθρόον ἔσται οὔτε στάσιμον, ἀλλ’ ὡς γινόμενον ἀεὶ φαίνεται καθ’ ἡμέραν.
Ὥς τινος ἀπορήσαντος ‘καὶ τί ἄτοπον, Ἀριστότελες, εἷναι τοῦ ὕδατος ὁλότητα τοὺς ποταμούς;’ αὐτὸς ἐπελύσατο λέγων, ὅτι οὐ δυνατόν, ἐπεὶ καὶ ῥυτοί εἰσι καὶ διῃρημένοι. ἔνθεν κέρδανον, ὅτι βούλεται ὁ φιλόσοφος πάσας τὰς θαλάσσας συνεχεῖς εἶναι καὶ οὐ διῃρημένας.
[*](1 ἑκατονταεβδομηκονταπλασίονα scripsi coll. p. 19,20: ἑβδομηκονταπλασιόνα VGa 8 πολλὴν εὐπορίαν scripsi: πολλὴ εὐπορία VGa ἕξουσιν V: ἔξω Ga 9 εἰ addidi 14 τῆς (ante πικρότητος) om. a et Ar. 19 Δόξειε a Ar. (δόξει Ε): δόξη VG εὔλογον εἰ καὶ] εὔλογον εἶναι, καθάπερ καὶ Ar. 20 post ἐστὶν add. ἠθροισμένος Ar. 22 ἐπεί τοί γε—ὀλότητα (27) om. V 24 ἔσται G: om. a et Ar.)p. 354 b 16 Διὸ καὶ τοὺς ποταμοὺς οὐ μόνον εἰς ταύτην, ἀλλὰ καὶ [*](30v) ἐκ ταύτης φασί τινες ῥεῖν.
Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι πάντες οἱ ποταμοὶ τῆς οἰκείας ὁλότητος ἐφιέμενοι εἰσρέουσιν ἐν τῇ θαλάσσῃ. ἴσως τῷ ποιητῇ κατακολουθῶν ὁ φιλόσοφος ἔφη, ὅτι οὐ μόνον εἰσρέουσιν εἰς αὐτὴν οἱ ποταμοί, ἀλλὰ καὶ ἀπ’ αὐτῆς ῥέουσιν, ἔννοιαν ἔχων τοῦ Ὠκεανοῦ. περὶ οὗ ὁ ποιητής· ‘ἐξ οὗ πάντες οἱ ποταμοὶ καὶ πᾶσαι πηγαὶ ἀεὶ ῥέουσι’.
p. 354 b 19 Τί δήποτ’ οὖν οὐκ ἔστι τὸ συνεστὼς ὕδωρ πότιμον, εἴπερ ἄρα ἀρχὴ τοῦ παντός ἐστιν ὕδατος, ἀλλ’ ἁλμυρόν.
Ἐπειδὴ κατεσκεύασεν διὰ τοῦ δευτέρου ἐπιχειρήματος, ὅτι ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἀπορεῖ πρὸς ἑαυτὸν μήπω τὰ ἄλλα δύο ἐπιχειρήματα εἰρηκώς, ὅτι καὶ πῶς δυνατὸν τὴν ὁλότητα τοῦ ὕδατος ἁλμυρὰν εἶναι καὶ παρὰ φύσιν· εἶτα τὴν αἰτίαν τῆς ἁλμυρότητος ἐπάγων λύει τὴν ἀπορίαν. τί γάρ φησιν ; ὅτι ὅσον μὲν καθ’ ἑαυτὴν ἡ θάλασσα πότιμός ἐστιν, ἀλλὰ διὰ τὸ περιτετάσθαι τὸ ὕδωρ αὐτῆς ἐπάνω τῆς γῆς εἰς πλάτος ἐξατμίζεται τὸ λεπτομερὲς καὶ πότιμον, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν· ὅθεν ἅμα τῇ λύσει τῆς ἀπορίας καὶ τὴν αἰτίαν λέγει τῆς ἁλμυρότητος τῆς θαλάσσης.
p. 354 b 25 Τοῦτο γάρ ἐστι τὸ ἔσχατον, εἴτε ὡς πολλοὶ λέγουσιν εἴτε ὡς ἡμεῖς.
τοῦτο, φησί, τὸ ὕδωρ τὸ περιτεταμένον περὶ τὴν γῆν ἔσχατόν ἐστι τοῦ τε ἀέρος καὶ τοῦ πυρός, εἴτε συνεχές ἐστιν, ὥσπερ ἡμεῖς λέγομεν, ἢ διῃρημένον, ὡς οἱ τὰς γεωγραφίας ποιοῦντες λέγουσι.
p. 354 b 26 Φερομένου δὲ τοῦ ἡλίου τοῦτον τὸν τρόπον.
Ποῖον; ποτὲ μὲν βορειοτέρου, ποτὲ δὲ νοτιωτέρου γινομένου.
p. 354 b 33 Διὸ καὶ γελοῖοι πάντες, ὅσοι τῶν πρότερον ὑπέλαβον ἥλιον τρέφεσθαι τῷ ὑγρῷ.
ἐάσας τέως τὰ λοιπὰ δύο ἐπιχειρήματα κατασκευάζοντα ὁλότητα εἶναι τὴν θάλασσαν ἵσταται πρὸς τὴν φυσικὴν δόξαν τὴν λέγουσαν ἐκ τῆς ἀτμίδος τρέφεσθαι τὸν ἥλιον.
[*](6 ὁ G: om. Va et Ar. (5. 7 ὁ ποιητής] Hom. Φ 196: ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.. cf. p. 134,2 sq. 8 οὖν om. Ar. οὐκ ἔστι] οὐχ ὑπό G συνεστὸς Ar. Bekk. contra codd. πότιμον Va: τοῦ ποτίμου G: τοῦτο (om. F) πότιμον Ar. 9 εἴπερ—ὔδατος om. V ἄρα om. Ar. 12 τὴν (ante ὁλότητα) G: om. Va 19 τὸ ἔσχατον] πάντων τούτων FHN) ἔσχατον Ar. πολλοὶ] οἱ (om. HN) πλεῖστοι Ar. 22 τοῦ τε] τοῦ a ἥλιον] τὸν ἥλιον Ar.)p. 355 a 3 Καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἄν ἔχῃ τροφήν, μέχρι [*](30v) τούτου ζῇ.
Διακωμῳδεῖ αὐτῶν τὴν ὑπόθεσιν, ἐπειδὴ ἔλεγον πῦρ ὄντα τὸν ἥλιον πάντως δεῖσθαι τροφῆς καθ’ ἑκάστην ὥραν · καίτοι οὔτε τὸ πῦρ τρέφεται.
p. 355a5 Ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ.
Ἀγανακτοῦντος φωνή. οὕτω γὰρ ἠλίθιοί εἰσιν, ὅτι νομίζουσι τὸ ἐξατμισθὲν φθάνειν ἐπὶ τὴν ἡλιακὴν σφαῖραν καίτοι τοσούτων ἄλλων σφαιρῶν ἐν τῷ μέσῳ οὐσῶν καὶ τῆς ἀτμίδος μηδὲ τὰς ἀκρωρείας σχεδὸν ὑπερβαινούσης. καὶ ἰδοὺ ἔχεις τὸ πρῶτον ἐπιχείρημα.
p. 355a9 Η μὲν γὰρ διὰ συνεχοῦς ὑγροῦ καὶ ξηροῦ μεταβαλλόντων γίνεται καὶ οὐ τρέφεται.
Ὄρα, πῶς σαφῶς λέγει ὁ φιλόσοφος μὴ τρέφεσθαι τὸ πῦρ.
p. 355a 13 Δηλονότι καὶ ὁ ἥλιος οὐ μόνον, Ἡράκλειτός φησι, ‘νέος ἐφ’ ἡμέρῃ’ ἐστίν, ἀλλ’ ἀεὶ νέος συνεχῶς.
Εἰ δώσομεν τὸν ἥλιον τρέφεσθαι, οὐ μόνον καθ’ ἡμέραν γίνεται, ἀλλὰ καὶ καθ’ ἑκάστην ὥραν τρέφεσθαι. καὶ ἔχεις ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα.
p. 355a 15 ἔτι δ’ ἡ ὑπὸ τοῦ ἡλίου ἀναγωγὴ τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ὕδασίν ἐστιν ὑπὸ τοῦ πυρός. |
ἐντεῦθεν δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι οὔτ’ ἐπὶ τοῦ παρ’ [*](31r) ἡμῖν πυρὸς * * * τὸ δ’ ἀντιφράττειν πολλάκις τὸ μέσον. οὕτως οὖν οὕτ ἐπὶ τοῦ ἡλίου τὸ ὑπ’ αὐτοῦ ἐξατμισθὲν τροφὴ αὐτοῦ ἐστιν.
p. 355 a 18 Ἄτοπον δὲ καὶ τὸ μόνον φροντίσαι τοῦ ἡλίου, τῶν δ’ ἄλλων ἀστέρων παριδεῖν τὴν σωτηρίαν.
Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, τίς ἡ ἀποκλήρωσις τὸν ἥλιον μόνον τρέφεσθαι ὑπὸ τῆς ἀτμίδος, μηκέτι δὲ τοὺς ἄλλους ἀστέρας.
[*](2 ςῆν Ar. Ἠ μὲν γὰρ Va: εἰ μὲν γὰρ G: ἡ μὲν γὰρ φλὸξ Ar. ὁ Ἡράκλειτος Ar. 17 ἑκάστην om. G τρέφεσθαι] scribe τρέφεται 20 ὑπό πυρός Ar. 21 τρίτον scripsi: δεύτερον VGa; cf. v. 17. 26; p. 136,15 sqq. 22 post πυρὸς lacunam signavi; cf. p. 136,17 25 ἀστέρων] ἄστρων Ar. post παριδεῖν add. αὐτοὺς Ar.)p. 355 a 21 Τὸ δὲ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον.
[*](31r)Τὸ πέμπτον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι ἄλογόν ἐστι τὸ ὑποθέσθαι εὐθὺς μετὰ τὸν κατακλυσμὸν πλήρους ὕδατος ὑπαρχούσης τῆς γῆς ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἀστέρων θερμασίας ἐξατμίζεσθαι κατὰ μέρος καὶ φέρεσθαι ἀπὸ τῆς ἀτμίδος ἀστέρας· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν ἀέρα ἀπὸ ταύτης γίνεσθαι τοῦ ἀνενεχθέντος ὁμοίως πάλιν κατενεχθέντος διὰ τῶν ὑετῶν· ἐχρῆν γὰρ ἄνω μεμενηκέναι.
p. 353 a 32 Τὸ μὲν οὗν πότιμον καὶ γλυκὺ διὰ κουφότητα πᾶν ἄγεται.
Μετὰ τὰ πέντε ἐπιχειρήματα ἐπανακάμπτει πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς αὐτῷ προτεθέν, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα καὶ ἐπαναμιμνῄσκει τοῦ τέλους τοῦ πρώτου ἐπιχειρήματος, ἵνα ἐφεξῆς τὰ λείποντα δύο ἐπάξῃ· ἐλέγετο γὰρ ἐν τῷ τέλει τοῦ πρώτου ἐπιχειρήματος ἅμα τε ἡ λύσις τῆς ἀπορίας καὶ ἅμα ἡ αἰτία τῆς ἁλμυρότητος. τοῦτο οὖν νῦν ἐπαναμιμνῄσκει.
p. 355 b 2 Ὃν γὰρ ὁρῶμεν κατέχουσαν τόπον τὴν θάλασσαν, οὗτος οὐκ ἔστι θαλάττης, ἀλλὰ μᾶλλον ὕδατος.
Γὸ τρίτον ἐπιχείρημα τῶν τεσσάρων τῶν περὶ θαλάσσης ἀπιχειρημάτων τὸ λέγον, ὅτι ὁ ὑποκείμενος τόπος τῇ θαλάττῃ παντὸς ὕδατός ἐστι δεκτικός· ὁλότης ἄρα ἡ θάλαττα. τί γάρ φησιν ; οὗτος ὁ τόπος οὐ μόνον θαλάττης ἐστὶ δεκτικός, τουτέστιν ἁλμυροῦ ὕδατος, ἀλλ’ ἁπλῶς ὕδατος, τουτέστι παντοίου ὕδατος.
p. 355b4 Φαίνεται δὲ θαλάσσης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ τὸ βάρος.
Ὥς τινος ἀπορήσαντος ‘καὶ πῶς, Ἀριστότελες, ἁλμυροῦ ὕδατος φαίνεται περιεκτικὸς ὢν οὗτος ὁ τόπος;’ αὐτὸς τὴν λύσιν ἐπάγει, ὅτι διὰ τὸ ἀναρπάζεσθαι τὸ λεπτὸν ὑπὸ τοῦ ἡλίου ὑπομένει τὸ παχύ, ὥσπερ καὶ ἐπὶ τῆς γαστρὸς τῶν ζῴων. κἀκεῖσε γὰρ τοῦ ὁμοίου γινομένου † λέγεται ἡ γαστὴρ δεκτικὴ δεκτικοῦ, ἀλλὰ δεκτικὴ τῆς ἁπλῶς τροφῆς.
p. 355 b 17 Ἕστε γὰρ τὸ κοιλότατον ἡ ῥύσις, καὶ ἡ θάλαττα τὸν τοιο,ῦτον ἐπέχει τῆς γῆς τόπον.
Γὰ δ’ ἐπιχείρημα τὸ λέγον, ὅτι ἐν τῷ κοιλοτάτῳ τῆς γῆς ἐστιν ἡ [*](1 ἄλογον] λόγος G 6 κατενεχθέντος] καταχθέντος G ἄγεται] ἀνάγεται Ar. 11 αὐτῷ] αὐτὸ a 12 ἴνα—ἐπιχειρήματος (13) om. a 27 locum corruptum ita corrigas: τοῦ ὁμοίου γινομένου <οὐ> λέγεται ἡ γαστὴρ δεκτικὴ πικροῦ (cf. Ar. 355 b 8. 12) 28 ἁπλῶς] ἁπλῆς a 29 ἔστε V: ἔσται Ga: εἴς τε Ar. ῥύσις] ῥήσις (sic) Va 29. 30 τὸν τοιοῦτον V Ar. : τοῦτον Ga)
Πρᾶξις κݲαݲ.
p. 355 b 20 Τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον πλῆθος οὐδαμοῦ φαίνεται.
Ἐπειδὴ κατασκευάζει ὁ φιλόσοφος, ὅτι ἡ θάλαττα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἐχρήσατο ἑνὶ ἐπιχειρήματι τῷ λέγοντι, ὅτι οἱ ποταμοὶ ἅπαντες εἰσβάλλουσιν ἐν τῇ θαλάττῃ ὡς ὁλότητος ἐφιέμενοι ἢ ὡς τῆς ἐν αὐτῇ κοιλότητος. νῦν αὐτὸ τοῦτο ζητεῖ, τί δήποτε πολλοῦ καὶ μεγίστου ποταμοῦ ἐμβάλλοντος ἐν τῇ θαλάττῃ ὅμως αὕτη κατ’ οὐδένα τρόπον φαίνεται αὐξανομένη παρὰ τὸ πρότερον. καὶ ταύτην τὴν ἀπορίαν λύει τοιούτῳ λόγῳ κεχρημένος· ἐπειδὴ γάρ, φησί, τὸ τῆς θαλάττης ὕδωρ κατὰ τὸ τῆς γῆς πλάτος φαίνεται ἐκτεταμένον, ὥσπερ ἄν τις κύαθον ὕδατος ἐπὶ τραπέζης ἐξαπλώσῃ, τούτου χάριν ἐξηπλωμένου τοῦ ὕδατος αὐτῆς ἐπὶ μέγιστον τῆς γῆς τόπον συμβαίνει τὸ πολὺ αὐτοῦ μέρος ἀπόλλυσθαι, πῇ μὲν ἐξατμιζόμενον ὑπὸ τῆς τοῦ ἡλίου περιφορᾶς, πῇ δ’ ὑπὸ τῆς ὑποκειμένης γῆς ἀναπινόμενον. ἐπειδὴ οὖν πολύ ἐστιν ἐξ αὐτῆς ἀπολλύμενον ὕδωρ, εἰκότως οὐ φαίνεται αὐξανομένη, εἰ καὶ πάντες εἰσβάλλοιεν οἱ ποταμοί. οὕτω περὶ τῆς ὁλότητος τῆς θαλάττης διαλεχθεὶς ὁ φιλόσοφος ἐπεὶ μὴ συνῳδὰ αὐτῷ φθέγγεται ὁ Πλατῶν — βούλεται γὰρ αὐτὸς ἐν τῷ Φαίδωνι μὴ τὴν θάλατταν εἶναι ὁλότητα τοῦ παντὸς ὕδατος, ἀλλὰ ποταμόν τινα καὶ τοῦτον ὑπὸ γῆν ὄντα, φημὶ δὴ τὸν Τάρταρον. ἔλεγε γὰρ περὶ τὸ τῆς γῆς κέντρον εἰλεῖσθαι τοῦτον τὸν ποταμόν, ἀπ’ αὐτοῦ δ’ ἑτέρους τρεῖς προιέναι, λέγω δὴ Ἀχέροντα, Κωκυτόν, Πυριφλεγέθοντα· ἐκ δὲ τούτων πάντας προϊέναι τοὺς ποταμοὺς καὶ τὴν θάλατταν. τοῦτον δ’ αὐτὸν τὸν Τάρταρον ἀνάστατον ὄντα καὶ ὄχλου μεστὸν κυμαίνεσθαι περὶ τὸ κέντρον καὶ ποτὲ μὲν ἐάσαντα τὸ κέντρον γίνεσθαι περὶ τὸ διάμετρον, ποτὲ δὲ περὶ τὸ ἕτερον διάμετρον, καὶ οὕτως ἄλλοτε ἀλλαχόθεν φερόμενον ταράχου εἶναι μεστόν. καὶ τούτων οὕτως ἐχόντων ἔλεγεν ὁλότητα αὐτὸν εἶναι τοῦ παντὸς ὕδατος· πάντας γὰρ τοὺς ποταμοὺς καὶ τὴν θάλασσαν εἰς αὐτὸν ἔλεγε χωρεῖν ὡς αὐτῶν ἐφιεμένων τῆς οἰκείας αὐτῶν ὁλότητος. ταύτην τὴν ὑπόθεσιν ἀναιρεῖ Ἀριστοτέλης διὰ τεττάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· οὐ καλῶς, ὦ Πλατῶν, τὸν Τάρταρον λέγεις τοῦ παντὸς ὕδατος εἶναι ὁλότητα· δυσὶ γὰρ ἀτόποις ὑποπίπτεις οὕτως ὑποτιθέ- [*](7 post πλῆθος add. ὕδατος Ar. 9 ὕδατος a: om. VG 22. 23 ἐν τῷ Φαίδωνι] p. 112 A 29 γίνεσθαι Ideler: γίνεσθε VGa τὸ διάμετρον Ga (ef. verba sqq.): τὴν διάμετρον V; fort, τὸ ἓν δαίμετρον? 32 εἰς a: om. VG)
<p. 355b20 Tὸ δὲ> ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται.>
πληθυνομένη ἡ θάλασσα καίτοι πάντων τῶν ποταμῶν εἰς αὐτὴν εἰσβαλόντων;
p. 355 b 25 ὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος διαταθέν.
Ἐντεῦθεν ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι διὰ τὸ ἐκτετάσθαι περὶ τὸ πλάτος τῆς θαλάσσης τὸ ὕδωρ πολὺ ἀπ’ αὐτῆς διαφορεῖ αὐτὴν καθ’ ἡμέραν ἄνωθεν μὲν ὑπὸ τοῦ ἡλίου ἐξατμιζομένην, κάτωθεν δ’ ὑπὸ τῆς γῆς ἀναπινομένην. διὰ οὖν τὴν πολλὴν αὐτῆς διαφόρησιν οὐχ ὁρᾶται πλήθουσα, εἰ καὶ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐμβάλλουσιν.
p. 355 b 32 Τὸ δ’ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε ποταμῶν καὶ θαλάττης ἀδύνατον.
ἐντεῦθεν ἐπειδὴ ᾔσθετο τοῦ Πλάτωνος ἐναντιουμένου αὐτῷ τοῦ μὴ εἶναι τὴν θάλατταν ὁλότητα, ἀλλὰ τὸν Τάρταρον, πειρᾶται αὐτὸς ἀνατρέπειν αὐτόν, ἀλλὰ πρῶτον τὴν ἱστορίαν αὐτοῦ τοὺ Πλάτωνος παρατίθεται.
p. 355 b 34 Λέγεται γάρ, ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται ὑπὸ γῆν.
ἐντεῦθεν ἡ ἱστορία τοὐ Πλατωνικοῦ μύθου. φησὶ γάρ, ὅτι πάντα ἔχει πόρους τινὰς ὑπὸ γῆν τετρημένους, δι’ ὧν ἀφικνοῦνται εἰς τὸν Τάρταρον· ᾧ δῆλον, ὅτι πρὸς ὁλότητα χωροῦσιν.
p. 355 b 35 Ἀρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τοῦ ὕδατος ὁ καλούμενος Τάρταρος περὶ τὸ μέσον τῆς γῆς ὕδατός τι πλῆθος.
Ὁρα, πῶς ὁ Πλάτων ὑποτίθεται περὶ τὸ μέσον τῆς γῆς, τουτέστι τὸ κέντρον, εἰλεῖσθαι τὸν Τάρταρον.
[*](3 προβουλεύσεως Ideler: προβουλήσεως VGa ἁμαρτησάσας] ἁμαρτήσας a 4. 5 ἄμει νον γὰρ ἢν G: om. Va; deinde excidit et finis argumentationis continuae et lemma, ad quod spectent verba ’H πρώτη ἀπορία sqq.; lemma addidi ex p. 141, 6 sq. 9 εἰσβαλλόντων scripsi: εἰσβαλόντων VGa 10 post πλάτος add. τε Ar. διαταθέν Ar.: διατεθέν VGa 16. 17 τῶν ποταμῶν et τῆς θαλάττης Ar. 26 εἴη] ἢ Ga τῶν ὑδάτων Ar. 27 περὶ τὸ μέσον τῆς γῆς V: περὶ τὸ μέσον Ar. : om. Ga Comment. Arist. XIl 2. Olympiod. Meteor.)p. 356a Ἐξ οὖ τὰ ῤέοντα καὶ μὴ ῤέοντα ἀναδίδωσι πάντα.
[*](32r)Ἀπὸ γὰρ τοῦ Ταρτάρου, φησί, καὶ τὰ ῥέοντα ὕδατα, τουτέστιν αἱ πηγαὶ καὶ οἱ ποταμοί, καὶ μὴ ῥέοντα, τουτέστιν ἡ θάλασσα, ἀναδίδονται καὶ πάλιν εἰς αὐτὸ χωροῦσιν ὥσπερ εἰς ὁλότητα. ἡμεῖς δὲ τοῦτο καὶ ἠθικῶς καὶ φυσικῶς ἀνεπτύξαμεν. ἠθικῶς μέν, ὅτι ὁ Τάρταρος τόπος ἐστὶ δικαστικός, ἐξ οὗ εἰσιν ἅπαντες οἱ δικαστικοὶ τόποι, Κωκυτός, Ἀχέρων, Πυρτφλεγέθων, εἰς οὓς ἐμβάλλονται αἱ ψυχαὶ κατὰ τὰς διαφορὰς τῶν ἁμαρτάδων, αἱ μὲν ἀιδίως κολασθησόμεναι διὰ τὸ ἀνίατα ἡμαρτηκέναι ἐν τῷ Ταρτάρῳ. πλὴν εἰ καὶ λέγω ἀιδίως, μὴ δὴ νομίσῃς, ὅτι εἰς ἀπείρους αἰῶνας κολάζεται ἡ ψυχὴ ἐν τῷ Ταρτάρῳ εὖ γε οὐ διὰ μῆνιν τοῦ θείου κολάζεται ἡ ψυχή, ἀλλ’ ἰατρείας χάριν), ἀλλ’ αἰωνίως φαμὲν κολάζεσθαι τὴν ψυχὴν αἰῶνα καλοῦντες τὸν αὐτῆς βίον καὶ τὴν μερικὴν αὐτῆς περίοδον. τῷ γὰρ ὄντι τὰ μέγιστα πλημμελήσασαι ψυχαὶ οὐκ ἀρκοῦνται μιᾷ περιόδῳ καθαρθῆναι, ἀλλ’ εἰσὶν ἐν τῷ βίῳ διηνεκῶς ὥσπερ ἐν τῷ Ταρτάρῳ, ἣν περίοδον αἰῶνα ἐκάλεσεν ὁ Πλατῶν. χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι ἕτερόν ἐστιν αἰώνιον καὶ ἕτερον τὸ ἀίδιον. τὸ γὰρ αἰώντόν ἐστι τὸ ὅλον, ὡς ὅλον νῦν τὸ ἐστερημένον παρεληλυθότος χρόνου καὶ μέλλοντος, ὅλον δ’ ἐν τῷ καθεστῶτι νῦν ὑπάρχον· ἀίδιον δ’ ἐστίν, ὃ καὶ αὐτὸ μὲν ἀεὶ ὑπάρχει, ἐν δὲ τοῖς τρισὶ χρόνοις θεωρούμενον. ὅθεν αἰώνιον μὲν λέγομεν τὸν θεὸν | διὰ τὸ μὴ ἐν χρόνῳ τὸ εἶναι ἔχειν, ἀλλὰ [*](32v) πάντα χρόνον καὶ ἐνεστῶτα καὶ παρωχηκότα καὶ μέλλοντα ὡς νῦν ἔχειν αὐτόν αὕτη γὰρ ἡ φύσις τοῦ αἰωνίου)· ἀίδιον δ’ οὐ λέγομεν, ἐπειδὴ οὔτ’ ἐν χρόνῳ ἔχει τὸ εἶναι. ἀλλ’ εἰ ἄρα, τὴν ὕλην ἀίδιον ῥητέον ὡς ἐν χρόνῳ εἰδοποιουμένην καὶ πάλιν ἄλλα εἴδη προσλαμβάνουσαν τῶν πρώτων φθαρέντων. ὅθεν οὐ μόνον ἠθικῶς τὸν Τάρταρον ἐξηγησάμεθα, ἀλλὰ καὶ φυσικῶς φήσαντες, ὅτι Τάρταρός ἐστιν ὕλη διὰ τὴν ἐνοῦσαν αὐτῷ ταραχὴν καὶ στάσιν τῶν ἐναντίων.
p. 356 a 3 Tὴν δ’ ἐπίρρυσιν ποιεῖν ἐφ’ ἑκάστῳ τοῦ ῥεύματος διὰ τὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν.
Τί φησιν; ὅτι ὁ Τάρταρος στάσιν μὴ ἔχων, ἀλλὰ σαλευόμενος ἀπὸ τόπου ἐπὶ τόπον πέριξ τοῦ κέντρου ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ πάντων τῶν ὑπὲρ γῆν ὑδάτων. ὅθεν πολλάκις <ἐν> μέρει γενόμενος τοῦ κέντρου ἢ ἐκ τοῦ διαμέτρου τις ποταμὸς εἰς αὐτὸν παρῆλθεν, ἵνα ἔλθῃ πρὸς τὸν Τάρταρον· ὅθεν καὶ ἄνω καὶ κάτω ἀφικνεῖσθαι τὸ πρὸς αὐτὸν ἐρχόμενον ὕδωρ εἶπεν ὁ Ἀριστοτέλης, κάτω μὲν μέχρι τοῦ κέντρου, ἄνω δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν Τάρταρον, ὅπερ ἐστὶν ἄτοπον.
[*](1 καὶ τὰ ῥέοντα καὶ τὰ μὴ ῥέοντα Ar. 5 ἀνεπτύξαμεν] cf. p. 144,11 sqq. 9 post λέγω ἀιδίως verba κολασθησόμεναι—λέγω ἀιδίως iterat a 26 φήσαντες] fort, in eis, quae post p. 145, 5 perierunt 28 ἑκάστῳ G: ἑκάστου Va ἐφ’ ἕκαστα ἑκάστῳ H) τῶν ῤευμάτων Ar. 32 ἐν addidi: cf. p. 142, 18 γινόμενος Ga)p. 356 a 4 Οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλ᾿ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι.
Ἰδοὺ ἐνταῦθα σαφῶς ὑποτίθεται ὁ Πλάτων [τὸν Τάρταρον] μὴ συνεχῆ εἶναι τὴν κυρτότητα τοῦ Ταρτάρου τῇ κοιλότητι τῆς γῆς, ἀλλ᾿ εἶναι μὲν ἀνερμάτιστον διὰ τὸ μὴ ἐρείδειν ἐν τῇ γῇ, ἔχειν δὲ βάσιν τὸ κέντρον.
p. 356 a 5 Κινούμενον δὲ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς ῥεύμασιν.
Οὕτω καὶ πρῶτον εἴρηται, ὅτι τῇδε κἀκεῖσε κυκώμενος ὁ Τάρταρος ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ τῆς θαλάσσης· ἀλλὰ ταῦτα μὲν ἠθικῶς ἐκληπτέον, ἔστω δὲ παράδειγμα τὸ λεγόμενον τοιοῦτον.
p. 356 a 8 Πάντα μὲν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἥρξατο ῥεῖν.
Τί φησιν; ὅτι τῶν ποταμῶν τῶν ἀπὸ τοῦ Ταρτάρου προϊόντων ὑπὲρ γῆς † τὸ πᾶν πολλαχόθι τῆς γῆς πάλιν εἶθ᾿ οὕτως τοὔμπαλιν εἰς τὸν Τάρτρον χωροῦσιν, ὅθεν αὐτοῖς καὶ ἡ ἀρχὴ τῆς ῥύσεως δέδοται.
p. 356 a 9 Πόλλα μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καταντικρὺ τίθησι τῆς ἐκροῆς, οἷον εἰ ῥεῖν ἤρξατο κάτωθεν, ἄνωθεν εἰσβάλλουσιν.
Οὗτοι, φησίν, οἱ ποταμοὶ ἀπὸ τοῦ Ταρτάρου ἐκδιδόμενοι, οἱ μὲν αὐτῶν ἐπὶ βραχὺ μόνον προϊόντες πάλιν ὑπονοστοῦσιν εἰς αὐτὸν διὰ τοῦ αὐτοῦ τόπου, ὅθεν καὶ προῆλθον· οἱ δ᾿ ἐπὶ μήκιστον προϊόντες οὐκέτι διὰ τοῦ αὐτοῦ τόπου ὑπονοστοῦσιν, ὅθεν καὶ προῆλθον, ἀλλὰ πάλιν ποιήσαντες περί. οδὸν κατὰ τὸ διάμετρον τῆς προελεύσεως αὐτῶν εἰσβάλλουσιν εἰς τὸν Τάρταρον. † ἐπεὶ δὲ τοῦτο ἠθικῶς καὶ φυσικῶς· ἠθικῶς μέν, ὅτι διὰ μὲν τοῦ ἐπ᾿ ὀλίγον προϊόντος [τοῦ] ποταμοῦ καὶ παλινδρομοῦντος διὰ τῆς αὐτῆς πορείας αἰνίττεται τὰς ψυχάς, αἵτινες δυσίατα ἁμαρτήσασαι ἢ καὶ ἀνίατα οὐδ᾿ ἐπ᾿ ὀλίγον ἀναχωροῦσι τῆς γενέσεως, τουτέστι τοῦ Ταρτάρου, ἥτις γένεσις ἀντὶ κολάσεως αὐταῖς δέδοται, ἵνα καθαρθῶσιν. ἀλλ᾿ εἰ καὶ δόξουσι [*](1 ἔχειν] ἔχει Ga ἀεὶ a et Ar.: ἡ VG 2 τὸν Τάρταρον uncinis inclusi μὲ om. a 3 κυρτότητα] κυριότητα a post κυρτότητα add. del. εἶναι G 11 μὲν] δὲ πάλιν Ar. ἤρξαντο (contra FHN) Ar. 14 τὸ πᾶν—γῆς om. V verba τὸ πᾶν sqq. corrupta. <ὥς> τε φαν<ῆναι> πολλ. τ. γ. coni. Diels 16 ante κατὰ add. καὶ (contra FHN) Ar. καὶ καταντικρὺ Ar. 17 τίθησι] τῇ θέσει Ar. εἰ ῥεῖν Ar. : εἰσρεῖν VGa ἤρξαντο (contra FHN) Ar. ἄνωθεν Ar. : ὅθεν VGa 17. 18 εἰσβάλλειν Ar. 24 ἐπεὶ] fort. εἶπε δὲ] μὲν a ἠθικῶς καὶ φ. V: ἠθικῶς μὲν καὶ φ. G: ἠθικῶς δὲ καὶ φ. a 25 alterum τοῦ delevi 26 ἢ om. V 28 δέδοται] δέδεικται a)
p. 356 a 13 Τοὺς δὲ χυμοὺς καὶ χροιὰς ἴσχειν τὸ ὕδωρ δι’ οἵας αν τυχωσι ρεοντα της γης.
Ὥς τινος ἀπορήσαντος ‘ὅπως φῄς, ὧ Πλάτων, πάντα ταῦτα τὰ ὕδατα ῥεῖν ἐκ τοῦ Ταρτάρου, ὁπότε τὰ μὲν αὐτῶν ἐστιν ἁλμυρά, τὰ δὲ θειώδη, τὰ δ’ ἀσφαλτώδη, τὰ δὲ πότιμα; ἐχρῆν γὰρ πᾶν ὕδωρ ὁμοιομερὲς εἶναι, εἴπερ ἀφ’ ἑνὸς ῥέουσι τόπου’ αὐτὸς ἐπήγαγεν, ὅτι πᾶν μὲν ὕδωρ ἐκ τοῦ Ταρτάρου προϊὸν ὁμοιομερὲς ὑπάρχει, ἀλλὰ λοιπὸν πρὸς τὴν κρᾶσιν τῆς ὑποκειμένης γὴς μεταβάλλοντες ἐκρέουσι. σὺ δὲ πάλιν γνῶθι τὰς ψυχάς, αἵτινες πρὸς τὴν ὑποκειμένην χρᾶσιν τοῦ σώματος μεταβάλλοντι, ἐπὰν μὴ ἔχωσι τὸν ἡνιοχοῦντα λόγον· λόγου γὰρ ὄντος οὐχ ὑπείκει ἡ ψυχὴ τῇ τοῦ σώματος κράσει.
p. 356 a 14 Συμβαίνει δὲ τοὺς ποταμοὺς οὐκ ἐν αὐτῷ ἀεὶ ῥεῖν.
Μέχρι τοῦ ἐνταῦθα ὁ Πλατωνικὸς παρέδραμε μῦθος. λοιπὸν τοῦτο πρῶτον ἐπιχείρημα, ὅτι οὐκ ἔστιν ὁ Τάρταρος ὁλότης τοῦ ὕδατος, ἐπεὶ τὴν ἐναντίαν κίνησιν κινηθήσεται πᾶι ὕδωρ εἰς αὐτὸν ἐρχόμενον, ὅπερ ἄτοπον.
p. 356 a 19 Ἔτι γινόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν εστι.
Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον ὅτι οὐχ ὅσον εἰσρεῖ εἰς τὸν Τάρταρον, ἀεὶ τοσοῦτον καὶ ἐκρεῖ. εἰ γὰρ τοῦτο ἦν, καὶ θέρους καὶ χειμῶνος [*](2 εὐίατα] εὐία ἐστὶ a 8 λυχνίς a 11 φθορὰν scripsi: φορὰν VGa 11. 12 fort, διὰ δὲ τοῦ <ἐν τοῦ> ἐναντίου 14 χροιὰς ἴσχειν G: χροιοὺς ἔχειν Va: τὰς (om. E) χρόας ἴσχειν Ar. δι’ οἴας V Ar. : διὰ τὸ Ga 15 τῆς om. Ar. 25 οὐκ ἐν αὐτῷ ἀεὶ ῥεῖν] ῥεῖν οὐκ ἐπὶ ταὐτὸν ἀεὶ Ar. 28 εἰς αὐτὸ ἐργόμενον G 29 Ἔτι] ἐπεὶ G τὸ γιγνόμενον Ar. τὸ (ante πάλιν) oin. (ia 31 Τὸ δεύτερον—εἰσρεῖ om. a τὸ (ante λέγον) G : om. V)
p. 356a22 Καίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς τὴν θάλασσαν. |
Τὸ ἐπιχείρημα· οὐδεὶς πώποτε ἐθεάσατο χαούμενον ποταμὸν [*](33r) εἰς τὸν Τάρταρον ἀλλὰ κἂν ἀναποθῇ, πάλιν ἀναφαίνεται), πάντας δὲ εἰς τὴν θάλατταν χωροῦντας ἢ ἄντικρυς ἢ διὰ μέσου ποταμῶν μεγάλων, ὡς ῥεῖν ἢ ἐκ μιᾶς γῆς ἢ ἐκ δύο, ἐξ ὧν ὑπάρχουσιν οἱ συμμιγέντες. ὅθεν ὁ Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοί εἰσι διὰ τὸ ἄλλους ποταμοὺς συμμίγνυσθαι αὐτοῖς καὶ ῥεῖν εἰς τὴν θάλασσαν, οὐκ εἰς τὸν Τάρταρον· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος.
p. 356a32 Ἄλλως τε καὶ θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης.
Προσυπάκουσον σύ· ‘ἔδει αὐτήν ποτε ἀναπίνεσθαι τῆς οἰκείας ὁλότητος ἐφιεμένην’, καὶ ποιεῖς τὸ τέταρτον ἐπιχείρημα.
p. 356a33 Ὅτι μὲν οὖν ὕδατος τόπος ἐστὶ καὶ οὐ θαλάττης.
ἐλέγξας τὸ εἶναι τὸν Τάρταρον ὁλότητα κατασκευάζει τὴν θάλασσαν εἶναι ὁλότητα διὰ τοῦ πρώην εἰρημένου, ὅτι ὁ ὑποκείμενος αὐτῇ τόπος παντὸς ὕδατος ἁπλῶς ἐστι δεκτικός, οὐ θαλάττης μόνης.
p. 356b4 Περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον, καὶ πότερον ἀεί ἐστιν αὐτὴ ἤ οὔτε ἦν οὔτ’ ἔσται.
Τοῦτο ἕπεται πρὸς Δημόκριτον φθαρτὴν ὑποτιθέμενον τὴν θάλατταν. τοῦτο γὰρ σημαίνει ἢ οὔτε ἦν οὔτ’ ἔσται, τουτέστιν ‘ἀλλὰ φθαρήσεται’.
p. 356b9 Τὸ δὲ νομίζειν ἔλαττον γίνεσθαι τὸ πλῆθος.
τὴν ἀπάτην τὴν Δημοκρίτου λέγει, ὅτι θεωρῶν κατά τινα μέρη αὐτῆς ἠπειρουμένην ἔδοξέ ποτε καὶ πᾶσαν αὐτὴν ξηραίνεσθαι.
p. 3561)17 Τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧτιον.
Καλῶς εἶπεν, ὅτι τοῖς φιλοσόφοις ἀρκεῖ τὸ ἧττον θυμοῦσθαι, οὐ τὸ μηδ’ 20 [*](11 post ὁλότης add. del. εἰς G 13 τῆς θαλάττης Ar. 15 ποιεῖς] ποιεῖν a ante τὸ τέταρτον inserit τὸν τάρταρον a 16 τόπος Ga: τε ὁ τόπος Ar.: om. V post ἐστὶ add. οὗτος Ar. 18 ὁ τόπος a 19 ἁπλῶς om. V 21 ἡ αὺτὴ Ar. post ἢν add. αὐτὴ a 22 φθαρτὴν om. a 24 ἔλαττον VG: ἐλάττω a: ἐλάττω τε Ar. 28 τὸ (post οὐ)] τῷ a μηδ’ V: μήτε Ga)
p. 356b 18. 19 εἴτε διὰ βάρος. . . εἴτε δι’ ἄλλο τι.
Ἄλλο τι εἶπε διὰ τὸ ἀπειροδύναμον. καὶ ἔχεις τὸ ἐπιχείρημα, ὅτι δι’ ἃς αἰτίας μέχρι νῦν μεμένηκε, διὰ τὰς αὐτὰς αἰτίας καὶ
p. 356b 21 Ἤ γὰρ λεκτέον αὐτοῖς, ὅτι οὐδὲ τὸ ἀνενεχθὲν
Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι οὐ φθαρήσεται τοῦ ἀνιόντος ἀπ’ αὐτῆς ὕδατος πάλιν ἀντικαταρρέοντος εἰς αὐτήν.
p. 356b27 Εἰ μὲν οὖν τὸν ἥλιον παύσει φορᾶς.
Τὸ τρίτον ἐπιχείρημα, ὅτι εἴτε φθαρτὸς ὁ ἥλιος εἴτε ἄφθαρτος, κύκλον ἀναγκαῖον ἀεὶ βαδίζειν· ἀπὸ γὰρ ὑγροῦ ξηρὸν καὶ ἀπὸ ξηροῦ ὑγρόν, ὡς ἀπὸ σπέρματος σπέρμα.
Πρᾶξις κβ.
p. 357a5 Περὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατον ἁλμυρὰν ποιεῖν.
Διδάξας ἡμᾶς ὁ φιλόσοφος, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος συνηγορικῶς τε καὶ ἀντιλογικῶς συνηγορικῶς μὲν διὰ τῶν τεσσάρων ἐκείνων ἐπιχειρημάτων, ἑνὸς μὲν τοῦ λέγοντος, ὅτι ἀποκληρωτικὸς ἔσται ὁ λόγος τῶν ἄλλων στοιχείων ἐχόντων ὁλότητας τὸ ὕδωρ μὴ ἔχειν, ἑτέρου δὲ τοῦ λέγοντος, ὅτι οἱ ποταμοὶ σπεύδουσιν εἰς τὴν θάλατταν ἐφιέμενοι ταύτης ὡς οἰκείας ὁλότητος, ἄλλου δὲ τοῦ λέγοντος, ὅτι ὁ ὑποκείμενος τῇ θαλάσσῃ τόπος δεκτικός ἐστι παντὸς ὕδατος, καὶ τέταρτον, ὅτι τὸν πάντων κοιλότατον ἐπέχει τόπον· ἀντιλογικῶς δὲ διὰ τοῦ δεῖξαι τὸν Τάρταρον μὴ ὄντα ὁλότητα ὕδατος καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὐ σύνθετος· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι) νῦν καὶ ἐπὶ τὸ δεύτερον μετέρχεται πρόβλημα τὸ λέγον, τίς ἡ αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, διελέγχει τῶν φυσικῶν φιλοσόφων τὰς περὶ τῆς ἁλμυρότητος δόξας τέσσαρας οὔσας. οἱ μὲν γὰρ ἔλεγον, ὅτι ἁλμυρὰ γίνεται ἡ θάλασσα, ἐπειδὴ τὸ ἐν αὐτῇ λεπτομερὲς καὶ πότιμον ἐξατμίζεται ὑπὸ τοῦ ἡλίου, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν. ἄλλοι δὲ ἔλεγον, ὅτι τοι· [*](3 εἴτε καὶ δι’ ἄλλο τι Ar. 4 διὰ] δὲ Ga 7 ἀνενεχθὲν VG: ἀνεχθὲν a: ἀναχθὲν Ar. 11 post ἄφθαρτος add. ἡ θάλασσα ἄφθαρτος Ga 16 ἀδύνατόν ἐστιν Ar. 24 διὰ τοῦ δεῖξαι Va: διὰ τὸ ἀποδεῖξαι G 27 μετέργεται VG: ἔρχεται a)
p. 357a5 Περὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατον εἶναι ἁλμυρὰν ποεῖν.
ἐπειδή, φησίν, ἔγνωμεν, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὑ σύνθετος, τοῦτο δὲ ἔγνωμεν ἐκ τοῦ ὁλότητα αὐτὴν εἶναι ἡ γὰρ ὁλότης ἁπλῆ ἐστιν), ἔλθωμεν καὶ ἐπὶ τὸ δεύτερον πρόβλημα, τουτέστι τίς ἡ αἰτία τῆς ἁλμυρό- τητος αὐτῆς. ἀλλὰ χρὴ τοῦτο πρῶτον εἰδέναι, ὅτι οἱ μὲν ἐξ ἀρχῆς ἅμα τῷ θάλασσαν εἶναι λέγουσι συνεῖναι καὶ τὴν ἁλμυρότητα, οἱ δ’ ὕστερον ἐπιγεγενῆσθαι αὐτήν. καὶ τούτων τὰς ἱστορίας εἰρήκαμεν, ἀλλὰ τούτων οἱ μὲν ἔλεγον καὶ τὴν θάλασσαν αὐτὴν κατ’ οὐσίαν εἶναι γενητὴν ἅμα τῇ ἁλμυρότητι, οἵτινες ἔλεγον αὐτὴν εἶναι δὶς γενητήν, κατ’ οὐσίαν τε καὶ ἁλμυρότητα· οἱ δὲ ἅπαξ γενητήν, τουτέστι κατὰ μὲν τὴν οὐσίαν ἀγένητον, κατὰ δὲ τὴν ἁλμυρότητα γενητήν. τί οὖν φησιν ὁ φιλόσοφος; ὅτι τοῖς ἅπαξ γεννήσασι τὴν θάλατταν, τουτέστι τοῖς κατ’ οὐσίαν μόνον αὐτὴν λέγουσιν ἀγένητον, κατὰ δὲ τὴν άλμυρότητα γενητήν, συμβαίνει τούτοις μὴ δύνασθαι λέγειν ἐξ ἀρχῆς συνεῖναι αὐτῇ τὴν ἁλμυρότητα, ἀλλ’ ὕστερον ἐπιγεγονέναι. εἶτα τοῦτο εἰπὼν ὕστερον ἐπιφέρει καὶ τὰς ἱστορίας τῶν παλαιῶν, πῶς ἐδόξαζον αὐτὴν ὕστερον γενέσθαι ἁλμυρὰν ἄλλος ἅλλως, καὶ ἑκάστην τούτων ἀνατρέπει.
[*](12 διειλέχθη V: διελέχθη Ga. of. p. 37,1 19. 20 23 εἷναι] ἐστιν Ar. 24 ἐπειδὴ δέα 30 εἶναι om. a 31 εἶναι om. V)p. 357a6 Εἰ γὰρ παντὸς τοῦ ὑγροῦ περὶ τὴν γῆν ὄντος καὶ ἀναχθέντος [*](34r) ὑπὸ τοῦ ἡλίου, τὸ ὑπολειφθὲν ἐγένετο θάλαττα.
Ἐντεῦθεν ἡ πρώτη ἱστορία ἡ λέγουσα αἴτιον εἶναι τὴν ἐξάτμισιν.
p. 357a8 Εἵτ’ ἐνυπῆρχε τοσοῦτος χυμ.ὸς ἐν τῷ πολλῷ ὕδατι καὶ γλυκεῖ.
Η δευτέρα νῦν ἱστορία ἡ λέγουσα· ἐξ ἀρχῆς ἡ θάλασσα τοιαύτη ἦν φύσει ἁλμυρὰ διά τινα αἰτίαν, τουτέστι διὰ παρέμπτωσιν ἀπέπτου οὐσίας.
p. 357a 10 οὐδὲν ἦττον ἐλθόντος πάλιν τοῦ διατμισθέντος ὕδατος.
ἔλεγχος τῆς πρώτης ἱστορίας. εἰ γὰρ διὰ τὴν ἐξάτμισιν γέγονεν άλμυρά, ἐπειδὴ πάλιν ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ ὄν, ἔδει γλυκεῖαν ποιεῖν τὴν θάλατταν.
p. 357a 12 Μήτε πρῶτον μήτε ὕστερον αὐτὴν ἁλμυρὰν εἶναι.
τουτέστι μήτε πρὸ τοῦ ἐξατμισθῆναι μήτε μετὰ τὸ καταχθῆναι τὸ ἐξατμισθέν.
p. 357a 13 Εὶ Εἰ δὲ καὶ τὸ πρῶτον εὐθὺς ἦν,
τὴν δευτέραν ἐλέγχει ὑπόθεσιν. εἰ γὰρ ἐξ ἀρχῆς ἦν, φησίν, άλμυρὰ ἡ θάλασσα ἅμα τῷ εἶναι θάλασσα, ῥητέον τὴν αἰτίαν τῆς ἐξ ἀρχῆς ἁλμυρότητος.
p. 357 a 15 Ἀλλὰ μὴν καὶ αἰτιῶνται τῆς ἁλμυρότητος
Ἡ τρίτη ὑπόθεσις ἡ λέγουσα, ὅτι διὰ τὸ συνεφέλκεσθαι γῆν ἁλμυρὰν τοὺς ποταμοὺς γίνεται ἁλμυρὰ ἡ θάλασσα.
p. 357a 19 Πῶς γὰρ δυνατὸν ἐν πολλῷ μὲν πλήθει ὕδατος.
Ὁ ἔλεγχος τῆς τρίτης ἱστορίας, ὅτι πῶς δυνατὸν τὴν μὲν θάλασσαν [*](1 εἴτε γὰρ Ar. παντὸς] ἅπαντος (contra FHN) Ar. ante περὶ add. τοῦ Ar. 2 ἐγένετο] γέγονε (contra FHN) Ar. 4 τοσοῦτος χυμὸς] τοῖς τοὺς χυμοὺς G 9 διατμίσαντος διατμίζοντος Ε) Ar. 1 1 ἐξατμισθὲν ex ἐξατμίξεσθαι corr. G 13 μηδὲ τὸ πρῶτον μηδ’ ὕστερον ἁλμυρὰν αὐτὴν εἶναι Ar. 21 ἐμμιγνυμένης V: ἐμμιγνυμένην Ar.: ἐγγινομένης Ga)
p. 357a 24 Ὁμοίως δὲ γελοῖον κἂν εἵ τις εἰπὼν ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλασσαν οἴεταί τι σαφὲς εἰρηκέναι.
ἐντεῦθεν ὁ ἔλεγχος τῆς Ἐμπεδοκλέους ὑποθέσεως τῆς λεγούσης ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλατταν. τί γάρ φησιν; ὅτι εἰ μὲν πρὸς ποίησιν ἀποβλέπων Ἐμπεδοκλῆς τῇ διαλλήλῳ δείξει ἐχρήσατο φήσας τὸν ἱδρῶτα θάλατταν ζῴου εἶναι καὶ τὴν θάλατταν ἱδρῶτα γῆς, ἴσως συγχωρητέον αὐτῷ ὡς ποιητῇ· εἰ δέ γε φυσικῶς τοῦτο εἶπεν, οὐ συγχωρητέον. πρῶτον μὲν ἀσαφὴς ἡ διάλληλος ὑπάρχει δεῖξις, ἔπειτα δὲ τίς ἡ ἀποκλήρωσις, ἵνα πρῶτον μὲν ἱδροῦσα ἡ 77; ποιήσῃ τὴν θάλατταν, νῦν δὲ ἱδροῦσα μὴ καὶ ἄλλας ποιήσῃ; οὐδὲ γὰρ ἐνταῦθα δῆλον, πῶς ἐκ γλυκέος γίνεται ἱδρώς. καὶ τὸ ἄλλο δὲ ζητητέον, πῶς γίνεται ἁλμυρὸν τὸ ἐν τοῖς ζῴοις περίττωμα, ἆρα κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως καὶ τῶν ἱδρώτων γίνεται, ἢ κατὰ σύμμιξίν τινος ἀπέπτου οὐσίας, ὥσπερ ἐπὶ τῶν οὔρων. καὶ εἰ τοῦτο γνῶμεν, ζητήσωμεν καὶ ἐπὶ τοῦ ἱδρῶτος τῆς γῆς, πῶς ἐστιν ἁλ|μυρός, ἆρα κατὰ τὸ πρῶτον ἢ τὸ δεύτερον. τέως [*](34v) γὰρ ἄδηλον ἡμῖν ἐστι, πῶς γλυκέος ὄντος τοῦ πινομένου ὁ ἱδρὼς ἁλμυρὸς γίνεται καὶ τὸ οὖρον.
p.357b4 Τῷδ’ ἱδρῶτι συνεκκρινομένῳ έκ τῆς σαρκὸς οἶον καταπλύνοντος τὸ τοιοῦτον ἐκτοῦ τοῦ σώματος τοῦ ἐξιόντος.
Τί φησιν; ὅτι ὥσπερ τὸ οὖρον γίνεται ἁλμυρὸν διὰ τὸ συνεμπίπτειν ἄπεπτόν τινα οὐσίαν αὐτῷ, οὕτω καὶ ὁ ἱδρὼς ἁλμυρὸς γίνεται διὰ τὸ συνεκκρίνειν μεθ’ ἑαυτοῦ ἄπεπτόν τινα λεπτοτάτην οὐσίαν ἀπὸ τοὐ σώματος· οἷον γὰρ καταπλύνει ὁ ἱδρὼς τὸ σῶμα ἀπὸ τοιαύτης οὐσίας.
p. 357 b 9 ’Ev δὲ τῇ γῇ τίνα τρόπον ὑπῆρχε, λεκτέον ἦν.
Πότερον κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς ἥ κατὰ ἔμπτωσίν τινος ἀπέπτου οὐσίας. σὺ δ’ εἰπὲ κατ’ ἄμφω, ἵνα καὶ τὴν ἐξάτμισιν αἰτιάσῃ ὡς ἐπὶ τῶν ἱδρώτων καὶ τὴν παρέμπτωσιν ὡς ἐπὶ τοῦ οὔρου· παρέμπτωσιν δὲ οὐ γῆς, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως. πῶς γὰρ αὕτη ἄπεπτός ἐστιν, ἤδη εἴρηται. οὐκ ἄρα δ’ ὡς ἡ θάλασσα· ἡ γὰρ ἂν τὸ ἓν μόνον ὑπῆρχεν.
[*](3 κἀν] καὶ Ar. 6 τῆς om. Ga 7 διαλλήλῳ VG: δι’ ἀλλήλων a 9 εἶπεν] εἰπεῖν G 18 ἁλμυρὸς a: ἁλμυρὸν VG 20 συνεκκρρνομένης ἐκ τῶν σαρκῶν Ar. 25 τοιαύτης V: ταύτης Ga 20 ἢν om. Ar. 28 οὐσίας οm. V)p. 357b12 Ἔτι διὰ τίου καὶ νῦν, ὅταν ξηραινομένη τύχῃ ἡ γῆ.
[*](34v)Τί δήποτε μὴ καὶ νῦν ἱδροῦσα ἡ γῆ ποιεῖ θαλάσσας;
p. 357b18 Ἀλλὰ μᾶλλον εἰκότως, ὥσπερ φασί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ μετεωρισθέντος.
Ἀποδέχεται μᾶλλον τὴν πρώτην ἱστορίαν τὴν λέγουσαν κατὰ ἑὲ οὐχ ὡς αἰτίαν οὖσαν, ἀλλ’ ὡς συναίτιον.
p. 357b21 Τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἵτια διαφεύγειν φαίνεται τὸν λόγον.
Ἐντεῦθεν τὰς περὶ ἁλμυρότητος ἱστορίας ἐλέγξας ἐκτίθεται τὴν ἑαυτοῦ περὶ ταύτης δόξαν. καί φησιν, ὅτι μία τῆς διττῆς ἐστιν ἀναθυμιάσεως ἡ αἰτία τῆς ἁλμυρότητος, λέγει δὲ τὴν καπνώδη.
p. 357b 27 Πότερον καὶ ἡ θάλαττα ἀεὶ διαμένει τῶν αὐτῶν οὖσα μορίων.
Μετῆλθεν ἐπὶ τὴν ἑτέραν ζήτησιν., πότερον ἀγένητός ἐστιν ἡ θάλασσα ἢ γενητὴ κατ’ οὐσίαν. καί φησιν, ὅτι καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶ γενητὴ καὶ φθαρτή, κατὰ δὲ τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὡς πάντα τὰ ὑπὸ σελήνην. ἀλλὰ διαφέρει ἡ ὁλότης τοῦ μέρους κατὰ τὸ γεν·ητὸν καὶ φθαρτόν, ἐπειδὴ ὅλη ὡς ὅλη ἡ θάλασσα διὰ πάνυ πολλοῦ χρόνου μεθίσταται καὶ ἀλλάσσεται ὥσπερ πλοίου διὰ πολλοῦ χρόνου μεταβληθέντος εἰς ἕτερον τῷ καθ’ ἕκαστον ἔτος ἀλλάσσεσθαι σανίδα, τὰ μέρη δὲ ταχέως μεταβάλλεται.
Πρᾶξις κݲγݲ.
p. 358a3 τούτων δ’ οὕτως ἐχόντων πειρατέον ἀποδοῦναι τὴν αἰτίαν καὶ περὶ τῆς ἁλμυρότητος.
τίς ἄρα ἡ κατὰ Ἀριστοτέλην αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης; ἆρα ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ; οὐ δῆτα. τοῦτο γὰρ οὐ Περιπατητικόν, ἀλλά Θεοφράστειον, εἰ γὰρ Θεόφραστος τοῦτο ἔλεγεν, ὅτι ἡ ὑποκειμένη γῆ [*](1 ἔτι δὲ Ar. 3 εἰκότως] εἰκός Ar. 7 συναίτιον a (cf. p. 135,20): ἐναίτιον VG; an ἒν αἵτιον? 13 ἀεὶ] εἰ Ga τῶν αὐτῶν οὖσα μορίων Ar. : τοῦ αὐτοῦ οὔσα μορίου aut τῶν αὐτῶν οὖσα μορίων incerto compendio V: τοῦ αὐτοῦ οὖσα μορίου Ga 22 μεταβάλλεται scripsi: μεταβάλλεσθαι VGa 23 titulum om. a 28 Θεόφραστος] cf. frgm. 159, p. 208 W.)
p. 358a4 Φανερὸν δὴ διὰ πολλῶν σημείων, ὅτι γίνεται τοιοῦτος χυμὸς δία συμμιξίαν τινος. Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶσα ἁλμυρότης καὶ τεχνητὴ καὶ φυσικὴ διὰ συμμιξίαν τινὸς ἀπέπτου οὐσίας γίνεται.
p.358a5 Ἔν τε γὰρ τοῖς ἅπεπτον ἁλμυρόν.
[*](35v)Νῦν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν μερικήν, ἥτις γίνεται ἐν τοῖς τῶν ζώων σώμασιν, ὅτι καὶ αὐτὴ διὰ παρέμπτωσίν τινος οὐσίας απεπτου γίνεται.
p. 358a12 ‘Oμοίως δὲ καὶ τοῖς καομένοις.
Νῦν τὴν τεχνητὴν λέγει ἁλμυρότητα, ἥτις γίνεται ἐν τῷ παριόντι ὕδατι διὰ τῆς τέφρας. καὶ γὰρ αὐτὸ ἁλμυρὸν διὰ τὸ συμμίγνυσθαι [*](1 αὐτοῖς ante λεῖψις ponit G 7 ἐμβάλλῃς a 10 ἕκτον —ὕδωρ om. a 12 δῆλον V: ὦ δῆλον G: ᾦ δῆλον a 15. 16 ἀνωθεῖ] cf. adn. ad p. 81,23 17. 22 ἀνωθεῖται] cf. adn. ad p. 81,23 25 ὁ χυμὸς (practcr F) Ar. σύμμιξιν Ar. 28 ἀπεπτότατον Ar. 20 τὴν μερικήν om. a)
p. 358 a 15 Τὸ δ’ οὕτω μὲν εἰπεῖν ἄτοπον, τὸ δ’ ἐκ τοιαύτης.
Ἅτοπόν ἐστιν εἰπεῖν, ὅτι ἐκκεκαυμένης γῆς καὶ ἀπέπτου συμμιγνυτένης τῇ θαλάττῃ γίνεται ἁλμυρότης· ἀλλὰ ῥητέον, ὅτι ἐκ τοιαύτης γῆς ἀνιοῦσά τις θερμασία καὶ ξηρὰ ἀναθυμίασις, τουτέστν αἰθαλώδης μίγνυται καὶ ποιεῖ τὴν ἁλμυρότητα. καὶ ὅρα, πῶς ἐντεῦθεν ἐκφαίνει τὴν ἑαυτοῦ δόξαν ὁ φιλόσοφος.
p. 358a16 Ὥσπερ γὰρ ἐν τοῖς εἰρημένοις, οὕτω καὶ ἐν τῷ ὅλῳ ἔκ τε τῶν φυομένων καὶ γινομένων κατὰ φύσιν ἀεὶ δεῖ νοεῖν, ὥσπερ ἐκ πεπυρωμένου τὸ λειπόμενον τοιαύτην εἶναι γῆν.
Ωσπερ, φησίν, ἐπὶ τῶν ζῴων ἐστὶ περίττωμα ἄπεπτον, ἐξ οὗ γίνεται ἡ ἁλμυρότης, οὕτω κἀν τῇ ὁλότητι δεῖ νοεῖν ἄπεπτόν τινα οὐσίαν, ἥτις οὔτε τροφὴ γίνεται τῶν φυομένων καὶ γινομένων ἐπὶ γῆς οὔτε μὴν μεμένηκεν ἐν τῷ κατὰ φύσιν, ἀλλ’ ἤρξατο μὲν αὐτὸ πέττειν τὸ θερμόν, οὐκ ἐπεκράτησε δὲ αὐτοῦ· καὶ ἐκ τούτου ἐστὶν ἡ ἁλμυρότης.
p. 358a21 Μεμιγμένης δ’ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ὅταν συστῇ εἰς νέφη.
ἐντεῦθεν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν καθολικήν. τί γάρ φησιν; ὅτι καὶ οἱ ἄνωθεν φερόμενοι ἁλμυροὶ ὑετοὶ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας γίνονται, τουτέστι καπνώδη ἀναθυμίασιν. ὡς ὅταν γὰρ ἡ ἀτμιδώδης γένηται ἀπόγειος καὶ μεταβληθῇ εἰς ὕδωρ καὶ νέφος, εἰ τύχῃ πολλὴν καὶ καπνώδη ἀναθυμίασιν ἐνεχθῆναι κάτωθεν καὶ συμμιγῆναι τούτῳ τῷ ὕδατι, † γενομένην ἁλμυράν. τοῦτο δὲ γίνεται οὐ σπανίως ἐν θέρει καὶ ἐν φθινοπώρῳ καὶ ἐν τοῖς νοτίοις κλίμασιν, οἷον ἐν Θηβαΐδι.
p. 358a27 Καὶ διὰ τοῦτο τά τε νότια ὕδατα πλατύτερα καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν.
Διὰ τί, Ἀριστότελες; ἐπειδὴ συμμίγνυται αὐτοῖς ἡ καπνώδης ἀναθυμίασις ἀνιοῦσα, πλατύτερα νῦν ἐκάλεσε τὰ ὑφαλυκά.
[*](3 τὸ δ’] τὸ μέντοι Ar. 10 ὥσπερ γὰρ καὶ Ar. 12 πεπυρωμένου V: πεπυρ μένων Ar. : πυρουμένου συστῇ] συνιστῆται Ar. 23 τύχῃ V: τύχοι Ga 24 καὶ (ante καπνώδη) om. Ga 25 ante γενομένην addiclerim ὁρῶμεν om. G)p. 358a29 Ὅ τε γὰρ νότος καὶ τῷ μεγέθει καὶ τῷ πνεύματι [*](35v) άλεειντατος.
τινὰ ἔχει ‘ἀληθινώτατος’ διὰ τὸ μὴ νοθεύεσθαι διὰ τὴν χώραν, ἣν παρέρχεται, ἀλλὰ σῴζειν τὸ κατὰ φύσιν αὐτοῦ ὑπάρχον, τουτέστι τὸ θερμὸν καὶ ξηρόν. πᾶς γὰρ ἄνεμος, καθὸ ἀπὸ τῆς καπνώδους ἐστὶν ἀναθυμιάσεως, θερμὸς ὑπάρχει καὶ ξηρός. ἀλλ’ οἱ μὲν ἄλλοι νοθεύονται καὶ γίνονται ψυχροὶ καὶ ξηροί, ὥσπερ ὁ βορρᾶς, ἢ θερμοὶ καὶ ὑγροί· μόνος δ’ ὁ νότος σῴζει τὸ οἰκεῖον διὰ τὸ διέρχεσθαι γῆν θερμὴν καὶ ξηράν. οὗτος οὗν, φησι, καὶ τῇ οὐσίᾳ καὶ τῷ πνευματικῷ, τουτέστι τῇ ποιότητι, θερμὸς ὢν καὶ ξηρὸς οὐκ ἐᾷ πολλὴν ἀτμίδα ἐν τοῖς νοτίοις κλίμασι, καὶ οὐ γίνεται ἐκεῖ ὄμβρος. εἰ δέ ποτε καὶ γένηται, ἁλμυρὸς γίνεται διὰ τὸ πολλὴ οὖσαν τὴν ξηρὰν ἀναθυμίασιν ἐγκαταμίγνυσθαι τῷ ὄμβρῳ.
p. 358b2 Ὁμοίως δὲ ὁ νότιος αἵθριος περὶ Λιβύην, τοῖς δ’ ἐνταῦθα ὑέτιος
τὰς διαφορὰς λέγει τῶν ἀνέμων, πῶς νοθεύονται διὰ τὴν χώραν, ἣν παρέρχονται· καὶ ποτὲ μέν εἰσι ξηροί, ποτὲ δ’ ὑγροί, ποτὲ δὲ θερμοί, ποτὲ δὲ ψυχροί, καίτοι πάντες θερμοὶ ὄντες καὶ ξηροὶ κατὰ φύσιν. καθόλου οὖν δεῖ φάναι, ὅτι πᾶς ἄνεμος, ἀφ’ οὗ μὲν πνεῖ, θερμός ἐστι καὶ ξηρός αἰθρίας γὰρ ποιεῖ ἀποδιώκων πᾶσαν ὑγρότητα), εἰς οὓς δὲ πνεῖ, ὑγρὸς ὑπάρχει· συνάγει γὰρ ἐκεῖσε τὰ νέφη. οὕτω γοῦν ὁ βορρᾶς ἐν μὲν τοῖς βορείοις ξηρός ἐστιν ὡς ἐξώστης, ἐν δὲ τοῖς νοτίοις ὑγρὸς ὡς σωρεύων τὰ νέφη. μόνος δ’ ὁ καικίας ἀφ’ ὧν πνεῖ, ὑγρός ἐστιν ὡς ἐκεῖ ἐφελκόμενος τὰ νέφη.
p. 358b5 Ὥστ’ ἐν οἷς ἐστι τὸ τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει κάτω.
Διὰ τοῦτο γὰρ καὶ οἱ θερινοὶ ὑετοὶ καὶ ἐν Θηβαΐδι γινόμενοι λάβροι εἰσὶ καὶ ῥαγδαίως πολλὴν ἔχοντες γεώδη οὐσίαν ἐκ τῆς ξηρᾶς ἀναθυμιάσεως.
p. 358b6 Καὶ θερμή γε ἡ θάλασσα διὰ τοῦτο.
ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι θερμὴ καὶ ξηρά ἐστιν ἡ θάλασσα, ἅτε δὴ μεμιγμένης αὐτῇ τῆς καπνώδους ἀναθυμιάσεως.
[*](13 νότιος] νότος Ar. περὶ τὴν Λιβύην Ar. 13. 14 τοῖς δ’ ἐνταῦθα ὑέτιος non leguntur apud Aristotelem 16 ποτὲ δ’ ὑγροί om. a 19 δὲ] δεῖ G 22 μόνος—νέφη (23) om. a 24. 25 ὥστ’ ἐν ὅσοις ἔνεστι τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει τάχιστα κάτω Ar. 26 fort, καὶ <οἱ> ἐν Θ. γ. 27 ῥαγδαίως] fort. ῥαγδαῖοι Comment. Arist. XII 2. Olyinpiod. Meteor.)p. 358b9 Τέφραν καὶ τὴν κονίαν καὶ τὴν ὐπόστασιν τῶν ζῴων.
[*](35v)Ταῦτα γάρ, ἐπειδὴ τὸ θερμὸν μὴ περιγεγονὸς αὐτῶν οὐκ ἔπεψεν αὐτά, ἀλλ’ ἐξέκαυσε, θερμά εἰσι καὶ ξηρά· κονίαν δὲ λέγει τὴν ἄσβεστον.
p. 358b13 Ἀνάγεται δ’ ἀεί τι μέρος αὐτῆς μετὰ τοῦ γλυκέος.|
Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξατμιζομένου τοῦ λεοτομεροῦς [*](36r) συνεφέλκεται αὐτῷ καί τι ἁλμυρὸν ἐλάχιστον, εἶτ’ ἄνω γλυκανθὲν πάλιν ἐν τῷ κάτω φέρεσθαι μίγνυται αὐτῷ ἁλμυρὸν ἐλάχιστον, καὶ διὰ ταῦτα δὴ ὡσαύτως ἐστὶ ἁλμυρὰ ἡ θάλασσα· ὅτι γὰρ ἀληθές ἐστιν, ὅτι τὸ ἐξ· ἀτμιζόμενον ἁλμυρόν πως ὑπάρχον ἄνω γλυκαίνεται, δῆλον, ἐπειδὴ πᾶν ὑγρὸν μεταβαλλόμενον ἄποιον γίνεται. αὐτίκα γοῦν οἶνος ἀτμισθεὶς εἴς ὕδωρ μεταβάλλεται καὶ γίνεται ἄποιος ἀπολέσας ἣν εἶχε στῦψιν· οὕτως οὖν καὶ τὸ ἁλμυρὸν γίνεται γλυκὺ ἀπολέσαν ἣν εἶχε μεθ’ ἑαυτοῦ ποιότητα.
p. 358b22 Ἀλλὰ περὶ μὲν τούτων ἐν ἅλλοις καιροῖς ποιητέον τὴν σκέψιν.
’Ev γὰρ τῷ Περὶ χυμοῦ αὐτῶν μονοβίβλῳ λέγει περὶ τούτων.
p. 358b28 Ἀλλὰ ἢ τοῖς τόποις.
Ἕστι γὰρ ὅτε τοῖς τόποις ἐλλείπει ἡ θάλασσα καὶ γίνεται ξηρὰ κατά τινας τόπους, ἐπειδὴ συμβαίνει ἐκεῖ μὲν γενέσθαι πολλὴν ἐξάτμισιν, μὴ ἐκεῖ δὲ κατενεχθῆναι τὸ ἐξατμισθέν,’‘ ἀλλ’ ἐν ἄλλοις αὐτῆς χωρίοις οὐ μόνον δ’ ἐπὶ θαλάττης τοῦτο συμβαίνει τὸ φθείρεσθαι κατὰ μέρη, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ὑπὸ σελήνην.
p. 358b34 Ὅτι δ' ἐστὶ ἐν μίξει τινὸς τὸ ἁλμυρόν, δῆλον οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἄν εἴ τις ἀγγεῖον πλάσας.
Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ κηρίνου ἀγγείου.
p. 359a5 ῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους.
Αἵτιον τὸ ποιοῦν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. καὶ ἔχεις ἐντεῦθεν τὸ πέμπτον ἐπιχείρημα.
[*](1 Τέφραν καὶ τὴν κονίαν] καὶ τὴν κονίαν καὶ τὴν τέφραν Ar. 4 Ἄγεται 0 εἶτ’ ἅνω—ἐλάκιστον (7) om. V 8 post ὡσαύτως ἐστὶ add. ὅτι a 13 καιροῖς οἰκειοτέροις π. Ar. 15 Ηερὶ χυμοῦ αὐτῶν VGa: Περὶ χυμῶν αὐτοῦ rest, ex p. 167,12 Rose Αr. Pseudep. p. 265, Theophrasli ερὶ χυλῶν siguificatum notans; ipse Αr. spectat ad suum quartum Meteor, librum 19 αὐτῆς] αὐτοῖς a 22 ἐν om. Ga 23 κἂν εἰ τις V: καὶ ἄν τις Ga: καὶ ἐάν τις Ar. 24 κηρίνου] cf. adn. ad p. 158,27)p. 359a7 Καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον.
[*](36r)Τὸ ἕκτον ἐπιχείρημα, ὅτι παχυμερές ἐστι τὸ θαλάττιον ὕδωρ, ὡς μέγιστα πλοῖα ἐπιφέρειν. ὅθεν ἰνδικοπλεῦσται πολλάκις ζημιοῦνται πάνυ, ἐπειδὴ τὸ αὐτὸ βάρος ἔχον τὸ πλοῖον διὰ θαλαττίου καὶ λιμναίου ὕδατος παρέρχεται.
Πρᾶξις κδ.
p. 359α16 Εἰ ἰ δ’ ἕστιν, ὥσπερ μυθολογοῦσιν, έν Παλαιστινοῖς τοιαύτη λίμνη.
Καὶ διὰ τῆς παρούσης λέξεως ὁ Ἀριστοτέλης τὸ αὐτὸ πάλιν κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ τινα γεώδη οὐσίαν, τουτέστι καπνώδη ἀναθυμίασιν. ἔστι δὲ τῶν νῦν λεγομένων πέντε ἐπιχειρημάτων τὸ πρῶτον τοιοῦτον. εἰ ὁρῶμεν, ὅτι πᾶν ἁλμυρὸν παχύ, καὶ ὅσον ἂν ἐπιτείνηται ἡ τοῦ ὕδατος παχύτης, τοσοῦτον καὶ ἡ ἁλμυρότης, ὡς εἶναι τὸ πᾶχύτατον ἁλμυρώτατον, δηλονότι ἡ θάλασσα ἁλμυρά ἐστιν, ἐπειδὴ καὶ παχεῖα· παχεῖα δ’ ἐστὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν παχυτάτην οὖσαν. ὅτι γὰρ ὅσον παχύτατόν ἐστι τὸ ὕδωρ, τοσοῦτον γίνεται ἁλμυρώτατον, δῆλον. ἰδοὺ γὰρ ἡ ἐν Παλαιστίνῃ Νεκρὰ μυθευομένη θάλασσα παχυτάτη οὖσα ἁλμυρωτατη πάντων ἐστὶ τῶν ὑδάτων. καὶ ὅτι παχθτάτη ἐστί, δῆλον· εἰ γάρ τις ἄνθρωπον ἢ ἕτερόν τι ζῷον καταδήσας ἐμβάλοι εἰς τὸ τῆς Νεκρᾶς θαλάττης ὕδωρ, ἀνωθεῖται ὑπὸ τοῦ ὕδατος καὶ οὐ γίνεται ὑποβρύχιον διὰ τὸ εἶναι παχὺ πάνυ καὶ βαστάζειν τὸ ἐμπεσόν. καὶ μή τις λεγέτω, ὅτι τῇ νηκτικῇ δυνάμει ἐπινήχεται τὸ ζῷον· ὑπόκειται γὰρ δεδεμένον. οὕτω μὲν οὖν δήλη ἐστὶν ἡ τοῦ ὕδατος παχύτης. ἀλλὰ μὴν καὶ ὅτι ἁλμυρώτατον ὕδωρ ἐστί, δῆλον· πρῶτον μὲν ἐπειδὴ ῥυπτικόν ἐστι παντὸς ῥύπου σμή- χει γὰρ τὸν ῥύπον τῶν ἱματίων † ἤπερ ἄλλο τι σμῆγμα), τὸ δὲ ῥύπτειν ἄκρας ἐστὶν ἁλμυρότητος. ἰδοὺ γὰρ ἅλες μὲν καὶ αὐτοὶ ῥύπτουσι, νίτρον δὲ πλέον ὡς ἐπιτεταμένην ἔχον τὴν ἁλμυρότητα ἤπερ οἱ ἅλες. ὅθεν καὶ διὰ τὴν ἐπίτασιν ὑπόπικρόν ἐστι τὸ νίτρον. ἔπειτα καὶ τὸ εἶναι ἄγονον τὸ λμυρότητος· οὐδὲ γὰρ ἰχθὺς ἢ τὴν Νεκρὰν θάλασσαν καίτοι ἐναργοῦς ὄντος τοῦ τοιούτου ὕδατος. ἥ λέγομεν, ὅτι μυθεύεσθαι αὐτὴν εἶπε κατὰ τὸ λέγεσθαι νεκράν. νεκρὰ γὰρ [*](6 titulum om. a 7 Εἰ] Αἱ a μυθολογοῦσί τινες Ar. Παλαιστίνῃ Ar.; cf- V. 18 12 τῶν νῦν λεγομένων V: τὸ νῦν λεγόμενον Ga 17 ἁλμυρότερον a 21 ἀνωθεῖται] cf. adn. ad p. 81,23 22 βαστάζει a 23 δεδομένον a 25 ὕδωρ om. V 20 ἤπερ 26 ἥπερ G: εἴπερ V: ᾗπερ Ideler. fort. <μᾶλλον> ἤπερ 30 ὑπερβαλούσης)
p. 359a16 Εἰ ἰ δὲ ἕστιν, ὥσπερ μυθολογοῦσί τινες.
Τὸ πρῶτον ἐπιχείρημα τὸ ἀπὸ τῆς Νεκρᾶς θαλάσσης, ἧς τὸ ὕδωρ τὸ· σοῦτόν ἐστιν ἁλμυρώτατον. καὶ ὅρα, πῶς μῦθον τὸ τοιοῦτον προφέρει καίτοι ἀληθὲς ὄν, ἡμεῖς δὲ τὴν αἰτίαν εἴπομεν.
p. 359a24 Ἔν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος.
Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῆς ἐν Δωδώνῃ κρήνης.
p. 359a27 εἵλοντο γάρ, ὡς ἐκεῖ μυθολογοῦσι.
τὴν μυθικὴν αἰτιολογίαν λέγει, τὸ γλυκὺν ὄντα τὸν ἐν Δωδώνῃ ποταμὸν μὴ ποιεῖν ἰχθῦς, ᾧ μίσγεται ἡ κρήνη. |
p. 359a35 Τοιοῦτον δὲ γίνεται καὶ ἐν Ὀμβρικοῖς.
[*](37r)Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἀπὸ τέφρας ἑψομένης γίνονται ἅλες.
p. 359b4 Ὅσα δ’ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ πλεῖστα θερμὰ εἶναι δεῖ νομίζειν.
Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἡ ἐνέργειᾳ.
p. 3591)6 Δι’ ἧς διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν κονίαν καὶ τέφραν.
Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ὕδωρ καθὸ γευστὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας, ἐπεὶ καθ’ αὑτὸ ἄχυμόν ἐστι.
p. 359b22 Περὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι’ ἃς αἰτίας ἀεί τε συνεχως εισι.
τουτέστι διὰ ποίαν αἰτίαν συνεχῶς ἡ θάλασσα μένει ἁλμυρά; ὅτι μίγνυται ἡ καπνώδης ἀναθυμίασις τῷ ὑομένῳ.
[*](5 τοιοῦτο G 7 Χαονίᾳ] ἰχανία G 9 γὰρ δὴ Ar. ὡς οἱ ἐκεῖ (contra E) Ar. 10 ἐν Δωδώνῃ om. V 12 τοιοῦτον δὲ Va: τοιοῦτο δὲ G: τοιοῦτον δ’ ἕτερον Ar. 16 θερμά ποτε εἶναι Ar. δεῖ a et Ar.: om. VG 19 post ἧς add. δέ Ar. ἔτι μένειν] ἐστι μὲν G οὖσαν V: οὖσαν οἶον Ar.: τὴν οὐσίαν οἷον Ga 21. 22 ἐπιμιξίας a 23 ὑδάτων Ar. 24 εἰσι] ἐστιν Ga)p. 359b23 Πῶς μεταβάλλουσιν.
[*](37r)'Υπάκουσον ἠ καπνώδης καὶ ἀτμιδώδης ἀναθυμίασις· συμβάλλονται γὰρ ἀλλήλαις.
p. 350 b 24 ἔτι δὲ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει.
Πῶς γίνεται γλυκὺ τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρόν; ὅτι πρὸς τὴν ἐπιμιξίαν τῆς γεώδους οδσίας.
p. 359b25 Εἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων.
οὐχ ὅτι ἐλλιπὴς ἔτι ἐστὶν ὁ περὶ ὕδατος λόγος εἶπεν, ὅτι εἴρηται ἡμῖν περὶ τῶν πλείστων, ἀλλὰ περὶ τῶν πλείστων ἀκουστέον πρὸς τὸ παθῶν. περὶ γὰρ τοῦ πλείστου πάθους εἴρηται ἡμῖν τοῦ ὕδατος, τουτέστι χυμῶν· οὕτε γὰρ περὶ πάντων χυμῶν τοῦ ὕδατος εἴρηται, ἀλλὰ περὶ τινῶν· περὶ γὰρ πάντων ἐν τῷ Περὶ χυμῶν αὐτοῦ μονοβίβλῳ εἴρηται.
p. 359b27 Περὶ δὲ πνευμάτων λέγωμεν λαβόντες τὴν ἀρχὴν τὴν εἰρημένην ἥμιν πρότερον.
Συμπεράνας τὸν περὶ ὕδατος λόγον πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέμων λόγον. καί φησιν, ὅτι δεῖ ἀναλαβεῖν τὴν εἰρημένην ἡμῖν πρότερον ἀρχὴν περὶ ἀνέμων, τουτέστιν, ὅτι διττή ἐστιν ἀναθυμίασις, ἡ μὲν ἀτμιδώδης, ἡ δὲ καπνώδης. καὶ ἐκ μὲν τῆς ἀτμιδώδους γίνεται ὑετός, ἐκ δὲ τῆς καπνώδους ἄνεμος, ἅπερ ἐναντία εἰσί. καὶ ἔχεις τὸ πρῶτον λημμάτιον.
p. 359b32 Ἕστι δὲ οὕτε ὑγρὸν ἄνευ τοῦ ξηροῦ, οὔτε τὸ ξηρὸν ἄνευ ὑγροῦ.
Τὸ δεύτερον λῆμμα τὸ λέγον, ὅτι συμμεμιγμέναι εἰσὶν ἑαυταῖς αἱ δύο ἀναθυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν.
p. 359b 34 Φερομένου δὴ τοῦ ἡλίου κύκλῳ.
Τὸ τρίτον λῆμμα τὸ λέγον, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὐτῶν αἱ ἀναθυμιάσεις. τί γάρ φησιν; ὅτι τοῦ ἡλίου κύκλῳ κινουμένου καὶ ποτὲ βορείου γενομένου καὶ ὡς πρὸς ἡμᾶς ἀνιόντος, ποτὲ δὲ νοτίου καὶ [*](2 ὑπάκουσον G: ἐπάκουσον Va καὶ ἀτμιδώδης om. V 4 ὅσα] ὁπόσα Ar. συμβαίνει Ar.: συμβαίνειν VGa 5 Πῶς] Ὅπως a 12 Περὶ χυμῶν] cf. adnot. ad p. 162,15 13 τὴν ἀρχὴν] ἀρχὴν ἄλλην ἀρχὴν HN) Ar. 14 ἤδη πρότερον Ar. 18 τῆς geminat V 22 ἄνευ τοῦ ὑγροῦ Ar.)
Πρᾶξις κݲεݲ.
p. 360a17 ἐπεὶ δ’ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει. φέρει.
Ἡ παροῦσα λέξις πέντε τινὰ περὶ ἀνέμων παραδίδωσι· πρῶτον μέν, ὅτι οὐ, καθώς φησιν ὁ Ἱπποκράτης, ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος· δεύτερον, ὅτι οὐχ ὥς φασί τινες, ἀθρόα ὕλη τῶν ἀνέμων ἐστὶν ὑπὸ γῆν, ὥσπερ καὶ τοῦ ὕδατος· τρίτον, τίς ἡ αἰτία τῆς λοξῆς κινήσεως τῶν ἀνέμων· τέ. ταρτον, τίνες καὶ πόσοι οἱ ἄνεμοι· πέμπτον, τίνα τὰ ἴδια ἑκάστου ἀνέμου. ταῦτα μὲν τὰ πέντε παραδιδόασι κατὰ μέρος αἱ ἐφεξῆς πᾶσαι λέξεις· ἡ δὲ παροῦσα νὺν θεωρία τὸ πρῶτον μόνον τῶν πέντε ζητήσει, τοῦτο δ’ ἐστίν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, ἀλλ’ ἐστὶν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. καὶ τοῦτο κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, καὶ ἡμεῖς δ’ ἔξωθεν προσευπορήσαντες δείξομεν τὸ αὐτὸ διὰ δύο ἐπιχειρημάτων, ὡς εἶναι τὴν παροῦσαν θεωρίαν ἑπτὰ ἐπιχειρήματα δεικνύντα, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ὧν τὸ πρῶτόν ἐστιν τοιοῦτον· νόμος ἐστὶ φυσικός, ὥστε τῶν διαφόρων εἰδῶν διαφόρους εἶναι καὶ τὰς προσεχεῖς ὕλας, οἷον ἵππου καὶ θρόνου· ταῦτα γὰρ διάφορα ὄντα εἴδη καὶ διάφορον ἔχουσι τὴν προσεχῆ ὕλην, τὸ μὲν ἔμψυχον, τὸ δ’ ἄψυχον, τὴν μέντοι πόρρω τὴν αὐτήν· τήν· ἄμφω γὰρ ὕλη ἐστὶ τὰ τέσσαρα στοιχεῖα. τούτου οὕτως ἔχοντος εἰ, ὡς σὺ φῄς, Ἱππόκρατες, ὅτι πυκνούμενος ἀὴρ εἰς ὕδωρ μεταβάλλεται, εὑρεθήσεται τῶν διαφόρων εἰδῶν, φημὶ δὴ ὑετοῦ καὶ ἀνέμου, ἡ αὐτὴ προσεχὴς ὕλη τουτέστι ἀήρ, ὅπερ ἄτοπον· δεῖ γὰρ διάφορον εἶναι καὶ τὴν προσεχῆ ὕλην. οὐκ ἄρα ὁ ἄνεμος ἐξ ἀέρος γίνεται, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· οὐ καλῶς λέγεις, [*](13 titulum οm. Va 14 ἐπεὶ] ἔτι G 17 ὁ (ante Ἱπποκράτης) om. a Ἱπποκράτης] Περὶ φυσῶν c. 3, tom. VI p. 94 Liltr.: cf. 01. p. 98,1; 171,30 τοῦτο V: ταὐτὸν Ga 23 ὁ om. a 32 πυκνούμενος] κινούμενος G ante ἀὴρ add. ὁ a 34 ante ἀήρ add. ὁ a)
p. 360a17 ἐπειδὴ δ’ ἕτερον ἑκατέρας εἶδος, φανερὸν ὅτι διαφέρει. φέρει.
Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον· εἰ τῶν διαφόρων εἰδῶν διάφορός ἐστιν ἡ ὕλη, δῆλον ὅτι ὑετοῦ καὶ ἀνέμου διάφορός ἐστιν ἡ ὕλη.
p. 360a 20 τὸν γὰρ αὐτὸν κινούμενον μὲν ἅνεμον εἶναι, συνιστάμενον δὲ πάλιν ὕδωρ.
Ὁ μὲν Ἱπποκράτης τὸν ἄνεμον ἔλεγεν ‘ἠρος ῥεῦμα καὶ χεῦμ’, τουτέστιν ἀέρα κινούμενον· ἄλλοι δέ τινες φυσικοὶ τὸν ἀέρα ἱστάμενον ὕδωρ γίνεσθαι, ὡς εἶναι δῆλον, ὅτι ὕλην ὑετοῦ καὶ ἀνέμου μίαν εἶναι ταύτην ἔφασκον τὸν ἀέρα, ὅπερ ἄτοπον· τῶν γὰρ διαφόρων εἰδῶν διάφοροι καὶ αἱ προσεχεῖς ὗλαι.
[*](5 τὴν om. a 11 ἕκτον] δεύτερον G 14 κόλποις καὶ τόποις traic. Ga 16 εἰ δ’ ἦν—τὸν ἄνεμον (20) om. a 18 ἐπειδὰν V: ἐπειδὴ G 24 Ἐπειδὴ] ἐπεὶ (praeter FH) Ar. ἕτερον om. G: post ἑκατέρας pon. a 24. 25 διαφέρει GAr., 01. p. 168,15: διαφέροι Va 28 post αὐτὸν add. ἀέρα Ar. 330 Ἱπποκράτης] ΙΙ. φυσῶν c. 3, tom. VI p. 94 Littr. 32 fort, μίαν <καὶ> τὴν αὐτὴν ἔ ; cf. p. 168,33 sq.)p. 360a21 Ὅπερ ἐν τοῖς πρὸ τούτου λόγοις εἰρήκαμεν ὕδωρ γίνεσθαι [*](38r) ἐκ τούτων.
Καίτοι τὸν ὑετὸν ἐλέγομεν ἐκ τῆς ἀτμίδος γίνεσθαι· οὐκ ἐκ τούτων γάρ, φησί, γίνεται, τουτέστι τῶν δύο ἀναθυμιάσεων.
p. 360a22 Ἡ μὲν γὰρ ἀτμὶς ὑγρὸν καὶ ψυχρόν.
Αὐτή, φησίν, ἡ ἀτμίς, ἐξ ἧς γίνεται τὸ ὕδωρ, ὑγρά ἐστι καὶ ψυχρά· ὑγρὰ μὲν διὰ τὸ ἀόριστον, ψυχρὰ δὲ διὰ τὸ μεταβάλλειν εἰς ὕδωρ. ἀλλ’ ἄπορόν ἐστι· πῶς γὰρ ἀνωτέρω ἔλεγεν αὐτὴν ὑγρὰν καὶ θερμήν, νῦν δὲ ὑγρὰν καὶ ψυχράν; ἢ λέγομεν· ὑγρὰ μὲν καὶ ψυχρά ἐστι κατὰ φύσιν (τοιοῦτον γὰρ καὶ τὸ ὕδωρ), ὑγρὰ δὲ καὶ θερμή ἐστι κατὰ συμβεβηκός, ἐπειδὴ ἐπίκτητον ἔχει τὴν θερμασίαν.
p. 360a25 Ὥσπερ ὕδωρ θερμανθέν.
τινὰ τῶν ἀντιγράφων ἔχει τὴν ἀτμίδα ὡς θερμανθλεν, τινὰ δ’ ὡς ὕδωρ θερμανθέν.
p. 360a26 Ὥστε καθάπερ ἐκ συμβόλων συνίσταται ὁ ἄνω ἀὴρ ὑγρὸς καὶ θερμός.
ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι οὐκ ἔχει ἰδίαν κίνησιν ἄνεμος, ἀλλὰ πρὸς τὸ φερόμενον σῶμα. οὕτω καὶ ἡ κίνησις τοῦ ἀέρος γίνεται σύμβολον οἷον ὑπάρχον τοῦ γινομένου σώματος. εἰ μὲν γὰρ ἐπὶ τὰ δεξιὰ φέροιτο τὸ φερόμενον, ῥιπὶς ἢ ἄλλο τι, ἐπὶ τὰ δεξιὰ καὶ ὁ ἐκ τοῦ ἀέρος ἄνεμος γινόμενος, ἢ ἐπὶ τὰ ἀριστερὰ ἢ ἄνω ἢ κάτω. τοῦτο δὲ πάσχει διὰ τὸ εἶναι αὐτὸν ὑγρὸν καὶ θερμόν· ὑγρὸς γὰρ ὢν καὶ θερμὸς ἔκλυτός ἐστιν. ὁ μέντοι ἄνεμος ἐπειδὴ ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεως ἐστιν. αὕτη δὲ θερμή ἐστι καὶ ξηρά, οὐχ ὡς ἔτυχε μένει πρὸς τὸ φερόμενον σῶμα, ἀλλ’ ὡρισμένην ἔχει τὴν κίνησιν, ὥσπερ καὶ οἱ ποταμοί· οὗτοι γὰρ τὴν αὐτὴν ὁδὸν ἀεὶ κινοῦνται τὴν ἀπὸ τῶν πηγῶν ἐπὶ τὴν θάλασσαν. οὕτως οὖν καὶ οἱ ἄνεμοι, ὅθεν ἄν ᾖ καπνώδης ἀναθυμίασις, ἐκεῖθεν πνέουσιν, οὐχ ὡς ἀὴρ ποιεῖ ἄνεμον, ὁπόθεν ἄν τύχῃ. διάφορος ἄρα ἡ ὕλη τοῦ ἀνέμου καὶ ὁ ἀήρ.
[*](1 Ὅπερ] καθάπερ Ar. τούτων Ar. ὕδωρ γίνεσθαι] γίνεται (om. ὕδωρ) Ar. 5 καὶ (ante ὑγρὸν) om. Ar. 7 ἀόριστον] fort, εὐόριστον (cf. Ar. p. 360a23) 8 ἀνωτέρω] Α 3 p. 340b 27 9. 10 τοιοῦτος a 12 ὥσπερ ὕδωρ μὴ θερμανθὲν Ar. 13 μὴ V: ἢ Ga 15 συνίσταται ὁ ἄνω ἀὴρ G et Ar. codd. GHN: συνίσταται ὁ ἄνω Va: συνίσταιτο ἄν ὁ ἀὴρ (praeter FHN) Ar. 20 ante καὶ inscrit φέροιτο τὸ φερόμενον a ᾖ scripsi: εἴη VGa 28 οὐχ locum corruptum indicans om. a 29 ἄρα scripsi: ἀὴρ VGa; cf. p. 174,6)p. 360a33 Μαρτυρεῖ δὲ τὰ γινόμενα τοῖς εἰρημένοις.
[*](38r)ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. ὅτι γάρ, φησί, διάφορος ὕλη τοῦ ἀνέμου καὶ ὕλη τοῦ ἀέρος, δῆλον· ἐν γὰρ τοῖς αὐχμηροῖς ἔτεσι πολλὰ πνεύματα γίνονται, ἐν δὲ τοῖς ἐπόμβροις ἧττον. ᾧ δῆλον, ὅτι ἐκεῖ μὲν πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἐνταῦθα δὲ πολλὴ ἡ ἀτμιδώδης.
p. 360b7 Πολλάκισ γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους ὄμβρους.
ἐνταῦθα ἡ ἀπορία, τί δήποτε μὴ πᾶσαι αἱ ὑπὸ τὸν αὐτὸν παράλληλον πόλεις ὁμοίως ἀπολαύουσι τοῦ αὐχμοῦ ἢ τοῦ ὑετοῦ, ἀλλ’ ἀνομοίως.
p. 360b 12 Αἵτιον δ’ ὡς μὲν τὰ πολλὰ αὐτὸ πάθος.
Ἡ πρώτη ἐπίλυσις, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον οἶδε τὰς αἰτίας ὁ φυσικός.
p. 360b 14 ἐὰν μή τι διάφορον ἔχωσιν ἴδιον.
Ἡ δευτέρα ἐπίλυσις, ὅτι συμβαίνει διὰ τὴν θέσιν τῆς πόλεως τοῦτο γίνεσθαι. |
p. 360b15 οὐ μὴν ἀλλὰ ἐνίοτε κατὰ μὲν τόδε τὸ μέρος ἡ ξηρὰ 38v ἀναθυμίασις ἐγένετο.
‘H τρίτη ἐπίλυσις, ὅτι συμβαίνει κατὰ μέν τινας πόλεις τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον πολλὴν γίνεσθαι καπνώδη ἀναθυμίασιν ἢ ἀτμιδώδη, εἶτα ταύτας ἐλαύνεσθαι εἰς ἄλλον τόπον, τὴν μὲν ὧδε, τὴν δ’ ἐκεῖσε· καὶ ὅπου δἂν πλεονάσῃ ἡ καπνώδης, ἐκεῖσε αὐχμὸν γίνεσθαι, ὅπου δ’ ἡ ἀτμιδώδης, ὑετόν, κατὰ ἀντιπερίστασιν ἀλλήλων, ὥσπερ καὶ ἐν τοῖς ἐναντίως ἔχουσιν αἱ κοιλίαι αἵ τε ἄνω καὶ κάτω.
p. 360b26 ἔτι δὲ μετὰ τοὺς ὄμβρους ἄνεμοι ὡς τὰ πολλὰ γίνονται.
ἐνταῦθα τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξ ἀλλήλων γίνονται οἱ ἄνεμοι καὶ οἱ ὑετοί. πῶς οὖν ἐκ τῆς αὐτῆς ὕλης εἰκὸς αὐτὰ γίνεσθαι ἐναντία; ταῦτα γὰρ ἄλληλα γεννῶντα καὶ φθείροντα ἐναντία εἰσίν.
[*](5 ἀναθυμίασις G : om. Va 10 αἴτιον δ’ ὅτι ὡς μὲν Ar. τὸ αὐτὸ Ar. 12 διαφοράν Ar. 15 μὲν τόδε] τοδὶ μὲν Ar. 20 δἂν] of. p. 131, 18 23 μετά τε Ar. 23. 24 ἄνεμος et γίνεται Ar. 25. 25. γίνονται ἄνεμοι κα, ὑετοί Ga 26 ἐκ τῆς om. a)p. 361a4 ἔτι δὲ τοῦ γίγνεσθαι μάλιστα πνεύματα.
[*](38v)Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι οἱ σφοδροὶ ἄνεμοι ἀπὸ τῶν νοτίων καὶ τῶν ἀρκτῴων μερῶν, ὡς ἂν ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως. ἐν δὲ τῇ ἀνατολῇ καὶ τῇ δύσει οὐ γίνονται σφοδροί, ἅτε τοῦ ἡλίου ἐκδαπανῶντος τὴν ἐκεῖσε γινομένην ἀναθυμίασιν καὶ μὴ ἐῶντος ὑποστῆναι. οὐκ ἄρα οἱ ἄνεμοι ὕλην ἔχουσι τὸν ἀέρα.
p. 361a14 ἐπειδὴ πλεῖστον μὲν καταβαίνει ὕεωρ τούτοις τοῖς τόποις.
τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐν τοῖς ἀρκτῴοις καὶ τοῖς νοτίοις σφοδροὶ γίνονται ἄνεμοι. ἐπειδὴ γὰρ οἱ τόποι οὗτοι ψυχροί εἰσιν, ἡ ἀτμὶς ἐν αὐτοῖς πηγνυμένη μεταβάλλεται εἰς ὕδωρ· ἔνθεν τοῦ ὑετοῦ γινομένου ὑγραίνεται ἡ γῆ καὶ πολλὴν ἀναδίδωσι τὴν καπνώδη ἀναθυμίασιν.
p. 361a21 Καλοῦνται δὲ οἱ ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ τῆς μεσημβρίας νότοι.
ἐζήτησεν ὁ μέγας φιλόσοφος, τί δήποτε τοῦ μεσημβρινοῦ ὁμοίως ὄντος καὶ ἐπὶ τοὐ νοτίου καὶ ἐπὶ τοῦ ἀρκτικοῦ μόνον τὰ νότια μεσημβρινὰ λέγεται· ἐχρῆν γὰρ καὶ τὰ βόρεια λέγεσθαι μεσημβρινὰ ὡς ὄντος κἀκεῖ τοῦ μεσημβρινοῦ. καὶ ἐπελύσατο λέγων, ὅτι διὰ τὸν ἥλιον ἐπὶ τοῦ μεσημβρινοῦ γινόμενον ποιεῖν ἅπερ ἐν τοῖς νοτίοις γινόμενος ποιεῖ. ὥσπερ γὰρ ἐν τοῖς νοτίοις μέρεσιν ὢν τὴν σκιὰν ἡμῶν ποιεῖ ἐπὶ βορρᾶν πίπτειν διὰ τὸ ἀφίστασθαι κατὰ κορυφήν, οὕτω καὶ ἐν τῷ μεσημβρινῷ ὢν τὸ αὐτὸ ποιεῖ· καὶ οὕτω γὰρ ἡ σκιὰ ἡμῶν ἐπὶ βορρᾶν πίπτει.
Πρᾶξις κݲςݲ.
p. 361a22 Ἡ δὲ φορὰ αὐτῶν λοξή ἐστι.
Δείξας ὁ φιλόσοφος, τίς ἡ ὕλη τῶν ἀνέμων, ὅτι οὐχ ὡς Ἱπποκράτης ἔφησεν, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται, εἰκότως μετὰ τὴν ὕλην αὐτῶν περὶ τῆς λοξῆς κινήσεως διαλέγεται, ἐπειδὴ ἔχει ἀπορίαν, πῶς ὑπὸ τῆς καπνώδους ἀναθυμιάσεως γινόμενοι λοξὴν ἔχουσι τὴν κίνησιν τῆς καπνώδους ἀναθυμιάσεως ἀνωφεροῦς οὕσης καὶ κούφης, εἴπερ ἐξ αὐτῆς γίνονται. καί φησιν, ὅτι αἰτία ἐστὶ [*](1 Εἰ δὲ τοῦ γενέσθαι μᾶλλον πνεύματα Ga 4 δέ G: δὴ V: om. a 5 τοῦ ἡλίου] ἐκ τοῦ a 7 Ἐπειδὴ] ἐπεὶ δὲ Ar. 9 τοῖς (ante νοτίοις) om. V 13 δὲ οἱ V: δ’ οἱ μὲν μένοι Ga βορεῖς Ga ὁμοίως—'ὡς(17)om.a 16 μόνον V: μόνως G 17. 18 κἀκεῖ τοῦ] κἀκεῖ οὐ a 20 ποιεῖ] ποιοῦσιν G 23 titulum om. Va 24 λοξὴ αὐτῶν (piaeter F) Ar.)
p. 361a23 Περὶ γὰρ τὴν γῆν πνέουσιν ἅνεμοι εἰς ὀρθὸν γινομένης τῆς ἀναθυμιάσεως.
Απορόν ἐστι, φησί, πῶς λοξή ἐστιν ἡ κίνησις τῶν ἀνέμων, καίτοι τῆς ὕλης αὐτῶν, τουτέστι τῆς ἀναθυμιάσεως, εἰς ὀρθὸν κινουμένης, τουτέστιν ἐπὶ τὰ ἄνω.
p. 361a24 Ὅτι πᾶς ὁ κύκλῳ ἀὴρ συνέπεται τῇ φορᾷ. |
ἐνταῦθα τὴν αἰτίαν λέγει τῆς λοξῆς κινήσεως τῶν ἀνέμων. ἐπειδὴ 39v γάρ, φησίν, ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ συνέπεται τῇ φορᾷ τοῦ παντός, [*](6 ἀνεπόθη Ga: ἐπόθη V 7 μετέλθῃ—λοιπὸν (8) om. V 11 τὴν 0111. a 13 ἐκεῖνο G: ἐκεῖνος Va 20 post ἡμέρας add. ἀπὸ Ideler, sed cf. v. 8; p. 180 18. 19 πνεῖν] ποιεῖν G 27 ὑπηνεμίων scripsi: ὑπανεμίων V: έπανεμίων Ga 29 ἄνεμοι om. Ar. 36 ὐπὲρ] περὶ a ἀὴρ] ἀνὴρ a Comment. Arist. XII. 2 Olympiod. Meteor.)
p. 361a25 Διὸ καὶ ἀπορήσειεν ἄν τις, Ὁποτέρωθεν ἀρχὴ τοῦ πνεύματος.
Ὁποτέρωθεν ‘ἅνωθεν ἢ κάτωθεν’ σὺ ὑπάκουσον, ὅτι ἄνωθεν καὶ κάτωθέν ἐστιν ἡ ἀρχὴ τῶν ἀνέμων. κάτωθεν μὲν γὰρ τὸ ὑλικὸν αὐτῶν αἴτιον, τουτέστιν ἡ ἀναθυμίασις, ἄνωθεν δὲ τὸ ποιητικόν, τουτέστιν ὁ κυκλοφορούμενος ἀήρ, καθὸ ἀντωθεῖ ἐπὶ τὸ κάτω τὴν ἀναθυμίασιν· καὶ λοιπὸν ἄρχεται ἡ λοξὴ αὐτῶν κίνησις γίνεσθαι. ὅτι γὰρ ἄνωθεν ἄρχονται λοξῶς κινεῖσθαι οἱ ἄνεμοι, δῆλον ἐκ τοῦ τὰ νέφη πρώτως αἰσθάνεσθαι τούτων τῶν κινήσεων· ἄρχονται γὰρ πλαγίως κινεῖσθαι, εἶτα ἀπὸ τῶν νεφῶν αἰσθάνονται οἱ ναυτικοὶ τὸν μέλλοντα πνεῖν ἄνεμον.
p. 361a33 Ἥι μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον· ἡ γὰρ φορὰ τῶν πόρρω κυρία τῆς γῆς.
Ὅπου γὰρ ἀπέρχεται ἡ καπνώδης ἀναθυμίασις ῥεύσασα ἀπὸ τῆς γῆς καὶ τῇ οἰκείᾳ φορᾷ ἐπὶ τὰ ἄνω φερομένη, ἐκεῖνό ἐστι τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου· ποῦ ἀπέρχεται; ἐπὶ τὸν κυκλοφορούμενον ἀέρα· οὐκοῦν ἐξ αὐτοῦ ἐστι τὸ αἴτιον τῆς λοξῆς αὐτῶν κινήσεως. καὶ διὰ τί ποιητικὸν λέγεται αἴτιον τῶν ἀνέμων αὐτὸς ὁ ἀήρ; ἐπειδὴ ἡ φορὰ τῶν πόρρω τῆς γῆς ὅντων, τουτέστι τοῦ οὐρανίου σώματος, αὕτη κυρία ἐστί, τουτέστι τὸ κῦρος ἔχουσα ἐν τοῖς γινομένοις· ποιητικὴ γὰρ αἰτία ἐστὶ τῶν γινομένων, οὐχὶ ὑλική. ἀλλὰ μὴν συμπεριφέρεται τούτοις ὁ ἀὴρ ὁ ὑπὲρ τὰς ἀκρωρείας· καὶ οὗτος ἄρα τὸ κῦρος ἔχει τῆς τῶν ἀνέμων γενέσεως.
p. 361b 1 ’Oti δ’ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν κατὰ μικρὸν.
Τί φησιν; ὅτι ἀρχόμενος μὲν ὁ ἄνεμος πνεῖν ἀμυδρὸς πνεῖ, προκόπτων δ’ ὡς ἐπὶ ἄλλην γῆν φερόμενος γίνεται σφοδρότερος διὰ τὸ συγκαταμίγνθσθαι αὐτῷ ἄλλας ἀναθυμιάσεις ἐκ τῶν κατὰ μέρος, ἐφ’ ἃς ἐπερχεται.
[*](8 ποτέρωθεν Ar. 8. 9 τῶν πνευμάτων Ar. 18 Ἦι (ἦ Va) Va et Ar. (praeter E): εἰ (r et Ar. cod. E ῥεύσει Ga 19 πορρωτέρω Ar. 26 οὐχὶ ἡ ὑλικὴ a 27 ὁ (ante ἀὴρ) om. V)p. 361b5 ἔτι δὲ τὰ περὶ τὴν ἄρκτον ἐν τῷ χειμῶνι νηνεμία.
[*](39v)ἐπειδὴ εἶπε περὶ τῆς κινήσεως αὐτῶν, λοιπὸν καὶ περὶ τῆς στάσεως αὐτῶν διαλέγεται. καί φησιν, ὅτι γίνονται νηνεμίαι δι’ ἄκρον καῦμα, ὡς ἐν θέρει καὶ τὰ λοιπά. ἀλλ’ ἴσως ἄν τις εἴποι· ὅτι εἰ ἐν τοῖς ἀρκτικοῖς χωρίοις διὰ τὴν ψῦξιν ἡ νηνεμία ἐστί, πῶς οἱ ἐκεῖθεν ἄνεμοι ἀρχόμενοι σφοδρότατοί εἰσιν; ἢ ῥητέον, ὅτι ἐστὶ πνευμάτιον λεληθότως ἐξιὸν ἀπὸ τῶν ἀρκτῴων μερῶν. οὔτε γὰρ τοιαύτη γίνεται νηνεμία, ὥστε καθόλου μὴ εἶναι πνεῦμα, ἀλλὰ τοῦτο τὸ πνευμάτιον ἀσθενὲς ὂν πρόεισιν· εἶτα συμμίγνυται αὐτῷ ἄλλη ἀναθυμίασις ἀπὸ τῆς ἐγχωρίου γῆς καὶ γίνεται σφοδρότερον· καὶ πάλιν πρόσω προβαίνει ἕτερον, καὶ οὕτως ἀθροισθὲν κατὰ μέρος σφοδρότατον γίνεται.
p. 361b8 Τίς μέν ἐστιν ἡ τοῦ ἀνέμου φύσις.
’Εντεῦθεν βουλόμενος λοιπὸν συμπερᾶναι τὰ περὶ τῆς ὕλης καὶ τῆς κινήσεως τῶν ἀνέμων ἀνακεφαλαιοῦται τὰ εἰρημένα καί φησιν, ὅτι εἴρηται, τίς ἡ φύσις τοῦ ἀνέμου (τουτέστιν ἡ ὕλη, ὅτι οὐκ ἀήρ ἐστι ἀλλὰ καπνώδης ἀναθυμίασις), καὶ πῶς γίνεται, ὅτι τῆς καπνώδους ἀναθυμιάσεως ἀπὸ κάτωθεν ἀνιούσης μέχρι τοῦ κύκλου, μέχρι τοῦ ἀέρος καὶ ἀντωθουμένης. ἔτι δὲ αὐχμοῦ τε πέρι καὶ ἐπομβρίας εἴρηται, ὅτι ἀλλήλοις συμβάλλονται πρὸς γένεσιν καὶ φθοράν. διὰ τί τε βορέαι καὶ νότοι πλεῖστοι τῶν ἀνέμων εἰσίν, εἴρηται· ἐπειδὴ οὐκ ἐπέρχεται ὁ ἥλιος τὰ μέρη ταῦτα, οὐ θερμαίνονται· εἶτα ψυχόμενα ποιοῦσιν ὑετόν, καὶ βρεχομένης τῆς γῆς ἀναδίδοται πολὺς ἀτμός. πρὸς δὲ τούτοις καὶ περὶ τῆς φορᾶς αὐτῶν, ὅτι λοξὴν κίνησιν κινοῦνται οὐ κάτωθεν ἀρχόμενοι, ἀλλ’ ἄνωθεν, ὡς δηλοῦσι τὰ νέφη πρῶτον κινούμενα ὑπ’ αὐτῶν ἤπερ τὰ φυτά. ὁ δὲ ἥλιος καὶ τῆς στάσεως αὐτῶν ἐστιν αἴτιος ὥσπερ ἐν τῷ θέρει ἢ μαραίνων αὐτῶν τὴν ὕλην ἢ διαφθείρων αὐτοῦ τὴν θερμότητα, ἢ ἄντικρυς ἀναλίσκεται ὥσπερ ἄχυρον ἐν πυρκαιᾷ), ἀλλὰ μὴν καὶ τῆς κινήσεως. ἀνέλκων γὰρ τὴν ἐκ τῆς γῆς ὑγρότητα ποιεῖ καπνώδη ἀναθυμίασιν, ἥτις ἐστὶν ὕλη τῶν ἀνέμων. καλῶς δ’ εἶπε συνεξορμῶν ἐνδεικνύμενμενος, ὅτι οὐ μόνον ὁ ἥλιός ἐστιν αἴτιος τοῦ ἀνέμου, ἀλλὰ καὶ ἡ γῆ, ἐξ ἧς εἰσιν οἱ ἀτμοί.
p.361b23 Διὸ περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίνονται νηνεμίαι, καὶ μέχρι τῶν ἐτησίων καὶ προδρόμων.
ἐπειδὴ περὶ νηνεμιῶν ἐμνημόνευσεν, εἰκότως καὶ περὶ τοῦ Ὠρίωνος [*](1 τὰ V: καὶ Ga et Ar. cod. E: καὶ τὰ Ar. (praeter E) τὴν ἄρκτον] τῶν ἀρίστων G νήνεμα Ar. 3 νηνεμίαι G: νηνεμίας Va 5 ἀρχόμενοι om. a 7 οὔτε VG: οὕτως a 10 προβαίνει Ga: βαίνει V 12 μὲν οὖν ἐστιν Ar. 18 ante αὐχμοῦ add. καὶ Ga αὐχμῶν Ar. p. 361b9 πέρι καὶ] καὶ περὶ Ga 19 διὰ τί δέ Ga 24 δηλοῦσι] δηλοῖ a 29 συνεξορμᾷ Ar. p. 361b14 32. 33 γίνεται νηνεμία Ar.)
p. 361b27 Aἱ δὲ πλεῖσται καὶ ἐν ταῖς ἀνὰ μέσον ὥραις.
[*](40r)Καὶ ἐν τῷ ἔαρι, φησί, καὶ ἐν τῷ φθινοπώρῳ γίνονται νηνεμίαι, <ἤ διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν, ὡς ἐν τῷ ἔαρι,) ἢ διὰ τὸ μήπω γεγενῆσθαι, ὡς ἐν τῷ φθινοπώρῳ. εἰ μὲν γὰρ μὴ ὑγρανθῇ ἡ γῆ, οὐ γίνεται ἀτμὸς καὶ διὰ τοῦτο οὔτε ἄνεμος.
p. 361b30 Ἅκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ.
Ἴδου ἄτακτον λέγει τὸν Ὠρίωνα διὰ τὸ ἐν ταῖς ἀνωμάλοις ὥραις ποι· εἷσθαι τὰς φάσεις καὶ ὅτι ἐπὶ πολλὰς ἡμέρας κρατοῦσιν αὐτοῦ αἱ φάσεις διὰ τὸ μέγεθος τοῦ ἄστρου.
p.361b35 Οἱ δ’ ἐτησίαι πνέουσι μετὰ τὰς τροπὰς καὶ Κυνὸς ἐπιτολήν.
Μετῆλθεν εἰς τὸν περὶ τῶν ἐτησίων λόγον καί φησιν, ὅτι μετὰ τὰς θερινὰς τροπὰς περὶ τὴν τοῦ Κυνὸς ἐπιτολὴν πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς. ἀλλ’ ἄτοπον λέγειν μετὰ τὰς εἴκοσιν ἡμέρας ἐν τῇ τοὐ Κυνὸς ἐπιτολῇ· οὐ γὰρ εἴκοσι μόνον εἰσὶν ἡμέραι, ἀλλὰ κݲεݲ ἀπὸ τροπῆς μέχρι τῆς ἐπιτολῆς τοῦ Κυνός. ἢ ῥητέον, ὅτι διττὴ ἡ ἐπιτολή, ἡ μὲν ἀληθής, ἡ δὲ φαινομένη. ἡ μὲν οὖν ἀληθής ἐστιν ἡ σύνοδος τοῦ ἡλίου καὶ τοῦ Κυνός, ἡ δὲ φαινομένη, ὅταν ἐκφυγῇ τὰς ἡλιακὰς αὐγὰς ὁ Κύων καὶ ὀφθῇ τῇ ἡμῶν ὄψει. ἀπὸ οὗν τῆς τροπῆς μέχρι τῆς ἀληθοῦς ἐπιτολῆς εἰσιν εἴκοσιν ἡμέραι, μέχρι δὲ τῆς φαινομένης κݲεݲ · κατ’ οὖν ἀληθές.
p. 361b36 Καὶ οὔτε τηνικαῦτα ὅτε μάλιστα πλησιάζει ὁ ἥλιος, οὔτε ὅτε πόρρω·
οὔτε ὅταν ὁ ἥλιος ἐν τῷ κατὰ κορυφήν ἐστι, τουτέστιν ἐν ταῖς θεριναῖς τροπαῖς, γίνονται οἱ ἐτησίαι, οὕτε ὅταν πόρρω γένηται τοῦ κατὰ κορυφήν, οἷον ἐν Παρθένῳ, ἀλλ’ ὅταν ἀποστῇ τῆς τροπῆς κݲ ἤ κݲ μόνον, τουτέστιν ὅταν ἐν Λέοντι γένηται.
[*](2 ἔαρι] ἀέρι G ἤδη] ἤδ oblitterata in G 4 πρὸς] lege πρὸ G Αἰ] οἱ a 7 ἔαρι] ἀέρι G γίνονται—φθινοπώρῳ (9) om. a post νηνεμίαι lacunam statui et ex p. 176,5sq. explevi 15 τὰς om. Ar. 16 ἐπιτολὴ G λέγειν V: λέγει Ga 27 πλησιάζει μάλιστα (contra FHN) Ar. 31 κ scripsi coll. v. 20; p. 177,8: κݲηݲ)p. 362a1 Καὶ μὲν ἡμέρας πνέουσι, τὰς δὲ νύκτας παύονται.
[*](40r)Ἐπεὶ ἠμέρας μὲν ἠ θερμότης λύει τὴν χιόνα, ἤς λυομένης γίνεται αὔρα ψυχρά, ἐξ ἧς οἱ ἐτησίαι γίνονται· τὴν δὲ νύκτα οὐ λύεται διὰ τὸ ψῦχος οὔτε αὔρα γίνεται.
p. 362a2 Αἴτιον δέ, ὅτι πλησίον μὲν ὢν φθάνει ξηρᾶναι γενέσθαι τὴν ἀναθυμίασιν.
τὴν αἰτίαν λέγει, διὰ τί μὴ ἐν ταῖς θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου γίνονται οἱ ἐτησίαι, ἀλλὰ μετὰ εἴκοσιν ἡμέρας. καί φησιν, ὅτι ὁ ἥλιος γινόμενος κατὰ κορυφὴν θερμότατος ὢν λύει τὴν χιόνα καὶ τὴν γινομένην αὔραν ἐκ τῆς λύσεως ἀναξηραίνει καὶ ἐκδαπανᾷ, καὶ διὰ τοῦτο ἐτησίαι οὐ γίνονται τηνικαῦτα. ἀλλὰ φαίνεται ἀντιφάσκων ἑαυτῷ ὁ Ἀριστοτέλης· παρακατιὼν γὰρ ἐρεῖ, ὅτι ἀφισταμένου τοῦ ἡλίου· κατὰ κορυφὴν γὰρ ὢν οὐ λύει ἀποστάς. οὐκοῦν ἐπιλυτέον. τῆς χιόνος τὰ μέν εἰσιν εὐπαθῆ καὶ εὔφθαρτα. τὰ δὲ δύσφθαρτα καὶ πάνυ πεπηγότα. ὅταν οὖν ὁ ἥλιος γένηται κατὰ κορυφήν, εἰ καὶ θερμότατός ἐστι τηνικαῦτα, ἀλλὰ οὐ πάνυ τὸν ἀέρα ἐξεπύρωσε τέως· δεῖται γὰρ οὐ μόνον τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος τὸ γινόμενον, ἀλλὰ καὶ χρόνου. ἐπειδὴ οὖν οὐ τέως ἐξεπύρωσεν αὐτόν, ἐξεπύρωσε δ’ ὅμως, τὰ μὲν εὔφθαρτα καὶ εὐδιάλυτα μόρια τῆς χιόνος διέλυσε καὶ τὴν γινομένην αὔραν βραχεῖάν τε οὖσαν ἐξεδαπάνησε, καὶ διὰ τοῦτο οὐκ ἐγένοντο ἐτησίαι τότε. ἀποστὰς δὲ τοῦ κατὰ κορυφὴν βραχύ τι, ἐπειδὴ ὁ χρόνος ἐν μέσῳ παρέδραμεν, ἐξεθερμάνθη ὁ ἀὴρ καὶ λοιπὸν τὰ δύστηκτα καὶ πεπηγότα μόρια τῆς χιόνος διέλυσε, καὶ ἐντεῦθεν αὔρας πολλῆς ἀναδοθείσης οἱ σφοδροὶ ἐτησίαι τότε γίνονται.
p. 362a3 Ὅταν δ’ ἀπέλθῃ μικρόν, σύμμετρος ἤδη γίνεται ἡ θερμότης, ὅταν τὰ πεπηγότα τήκεται.
οὐχ ὅτι σύμμετρος γίνεται ἡ θερμότης τοῦ ἡλίου, διὰ τοῦτο τὰ πεπηγότα ὕδατα τήκονται, ἀλλ’ ὅτι ἐν τῷ χρόνῳ ὁ ἥλιος συμμέτρως γίνεται θερμός, τουτέστιν ἐν τῷ χρόνω, ᾧ ἀφίσταται ὁ ἥλιος ἀπὸ τοῦ κατὰ κορυφήν, φθάνει ἡ θερμότης κατακρατῆσαι τοῦ πεπηγότος καὶ αὐτοῦ τοῦ ἀέρος.
p.362a11 Ἀποροῦσί τινες, διὰ τί βορέαι μὲν γίνονται.
Ἡ ἀπορία ἐντεῦθεν ἡ λέγουσα, τί δήποτε ἀεὶ βορείων τῶν ἐτησίων αἰσθανόμεθα, οὐδέποτε δὲ νοτίων.
[*](5 ξηραίνων Ar. 12 ἐρεῖ] p. 362a18sqq. ὢν om. a 24. 25 ante ἡ θερμότης add. ἡ ἀναθυμίασις καὶ Ar. (praeter E) 25 ὅταν τὰ πεπηγότα—ἡ θερμότης (26) oui. V . ὅταν et τήκεται Ga: ὥστε et τήκεσθαι Ar. 31 ἀποροῦσι δέ τινες Ar. βορέαι] βόρεια G μὲν γίνονται] μεταγλινονται G συνεχεῖς a et Ar.: συνεχὴς VG (trahunt ad sqq.))p. 362a14 Γίγνονται γὰρ οἱ καλούμενοι λευκόνοτοι τὴν ἀντικειμένην ὥραν.
[*](40r )‘Η ἐπίλυσις, ὅτι γίνονται μὲν ἐκ τοῦ νότου πρὸς τὸ πᾶν, ἀλλ’ οὐκ αἰσθανόμεθα αὐτῶν διὰ πολλὴν ἀπόστασιν, ἢ ὅτι γίνονται ἀπὸ τοῦ πρὸς ἡμᾶς νότου, ἀλλ’ ἀμυδροὶ καὶ οὐ συνεχεῖς. γίνονται δ’ ἐν τῇ ἀντικειμένῃ ὥρᾳ τῷ θέρει, τουτέστι τῷ χειμῶνι· περὶ γὰρ τὰ τέλη τοῦ χειμῶνος γίνονται μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς, ὅταν ὁ ἥλιος ἐν Ἰχθύσιν ᾖ πλησίον τοῦ Κριοῦ, ὑφ’ ὅν ἐστιν ἡ διακεκαυμένη.
p. 362 a 15 Διὸ λανθάνοντες ποιοῦσιν ἐπιζητεῖν.
Ἀμυδροί εἰσιν οὗτοι οἱ ἐτησίαι, ὡς λανθάνειν αὐτούς, πόθεν πνέουσιν, εἴτε ἀπὸ νότου εἴτε ἀπὸ βορρᾶ.
p. 362a16 Αἵτιον δέ, ὅτι ὁ μὲν βορρᾶς ἐκ τοῦ ὑπὸ τὴν ἄρκτον πνεῖ.
‘Η ἄλλη ἐπίλυσις, ὅτι ἡμεῖς μακρὰν ὄντες τοῦ πρὸς τὸ πᾶν νότου οὐκ ἐπαισθανόμεθα τῶν ἐκεῖθεν ἐτησίων, ἀλλὰ μόνων τῶν ἀπὸ βορρᾶ γινομένων ὡς ἐγγὺς ὄντες, ἐπειδὴ πολλὴ χιὼν γίνεται ἐν τοῖς βορείοις τόποις, ἧς λυομένης αἰσθανόμεθα τῶν ἐτησίων.
p. 362a18 Ὦν τηκομένων ὑπὸ τοῦ ἡλίου μετά τὰς θερινὰς τροπὰς μᾶλλον ἥ ἐν αὐ ταῖς.|
Ἴδου ἡ λέξις, ἔνθα δοκεῖ ἀντιφάσκειν ἑαυτῷ ὁ Ἀριστοτέλης. ἀνωτέρω 40v τερῶ μὲν γὰρ εἶπεν, ὅτι ἐν αὐταῖς ταῖς θεριναῖς γίνεται ἡ τῆξις τῆς χιόνος, ἐνταῦθα δ’ ὅτι μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον. ἡμεῖς δὲ διῃτήσαμεν τὸν λόγον, ὡς εἴρηται.
p. 362 a 22 ἔτι δ’ ἐγγὺς εἴη.
Τουτέστιν ἵνα μή πως πάνυ ἀποστῇ ὁ ἥλιος τοῦ κατὰ κορυφήν, ἐπεὶ οὐκέτι οὐδὲ πνιγηρὸς ὁ ἀὴρ γίνεται, τουτέστι θερμός, οὔτε λύεται ἡ χιών.
p. 362a26 Οὐ συνεχεῖς πνέουσι, διότι τὰ μὲν ἐπιπολῆς καὶ ἀσθενῆ τότε ἀποκρίνεται.
Ἀμυδροδὶ καὶ οὐ συνεχεῖς πνέουσιν οἱ ὀρνιθίαι ἄνεμοι, τουτέστιν οἱ [*](1. 2 ἀντικείμενον a 3 νότου a: om. VG; cf. p. 177,15. 19; 185,5 sq. 8 Κριοῦ scripsi, quod latet in verbis, quae post διακεκαυμένη ex margine, ni fallor, inserit G ὑπὸ γὰρ τὸν κριόν ἐστιν ἡ διακεκαυμένη: ζῳδιακοῦ VGa 12 ἐκ τοῦ ἀπὸ τῶν Ar. 19 ἐπ’ αὐταῖς (contra FHN) Ar. 20 ἑαυτῶ G: αὐτῷ Va 20. 21 ἀνωτέρω] p. 362a2sqq. 24 εἴη om. Ar. ᾖ F))
p. 362a30 Ἐπεὶ θέλει γε ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεὶ πνεῖν ανεμος.
Διὰ τὸ μὴ εὑρίσκειν ὕλην ἀμυδροί εἰσιν οἱ νότιοι ἐτησίαι, τουτέστι διὰ τὸ μὴ λύεσθαι πολλὴν χιόνα, ἐπεί τοί γε ὅσον ἐπὶ τῷ νότῳ ἀεὶ πνέουσιν ἄνεμοι σφοδροί, εἰ μηδὲν εἴη τὸ κωλῦον, διὰ τὸ πολλὴν εἶναι τὴν γῆν νοτίαν καὶ ἐκ ταύτης ἀναδίδοσθαι πολὺν ἀτμόν. καὶ ὅρα, πῶς ὁ φιλόσοφος τὸ θέλειν ἐπὶ ἀψύχου λέγει.
p. 362a31 Ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ τῆς ἑτέρας ἄρκτου·
Φέρε τὸ προαναβληθὲν τῇ προτεραίᾳ καθάπερ τι χρέος ἀποδώσομεν καὶ ζητήσωμεν, πῶς δυνατόν ἐστι κατασκευάσαι, ὅτι ὁ νότος ἄνεμος οὐκ ἀπὸ τοῦ νότου πρὸς τὸ πᾶν ἐνθάδε πνεῖ, οὐκ ἀπὸ τῆς χειμερινῆς τροπῆς, ἀλλ’ ἀπὸ τῆς πρὸς ἡμᾶς οἰκουμένης, τουτέστιν ἀπὸ τῶν θερινῶν τροπῶν. ἀλλ’ ἵν τοῦτο ποιήσωμεν, φέρε τὴν πᾶσαν γῆν διελόντες εἴς τινα τμήματα ταύτῃ τῇ διαιρέσει τῆς γῆς ὡς λήμματι χρησώμεθα. δεῖ τοίνυν μέγιστον κύκλον νοῆσαι περὶ τὰ πέρατα τῆς γῆς ὄντα καὶ περιέχοντα τὴν σύμπασαν γῆν. οὗτος κεκλήσθω ὁρίζων. τούτου τοίνυν τεθέντος τὸ μέσον αὐτοῦ * * * τουτέστιν οἵτινες ἐφάπτονται τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἕκαστος. ἄλλος δέ τις κύκλος μέγιστος ἐγκαρσίως τεμνέτω τοὺς δύο] κύκλους· τεμνέσθω δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ὥσπερ καὶ οἱ ἄλλοι. τούτων οὕτω κατασκευασθέντων μεταξὺ τῶν παραλλήλων καὶ τοῦ ὁρίζοντος ἕξ τινες χῶραι ἐναπολαμβάνονται· τρεῖς μὲν ἐκ δεξιῶν τοῦ μέσου παραλλήλου, ὅστις καὶ μέγιστός ἐστι πάντων διὰ τὸ εἶναι διάμετρον τοῦ ὁρίζοντος εἴρηται γὰρ ἐν γεωμετρίᾳ, ὅτι μεγίστη εὐθεῖα ἐν κύκλῳ ἐστὶν ἡ διάμετρος), τρεῖς δ’ ἐξ ἀριστερῶν. καλοῦνται δ’ οἱ μὲν ἀκροπόλοι οἱ παράλληλοι, οἵτινές εἰσι πλησίον τοῦ ὁρίζοντος, ὁ μὲν ἀρκτι- κός, ὁ δὲ ἀνταρκτικός. μετὰ δὲ τὸν ἀρκτικὸν ὁ x003E; ἐφεξῆς παράλληλος θέοινός κεκλήσθω τροπικός, ὁ δ’ ἐφεξῆς κείμενος τῷ θερινῷ τροπικῷ, [*](2 ἡ om. Ga 10 θέλει a 11 titulum om. a 14 fort. ἀποδώσωμεν 15 an νότιος? cf. p. 184,36 16 οὐκ] fort. οὐδ’ ? 21.22 post τὸ μέσον αὐτοῦ lacunam indicavi; desunt, quibus de circulis circulis parallelis instituendis cxponatnr: cf. p. 185,8 sqq. 23 δύο delevi 24 post δύο σημεῖα verba ἕκαστος. ἅλλος (23)—δύο σημεῖα repetit a 28 ἐν γεωμετρίᾳ] Euclid. Elem. 111,15 31 ἀρκτικὸν] ἀνταρκτικὸν G αὐτῷ coll. p. 184,2 scripsi: τῶ V: τιῶ G: om. a 32 post θερινὸς add. πόλος G)
Φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν ἀπορήσωμεν τρεῖς ἀπορίας, μίαν μὲν ταύτην·| πῶς λέγεις, Ἀριστότελες, δώδεκα εἶναι τοὺς ἀνέμους; μᾶλλον γὰρ [*](41v) δέκα ἔσονται. οἱ γὰρ ἀκροπόλοι. τουτέστιν ὁ ἀρκτικὸς καὶ ὁ ἀνταρκτικός, οὐ τέμνονται εἰς δύο σημεῖα ὑπὸ τοῦ ὁρίζοντος· οὕτω γὰρ ἔχει ἡ καταγραφή. οὗτοι οἱ πόλοι ἐντὸς οὔκ εἰσι τοῦ ὁρίζοντος, ἀλλ’ ἐκτός, ὁ μὲν ἐπὶ τὰ ἄνω, ὁ δ’ ἐπὶ τὰ κάτω. ἐκτὸς δ’ αὐτῶν ὄντων κατὰ ἓν μόνον σημεῖον ἐφάπτεται ἑκάστων ὁ ὁρίζων· κύκλος γὰρ κύκλου οὐκ ἐφάπτεται πλὴν εἰ μὴ κατὰ ἓν σημεῖον. εἰ οὖν κατὰ ἓν μόνον ἐφάπτονται οἱ ἀκροπόλοι τοῦ ὁρίζοντος, λέγεις δ’ Ἀριστότελες, ὅτι κατὰ τὰς ἁφὰς τοῦ πόλου καὶ τοῦ ὁρίζοντος ἐξέρχονται οἱ ἄνεμοι, οὐκέτι δώδεκα, ἀλλὰ δέκα εἰσίν, ὥσπερ καὶ αἱ τομαὶ ἤγουν αἱ ἐπαφαί. δευτέρα ἀπορία· τάχα γὰρ οὔτε δέκα ἔσονται οἱ ἄνεμοι, ἀλλὰ ὀκτώ, ἐπειδὴ ὁ ὁρίζων καὶ ὁ ἀρκτικὸς πόλος καὶ ὁ μεσημβρινὸς κατὰ ἓν σημεῖον ἐφάπτονται μόνον. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ καὶ νοτίου μέρους δύο μόνον ἐπαφαί, ἔτι δὲ ἀπὸ τοῦ ἐν μέσῳ πόλου. τρίτη ἀπορία· πῶς λέγεις ; εἰ γὰρ δίχα πάντας τοὺς πόλους τέμνει ὁ ὁρίζων, δῆλον ὅτι πάντες εἰσὶν ἐναντίοι πάντες γὰρ κατὰ διάμετρον πνέουσι) καὶ ἀεὶ ἔσονται καὶ αἱ νύκτες ἴσαι ταῖς ἡμέραις. πῶς, † Ἀριστότελες, τῶν ἀνέμων τοὺς μὲν εἶναι ἐναντίους, τοὺς δὲ δοκεῖν ἐναντίους, μὴ ὄντας δέ, ὅσοι μὴ κατὰ διάμετρόν εἰσιν ἀλλήλων; ἐνταῦθα δὲ [*](1 εὐρόνοτος a: λιβόνοτος VG εὔρου a et (si fides silentio) V: λιβὸς G 6 post ὑγρασμένη δέ add. ἡ γῆ G 8 τὰ (ante πνεύματα) om. V 12 τὸ μὲν βορρᾶν a 16 δώδεκα] immo decern vel, si φοινικίαν (364a4) addas, undecim ventos enumerat Aristoteles. cf. Alex, in Meteor, p. 110,8 Hayd. 17 ἀκροπόλοι] ἀκροπαράλληλοι a. cf. ad V. 23 ὁ (ante ἀνταρκτικός) om. G 18 δύο a: #x772; VG1 : ι del. G2 19 οὗτοι οἱ πόλοι ἐντὸς οὔκ εἰσι] οὔτε οἱ παράλληλοι ἐντός εἰσι a 21 ἑκάστων om. G κύκλος—ἕν σημεῖον (22) om. a 22. 23 ἀκροπαράλληλοι a 23 πόλου] παραλλήλου a, ut semper fere in sqq.; cf. p. 185,17 .sqq. 26 πόλος] παράλληλος a 28. 29 τοῦ ἐν μέσῳ παραλλήλου a 29. 30 πάντας τοὺς παραλλήλους a 31 post ἀεὶ add, εἰ VG ἔσονται καὶ] ἔσονται ἆρα a πῶς scripsi: ὡς VGa 32 ἀριστοτέλης G fort, excidit λέγεις 33 1. μὴ εἶναι δέ aut dele δέ)
p. 362a31 ‘Ο νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ ἀπὸ τῆς ἑτέρα ἄρκτου.
Ἑτέραν ἄρκτον καλεῖ τὸν ἀνταρκτικὸν πόλον. τί οὖν φησιν; ὅτι ὡς δείξω οὐκ ἀπὸ τοῦ ἀνταρκτικοῦ πόλου πνεῖ ὁ νότος, ἀλλ’ ἀπὸ τοῦ τόπου πλησίον ἡμῶν, τουτέστιν ἀπὸ τοῦ θερινοῦ τροπικοῦ. ἀλλὰ πρῶτον λαμβάνει λῆμμα τὴν διαίρεσιν τῆς γῆς · εἶθ’ οὕτω τοῦτο δείκνυσιν.
p. 362a32 Δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς χώρας οἰ- κεῖσθαι.
Ποῖον τούτων; ἑνὸς μὲν τοῦ μεταξὺ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ, ὅπερ καὶ ἡμεῖς οἰκοῦμεν, ἑτέρου | δὲ τοῦ ὄντος μεταξὺ χειμερινοῦ τροπικοῦ καὶ ἀνταρκτικοῦ, [*](42r) ἀρκτικοῦ, ὅπερ ὁ μὲν λόγος ὑπαγορεύει οἰκεῖσθαι διὰ τὸ τὴν αὐτὴν ἀναλογίαν τῆς κράσεως φυλάττεσθαι, οἵαν καὶ ἐν τῇ καθ’ ἡμᾶς ζώνῃ. ὥσπερ καὶ αὕτη εὐκραής ἐστι διὰ τὸ εἶναι μεταξὺ ψυχροῦ χωρίου τοῦ πρὸς τὸν ἀρκτῷον πόλον καὶ τῆς διακεκαυμένης ζώνης, οὕτω καὶ ἐκείνη εὐκραής ἐστι διὰ τὸ κεῖσθαι ἀνὰ μέσον τοῦ νοτίου παραλλήλου, τοῦ καταψύχρου χωρίου φημί, καὶ τῆς διακεκαυμένης. ἀλλ’ εἰ καὶ ὁ λόγος τοῦτο ὑπαγορεύει, οὐκ ἴσμεν, εἰ ὅλως οἰκεῖται, διὰ τὸ μὴ δύνασθαι διελθεῖν ἀπ’ ἐντεῦθεν ἐκεῖσέ τινας, μητ’ ἀπ’ ἐκεῖθεν ἐνταῦθα διὰ τὸ μέσην εἶναι τὴν ἐκκεκαυμένην ζώνην, ἥτις ἐστὶ μεταξὺ θερινοῦ τροπικοῦ καὶ χειμερινοῦ.
p. 362a35 αὶ οὕσης οἶον τυμπάνου. τοιοῦτο γὰρ τὸ σχῆμα τῆς γῆς ἐκτέμνουσιν ἀεὶ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι γραμμαί.
Αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἀγόμεναι δύο γραμμαὶ προϊοῦσαι καὶ έπιπόλων] [*](1 παραλλήλων a 2 locum coriuptum asterisco indicat a 7 παραλλήλους a μοιρῶν seripsi: μοῖραι ὂν VGa 8 post ἀπὸ τριάκοντα μοιρῶν add. άπέχοντας, deinde ἀφίστασθαι—ἀπεχούσας (10) om. a ἀφίστασθαι ἀλλήλων bis ponit V 0 fort, x003E; ἀστρονόμοι 10 λῆμμα τὴν V: λημμάτων Ga 17. 18 οἰκεῖσθαι χώρας Ar. 20 ἑτέρου] ῥοῦ initio folii om. a; cf. ad p. 10;), 1 τοῦ χειμερινοῦ a 21 οἰκειοῦσθαι Ga 25 παραλλήλου] lege πόλου; cf. p. 190,3. 18 30 τοιοῦτον γὰρ σχῆμα Ar. 31 ἀεὶ] αἱ Ar. et 01. v. 32)
p. 362b1 Καὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἕχοντα βάσιν τὸν τροπικόν, τὸν δὲ διὰ παντὸς φανερόν, τὴν δὲ κορυφὴν ἐπὶ τοῦ μέσου τῆς γῆς.
Δύο κώνους λέγει τὸν ZPE καὶ ΚΡΛ. ὁ μὲν γὰρ ZPE κῶνος μὲν τὸν ZE θερινὸν τροπικὸν ἔχει, κορυφὴν δὲ τὸ P σημεῖον, ὅπερ ἐστὶ τοῦ παντὸς κέντρον· ὁ δὲ ΚΡΛ κῶνος βάσιν μὲν ἔχει τὸν ΚΛ πόλον, κορυφὴν δὲ τὸ P σημεῖον, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς γῆς. τοὐτων οὕτως ἐχόντων ἐκ τῶν βάσεων τούτων τῶν δύο κώνων γίνεται ἓν τμῆμα τῆς γῆς, κωνοειδὲς οὐ τέλειον, ἀλλὰ κόλουρος κῶνος, ὅστις ἐστὶν ὁ ΚΕΚΛ, βάσιν μὲν ἔχων τὸ ZE, κορυφὴν δ’ ἐλλιπῆ τὸ ΚΛ. ὃ δὲ λέγω ἐπὶ ἀρκτικῶν, τὸ αὐτό μοι νόησον κἀπὶ τῶν νοτίων. κἀκεῖ γὰρ γίνονται δύο κῶνοι, ὅ τε Δ’ καὶ ὁ MPN, κορυφὴν ἔχοντες τὸ P κέντρον, βάσιν δὲ τὸ ΔΓ καὶ τὸ MN. πάλιν δ’ οὗτοι οἱ κῶνοι ἓν τμῆμα τῆς γῆς ποιοῦσι, τουτέστι κόλουρον κῶνον τὸν ΜΝΓΔ, ὅστις βάσιν μὲν ἔχει τὸν ΔΓ χειμερινὸν τροπικόν, κορυφὴν δ’ ἀτελῆ τὸν ΜΝ νότιον πόλον.
p. 362b5 Ταῦτα οἰκεῖσθαι μόνα δυνατόν.
Ποῖα; τὰ δύο τμήματα δηλονότι, τουτέστι τὸν ΖΕΚΛ κόλουρον καὶ τὸν ΜNΔΓ, ἅτινα καὶ τύμπανα προσηγόρευσε.
p. 362b6 Καὶ οὕτ’ ἐκεῖνα τῶν τροπικῶν· σκιὰ γὰρ οὐκ ἄν ἦν πρὸς ἅρκτον.
οὔτε τὰ ἐντὸς τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ, τουτέστιν ὅλον τὸ πλάτος τῆς διακεκαυμένης ἄοικόν ἐστι. πόθεν δῆλον; ἐπειδὴ ἡ σκιὰ ἡ γινομένη ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ πᾶσα πρὸς ἄρκτον πίπτει, ἡ δὲ σκιὰ ἡ γινομένη ἐπὶ τῆς διακεκαυμένης ἢ πρὸς μεσημβρίαν πίπτει ἢ οὐ γίνεται σκιά, πλὴν ἐλαχίστη περὶ τὸ σῶμα πίπτουσα τὸ σκιάζον· πρὸς μεσημβρίαν [*](3 ἀντικουμένης V πόλου G: παραλλήλου Va. cf. ad p. 189,25 5 τὸν δὲ τὸν διὰ παντὸς (praeter F) Ar. 7 ΖΡΕ scripsi: ζνε VGa; cf. v. 8 καὶ ΚΡΛ — ZPE om. V ΚΡΛ .scr|psi: #x772; Ga ZPE scripsi: ζνε Ga 8 P scripsi: ν VGa 9 ΚΡΛ] #x772; VGa ΚΛ] μλ VGa — 9.10 ἀρκτι- κὸν πόλον] ἀνταρκτικὸν παράλληλον a 12 ΖΕΚΛ scripsi: ζεηλ VG : ζεμλ a. Η et Κ confunduntur etiam (in G) p. 285,23; 186,4 ΚΛ] ηλ VG: μλ a 15 #x772; #x772; Va 16 #x772; G: #x772; Va 17 μνγδ G: μλγδ Va ΔΓ] γδ a 18 #x772; VG: #x772; a πόλ)ον παράλληλον a _ 19 ouvaxct (praeter FUN) Ar. 20 ΚΕΚΛ] #x772; VG (cf. ad V. 12): #x772; a 21 μݲνݲδݲγݲ VG: μλδγ a 22 ἐκείνα VG : a et Ar. τροπῶν Ar. 21 οὔτε #x772; om. a)
p. 362b9 Φαίνεται δὲ καὶ ὁ Στέφανος κατὰ τὸν τόπον τοῦτον.
Φαίνεται γὰρ ὑπὲρ κεφαλὴν γινόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημβρινόν. πιστοῦται τὸν λόγον, ὅτι βορείαν ἔχομεν ἡμεῖς τὴν οἴκησιν ἐντὸς ὄντες τοῦ θερινοῦ τροπικοῦ ἀπὸ τοῦ Στεφάνου τῆς Ἀριάδνης. οὗτος γὰρ βόρειος ὢν πρὸς τῷ ἀρκτῴῳ πόλῳ, ἐπὰν ἔλθῃ κατὰ τοῦ μεσημβρινοῦ, τουτέστιν ἐν τῷ μεσουρανήματι, τηνικαῦτα κάθετος ἡμῖν ἐστιν. ᾧ δῆλον, ὅτι βορεία ἐστὶν ἡ καθ’ ἡμᾶς οἰκουμένη· οὐ γὰρ ἄν ἄλλως κάθετος ἐφαίνετο ἡμῖν, εἰ μὴ βόρειος ὑπῆρχεν ἡμῶν.
p. 362b12 Διὸ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς.
Καταμέμφεται τοὺς γεωγράφους, ὅτι σφαιρικῶς τὴν καθ’ ἡμᾶς οἰκουμένην γράφουσιν· οὐ γὰρ ἔδει σφαιρικῶς αὐτὴν γράφειν, ἀλλὰ ζωνοειδῶς. ἐδείξαμεν γάρ, ὅτι τύμπανόν ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη οὐκ ἔχουσα τὸ πλάτος ἴσον τῷ μήκει· πολὺ γὰρ προάγει τὸ μῆκος τοῦ πλάτους, ἐν δὲ κύκλῳ ἴσον τὸ πλάτος τῷ μήκει· τὸ μέσον γὰρ θερινοῦ τροπικοῦ ὁ * * * πόλου ἐστὶ τὸ πλάτος μόνον, τὸ δὲ μῆκος ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν.
p. 362b14 Ὅ τε γὰρ λόγος δείκνυσιν, ὅτι τὸ πλάτος ὥρισται, τὰ δὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν.
ἔδειξεν ὁ λόγος, φησίν, ὅτι ἐλάχιστόν ἐστι τὸ πλάτος τῆς καθ’ ἡμᾶς οἰκουμένης ὡς πρὸς τὸ πᾶν, τὸ μέντοι μῆκος μέγιστον. καὶ τί λέγω μέγιστον; ὅπου γε καὶ εἰς τοὺς ἀντίποδας ἦν δυνατὸν ἐλθεῖν τινα, τουτέστιν εἰς τὸ ὑπὸ γῆν ἡμισφαίριον, ὅσον κατὰ τὴν εὐκρασίαν· ἀλλὰ τοῦτο οὐ γίνεται διὰ τὸ εἶναι μεταξὺ θαλάσσας ἄλλας τε καὶ αὐτὸν τὸν Ὠκεανόν. οὕτω μέγιστόν ἐστι τὸ μῆκος, ὡς συνάπτειν τὰ δύο ἡμισφαίρια. |
[*](2 post κορυφὴν ἔλθῃ iter. del. ὁ ἥλιος· περὶ δὲ τὸ σῶμα μόνον G 3 τῶν τροπικῶν a. fort, recte, nisi θερινοῦ καὶ χειμερινοῦ intercidit; cf. p. 190,24 7 θερινὸν] lege χειμερινὸν. cf. ad p. 192,32 8 παράλληλον Va: τροπικὸν G 11 Φαίνεται] φέρεται Ar. τοῦτον τὸν τόπον Ar. 15 πόλῳ] παραλλήλῳ a 19 καὶ γελοίως Ar. γράφουσι νῦν τὰς GAr. : γράφουσιν αὐτὰς Va 24 fort, post τροπικοῦ intercidit καὶ ἀρκτικοῦ 26 τὸ πλάτος] ἐπὶ πλάτος μὲν Ar. τὰ] τὸ Ar. 29 καὶ τί λιγῶ μέγιστον om. V)p. 362 b 21 Τὸ γὰρ ἀφ’ ‘Ηρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ [*](42r) ἐξ Αἰθιοπίς πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς
Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθος.
Ὅρους λαμβάνει τοῦ μήκους καὶ τοῦ πλάτους τῆς καθ’ ἡμᾶς οἰκουμένης. καὶ τοῦ μὲν μήκους ἐπὶ δυσμὰς τὰς Ἡρακλείους στήλας, πρὸς δὲ ἀνατολὰς τὴν ἐσχάτην Ἱνδίαν, παρ’ οἷς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. δῆλον δ’ ὅτι οἱ ὅροι οὗτοι τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου ὄντες μήκους εἰσί· τοῦ δὲ πλάτους πρὸς μὲν τὴν διακεκαυμένην ζώνην ὅρους λαμβάνει τοὺς Αἰθίοπας, πρὸς δὲ ἄρκτον τὴν Μαιῶτιν καὶ τοὺς ἐσχάτους Σκύθας. καί φησιν, ὅτι ὥσπερ τὰ πέντε τῶν τριῶν ὑπερέχει, οὕτω τὸ μῆκος τοῦ πλάτους. ἀλλὰ μὴ νομίσῃς, ὅτι τοῦτο εἶπεν, ὅτι ὅσον τὰ πέντε τῶν τριῶν ὑπερέχει, τοσοῦτον τὸ μῆκος τοῦ πλάτους· οὔτε γὰρ τοσαύτη μόνον ἐστὶν ἡ ὐπεροχὴ τοῦ μήκους πρὸς τὸ πλάτος, ἀλλὰ πολλαπλασία. ἀλλὰ παράδειγμα δεῖ λαβεῖν, ὅτι ‘ὥσπερ’ οὐχ ‘ὅσον’.
p. 362b30 ἐπεὶ δ’ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον.
Ἐπειδή, φησί, πρὸς τῷ ἀρκτικῷ πόλῳ ἐστὶ τὸ τύμπανον τοῦτο δὴ τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, δῆλον ὅτι καὶ πρὸς τῷ νοτίῳ πόλῳ ἡ ἀναλογία φυλάττεται. οὐκοῦν ὥσπερ τοῦτο εὐκραές ἐστι τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, κἀκεῖνο ὁμοίως ἐστὶν εὐκραές· καὶ ὥσπερ ἐνταῦθα πνεῖ ἄνεμός τις ἀπὸ τῆς ἄρκτου, οὕτω κἀκεῖσε πνεῖ ἀπὸ τῆς ἄρκτου. ἀλλ’ οὐ δυνατὸν οὔτε τὸν ἐκεῖθεν ἄνεμον ἐνθάδε πνεῖν οὔτε τὸν ἔνθεν ἐκεῖσε διὰ τὸ διάστημα. καὶ ὅρα, πῶς ἀψοφητὶ μετὰ τὸ λῆμμα τὴν κατασκευὴν ἐπάγει, ὅτι οὔτε ἀποπνεῖ ἀπὸ τοῦ νοτίου πόλου ὁ νότος ἐνταῦθα εἰ γὰρ οἱ καθ’ ἡμᾶς ἄνεμοι οὐ πανταχόσε πνέουσι διὰ τὸ ἐξασθενεῖν ὑπὸ τοῦ μήκους, πόσῳ μᾶλλον ὁ ἐκεῖθεν νότος;) οὔτε ἀπὸ χειμερινῆς τροπῆς.
p. 363a10 οὕτω γὰρ τὸ ἀνάλογον ἀποδίδωσι.
Τί φησιν; ὅτι οὔτε ἀπὸ χειμερινῆς τροπῆς πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἐπειδὴ ἔδει τὴν ἀναλογίαν φυλαχθῆναι τὴν αὐτὴν ἐπὶ τῶν νοτίων ἐτησίων ὥσπερ ἐπὶ τῶν βορείων. ἐπειδὴ γὰρ οἱ βόρειοι ἐτησίαι ἀπὸ τοῦ θερινοῦ τροπικοῦ πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς. ἔδει καὶ τοὺς νοτίους, εἴπερ ἀπὸ τοῦ χειμερινοῦ πνέουσι, μετὰ εἴκοσιν ἡμέρας πνεῖν. ἀλλὰ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς τροπῆς πνέουσιν· οὐκ ἄρα ἀπὸ τοῦ χειμερινοῦ πνεῖ ὁ νότος.
[*](2 μαιωτικὴν Ga 8 διακεκριμένην Ga 10 οὕτω Ga: τοσοῦτον V 10. 11 ἀλλὰ μὴ—τοσοῦτον τὸ μῆκος τοῦ πλάτους (12) G: om. Va 11 νομίσῃς scripsi : νομίσας G 14λαβεῖν δεῖ trauspou. Ga 15 ante ὁμοίως add. οὐχ G 24 ἀποπνεῖ V: πνεῖ Ga 24 εἰ coll. p. 184,28 Diels: οἱ VGa 27 ἀποδώσει Ar. 31 τῆς θερινῆς τροπῆς—μετὰ εἵκοσιν ἡμέρας (32) om. a 32 #x772; G: θερινοῦ V post ἡμέρας addiderim: τῆς χειμερινῆς τροπῆς)p. 363a13 κεῖνος ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ
[*](42r)Περὶ τῆς διακεκαυμένης λέγει ζώνης, ὅτι διὰ τὸ τὸν ἥλιον ἀεὶ ἐπικεῖσθαι ξηροτάτη ἐστὶ καὶ θερμοτάτη. ἀλλ’ εἴποις ἄν· καὶ πόθεν ἰσχυρὸς ἄνεμος ἐκεῖθεν πνεῖ ὁ νότος, εἴπερ μὴ ἔστιν ἰκμὰς ἡ ποιοῦσα τὴν ὕλην τῶν ἀνέμων; αὐτός φησιν, ὅτι τῷ εἶναι πολλὴν γῆν ἀναπεπταμένην· ὅλη γὰρ ἡ μεταξὺ τῶν δύο τροπικῶν, θερινοῦ τε καὶ χειμερινοῦ, τὸ ἀπὸ ἑκάστης γῆς μερικῶς συναγόμενον πνευμάτιον ποιεῖ ἕνα σφοδρὸν ἄνεμον, τὸν νότον.
p. 363a18 18 Τίσ μὲν οὖν αἰτία τούτων τῶν ἀνέμων. Αἰτία ὑλική. εἴρηται γάρ, ὅτι οὐκ ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλὰ καπνώδης ἀναθυμίασις.
p. 363a21 Περὶ δὲ θέσεως αὐτῶν, καὶ τίνες ἐναντίοι τίσι, καὶ ποίους ἅμα πνεῖν ἐνδέχεται, ποίους δ' οὕ.
Ταῦτα πάντα ζητήσει ἐν τοῖς ἐφεξῆς.
p. 363a25 Δεῖ δὲ περὶ τῆς θέσεως ἅμα τοὺς λόγους ἐκ τῆς ὑπο- γραφῆς θεωρεῖν.
᾿Εντεῦθεν λοιπὸν περὶ τῆς θέσεως τῶν ἀνέμων διαλαμβάνει κτὰ τὸ προειρημένον διάγραμμα.
p. α26 Γέγραπται μὲν οὖν τοῦ μᾶλλον εὐσχημόνως ἔχειν ὁ τοῦ ὁρίζοντος κύλκλος· διὸ καὶ στρογγύλος.
᾿Επειδή, φησί, † τῆς καθ’ ἡμᾶς οἰκουμένης τὸν ὁρίζοντα, ἵνα τοὺς ἐν ταύτῃ ἀνέμους ὑπογράψω, αὕτη δ’ οὐκ ἔστι x003E; ἀλλ’ ἐπιμήκης οὔτε γὰρ ἐξισάζει τὸ μῆκος τῷ πλάτει), δῆλον ὅτι οὔτε ὁ ταύτης ὁρίζων ἐστὶ κυκλοτερής, ἀλλ’ ἐπιμήκης ὡς πρὸς τὴν οἰκουμένην γῆν· ἀλλ’ εἰ καὶ μὴ ἔστι κυκλοτερὴς ὁ ὁρίζων, ἀλλ’ οὖν κυκλοτερὴς καταγεγράφθω διὰ τὸ εὔσχημον.
p. 364a5 Τοῦ δ’ εἶναι πλείους ἀνέμους ἀπὸ τῶν πρὸς ἄρκτον τόπων.
᾿Εντεῦθεν τὴν αἰτίαν λέγει τοῦ μείζονα εἶναι τὰ νότια πνεύματα.
[*](6 γῆν] τὴν G 9 τούτων ἐστὶ Ar. 13 καὶ ποίους οὔ Ar. 19 εὐσχημόνως] εὐσήμως Ar. 21 deest verbum, quod pendeat ab ἐπειδὴ 22 κυκλοτεής coll. V. 25 addidi 25 καταγράφθω G 29 post πνεύματα una pagina et dimidia vacua relicta in V, scilicet ut commentarius textui Aristotelico, cui circum- scriptus est,aequalis sit: nulla lacuna in G: hiatum significans add. ἐκλείπει ἡ θέσις καὶ ὀνομασία τῶν ἀνέμων a. at patet ex v. 17 sq. Olympiodorum hoc quidem loco eam partem textus Aristotelici, qua ventorum nomina enumerantur, consulto praetermisisse, utpote de qua in generali disputatione (p. 185,5-187,14) accuratissime exposuerit; ceterum, si excidit, nou post v. 29, sed post v. 26 statueuda est lacuna 1 titulum om. a Ἕστι] ἔτι G post δὲ add. καὶ Ga 3 ἀπαρκτίας VAr.: ἀπαρκτικὸς G: ἀπαρκτικὰ a ἀπαρκτίας κυριώτατα, καὶ θρασκίας κοινὸς ἀργέστου καὶ μέσου Ar. 5 δώδεκα] of. adn. ad p. 187, 16 τὸν ἀριθμὸν] ὁ in τὸν et ὂν in ἀριθμὸν in rasura V2 6 πόλων G: πόλων νῦν V: παραλλήλων a 10 post δυτικῶν add. μὲν a; fort. 54 addendum 18 ὅσον] ἴσως a 19 post φαίη ἄν τις add. ἕδει G)Πρᾶξις κη.
[*](42r)p. 364a13 ἔστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε ἀπαρκτίας καὶ θρασκίας μέσης.
Διδάξας ἡμᾶς ὁ φιλόσοφος περὶ τῆς θέσεως τε καὶ ὀνομασίας τῶν ἀνέμων, ὅτι δώδεκά εἰσι τὸν ἀριθμὸν ἀπὸ τῶν δώδεκα τμημάτων καὶ τῶν ἓξ πόλων πνέοντες, νῦν συναίρεσιν ποιεῖ τῶν δώδεκα ἀνέμων καὶ οἷόν τινα συγ εἰς τέσσαρας ἀνέμους καθολικωτέρους. καί φησιν, ὅτι πάντες οὗτοι συγκεφαλαιοῦνται εἰς τέσσαρας ἀνέμους μεγίστους ἐναντίους· ἀνατολι- κῶν μὲν γὰρ πάντων εἷς μόνος ἐστὶν ὁ κυρίως, λέγω δὴ ὁ ἀπηλιώτης, δυτικῶν ζέφυρος, ἀρκτικῶν δὲ ἀπαρκτίας, νοτίων δὲ νότος. εἶτα πάλιν ἑτέραν συναίρεσιν τούτων ποιεῖται συντομωτέραν καὶ συγκεφαλαιοῖ τοὺς τέσσαρας | εἰς δύο, βορρᾶν τε καὶ νότον. καὶ δίδωσι τῷ μὲν βορρᾷ τοὺς [*](43r) δυτικοὺς ἀνέμους πάντας καὶ ἀρκτικοὺς ὡς ψυχροὺς ψυχρῷ, τῷ δὲ νότῳ τοὺς ἀνατολικοὺς πάντας καὶ νοτίους ὡς θερμοὺς θερμῷ. θερμότερα γὰρ τὰ ἀνατολικὰ μέρη τῶν δυτικῶν, ἐπειδὴ ἀνερχόμενος ὁ ἥλιος καὶ τέως πρὸς ταῖς ἀνατολαῖς ὑπάρχων θερμαίνει μὲν τὰ ἀνατολικὰ μάλιστα, ἧττον δὲ τὰ δυτικά· μεσουρανῶν δὲ καὶ πρὸς δυσμὰς ὁρμώμενος ἄρχεται τὰ μὲν δυτικὰ μέρη μᾶλλον θερμαίνειν, ἧττον δὲ τὰ ἀνατολικά. ἀλλ’ ὅσον ἐπὶ τούτῳ φαίη ἄν τις ἀντανίσωσιν γίνεσθαι καὶ ὁμοίως εἶναι θερμὰ τὰ ἀνατολικὰ τοῖς δυτικοῖς, ἐπειδὴ ὁμοίως θερμαίνονται ἄμφω τὰ μέρη. ἀλλὰ λέγομεν, ὅτι μεσουρανἠσαντος τοῦ ἡλίου καὶ ἐπὶ δυσμὰς κλίναντος μεμένηκεν κεν ἔτι θερμότερα τὰ ἐν τοῖς ἀνατολικοῖς, ἐπειδὴ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος, ἐλθόντος δ’ εἰς τὰς δυσμὰς τοῦ ἡλίου καὶ δύσαντος οὐκέτι ἐφυλάχθη ἡ θερμασία ἐν τῇ δύσει διὰ τὸ ὑπὸ γῆν γεγονέναι τὸν ἥλιον. οὕτω τοίνυν κατασκευάζομεν, ὅτι θερμότερά ἐστι τὰ ἀνατολικὰ τῶν δυτικῶν. οὕτω τοί· νυν ὁ φιλόσοφος συγκεφαλαιωσάμενος πάντας τοὺς ἀνέμους εἰς δύο, βορρᾶν τε καὶ νότον, καὶ διανείμας ἑκάστῳ τοὺς οἰκείους, δέκα θεωρήματα περὶ αὐτῶν παραδίδωσιν. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον · ποῖοι ἄνεμοι τίσι συμπνέουσι; δεύτερον· ποῖοι ἄνεμοι πότε πνέουσι; τρίτον· ποῖοι ἄνεμοι τίνας παύουσι; τέταρτον· τίνες ἐναντίοι ὄντες τὰ αὐτὰ ἐργάζονται; πέμπτον·
p. 364a13 Ἕστι δὲ καὶ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε ἀπαρκτίας.
᾿Ενταῦθα τὴν συγκεφαλαίωσιν ποιεῖται τῶν δώδεκα ἀνέμων εἰς τέσσαρας ἀνέμους μεγίστους.
p. 364a19 Ὁμοίως δὲ τὰ μὲν βόρεια τούτου καλεῖται, τὰ δὲ νότια. ἐνταῦθα πάλιν συναίρεσιν ποιεῖται πάντων τῶν ἀνέμων εἰς δύο, νότον καὶ βορρᾶν.
p. 364a24 Θερμότερα δὲ τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῶν, ὅτι πλείω χρόνον ὑπὸ τὸν ἥλιόν εἰσι τὰ ἀπὸ ἀνατολῆς.
Ἴδου τὴν αἰτίαν αὐτὸς λέγει τοῦ εἶναι θερμότερα τὰ ἀνατολικά, ἣν ἡμεῖς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν.
[*](1 έπυρηνισμὸν G 7 ἐκνεφίαι οἱ ἄνεμοι G 9 ὲν τῷ τρίτῳ βιβλίῳ] Γ 1 p. 371a9 16 ὡς εἴρηται] p. 187,3 sqq.; 195,36 21 οἱ δ’ ἐτησίαι ἐν χρό ὡρισμένῳ Ideler 23 καὶ om. Ar. 27 Ὁμοίως] ὅλως Ar. τούτων Ar, 30 δυσμῆς Ar. 31 εἰσι] ἐστι Ar.)p. 364a27 οὕτω δὲ τεταγμένων τῶν ἀνέμων δῆλον ὅτι πνεῖν [*](43v) τοὺς μὲν ἐναντίους οὐχ οἷοντε.
᾿Εντεῦθεν τὰ δέκα θεωρήματα, ὧν τὸ πρῶτόν ἐστι τοῦτο· ποῖοι ἅμα πνέουσι, ποῖοι δὲ ἅμα οὐ πνέουσι;
p. 364a 32 Κατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἰ ἐναντίοι μάλιστα πνέουσι.
To δεύτερον θεώρημα τὸ λέγον ’ ποῖοι πότε πνέουσιν ἄνεμοι, ποῖοι δὲ ποτε οὐ πνέουσιν;
p. 364b3 ἐμπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπαρκτίς καὶ θρασκίας.
To τρίτον ἐνταῦθα ἐζητήσαμεν, ποῖοι τίνας παύουσι ἄνεμοι· καὶ εἵπομεν, ὅτι βορέας. καλῶς δ’ εἶπεν ‘ έμπίτειν’ δηλῶν αὐτοῦ τὸ ἔκλυτον καὶ βαρύ. ὅθεν διὰ τὸ εἶναι πλῆθος τῆς ἀναθυμιάσεως ἀεὶ ἀποσοβεῖ τὰ νέφη καὶ αἰθρίαν ποιεῖ μάλιστα, ὅταν μὴ ψυχρὸς πνεῖ· εἰ γὰρ εἴη ψυχρός, παχύνει τὴν ἀτμίδα, πρινὴ ἀποσοβῆσαι, καὶ εἰς ὕδωρ μεταβάλλει.
p. 364 b 14 Αἱ δὲ περιστάσεις γίνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους κατὰ τοῦ ἡλίου μετάστασιν. |
Νῦν περὶ πάντων ἁπλῶς λέγει τῶν ἀνέμων, ὅτι μάλιστα ἐκεῖνοι [*](44r) ρονται, ἐφ’ οὓς ἄν ὁ ἥλιος χωρῇ· τῆς παρενούσης ἰκμάδος ἐν τῇ γῇ, ἣν καλεῖ ἀρχὴν τῶν ἀνέμων ὡς ὕλην, τηνικαῦτα ὑπὸ τοῦ ἡλίου ἑλκομένης καὶ ἀναδιδομένης γίνονται οἱ ἄνεμοι. ὅθεν οἱ ἐτησίαι μάλιστα πνέουσι θέρους διὰ τὸ ἀνιόντος τοῦ ἡλίου ἐπὶ βορρᾶν λύειν τὴν χιόνα καὶ ὑγραίνειν τὴν γῆν καὶ γίνεσθαι ὕλην τῶν ἀνέμων· οἱ μέντοι ἀπηλιῶται παύονται διὰ τὸ διαφορεῖσθαι τὴν ὕλην αὐτῶν ἐκ τῆς θερμότητος.
p. 364b17 Οἱ ἐναντίοι δέη ταὐτὸν ποιοῦσιν ἡ ἐναντίον.
To τέταρτον θεώρημα, ἔνθα λέγομεν, ποῖοι ἐναντίοι ὄντες τὰ αὐτὰ ποιοῦσιν. οἷον ἀπὸ τοῦ ΖΓ καὶ ἀπὸ τοῦ ΔΕ.
p. 364b21 Νιφετώδεις δὲ μέσης καὶ ἀπαρκτίας.
Ἴδου τὸ πέμπτον.
[*](1 ἄμα ὅτι transpon. Ga 2 post τοὺς add. ἀνέμους a ἐπιπίπτουσι Ar. 9. 10 ἀπαρκτίαι καὶ θρασκίαι Ar. 14 πνεῖ Ga: τνῆ V. cf. p. 128,15 19 παροῦ· σὴς a 22 ἀνιόντα τὸν ἥλιον a 25 ταὐτὸ Ar. οἲ ταὐτὸν ποιοῦσιν. ἐναντίον G 28 νιφετώδης Ar. 29 δοὺ τὸ πέμπτον—θρασκίας (199,1) om. V)p. 364b 22 Χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας.
[*](44r)Ἰδοὺ τὸ ἕκτον.
p. 364b23 Καυματώδεις δὲ νότος καὶ ζέφυρος.
᾿Επειδὴ εἶπε τοὺς ψυχροποιοὺς ἀνέμους, λέγω δὴ τοὺς νιφετώδεις ἁ καὶ χαλαζώδεις, ἀντέθηκεν αὐτοῖς τοὺς ἐναντίους, τουτέστι τοὺς θερινοὺς νότον καὶ ζέφυρον. ἀλλ’ ἀπορητέον, πῶς ἀνωτέρω μὲν τὸν ζέφυρον ἔλεγε ψυχρόν, νὺν δὲ θερμὸν αὐτὸν λέγει. ἢ ῥητέον, ὅτι ἐστὶν οὐ κατ’ οὐσίαν, ἀλλ’ ὅτι ἐν ὥρᾳ θερμῇ πνεῖ· ἐν τῷ θέρει γάρ.
p. 364b24 Νέφεσι δὲ πυκνοῦσι οὐρανόν.
Τὸ ἕβδομον κεφάλιον, ἔνθα ἐζητοῦμεν, ποῖοί εἰσιν ἐπινέφελοι.
p. 364b29 ἵθριοι δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης.
Πάλιν ἐπειδὴ εἶπε περὶ τῶν ἐπινέφελον ποιούντων ἀνέμων τὸν ἀέρα, διαλέγεται καὶ περὶ τῶν αἴθριον αὐτὸν ποιούντων.
[*](1 χαλαζώδης (praeter N) Ar. 3 καυματώδης (praeter N) Ar. 6 ἀνωτέρω] Ar. p. 364a29 11 καὶ bis om. (contra FHN) Ar. 12 τῶν] τὸν G 13 post αἴθριον αὐτὸν ποιούντων folia decem et dimidium (quae septem vel octo Aldinae editionis folia explerent) vacua relinquit V: nulla lacuna in G: spatium unius et dimidiae paginae post ἀργέστης (11) intermittit a, libro secundo haec verba subiungens: ἐκλείπει πάντα μέχρι τέλους τοῦ παρόντος p βιβλίου, ἡ ὅλη θεωρία δηλονότι τῶν σεισμῶν, καὶ ἡ περὶ βροντῆς καὶ ἀστραπῆς; inde a verbis Πάλιν ἐπειδὴ initium facit libri tertii. cf. ad p. 200,6)Πρᾶξις <λγ.
p. 370b3 Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης.>
* * * ἵνα, εἰ ἀτμὶς παχεῖα φέρεται κατ’ εὐθὺ ἐπὶ τὸ κάταντες ἢ κτὰ τῆς γῆς ἢ κατὰ θαλάττης, εἶτα προσπταίουσά τινι ἀντιτύπῳ ἀναπάλλεται ὡς εἰς τοὐπίσω ἀναστρέψουσα. ἐπειδὴ δὲ κωλύεται τὸ ἀναπαλλάμενον αὐτῆς μέρος εἰς τοὐπίσω ἀναπάλλεσθαι ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος αὐτῆς μέρους, ἐπὶ τὰ πλάγια ἀνακλᾶται δηλονότι. εἶτα εἰ συναντήσει τῷ ἐπὶ τὰ πλάγια ἀναπαλλομένῳ, ἕτερόν τι σῶμα ἀντίτυπον κἀκεῖ πάλιν προσπταῖσαν ἀναπάλλεται κἀκεῖθεν. καὶ οὕτω διὰ τῶν συχνῶν ἀνα- πάλσεων γίνεται ἕλιξ καὶ συστροφὴ τοῦ ἀνέμου χωροῦσα ὡς ἐπὶ τὸ νέφος ἀπὸ τῆς γῆς καὶ μετεωρίζουσα τὸ προστυχὸν σῶμα· ἐπὶ μὲν θαλάττης πλοῖα, ἐπὶ δὲ τῆς γῆς ζῷα ἢ λίθους ἢ ἕτερόν τι, ἅπερ ἡμιπληγῆ πάλιν ἀφίησι κάτω φέρεσθαι. ταύτην τὴν συστροφὴν ὁ μὲν ποιητὴς θύελλαν κα· λεῖ, Ἀριστοτέλης δὲ τυφῶνα οἷον τυπῶνα διὰ τὸ τύπτειν σφοδρῶς καὶ ῥηγνύναι στερεὰ σώματα· ναῦται δὲ σίφωνα διὰ τὸ δίκην σίφωνος ἀνασπᾶν τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δ’ Ἀλεξανδρεῖς τῇ ἐπιχωρίῳ φωνῇ ἀνεμόσοθριν διὰ τὸ ἐοικέναι κυκλανέμοις γυναικείοις, ἅπερ ἀνεμόσουριν καλοῦσιν ἐπιχωριάζοντες, οἱ δ’ ἰατροὶ τὸ καθ’ ὁμοιότητα γινόμενον πάθος ἐν ταῖς ἕλιξι τῶν ἐντέρων βορβορυγμόν. οὕτω μὲν γίνεται ἡ ἕλιξ, ὅταν ἀπὸ τῆς γῆς ἔχῃ τὴν ἀρχήν. εἰ δ’ ἀπὸ τοῦ νέφους ἄνωθεν ἄρξοιτο, γίνεται τοῦ- [*](1—3 titulum add. a; om. VG: cf. p. 209,12 1 ΟΛΥΜΠΙΟΔΩΡΟΥ addidi cull. p. 125,1; f. 61r1 2 BIliAlQN scripsi coll. p. 125,1; f. 61 r 2 —5 numerum capitis et (ex p. 202,33 sq.) lemma addidi 6 pro initio theoriae, quod peiiit, praepouit libro tertio extrema, quae ante lacunam servata sunt, verba libri secundi Πάλιν—ποιούντων) a; cf. ad p. 199,12 εἰ ἡ ἀτμὶς G 16 ὁ ποιητὴς] i. e. Homerus pluribus locis, ut Z 346, ἑ 317 21 οἱ δ’ ἰατροὶ] num οἱ δ’ x003E; ἰ. vel οἱ δὲ κατὰ? 23 γίνεται scripsi: γίνεσθαι VGa. cf. p. 202,26)
p. 370b3 Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης.
Ποίας; ἢ τῆς καπνώδους ἀναθυμιάσεως. καὶ ποίων ὑπολοίπων; πρηστῆρος, κεραυνοῦ, ἐκνεφίου, τυφῶνος· ταῦτα γὰρ ἦσαν λείποντα τῇ διαιρέσει.
[*](7 ἀργεννὸν a: ἀργενὸν VG 8 ἢ VG: ἄλλος δὲ a; fort. ἡ π. ἔχει 10 καὶ (ante καίει) om. G καίει super lineam tinctura rubra add. V (?) 10. 11 ὡς εἴρηται] fort, in extrema parte libri secundi, quae periit 16 μέλοντα V 18 κεράμους] κεραυνούς a 24 τῷ (post αὐτῷ) G: om. Va 26 ὁρᾶται scripsi: ὁρᾶσθαι VGa. cf. p. 200,23 28 post χωριζόμενον add. ἐκ Ga; cf. v. 26 30 διὰ τὸ ἐξ G: δι’ Va)p. 370b4 τὸν ὑφηγημένον τρόπον.
[*](45v)Ὃτι κατὰ ἐκπυρηνισμὸν ταῦτα γίνονται τὰ ἕξ· βροντή, ἀστραπή, κεραυνός, πρηστήρ, ἐκνεφίας, τυφών.
p. 370b4 Τὸ γὰρ πνεῦμα τοῦτο ἐκκρινόμενον κατὰ μικρὰ μὲν καὶ σποράδην διερχόμενον καὶ διαπνέον καὶ λεπτομερέστερον ὂν βροντὰς ποιεῖ καὶ ἀστραπάς.
Τουτέστιν ὅπερ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, ὅτι ἐὰν ἡ καπνώδης ἀναθυμίασις ἡ ἐν τῷ νέφει ἀποκεκλεισμένη ἐκπυρηνισθῇ τοῦ νέφους, διεσπασμένη καὶ λεπτοτέρα οὖσα ποιεῖ βροντὴν καὶ ἀστραπήν.
p. 370b7 Ἂν δ’ ἀθρόον καὶ πυκνότερον, ἧττον δ᾿ ἐκκριθῇ λεπτόν, ἐκνεφίας ἄνεμος γίνεται. διὸ καὶ βίαιος.
Ἐὰν δ’ αὕτη ἡ καπνώδης ἀναθυμίασις ἡ ἐναπειλημμένη ἐν τῷ νέφει μὴ διεσπασμένη ἐκκριθῇ, ἀλλὰ συνεχής, καὶ <μὴ> κατὰ μέρος, ἀλλ’ εἰ ἀθρόως εἴη δὲ καὶ παχυμερὴς ὡς πρὸς τὴν πρώτην, γίνεται ὁ ἐκνεφίας· ὅθεν καὶ βίαιος, ἐπειδὴ ἀθρόον ἐκκρίνεται συνεχὴς καθάπερ κρουνός, καὶ διὰ τὴν βίαν τῆς ἐκθλίψεως.
p. 370b9 Τὸ γὰρ τάχος τῆς ἐκκίσεως ποεῖ τὴν ἰσχύν.
Τῷ γὰρ ἀθρόον ἐκκρίνεσθαι γίνεται βίαιος.
p. 3701)10 Ὃταν μὲν οὖν συνακολουθήσῃ πολλὴ καὶ συνεχής ἒκκρισις, τὸν αὐτὸν γίνεται τρόπον ὥσπερ ὅταν πάλιν εἰς τοὐναν- τίον ὁρμήσῃ· τότε γὰρ ὑετὸς καὶ ὕδατος γίνεται πλῆθος.
Ὃταν μὲν οὖν ἐκκριθῇ ἡ καπνώδης ἀναθυμίασις συνεχὴς ἀμετάβητος, ἀθρόος δέ, γίνεται ὁ ἐκνφίας· διὰ γὰρ τοῦ ἀκολουθῆσαι τὴν συνέχειαν ἐσήμανε τοῦ πνεύματος. ὅταν δ’ ἐκκριθῇ ἐκ τοὐ νέφους ἀμετάβλητος, ἀλλὰ φθάσῃ κατενεχθῆναι ἔτι οὖσα ἐν τῷ νέφει τοῦτο γὰρ λέγει τὸ ‘ἐκ τοῦ ἐναντίου ὁρμῆσι’), τότε γίνεται ὁ ὑετὸς καὶ ὕδατος πλῆθος.
p. 370b13 'Υπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην.
Ἐκνεφίας καὶ ὁ ὑετός· ἀπὸ γὰρ τῆς διττῆς ἀναθυμιάσεως.
[*](1 ὑφηγημένον scrips!: ὑφηγημένον ἤδη Ar.: ὑφηγησόμενον VGa 5 διερχόμενον] δια- χεόμενον Ar. ante καὶ διαπνέον add. καὶ πολλάκις γιγνόμενον Ar. ὂν Ar. : om. VGa 8 τοῦ G: om. Va 13 μὴ addidi 14 δὲ aut dele aiit corrigo τε . καὶ (ante παχυμερὴς) otn. V 18 Tiu G: To Va βίαιος γίνεται trauspon. G 21 ὡρμήσῃ Va ὑετὸς καὶ ὓδατος] ὑετοῦ Ga 23 δὲ om. a 213 ὁ om. G)p. 3701)14 Ὃταν δ’ ἀρχὴ γένηται τῆς δυνάμεως ὁποερασοῦν, συνακολουθεῖ συνεκκρινόμενον ἐκ τῆς ὕλης, ὁποτέρου ἂν ᾖ πλῆθος ἐνυπάρχον πλεῖον.
Γί γάρ φησιν; ὅτι ἐὰν ἡ καπνώδης ἀναθυμίασις ἡ ἐν τῷ νέφει περιεχομένη πολλή ἐστιν, ὡς ὑπερβάλλειν τὴν ἀτμίδα τῇ ἰσχύι, ABBREV ὃτε σομβάλλει ἑαυτῇ καὶ τὴν ἀτμίδα καὶ γίνεται ὁ ἐκνεφίας· εἰ δὲ ἡ ἀτμὶς πλείων οὖσα καταψύχει τὴν ἀναθυμίασιν, συμμεταβάλλει αὐτὴν καὶ γίνεται ὑετός.
p. 370b17 Ὃταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ οὕτως, ὥσπερ ὅταν ἐξ εὐρέος εἰς|στενὸν [*](46r) βιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς.
Μέχρι τούτου περὶ ἐκνεφίου δῆλα διείλεκται, ἀπ’ ἐντεῦθεν δὲ περὶ τυφῶνος διαλαμβάνει. καὶ τί φησιν; ὅτι ἐπὰν ἡ ἐκπυρηνιζομένη καπνώδης ἀναθυμίασις ἐκ τοῦ νέφους προσπταίουσά τινι στερεῷ σώματι * * *, εἶτα καὶ παράδειγμα τῆς προσπταίσεως φέρει. ABBREV πῶς; ὥσπερ οἱ ἄλλοι ἄνεμοι κατὰ φύσιν ἀπὸ πλατέος ἐρχόμενοι τόπου καὶ εἰς στενὸν καταλήγοντες κινοῦσι κάρφη ὥσπερ ἐν τριόδῳ ἢ ἐν πύλαις ἢ ἐν αὐλῶσι· τότε γὰρ σφοδρότεροι γίνονται διὰ τὸ εἰς ἓν συνάγεσθαι. καὶ αὕτη μέν ἐστιν ἡ μεταξυλογία δηλοῦσα τὸ παράδειγμα τῆς ἀντιτυπήσεως. λοιπὸν ἐπιφέρει τὸ λοιπόν.
p. 370b20 Ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώμαος δι’ ἃ μὴ ὑπείκει ἢ διὰ στενότητα ἢ διὰ τὸ ἀντιπνεῖν, κύκλον καὶ δίνην γίνεσθαι πνεύματος.
Δεῖ δὲ τὴν μεταξυλογίαν ὑπερβάντα οὕτως εἰπεῖν· ‘ὃταν τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ ἀπωσθέντος τοῦ πρώτου μορίου’ καὶ τὰ ἑξῆς. τί οὖν φησιν; ὅταν μὲν ἡ ἐκκρινομένη ἀναθυμίασις ἔλθῃ κατὰ γῆν ἢ κατὰ θάλασσαν καὶ ἀντιτυπήσῃ τινὶ στερεῷ τὸ πρῶτον αὐτῆς μόριον, εἶτα πλῆξαν καὶ ἀποπαλλόμενον μήτ’ ἔμπροσθεν δυνηθῇ χωρῆσαι διὰ τὸ ἀντίτυπον εἶναι σῶμα τὸ ἔμπροσθεν κείμενον, μήτε δὲ πάλιν ὀπίσω ἀντιστρέψαι διὰ τὸ ἀντιπνεῖν ἕτερον μόριον καὶ ὠθεῖν τὸ πρῶτον, τότε γίνεται οἷον κύκλος καὶ ἕλιξ ἡ κίνησις τοῦ πνεύματος. καὶ [*](1 γένηται post ὁποτερασοῦν coll. Va 2 ἀκολουθεῖ Ar. 2. 3 ᾖ πλῆθος ἐνυπάρχον] πλῆθος ἐνυπάρχῃ (piaeter F) Ar. 5 ὅτε] fort, ὅτι vel τότε (cf. p. 203,26) 7 incertura utrum πλείων an πλέων V: πλέων a: πλέον G τὴν αὐτὴν a 10 στενὴν a 14 post σώματι lacuuam statui, quam ita fere expleas velim: <ἀντιτυπήσῃ, τυφὼν γίνεται> 15 πῶς vix sanum; fort, hiatus signiim ponendum. mox scribe ὥσπερ <εἰ> οἱ ἂ. 19. 20 τὸ λοιπόν om. a 22 διὰ τὸ μὴ ὑπείκειν Ar. ἡ διὰ στενότητα G Ar. : ἄν διὰ στενότητα Va 23 τοῦ πνεύματος Ar. 30 ἕτερον G: om. Va)
p. 370b25 Καὶ οὕτως ἀεὶ τὸ ἐχόμενον, ἕως ἓν γένηται, τοῦτο δ’ ἐστὶ κύκλος.
Τί φησιν; ὅτι προσπταῖον πνεῦμα πρόσω χωρῆσαι οὐ δύναται, εἰς τοὐπίσω πάλιν ἐλθεῖν κωλύεται διὰ τὸ ὠθεῖσθαι ὑφ’ ἑτέρου. τί οὖν ποιεῖ; χωρεῖ λοιπὸν εἰς τὰ πλάγια, ᾗ οὐ κωλύεται, τουτέστιν ὅπου μὴ ἐπιπροσθεῖται. εἶτα πάλιν ἐκεῖσε προσπίπτει ἑτέρῳ στερεῷ καὶ πάλιν ἀντωθεῖται ὡς ἐπὶ τὸν τόπον, ἔνθα πρῶτον προσέπταισε. καὶ οὕτως ἐφεξῆς τὰ μόρια τῆς καπνώδους ἀναθυμάσςως προσπταίοντα ἓν ποιοῦσι, τουτέστι χορόν. καὶ διὰ τί ἄρα τὸν κύκλον ἓν ἐκάλεσεν ὁ φιλόσοφος; ἢ διὰ τοῦτο, ἐπειδὴ ἡ κυκλικὴ κίνησις μία ἐστὶ καὶ ἁπλῆ, εἴπερ ἡ ἐπ’ εὐθείας κίνησις σύνθετός ἐστιν ἔκ τε τῆς ἐπ’ εὐθείας καὶ τῆς κυκλικῆς. ἐκ μὲν τῆς ἐπ’ εὐθείας, ὅταν ἐπ’ εὐθεῖαν πορεύηται τὸ κινούμενον· ἀλλ’ ἐπειδὴ οὐκ εἰς ἄπειρον ἐκτείνεται ἡ εὐθεῖα κίνησις, ἀλλὰ καὶ ὑποστρέφει, πάντως ἐν τῇ ὑποστροφῇ γίνεται Κυκλοειδὴς κίνησις. ἀλλὰ μὴν καὶ ἡ ἑλικοειδὴς κίνησις σύνθετός ἐστι καὶ ἡ τῆς λεγομένης ἐκλείψεως. ὁ δὲ κύκλος αὐτῆς ABBREV ἀπὸ τοῦ κέντρου προσπταίουσαι εὐθεῖαι ἄνισοί εἰσι. καὶ εἰ σύνθτός ‘ἐστι καὶ ἡ ταύτης κίνησις, δῆλον, ἐπειδὴ καὶ ἡ ἐν τοῖς ἱπποδρόμοις κίνησις ταύτῃ ἐοικυῖα. μέμικται γὰρ σφενδόνῃ τὰ πέρατα· ἐπὰν μὲν ἐπ’ εὐθείας τρέχωσιν οἱ ἵπποι, εὐθέως φέρονται· ὅταν δὲ παρὰ τὴν σφενδόνην ἔλθωσιν, ἀργότερον τηνικαῦτα κινοῦνται. ἐπὶ μόνου δὲ τοῦ κύκλου ἁπλῆ καὶ μία ἐστὶ κίνησις· καὶ διὰ τοῦτο ἓν αὐτὸν εἶπεν.
p. 370b27 Ἐπὶ τῆς γῆς οὖν διὰ ταῦτα γίνονται οἱ δῖνοι καὶ ἐν τοῖς νέφεσιν ὁμοίως κατὰ ἀρχήν.
Δι’ ἣν αἰτίαν ἡ ἀπὸ τῆς γῆς ἕλιξ γίνεται, διὰ τὴν αὐτὴν καὶ ἡ ἀπὸ τοῦ νέφους ἀρχομένη, ἣν παραδίδωσιν μικρὸν ὕστερον. ποία δέ; ἡ αἰτία τοῦ κύκλον γίνεσθαι.
p. 370b28 Πλὴν ὅτι ὥσπερ ὅταν ἐκνεφίας γίνεται.
᾿Εάσας τὸ προκείμενον διδάξαι, ὅτι καὶ τοῦ νέφους ἕλιξ διὰ τὴν αὐ- [*](4 ἒως ἄν ἓν Ar. 12 ἓν om. a 13 εἴπερ] ἤπερ G 15 πορεύεται a 18. 19 ὁ δὲ κύκλος] αὐτῆς <γὰρ> ἀπὸ τοῦ κέντρου <αἱ> προσπταίουσαι κτλ. Ideler: malim ὁ δὲ κύκλος αὐτῆς 〈οὐ κυρίως κύκλος καὶ αἱ〉 ἀπὸ τοῦ κέντρου κτλ. 10 εἰσι om. a 24 ὲν αὐτὸν scripsi: ἐν αὐτὸν V: ἑαυτὸν G: κύκλον a 25 Ἐπί τε τῆς γῆς (contra Ε) Ar. δῖνοι] δεινοὶ G 29 κύκλον G : κύκλου V(?)a 30 ὅταν] ὁ G γίγνηται Ar.)
p.370b31 Διὰ δὲ πυκνότητα οὐ δυνάμενον ἐκκριθῆναι τὸ πνεῦμα τοῦ νέφους στρεφομένου κύκλῳ τὸ πρῶτον διὰ τὴν εἰρημένην αιτιαν.
Τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐκ τοῦ νέφους ἡ ἕλιξ γίνεται· ἐπειδὴ γάρ, φησίν, οὐ δύναται ἐκκριθῆναι τὸ πνεῦμα τοῦ νέφους διὰ τὸ εἶναι πυκνὸν ἐν δίνῃ τῇ ἐντὸς διὰ τὴν εἰρημένην αἰτίαν. ποίαν; τοῦ προσπταίειν πλείοσι μορίοις τοῦ νέφους ἀντιτύποις ἔτι ἐντὸς αὐτοῦ οὖσα.
p. 370 b 33 Κάτω δὲ φέρεσθαι διὰ τὸ ἀεὶ τὰ νέφη.
Αὕτη δὲ ἡ ἐντὸς ἑλιττομένη τοῦ νέφους, ὅπου ἀεὶ πέφυκε τὸ θερμὸν φέρεσθαι διὰ τὸ ἐπάνωθεν φέρεσθαι τὴν πύκνωσιν, φέρεται ἐπὶ τὸ κάτω μέρος τοῦ νέφους κἀκεῖθεν ἐκπυρηνίζεται ἑλικοειδῶς πρὸς τὸ σχῆμα, ὅπερ εἶχεν ἐντός, καὶ οὕτω γίνεται ἄνωθεν ἡ ἕλιξ ἐκ τοῦ νέφους.
p.371a1 Καλεῖται δὲ ἀχρωμάτιστον τοῦτο τὸ πάθος τυφών, ἂνεμος ὤν, οἷον ἐκνεφίας ἄπεπτος.
Αὕτη δὲ ἡ έκπυρηιζομένη βιαίως καπνώδης ἀναθυμίασις, ἄν ἀχρωμάτιστος ᾖ, τουτέστιν ἀνεκπύωτος, καλεῖται τυφών, ὅστις οἷον ἐκνεφίας ἄπεπτός ἐστιν. τί ἐστιν ἐκνεφίας ἄπεπτος; οὐχ ὅτι ὁ μὲν ἐκνεφίας λεπτός, ὁ δὲ τυφὼν παχύς, ἐκάλεσε τὸν τυφῶνα ἐκνεφίαν ἄπεπτον | ἴσως γὰρ ἄν τις τοῦτο ὑπολάβοι διὰ τὸ τὸ μὲν λεπτὸν πρὸς τῷ ἀπέπτῳ εἶναι, τὸ δὲ παχὺ πρός τῷ πεπτομένῳ), ἀλλ’ ὅτι ὁ μὲν ἐκνεφίας διακέκριται τοῦ νέφους, ὁ δὲ τυφὼν οὐ διακέκριται, ἀλλ’ ὅσον κατασπᾷ καὶ τὸ νέφος μεθ’ ἑαυτοῦ. ἐπειδὴ οὖν τὸ μὲν διακρινόμενον πρὸ τῆς πέψεως ἐστι, τὸ δὲ ἀδιάκριτον πρὸ τῆς ἀπεψίας, ἔοικεν ὁ μὲν ἐκνεφίας πεπεμμένος εἶναι, ὁ δὲ τυφὼν ἄπεπτος, ὅθεν καὶ βίαιος. τί οὖν φησιν; ὅτι τυφὼν οἷον ἐκνεφίας ἐστίν, ἀλλ’ οὐ κυρίως ἐκνεφίας, τουτέστι διακεκριμένος, ἀλλ’ ἄπεπτος ἐκνεφίας, τουτέστιν ἀδιάκριτος. τοῦτο γὰρ εἶπε τῷ οἷον κολάσας τὴν λέξιν.
[*](1. 2 ὃτι—τυφὼν συνεφέλκεται haud dubie corrupta; fort. ἐκνεφίας et τυφὼν periautauda; cf. V. 24; p. 201,27 sq. 5 τοῦ νέφους στρεφομένου] ἐκ τοῦ νέφους στρέφεται μὲν Ar. 10 μορίοις πλείοσι transpon. a 11 Κάτω δὲ φέρεσθαι] φέρεται δὲ κάτω κάτω δὲ φέρεται FHN) Ar. 13 διὰ τὸ-φἐρεσθαι om V ἐπάνωθεν G: ἀπ’ ἄνωθεν a. cf. p. 207,22 16 ἀχρωμάτιστον VG: ἄν ᾖ ἀχρωμάτιστον a: ἄν ἀχρωμάτιστον ᾖ Ar. ; cf. V. 18. 19 22 alterum τὸ om. a 23 πεπτομένῳ (—ῳ a) Va: πεμπομένω G 1: πεττομένῳ G 2 25 διακρινόμενον V: διακεκριμένον Ga 26 πεπεμμένος V: πεμπόμενος G 1: πεττόμενος G 2: πεπτόμενος a 29 τῶ V: τὸ Ga)p. 371a3 Βόρειος δ’ οὐ γίνεται τυφὼν οὐδὲ νιφετῶν ὄντων ἐκ- [*](46v) τὴν ἄλλην διαφορὰν νῦν παραδίδωσι τυφῶνος καὶ ἐκνεφίου, ὅτι ὁ μὲν δετοῖς κολάζεται, ὁ δὲ ψυχρῷ πνεῖ, τουτέστι βορείῳ. καὶ καλεῖ τὸν μὲν καλεῖ δὲ νῦν τὸν ὑετὸν καὶ νιφετὸν ἀκολούθως τῷ ποιητῇ· φησὶ γὰρ αὐτός· “ἒπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν’.
p. 371a7 Ὃτι δὲ κρατεῖ, δῆλον.
Ὀτι ὑπερβάλλει βορρᾶς τὸν ὑετὸν κατὰ τὴν ψῦξιν, δῆλον, ἐπειδὴ τὰ βόρεια μέρη ὑγρότερά εἰσιν. οὐ γὰρ ἄν ἦν ὑγρότερα, εἰ μὴ ἦσαν καὶ ψυχρότερα. εἴρηται γάρ, ὅτι ἡ ψύξις τοῦ ὑγροῦ ποιητική ἐστι διὰ τὸ συστρέφειν τὴν ἀτμίδα καὶ μεταβάλλειν.
p. 371a11 Ἒστι δ’ ὅτε διὰ τὴν ἀντίκρουσιν τῆς δίνης, ὅταν ἐπὶ τὴν γῆν φέρηται ἡ ἕλιξ συγκατάγουσα τὸ νέφος, οὐ δυναμένη ἀπολυθῆναι.
Διὰ δύο γὰρ τρόπους γίνεται ὁ τυφὼν τοὺς ἤδη εἰρημένους· διὰ τὸ ἐκπυρηνιζομένην τὴν ἀναθυμίασιν φέρεσθαι κατ’ εὐθυωρίαν ἐπὶ τὴν γῆν καὶ ἀντίκρουσιν ὑπομένειν κατὰ στερεοῦ σώματος, ὅταν καὶ κάτωθεν ἡ ἕλιξ ἄρχηται γίνεσθαι. <ἢ> ὅταν παχύτατον ὂν τὸ πνεῦμα κατὰ τὸν ἐκνεφίαν οὐ δύναται ἐκκριθῆναι τοῦ νέφους καὶ ἔσωθεν ἐνδινῆται, ἀντικροῦον τοῖς ἀντιτύποις μορίοις τοῦ νέφους, ὅτε καὶ ῥαγέντος τοῦ νέφους ὑπὸ βίας ἐκκρίνεται τὸ πνεῦμα συγκαταφέρον καὶ τὸ νέφος, ὅθεν καὶ ἀπὸ ἄνωθεν ἡ ἕλιξ ἂρχεται φέρεσθαι.
p. 371a15 Ὃταν δὲ κατασπώμενον ἐκπυρωθῇ τοῦτο δ’ ἐστίν, ἄν λεπτότερον τὸ πνεῦμα γένηται), καλεῖται πρηστήρ. Μετὰ τὸν ἐκπυρηνισμόν, ἐὰν ἐκ τῆς βιαίας κινήσεως λεπτυνθῇ τὸ πνεῦμα, ὡς λεπτότερον γενέσθαι τοῦ τυφῶνος, καὶ ἐξαφθῇ, πρηστὴρ καλεῖται· ἐμπίπρησι γὰρ διὰ τὸ συνεφέλκεσθαι μεθ’ ἑαυτοῦ καὶ μοῖραν τοῦ νέφους, ἥτις ἐκπυροῦται.
[*](1 βορείοις Ar. 4 ὑετὸς a 6 τῷ ποιητῇ] Horn. Γ 222 11 εἲρηται γὰρ] cf. p. 196,23 sqq. 13 Ἒστι δ’ ὅτε] ἔστι δὲ Ar. 14 τὴν γῆν] γῆς τῆς γῆς HN, γῆν F) Ar. 16 τοὺς ἤδη εἰρημένους] initio libri teitii, p. 200,6 sqq. 17 εὐθεωρίαν a Id ἢ addidi 20 δύναται] lege δύνηται δύνηται Ga 21 ὅτε VG: ὅτι a: an ἔστιν ὅτε ?)p. 371a17 Εἀν δ’ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβῇ [*](46v) πνεῦμα, τοῦτο γίνεαι κεραυνός.
᾿Εὰν δ’ ᾖ ἐν αὐτῷ νέφει πολὺ καὶ λεπτόν, ἐὰν ἡ ἐμπεριεχομένη καπνώσης ἀναθυμίασις ἐν τῷ νέφει κεοτινερεστέρα ἡ τυφπωνος καὶ ἐκνεφίου καὶ πρηστῆρος, ὡς διὰ τὴν λεπτομέρειαν ἔτι ἐντὸς οὖσαν ἐξαφθῆναι ὑπὸ τῆς κινήσεως, ἐκπυρηνισθῇ δ’ αὐτὴ διὰ τὴν γινομένην ἐκτὸς πύκνωσιν τοῦ νέφους, κεραυνὸς λέγεται ἢ ἀργὴς ἢ ψολόεις.
p.371a21 Ὁ μὲν γὰρ διὰ τὴν λεπτότητα φέρεται, διὰ δὲ τὸ τάχος φθάνει διιών, πρὶν ἐκπυρῶσαι ἐπιδιατρίψας μελᾶναι.
῾Ο μὲν ἀργέστης κεραυνὸς ὀξέως φερόμενος διὰ τὴν λεπτότητα προσ- πίπτων τινὶ σώματι φθάνει παρελθεῖν, πρὶν καταφλέξαι ἢ μελαναὶ τὸ σῶμα. οὐ μόνον γὰρ ἐν τοῖς γινομένοις ἀπόχρη τὸ ποιοῦν καὶ τὸ πάσχον, ἀλλὰ δεῖται καὶ χρόνου πρὸς τὸ παθεῖν, ὅστις ἐκλέλοιπε νῦν διὰ τὴν ὀξύτητα τοῦ φερομένου. ὁ δὲ ψολόεις βαρύτερος ὢν τοῦ ἀργῆτος ἐμβραδύνει μᾶλλον ἐν τοῖς σώμασι καὶ χρώννυσιν αὐτά· ἔστι δ’ ὅτε καὶ φλέγει μάλιστα τὰ ἀντίτυπα τῶν σωμάτων, ὡς εἴρηται.
p. 371a30 Ἒστι δ’ ὅτε καὶ τοῖς ὄμμασι θεωρεῖν.
Ἐντεῦθεν κατασκευάζει, ὅτι καὶ προηγεῖται τοῦ πρηστῆρος καὶ τοῦ κεραυνοῦ πνεῦμα καὶ ἕπεται καὶ σύνεστιν. ἀλλὰ τὸ μὲν προηγούμενον καὶ τὸ ἑπόμενον οὐχ ὁρᾶται διὰ τὸ μὴ ἐκπεπυρῶσθαι. οὐκ ἐκπεπύρωται δὲ τὸ μὲν προηγούμευον, ἐπειδὴ δὲ] λεπτότερον ὂν εὐχερέστερον διεφορήθη καὶ οὐκ ἐξήφθη ὑπὸ τῆς βίας· τὸ δ’ ἑπόμενον, ἐπειδὴ λοιπὸν ἡ ὁρμὴ τοῦ πνεύματος καταπαύεται καὶ οὐκέτι ἐστὶ περί τε τὸ τέλος ὁμοίως σφοδρόν. τὸ δὲ μέσον ἐξάπτεται διὰ τὸ ἐκεῖ εἶναι πᾶσαν τὴν σφοδρότητα. καὶ ὅτι σύνεστι τῷ πρηστῆρι πνεῦμα, ἔστι καὶ αὐτῇ τῇ ὄψει θεάσασθαι· πηδᾷ γὰρ τὸ πῦρ χωριζόμενον τοῦ καυστοῦ ἐν ταῖς ὑπὸ πρηστήρων πυρκαϊαῖς.
p. 371a11 Καὶ βρονταὶ διιστᾶσιν οὐτῶ ψόφῳ, ἀλλ’ ὃτι ἃμα συνεκκρίνεται τὸ τὴν πληγὴν ποιῆσαν πνεῦμα.
Ἀντιπίπτοντος λύσις. ἐπειδὴ γὰρ εἶπε· ὅτι προηγεῖται τοῦ πρηστῆρος πνεῦμα, καὶ τοῦτο δῆλον, ἐπειδὴ τὰ κεραυνούμενα πρῶτον πλήττονται, εἶθ’ οὕτως ἐπικαταλαμβάνει τὸ πῦρ αὐτά, καὶ ὅτι τὸ πνεῦμα πλήττει, δῆλον, [*](3 νέφει Va: νέφος G fort, αὐτῷ <τῷ> νέφει (cf. lemma) 9 διιὼν] διεξιὼν (praeter F) Ar. μελανοῖ Ga 12 οὐ μόνον γὰρ κτλ.] cf. p. 176,38 15 χρώνθσιν a 16 ὡς εἴρηται] ρ. 202,9 sq. 17 ὅτε] ἐνίοτε Ar. θεωρεῖ G 21 δὲ uncis iuclusi 23 an τε delendum? 27 αἱ βρονταὶ Ar. post δὲ add. καὶ ἀστραπαὶ (praetor FNH 1) Ar. 28 post ποιῆσαν add. καὶ τὸν ψόφον Ar.)
p. 371a13 Ὃ ἐὰν πατάξῃ, διέστησε μέν, ἐπέκαυσε δὲ οὔ.
Τοῦτό φησι· τὸ πνεῦμα τὸ προηγούμενον τοῦ πρηστῆρος πλῆττον τὸ μέλλον κεραυνοῦσθαι ῥήγνυσιν αὐτὸ διαστῆσαν τῆς οἰκείας συνεχείας, οὐ μὴν καὶ φλέγει αὐτὸ διὰ τὸ ἀνεκπύρωτον εἶναι. ὁμοίως δὲ καὶ τὸ ἑπόμενον τῷ πυρὶ φυλάττει τὴν διάστασιν.
Πρᾶξις λδ.
p. 371a18 Περὶ δὲ ἃλω καὶ ἴριδος, τί τε ἑκάτερον καὶ διὰ τίνα αἰτίαν γίνεται, λέγωμεν, καὶ περὶ παρηλίων καὶ ῥάβδων.
Μετὰ τὸν χορὸν τὸν συνιστάμενον ἀπὸ τῶν γινομένων ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεως ἓξ ὑπαρχόντων, βροντῆς φημι καὶ ἀστραπῆς, πρηστῆρος καὶ κεραυνοῦ, τυφῶνός τε καὶ ἐκνεφίου, φέρε καὶ ἐπὶ τὸν χορὸν τὸν συνιστάμενον ἀπὸ τῶν γινομένων ἀπὸ τῆς ἀτμιδώδους ἀναθυμιάσεως μετέλθωμεν τεσσάρων ὄντων, ἴριδός φημι καὶ ἅλω, παρηλίων καὶ ῥάβδων καὶ περὶ ἑκάστου τούτων διαλεχθῶμεν. καὶ γὰρ ταῦτα τὰ τέσσαρα ἐπιχειρήματα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, οὐ μόνον ὅτι ἐκ τῆς ἀτμιδώδους ἀναθυμιάσεως ὑπάρχουσιν, ὡς ἄν τις ὑπολάβοι, <ἀλὰ καὶ> ὅτι κοινῶς κατ’ ἔμφασιν γίνονται καὶ οὐ καθ’ ὑπόστασιν, εἰ καὶ τὰ μάλιστα τῷ Ἀλεξάνδρῳ δοκεῖ τινὰ μὲν αὐτῶν καθ’ ὑπόστασιν γίνεσθαι, τινὰ δὲ κατὰ ἔμφασιν. πρὸς δὲ τούτοις ἔχουσι καὶ ἄλλο κοινόν, ὅτι ἕκαστον αὐτῶν κατὰ ἀνάκλασιν γίνεται, οὐ κατὰ διάκλασιν. ἀλλ’ εἰ δοκεῖ, πρῶτον περὶ τῆς ἅλω διαλεχθῶμεν, ἐπειδὴ καὶ ὁ φιλόσοφος ἀπὸ ταύτης ποιεῖται τὴν ἀρχὴν τῆς διδασκαλίας, τοῦτο μέν, ἐπειδὴ ἁπλούστερός ἐστιν ὁ περὶ ταύτης. λόγος τοῦ περὶ ἴριδος, τοῦτο δ’ ἐπειδὴ ἡ μὲν ἃλως ἁπλῆ καὶ κατὰ τὸ χρῶμα καὶ κατὰ τὸν ἀριθμόν μία γάρ ἐστιν ἓν χρῶμα δεικνύουσα), ἡ δὲ ἶρις διπλῆ μέν ἐστι τῷ ἀριθμῷ, τριπλασίων δὲ τῷ χρώματι· τρία γὰρ ἐμφαίνει χρώματα, φοινικοῦν, πράσινον, ἁλουργόν. μετὰ δὲ τὰς ῥάβδους διδάσκει περὶ παρηλίων, ἐπειδὴ συγγενῶς ἔχουσι παρήλιοί τε καὶ ῥάβδοι [*](2 τὴν ἀρχὴν κτλ. corrupta 3 ἀκουστόν a: ἀκουστεόν VG ἔ ’’O] ἡ a διέστησε μέν] διέστησεν Ar. ἐπέκκαυσε V (?) a 12 ante numerum capitis exhibet ἀριστοτέλους μετεωρολογικῶν βιβλίων τρίτον G 16 ἓξ Ideler: ἐξ VGa 22 ἀλλὰ καἰ add. Ideler 24 τῷ Ἀλεξάνδρῳ] of. quae adnotavi ad p. 210,15 29 ἂλως] ἂλω G)
Πρᾶξις λε.
p. 371b18 Περὶ δὲ ἅλω καὶ ἴριδος τί τε ἑκάτερον, καὶ διὰ τίνα αἰτίαν γίνεαι, λέγωμεν.
Ὣσπερ ἐν τῇ Φυσικῇ πραγματείᾳ περὶ τόπου διαλεγόμενος ὁ Ἀριστοτέλης καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τοῦ τρεφομένου καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ περὶ χαλάζης πρῶτον τὰ ὑπάρχοντα αὐτοῖς παρέδωκε, τουτέστι τὰ ἀξιώματα, εἶτα τὰς γενέσεις, καὶ μετὰ ταῦτα τὰς αἰτίας * * * τῆς γενέσεως ἀποδεῖξαι. ἔστι δὲ ὑπάρχοντα ἴριδι καὶ ἃλῳ ταῦτα· πρῶτον μέν, ὃτι ἡ μὲν ἅλως ὡς ἐπὶ τὸ πλεῖστον κύκλος φαίνεται τέλειος ὑπάρχων περὶ τὸ λαμπρόν, σπανίως δ’ ἐλάττων κύλλου. ὅταν δ’ ἐλάττων κύκλου φαίνηται, ἀδιόριστον γίνεται τοῦ τμήματος τὸ μέγεθος· ποτὲ μὲν γὰρ ἡμικύκλιον φαίνεται, ποτὲ δὲ μεῖζον ἡμικυκλόου, ποτὲ δ’ ἔτι μεῖζον, ποτὲ δ’ ἐλάχιστόν ἐστι τὸ λεῖπον. ἐπὶ δὲ τῆς ἴριδος οὐχ οὕτως. [*](3 ἕτερον om. G 7 ὁρίζων] κύκλος vult Ideler 9 oݲ a: σݲ VG: cf. verba sqq. 12 ἀλλήλοις G OB] οݲγݲ Ideler; cf. ad p. 216,25 ἡ (ante OK) om. a ἀπόκεντροι V: ἀποκέντρου a: ἀπὸ κέντρου G 15 ZB τῇ ZK scruosu: ΖΓ τῇ ZK Ideler (cf. ad v. 12): ζρ τῇ ζσ VGa 16 λέγει—ὁφρίζοντα om. Y verba ὅνπερ sqq. manca videntur; fort, addendum παρασιωπᾷ ἄφατον Va: ἄφαντον G 17 ὡς om. a 23 ἐν τῇ Φυσικῇ πραγματείᾳ] Δ 4 24 Περὶ γενέσεως καὶ φθορᾶς] B8 25 ταύτῃ τῇ πραγματείᾳ] Meteor. Α 12 26. 27 post αἰτίας lacunam (litt. LXXXXNI) ind. V: carent lacuna Ga. exciderunt haec fere: τῆς γενέσεως, οὕτω καὶ νῦν πρῶτον τὰ ὑπάρχοντα ἴριδι καὶ ἅλῳ, εἶτα τὰς γενέσεις, καὶ μετὰ ταῦτα προέθετο τὰς αἰτίας)
Πάλιν ἄξιόν ἐστι ζητῆσαι, πῶς κατὰ ἀνάκλασιν λέγεται εἶναι ἡ ἄλως, καίτοι ἐχρῆν κατὰ διάκλασιν αὐτὴν λέγειν γίνεσθαι, εἴπερ μεταξὺ φαίνονται τὰ ἔνοπτρα, τουτέστι τὰ νέφη, τοῦ τε ὄμματος καὶ τοῦ λαμπροῦ. ῥητέον, ὅτι οὔκ εἰσι μεταξύ. δεῖ γὰρ νοῆσαι τὸ ὄμμα καὶ τὸ λαμπρόν, τουτέστι τὴν σελήνην ἐν ἑνὶ ἐπιπέδῳ ὄντα κάθετος γὰρ ἦν ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα), ἐν δὲ ἄλλῳ ἐπιπέδῳ εἶναι τὰ νέφη πέριξ τοῦ λαμπροῦ· τὴν δὲ ὄψιν ἐκπεμπομένην ὡς πρὸς τὰ νέφη ἀνακλᾶσθαι ὡς πρὸς τὴν σελήνην. πάλιν ζητητέον, τί δήποτε κρίκος φαίνεται ἡ ἅλως καὶ μὴ τύμπανον συνεχές. ἢ ῥητέον, ὃτι ἡ κατὰ κάθετον ἐκπεμπομένη ἀκτὶς ἀπὸ τοῦ ὄμματος πρὸς τὴν σελήνην ἐντὸς οὖσα καὶ δυναμικωτάτη τῶν ἄλλων πασῶν δίεισι τὸ πάθος ἀκλάστως. ὡσαύτως δὲ καὶ πλησίον αὐτῆς ἐκπεμπομένης εύδεὶαι ἔρχονται ἄκλαστοι. καὶ τούτου χάριν ἐν τῷ μέσῳ, ἐν ᾧ διέρχονται αἱ ἀκτῖνες ἄκλαστοι, οὐχ ὁρᾶται ἡ ἔμφασις, ἀλλὰ τὸ ἀληθές· αἱ δ’ ἐξωἣλοιν [*](6. 7 vocem ipsius Olynipiocloii soconlia bis pro σελήνην illatam esse susjiicatur Ideler 12 τῆς σελήνης] lege τῇ σελήνῃ 13 ἔστω γὰρ τρίγωνον—τριγώνου (15) om. a 15 fig. dat V: om. Ga)
p. 371b20 Καὶ γὰρ ταῦτα πάντα γίνεται διὰ τὰς αὐτὰς αἰτίας ἀλλήλοις.
Ὅλα γὰρ ταῦτα διὰ τὴν ἀνάκλασιν γίνονται, ὡς ἤδη μεμαθήαμεν.
p. 371b21 πρῶτον δὲ δεῖ λαβεῖν τὰ πάθη καὶ τὰ συμβαίνοντα περὶ ἕκαστον αὐτῶν.
Πρὶν ἢ εἰσβάλωμεν, φησίν, εἰς τὸν περὶ τῆς αἰτίας αὐτῶν λόγον, ζητήσωμεν τὰ ὑπάρχοντα αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς περὶ χαλάζης ἐποιήσαμεν· καὶ ἐφεξῆς ἐκτίθεται πάντα τὰ προειρημένα.
p. 371b31 ’Ev δὲ ταῖς θεριναῖς δείλης μόνον, οὐκέτι δὲ καὶ περὶ μεσημβρίαν.
Δίλης ἐκάλεσε τὸν ἑωθινὸν καὶ τὸν περὶ ἑσπέραν καιρόν, παρὰ τὸ ἐνδεῖν τὴν ἀλέαν ἐν τούτοις τοῖς καιροῖς. ἡ οὖν ἶις, φησίν, ἐν μὲν ταῖς χειμεριναῖς ἡμέραις σπανίως γίνεται καὶ περὶ τὸν μεσημβρινὸν διὰ τὴν εἰρημένην αἰτίαν, ἐν δὲ ταῖς θεριναῖς δείλης μόνον, τουτέστιν ἕωθεν καὶ περὶ ἑσπέραν, οὐ μὴν καὶ εἰς τὴν μεσημβρίαν, διὰ τὸ πολὺ ἀπέχειν τὸν ὁρίζοντα τοῦ μεσημβρινοῦ.|
[*](1 διαχεόμεναι] διαδεχόμεναι G 4 ἀὴρ] τόπος a 5 ἅλων a G γίνεται G: γίνονται Va 10 ὡς om. a 18 πάντα γίνεται] γίγνεται πάντα Ar. 20 ἆθλα] Ἀλλὰ a 23 εἰσβάλλωμεν a 2(5 δείλης μόνον, οὐκέτι δὲ καὶ] οὑ γίγνεται Ar.)p. 371b33 τούτων Τούτων δὲ τριχῶς μ[εν ἑκάτερα, καὶ τὰ χρώματα ταὐτὰ [*](50v) καὶ ἴσον τὸν ἀριθμὸν ἔχουσιν ἀλλήλαις, ἀμυδρότερα δὲ τὰ ἐν τῇ ἐκτὸς καὶ ἐξ ἐναντίας κείμενα κατὰ τὴν θέσιν.
Τί φησιν; ὅτι ἡ ἶρις διπλῆ μέν ἐστι τῷ ἀριθμῷ, ἑκατέρα δ’ αὐτῶν τριπλῆ τῷ χρώματι, ὁμοίως χρώμασι κεχρωμαισμένοις, ἀλλ’ ἐξ ἐναντίας. τί ἐστιν ἐξ ἐναντίας; ἐπειδὴ γὰρ δύο εἰσὶν ἴριδες ἐκ τριῶν ζωνῶν συγκείμεναι ἑκάστης ζώνης ἄλλο καὶ ἄλλο χρῶμα ἐμφαινούσης, τῆς μὲν φοινικοῦν, τῆς δὲ πράσινον, τῆς δὲ ἁλουργόν, ἐπειδὴ δὲ ἡ μικροτέρα ἶρις ἐντός ἐστι τῆς μείζονος, συμβαίνει τὴν μείζονα τῆς ἐλάττονος καὶ τὴν ἐλάττονα τῆς μείζονος φοινικοῦν ἒχειν χρῶμα διὰ τὸ παρακεῖσθαι ἀλλήλαις, εἶτα τὰς δευτέρας ἑκατέρας ἴριδος ζώνας τἀς μετὰ τὰς φοινικίας πράσινον ἔχειν χρῶμα. τοῦτο δὲ διὰ τί; ἐπειδὴ ἡ ὄψις τὸ ἐγγυτέρω κείμενον λαμπρὸν ὁρᾷ, ἐγγυτέρω δ’ εἰσὶ τὰ νέφη τῆς ὄψεως, ἐν οἷς ὁρᾶται τὸ φοινικοῦν χρῶμα, ὅσῳ δὲ πορρωτέρω εἰσὶ τὰ νέφη, ἀμαυρότερα ὁρᾷ, ἔνθεν μετὰ τὸ φοινικοῦν διαδέχεται τὸ πράσινον ἀμαυρότερον γάρ ἐστι τοῦτο τοῦ φοινικοῦ ὡς ἀνωτέρω κειμένων τῶν νεφῶν, ἐν οἷς ὁρᾶται, ἔνθεν ἐλέγομεν ἐν τῷ τρίτῳ λήμματι τὸ λαμπρὸν ἀμαυρὸν γίνεσθαι διὰ ἀτονίαν ὄψεως ἀνακλωμένης μεταξὺ φοινικοῦ καὶ πρασίνου), ἑκατέρας ἴριδος ἐμφαίνεται ξανχρθὸν χρῶμα ἐκ τῆς κράσεως τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου. εἶτα μετὰ τὸ πράσινον χρῶμα ἑκατέρας ἴριδος ὁρᾶται τὸ ἁλουργόν, εἶτα ἀμαυρότερον ὂν χρῶμα διὰ τὸ πορρωτέρω εἶναι τὰ νέφη τῆς ὄψεως, ἐν οἷς φαίνεται. καὶ ὅρα, πῶς ἐξ ἐναντίας εἰσὶν αἱ ζῶναι τῶν δύο ἰρίδων. ἡ μὲν γὰρ τελευταία πρὸς τὴν πρώτην τὸ αὐτὸ χρῶμα ἔχει, ἡ δὲ μέση πρὸς τὴν μέσην, ABBREV καὶ οὐ τῆς μείζονος πρὸς τὴν τελευταίαν τῆς ἔλαττον ἀντίκειται. θεωρητέον δ’ ἐπὶ τῆς καταγραφῆς.
p. 372a5 Ἒστι δὲ τὰ χρώματα, ἅπερ μόνα σχεδὸν οὐ δύνανται ποιεῖν οἱ γραφεῖς.
Ταῦτα, φησί, τὰ χρώματα τῆς ἴριδος, τὸ φοινικοῦν καὶ τὸ πράσινον καὶ τὸ ἁλουργόν, οὐ δύνανται μιμήσασθαι, ἐπειδὴ αὐτοὶ κεραννύντες τὰ χρώματα γράφουσι, ταῦτα δὲ ἁπλᾶ ἐστιν. ἔστι γὰρ τὸ μὲν φοινικοῦν οἷον τὸ ὀρόβινον ἄλευρον, τὸ δὲ πράσινον οἷον αὐτὸ τὸ πράσον, τὸ δὲ ἁλουργὸν οἷον τὸ τῆς ἁλουργίδος βαθύτερον ὂν τῶν ἄλλων χρωμάτων. [*](1 τριχῶς VG: τρίχρως a ex Ar. τριχῶς cod. E) ἐκατέρα Ar. ταὐτὰ] ταῦτα G 2 ἲσον VG: ἴσα a et Ar. τὰ oin. Ar. 4 αὐτῶν G: αὐτῶ V: αὐτὸν a 11 ἲριδος ζώνας scripsi: ἴριδας ζώνας G: ἴριδας (om. ζώνας) Va 12. 13 ἐγγυτέρω] ἐγκειτέρω bis G 16 17 ἐν τῷ τρίτῳ λήμματι] p. 219,20 19 εἶτα μετὰ a: εἶτα (om. μετὰ) VG 24 signum loci corrupti appingit Camotius. fort, scribendiiin: καὶ οὓ<τως ἡ πρώη> τῆς μείζονος πρὸς τήν τελευταίαν τῆς ἐλάον<ος> ἀντίκειται 25 καταγραφῆς] deest figura in VGa 26 τὰ χρώματα ταῦτα, ἅπερ Ar. 27 καταγραφεῖς a 29 τὸ 001. G)
p. 372a10 Παρήλιοι δὲ καὶ ῥάβδοι γίνοναι ἐκ πλαγίας ἀεί.
Πρὶν συμπληρῶσαι τὰ ὑπάρχοντα ἅλῳ καὶ ἴριδι, ἐπὶ τὰ ὑπάρχοντα παρηλίοις καὶ ῥάβδοις μετῆλθε. κατέλιπε δὲ. τὸ εἰπεῖν, ὅτι ἐν ὁμαλοῖς ἢ ἀνωμάλοις γίνεται ἡ ἶρις καὶ ἅλως νέφεσι καὶ ἄλλα τινά. λέξει δὲ καὶ αὐτὰ ὕστερον.
p. 372a18 Πανία γὰρ ταῦτα ἀνάκλασίς ἐστι. διαφέρουσι δὲ τοῖς τρόποις καὶ ἀφ’ ὧν, καὶ οἷς συμβαίνει γίνεσθαι τὴν ἀνάκλάσιν κλασιν.
᾿Ιδοὺ αὐτὸς Ἀριστοτέλης, ὦ Ἀλέξανδρε, βοᾷ, ὅτι ταῦτα πάντα κατὰ ἀνάκλασιν γίνονται. πῶς οὖν σὺ λέγεις, ὅτι τούτων τὰ μὲν κατὰ ἀλάκλασιν γίνονται, τὰ δὲ κατὰ διάκλασιν; ABBREV καὶ εἰς ὁμώνυμον ἀνάκλασιν, καὶ πάντα μὲν λέγονται ἀνάκλασις ταῦτα κατὰ γένος· διαφέρουσι δέ, ὅτι τὰ μὲν ἀνακλάσει γίνονται, τὰ δὲ διακλάσει. τοῦτο δ’ ἠπατήθη ἐκ τοῦ εἰπεῖν τὸν Ἀριστοτέλην, ὅτι διαφέρουσι τοῖς τρόποις. ἐνόμισε γὰρ αὐτὸν λέγειν, ὅτι διαφέρουσι τῷ τὰ μὲν κατὰ ἀνάκλασιν γίνεσθαι, τὰ δὲ κατὰ διάκλασιν. ABBREV μὴ νομίσῃς τὸ ἐπαγόμενον τὸ καὶ ἀφ’ ὧν καὶ οἷς συμβαίνει, τουτέστι τὸ ἐφ’ ἅ. ὃ γὰρ λέγει Ἀριστοτέλης, τοῦτ’ ἔστιν, ὅτι διαφέρουσι τοῖς τρόποις τὰ κατὰ ἔμφασιν γινόμενα, ἀφ’ ὧν μὲν γὰρ γίνονται λαμπρῶν, ὅτι τὰ μὲν ἀπὸ τοῦ ἡλίου μᾶλλον ἢ ἀπὸ τῶν ἀστέρων. διαφέρουσι δὲ πάλιν ἐφ’ ἃ γίνονται νέφεσι, τῷ τὰ μὲν αὐτῶν ἐν ὁμαλοῖς καὶ ὁμοιομερέσι γίνεσθαι νέφεσι, τὰ δὲ ἀνωμάλοις καὶ ἀνομοιομερέσιν, ὡς ειρηται.
p. 372a21 Καὶ καθ’ ἡμέραν μὲν ἶρις γίνεται.
Ἴδου πάλιν ἐπανῆλθεν εἰς τὰ ὑπάρχοντα ἴριδι καὶ ἅλῳ.
p. 372a22 Ὡς μὲν οἱ ἀρχαῖοι ᾤοντο, οὐκ ἐγίνετο· τοῦτο δὲ ἔπαθον διὰ τὸ σπάνιον· ἐλάνθανε γᾶρ αὐτούς.
Τί φησιν; ὅτι οἱ ἀρχαῖοι ᾤοντο μὴ γίνεσθαι πρὸς τὴν σελήνην ἶριν νύκτωρ ἢ πρὸς τὸν ἥλιον ἅλω μεθ’ ἡμέραν· ἐπλανῶντο δὲ καὶ διὰ τὸ σπανίως γίνεσθαι, καὶ οὐ μόνον διὰ τοῦτο, ἀλλ’ ὅτι τὰ ὅμοια ἐν τοῖς [*](5 κατέλοιπε a 8 ἀνάκλασις ταῦτ’ transpon. Ar. 9 οἷς] ὡς Ar. 9. 10 τὴν ἀνάκλασιν γίγνεσθαι (praeter FH) Ar. 12 τὰ μὲν κατ’ ἀνάκλασιν—διφέρουσι δέ, ὅτι (14) om. a 13 καὶ εἰς ὁμώνυμον κτλ.] fort, καὶ <λέγ>εις ὁ. vel καὶ <καλ>εῖς ὁ. 18 μὴ νομίσῃς κτλ. manca videntur; exspectas <τοῦτο> μὴ ν., <κωλύει> τὸ ἑ. 18. 19 συμβαίνει G fcf. lemma): συμβάλλει Va 25 καθ’] μεθ’ Ar. 29 οἱ scripsi: εἰ VGa)
p. 372a26 ’Ev ταῖς πανσελήνοις γὰρ πέφυκε γίνεσθαι.
Οὐ μόνον γὰρ πανσέληνον λέγει νῦν, ὅτε μεγίστη ἐστὶν ἡ σελήνη, ἀλλὰ καὶ ὅτε αὔξουσα ἀμφίκυρτός ἐστιν. ὦπται γὰρ μὴ κτὰ διάμετρον οὕσης τῆς σελήνης τῷ ἡλίῳ γινομένη ἡ ἶρις ἀπὸ τῆς σελήνης ἀμφικύρτου οὕσης.
p. 372a29 Ὃτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται.
Μετὰ τὰ ὑπάρχοντα μέλλων περὶ γενέσεως αὐτῶν διαλέγεσθαι τρία λήμματα προσλαμβάνει συμβαλλόμενα πρὸς τὴν δεῖξιν. ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον, ὅτι ἡ ὄψις ἀνακλᾶται ἀπὸ τοῦ ἡλίου καὶ πυκνοῦ καὶ διαφανοῦς. τοῦτο δὲ συνεβάλετο ἡμῖν εἰς τὸ ἀποδεῖξαι, ὅτι φερομένη ἡ ὄψις ἐπὶ τὸ νέφος ἀνακλᾶται ὣσπερ πρὸς τὴν σελήνην.
p. 372a32 Καὶ διότι τῶν ἐνόπτρων, ἐν οἷς μὲν καὶ τὰ σχήματα 51r ἐμφαίνεται.
Τὸ δεύτερον λῆμμα τὸ λέγον· ἐν τοῖς σμικροτέροις ἐνόπτροις τὸ χρῶμα τοῦ λαμπροῦ μόνον φαίνεται, οὐ τὸ σχῆμα. συνεβάλετο δὲ ἡμῖν καὶ τοῦτο εἰς τὸ δεῖξαι, ὅτι μικρὰ νέφη εἰσὶ τὰ ποιοῦντα τὴν ἅλω τὸ χρῶμα τῆς σελήνης μόνον δεχομένην, οὐ μὴν καὶ τὸ σχῆμα· ἐκ πάντων δὲ ἅμα τῶν ἐν τοῖς νέφεσι χρωμάτων συνίστασθαι ἓν χρῶμα συμπεριφερές, ὅπερ ἐστὶν ἡ ἅλως.
p. 372b6 Τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δὲ ἦττον, τῷ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ ἀσθένειαν τῆς ὄψεως.
᾿Ev ὑπερβατῷ ἀνάγνωθι· τὸ δὲ χρῶμα τῶν λαμπρῶν ὁτὲ μὲν λαμπὸν φαίνεται, ὁτὲ δὲ ἧττον’. εἶτα ἐπάγει καὶ τὰς αἰτίας τοῦ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι]· τὸ γὰρ χρῶμα τοῦ λαμπροῦ ἀμαυρὸν γίνεται ἢ διὰ τὸ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι, ὥσπερ τὸν ἥλιον εἰ διά τινος ἀχλύος τις θεάσοιτο, ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, καὶ ἔχεις ἐν- [*](1 post λανθάνει lacunam statui ita fere explendam: οὕτως ἡ μὲν ἄλως λαμπρά οὖσα μεθ’ ἡμέραν λανθάνει 1. 2 καὶ ἡ ἶρις—νυκτός om. V 2 ἀμαυρὸν] μαυρὸν G 3 ἐν τῇ πανσελήνῳ γὰρ γενέσθαι ἀνάγκη Ar. 4 γὰρ om. G 6. 7 ἀμφικύρτου οὔσης scripsi: ἀμφικυρτούσης VG: ἀμφικύρτου a 12 συνεβάλετο G: συνεβάλλετο Va; cf. v. 17 p. 227,1 14 ἐν οἷς] ἐν (om. HN) ἐνίοις Ar. 17 συνεβάλλετο a 19 δεχομένη G 23 ἧττον] ἢ Ar. τῷ τοῦ Ga Ar. (praeter F): τὸ τοῦ V, cod. F Ar. 25 et 26 ὅτι] ποτε G π alia manu) 26 τοῦ μίγνυσθαι—χρώματι (27) uncis inclusi τοῦ μίγνυσθαι] τὸ μίγνυσθαι G 27 τὸ γὰρ χρῶνα—χρώματι (28) praebet G: om. Va 28 εἰ om. Ga)
p. 372b10 Διὸ τὰ μὲν λέγομεν, τοῖς δὲ ὡς ὑπάρχουσι χρησόμεθα αὐτοῖς.
Ταῦτα, φησίν, εἴρηνται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ λόγοις πλατύτερον· εἴρηται γὰρ ἐκεῖ, πῶς ἀσθενοῦσα ἡ ὄψις ἀμαυρὸν ὁρᾷ τὸ λαμπρόν. ἀλλὰ νῦν τὰ μὴ εἰρημένα ἐκεῖσε εἴπωμεν, τουτέστι πῶς κατὰ ἔμφασιν ὁρᾷ τὴν ἶριν καὶ τὴν ἅλω ἡ ὄψις καὶ τὰ λοιπά· τοῖς δὲ ἐκεῖ ἀποδεδειγμένοις νῦν χρησόμεθα ὡς λήμμασιν. οὐκοῦν εἴπωμεν πρῶτον περὶ τῆς ἅλω, τίς τε ἡ γένεσις αὐτῆς καὶ τίς ἡ αἰτία τῆς γενέσεως.
p. 372b15 Γίνεται μὲν οὖν ἀνάκλασις τῆς ὄψεως συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος.
Μετὰ τὸ εἰπεῖν τὰ λήμματα συμβαλλόμενα αὐτῷ μετέρχεται ἐπὶ τὴν γένεσιν τῆς ἅλω. καί φησιν, ὅτι συνισταμένης τῆς ἀτμίδος, τουτέστι μετρίαν ἐχούσης παχύτητα, καὶ συστάσεως, ὥστε νέφη ἀμυδρὰ συστῆναι, καὶ τοῦ ἀέρος συνισταμένου, τουτέστι νηνεμίας οὔσης καὶ μὴ καταπνεομένου τοῦ ἀέρος ὑπὸ τῶν ἀνέμων (δεῖ γὰρ στάσιν εἶναι διὰ τὸ μὴ διώκεσθαι τὰ νέφη) γίνεται ἀνάκλασις ἀπὸ τῆς ὄψεως ἐπὶ τὰ νέφη καὶ ἀπὸ τῶν νεφῶν ἐπὶ τὴν σελήνην. καὶ οὕτω συνεχῶς ἐκπεμπομένων τῶν ἀκτίνων καὶ ἀνακλωμένων ἐπὶ τὴν σελήνην γίνεται ἡ ἃλως. καὶ αὐτὸς μὲν τοῦτο λέγει νῦν μόνον, ἡμεῖς δὲ ἐν τῇ θεωρίᾳ πάντα ἐδείξαμεν, καὶ πῶς ἡ ἀνάκλασις γίνεται καὶ πῶς τὸ κυκλικὸν σχῆμα ἀπολαμβάνει· καὶ πάντα τὰ συμβαλλόμενα πρὸς τὸ ἀποδεῖξαι, ὅτι κατὰ ἀνάγκην κυκλικὸν γίνεται, παραδεδώκαμεν. ἐρεῖ μέντοι καὶ αὐτὸς ἐφεξῆς, ἀλλ᾿ οὐχ ὅσον τὴν ἀκοὴν ἐμπλῆσι.
p. 372b17 ᾿Εὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχῃ.
Ἴδου τὸ λοιπὸν ὑπάρχον τῆς ἅλω, ὅτι ἐν ὁμαλοῖς συνίσταται νέφεσι καὶ ὁμοιομερέσι μικροῖς. καὶ σὺ ἐντεῦθεν σκόπησον, ὅτι οὐκ ἔστι συνεχές, ἀλλὰ μικρὰ πολλά.
[*](1 συνεβάλλετο a 3 κρίκος V 2: κριός V1Ga 1. καὶ γὰρ <αἱ> πρὸς 4 ἀκτῖνες (post σελήνην) V (sed incertum): ἀκτὶς Ga 6 Διὸ τὰ] διότι G: Διότι τὰ a λέγωμεν (contra HF) Ar. 6. 7 χρησώμεθα (praettr HN) αὐτῶν Ar. 8 Π. αἰσθήσεως κ. αἰσθητοῦ] nescio quo loco 14 ἡ ἀνάκλασις Ar. 20 διὰ τοῦ a 20 κυκλικὴν a 29 ὁμαλὴ a)Πρᾶξις λς.
[*](51r)p. 372b18 18 Διὸ καὶ σημεῖον ἡ μὲν στάσις ὕδατός ἐστιν.
Ἀποδείκνυσιν ὁ φιλόσοφος, ὅτι ἐν τοῖς νέφεσιν ἡ ἃλως γίνεται ἐκ τοῦ τὰ ὅμοια γίνεσθαι ἐν τῇ ἅλῳ καὶ ἐν τοῖς νέφεσι. τρία δὲ ταῦτά εἰσιν· ὥσπερ γὰρ τὰ νέφη συνιστάμενα καὶ παχυνόμενα ὕδατος καὶ ὑετοῦ εἰσι ποιητικά, διασπώμενα δὲ ἀνέμων, ἀπορραινόμενα δὲ καὶ διαφορούμενα εὐδίας, οὕτω καὶ ἡ ἅλως παχυτέρα καὶ μελαντέρα ἑαυτῆς φαινομένη ὄμβρων ἐστὶ ποιητική, διασπωμένη δὲ καὶ ἐλλιπὴς φαινομένη ἀνέμων, ἀπορραινομένη δὲ καὶ φθειρομένη εὐδίας. ἐπειδὴ γὰρ αἱ δύο ἀναθυμιάσεις ἑαυταῖς συμπλεκόμεναι ἄνεισιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν ἀπόγειον ἀέρα, εἰ μὲν † εἴη ἀπωθεῖται τὴν ἀτμιδώδη καθάπερ τι φορτίον, ὡς πολλάκις εἴρηται, τηνικαῦτα αὐτὴ μὲν ἀναχωρεῖ πρὸς τὸ συγγενές, ἡ δὲ ἀτμιδώδης ἐν τῷ μέσῳ πλανᾶται περὶ τὸ πέλαγος τοῦ ἀέρος παχυτέρα ἑαυτῆς γινομένη ἢ ψυχομένη διὰ τὴν ἀπουσίαν τῆς καπνώδους ἀναθυμιάσεως. εἶτα ἐπὰν συστῇ ὑπὸ τὴν σελήνην, τηνικαῦτα ποιεῖ τὴν ἅλω μελαντέραν ἑαυτῆς φαίνεσθαι καὶ παχυτέραν διὰ τὸ τὴν ἀτμίδα ταύτην, ἤγουν τὰ νέφη, πεπυκνῶσθαι. καὶ διὰ τοῦτο ἡ τοιαύτη ἅλως ὄμβρου ἐστὶ ποιητική· ὠδίνει γὰρ τὰ νέφη, ἐν οἷς ἐστιν ἡ ἅλως, τὸν ὑετόν. ὅταν δ’ ἡ καπνώδης ἀναθυμίασις εντι ἐμπεριέχηαι ἐν τῇ ἀτμίδι, εἰ μὲν ἄρξηται διαφορεῖν αὐτὴν ἡ καπνώδης ἀναθυμίασις καὶ ἐκκρίνεσθαι διασπῶσα αὐτήν, τηνικαῦτα γίνονται πνεύματα (εἰ οὖν οὕτως ἐχούσης τῆς ἀτμίδος ὑπὸ τὸ τῆς σελήνης φῶς *, τηνικαῦτα γίνεται ἡ ἅλως διεσπασμένη· ἡ γὰρ μοῖρα τῆς ἀτμίδος, ἣν διασπάσασα ἡ καπνώδης ἀναθυμίασις ἐξῆλθεν, † ἐκείνη τῷ κύκλῳ, καὶ τούτου χάριν ἡ διεσπασμένη ἅλως πνευμάτων ἐστὶ ποιητική)· ὅταν δὲ παχεῖα οὖσα ἡ καπνώδης ἀναθυμίασις μὴ ἐκκρίνηται εὐχερῶς ἀπὸ τῆς ἀτμίδος, ἀλλ’ ἐνίσχηται, ἐπειδὴ ἐνισχομένη λεπτύνει τὴν ἀτμίδα ἢ καὶ λαμπροτέραν ἀπεργάζεται, ὅταν οὗν οὕτως ἔχουσα ἡ ἀτμὶς ὑπὸ τὴν σελήνην φανῇ οἷον ἒκλευκος καὶ ἀπομαραινομένη, τηνικαῦτα εὐδίας ἐστὶ ποιητική. ὁρᾷς, ὁπόση ἐστὶ κοινωνία τοῖς νέφεσι καὶ τῇ ἅλῳ. δεῖ γὰρ νοεῖν τὸ αὐτὸ καὶ ἐπὶ τῶν νεφῶν πάντων ἁπλῶς, ὅταν | μὴ ὦσιν ὑπὸ τὴν σελήνην γινόμενα. ἡ ἃλως [*](51v) ἄρα ἐν τοῖς νέφεσι γίνεται. ἐφ’ οἷς ὁ φιλόσοφος δέον εἰπεῖν τὴν γένεσιν τῆς ἅλω τὰς αἰτίας πρῶιον λέγει τοῦ κυκλικοῦ αὐτῆς σχήματος, ἵνα ἐκ τῆς αἰτίας γνωσθῇ καὶ ἡ γένεσις αὐτῆς. καὶ ἡμεῖς μὲν πρότερον εἴπομεν περὶ τούτου λεπτομερέστερον δείξαντες, ὅτι δεῖ τὴν ἅλω κυκλικῶς φαίνελζ [*](1 Ga: κݲςݲ V 2 στάσις] σύστασις Ar. et 01. p. 230,28 10 ἄνεισιν om. V; ἀνίασιν εἴη] ἡ ciclet ul. man. G. fort, legendum ἡ 14 ψυχομένη G: ψυχουμένη Va 21 post φῶς addas φανῇ vel συστῇ; cf. v. 14 et 27 τὸ G: om. Va 23 ἐκείνη] conicio ἐλλείπει; cf. p. 231,9sqq. 27 φανῇ om. V 32 αὐτῆς] αὐτοῦ 33 πρότερον] p. 220,15 sqq.)
p. 372b18 Διὸ καὶ σημεῖον ἡ μὲν σύστασις ὕδατος, [τοῦτ'] ἔστιν, αἰ μέντοι διασπάεις, αὗται μὲν εὐδιῶν, αἱ δὲ διαστάσεις πνεύμάτος.
Ἐπειδὴ εἶπεν ἀνωτέρω, ὅτι συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος γίνεται ἡ ἅλως, τουτέστιν νηνεμίας οὔσης, ἐπήγαγεν, ὅτι διὰ τοῦτο τεκμήριον γίνονται αἱ μέλανες ἃλως ὑετοῦ, αἱ δὲ διεσπασμέναι ἀνέμων, αἱ δὲ ἀσθενεῖς εὐδίας, ἐπειδὴ ἐπὶ τῆς ἀτμίδος γίνεται ἡ ἅλως, τουτέστιν ἐν τοῖς νέφεσι. τούτων δὲ τοίως ἡ τοίως συνισταμένων γίνονται ταυτα.
[*](1 ἐξαναλίσκει (post ἥλιος) Ga: ἀναλίσκει V 14 ταραντίνω in ras. V 1: ῥαντίνω G. cf. ad p. 232,14 οὗτος] ὁ Ga 17 προσέχον Ga: προσέχων V 28 ἐστιν Ar.: τουτέστιν VGa; cf. p. 228;2 29 διασπάσεις ἢ μαράνσεις, αὗται Ar. διαστάσεις] διασπάσεις Ar. 31 ἀνωτέρω] p. 372b15 sq. 35 τοιώσδε ἢ τοιώσδε a. of. 63r32)p.372b26 ῾Η γὰρ διαίρεσις ὑπὸ πνεύματος γέγονεν ἤδη μὲν ὅντος, [*](51v) οὔπω δὲ παρόντος.
Ὄντος μὲν ἄνω, οὔπω δὲ παρ’ ἡμῖν γεγονότος, μέλλοντος δὲ ὅσον οὔπω.
p. 372b28 Σημεῖον δὲ τούτου, ὅτι ἐντεῦθεν γίνεται ὁ ἄνεμος, ὅθεν ἂν γένηται διάστασις.
Ὅρα, τί σαφῶς λέγει ὁ Ἀριστοτέλης αἰτίαν εἶναι τοῦ που μὴ φαίνεσθαι τέλειον τὸν κύκλον τῆς ἅλω τὴν εἰς πνεῦμα διάσπασιν αὐτῆς ἐκείνου τοῦ μέρους, ἐν ᾧ ἡ ἔλλειψις τοῦ κύκλου. εἰ γὰρ ἐκεῖθεν γίνεται ὁ ἄνεμος, ὅθεν ἡ ἔλλειψις, δῆλον ὅτι αὐτὸς αἴτιός ἐστι τῆς ἐλλείψεως, τουτέστιν ἡ δι’ αὐτοῦ διάσπα[σις τοῦ νέφους.
[*](52r)p. 372b30 Εἰ γὰρ μὴ διέκειτό πως οὗτος ὁ ἀήρ, ὥστε κρατεῖν τοῦ ἐναπολαμβανομένου θερμοῦ, μηδ’ ἒρχεται εἰς πύκνωσιν ὑδαώδη, δῆλον ὡς οὔπω ἡ ἀτμὶς ἀνακέκριται τῆς ἀναθυμιάσεως.
Εἰ οὕτως, φησίν, ἐστὶν ὁ ἀὴρ ἐπιτήδειος, τουτέστιν ἡ ἀτμίς, ὥστε ἐντὸς αὐτῆς εἷναι τὴν καπνώδη ἀναθυμίασιν διὰ τὴν αὐτοῦ παχυμέειαν, δηλονότι οὐκ ἔρχεται αὕτη εἰς σύστασιν ὑδατώδη, ἐπειδὴ ἐντὸς οὖσα αὐτοῦ ἡ καπνώδης ἀναθυμίασις πολλαπλασιάζεται καὶ λεπτύνει αὐτήν. εἰ δὲ τοῦτο, δῆλον ὅτι οὐ διακέκριται αὐτῆς, ἀλλὰ σύνεστιν αὐτῇ. καὶ ἀνάγκη κατὰ μέρος ἐκδαπανᾶν τὴν ἀτμιδώδη λεπτύνουσαν αὐτήν. καὶ ἐντεῦθεν εἰς εὐδίαν τελευτᾷ τὸ γινόμενον.
p. 372b34 Ἀνακλῆται δὲ ὑπὸ τῆς συνισταμένης ἀχλύος περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἡ ὄψις.
Ἐντεῦθεν μετὰ τὸ ἀποδεῖξαι, ὅτι ἡ ἅλως ἐν τοῖς νέφεσι γίνεται, μέλλων περὶ τῆς γενέσεως αὐτῆς λέγειν πρῶτον περὶ τῆς αἰτίας, δι’ ἣν ἀπείληφε τὸ κυκλικὸν σχῆμα, διαλέγεται.
p. 373a4 Απὸ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀεί.
* * * Ἴδου πρότασις τοῦ θεωρήματος, δι’ οὗ ἀποδείκνυσιν, ὅτι [*](4 ὅτι] διότι Ar. 5 post ἄν add. ἡ κυρία Ar. γένηται] γίγνηται (praeter N) Ar. διάσπασις (praeter F) Ar.; cf. v. 7 et 10 6 που V: ποῦ G: οὐ a μὴ scripsi: μὲν VGa 9 ἐλλείψεως scripsi: ἐκλείψεως V Ga 10 διάσπασις VG: διάστασις a 11 διέκειτο] ἔχει (praeter F1) Ar. οὗτος] οὕτως Ar. 12 ἔρχεται VG: ἔρχεσθαι (ἔρχηται Ar. E) a et Ar. 12. 13 ὑδατώδη V 2 Ar.: ὑδάτων V 1 Ga; cf. v. 16 13 ἀποκέκριται Ar. 18 οὐ om. G 19 λεπτύνουσα Cr 21 ὑπὸ] ἀπὸ Ar. 27 γραμμῆς ἀεί VAr.: γραμμῆς δεῖ δέ G: γραμμαί a 28 ante ἰδοὺ lac. (litt. VII) stat. G: sine lac. a: om. ἰδοὺ lac. (litt. VIII) ind. V)
p. 373a35 Ἀνακλωμένη οὖν ἡ ὄψις ἀπὸ πάντων φαίνεται τῶν λείων.
Ἐντεῦθεν εἰς τὸν περὶ ἴριδος μέλλων εἰσβάλλειν λόγον πρῶτον ἀναβρασμῷ τινι κέχρηται περὶ τῆς ἀνακλάσεως.
p. 373b 4 Οἷόν τινι συνέβαινέ τι πάθος ἠέμα οὐκ ὀξὺ βλέποντι.
Ἐντεῦθεν πιστοῦται, τί ἀπὸ τοῦ ἀέρος γίνεται ἀνάκλασις ἐπ᾿ ἀσθενεστάτης ὄψεως, ὅταν οὕτως ᾖ ἀσθενής, ὡς καὶ τὸ τυχὸν σῶμα μὴ θύνασθαι ὠθεῖν, ὥσπερ ἐγίνετο Ἀντιφέροντι τῷ Ταραντίνῳ. τοσοῦτον γὰρ ἦν ἡ αὐτοῦ ὄψις ἀσθενής, ὅτι οὐδὲ τὸ λεπτότατον σῶμα, τοῦ ἀέρος λέγω δή, ἠδύνατο ὠθεῖν, ἀλλ᾿ ἀνεκλᾶτο, ὡς φαίνεσθαι τὸ εἲδωλον αὐτοῦ ἐν τῷ ἀέρι. καὶ ἐνταῦθα μὲν μόνον τὸ γινόμενον εἶπεν, ἐν δὲ τοῖς Ἠθικοῖς καὶ τὸ ὄνομα εἶπε τοῦ πάσχοντος.
p. 373b9 Καὶ οὐκ ἠδύνατο ἀπωθεῖν ὥσπερ οἱ πόρρω.
Οὐκ ἠδύνατο τῇ ὄψει οὗτος Ἀντιφέρων ἀπωθεῖν τὸν ἀέρα ὥσπερ οἱ πόρρω ὁρῶντες ἀπωθοῦσιν αὐτόν.
p. 373b10 Διόπερ αἵ τε ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ θαλάττῃ.
Παράδειγμα νῦν λέγει τῆς ἐκ τῆς ἀχλύος γινομένης ἀνακλάσεως οὐκ ἀκριβές. σημεῖον γάρ, φησίν, ὅτι ἐκ τῆς ἀχλύος γίνεται ἡ ἀνάκλασις, ὅτι ἕωθεν τὰς ἄκρας τῶν ὀρέων, τουτέστι τὰ ἀκρωτήρια μείζονα ὁρῶμεν καὶ οἷον ἐπινηχόμενα τῇ θαλάττῃ ἀνεσπασμένα τῆς ῥίζης [τε] αὐτῶν. καὶ ὅτι τὰ ἄστρα περὶ τὸν ὁρίζοντα μεγάλα ὁρώμενα, ταῦτα διακλάσεώς ἐστιν, οὐκ ἀνακλάσεως, ὦ Ἀριστότελες. τὰ γὰρ δι᾿ ὑγροῦ μείζονα φαινόμενα ἐκεῖνα κατὰ διάκλασιν ὁρᾶται. ἤ φαμεν, ὅτι ἔθος αὐτῷ καταφρονεῖν τῶν παραδειγμάτων. αὐτὸς γάρ πού φησι· ῾ληπτέον δὲ βέλτιον τοὺς ὃρους᾿. οὐκοῦν μᾶλλον παράδειγμα ληπτέον τῆς γινομένης ἐκ τῆς ἀχλύος ἀνακλάσεως τὴν περὶ τοὺς λύχνους φαινομένην ἶριν, ὡς εἴρηται. ἀλλ᾿ [*](1 post ἡμεῖς add. δὲ a 3 οὖν] μὲν οὑν Ar. 4 λείων] τελείων G 7 τινι συνέβαινέ τι] ποτε συνέβαινέ τινι Ar. 10. 11 δύναται G 14 ἐν δὲ τοῖς Ἠθικοῖς] immo in libro π. μνήμης καὶ ἀναμν. 1 p. 451a9 Ἀντιφέρων ὁ Ὠρείτης commemoratur 16 ἐδύνατο (praeter FH) Ar. ὥσπερ οἱ] ὡς (praeter F) ὁ Ar. 24 τε delevi 25 ὁρώμενα] lege ὁρῶμεν 28 αὐτὸς γάρ πού φησιν] cf. Top. Z 11 p. 149a1 sq. 30 ὡς εἴρηται] p. 230,18)
p. 373b13 Ἀπὸ δὲ ὕδατος μάλιστα ἀνακλᾶται καὶ ἀπὸ ἀρχομένου γίνεσθαι μᾶλλόν ἐστιν ἡ ἀέρος.
Γίνεται δὲ καὶ ἀπὸ ὕδατος ἢ μέλλοντος γίνεσθαι ἢ ἤδη γεγενημένου, μέλλοντος γίνεσθαι, ὥσπερ ἐν τῇ ἴριδι· ἐκεῖσε γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ ἢρξατο μεταβάλλεσθαι, οὔπω δὲ τελείως μετεβλήθη. ὅθεν ἕπεται ἰῇ ἴριδι ὂμβρος· καὶ μᾶλλον ἐν τούτῳ γίνεται ἡ ἀνάκλασις ἤπερ ἐν τῇ ἀχλύι, μᾶλλον ἐν τῷ ἤδη γενομένῳ ὕδατι ἤπερ ἐν τῷ νῦν ἀρξαμένῳ· μαλακώτερον γάρ ἐστι τούτου ἤδη γεγονότος.
Πρᾶξις λζ.
p. 373 b 32 Ὃτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως πρὸς τὸν ἥλιον, φανερόν.
Ἡ παροῦσα λέξις ἓξ ἡμῖν τινα παραδίδωσι. πρῶτον μὲν τὴν αἰτίαν, δι’ ἣν ἄμφω κατὰ ἀνάκλασιν γινομένων ἴριδός τε καὶ ἅλω ἡ μὲν ἅλως λευκὸν φαίνεται ἔχουσα χρῶμα, ἡ δὲ ἶρις ποικίλον. τρίχρους γὰρ φαίνεται καὶ οὐδέτερον τῶν χρωμάτων αὐτῆς ταὐτόν ἐστι τῷ τῆς ἅλω· ἐκεῖνο μὲν γάρ ἐστι λευκότατον, τῆς δὲ τὸ μὲν φοινικοῦν ἐστι, τὸ δὲ πράσινον, τὸ δὲ ἁλουργόν. δεύτερον, δι’ ἣν αἰτίαν ὡς ἐπὶ τὸ πλεῖστον κατὰ διάμετρον τοῦ ἡλίου φαίνεται ἡ ἶρις, σπανίως δὲ περὶ αὐτὸν τὸν ἥλιον, καίτοι παρηλίων τε καὶ ῥάβδων τοῖς πλαγίοις τοῦ ἡλίου φαινομένων. τρίτον, ὅτι τὰ θρυλλούμενα ἐπὶ τῆς ἴριδος, ταὐτὸν δ’ εἰπεῖν τὸ κατὰ διάμετρον αὐτὴν γίνεσθαι τοῦ λαμπροῦ, καὶ τὸ ἐν κατακεκερματισμένοις ἐνόπροις γίνεσθαι αὐτήν, καὶ τὸ μηδέποτε κύκλον τέλειον αὐτὴν φαίνεσθαι, ἀλλ’ ἡμικύκλιον ἢ ἔλαττον ἡμικυκλίου, καὶ τρίχροον αὐτὴν εἶναι, ἢ] ψευδῆ. φαίνεται γὰρ [*](52v) ἴσως μηδὲν τούτων ἔχουσα. τὸ τέταρτον τρία λήμματα παραδίδωσι συμβάλλοντα πρὸς τὴν τῆς ἴριδος ἀπόδειξιν. πέμπτον τὴν αἰτίαν τῶν χρωἐστιν [*](12 ἐστιν ἢ] ἔτι ἢ ἀπ’ Ar. 13 γεγενημένη G 19 λݲςݲ Ga: λݲςݲ V 21 post ἥλιον add. ἐστι Ar. 23 γινομένων G: γινομένην Va 29 1. x003E; τοῖς πλ. 32 ἀλλ’ ἡμικύκλιον οm Ga 33 τρίχρονον a ἢ VG: delevi: ἡ a: ᾖ Ideler)
Ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου, τίς ἡ αἰτία τοῦ τὴν μὲν ἃλω λευκὴν φαίνεσθαι, τὴν δὲ ἶριν τὸ χρῶμα ποικίλον ἔχουσαν μήτε ὅμως ὅμοιον τῇ ἅλῳ. τούτου παραδίδωσι δύο αἰτίας ὁ φιλόσοφος· πρῶτον μέν, ὅτι ἡ ἅλως ἀπὸ λευκοτάτου καὶ λεπτοτέρου γίνεται νέφους καὶ ἧττον ὑγροῦ, ἡ δὲ ἶρις ἀπὸ μελαντέρου καὶ παχέος καὶ καθύγρου. τὰ δὲ κάθυγρα μελάντερα φαίνονται δίκην τῶν ἐν ὕδατι βεβρεγμένων ἱματίων· καὶ διὰ τοῦτο ποικιλώτερον χρῶμα ἴσχει ἡ ἶρις, λευκὸν δὲ ἡ ἅλως. δεύτερον δέ, ὅτι ἐπὶ μὲν τῆς ἅλω ἔλαττον ποιεῖ διάστημα ἡ ὄψις πρὸς τὴν σελήνην (κατὰ κάθετον γὰρ ἐκπέμπεται), καὶ ὡς ἔλαττον ποιοῦσα διάστημα * * * καὶ γὰρ ἡ ὄψις ὧν ἀμυδρῶς διαλαμβάνεται κατὰ ἀσθένειαν, μελάντερα δοκεῖ εἶναι. ἰδοὺ γοῦν τὸν οὐρανὸν κυανοῦν χρῶμα δοκοῦμεν ἔχειν καὶ τὴν θάλασσαν πορφυροῦν διὰ τὸ ἐπὶ πλέον ἐκτεινομένην <τὴν ὄψιν> διάστημα ἐξασθενεῖν, καίτοι τοῦ Ἀριστοτέλους βουλομένου ἀχρωμάτιστα εἶναι τὰ οὐράνια σώματα διὰ τὸ εἶναι ταῦτα τῆς πέμπτης οὐσίας, πᾶν δὲ χρῶμα ἐκ τῶν τεσσάρων στοιχείων. οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ ἔλαττον ἡ ὄψις διάστημα ποιεῖ ἐπὶ τῆς ἅλω, οὐκ ἐξασθενεῖ καὶ τούτου χάριν λευκὸν χρῶμα φαίνεται ἔχουσα· ἐπὶ δὲ τῆς ἴριδος, ἐπειδὴ ἐπὶ πλέον ἐκτείνεται (ἀπὸ γὰρ ἡμῶν ἐπὶ τὸ νέφος καὶ ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον κατὰ διάμετρον ὄντα τοῦ νέφους· μεῖζον γὰρ διάστημά ἐστι τὸ διάμετρον τῆς καθέτου), τούτου χάριν ἐξασθενοῦσα ἡ ὄψις ποικίλα χρώματα ὁρᾷ ἐπὶ τὸ μελάντερον ὁδεύοντα. τοῦτο μὲν τὸ πρῶτον. δεύτερον ἦν, δι’ ἣν αἰτίαν περὶ μὲν τὸν ἥλιον οὐ γίνεται ἶρις ἢ σπανίως γίνεται, κατὰ διάμετρον δὲ αὐτοῦ ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἀλλ’ ἵνα τοῦτο νοήσωμεν, δεῖ πρῶτον ἐκεῖνο μὴ ἀγνοεῖν, ὅτι ἡ ἀναθυμιωμένη ἀπὸ τῶν ὑδάτων ἀτμιδώδης ἀναθυμίασις μετεωριζομένη καὶ παχυνομένη ἐν τῷ ἀπογείῳ τοῦ περιγείου ἀέρος μεταβάλλεται εἰς ὕδωρ νεφουμένη καὶ γίνεται ὑετός, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἴρηται. ἀλλ’ οὐκ ἀθρόον εἰς ὕδωρ μεταβάλλεται, ἀλλ’ εἰς ῥανίδας, τουτέστι ψεκάδας. εἶτα τούτων τῶν ῥανίδων συνερχομένων ἀλλήλαις γίνεται ὕδωρ καὶ κατέρχεται ὑετός. ἡ οὖν ἶρις ἐν τῷ μεταξὺ χρόνῳ τῶν ψεκάδων καὶ τοῦ ὕδατος ἔχει τὴν γένεσιν. τῆς γὰρ ὄψεως φερομένης ἐπὶ τὰς ῥανίδας ἐκείνας καὶ ὡς ἐπὶ ἐνόπτρου ἐπὶ τὸν ἥλιον ἀνακλωμένης κατὰ διάμετρον τοῦ ἡλίου χρῶμα [*](5 ὥστε scripsi: ὣσπερ VGa ἴριδας Ideler: ἴρις VGa 9 τὸ χρῶμα om. Ga ποικίλως a 16 post διάστημα lacunaiu indicant (litt. xxix V, v G) VGa, quam verbis H πρὸς τὸν ἢλιον explendam esse suspicatiir Ideler. potius eadom fere, quae v. 23 οὐκ ἐξασθενεῖ—27 ὁδεύοντα legiraus, addenda videntur καὶ (ante γὰρ) a: om. VG 17 μελάντερα scripsi: μελαντέρα VGa 19 τὴν ὄψιν addidi 26 τό κατὰ διάμετρον a 33 ἐν τοῖς προλαβοῦσιν] p. 228,14 sqq. 36 τῶν τε ψεκάδων G)
p. 373b32 Ὃτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως ἐστι πρὸς τὸν ἥλιον, φανερόν· διὸ καὶ ἐξ ἐναντίας γίνεται.
Touxo γὰρ ἦν ἀξίωμα τῆς ἀνακλάσεως, ὥστε τὸ κάτοπτρον ἐξ ἐναντίας εἶναι τοῦ ὁρῶντος καὶ τοῦ | ὁρωμένου.
[*](54r)p. 373b35 Καίτοι ἄμφω ἀνάκλασις, ἀλλ’ ἡ τῶν χρωμάτων ποικιλία διαφέρει.
Τὸ πρῶτον ζήτημα, τί δήποτε ἡ μὲν μονίχρους καὶ λευκή, ἡ δὲ τρίχρους καὶ ποικίλη.
[*](2 ἐννοθευμένον a 3 ὅθεν] ἔνθεν G 9 φοινικοῦν VG: πράσινον a αἱ om. a 15 ταὐτὰ Diels: ταῦτα VGa 16 λέξει] of. Ar. p. 375a1 τῶν] τὴν Ar. ἔξω] ἔσω a φοινικείαν] φοινικῆν φοινικίαν F) Ar. 16. 17 μεγίστης γὰρ transpon. Ar. πλείστη προσπίπτει ἡ ἡ om. EHN) ὄψις Ar. 29 ἡ ἀνάκλασις Ga 29. 30 πρὸς τὸν ἥλιόν ἐστι transpon. Av. 30 ἐναντίας ἀεὶ γίνεται Ar. 33 ἀνακλάσεις Ἄι. ἥ γε τῶν Ar. 36 τρίχροος G)p. 374a1 Ἡ μὲν γὰρ ἀπὸ ὕδατος καὶ μέλανος γίνεται ἀνάκλασις [*](54r) καὶ πόρρωθεν ἢ ἐγγύθεν.
Tὰς αἰτίας λέγει τοῦ προβλήματος. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἀπὸ ὕδατος καὶ μέλανος ἐσήμανεν, ὅτι ἡ μὲν ἶρις ἀπὸ καθύγρων νεφῶν γινομένη ποικίλον ἔχει τὸ χρῶμα, ἡ δὲ ἅλως ἀπὸ λεπτοῦ νέφους γινομένη λευκόν. διὰ δὲ τοῦ εἰπεῖν πόρρωθεν ἢ ἐγγύθεν τὴν δευτέραν αἰτίαν εἶπεν, ὅτι ποῦ μὲν κατὰ κάθετον, ποῦ δὲ κτὰ διάμετρον ἀνακλωμένη ἡ ὄψις διάφορα ποιεῖ χρώματα, ποῦ μὲν λευκόν, ποῦ δὲ μέλαν.
p. 374a3 Φαίνεται δὲ τὸ λαμπρὸν διὰ τοῦ μέλανος μὲν φοινικοῦν.
Μετὰ τὸ πρῶτον πρόβλημα δέον εἰπεῖν τὸ δεύτερον, ὁ δὲ οὐ τοῦτο ποιεῖ, ἀλλὰ τὸ πρῶτον λῆμμα λέγει τριῶν λημμάτων, ὅτι τὸ λαμπρὸν ἢ διὰ μέλανος ἢ ἐν μέλανι θεωρούμενον φοινικοῦν ὁρᾶται. καὶ τούτων παραδείγματα λέγει τοῦ μὲν ἐν τῷ μέλανι φαινομένου λαμπροῦ τὴν φλόγα τὴν ἐν καπνῷ, τοῦ δὲ διὰ μέλανος τὸν ἥλιον ἀνίσχοντα. εἶτα φέρει παράδειγμα καὶ ἐπὶ τοῦ χρώματος τῆς ἴριδος τοῦ φοινικοῦ, ὅτι καὶ ἐνταῦθα δι’ ὀλίγης ἀχλύος ὁρώμενος ἥλιος φοινικοῦς φαίνεται, ἐπὶ δὲ τῆς ἃλω διὰ λεπτοτάτης ἀχλύος δίεισιν ἡ ὄψις πρὸς τὴν σελήνην. καὶ διὰ τοῦτο οὐ γίνεται ἐκεῖ χρῶμα βαθύ, ἀλλὰ λευκόν.
p. 374a11 ἔτι δὲ περὶ αὐτὸν μὲν τὸν ἥλιον οὐ γίνεται διατριβὴ τοιαύτη συστάσεως, ἀλλ’ ἢ ὕει ἢ διαλύεται.
Τὸ δεύτερον ζήτημα, τί δήποτε ἶρις οὐ γίνεται περὶ τὸν ἥλιον, ἀλλὰ κατὰ διάμετρον. καὶ ἔλυσεν εἰπών, ὅτι περὶ τὸν ἥλιον ὄντος νέφους οὐ γίνεται πολὺς χρόνος μεταξὺ τῶν ῥανίδων καὶ τοῦ ὑετοῦ, ἀλλὰ ταχὺ εἰς ὕδωρ μεταβάλλεται τὸ νέφος ἢ διαλύεται, ἡ δὲ ἶρις δεῖται παρατάσεως τοῦ μέσου χρόνου.
p. 374a19 ἐφαίνετο δ’ ἂν ἡ ἶρις ὅλη ὣσπερ ἡ περὶ τοὺς λύχνους.
᾿Εντεῦθεν δείκνυσιν, ὅτι τὰ λεγόμενα ἐπὶ ἴριδος οὐκ ἐπὶ πάσης ἴριδος λέγεται, ἀλλὰ μόνης τῆς κατὰ ἀνάκλασιν γινομένης ἀπὸ τῶν νεφῶν πρὸς τὸν ἥλιον.
p. 374a29 ’H δὲ ἀπὸ τῶν κωπῶν ἀναφερομένων ἑκτῆς θαλάσσης ἶρις.
Ἐντεῦθεν ἑτέραν ἶριν παραδίδωσιν, ἥτις μεταξύ ἐστι τῆς λυχνιαίας [*](2 ἢ Ga et Ol. v. 6: ἣδ’ V: ἡ δ’ Ar. μὲν] ἢ ἐν τῷ μέλανι· (διαφέρει γὰρ οὐδέν) Ar. 13. 14 τὴν ἐν καπνῷ ora. in lacuna (litt. ix) G 16 ὁρώμενος corr. ex ὁρμώμενος V2 20 τοιαύτης Ar. ἢ ὕει ἡ om. in lac. (litt. IV) G 26 δ’ om. Ar. 30 τῶν ἀναφερομένων Ar. 32 τῆς τε λυχνιαίας G)
p. 374b9 Δεῖ γὰρ νοήσαντας, ὣσπερ εἴρηται, πρῶτον καὶ ὑποθεμένους, ὅτι λαμπρὸν ἐν τῷ μέλανι ἢ διὰ τοῦ μέλανος χρῶμα ποίει φοινικοῦν.
Ἐντεῦθεν τὰ τρία λήμματα παραδίδωσιν. ἀλλ’ ἐπειδὴ τοῦ πρώτου ἐμνήσθη ἀνωτέρω, πάλιν ἐπαναλαμβάνει αὐτό, ἵνα συνεχῆ ποιήσηται τὴν περὶ αὐτῶν διδασκαλίαν. τούτου χάριν εἶπεν ὥσπερ εἴρηται καὶ τὸ ὑποθεμένους ἀντὶ τοῦ ‘λήμματα λαβόντας’. ὑποθέσεις γάρ εἰσι τὰ λήμματα.
p. 374b11 Δεύτερον δέ, ὅτι ἡ ὄψις ἀποτεινομένη ἀσθενεστέρα γίνεται καὶ ἐλάττων.
Τὸ δεύτερον λῆμμα τοῦτ’ ἔστιν· ἀλλὰ ζητητέον, πῶς ἡ ὄψις ἀποτερνομένη ἐλάττων γίνεται· μείζω γὰρ μᾶλλον ἔδει λέγειν. ἢ ἐλάττονα λέγει αὐτὴν γίνεσθαι κατὰ τὴν δύναμιν, τουτέστιν ἄτονον. ᾧ δῆλον, ὅτι καὶ πλείονα ὅταν αὐτὴν λέγῃ, δυνάμει αὐτὴν λέγει πλείονα, οὐ μεγέθει. οὐκοῦν συμφωνεῖ ἡ τοῦ μεγάλου φιλοσόφου ἐξήγησις πρὸς τὴν ἔννοιαν τοῦ Ἀριστοτέλους ἐπὶ τῆς τάξεως τῶν χρωμάτων τῆς ἴριδος. πλείστην γὰρ εἶπεν ὄψιν ἀν.ακλᾶσθαι ὁ Ἀριστοτέλης ἀπὸ τῆς μείζονος περιφερείας οὐ τῷ ποσῷ, ἀλλὰ τῇ δυνάμει, ὡς εἴρηται.
p. 374b15 Θεωρείσθω μὲν οὖν ταῦτα ἐκ τοῦ περὶ αἰσθήσεις.
’Ev τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πραγματείᾳ τὰ συμβαίνοντα τῇ ὄψει. ἐκεῖ οὖν ἡμᾶς ἀποπέμπει.
p.374b22 Διαφέρει οὐδὲν τὸ ὁρώμενον μεταβάλλειν ἢ τὴν ὂψιν· ἀμφοτέρως ἔσται ταὐτόν.
Νῦν τὰ δύο φησὶ λήμματα, ὅτι τὰ πόρρω φαινόμενα μελάντερα φαί- νονται † καὶ κατὰ ἀνάκλασιν ὁρῶμεν, ἐπὰν αὐτὸ μὲν ἐγγὺς ᾖ, τὸ δ’ ἔνοπτρον μακρόν. οὐδὲν γὰρ διαφέρει τὸ ὁρώμενον πόρρωθεν ὂν τῆς ὄψεως μεταβάλλειν ἀπὸ τοῦ οἰκείου μεγέθους καὶ μικρὸν ὁρᾶσθαι τῷ τὴν ὄψιν διὰ [*](3 fort, καὶ <ἡ> ἀπὸ τῶν ῥανίδων 5 εἴρηται, καὶ ὑποθεμένους πρῶτον μὲν ὅτι λαμπρὸν Ar. 9 ἀνωτέρω] p. 374a3 11 λαβόντας—λήμματα (12) om. a 13 ἐκτεινομένη (praeter F) Ar. 16 post ἀποτεινομένη add. del. ἀσθενεστέρα G 22 ὡς εἴρηται] p. 239,18 23 τοῦ] τῶν Ar. 24 II. αἰσθήσεως x. αἰσθητοῦ] cf. adn. ad p. 227,8 26 δ’ οὐθὲν Ar. 29 1. <τὰ> κατὰ ἁ. ὁρώμενα 31 οἰκείου V: ἰδίου Ga)
p. 374b24 Συμβαίνει γάρ, ὅταν ᾖ τοῦ ἡλίου νέφος πλησίον.
Ἔτι κατασκευάςει, ὅτι ἐπὶ τὸ πλέον προϊοῦσα ἡ ὄψις καὶ ἀτονοῦσα μελάντερον ὁρᾷ τὸ αἰσθητόν. εἰ γὰρ ᾖ ὑπὸ τὸν ἥλιον νέφος λεπτὸν καὶ λευκόν, διὰ τὸ διαπεφορῆσθαι ὑπὸ τοῦ ἡλίου εἰ μὲν ἄντικρυς αὐτὸ Θεασόμεθα, λευκὸν αὐτὸ ὁρῶμεν, εἰ δὲ δι᾿ ὕδατος, μελάντερον, ἐπειδὴ πλείω βαδίζει ἡ ὄψις καὶ | ὡς διὰ πλείονος περιόδου φερομένη ἐξασθενεῖ. ἂντικρους γὰρ αὐτὸ θεωμένη κατὰ μίαν εὐθεῖαν αὐτοῦ ἀντελαμβάνετο, κατὰ δὲ ἀνάκλασιν διὰ δύο. δέδεικται δέ, ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν.
p. 374b30 Ἡ μὲν οὖν ἰσχυροτέρα εἰς φοινικοῦν χρῶμα μετέβαλεν.
Ἐντεῦθεν τἀς αἰτίας λέγει τῶν χρωμάτων. ἡ γὰρ εἰς τὰ πλησίον νέφη προσπίπτουσα ὄψις ὡς ἄν ὀλίγον ἀνιοῦσα διάστημα καὶ δι᾿ ὀλίγου ἀέρος ἀχλυώδους ἐλάττονα πάσχει καὶ τὴν ἀπάτην· αἱ δὲ ἄλλαι ὄψεις διὰ τὸ πολὺ διάστημα διϊέναι καὶ διὰ τὸ διὰ πολλοῦ ἀχλυώδους ἀέρος ὁρᾶν τὸ λαμπρὸν μέλαν αὐτὸ ὁρῶσιν, ὡς εἴρηται.
p. 374b33 Ἀλλ᾿ ἐν τοῖς τρισὶν ὣσπερ καὶ τοῖς ἄλλοις τὰ πλεῖστα, καὶ τούτων ἒσχε τέλος.
Ὥσπερ, φησίν, ἐν τοῖς πᾶσι τὸ τριπλοῦν θεωρεῖται (πάντα γὰρ ἔχουσι καὶ πρῶτα καὶ μέσα καὶ ἒσχατα)· πρῶτον μὲν τὸ φοινικοῦν χρῶμα, δεύτερον τὸ πράσινον, τρίτον τὸ ἁλουργόν. καὶ διὰ τοῦτο τρίχρους ἡ ἶρις· οὐδὲν δὲ ἐν αὐτῇ ἄλλο αἰσθητὸν φαίνεται ἄρα, εἰ μήπου ἀνεπαίσθητόν ἐστι. βούλεται γὰρ ὁ Πτολεμαῖος ἑπτὰ χρώματα εἶναι τῆς ἴριδος. ἀλλ᾿ ὅσον ἐπὶ τούτῳ, Ἀριστότελες, εἰ πάντα ἔχει πρῶτα, μέσα, ἔσχατα, οὐκ ἔστιν ἄμεσον ἐναντίον, ὡς σὺ φῄς· καλῶς γὰρ ἔφη Πλάτῶν πάντα ἔμμεσα εἶναι. ἐπὶ γὰρ ἀρτίου καὶ περισσοῦ ὁ μέσος περισσάρτιος, καὶ μεταξὺ νόσου καὶ ὑγείας ἡ οὐδετέρα κατάστασις, ἵνα μὴ ἀθρόα μεταβολὴ ὑπάρχῃ ἐν τῷ παντί.
[*](1 καὶ (ante ἧττον) in lacuna (litt. ii) om. G τοῦ ὁρατοῦ G: om. Va 3 ὁρᾶν Va: ὁρᾶ G. uncis inclusi 12 μείζονός enore typothetae a 13 ῾H] εἰ G post ἰσχυροτέρα add. ὄψις (praeter F1) Ar. 20 τοῖς ἄλλοις] τῶν ἄλλων Ar. 23 πρῶτον] πρῶτα G 26 ὁ Πτολεμαῖος] in Opticis talia dixisse Ptoleinaeum suspicatur Ideler 28 Πλάτων] Phileb. p. 16)p. 374b35 Διὸ καὶ ἶρις τρίχροος φαίνεται, ἑκατέρα μέν, ἐναντίως [*](54v) δέ.
‘Εκατέρα μὲν ἶρις τρίχροος εἶναι διὰ τὸ πάντα τριττὰ εἶναι, ἀλλ’ ἐναντίως, τουτέστιν ἡ μὲν μείζων ἶρις ἐλαχίστην περιφέρειαν ἔχει φοινεκείαν, ἡ δὲ ἐλάσσων τὴν μεγίστην. ἐπὶ δὲ τοῦ ἁλουργοῦ τὸ ἀνάπαλιν· ἡ μὲν μείζων τὴν μεγίστην, ἡ δ’ ἐλάσσων τὴν ἐλάσσονα. ἐπὶ δὲ τοῦ πρασίνου ἄμφω μέν ἐστιν ἡ τοιαύτη περιφέρεια.
p. 375a1 Ἡ μὲν οὖν πρώτη τὴν ἔξω φοινικείαν ἔχει· ἀπὸ με· γίστης γὰρ περιφερείας πλείστη προσπίπτει ὄψις πρὸς τὸν ἥλιον.
Ἐντεῦθεν ἡ αἰτία τῆς τάξεως τῶν χρωμάτων, καὶ δὴ ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, τὸ πλείστην ὡς πρὸς τὴν δύναμιν δεῖ λαβεῖν, οὐ πρὸς τὸ πλῆθος τῆς ὄψεως.
Πρᾶξις λη.
p. 375a7 Τὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παράλληλα φαίνεσθαι. ἐπειδὴ τῇ προτεραίᾳ δείξας ἦν ὁ φιλόσοφος τὴν αἰτίαν, δι’ ἣν τρίχρους ἡ ἶρις, διὰ τὸ καὶ ἐν τοῖς κατὰ ἔμφασιν γινομένοις εἶναι καὶ πρῶτα καὶ μέσα καὶ ἔσχατα, ὥσπερ ἐν πᾶσι τοῖς καθ’ ὑπόστασιν, ὁρῶμεν δὲ καὶ ἕτερον χρῶμα ἐν τῇ ἴριδι παρὰ τρία τὰ εἰρημένα, λέγω δὴ φοινικοῦν, πράσινον, ἁλουργόν (γίνεται γὰρ ἐν αὐτῇ καὶ ξανθὸν χρῶμα), ἄξιόν ἐστιν ἀπορῆσαι, πῶς τρίχρουν λέγει εἶναι τὴν ἶριν καὶ τοῦ ξανθοῦ χρώματος κατ’ αὐτὴν ἐμφαινομένου. ἢ ῥητέον, ὅτι τρία χρώματα λέγει εἶναι τῆς ἴριδος ὁ φιλόσοφος κατὰ ἀνάκλασιν γινόμενα, τὸ φοινικοῦν λέγω καὶ τὸ πράσινον καὶ τὸ ἁλουργόν. τὸ γὰρ ξανθὸν οὐ γίνεται κατὰ ἀνάκλασιν, ἀλλὰ μᾶλλον κατὰ κρᾶσιν τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου χρώματος· κιρνωμένου γὰρ τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου γίνεται τὸ ξανθὸν χρῶμα. καὶ ὅτι τοῦτο ἀληθές ἐστι, καὶ ὅτι δυνατὸν ἀπὸ κράσεως τινων χρωμάτων ἕτερον γίνεσθαι χρῶμα, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ ἓξ ἐπιχειρημάτων. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ἐὰν ἧττον μέλαν παρὰ μελάντερον παραβληθῇ, δόξει λευκὸν εἶναι τὸ ἧττον μέλαν διὰ τὸ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις λανθάνειν. ἰδοὺ γοῦν ἧττον ῥυπαρὰ ἱμάτια παρὰ τὰ μᾶλλον ῥυπαρὰ παραβαλλόμενα καθαρὰ εἶναι δοκεῖ. τούτων οὕτως ἐχόντων, ἐπὰν μελάν- [*](1 ἶρις Ar. τρίχρως Ar. 1. 2 ἑκατέρα μέν, ἐναντίως δέ om. a 3 fort, τρίχροος ἐστι· 8 πρώτη τὴν ἔξω Ga Ar.: ἔξω τὴν πρώτην V φοινικείαν Ga: φοινικίαν V, cod. F Ar.: φοινικῆν Ar. (praeter F): cf. p. 239, 16 9 ἡ ὄψις (contra EHN) Ar. 19 ante τρία add. τὰ G 20 γὰρ G: δέ Va 22 ἐμφαινομένου] ἐμφερομένου a 25. 26 κιρνωμένου G: κρινωμένου Va)
p. 375a7 Τὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παράλληλα φαίνεσθαι.
Διὰ τὸ πλησίον ἀλλήλων εἶναι τὸ φοινικοῦν καὶ τὸ πράσινον, ἕτερον ἐκ τῆς τούτων κράσεως γίνεται χρῶμα, τὸ ξανθόν. καὶ ὅτι ἀπὸ κράσεως ἄλλων χρωμάτων, ἀποδείκνυσι διὰ ἓξ ἐπιχειρημάτων.
p. 375 a 9 Ἑν γὰρ τῷ μελαντάτῳ νέφει μάλιστα ἄκρατος γίνεται ἶρις.
Ἄκρατος, τουέστιν ἀμιγὴς τοῦ φοινικοῦ χρώματος. ἐν γὰρ τῷ μελαντάτῳ νέφει τὸ φοινικοῦν λευκὸν φαίνεται διὰ τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐὰν ἧττον μέλαν παρὰ μᾶλλον μέλαν παραβαλλόμενον, ξανθὸν φαίνεται.
p. 375a14 Καὶ πάλιν ἀπομαραινομένης τῆς ἴριδος, ὅταν λύηται τὸ φοινικοῦν.
Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι μέλλουσα ἀποπαύεσθαι ἡ ἶρις εἰς ξανθὸν μεταβάλλεται τὸ φοινικοῦν διὰ τὸ λευκαίνεσθαι τὰ νέφη, ἅτινα παραβαλλόμενα παρὰ τὸ πράσινον ξανθὸν χρῶμα δείκνυσι.
p. 375a17 Μέγιστον δὲ σημεῖον τούτων ἡ ἀπὸ τῆς σελήνης ἶρις.
Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἡ ἀπὸ τῆς σελήνης ἶρις πρὸς τὸ [*](6 φησιν] p. 375b 21 sqq. post ἐὰν add. αἱ (contra EITN) Ar. 7 ποιῶσιν Ar. HK] ἡ κݲ G: ἡ ΗΚ Ar. 10 post προσπεσοῦνται add. αἱ (piaeter N) Ar. 11 ἐξ ἧς] an ἑξῆς? ἡ ΜΗ εὐθεῖα scripsi (cf. p. 247,12): ἡ μݲηݲ εὐθεία G: κݲμݲηݲ εὐθεία (—ᾳ a) Va 12. 13 εἰ δὲ ἄνισά a: εἰ δὲ ἄνισαί VG 10 ’Kv] εἰ G ante ἴρις add. ἡ (contra EHN) Ar. 22 ἐὰν cm. a fort. παραβαλλόμενον (r) 24 post ἴριδος add. ἐγγυτάτω (praeter Ε1) Ar. λύη G 25 ante τὸ add. καὶ Ga 27 μεταβάλλει a)
p. 375a22 Γίνεται δὲ τοῦτο τὸ πάθος καταφανὲς καὶ ἐπὶ τῶν ἀνθῶν.
Ἄνθη καλεῖ τὰ ποικίλματα τὰ ἐν τοῖς ἱματίοις γινόμενα. καὶ ἔχεις τὸ τέταρτον, ὅτι ταῦτα παραβαλλόμενα πρὸς ἄλληλα πολλὰ χρώματα ποιοῦσιν ἐκ τῆς κράσεως.
p. 375a25 Οἶον ἡ πορφύρα ἐν λευκοῖς ἢ μέλασιν ἐρίοις.
Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἡ ἁλουργὶς διάφορα ποιεῖ χρώματα ἐν διαφόροις ἱματίοις βαλλομένη διαφέρουσι τῇ χροιᾷ.
p. 375a26 Διὸ καὶ οἱ ποικιλταί φασ’. διαμαρτάνειν ἐργαζόμενοι πρὸς τὸν λύχνον.
Τὸ ἕκτον ἐπιχείρημα τὸ τῶν ποικιλτῶν.
p. 375132 Μακροτέρα γὰρ ἀποτεινομένη ἡ ὄψις.
Ἐντεῦθεν δηλοῖ τὴν αἰτίαν, δι’ ἣν ἀμυδροτέρα ἡ ἐκτὸς ἶρις φαίνεται τῆς ἐντός.
p. 375b2 Ὣστ’ ἔλαττον προσπίπτουσα τὰ χρώματα ποιεῖ ἀμαυρόερα φαίνεσθαι.
Ἔλαττον οὐ τῷ πλήθει (πλείονες γὰρ προσπίπτουσιν ὄψεις πρὸς τὴν ἐκτὸς περιφέρειαν), ἀλλ’ ἔλαττόν ἐστιν ἐν τῇ δυνάμει. ἀλλ’ ἐπειδὴ γὰρ πορρωτέρω τῆς ὄψεως εἰσι τὰ ἐπὶ αὐτὴν νέφη, ἀτονοῦσιν αἱ ἀκτῖνες ἐκεῖσε προσπίπτουσαι, καὶ διὰ τοῦτο ἀμυδρὸν γίνεται τὸ χρῶμα τὸ τῆς ἔξω ἴριδος.
p. 375b16 Ὃτι δ’ οὔτε κύκλον οἷόν τε γενέσθαι τῆς ἴριδος οὔτε μεῖζον ἡμικυκλίου τμήματος.
Ἐντεῦθεν διὰ γραμμικῆς ἀνάγκης ἀποδείκνυσι τὴν ἶριν ἀναγκαίως κυκλικὸν σχῆμα ἀπολαμβάνειν, καὶ οὐδέποτε μεῖζον ἡμικυκλίου γίνεται.
[*](3 τὸ om G καταφανὲς καὶ] κατὰ τὸ φαίνεσθαι Ga 5 καλεῖ τὰ] καλεῖται G 7 ἐκ τῆς] ἐκτὸς a 8 ἡ πορφύρα] καὶ τὰ (τὰ om. E) πορφυρᾶ Ar. 9 ἁλουργὶς scripsi coll. p. 244,21): ἁλουγὸς VGa 14 μακροτέραν (μακροτέρα EHN, μακρότερον F) Ar. γὰρ om. (la 15 δηλοῖ a: om VG 17 ἔλαττον Ga: ἐλατων V1: ἐλάττων Ar. 19 post Ἒλαττον add. δυνάμει a πλείονες] ἐλάττονες a 20 dele ἐν 21 τονοῦσιν G 22 ἀμυδρότερον G 2;5 γενέσθαι] γίγνεσθαι (praeter HN) Ar. 21 τμήματος G: τμήματα V: τμῆμα a et Ar. Ἐντεῦθεν —ἡμικυκλίου (20) lac. iud. om. a 26 γίνεται] fort. γίνεσθαι)p. 375b19 Ἡμισφαιρίου γὰρ ὄντος κύκλου τοῦ ἐφ’ οὖ Α, κέντρου [*](56r) δὲ τοῦ Κ.
Κέντρον νῦν λέγει τὸ Κ τοῦ παντός, καθότι τὸ ὄμμα, ὅπου ἄν ᾖ, κέντρου λόγον ἐπέχει πρὸς ἡμισφαίριον, οὐ τοῦ ὁρίζοντος, ὡς ὁ Ἀφροδισιεὺς ἐνόησεν.
p. 375b21 Ἐὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι κοιήσωσιν ὥσπερ ἄξονα τὴν ἐφ’ ᾗ ΗΚ, κἄν ἀπὸ τοῦ Κ ἐπὶ τὸ. Μ.
Γραμμὰς λέγει τὰς ἀπὸ τοῦ ὄμματος ἐκπμπομένας ὄψεις ἐπὶ τὸ νέφος καὶ ἀνακλωμένας ἐπὶ τὸν ἥλιον, αἵτινες ποιοῦσι κώνους δύο, τὸν μὲν μέγαν, τὸν δὲ μικρόν ἀμφοτέρους ἔχοντας τὴν αὐτὴν βάσιν τὴν † ἐφ’ ᾗ κορυφὰς δὲ διαφόρους, τὸν μὲν μείζονα πρὸς τὸν ἥλιον ἔχοντα τὴν κορυφήν, τὸν δ’ ἐλάττονα πρὸς τὸ ὄμμα· ἄξονα δὲ τῶν δύο τὸν αὐτόν, τὴν ΗΚ, ἥτις ἐν αὐτῷ τῷ ἐπιπέδῳ τοῦ ὁρίζοντός ἐστι. καλῶς δ’ εἶπεν ‘οἷον ἄξονα', ἐπειδὴ οὐ κυρίως ἐστὶν οὗτος ἄξων, ἀλλὰ νοεῖται, ἐπειδὴ κατὰ περιαγωγὴν τῶν τριγώνων γίνεται οὗτος ἄξων, ἐπειδὴ κυρίως ἄξων ἡ κάθετός ἐστιν ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος πεμπομένη.
p.375b23 Καὶ ἀπὸ τοῦ Κ ἐπῖ τὸ Μ, ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν ἀπὸ τοῦ ἡμισφαιρίου ἐπὶ τὸ Η, ἐπὶ τὴν μείζω γωνίαν.
Οὐκ ἄρα, ὦ Ἀλέξανδρε, κέντρον ἐστὶ τὸ K τοῦ ὁρίζοντος. ἦ γὰρ ἂν οὕτως ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἐκβληθεῖσα εὐθεῖα ἴσας ἂν ἐποίησε τὰς πρὸς τῇ περιφερείᾳ γωνίας· νῦν δὲ μείζονα λέγει τὴν μίαν.
p. 375b28 ἐὰν δ’ ἐπάνω ἀεὶ ἐλάττω ἡμικυκλίου.
Ἐὰν πρὸς τῷ ὁρίζοντί ἐστιν ὁ ἥλιος, ἡμικυκλίου ὀφθήσεται ἡ ἶρις διὰ τὸ τέμνεσθαι τὸν ταύτης κύκλον ὑπὸ τοῦ ὁρίζοντος ἢ διὰ τὸ οἷον κέντρον εἶναι τῆς ἴριδος τὸν ἥλιον καὶ εἶναι αὐτὸν ἐν τῷ ὁρίζοντι.
p. 375b31 Καὶ τὸ ἐπίπεδον ἐκβεβλήσθω, ἐν ᾧ τὸ Α.
Ἐντερῦθεν δείκνυσιν, ὅτι ἡμικύκλιόν ἐστιν ἡ ἶρις διὰ τὸ τέμνεσθαι τὸν [*](1 post ὄντος add. ἐπὶ τοῦ ὁρίζοντος Ar. ἐφ’ οὗ Α] ἐφ’ ᾦ (οὖ Ε) τὸ Α Ar. 3 τοῦ κݲ G 4 ὁ Ἀφροδισιεὺς] in Meteor, p. 162,32sq. 5 ἐνόησεν] ἐνόμισεν G 6 post ἐὰν add. αἱ (contra ΕΗΝ) Ar. 6. 7 ποιῶσιν Ar. 7 ΗΚ] κݲ G xav V: καὶ αν Ga: καὶ Ar. et 01. v. 17, p. 249,7 10 ἐφ' ᾖ ηݲκݲ V: ἐφ’ ἓν G: κݲμݲ a. fort. ΜΝ vel Π; cf. p. 247,29; 248,1 15 ἄξων (post κυρίως) cm. a 18 Η] μݲ G 19 κέρτρον G ἦ] εἰ a 22 Ἐὰν δ’ ἐπάνω] ἐνδεπάνω G ἀεὶ ἐλάττω V: δὴ ἐλάττω Ga: ἔλαττον ἀεὶ ἀεὶ ἔλαττον FHN) Ar. 23 lege ἡμικύκλιον 24 ὑπὸ] ἀπὸ G 20 ἐπίπεδον G Ar.: ἐπίπροσθεν Va ᾦ] τῷ G τὸ Ga Ar.: ἡ V 27 post δείκνυσιν add. ἡ ἶρις G)
Ἡ τομὴ τέμνουσα τὴν σφαῖραν τῆς ἴριδος κύκλος ἐστὶ μέγιστος· ὁ [*](56v) γὰρ ὁρίζων ἐστί.
p. 375b33 Διοίσει γὰρ οὐδέν, ἂν ὁποιονοῦν ἐπὶ ἐπὶ τῆς ΗΚ κατὰ τὸ τρίγωνον τὸ ΚΜΗ ἐκβληθῇ τὸ ἐπίπεδον.
Οὐδὲν διαφέρει, ὁποιονοῦν ἐπίπεδον τῶν ἐπὶ τῆς ΗΚ τριγώνων ἐκβάλλων τέμῃς τὸν κύκλον τῆς ἴριδος· οὕτω γὰρ ἡμικύκλιον ἔστι καὶ οὐ κύκλος. οὐκοῦν ἐκβαλλέσθω τὸ ἐφ’ ᾧ Α ἐπίπεδον καὶ τεμνέτω τὸν κύκλον τῆς ἴριδος· ἡμικύκλιον ἄρα ἔσται. ἀλλ’ ἐνταῦθα μὴ ἀπατηθῇς καὶ νομίσῃς, ὅτι τὸ Α ὡς ἐπίπεδον λαμβάνει τοῦ ἡμικυκλίου. δείξομεν γὰρ ἐν τοῖς ἐφεξῆς, ὅτι τὸ Α ἡμισφαίριον καλεῖ τοῦ παντός.
p.376a1 Αἱ οὖν ἀπότων ΗΚ ἀναγόμεναι γραμμαὶ ἐν τούῳ τῷ λόγῳ οὐ συσταθήσονται τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ ἄλλο σημέῖον.
Ἐνταῦθα ἐκεῖνο τὸ λῆμμα παραδίδωσιν, ὃ προελάβομεν ἡμεῖς, ὅτι ἐὰν ληφθῇ τι σημεῖον ἐπὶ τῆς τοῦ ἡμικυκλίου διαμέτρου, ὃ μή ἐστι κέντρον, καὶ διὰ σημείου ἐκείνου ἐκβληθεῖσα εὐθεῖα ἐπὶ τὴν περιφέρειαν ἐπιζευχθῇ κατὰ τὸ πέρας τῇ διαμέτρῳ, ὡς δύο γενέσθαι εὐθείας, οὐ γενήσονται ἐν τῷ αὐτῷ ἡμικυκλίῳ ἄλλαι δύο εὐθεῖαι πρὸς ἄλλο καὶ ἄλλο σημεῖον οὖσαι παρὰ τὰς πρώτας τὸν αὐτὸν λόγον ἔχουσαι ταῖς πρώταις. κέχρηται δὲ τούτῳ ὁ φιλόσοφος τῷ λήμματι, ἵν δείξῃ, ὅτι ἡ ΠΜ ἀνάλογόν ἐστι τῇ Δ. τοῦτο δὲ κατασκευάζει, ἵνα δείξῃ, ὅτι τὸ Π πόλος ἐστὶ τῆς ἴριδος, καὶ πᾶσαι αἱ ὄψεις πρὸς τὴν ὑπ’ αὐτοῦ περιαγομένην γραμμὴν νοητὴν πίπτουσι καὶ οὐ πρὸς ἄλλην τινά. εἰ γὰρ πρὸς ἄλλο σημεῖον πέσωσί τινες τῶν ὄψεων, εὑρεθήσονται ἐν τῷ αὐτῷ ἡμικυκλίῳ πρὸς ἄλλο καὶ ἄλλο σημεῖον κλώμεναι εὐθεῖαι τὸν αὐτὸν λόγον ἔχουσαι, ὅπερ ἄτοπον.
p. 376a3 ἐπεὶ γὰρ τά τε KH σημεῖα δέδοται, καὶ ἡ ΚΗ δεδομένη ἂν εἴη καὶ ἡ ΜΗ, ὥστε καὶ ὁ λόγος τῆς ΜΗ πρὸς ΜΚ.
Δέδεικται ἐν τοῖς Δεδομένοις, ὅτι ἐὰν δύο σημεῖα δοθῇ τῇ θέσει, τουτέστιν ὁμολογηθῇ, καὶ ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα δέδοται, καὶ λέγεται [*](6 ὁποιονοῦν Va: ὁποῖον G: ὁποιανοῦν Ar. 7 τὸ (ante ἐπίπεδον) om. V et Ar. cod. H 14 οὑν om. Ga ἀγόμεναι Ga 11) διὰ σημείου scripsi coll. p. 245,25: διαμένει VGa 22 παρὰ] περὶ G 26 ἄλλην G: ἄλλον Va 28 καὶ ἄλλο repetit G 29 τά τε KH] τά τε HK (piaeter E) Ar. ἡ KH] ἡ κݲμݲ Ga 30 aute ΜΚ add. τὴν (contra EFHN) Ar. 31 ἐν τοῖς Δεδομένοις] Euclid. Dat. 26)
p. 376a5 Δεδομένης οὖν περιφερείας ἐφάψεται τὸ Μ. ἔστω δὴ αὕτη ἐφ’ ᾗ τὸ ΝΜ.
Ἐπειδή, φησί, δέδοται τὸ ΜΝ νέφος καὶ ἡ ΜΝ περιφέρεια, δέδοται δὲ καὶ ἡ ΚΜ εὐθεῖα, ἐφάψεται ἄρα ἡ ΜΚ εὐθεῖα τῆς ΜΝ περιφερείας.
p. 37Ga7 Ὥστε τομὴ τῶν περιφερειῶν δέδοται.
Ἐπειδὴ αἱ εὐθεῖαι δεδομέναι εἰσίν, ἐκβάλλομεν τὰς περιφερείας τῆς ἴριδος· οὐκοῦν δέδοται ἡ τομὴ τῶν πρὸς ἄλληλα τῇ ΜΝ.
p. 376a7 Πρὸς ἄλλῃ δέ γε ἢ τῇ ΜΝ περιφερείᾳ ἀπὸ τῶν αὐτῶν σημείων ὁ αὐτὸς λόγος ἐν τῷ αὐτῷ ἐπιπέδῳ συνίσταται.
Αὕτη ἐστὶν ἡ πρότασις τοῦ προληφθέντος λήμματος. Πρᾶξις λθ.
p. 376a10 ἐκκείσθω οὖν τις γραμμὴ ἡ ΔΒ καὶ τετμήσθω ὡς ἡ ΜΗ πρὸς τὸ ΜΚ, ἡ Δ πρὸς Β.
Δείξας ὁ Ἀριστοτέλης, ὅτι Κυκλοειδὴς γίνεται ἡ ἶρις, καὶ ὅτι ἡμικύκλιον, εὑρηκὼς δὲ καὶ τὸν μὲν ἕνα πόλον αὐτῆς διὰ τοῦ Π σημείου, νῦν βούλεται καὶ τὸν ἕτερον αὐτῆς πόλον εὑρεῖν καὶ ἐπὶ τούτῳ δεῖξαι, πῶς [*](3 τὴν AEJ τ, deinde spatium litt. IX V ἡ AE πρὸς τὴν AE sane corriiptum; ἥδε πρός τήνδε teiuptat Ideler fort, recte; sin ad lineas quasdam siguiticandas pertinent litterae illae, coll. p. 254,6 scripserim ἡ Δ πρὸς τὴν 11 5 τὸ H] τὸ ηݲοݲ G γὰρ ἥλιος om. V 6 ἡ Kil Ideler: ἡ #x772; VGa 7 τοῦ H] τοῦ #x772; G 10 ἡ AB om. G xov om. V 13 xo NM scripsi: xa (to F) NM Ar.: τὸ ηݲμݲ VGa 15 τομὴ refeci ex Ar. ἡ τ. Ar.): τὸ #x772; VGa 18 Πρὸς—ΜΝ om. Ga πρὸς ἄλλῃ δέ τῇ πρὸς τῇ MN Ar. 23 τὸ ΜΚ] ΜΚ Ar. ἡ Δ πρὸς Β om. a τὸ Β Ar. 25 Π] ηݲ G)
p. 376b1 Ὥστε ἀπὸ τῶν ΗΚ σημείων οὐ μόνον πρὸς τῇ ΜΝ περιφερείᾳ συσταθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον. ἀλλὰ καὶ ἄλλοθι· ὅπερ ἀδύνατον.
Ἰδοὐ ἐντεῦθεν ἐδημοσίευσε τὴν χρείαν τοῦ προληφθέντος λήμματος.
p. 376b7 Ἐὰν ἐὰν οὖν τούτῳ ἐφ’ ᾧ τὸ Π πόλῳ χρώμενος, διαστή- ματι δὲ τῷ ἐφ’ ᾧ ΠΜ, κύκλος γραφῇ, ἀπασῶν ἐφάψεται τῶν γωνιῶν, ἃς ἀνακλώμεναι ποιοῦσιν ἀπὸ τοῦ ΜΗ.
Ἐάν, φησί, πρὸς ὀξεία γωνίας ἀπὸ τοῦ Π ἀχθῇ τις εὐθεῖα ὡς ἡ ΠΜ ἐπὶ τὸ νέφος, ἔνθα πίπτουσιν αἱ ὄψεις, εἶτα περὶ τὸ Π στρεφομένη ἡ ΠΜ εὐθεῖα κύκλον γράψει, ὁ κύκλος οὗτος ἁπασῶν ἐφάπτεται τῶν † κλάσεων, ὧν κλῶνται αἱ ὄψεις προσπίπτουσαι πρὸς τὸ νέφος. καὶ ἔστι πόλος ἐκείνου τοὐ κύκλου τὸ Π, οὗ κέντρον ἐντὸς τοῦ κύκλου ἠρμένον. καὶ κέντρον οὐδὲν ἄλλο ἐστὶν ἢ πόλος ἐν κύκλῳ ὤν.
p. 376b12 ἐὰν οὖν περιαγάγῃς τὸ ἡμικύκλιον τὸ ἐφ' ᾧ τὸ Α περὶ τὴν ἐφ' ᾗ ἡ ΚΠ.
Ἔστι δὴ ἔθος αὐτῷ ἀπὸ τῶν ἀρκτικῶν στοιχείων ὀνομάζειν τὰ πράγματα. τί γὰρ δήποτε τὸ ἡμικύκλιον Α ἐκάλεσεν; ἔδει γὰρ μᾶλλον Η εἰπεῖν. ἢ διὰ τούτου ἐνδείκνυται, ὅτι τὸ ἡμικύκλιον οὐ τοῦ ὁρίζοντος λαμβάνει, ἀλλὰ τὸ ἡμισφαίριον τοῦ παντός· ὅθεν ἐπειδὴ τοῦτο ἄνω ἐστί, τούτου χάριν Α αὐτὸ ἐκάλεσε. τί οὖν φησιν; ὅτι ἐὰν ἐπινοίᾳ περιαγάγῃς τὸ ἠμισφαίριον περὶ τὸν ἄξονα, ἐν ᾧ ἐστιν ἡ ΚΠ, τουτέστι πέριξ συμπερι- αγάγῃς ἐν αὐτῷ καὶ τὸ ΗΚΜ τρίγωνον, † ὡς πολλὰ γενέσθαι τρίγωνα ὅμοια αὐτῷ, τουτέστιν ἰσογώνια αὐτῷ καὶ ἰσόπλευρα ἐν διαφόροις ἐπιπέδοις κτὰ τὴν περιαγωγὴν γινόμενα.
[*](3 HK] ηݲξݲ a 4 post Κε add. γενήσεται (i 10 Ἐὰν] ἄν (praeter N) Ar. τούτῳ] Ar. 11 ΠΜ] Mn Ar. 12 αἱ ἀπὸ Ar. ΜΗ Ar. μݲ G: μݲνݲ V (?) et a 15 1. γράψῃ οὗτος] οὕτως G 16 κλάσεων, ὧν vix sanuin. veliin γωνιῶν, ἐφ’ ἃς 9 Ἐὰν] ἄν (praeter N) Ar. 20 ἡ KII] IIKil Ar. 22 ἐκάλεσεν ἁ transpon. a 21 ἄνω τοῦτο transpun. (i 27 ὡς πολλὰ γενέσθαι] fort. εἰκὸς πολλὰ γενέσθαι 28 τουτέστιν ἰσογώνια αὐτῷ G: τουτέστιν ἰσογώνια om. a)p. 376b16 Καὶ ἢν ποιήσωσι δὲ γωνίαν αἱ ΗΠ καὶ ΜΠ ἐπὶ τῆς [*](58r) ΗΠ, ἀεὶ ἴση ἔσται.
Οὐ μόνον, φησί, τὰ τρίγωνα ἰσογώνια γενήσεται καὶ ἰσόπλευρα, ἅπερ ἀπὸ τῶν ἀνακλάσεων γίνονται, ἀλλὰ καὶ ἀπὸ τοῦ πόλου γινομένη γωνία ἀπὸ τοῦ Hfl f Δὶ πόλου καὶ τῆς ΜΠ τῆς ἐπὶ τὸ νέφος ἐπιζευγνυμένης καὶ περιαγομένης νοητῆς ἀεὶ ἡ αὐτὴ ἔσται περιαγομένου τοῦ ἡμισφαιρίου κτὰ τὴν ἐπίνοιαν.
p. 346b18 τούτων δ’ αἱ κάθετοι ἐπὶ τὸ αὐτὸ σημεῖον πεσοῦνται.
Tούτων, ποίων; ἢ τῶν τριγώνων λέγει τῶν γινομένων ἐκ τῆς περιαγωγῆς. ἐπειδὴ γὰρ ὅμοιαί εἰσι καὶ ἴσαι, δηλονότι αἱ ἀπὸ τῶν γωνιῶν αὐτῶν κάθετοι ἐφ’ ἓν σημεῖον πεσοῦνται καὶ ἐκτὸς αὐτῶν, ἐπειδὴ ἀμβλυγώνιοί τε καὶ ἀνισόπλευροί εἰσιν· ἕκαστον γὰρ αὐτῶν μεγίστην μὲν ἔχει τὴν ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον, ἐλαχίστην δὲ τὴν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος, μέσην δὲ τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὸ ὄμμα.
p. 376b22 Τῶν μὲν γὰρ ἄνω τὸν ἥλιον οὐ κρατεῖν, τῶν δὲ πρὸς τῇ γῇ στηριζομένων κρατεῖν, καὶ διαχεῖν τὸν ἀέρα.
Ἐνταῦθα τὴν αἰτίαν λέγει τοῦ ἡμικύκλιον φαίνεσθαι τὴν ἶριν. ἐπειδὴ γὰρ οὐδὲν ἄλλο ἐστὶν ἡ ἶρις ἡ τὸ κρατεῖσθαι τὸν ἥλιον ὑπὸ τοῦ νέφους ὅταν γὰρ αὐτὸς κρατήσῃ, διαλύει τὸ νέφος, καὶ οὐ γίνεται ἶρις), ὅταν οὖν ἀνατέλλῃ ὁ ἥλιος, δηλονότι ἐκπεμπόμεναι ἀπ’ αὐτοῦ ἀκτῖνες ἡ μέν ἐστι κάθετος, αἰ δὲ πρὸς τῇ καθέτῳ, αἱ δὲ πόρρω τῆς καθέτου. ἐπειδὴ οὖν κάτω αὐτοῦ ὄντος ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ κτὰ διάμετρον πί πτουσιν ἐπὶ τοῦ ὁρίζοντος καὶ περὶ τὸν ὁρίζοντα, αὗται ἐντονώτεραι οὖσαι διαλύουσι τὰ περὶ τὸν ὁρίζοντα νέφη καὶ οὐκ ἐῶσιν ἐκεῖ συστῆναι τὴν ἶριν· αἱ δὲ πόρρω τῆς καθέτου, τουτέστιν ὑπεράνω τοῦ ὁρίζοντος πίπτουσα.., ἐπειδὴ οὔκ εἰσιν ἐκεῖναι ἔντονοι διὰ τὸ ἐπὶ πλέον διίστασθαι καὶ εἰς ἀχανὲς λοιπὸν χωρεῖν, οὐ διαλύουσι τὰ νέφη· καὶ λοιπὸν ἐκεῖ μόνον γίνεται ἡ ἶρις, οὐκέτι δὲ καὶ κάτω περὶ τὸν ὁρίζοντα. ἔνθεν οὐ γίνεται κύκλος ἡ ἶρις ἐφαπτόμενος τοῦ ὁρίζοντος, ἀλλὰ ἡμικύκλιον μόνον, ἐπειδὴ οὐ συγχωροῦσιν αἱ κάθετοι ἀκτῖνες συστῆναι κάτω νέφος μέλαν.
p. 376b24 Γίνεσθαι δὲ καὶ νέφος νυκτῶν ἀπὸ τῆς σελήνης ὀλιγάκις.
Touxo ὡς πρὸς ἀπόδειξίν τινα ἐπήγαγε τοῦ τὴν ἶριν γίνεσθαι κρατουἢν [*](1 ποιήσωσι] ἢν ποιοῦσι ποιήσουσι KIIN) Ar. αἱ Ar: οἱ V: om. (ki llll] ἡ πݲ G MH] μݲσݲ G 2 I in, ἀεὶ ἴση Ar: ηݲπݲαݲ ἴση G: ηݲπݲ ἴση Va 4 καὶ ἀπὸ] malim καὶ <ἡ> ἐπὶ 5 ΛΞ πόλου] conicio ἄξονος; of. p. 258,26 17 ἡμικυκλίου Ga 18 ἠ om. a 22 ’tto Diels coll. v. 28; 260,17: ὅτε VGa 31 νέφος νυκτῶν] Ar.)
Πρᾶξις μݲ
p. 376b28 Πάλιν ἔστω ὁρίζων καὶ τὰ ἑξῆς.
Διδάξας ἠμᾶς ὁ Ἀριστοτέλης τὴν αἰτίαν τοῦ κυκλικοῦ τῆς ἴριδος σχήματος, καὶ ὅτι τοῦ ἡλίου ὄντος ἐπὶ τοῦ ὀρίζοντος ἡμικύκλιον φαίνεται, εντι πρὸς τούτοις καὶ τὸν ἕτερον πόλον τῆς ἴριδος ὄντα μεταξὺ τοῦ κέντρου τῆς ἴριδος καὶ τοὐ ἐξ ἐναντίας πέρατος τῆς διαμέτρου, νῦν πάλιν ἀρθέντος ἀπὸ τοῦ ὁρίζοντος τοῦ ἡλίου ζητεῖ τὸ σχῆμα τῆς ἴριδος, ὅπερ ἐστὶν ἡμικύκλιον. οὐκέτι δὲ ἡμικύκλιον φαίνεται ἡ ἶρις, ἀλλ’ ἐλάττων ἡμικυκλίου· ἀρθέντος γὰρ τοῦ ἡλίου ἀπὸ τοῦ ὁρίζοντος φαίνεται ἡ ἶρις ἐλάττων ἡμικυκλίου, καὶ γίνεται τὸ κέντρον αὐτῆς ὑπὸ γῆν καὶ ὁ πόλος. καὶ ὅσον ἐξαίρεται ὁ ἥλιος, τοσοῦτον ἐλαχίστη φαίνεται ἡ ἴρις· καὶ ὅταν γένηται πρὸς τῷ μεσημβρινῷ, καταπίνεται. πρὸς τούτοις δὲ καὶ ἄλλα δύο σημαίνειν ἔφη ὁ μέγας φιλόσοφος· τὸ κλίνεσθαι τὴν ἶριν ἐπὶ τὰ μέρη, ἐφ’ ἃ καὶ ὁ πόλος γέγονεν, ὑπὸ γῆν· πρὸς τούτοις δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ὅτε μέν ἐστιν ἡμικύκλιον ἡ ἶρις, ἐλάττονος τμῆμα κύκλου εἶναι δοκεῖ, ὅτε δ’ ἐλάττων ἡμικυκλίου φαίνεται, μείζονος κύκλου. ταῦτα δείκνυται οὕτως, καὶ πρῶτον τὰ Ἀριστοτέλους εἴπωμεν· ἔστω ὁρίζων κύκλος ἡ ΑΒΓ καὶ ἐξῃρήσθω ὁ ἥλιος ἀπὸ τοῦ ὁρίζοντος καὶ ἔστω ὡς κατὰ τὸ Η. ἡ δὲ τοῦ ὁρίζοντος διάμετρος ἔστω ἡ ΑΓ, τὸ δὲ κέντρον τὸ Κ. ἀρθέντος οὖν τοῦ ἡλίου τὸ κέντρον τῆς ἴριδος καὶ ὁ πόλος ὑπὸ γῆν γίνεται τοῦ Κ ὑπὲρ γῆς ὄντος, καινοῦ ὄντος τοῦ ἄξονος τοῦ ΗΚΟΠ, ἐφ’ οὗ ἐστι τὸ κέντρον τῆς ιδος τὸ καὶ ὁ II πόλος. Ἄι ἐπεί ἐστι τὸ Κ κέντρον ἐπάνω καὶ ἤρθη ὁ ιος, [*](3 καὶ (ante νὺξ) om. a 6 ante προσπιπτούσας addo ὥστε 12 ἰριοδῆ a 15 ὁ ὁρίζων (praeter FN) Ar. 25 σημαίνειν ἔφη] σημαίνει μέρη a 26 μέρη] νέφη a 28 κύκλου τμῆμα transic. Ga 30 εἴπομεν a 33 ὑπὲρ γῆς] ὑπὲρ γῆν G 34 καινοῦ] κ ante spatium V ΗΚΟΠ Ideler: ΗΚΟΠ Ιδελερ: ηݲοݲυݲπݲ VGa 35 ὁ οݲπݲ VGa (iibiqne in sqq.) post ἐπεὶ addas γάρ nisi forte (otiuu cniintiatuin ad p. 2(11,2 πόλος nt iterationem vcrboium, ipiae antocodiint, dolcndiim censes)
p. 376b29 Ὁ δὲ ἄξων ἔστω νῦν ἐφ᾿ ὧν τὸ ΗΠ.
† Ἄρα ὅτι τὸ ΗΠ καλεῖ ὁ Ἀριστοτέλης, ἐφ᾿ οὗ ἐστι τὸ Ο κέντρον καὶ ὁ Π πόλος. ἐπειδὴ οὗν ταῦτα ὑπὸ γῆν εἰσι, δῆλον ὅτι ἔλαττον ἡμικυκλίου φαίνεται καὶ τὸ ΓΥΨ τμῆμα ἔλαττόν ἐστιν ἡμικυκλίου.
p. 376b30 Τὰ μὲν οὗν ἄλλα πάντα ὁμοίως δειχθήσεται.
Τὰ ἄλλα, ποῖα; τὸ σχῆμα τῆς ἴριδος ὅτι κυκλικὸν καὶ ὅτι κατὰ ἀνάκλασιν· ταῦτα γὰρ ἀπεδείχθη, καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς νῦν πτώσεως, ὅταν ἐλάττων ἐστὶν ἡμικυκλίου, δειχθήσεται.
p. 377a1 ᾿Επὶ γὰρ τῆς αὐτῆς ὅ τε πόλος καὶ τὸ κέντρον.
Τοῦτό φησιν, ὅτι ἐπὶ τῆς ΗΚΟΠΞ, τουτέστιν ἐπὶ τοῦ ἄξονος γίνεται τέσσαρά τινα· ὁ ἥλιος, τὸ κέντρον τοῦ ὁρίζοντος τὸ Κ, καὶ τὸ κέντρον τῆς ἴριδος τὸ 0, καὶ ὁ Π πόλος.
Πρᾶξις μݲαݲ
p.377a29 Ταύτας δὲ τὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων καὶ ῥάβδων.
Συμπληρώσας ὁ Ἀριστοτέλης τὸν περὶ ἅλω καὶ ἴριδος λόγον τρέπεται [*](1 ἡ om. a 5 ἡμικύκλων VGa; fort. ἠμικυκλίων of. adu. ad p. 246,5 14 ἐφ’ ὦ Ar. ΗΠ a ct Ar: νݲπݲ VG 15 Ἄρα] an Ὅρα? τὸ ΗΠ scripsi: τὸ νݲπݲ VG; τὸν πݲ a 17 καὶ (ante τὸ) a: om. VG ΓΥΨ] an ΥΨ? cf. adn. ad. p. 261,5 22 γὰρ] δὲ Ar. 23 ΗΚΟΠΞ correxi: υݲπݲ οπξ VG: νݲπݲ οξπ a 25 scripsi: β VGa 26 titulum om. a 27 Ταύτας δὲ τὰς VG: Αὐτὰς δὲ τὰς a: Τὰς δ’ αὐτὰς Ar. παρηλίου (praeter FUN; Ar.)
Ἐφ' οἷς ὁ φιλόσοφος μετὰ τὸ πληρῶσι τὰ ἐν τῷ μετεώρῳ γινόμενα πάθη ὑπὸ τῆς διττῆς ἀναθυμιάσεως μέτεισι καὶ ἐπὶ τὰ γινόμενα πάθη ὑπὸ κατεχομένων ἐν τῇ γῇ τῶν δύο ἀναθυμιάσεων. καὶ μὴ ἀπορήσῃς, πῶς Μετέωρα τὸ βιβλίον ἐπιγέγραπται, εἴ γε τῶν ὑπὸ γῆν νῦν ποιεῖται λόγον. [*](1 οὖσα a: ἐστι VO 3 scripseriiu <ἐκ> τῆς συστάσεως (cf. p. 264,6) 5 οἱ] ἡ a 6 δύνασθαι (i: γίνεσθαι Va 14 ἡ πολλὴ] ἡ πόλη G 15 ἡ (post ἶρις) addidi 21 μικροῦ G 32 post τόπον excidisse puto οὐ γίνονται)
p. 377a29 ταύτας δὲ τὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων καὶ ῥάβδων.
Ποίας; ἢ δηλονότι τὰς ἀνακλάσεις.
p. 377a30 Γίνεται γὰρ παρήλιος μὲν ἀνακλωμένης τῆς ὄψεως πρὸς τὸν ἥλιον, ῥάβδοι δὲ διὰ τὸ προσπίπτειν τοιαύτην οὖσαν τὴν ὄψιν, οἵαν εἴπομεν ἀεὶ γίνεσθαι πρὸς τὸν ἥλιον.
Tὰς δὲ ῥάβδους γίνεσθαι οὐ τῇ πρὸς τὸν ἥλιον ἀνακλάσει, ἀλλὰ τῇ πρὸς ἕτερον νέφος λευκόν, τουτέστιν ὑπὸ τοῦ ἡλίου λελεπτυσμένον, ὥσπερ ἐπὶ τῶν νεφῶν αὐτὸς εἰς παράδειγμα φέρει τῶν ὁρωμένων διὰ ὕδατος. εἰ μὲν γὰρ ἄντικρυς τὰ νέφη θεάσαιο, οὐκ * * * ὀφθήσονται ῥάβδοι ἰριοειδεῖς ἐν τῷ νέφει. ἡ αὐτὴ οὖν ἀναλογία καὶ ἐπὶ τῶν ἐν τῷ μεταρσίῳ ῥάβδων φυλάττεται, ὡς καὶ χωρὶς ἡλίου γίνεσθαι.
p. 377b4 Γίνεται δὲ τοῦτο, ὅταν ἀνώμαλος ᾖ τοῦ νέφους σύστασις.
Ὁρᾷς, πῶς τὴν ἀνωμαλίαν τῶν νεφῶν αἰτιᾶται ἐπὶ τῶν ῥάβδων. διὰ τοῦτο γὰρ καὶ ποικίλα χρώματα γίνονται, διὰ τὸ τινὰ μὲν αὐτῶν εἶναι πυκνά, τινὰ δὲ μανά, καὶ ἄλλα ἔτι μανότερα, ὡς λευκὰ εἶναι. εἰ μὲν γὰρ πρὸς μέλαν νέφος προσπεσοῦσα ἡ ὄψις ἀνακλασθῇ πρὸς λευκὸν μὴ διὰ πολλοῦ ἀχλυώδους ἀέρος, γίνεται φοινικοῦν χρῶμα· εἰ δὲ διὰ πλείονος ἀχλύος, πράσινον· ἐκ δὲ τῆς τούτων κράσεως τὸ ξανθόν· εἰ δ’ εντι πλείονος ἀχλύος, τὸ ἁλουργόν.
[*](2 ἐὐκρατέστερον Ideler ἄρεϊ Ga: ἄρη V 12 Ταύτας δὲ τὰς] Τὰς δ’ αὐτὰς Ar. παρηλίου (praeter FUN) Ar. li post ἀνακλάσεις add. ex sqq. γίνεται a 16 πρὸς τὸν ἥλιον om. Ar. 18 tov G: tv; Va iM o-jx G: om. Va οὑκ lacunam statui ita fere (ex Ar. 377b1 sq.) explendam: οὐκ <ὀφθήσονται ῥάβδοι, εἰ δὲ ὲν ὕδατι τὸ νέφος θεάσατο> 24 ᾖ τοῦ νέφους] ἡ τοῦ νέφους fj Ar. 27 μανότερα Ga: μανώτερα V)p. 377b11 Διαφέρει γὰρ οὐδὲν διὰ τοιούτων ὁρᾶν ἢ ἀπὸ τοιούτων.
[*](60r)Oὐδὲν διαφέρει ἢ ἀπὸ νεφῶν ὁρᾶν τὰ ἰριοειδῆ χρώματα ἢ διὰ νεφῶν. διὰ μὲν νεφῶν, ἵνα εἴπῃ τὴν ἐν τῷ μεταρσίῳ φαντασίαν τῶν ῥάβδων· ἀπὸ δὲ νεύων τὴν ἐν ὕδατι, ὅταν κατὰ ἀνάκλασιν τὴν ἀπὸ τοῦ ὕδατος ὁρῶνται. ἡ μὲν γὰρ ὁμαλότης τοῦ ἐνόπτρου ποιεῖ χροιὰν μίαν· διὰ δὲ τὴν ὁμαλότητα τοῦ νέφους φαίνεται μονόχρους ὁ παρήλιος· διὰ δὲ τὸ στερεὸν καὶ πυκνὸν ἀθρόως αἱ ὄψεις ἀνακλῶντι καὶ ἀκριβῶς τοῦ ἰριοειδοῦς χρώματος ἀντιλαμβάνονται· καὶ διὰ τοῦτο λευκὸς ὁρᾶται.
p. 377b23 Διὰ δὲ τοῦτο μᾶλλον ὕδατος σημεῖον ὁ παρήλιος τῶν ῥάβδων.
Διὰ ποίαν αἰτίαν; ἐπειδὴ ἐπὶ παχεῖ καὶ σκληρῷ ·νέφει γίνεται, ὡς δηλοῖ ἡ ῥωμαλέα ἀνάκλασις. ἀεὶ δὲ τὰ παχέα νέφη τοὐ λεπτοῦ μᾶλλον ἐπιτηδείως ἔχουσι πρὸς γένεσιν ὕδατος.
p. 377b 26 Ὁ δὲ νότιος τοῦ βορείου μᾶλλον, ὅτι μᾶλλον ὁ νότιος ἀὴρ εἰς ὕδωρ μεταβάλλει τοῦ πρὸς ἄρκτον.
Ὁ νότιος δὲ παρήλιος μᾶλλόν ἐστιν ὕδατος σημαντικος. νότιον δὲ λέγει οὐ τῇ θέσει, ἀλλά τὸν ὑπὸ νοτίων π(??0ευμάτων γινόμενον. ταῦτα γὰρ ὠθοῦσι τὰ νέφη πρὸς ἄρκτον, κἀκεῖ ψυχ(??)μενα καὶ παχυ(??)ὁμενα ἐπιτήδεικ γίνεται πρὸς ὕδωρ, πε τοί γε ἐν τῷ νότῳ οὐκ εὐχερῶς· † συνίσταται γὰρ ὁ ἥλιος διὰ τὴν θερμ(??)τητα τοῦ κλίματος· διαλύεται γὰρ τὸ νέφος, δι’ οὗ γίνεται ἡ φαντασία ἡ τοιαύτη.
p. 378a12 Ὅσα μὲν οὖν ἔργα συμβαίνει παρέρχεσθαι τὴν ἔκκρισιν ἐν τοῖς τόποις τοῖς ὑπὲρ γῆν, σχεοον εστι τοσαύτα·
Ἐνταῦθα τὸ συμπέρασμα τῶν ἐν ἰῷ μεταρσίῳ τόπῳ γινομένων ὑπὸ τῆς διττῆς ἀναθυμιάσεως. λοιπὸν διαλέγεται κἄ περὶ τῶν γινομένων ὑπ’ αὐτῶν ὑπὸ γῆν κρατουμένων καὶ μὴ διαφορουμένων. προσέθηκε δὲ τὸ σχεδὸν ἢ διὰ φιλοσοφίας εὐλάβειαν ἢ διὰ τὸ μὴ πάντα εἰρηκέναι τὰ σχήματα τῶν κομητῶν.
[*](7. 8 ἰριοειδοῦς G 1 8 καὶ διὰ τοῦτο λευκὸς ὁρᾶται om. a 9 τοῦτο] τὸ αὐτὸ τοῦτ·ο Ar. 11 ὅτι] διὰ τί a 16 νότιον] νότιος a 19. 20 συνίσταται ydp ὁ ἥλιος VG: οὐ συνίσταται γὰρ τὸ νέφος a couiectura, ut viiletur. quod V et G praebont, sensu caret, fort. οὐκ εὐχερῶς συνίσταται· <ἐμποδίζει> γὰρ ὁ ἥλιος διὰ 20 διαλύεται γὰρ VG: ἀλλὰ διαλύεται a 23 γῆν] τῆς γῆς τὴν γῆν F) Ar.)p. 378a21 Ἡ μὲν οὗν ξηρὰ ἀναθυμίασις ἐκπυροῦσα ποιεῖ τὰ [*](60r) ὀρυκτὰ πάντα, οἷον λίθων τε γένη καὶ ὅσα τηκτά, καὶ σανδαράχην καὶ ὤχραν καὶ μίλτον καὶ θεῖον καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
Ἡ καπνώδης ἀναθυμίασις ἐκπυρουμένη καὶ περιφρυττομένη ποιεῖ πάνΤα τὰ λιθώδη, οἷον κρύσταλλον ἢ ἄλλους λίθους τινάς· ποιεῖ δὲ καὶ τὰ νῦν λεγόμενα, ἅπερ βούλεται τήκεσθαι. διὰ γὰρ τοὺ εἰπεῖν, ὅτι ποιεῖ λίθων γένη τὰ ἄτηκτα, ποιεῖ δὲ καὶ σανδαράχην καὶ τὰ λοιπά, δῆλός ἐστιν ἐνδιδοὺς τῷ λόγῳ ὡς τηκομένων αὐτῶν. ἀλλὰ τὸ μὲν θεῖον ἴσμεν τηκόμενον, περὶ δὲ τῶν ἄλλων ζητητέον. μήτις δὲ ἀπορείτω, πῶς ταῦτα τῆς καπνώδους ἀναθυμιάσεως ὄντα τήκονται. συνάγεται γὰρ ὑπὸ ψύξεως αὐτὰ πεπῆχθαι· λέγομεν γάρ, ὅτι τὰ μέταλλα χεῖται, ταῦτα δὲ τήκονται· καὶ ἴσως κατὰ τὴν συνεκτικὴν αὐτῶν ὑγρότητα τήκονται.
p. 378a24 Toj δὲ πλεῖστα τῶν ὀρυκτῶν τὰ μὲν κονία κεχρωματισμένη, τὰ δὲ λίθος ἐκ τοιαύτης γέγονε συστάσεως, οἷον τὸ κιννάβαρι.
Τὰ πλείστα, φησί, τῶν ὀρυκτῶν έστι κονία κεχρωματισμένη ἀντὶ τοῦ ‘κονιώδη κεχρωσμένα', οἷον μίλτος καὶ ὤχρα· ψαμμώδη γάρ εἰσι καὶ εὐδιάλυτα, ὥσπερ κόνις. τινὰ δὲ λιθώδη εἰσίν, ὥσπερ τὸ κιννάβαρι, ὅπερ ἐστὶν ἐρυθρὸν καὶ λιθῶδες· ὡς ὁρῶμεν καὶ ἄλλους τινὰς κεχρωσμένους λίθους, ὧν ἡ μὲν σύστασις ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται, τὰ δὲ χρώματα αὐτῶν ἐκ τῶν ἀναθυμιωμένων τόπων. τόπων. |
[*](60v)p. 378a 20 Τῆς ἀναθυμιάσεως τῆς ἀτμιδώδους, ὅσα μεταλλεύεται, καὶ ἔστι χυτὰ ἢ ἐλατά, οἶον σίδηρος, χρυσός, χαλκὸς καὶ τὰ τοιαῦτα.
Ti φησιν; ὅτι ἡ ἀτμιδώδης ἀναθυμίασις ἐγκατακλειομένη τῇ γῇ καὶ μάλιστα ὅταν ἐν λιθώδεσι μέρεσι καὶ ψυχροῖς τῆς γῆς ἀποκλεισθῇ, πήγνυταί τε καὶ ποιεῖ τὰ μέταλλα. καὶ διὰ τοῦτο ταῦτα θερμῶ λύονται ὡς ὑπὸ ψύξεως παγέντα. μέγιστον δὲ τεκμήριον τοῦ ὑπὸ ψύξεως ἀναπήγνυσθαι τὸ ἐν καταψύχροις τόποις γίνεσθαι τὰ τοιαῦτα μέταλλα.
[*](1 post ἀναθυμίασις add. ἐστιν ἥ τις (praeter E) Ar. 2 καὶ ὅσα τηκτά] τὰ ἄτηκτα Ar. et Ol. v. 7 2. 3 σανδαράκην (praeter F) Ar. 3 μάθον Ar. 4 Ml ot (5) τὰ G: 0111. Va 5 κρύσταλον (ubique) (1 10 συνάγεται—ὑγρότητα τήκονται (12) om. a 13 post ὀρυκτῶν aiKl. ἐστὶ Ar. It γέγονε] γεγονὼς Ar. 23 ἢ χυτὰ Ar. χαλκός, χρυσὸς (praeter FlIX) Ar. 23. 24 καὶ τὰ τοιαῦτα cm. Ar. 28 τοῦ serijisi: τὸ VGa)p. 378a31 οἷον δρόσος ἢ πάχνη, ὅταν ἀποκριθῇ. ἐνταῦθα δὲ [*](60v) καὶ πρὶν ἀποκριθῆναι γεννᾶται ταῦτα.
Ταῦτα, ὥσπερ ἐν τοῖς ὑπὲρ γῆν χωρίοις πάχνη καὶ κρύσταλλος, ὅταν ἀποκριθῇ ἀτμιδώδης ἀναθυμίασις ἀπὸ τοῦ πρὸς γῆν εἰς τὸν ὑπὲρ γῆν τόπον. καὶ πῆξιν εὐθὺς δεξαμένη ποιεῖ πάχνην, μεταβληθεῖσα δὲ ποιεῖ δρόσον, μεταβληθεῖσα δὲ καὶ παγεῖσα ποιεῖ κρύσταλλον, μήπω δὲ ἀποκριθεῖσα, ἀλλ’ ἔτι ὑπὸ γῆν οὖσα καὶ παγεῖσα ὑπὸ ψύξεως ποιεῖ τὰ μέταλλα. ἀποροῦσι δὲ † αὐτῶν τινες ὡς μὴ δεόντως ἐξηγησάμενοι. οὔτε γὰρ ὥσπερ ὁ κρύσταλλος πήγνυται, οὕτω καὶ τὰ μέταλλα λέγει. ὁ γὰρ Ἀριστοτέλης κατιὼν λέγει, ὅτι μήπω τῆς ἀτμιδώδους ἀναθυμιάσεως μεταβληθείσης πήγνυται καὶ ποιεῖ τὰ μέταλλα· ὁ δὲ κρύσταλλος μετὰ τὸ μεταβληθῆναι αὐτὴν γίνεται. † καλῶς δ’ ἄτοπον ἀπὸ τοῦ τῶν μετάλλων τὰ πλεῖστα καίε- σθαι καὶ ἰοῦν διὰ τὸ μετέχειν γεώδους οὐσίας, ἥτις ἐστὶν αὐτοῖς ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεως. αὕτη δ’ ἡ γεώδης οὐσία χωρίζεται τῆς ἀτμιδώδους ἐπὶ κρυστάλλου καὶ πάχνης. κάλλιον οὖν ἐξηγήσατο ὁ μέγας φι- λόσοφος εἰρηκώς, ὅτι ἐξέρχονται πρὸς ἀλλήλας αἱ ἀναθυμιάσεις ἀπὸ τοῦ ὑπὸ γῆν εἰς τὸ ὑπὲρ γῆν. καὶ εἰ κατακρατήσει ἡ ψύξις, τηνικαῦτα ἀποκρίνεται ἡ καπνώδης ἐκ τῆς ἀτμιδώδους καὶ ἐᾷ αὐτὴν ὥσπερ τι ἄχθος. καὶ αὕτη μὲν ἀναχωρεῖ· ἡ δὲ ἀτμίς, εἰ μὲν παγῇ πρὸ τοῦ μεταβληθῆναι εἰς ὕδωρ, ποιεῖ πάχνην· εἰ δὲ μεταβληθῇ, ποιεῖ δρόσον· εἰ δὲ μεταβληθῇ καὶ παγῇ, ποιεῖ κρύσταλλον. ἐπὶ δὲ τῶν μετάλλων ὑπὸ γῆν οὐσῶν τῶν δύο ἀναθυμιάσεων γίνεται τὰ μέταλλα ἐπιπηγνυμένης τῆς ἀτμιδώδους ἀναθυμιάσεως πρινὴ ἀποκριθῆναι ἀπ’ αὐτῆς τὴν καπνώδη ἀναθυμίασιν. ἐντεῦθεν τὸ κάεσθαι καὶ ἰοῦσθαι ἔχουσι τὰ μέταλλα.
p. 378a32 Διὸ ἔστιν ὡς ὕδωρ ταῦτα, ἔστι δ’ ὡς οὔ. δυνάμει μὲν γὰρ ἡ ὕλη ὕδατος, ἔστι δ’ οὐκέτι, οὐδ’ ἐξ ὕδατος γενομένου διὰ τὸ βάθος.
Τοῦτό ἐστιν, ὅπερ ἐν τῇ θεωρίᾳ ἐλέγομεν, ὅτι ὁ μὲν Πλατῶν πῆξιν ὕδατος λέγει εἶναι τὰ μέταλλα, ὁ δ’ Ἀριστοτέλης πῆξιν ἀτμοῦ. τί γάρ φησιν; ὅτι κατά τι μὲν ὕδατος πῆξίς ἐστι ταῦτα, κτά τι δὲ οὔ. καθὸ μὲν γὰρ καὶ ὁ ἀτμὸς ὁ πηγνύμενος ἐξ ὕδατός ἐστι, κατὰ τοῦτο καὶ τὰ μέταλλα ὕδωρ ἐστὶ πεπηγὸς ὑπὸ ψύξεως· καθὸ δ’ ἄντικρυς, ὕδωρ ἐστίν, ἀλλὰ δυνάμει ὕδωρ, λεπτομερέστερον τοῦ ἐνεργείᾳ ὕδατος· ἀτμὸς γάρ ἐστι μήπω μεταβληθεὶς εἰς ὕδωρ διά τινα περίστασιν. καὶ τοῦτο οὐκ ἔστιν ὕδατος πῆξις, ἀλλ’ ἀτμοῦ, ὥσπερ οἱ χυμοί. οὐκ ἔστι τὰ μέταλλα ἐξ [*](1 δρόσος] σίδηρος G 2 καὶ om. Ar. 3 Ἀφροδισιεὺς] Alex, in Meteor, p. 177,22 sqq. b πρὸς] ὑπὲρ G 8. 9 ἀποροῦσι—ποιεῖ τὰ μέταλλα (12) oiu. V 9 fort. x003E; αὐτῷ τινες . . . ἐξηγησαμένῳ? 12. 13 αὐτὴν Diels: αὐτόν VGa 13 καλῶς] an ἀπλῶς vel ἄλλως? 18 εἰ a: om. VG 26 έστιν ὡς] ἔστι μὲν ὡς Ar. δύναμιν G 27 post ὕλη ὕδατος add. ἢν Ar. 28 τὸ βάθος] τι (τὸ E) πάθος Ar. 34 ἐνεργείᾳ V: ἐνεργοῦ Ga 36 rnnicid οὐκ ἔστιν <οὖν> τ. μ.)
p. 378b2 Ἀλλὰ πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως ἑκάστης τουτων.
Ἀλλὰ πρὶν εἰς ὕδωρ μεταβληθῆναι τὴν ἀτμίδα πήγνυται καὶ ποιεῖ ἕκαστον τῶν μετάλλων.
p. 378b3 Διὸ καὶ πυροῦται πάντα καὶ γῆν ἔχει· ξηρὰν γὰρ ἔχει ἀναθυμίασιν.
Οτι γὰρ μήπω μεταβληθέντος τοῦ ἀτμοῦ εἰς ὕδωρ πήγνυται καὶ ποιεῖ τὰ μέταλλα, δῆλον ἐκ τοῦ ἔχειν αὐτὰ γεῶδες καὶ χεῖσθαι ἐκ πυρώσεως πρὸς κάθαρσιν. τὸ δὲ γεῶδες οὐκ ἄλλοθεν ἔχει εἰ μὴ ἐκ τῆς συμμεμιγμένης τῷ ἀτμῷ καπνώδους ἀναθυμιάσεως. οὐκ ἄν δ’ αὐτὸ συνεμέμικτο ἤδη μεταβληθείσης εἰς ὕδωρ· ἐν γὰρ τῇ εἰς ὕδωρ μεταβολῇ τοῦ ἀτμοῦ χωρίζεται ἀπ’ αὐτοῦ ἡ καπνώδης ἀναθυμίασις.
p. 378b4 Ὁ δὲ χρυσὸς μόνος οὐ πυροῦται.
Ἀντὶ τοῦ οὐ κάεται διὰ τὸ μὴ ἔχειν συμμεμιγμένην καπνώδη ἀναθυμίασιν τῷ ἀτμῷ ἐν τῇ τούτου γενέσει, ἀλλ’ εἶναι ἀπὸ καθαρᾶς ὕλης. καὶ ὅτι τοῦτο ἀληθές, * ἀπὸ τῶν χωρίων, ἐν οἷς γίνεται· περὶ γὰρ τὸν Πακτωλόν. καθαρὸν γὰρ καὶ ἀθολώτατόν ἐστι τοῦτο τὸ χωρίον· διὸ οὔτε ἰοῦται οὔτε φθείρεται.
[*](6 ἕκαστα Ar. 21 post ἀληθές adclas velim δῆλον)p. 378b10 ἐπειδὴ τέτταρα διώρισται αἴτια τῶν στοιχείων.
Σκοπὸς τοῦ παρόντος βιβλίου διαλεχθῆναι περὶ πάντων τῶν ὁμοιομε- ρῶν. ἀλλ’ ἐπειδὴ τοῦτο ψεῦδος ὁμοιομερὴς γὰρ καὶ ὁ οὐρανός, ὁμοιομερῆ δὲ καὶ τὰ τέσσαρα στοιχεῖα, περὶ ὧν ἐνταῦθα οὐ οιαλέγεται). χρὴ προσθεῖναι τῷ λόγῳ.. ὅτι περὶ πάντων ὁμοιομερῶν συνθέτων. ἀλλ’ ἐπειδὴ ὁ οὐρανὸς σύνθετος καὶ τὰ στοιχεῖα δὲ σύνθετα ἐξ ὕλης γὰρ καὶ εἴδους εἰσί), χρὴ προσθεῖναι ‘τῶν ὁμοιομερῶν συνθέτων τῶν ἐκ τεσσάρων στοιχείων συγκειμένων'. ἀλλ’ ἀπορία διαδέχεται τὸν λόγον. εἰ γὰρ περὶ τῶν ὁμοιομερῶν τῶν συγκειμένων ἐκ τῶν τεσσάρων στοιχείων, πῶς ἔτι περὶ μετεώρων τῶν τεσσάρων ἡ πραγματεία ἡ περὶ τῶν ἐξ ἀμφοτέρων τῶν ἀναθυμιάσεων γινομένων, τῆς τε καπνώδους καὶ ἀτμιδώδους, λέγεται, εἴ γε σὰρξ καὶ ὀστέον καὶ τὰ τοιαῦτα ὁμοιομερῆ εἰσι σύνθετα ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα, οὐκ ἐκ τῶν ἀναθυμιάσεων; λέγομεν πρὸς τοῦτο, ὅτι περὶ μὲν τῶν ἐκ τῶν ἀναθυμιάσεων γινομένων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ἔνθα ἔλεγε διττὰ εἶναι ταῦτα, τὰ μὲν ὀρυκτά, τὰ δὲ μεταλλευτά. ἐπειδὴ δὲ περὶ τούτων διαλεγόμενος ᾔ σθετο καὶ ἄλλα ὄντα ὁμοιομερῆ ἐκ τῆς συνθέσεως τῶν στοιχείων γινόμενα, διὰ τοῦτο κατὰ τὸ εἰωθὸς αὐτῷ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθόλου ἀναγόμενος ἐν. ταῦθα περὶ τῶν ἀπλῶς ὁμοιομερῶν διαλέγεται. ἓξ γὰρ ὄντων τινῶν, ἁπλῶν [*](1 ΟΛΥΜΗΙΟΛΩΡΟΥ post Πρᾶξις μβ ponit V: om. Ga: cf. p. 125,1 2 βιβλίων G: βιβλίον V(?) ct a: cf. p. 125,2; 200,2 3 Πρᾶξις μβ om. a 4 ἐπειδὴ] Ἐπεὶ δὲ Ar. αἴτια a et Ar.: om. VG. cf. p. 275,31 5 ὁ σκοπὸς (i 8 προσθεῖναι cod. M: προσθῆναι VGa. cf. v. 10 10 χρὴ a: χρῆναι VG προσθεῖναι V: προσθῆναι (ia 15 καὶ (ante ὀστέον) om. a τοιαυτὶ (i 17. IS ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου] p. 205,30 sqq. 19 μεταλευτά (nbiquc) a 21 post ἀναγόμενος repctit ᾔσθετο (ID) — εἰωθὸς (21) a 22 ἁπλῶν] leffe ἀπλῶ.ς roll. p. 273,3. 12 sqq.)
Περὶ δὲ τεσσάρων τινῶν διαλέγεται ἐνταῦθα ὁ φιλόσοφος· πρῶτον μὲν ὅτι τεσσάρων οὐσῶν ποιοτήτων δύο μέν εἰσι ποιητικὰ αἴτια, τό τε θερμὸν καὶ ψυχρὸν ποιητικὰ ὄντα καὶ δραστικά ἑτοίμως μεταβάλλουσι, καὶ τούτων ὑπερβολαὶ φθείρουσι τὸ ζῷον), τὸ δὲ ξηρὸν καὶ ὑγρὸν ὑλικὰ ὄντα καὶ παθητικά. ἐν τούτοις ὑλικωτέρα μᾶλλον ἡ ὑγρότης ἤπερ ἡ ξηρότης ὡς καὶ μᾶλλον εἴκουσα· ὕλης μὲν γὰρ τὸ εἴκειν, ποιητικῆς δὲ αἰτίας τὸ ἀντιβαίνειν. οὕτω γοῦν καὶ ἰατρῶν παῖδές φασιν, ὅτι ῥᾷον τὰ ὑγρανθέντα ξηραίνειν ἤπερ τὰ ξηρανθέντα ὑγρᾶναι. καὶ ἡ μὲν ὑγρότης ἐκλύει, εἴτε τοῖς κούφοις προστεθῇ καὶ ἀνωφόροις, ἧττον αὐτοῖς ποιοῦσα φέρεσθαι, ἔν τε τοῖς βάρεσιν αὐτὰ ἀργότερον ποιοῦσα κάτω φέρεσθαι. τὸ μέντοι ξηρὸν ἐν ἑκατέρῳ τούτων προτιθέμενον ἐπιτείνει αὐτοῦ τὴν φοράν. ᾧ δῆλον, ὅτι ὑλικὸν τὸ ὑγρόν, τὸ δὲ ξηρὸν ἧττον. καὶ ἐν τοῖς· ποιητικοῖς δὲ μᾶλλον ποιητικὸν αἴτιον τὸ θερμὸν ἤπερ τὸ ψυχρόν. καὶ τοῦτο μὲν πρῶτον παραδίδωσιν [*](61v) ἐν τῷ παρόντι βιβλίῳ. δεύτερον δὲ παραδίδωσι τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ. τῷ μὲν θερμῷ γίνεται ἡ πέψις, ᾗ ἕπεται τρία τινά· πέπανσις, ἕψησις, ὄπτησις· τῷ δὲ ψυχρῷ γίνεται ἡ ἀπεψία, ᾗ παράκειται τρία τινά· ὠμότης, μόλυνσις, πάχυνσις. καὶ ἡ μὲν ὠμότης ἀντίκειται τῇ πεπάνσει· οὕτω γὰρ λέγομεν ἐπὶ τῶν καρπῶν, ὅτι ἢ πέπειροί εἰσιν ἢ ὠμοί. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει· τὰ γὰρ μὴ ἑψηθέντα μεμολύνθαι λέγομεν μόνον πρὸς ἀντιδιαστολὴν τῶν ἑψομένων. ἡ δὲ πάχυνσις ἀντίκειται τῇ ὀπτήσει στάσιν ἐργαζομένη τοῦ πυρὸς καὶ παύουσα αὐτό. τοῦτο μὲν δεύτερον παραδίδωσι. τρίτον, ὅτι ποιεῖ μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ ὑγρόν. τέταρτον διαγνωστικοὺς κανόνας παραδίδωσι τῶν γινομένων ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ τίνα μὲν θερμῷ πήγνυται, τίνα δὲ ψυχρῷ, καὶ ποῖαι τούτων διαγνώσεις, καὶ τίνα μὲν ξηρῷ, τίνα δὲ ὑγρῷ, τίνα δ’ ἐξ ἀμφοῖν τούτων. καὶ αὕτη μὲν ἡ περιπέτεια τοῦ τετάρτου λόγου. ἡ δὲ προκειμένη λέξις τὴν κατασκευὴν τοῦ πρώτου παραδίδωσιν, ὅτι δύο μὲν τὰ ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ ψυχρόν, δύο δὲ τὰ ὑλικά, ξηρὸν καὶ ὑγρόν. καὶ ὅτι ποιητικά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, κατασκευάζει πρῶτον μὲν ἐκ τῆς ἐπαγωγῆς, ὅτι ἑκάτερον τῶν δύο, τοῦ τε θερμοῦ καὶ τοῦ ψυχροῦ, ἑπτά τινα ἔχει. πρῶτον μὲν ὅτι τὸ θερμὸν ὁρίζει τὸ ὑγρόν, ὥσπερ τὰ ᾠά, ὧν εἰσι τὰ ὑγρὰ ἐν τῇ ἑψήσει περιορίζει πηγνύον. ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν περιορίζει τὸ ὑγρὸν ἐν τῷ πηγνύειν τὸ κρύσταλλον. δεύτερον δὲ ὅτι τὸ θερμὸν συμφύει. ἀλλὰ μὴν τὸ μὲν θερμὸν τὰ ὁμοιοειδῆ μόνα συμφύει, οὐκέτι δὲ καὶ τὰ ἀνομοιοειδῆ συνέρχεται τῶν ἀνο- μοιοειδῶν ὑφιζανόντων καὶ μενόντων καὶ ταύτῃ μὴ συμφυομένων· ὅθεν [*](9 ῥᾷον τὰ corr. ex ῥέοντα M(1 ?): ῥέοντα VGa 10 ἐκλύει] au κωλύει? 11 αὐτοῖς] fort, αὐτὰ? ἔν τε] nuni εἴτε? 10 ὠμότης superscr. V: om. hoc loco Ga post πάχυνσις add. καὶ ὠμότης Va: om. (i 22 ἑψομένων] ἑψημένων G 23 ὀπτήσει] ἑψήσει G 26 πήγνυται sciipsi: πήγνυσθαι VGa 34 an εἰσι delciidum? 35 κρύσταλον VGa (sic saepius) 36. 37 ὁμοιοειδῆ Ga: ὁμοειδῆ V 37 συμφύει μόνα transic. a συνέρχεται scripsi: συνέρχεσθαι VGa: <ποιεῖ> συνέρχεσθαι Ideler)
p. 378b10 Ἐπειδὴ τέτταρα τὰ αἴτια διώρισται τῶν στοιχείων.
Τῶν στοιχείων αἴτια λέγει τὰς εἰδοποιοὺς αὐτῶν ποιότητας, λέγω δὴ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὧν αἱ μὲν δραστικαί, αἱ δὲ ὑλικαὶ κατὰ συζυγίαν. θερμότης γὰρ καὶ ψυχρότης ὕδατι καὶ πυρὶ ἀπονενέμηνται εἰδοποιοὶ αἰτίαι, ξηρότης δὲ καὶ ὑγρότης ἀέρι καὶ γῇ.
[*](3 τὸ ὑγρόν in mg. M(1 ?): εἰς ὑγρόν VG: καὶ εἰς ὑγρόν a 5 τὸ (aute θερμὸν ξηραίνει) om. a 8 σκληρύνει V et (in mg.) M(1 ?): σκληρὸν ἡ (ia 12. θελήσει] aut θελήσεις aut θελήσει <τις> 13 μεταβαλεῖν G 14 ὑγραίνειν καὶ ξηραίνειν transpon. a 16 inter xai et ψυχρόν inserit τὸ a 17 τὸ δὲ ψυχρὸν Ua: τὸ δὲ θερμὸν V τοιοῦτο Ga 18 αὑτά] αὐτό a 20 post τὸ in mg. add. δὲ M(1 ?) 25 παρὰ] περὶ G 26 et 27 pro εὐόριστον bis ἀόριστον a 28 στοιχείων corr. ex στοιχεῖον M(1 ?): στοιχεῖον VGa 31 Ἐπειδὴ] ἐπεὶ δὲ Ar. τὰ αἴτια διώρισται] διώρισται αἴτια αἵτια διώρισται FHN) Ar. 34. 35 ἀπονενέμηται G)p. 378b13 Ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς.
[*](61v)Ἐντεῦθεν ἄρχεται κατασκευάζειν, ὅτι δραστικὰ μὲν τὸ θερμὸν καὶ ψυχρόν, ὑλικὰ δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἐκ τῆς ἐπαγωγῆς, τουτέστιν ἐκ τῶν φαινομένων. ἡ δὲ αὐτὴ δεῖξις καὶ ἐπὶ τῶν ὑλικῶν· ἐν οἷς γὰρ ἂν ὤφθησαν αἱ δραστικαὶ ποιοῦσαι, ἐν τούτοις ὁρῶνται αἱ ὑλικαὶ πάσχουσαι.
p. 378b14 Φαίνεται γὰρ ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ τὰ ἑξῆς.
Ἐντεῦθεν ὁ κατάλογος ἐκείνων τῶν † ζῴων ποιοῦσι μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάσχουσι δὲ τὸ ξηρὸν καὶ ὑγρόν. πλὴν εἰ καὶ τὰ αὐτὰ ποιοῦσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’ οὖν ἄλλῳ καὶ ἄλλῳ λόγῳ.
p. 378b20 Ἔτι δ' ἐκ τῶν λόγων δῆλον.
Ἐντεῦθεν ἡ διὰ τοῦ λόγου ἀπόδειξις. ἐδείχθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὁριστικόν τε καὶ συγκριτικόν. τὸ δ’ αὐτὸ ποιοῦν ποιητικόν ἐστι· ποιητικὸν ἄρα αἴτιον ἄν εἴη τὸ θερμὸν καὶ ψυχρόν, ὑλικὸν δὲ τὸ ξηρὸν καὶ ὑγρόν. Πρᾶξις μγ.
p. 3781)26 Διωρισμένων δὴ τούτων ληπτέον τὰς ἐργασίας αὐτῶν.
Διὰ τούτων δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερ- μὸν καὶ τὸ ψυχρόν. καί φησιν, ὅτι τὸ θερμὸν αἴτιόν ἐστι γενέσεως καὶ πέψεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως καὶ πάσης ἄλλης μεταβολῆς ἐπὶ τῶν ἐμψύχων. καὶ τὰ ζῷα μᾶλλον ἀποκλίνουσι πρὸς τὸ θερμόν· ἀλλὰ [*](62r) μὴν καὶ τὸ ψυχρὸν αἴτιόν ἐστι, φησί, γενέσεως, ὥσπερ ἐπὶ τῶν κεράμων. δεῖ γὰρ πρῶτον ὑπὸ ψύξεως παγῆναι τὸν πηλόν, εἶθ’ οὕτως ἐν τῇ καμίνῳ ὀπτηθῆναι· εἰ μὴ γὰρ ἐπάγη πρῶτον, οὐκ ἠδύνατο ῥυθμισθῆναι τὸ σχῆμα τοῦ κεράμου, ὅπου γε καὶ μετὰ τὸ παγῆναι κατ’ ἀρχὰς ἐν τῇ ὀπτήσει δια- στρέφεται πολλάκις χεομένης τῆς ἐν αὐτῷ ὑγρότητος, ὕστερον δὲ διαφορουμένης ταύτης ἐν τῇ τελείᾳ ὀπτήσει κατορθοῦται τὸ σχῆμα. ἀλλὰ μὴν καὶ φθορᾶς αἰτία γίνεται ἡ θερμότης. διαφορουμένου γὰρ τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι κατὰ φύσιν θερμοῦ καὶ συνυπάγοντος ἑαυτῶ ὑγρότητα, ἥτις ὄχημα ἑαυτῷ γίνεται, καταλιμπάνεται ψυχρότης πλέον [*](5 ἄν ὤφθησαν] exspectas ἄν ὀφθῶσιν 8 συμφύουσαι a et Ar.: οὐ φύουσι VG 9 ζώων G: ζ, deinde lac. lift, iii V: ζῴων, ἐφ’ ὧν a. temptaverim παθῶν, ὧν 16 titulum praebet G: om. Va 17 δὴ] δέ Ar. post ληπτέον add. ἄν εἴη Ar. et 01. p. 278,23 29 κατὰ φύσιν] lege παρὰ φύσιν coll. p. 277,5 et Ar. 379a17 30 ψυχρότης scripsi coll. p. 377,5. 9 sq.: γὰρ ὑγρότης VCia: ἡ ὑγρότης Ideler)
p. 378b26 Διωρισμένων δὴ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς οὕτως ἐργάζονται ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη.
Διορισθέντος, φησί, τοὺ λόγου καὶ δείξαντος, ποῖα μέν εἰσι ποιητικὰ στοιχεῖα, ποῖα δὲ ὑλικά, ἔλθωμεν λοιπὸν καὶ τὴν τὴν ἐργασίαν αὐτῶν, ἥτις γίνεται ποιοῦντος μὲν τοῦ θερμοῦ καὶ ψυχροῦ, πάσχοντος δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ. ταὐτὸν δ’ εἰπεῖν τἀς εἰσηγήσεις ἐπισκεψώμεθα, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρὸν εἰς τὸ ὑγρὸν | καὶ ξηρόν, ἅσπερ εἴδη τῶν παθητικῶν [*](62v) στοιχείων ἐκάλεσε διὰ τὸ εἰδοποιεῖσθαι πάσχοντα ὑπὸ τῶν δραστικῶν.
[*](2 pro τῶν ποταμῶν—ὀλίγη οὔσα σήπεται (3), quae om., repetit ὡς ἄν ὀλίγου ὄντος (277,39) —ἦττον σήπεται (278,1) a ἡ G: om. V αὐτός φησιν] nihil tale dicit Aristoteles, quantum scio. ceterum of. Top. Δ 5 p. 137a18 sqq. 3 αὐτὴ] αὕτη a 8 τὸ εἰρημένον] a Nicandro in Theriacis v. 741 13 ἔχειν θερμασίαν G: om. Va ἑψήσεως in textu V: σήψεως Ga, in mg. V 14 αὐτῷ] αὐτὸ a IG κατασκευαστέον] κατεσκευάσθω a 22 καὶ a: om. VG 24 δὴ] δέ Ar. 25 αὐτῶν, αἷς a et ἅς HN) Ar.: om. YG οὕτως om. Ar. nescio an hoc οὕτως corruptum sit ex αὐτῶν αἷς Arislotelico, quod om. VG τὰ ποιητικά Ar. 28 λοιπὸν καὶ G: λοιπὸν V: καὶ a 29 ἡ τις corr. ex ἥτις G πάσχοντος—ξηροῦ (30) om. V)p. 378b28 Πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ [*](62v) μεταβολὴ τούτων τῶν δυνάμεων ἔργον ἐστί, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν.
Τί φησιν; ὅτι ὡς καθόλου εἰπεῖν ἡ ἀπλῶς γένεσις καὶ καθόλου ἥτις κατηγορεῖται κατὰ τῶν μερικῶν γενέσεων, πέψεως λέγω καὶ ἀλλοιώσεως καὶ τῶν λοιπῶν, ὑπὸ θερμοῦ καὶ ψυχροῦ γίνεται. ἢ μᾶλλον οὕτω ῥητέον, ὅτι ἁπλῆν γένεσιν λέγει οὐ τὴν ἁπλῆν, ἥτις κατηγορεῖται κατὰ πάσης μερικῆς γενέσεως, ἀλλὰ τὴν τῶν οὐσιῶν γένεσιν, τὴν ἐκ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς προάγουσαν τὰ ἔμψυχα σώματα. ταῦτα γὰρ ἡ φύσις ὀργάνῳ κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ, ὕλῃ δὲ τῷ ξηρῷ καὶ ὑγρῷ, δημιουργήσασα παρήγαγεν. ᾧ δῆλον, ὅτι κατεχρήσατο λέγων ποιητικὸν αἴτιον εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρόν. φαίνεται γὰρ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς λέγων μὴ εἶναι ποιητικὸν αἴτιον τὸ θερμόν. εἰ γὰρ καὶ ποιητικὸν αἴτιον, χεῖρον ἄν ἦν τοῦ ὀργανικοῦ, ἐπειδὴ τὸ μὲν † ὀργανικὸν ὑφ’ ἑτέρου τάττεται, τουτέστι τοὺ ποιητικοῦ· τὸ δὲ θερμόν, εἴπερ ἦν ποιητικὸν αἴτιον, οὐκ ἔμελλεν ὑποτάττεσθαι, ἀλλ’ ἀεὶ προκόπτειν ἐπ’ ἄπειρον καὶ αὔξεσθαι, καὶ ἐλάνθανε φθαρτικὸν * ἤπερ ποιητικόν. νῦν οὖν κατεχρήσατο λέγων αὐτὸ ποιητικόν. ἀλλὰ τῆς μὲν ἁπλῶς γενέσεως ποιητικὸν αἴτιον λέγει εἶναι τὸ θερμὸν καὶ ψυχρόν, τῆς δὲ ἁπλῶς φθορᾶς οὔκ εἰσι ποιητικὰ αἴτια, ἀλλά τινος φθορᾶς, μόνης γὰρ τῆς ἀντικειμένης τῇ ἁπλῇ γενέσει, τουτέστι τῆς γινομένης διὰ σήψεως, ἥντινα καὶ κατὰ φύσιν καλεῖ πρὸς ἀντιδιαστολὴν τῆς κατὰ βίαν γινομένης φθορᾶς, ἢ ξίφους ἢ πυρὸς ἤ τινος τοιούτου. ὥσπερ γὰρ ἡ ἁπλὴ γένεσις περιουσίᾳ ἐμφύτου θερμοῦ καὶ ὑγροῦ γίνεται οὕτως ἡ σῆψις ἐνδείᾳ τούτων καὶ πλεονεξίᾳ τοῦ ψυχροῦ γίνεται. ἡ ἁπλῆ δὲ γένεσις λέγεται ἡ τῶν οὐσιῶν ἀντιπαραβαλλομένη πρὸς τὴν τῶν συμβεβηκότων γένεσιν, ταὐτὸν δ’ εἰπεῖν πέψεως καὶ τῶν ὑπ’ αὐτήν, λέγω δὴ πεπάνσεως, σήψεως, ὀπτήσεως καὶ τῆς ἄλλης μεταβολῆς καὶ ἀλλοιώσεως.
p. 378b30 Αὖται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ τοῖς ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν.
Ἡ εἰρημένη ἁπλῆ γένεσις καὶ ἡ κατὰ φύσιν φθορὰ τῶν ἐμψύχων ἐστίν.
p. 378b31 ἔστι δὲ ἁπλῆ καὶ φυσικὴ γένεσις καὶ μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον ἐκ τῆς ὑποκειμένης ὕλης ἑκάστῃ φύσει.
Οἷόν τινα ὁρισμὸν παραδίδωσι τῆς γενέσεως καὶ φθορᾶς. καί φησιν, [*](2 ἐστιν ἔργον transpon. Ar. 7 ἀπλῆν (ante γένεσιν)] ἀπλῶς a 12 Περὶ γενέσεως καὶ φθορᾶς] Β 9 p. 336a1 sqq. U lege τὸ μὲν ποιητικὸν ὑφ’ ἑτέρου τάττεται, τουτέστι τοῦ ὀργανικοῦ 17 post φθαρτικὸν ailde ὃν vel ὂν μᾶλλον 20 μόνης—κατὰ βίαν γινομένης φθορᾶς (22) om. a 22 fort. ἢ <ὑπὸ> ξίφους; cf. p. 280,1 1 27 σήψεως] l. ἑψήσεως coll. p. 274,17 sq. τοῖς (ante ζῴοις) oiu. (praeter H) Ar. 31 ἡ ἁπλῆ Ar. καὶ (aute μεταβολὴ) 0111. Ar. 33 ἑκάστῳ G)
p. 379a3 Τῇ δὲ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις.
Τῇ τῶν οὐσιῶν γενέσει μάλιστα ἡ διὰ σήψεως φθορά ἐστιν ἐναντίον. καλῶς δ’ εἶπε τὸ μάλιστα διὰ τὰς ἐξ αἰφνιδίου γινομένας φθορὰς τῶν σωμάτων, ὑπὸ πυρός, ἀγχόνης ἢ ξίφους· σπάνιαι γάρ εἰσιν αὗται, συνηθεστέρα δὲ καὶ κοινοτέρα ἡ διὰ τοῦ γήρως καὶ σήψεως.
p, 379a8 Διὸ καὶ ὑγρὰ πρῶτον, εἶτα ξηρά, τέλος γίνεται σηπόμενα.
Ἐντεῦθεω ἄρχεται κατασκευάζειν, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ σῆψις, ἐπειδὴ καὶ τὰ νεκρὰ σώματα ἀρχόμενα σήπεσθαι ὁρῶνται διαφορούμενα τὴν ὑγρότητα ἰχωροειδῆ γενομένην. εἶτα μετὰ τὸ διαφορηθῆναι σήπεται καὶ διαλύεται, ὅτι ὑγρότης αἰτία ἦν τῆς ἑνώσεως τοῦ σώματος καὶ τοῦ ὁρισμοῦ τῶν γηίνων αὐτοῦ καὶ ξηρῶν μορίων, δρώντων εἰς αὐτὸ δηλονότι τῶν ποιητικῶν στοιχείων, τοῦ θερμοῦ καὶ ψυχροῦ. ὡσαύτως δὲ καὶ ἐν τοῖς ξηροῖς καὶ γηίνοις μορίοις.
p. 379a11 Γίνεται δὲ φθορά, ὅταν κατακρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον.
Ὁρίζον καλεῖ τὸ θερμὸν ὡς ποιητικόν, ὁριζόμενον δὲ τὸ ὑηρὸν ὡς παθητικόν. τότε οὖν γίνεται φθορά, ὅταν ὑπὸ τοῦ περιέχοντος θερμοῦ ἐκδιαφορηθῇ τὸ ἔνδον θερμὸν τὸ κατὰ φύσιν, ὡς ἔλαττον γίνεσθαι τῆς ἔνδον ὑγρότητος, μέχρις ἂν καὶ αὐτὴ διαφορηθῇ· τότε γὰρ ἡ ξηρότης ἐπικράτει.
p. 379a13 Ὅταν χωρισθῇ τῆς φύσεως.
Τουτέστιν ὅταν χωρισθῇ ἡ θερμότης ἡ οἰκεία ἀπὸ τοὐ συνθέτου. p. 379a14 Διὸ καὶ σήπεται ἄλλα πλὴν πυρός. ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ ἐνδείᾳ θερμότητος γίνεται ἡ σῆψις, διὰ [*](4 τὸν ποιητικὸν a 6 ὑγροῦ] lege ψυχροῦ coll. p. 281,14 11 ἀγχόνης G: ἀσχόνης 13 καὶ om. Ar. ὑγρὸν G εἶτα] εἰ τὰ Ga σηπομένη G: τὰ σηπόμενα Ar. 17 ὅτι Ga: ἥτις V 21 ἡ φθορά Ar. κατακρατῇ] κρατῇ Ar. 30 σήπτεται G ἄλλα scripsi: ἀλλὰ VGa: πάντα τἄλλα τἄλλα πάντα FHN) Ar.)
p. 379a16 Σῆψις δ’ ἐστὶ φθορὰ τῆς ἐω ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος· αὕτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος.
Ορίζεται τὴν σῆψιν. καὶ ὅρα, πῶς σαφῶς ἐδείκνυται ὑπὸ ἐνδείας θερμοῦ οἰκείου γίνεσθαι τὴν σῆψιν. ἀλλ’ ἀποροῦμεν, τί θέλει εἶναι τοιαύτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος, εἴ γε περὶ τοῦ ἐμφύτου θερμοῦ διαλέγεται. ἢ ῥητέον, ὅτι τοῦτο πρὸς τὸ φθορὰ δεῖ ἀποδοῦναι, ὡς καὶ εἰ οὕτως ἔλεγεν· ‘ἥτις φθορὰ γίνεται ἀπὸ τοῦ περιέχοντος θερμοῦ, τουτέστιν ἀλλοτρίου'. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι θερμῷ ἀλλοτρίῳ καὶ ψυχρῷ οἰκείῳ γίνεται ἡ σῆψις. τὸ γὰρ ἀλλότριον θερμὸν ἐπικρατοῦν αἴτιον γίνεται ἐνδείας μὲν τοῦ οἰκείου θερ|μοῦ καὶ ὑγροῦ καὶ * * * ψυχροῦ καὶ 63r ξηροῦ. ἐκδιαφοροῦν γὰρ τὸ ἔμφυτον θερμὸν συνεκδιαφορεῖται μετ’ αὐτοῦ καὶ ἡ ὑγρότης. καὶ ὅσῳ ταῦτα διαφοροῦνται, τοσούτῳ ἡ ψύξις καὶ ἡ ξηρότης ἐπικράτει.
p. 379a20 Ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας.
Ἴδου, πῶς διαρρήδην ὑπὸ ψυχρότητος καὶ θερμότητος λέγει γίνεσθαι p. 379a26 Καὶ ἐν τοῖς ψύχεσι δ’ ἧττον σήπεται.
Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους. ἐν γὰρ τῷ χειμῶνι ἧττον γίνεται ἡ σῆψις διὰ τὸ ἐμφωλεύειν ἔνδον τὸ ἔμφυτον θερμὸν καὶ μὴ εἶναι πρόχειρον εἰς τὸ διαφορηθῆναι. ᾧ δῆλον, ὅτι ἐνδείᾳ τοῦ οἰκείου θερμοῦ γίνεται ἡ σῆψις καὶ ἐπικρατείᾳ τοῦ ἀλλοτρίου.
p. 379a29 Καὶ οὔτε τὸ πεπηγός.
Τὸ τρίτον ἐπιχείρημα. ἐν γὰρ τῷ πεπηγότι οὐ δρᾷ τὸ ἔξωθεν θερμόν, ἐπειδὴ δραστικωτέρα αὐτοῦ ἐστιν ἡ ἐν τῷ πεπηγότι ψύξις. καὶ διὰ τοῦτο οὐ σήπεται, ὥστε διὰ ἐπικράτειαν τοῦ ἔξωθεν θερμοῦ γίνεται ἡ σῆψις.
[*](6 post θερμότητος add. ὑπ’ ἀλλοτρίας θερμότητος Ar. 7 Ὁρίζεται—ἡ τοῦ περιέχοντος (9) oin. V 8. 9 τοιαύτη] lege τὸ αὕτη 10 τὸ φθορὰ] τῇ φθορᾷ Ga 13 inde a τὸ γὰρ in G iucipit altera maims (of. Praef.) 14 ante ψυχροῦ laouoam indicavi. lege ὑ. καὶ <ἐπικρατείας καὶ <ἐπικρατείας> τοῦ> ψ. 16 ἡ ξηρότης G: ξηρότης Va Ἄμφω add. γὰρ (ia εἴη om. Ga κοινὸν] καινὸν G 23 ὡρῶν] ὁρῶν a 25 ᾦ] ὃ G 29 ψύξις] ψῆξις G 30 σῆψις] νῆξις G)p. 379a33 Ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ τὸ ῥέον ἧττον σήπεται [*](63r) τοῦ ἀκινητίζοντος.
Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ ῥέοντος ὕδατος. τὸ γὰρ ῥέον, φησίν, ὕδωρ ἐπειδὴ ὑπὸ τῆς κινήσεως ἀναζωπυροῦται τὸ ἔμφυτον αὐτοῦ θερμόν, οὐ σήπεται· τὸ δ’ ἱστάμενον σήπεται διὰ τὸ ἀσθενὲς εἶναι τὸ ἐν αὐτῷ θερμόν. ὅτι γὰρ καὶ τὸ ὕδωρ ἔχει ἔμφυτον θερμόν, δῆλον, ἐπειδὴ καὶ ῥεῖ· τὸ γὰρ εἶναι ῥυτὸν ὑπὸ τοῦ θερμοῦ ἐκτήσατο, ἐπεὶ ἔμελλε πεπηγὸς εἶναι.
p. 379b2 Ἡ αὐτὴ δὲ αἰτία τοῦ τὸ πολὺ ἧττον.
Τὸ πέμπτον ἐπιχείρημα τὸ ἀπὸ τοὐ πλήθους. ἐπειδὴ γὰρ ἐν τῷ πολλῷ ὕδατι πολὺ περιέχεται θερμόν, ἧττον ἐν αὐτῷ γίνεται ἡ σῆψις, ἐν δὲ τῷ ὀλίγῳ μᾶλλον, ἐπειδὴ ἐνδεὲς καὶ τὸ θερμόν.
p. 379b6 Ὡσαύτως δὲ καὶ ἐπὶ θαλ·άττης.
Ἐχεις καὶ τὸ ἕκτον ἐπιχείρημα, * * * τὸ δ’ ἀπὸ τῶν ἐκ σήψεως γινομένων ζῴων. καὶ γὰρ ὁρῶμεν, ὅτι ἐπὶ τῇ σήψει ζῷα γίνονται, δηλονότι ἐκδιαφορουμένου τοὐ ἐμφύτου καὶ ζωογόνου θερμοῦ γίνονται. εἰ δ’ ἐκδιαφορεῖται, δῆλον ὅτι μειοῦται· ὑπὸ ἐνδείας ἄρα θερμοῦ γίνεται ἡ σῆψις.
Πρᾶξις μδ.
p. 379b8–10 Τί μὲν οὖν ἐστι γένεσις καὶ φθορά, εἴρηται. λοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη.
Μετὰ τὰς κοινὰς ἐνεργείας θερμότητος καὶ ψυχρότητος, λέγω δὴ γένεσιν καὶ φθοράν, καὶ περὶ τῶν ἰδιαζουσῶν ἐνεργειῶν ἑκατέρας διαλέγεται ὁ φιλόσοφος. ἰδιάζουσαι δ’ ἐνέργειαι ἐπὶ μὲν θερμότητος πέψις καὶ τὰ ὑπ’ αὐτήν, πέπανσις, ἕψησις, ὄπτησις, τῆς δὲ ψυχρότητος ἀπεψία καὶ τὰ ὑπ’ αὐτήν, ὠμότης καὶ μόλυνσις, στάθευσις. ἢ γὰρ διὰ τὸ εἶναι κοινὰς ἐνεργείας τοῦ θερμοῦ καὶ ψυχροῦ τὴν γένεσιν καὶ φθορὰν περὶ τούτων πρότερον διειλέχθη· εἶθ’ οὕτω περὶ τῶν ἰδιαζουσῶν, λέγω δὴ πέψεως καὶ ἀπεψίας. ἢ ὅτι ἐκεῖναι μὲν πρῶται ἐνέργειαί εἰσι τοῦ θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ δεύτεραι, καὶ ἐκεῖναι μὲν περὶ τὸ εἶναι ἢ μὴ εἶναι καταγίνονται, αὗται δὲ περὶ τὸ τοιώσδε εἶναι ἢ μὴ εἶναι, αἵτινες μετὰ τὸ γενέσθαι τὸ εἶδος ὑφίστανται. ἢ καὶ διὰ τρίτην αἰτίαν, ὅτι μετὰ τὴν ἁπλῶς καὶ κυρίως [*](1 τὸ (ante ῥέον) om. (praeter H) Ar. 2 ἀκινητίζοντος] ἀκινήτου ζῶντος Ga 9 ’H αὐτὴ δέ] ἡ δ’ αὐτὴ Ar. τοῦ τὸ] τοῦτο (i 11 ὕδατι om. a 13 lemmatis apud Aiistotelem leperitur haec forma: καὶ τἄλλα ὕδατα ὡσαύτως. καὶ ζῷ ἐγγίνεται 14 lacuuam indicavi. deest ct arguraentum sextum et septimi iiiitium; cf. p. 281,3 sq. 18 tit. praebet G: om. Va 19 ante φθορά rcpctit τί Ar. 22 ἰδιαζόντων VGa: correxi)
p. 379b8 Τί οὖν ἐστι γένεσις καὶ φθορά, εἴρηται πρότερον.
Ὅτι ποιοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ γίνεται.
p. 379b10 Λοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ὑποκειμένων τῶν φύσει συνεστώτων.
Ἐντεῦθεν δείκνυται, ὅτι οὐ περὶ πάσης πέψεως πρόκειται αὐτῷ διαλαβεῖν, ἀλλὰ περὶ μόνης πεπάνσεως. τί γάρ φησιν; ὅτι δεῖ ἡμᾶς εἰπεῖν τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ, ὅσα ἐργάζονται ἐν τοῖς σώμασι μενούσης τῆς ὑποκειμένης ὕλης καὶ μὴ μεταβαλλομένης. ἐπειδὴ οὖν ἐν μὲν τῇ πέψει ἀμείβεται τὸ εἶδος τῆς τροφῆς μεταβάλλεται γὰρ πρὸς τὸ τρεφόμενον· ἀπὸ γὰρ αἵματος γίνεται σὰρξ καὶ νεῦρον), ἐν δὲ τῇ πεπάνσει οὐ μεταβάλλεται τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλὰ τελειοῦται. δῆλον, ὅτι οὐ περὶ ἐκείνης λέγει τῆς πέψεως, ἀλλὰ περὶ ταύτης.
p. 379b14 Δεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν· οὐ γὰρ κεῖται καθόλου τοῖς ὁμοίοις.
Η μόλυνσις, φησί, καὶ ἡ στάθευσις οὐ λέγονται κυρίως. δύναται γὰρ καὶ ἐπὶ μολύνσεως λέγεσθαι ἡ στάθευσις, ἐπειδὴ οὐ ποιεῖται ἀνάλυσιν ἡ στάθευσις, ἀλλὰ μᾶλλον θερμῷ ξηρῷ γίνεται. οὐκοῦν οὐ κύριά εἰσι ταῦτα τὰ ὀνόματα. κύριον δ’ αὐτό ἐστιν ὄνομα τὸ καθολικόν, τουτέστιν ἡ ἀπεψία.
p. 379b19 Ταῦτα ἐστὶν ἡ οἰκεία ἑκάστου ὕλη.
Ἐπειδὴ εἶπε τὸν ὁρισμὸν τῆς πέψεως, ὑπὸ τίνος γίνεται καὶ ἐκ τίνων, [*](64v) ὅτι γίνεται μὲν ὑπὸ θερμοῦ ἐμφύτου τοῦ ποιοῦντος, εἶτα καὶ τὸ ἐκ τίνων γίνεται εἰπών, ὅτι ἐκ τῶν ἀντικειμένων παθητικῶν, διδάσκει, τίνα λέγεται ἀντικείμενα παθητικά, ὅτι οἰκεία τοῦ πάσχοντος ὕλη, τουτέστιν ἡ ὑγρότης· πάσχει γὰρ τελειωτικὸν πάθος συνισταμένη καὶ παχυνομένη.
p. 379b21 Καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος οἰκείας συμβαίνει, καὶ διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ.
Ἐνταῦθα φαίνεται περὶ τῆς ἐν τοῖς ζῴοις πέψεως διαλαμβάνων. τί [*](1 γὰρ om. a εἰκὸς] εἰκὼς G μετὰ χεῖρας a τί μὲν οὖν Ar. et 01. p. 282,19 ante φθορά repetit τί Ar. πρότερον om. Ar. 12 post ὑποκειμένης add. αὐτοῖς G 18 οὐ γὰρ] ἀλλ’ οὐ (praeter UN) Ar. 20 ἐπειδὴ—στάθευσις (21) om. a 23 ἑκάστου] ἑκάστη ἐν ἑκάστῳ UN) Ar. 29 τῆς οἰκείας (praeter F) Ar. 30 καὶ] κἀν Ar. 31 διαλαμβάνων Gu: διαλαμβάνεται (?) V)
p. 379b25 Τὸ δὲ τέλος φὲν μὲν φύσις ἐστί, φύσις δὲ ἣν λέγομεν ὡς εἶδος καὶ οὐσίαν· τοῖς δ’ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως.
Τί φησιν; ὅτι ἡ μὲν ἀρχὴ τῆς πέψεως πάσης ἀπὸ τοῦ οἰκείου θερμοῦ τοὐ ποιοῦντός ἐστιν, εἰ καὶ ἔξωθεν βοήθεια τούτων γένηται πρὸς τὸ περιγενέσθαι. τὸ δὲ τέλος τῆς πέψεως ποῦ μὲν ἡ φύσις ἐστὶν ἡ εἰδοποιοῦσα καὶ μεταβάλλουσα ἀπὸ εἴδους εἰς ἕτερον εἶδος, ὥσπερ ἐν τοῖς ζῴοις τὴν τροφὴν ἡ προνοητικὴ φύσις μετὰ τὴν πέψιν τῆς τροφῆς, ταὐτὸν δ’ εἰπεῖν τὴν σύστασιν καὶ τὴν πάχυνσιν, μεταβάλλει αὐτὴν εἰς ἕτερον εἶδος καὶ εἰς ἑτέραν οὐσίαν καὶ ποιεῖ αὐτὴν σάρκα ἢ νεῦρον ἢ ἕτερόν τι ἀπλῶς πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου μορίου. ὅπερ ὁ Ἀριστοτέλης ἐσήμανε, τί ἐστι φύσις, ὅτι τὸ εἶδος καὶ ἡ οὐσί τοῦ ὑποκειμένου πράγματος, οὕτω μὲν οὖν ἐν τοῖς ζῴοις τὸ τέλος τῆς πέψεως ἡ φύσις ἐστί, τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τοῦ τρεφομένου μορίου· μεταβάλλεται γὰρ εἰς αὐτὸ τὸ πεφθέν. ἐν δὲ τοῖς καρποῖς καὶ τοῖς ἑψομένοις καὶ ὀπτωμένοις οὐχ ἡ φύσις ἐστὶ τὸ τέλος τῆς πέψεως· οὔτε γὰρ γίνεται μεταβολὴ τῆς ὑγρότητος εἰς ἕτερον εἶδος, ἀλλὰ τελείωσις, τουτέστι σύστασις καὶ πάχυνσις, ὥστε ἵστασθαι τὸ εἶδος καὶ τὴν μορφὴν τοῦ πάσχοντος, τουτέστι τοῦ ὑγροῦ, καὶ τελειοῦσθαι, οὐ μεταβάλλεσθαι εἰς ἕτερον εἶδος. βλέπε οὖν καὶ διὰ ταύτης τῆς λέξεως, ὅτι περὶ πάσης πέψεως διαλαμβάνει.
p. 379b27 Ὅταν τοιόνδε γένηται καὶ τοσόνδε τὸ ὑγρὸν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον.
’Ev τούτοις γὰρ πᾶσιν οὐκ ἀμείβεται τὸ εἶδος τοῦ πάσχοντος, ἀλλὰ τελειοῦται. σηπόμενον δ’ εἶπε τὸ πεπαινόμενον. διττὴ γὰρ ἡ σῆψις, [*](11 ὡς Ga: om. V 14 ἡ φύσις ἐστί Ar. 34 τοιονδὶ (contra FHN) Ar. τοσονδὶ Ar.)
p. 379b30 Καὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος.
Ἄξιον ἐστιν ἀπορίας, πῶς λέγει τὸ γλεῦκος ἄπεπτον πεπαίνεσθαι, εἴ γε παχὺ ὂν προκόπτον λεπτότερον γίνεται (πᾶς γὰρ οἶνος παλαιούμενος λεπτύνεται), ἡ δὲ πέψις τὸ ἀνάπαλιν τὰ λεπτὰ παχύνει. ἢ λέγομεν, ὅτι τὸ γλεῦκος καθὸ μὲν γλεῦκος λεπτότατόν ἐστιν· ἀλλὰ σύνεισιν αὐτῷ πνεύματα παχέα καὶ φυσώδη τιν᾿ ἃ τῷ χρόνῳ διαφορεῖται, καὶ λοιπὸν μένει λεπτὸν γλεῦκος. τοῦτο ἡ πέψις παχύνει καὶ οἶνον ποιεῖ· μετὰ δὲ τὸ γενέσθαι οἶνον τηνικαῦτα † τὸ χρῶμα κατὰ μέρος λεπτύνεται. ἀλλὰ πάλιν ἀπορητέον. εἰ γὰρ ἡ πέψις πάχυνσίς ἐστι, πῶς ἐπὶ τῶν σωμάτων οἱ πεττόμενοι χυμοὶ λεπτότεροι γίνονται; ἢ ῥητέον, ὅτι οὐ πάντες, ἀλλὰ μόνον οἱ παχεῖς· οἱ γὰρ λεπτοὶ παχύνονται πεττόμενοι. κανὼν γάρ ἐστι τοιοῦτος, ὥστε τὰ δυνάμει ὑγρὰ πεττόμενα ἢ ἑψόμενα διαλύεσθαι, τὰ δ᾿ ἐνεργείᾳ ὑγρὰ πήγνυσθαι. οὐκοῦν ἐπειδὴ οἱ παχεῖς χυμοὶ σχεδὸν ἀνόμοιοί εἰσι τοῖς δυνάμει ὑγροῖς, τούτου χάριν πεττόμενοι διαλύονται καὶ λεπτότεροι γίνονται· οἱ δὲ λεπτοὶ ὅμοιοι ὄντες τοῖς ἐνεργείᾳ ὑγροῖς πεττόμενοι παχύνονται.
p. 379b35 Ἕως γὰρ ἄν εἴη ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτό ἐστιν.
Ἕως ἂν ἐπικρατῇ ὁ λόγος ὁ τῆς θερμότητος ἐν τῇ ὑγρότητι, φύσις τοῦτό ἐστιν ἀντὶ τοῦ πέψις, ἵνα τοῦ ὁριστοῦ, τουτέστι τοῦ ὑγροῦ, ἐπικρατήσῃ ἡ θερμότης.
p. 380a3 Ἀνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι.
᾿Ιδου αὐτὸς διαρρήδην λέγει, ὅτι πάντως ἡ πέψις πάχυνσίς ἐστι. πάχυνσιν δὲ δεῖ νοεῖν τὴν σύμμετρον τῇ πέψει, ἐπεί, ἐὰν ἀμέτρως ᾖ παχεῖα ἐκείνη, καὶ λεπτύνεται ἡ φύσις, ἵνα ἐνέγκῃ τὸ σύμμετρον πάχος· ἐκεῖνα δὲ παχύνει, ὅσα ἀμέτρως εἰσὶ λεπτά.
p. 380a6 Ἀπεψία δέ ἐστιν ἀτέλεια δι᾿ ἔνδειαν τῆς οἰκείας θερμοτητος.
Ἀνάπαλιν τῇ πέψει τὰ τῆς ἀπεψίας ὁρίζεται. ὥσπερ ἡ πέψις τελείωσις ἦν τῆς ἐν τῷ πεττομέ|νῳ ὑγρότητος, τουτέστι σύστασις καὶ πάχυνσις, 65r οὕτω καὶ ἡ ἀπεψία ἀτέλεια ταύτης ἐστίν.
[*](1 ἡ ἐπὶ—κρειττόνων om. a 6 λεπτότερον] λεπτυνόμενον a 8 ἀλλὰ VG: ἀλλ᾿ ἅ a 9 τιν᾿ ἅ scripsi: τινά VGa 11 τὸ χρῶμα vix sanum; an πῶμα ? 12. 13 πεπτόμενοι Ga 19 εἴη] ἐνῇ Ar. 25 ἐπεί] ἐπειδὴ a 28 ἐστιν om. Ar.)p. 380a18 Ἡ δὲ ἀτέλειά ἐστι τῶν ἀντικειμένων παθῶν.
[*](65r)Ὅρα, πῶς φανερῶς λέγει τὴν ἀτέλειαν τῆς ὑγρότητος εἶναι· ᾧ δῆλον, ὅτι καὶ τὴν τελείωσιν ταύτης ἀνάγκην εἶναι.
p. 380a12 ἐπειδὴ ἡ πέψις τελείωσίς τις, τότε ἡ πέπανσις τελείωσίς τις, ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀπο- τελεῖν τοιοῦτον ἕτερον οἷον αὐτό.
Ἴδου καὶ διὰ τούτου δῆλον, ὅτι ἡ τελείωσις καὶ ἀτέλεια τῆς ὑποκειμένης ὑγρότητός ἐστιν ἐν τῷ πάσχοντι. εἰ γὰρ τοῦτο γίνεται, τέλειον τὸ σπέρμα, ὅταν ἐστὶ τοῦ ὁμοίου γεννητικόν. τότε δ’ ἐστὶ του ὁμοίου γεννητικόν, ὅταν ἡ ἐν αὐτῶ ὑγρότης σύστασιν καὶ πάχυνσιν λάβῃ. τῆς ἄρα ὑγρότητός ἐστιν ἡ τελείωσις.
p. 380a23 ’Ex μὲν οὖν πνευματικῶν ὑδατώδη, ἐκδὲ τῶν τοτούτων τὰ γεηρὰ συνίστανται.
Θέλων δεῖξαι, ὅτι ἀεὶ ἡ πέψις ἐπὶ πάχυνσιν ὁδεύει, ἐκ τῶν ἐν ἡμῖν περιττωμάτων δείκνυσιν, τῶν τε ἀτμῶν καὶ τῶν ὑγρῶν.
p. 380a33 οὐδὲν δ’ ὑγρὸν αὐτὸ καθ’ αὑτὸ πεπαίνεται ἄνευ ξηροῦ. ὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν.
Βουλόμενος δεῖξαι, ὅτι ἡ μὲν πέψις γίνεται κατακρατοῦντος μὲν τοῦ θερμοῦ, κατακρατουμένης δὲ τῆς ὑγρότητος, ἡ δὲ ἀπεψία τὸ ἀνάπαλιν, παρήγαγε τὸ ὕδωρ, ἐπειδὴ αὐτὸ οὐ παχύνεται διὰ τὴν ὀλιγότητα τοῦ ἐν αὐτῷ θερμοῦ καὶ ξηροῦ.
Πρᾶξις με.
p. 380b13 Ἕψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου.
Οὐχ ὡς ἄν τις οἰηθείη, διαλεγόμενος ὁ Ἀριστοτέλης περὶ ἑψήσεως ὀπτήσεως ὅτι ἐάσας τὰ φυσικὰ προβλήματα ἐτράπη ἐπὶ τὰ τεχνικὰ [*](1 παθῶν] παθητικῶν Ar. et 01, p. 284,30 4 ἐπειδὴ] ἐπεὶ δ’ Ar. 4 5 a ἡ πέπανσις τελείωσίς τις] ἡ πέπανσις τελεία ἐστίν Ar. 5 δύναται G G: δύνανται a 7 ἡ ἀτέλεια G 8 τοῦτο Ga: τότε V 12 τῶν πνευματικῶν (praetcr E) Ar. 13 συνίσταται Ar. 15 post δείκνυσιν add. ἐπὶ a 16 πεπαίνεται Ga Ar. supersrr. V: παχύνεται V in textu 17 παχύνεται] πεπαίνεται Ga 22 titulum om. a 24 ἀορίστου] ἀρίστου G post ἀορίστου add. ex Ar. ἐν τῷ ὑγρῷ a: cf. p.293,20)
p. 380b13 Ἕψησις δ’ ἐστὶ τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντ ἀορίστου ἐν τῷ ὑγρῷ..
Ὅλον λέγει ἀντὶ τοῦ ‘τῷ γένει ἡ ἕψησις λέγεται ὑπὸ θερμοῦ γινομένη'. ἀόριστον δὲ καλεῖ τὸ ὑγρὸν ὡς μὴ ὁριζόμενον οἰκείῳ ὅρῳ.
p. 380b 14 Λεγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἕψομένων.
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι λέγεται ἡ ἕψησις ἐπὶ τῶν θερμῶν ὑγρῶν γινομένων. τοῦτο δηλοῖ τὸ ἑψόμενον· γελοῖον γὰρ τὸ εἰπεῖν· ‘ἕψησις λέγεται ἀπὸ τῶν ἑψομένων'.
p. 380b15 Τοῦτο δ’ ἄν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες. τοῦτό φησι· ἡ τῷ ἐν τῷ ἑψομένῳ ὑγρῷ ἔν τισι μέν ἐστι πνευματῶδες, ὥσπερ ἐν ὀσπρίοις, ἔν τισι δ’ ὑδατῶδες, ὥσπερ ἐν λαχάνοις, ἐν ἄλλοις δ’ ἄμφω, ὥσπερ ἐπὶ τοῦ γλεύκους.
p. 380b16 Ἡ δὲ πέψις γίνεται ὑπὸ τοῦ ὑγρῷ πυρός· τὰ γὰρ ἐπὶ τῶν τηγάνων ὀπτᾶται.
’H πέψις ἡ ἐπὶ τῆς ἑψήσεως λεγομένη ὑπὸ θερμοῦ ὑγροῦ γίνεται. [*](4 ἕψησις] ὄψησις a 9 post λεπτὰς add. εἶναι a 11. 12 παχείας μέν Ideicr: παχέας μέν VCia 25 inaliiu γινομένη 28 τῷ (ante ἐν) doltMi vult Idclor. 1. τό . . . ὑγρόν 31 ὑπὸ] ἀπὸ Ar. τὰ γὰρ] τὸ γὰρ (praeter E) Ar. 32 τηγάνων Ar.: ταγήνων VGa)
p. 380b18 Ἐν ᾧ δ’ ἐστὶν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρὸν ὂν εἴς ἑαυτὸ ἀναλαμβάνον.
Μετὰ δὲ τοῦ ἀνωτέρω εἰπεῖν ὀπτᾶται μετὰ τῶν ὀπτωμένων αὐτὸ τίθησι. διὰ δὲ τοῦ νῦν εἰπεῖν ἐν ᾧ δέ ἐστιν ὑγρὸν ποιεῖν μετὰ τῶν ἑψομένων τὰ γὰρ ὀπτώμενα οὐκ ἐν ὑγρῷ γίνονται), ὡς εἶναι δῆλον, ὅτι μεταξύ ἐστι τῶν ἑψομένων καὶ ὀπτωμένων.
p. 380b21 Διὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ανασπᾳ εις ἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα.
† Ὁπόταν οὖν κοινῶς τὰ ὀπτώμενα καὶ τηγανιζόμενα καλῇ. καί φησιν, ὅτι τὰ ἑφθὰ ξηρότερά εἰσι τούτων διὰ τὸ ἐν ζωμῷ τὴν οἰκείαν ὑγρότητα ἀπολύειν, ταῦτα δὲ κατέχειν· οὐ γὰρ * διὰ τὸ τὴν ἐπιφάνειαν περιφρόττεσθαι.
p. 380b24 ἔστι δ’ οὐ πᾶν σῶμα ἑψητόν.’
Ἐντεῦθεν τὸ δεύτερον λέγει περὶ ἑψήσεως, τουτέστι ποῖά εἰσι τὰ 66r ἑψόμενα, καὶ ποῖα τὰ μὴ ἑψόμενα, καὶ τῶν ἑψομένων ποῖα μὲν κυρίως, ποῖα δὲ κατὰ μεταφοράν.
p. 380b27 Ἀλλ' ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ τῆς ἐν τῷ ὑγρῷ πυρώσεως.
Διὰ τούτου ἐσαφήνισεν ἡμῖν, ποῖά εἰσι τὰ ἑψόμενα.
p. 380b30 Οὐ γὰρ κεῖται τὰ ὀνόματα ταῖς διαφοραῖς·
Εἰ ᾖν τὰ κατὰ μεταφορὰν ἑψόμενα ἄλλοις ὀνόμασιν ὀνομάσαι, οὐκ ἄν ἐλέγομεν αὐτὰ ἕψεσθαι, ἀλλ’ ἄλλο τι πάσχειν, ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ γλεύκους καὶ τοῦ γάλακτος. ἀλλ’ ἐπειδὴ οὔκ εἰσιν ὀνόματα τοῖς τοιούτοις πάθεσιν αὐτῶν, τούτου χάριν ἕψεσθαι αὐτὰ λέγομεν.
p. 380b32 Ὅταν ὁ ἐν τῷ ὑγρῷ χυμὸς εἰς εἶδός τι μεταβάλῃ·
Τουτέστι παχύνεται καὶ συνίσταται πρώην ὑδατώδης ὤν. τοῦτο λέγει [*](1 τηγανισμοῦ scripsi: ταγηνισμοῦ VGa 1. 2 1. πότερον x003E; τῶν ἑ·; cf. v. 5; 306,36: 310,30 3 ποιεῖ] ποιεῖν G μᾶλλον ἐκεῖνο transpoii. Ga ὂν oin. Ar. 4 αὑτὸ (praeter F) Ar. ἀναλαμβάνειν G 6 ποιεῖν] ποιεῖ a 9. 10 10 εἰς ἑαυτὰ V: εἰς αὑτὰ (praeter FHN) Ar.: εἰς ἑαυτὸ G: orn. a 11 Ὁπόταν] couicio Ὀπτὰ et mox καλεῖ. κοινῶς om. a τηγανιζόμενα scripsi: ταγηνιζόμενα VGa 13 an post οὐ γὰρ excidit ἀπολύετν? 20 τούτου V: τοῦτο Ga 21 τὰ om. (praeter ’) Ar. 22 ἄλλοις] ἀλλήλοις G 25 ἕψεσθαι V: ἑψᾶσθαι Ga 26 ὁ om. a εἶδος] ὕδωρ V μεταβάλλῃ a et Ar.)
p. 381a1 Ὥστε ὅσα παχύτερα δύναται γενέσθαι ἐλάττω ἢ βαρυτερα.
Ἐντεῦθεν τὸ τρίτον παράδειγμα παραδίδωσι καὶ διδάσκει, τίνα εἰσὶ τὰ ἑπόμενα τοῖς ἑψομένοις· καί φησιν, ὅτι πᾶσι μὲν συμβαίνει τὸ ὀλίγα καὶ παχέα γίνεσθαι, ἀλλ᾿ ἢ ὀλίγα καὶ βαρέα <ἢ> ὀλίγα καὶ κοῦφα, τοῦ παχέος ἐφ᾿ ἑκατέρου ὄντος.
p. 381a8 Τὸ δ᾿ ἔλαιον οὐχ ἕψεται αὐτὸ καθ᾿ ἑαυτό, ὅτι τούτων οὐδὲν πάσχει.
Τούτων, ποίων; οὐδὲ γὰρ παχύτερον οὐδὲ λεπτότερον οὔτε βαρύτερον οὔτε κουφότερον γίνεται, ὥσπερ τὰ ἑψόμενα, ὀλιγοῦται δὲ μόνον.
p. 381a10 Καὶ οὐδὲν διαφέρει ἐν ὀργάνοις τεχνικοῖς φυσικοῖς, ἐὰν γένηται· διὰ γὰρ τὴν αὐτὴν αἰτίαν γίνεται.
Ἄρα πῶς τὴν ἕψησιν καὶ ὑπὸ φύσεως λέγει γίνεσθαι; ἕψησιν ὑπὸ φύσεως καλῶν τὴν τῶν σιτίων πέψιν· καὶ γὰρ καὶ ἡ τεχνικὴ ἕψησις καὶ ἡ φυσικὴ ὑπὸ θερμοῦ ὑγροῦ γίνεται συνιστῶντος καὶ ὁρίζοντος τὸ ἐν τῷ ἑψομένῳ ὑγρόν.
p. 381al2 Μόλυνσις δ᾿ ἐστὶν ἀπεψία ἐναντία ἑψήσει. εἴη δ᾿ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀπεψία τοῦ ἐν τῷ σώματι ἀορίστου.
Ὁρισμὸν νῦν λέγει τῆς μολύνσεως οὐ πάσης, ἀλλὰ τῆς πρώτης. τίς δ᾿ ἐστὶν ἡ πρώτη μόλυνσις; ἢ δῆλον, ὅτι ἡ ἀντικειμένη τῇ κυρίως ἑψήσει. διττὴ γὰρ ἡ μόλυνσις· ἡ μὲν ἀντικειμένη τῇ κυρίως ἑψήσει, ἡ δὲ τῇ κατὰ μεταφοράν. αὕτη οὖν, φησίν, ἀπεψία τίς ἐστι τοῦ ἐν τῷ ἑψομένῳ ὑγροῦ. γίνεται δὲ διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὴν τοῦ περιέχοντος ψῦξιν, ἢ δι᾿ ἔνδειαν πυρός, ἢ διὰ πλῆθος ὕδατος βαλλομένου ψυχροῦ, ἢ διὰ πλῆθος τῶν ἑψομένων. καὶ ταῦτα αὐτὸς κτὰ τὴν λέξιν παραδίδωσι.
p. 381a18 Τότε γὰρ συμβαίνει ἐν τῷ ὑγρῷ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μή κινεῖσθαι. ἐλάττω δὲ ἢ ὥστε ὁμαλῦναι καὶ συμπέψαι.
Τὴν αἰτίαν νῦν λέγει, δι᾿ ἣν πολλῶν ὄντων τῶν ἑψομένων οὐ γίνεται [*](1 ἕψεσθαι V: ἑψᾶσθαι Ga 3 γενέσθαι ἐλάττω] γίγνεσθαι ἣ ἐλάττω Ar. 7 ἢ addidi 9 ἕψεται V: ἑψᾶται Ga ἑαυτό] αὐτό Ar. 14 γένηται] γίγνηται (praeter N) Ar. τὴν αὐτὴν γὰρ transpon. Ar. γίνεται] πάντα ἔστι Ar. 19 Μόλυνσις] μώλυσις (praeter FHN) Ar. ἐστὶν om. Ar. post ἀπεψία add. μὲν (om. E) ἡ (om. F) Ar. 23 διττὴ —ἑψήσει om. a 26 δι᾿ V: διά G: om. a 28 κινεῖσθαι] κινῆσαι Ar. 31 λέγει om. G)
p. 381a23 Ὄπτησις δ’ ἐστὶ πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας.
Μετῆλθε νὺν ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν.
p. 381b4 Ἔστι δέ, ὥσπερ ἐλέγομεν, τὰ εἴδη καθόλου ταῦτα καὶ φυσικὰ ὅμοια τὰ γινόμενα πάθη, ἀλλ’ ἀνώνυμα· μιμεῖται γὰρ ῆ τέχνη τὴν φύσιν.
Ὥσπερ καθόλου εἴπομεν ὄπτησιν ἕψησιν ὑπὸ τέχνης γινομένην, οὕτω καὶ ὑπὸ φύσεως ὁρῶμεν γινομένην. καὶ μᾶλλον ὑπὸ φύσεως· ἡ γὰρ τέχνη τὴν φύσιν μιμησαμένη ταῦτα ἐπετήδευσεν. ὁμοία γὰρ ἡ ἐργασία αὐτῶν καὶ ἐπὶ τέχνης καὶ ἐπὶ φύσεως, ὅθεν οὐδ’ ὀνόμασι διαφόροις κέκληνται· ἀμφότερα γὰρ πέψις καὶ ἀπεψία.
p. 381b9 Ὅμοια ἔνια τῇ μολύνσει.
Δηλονότι αἱ λόγῳ πέψεως γινόμεναι· ἡ γὰρ μόλυνσις δι’ ἔνδειαν θερμοῦ γίνεται.
p. 381b9 Καὶ ζῷον οὐκ ἐγγίνεται πέψει, ὥς τινές φασι.
Τοῦτο ὡς πρὸς τοὺς λέγοντας σῆψιν εἶναι τὴν πέψιν κατασκευάζοντας τοῦτο ἐκ τοῦ γενέσθαι ἕλμινθας ἐν τῇ γαστρὶ ὑπὸ σήψεως λέγει. οὔπως γὰρ γίνονται οἱ ἕλμινθες, φησίν, ἔνθα γίνεται ἡ πέψις, τουτέστιν ἐν τῇ γαστρί, ἀλλ’ ἐν τοῖς ἐντέροις· ὅταν δὲ μέλλῃ ἐμεῖσθαι, τότε ἀνέρχονται ἄνω.
p. 381b17 Ἢ συμβαίη ἂν ἢ δι’ ὀλιγότητα τοῦ ἔξω πυρὸς ἢ διὰ τὸ πλῆθος τοὐ ἐν τῷ ὀπτωμένῳ ὕδατος.
Τὰς αἰτίας νῦν τῆς σταθεύσεως παραδίδωσιν.
[*](4 τουτέστι Ga: οὔτε V ἐλάττω Ga 6 σκληρά] σκληρά] V 8 πέψις ὑπὸ θερμότητος ora, Ga 11 λέγομεν Ar. 11. 12 ταῦτα κτλ.] ταὐτὰ ταῦτα H) καὶ φύσει· ὅμοια γὰρ τά γ. π Ar. 19 ἔνιαι ὅμοιαι τῇ μωλύσει μωλύνσςι E, μολύνσει FHN) Ar. 20 ante Δηλονότι adil. ὁποῖα (r 22 ἐν τῇ πέψει (praeter F) Ar. ὥς] ὥσπερ Ar. 24 τοῦτο delet hleler οὔπως scripsi: οὔπω V: οὕτως G: οὐ a 27 ἢ συμβαίη Ar.)Πρᾶξις μς.
[*](66v)p. 381b23 Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, ληπτέον τὰ εἴδη.
Μετὰ τὰ γενικώτατα τῶν συνθέτων, γένεσιν λέγω καὶ φθοράν, καὶ τὰ τούτων ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὰ εἴδη, πέψιν καὶ ἀπεψίαν, καὶ τῶν εἰδῶν τὰς διαφοράς, πέπανσιν, ὄπτησιν, ἕψησιν, καὶ πάλιν ἀπεψίαν, μόλυνσιν, στάθευσιν, τρέπεται νῦν ὁ φιλόσοφος καὶ ἐπὶ τὰς δέκα ὀκτὼ ἀντιθέσεις, ἃς ποιεῖ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δύο τινὰ προλαβών, πρῶτον μέν, ὅτι τῶν συνθέτων ὅλη ἐστὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δεύτερον, ὅτι οὐ τὸ τυχὸν ὑγρὸν καὶ ξηρὸν ὕλη ἐστὶ τῶν συνθέτων, ἀλλὰ τὸ ἐν γῇ καὶ ἐν ὕδατι μόνον, οὐκέτι δὲ ἐν γῇ καὶ ἀέρι οὐδὲ τὸ ἐν ἀέρι καὶ πυρί. καὶ κατασκευάζει τὸ πρῶτον, ὅτι ὕλη ἐστὶ τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἐκ τοῦ καθ’ αὑτὸ τὸ ὑγρὸν καὶ διαρρεῖν καὶ ἀπόλλυσθαι, τὸ δὲ ξηρὸν καθ’ αὑτὸ διαλύεσθαι· δέονται γὰρ ἀλλήλων πρὸς τὸ συστῆναι. ἐπειδὴ οὖν οὐχ οἷά τέ εἰσι καθ’ αὑτὰ διαμένειν, ἀλλὰ δέονται τῆς ἀλλήλων συνεισφορᾶς, † δῆλον ἀεὶ ταὐτὰ ὄντα ὕλη τῶν συνθέτων. ἀλλὰ μὴν καὶ Ἐμπεδοκλῆς τοῦτο οὐκ ἠγνόησεν, ὅτι δέονται τῆς ἀλλήλων συνάρσεως. ἔφη γὰρ ἐν τοῖς αὐτοῦ ῥήμασιν. “ἄλφιτον ὕδατι κολλήσας” τὸ ὑγρὸν λέγων καὶ τὸ ξηρόν. ὅτι δὲ καὶ τὸ ἐν ὕδατι καὶ γῇ ξηρὸν καὶ ὑγρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ ἐν τῷ κοιλοτάτῳ τόπῳ τοῦ παντός ἐστιν ἡ γῆ καὶ τὸ ὕδωρ, ἔνθα ταῦτα ὑπάρχουσιν· ὅτι δὲ οὗτε τὸ ἐν τῇ γῇ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ τὸ μὲν ἀνωφερὲς ὄν, τὸ δὲ κατωφερές, ἔμελλον χωρίζεσθαι ἀπ’ ἀλλήλων· καὶ οὐκ ἔτι σύνθεσις ἦν τῶν συνθέτων, ἀλλὰ διάλυσις. οὔτε μὴν τὸ ἐν πυρὶ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν, ἐπειδὴ τὸ ἐν πυρὶ ξηρὸν δραστικώτατον ὂν ἀνήλωσεν ἄν τὸ ἐν ἀέρι ὑγρόν, καὶ οὐκ ἔτι γένεσις ἦν τῶν συνθέτων, ἀλλὰ φθορά. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς τὸ ἐν γῇ ξηρὸν εἰδοποιητικὸν ὂν δραστικώτατον οὐ λέγομεν, τὸ δ’ ἐν τῷ πυρὶ ξηρὸν μὴ ὂν είδοποιὸν τοὐ πυρὸς δραστικὸν λέγομεν. ἡ ῥητέον, ὅτι αἱ ἐν τοῖς δραστικοῖς στοιχείοις ποιότητες, κἄν μὴ ὦσιν αὐτῶν εἰδοποιοί, δραστικώτεραι τῶν ὑλικῶν στοιχείων εἰσί. πάλιν δ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς νῦν ὁ Ἀριστοτέλης ὕδωρ ἀπονέμει τῷ ὑγρῷ, ὡς ἄν τοῦτο εἰδοποιούμενον τὸν ἀέρα. ἢ ῥητέον, ὅτι διττὸν τὸ ὑγρόν, τὸ μὲν ὡς καθ’ αὑτό, τόδε ὡς <πρὸς> τὰ σύνθετα. ὡς μὲν καθ' αὑτό, ὅταν αὐτὴν τὴν φύσιν τοῦ ὑγροῦ τις ἐξετάζει, ὡς δὲ πρὸς τὰ σύνθετα, ὅταν τὴν πρὸς αὐτὰ γινομένην τοῦ ὑγροῦ ἐνέργειαν. ὅταν οὖν λέγῃ, ὅτι τὸ ὑγρὸν τοῦ ἀέρος ἐστί, τηνικαῦτα τὴν καθ’ αὑτὸ φύσιν [*](2 ληπτέον] λεκτέον Ar. 11 post οὐκέτι δὲ add. τὸ Ideler 14 ξηρὸν καθ’ αὐτοῦ a k; δῆλον] fort. δῆλον ὅτι 17 Ἐμπεδοκλῆς] frgm. v. 275 Mullach 18 τῆ.ς om. (ia li) λέγων] λέγω (i 21 ἐν τῷ κοιλοτάτῳ—ἐπειδὴ (23) bis (sic) iterat G 22 ὅτι δὲ οὔτε a: οὔτε δέ VG 28 ἐν V: ἒν τὸ Ga 33 πρὸς add. Ideler 34 τις ἐξετάζοι G)
Ταῦτα προλαβὼν ὁ φιλόσοφος ἄρχεται τῶν ιݲηݲ ἀντιθέσεων. καὶ διαλέγεται πρῶτον περὶ τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ. τοῦτο δὲ ποιεῖ εἰκότως, ἐπειδὴ ἀντίφασιν ταῦτα μιμοῦνται καίτοι καταφατικὰ ὑπάρχοντα ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττόν. καὶ ὁρισμοὺς τούτων παραδίδωσι καί φησιν, ὅτι μαλακόν ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον. ἀλλ’ ἐπειδὴ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπείκει τῇ ἁφῇ, ἆρα παρὰ τοῦτο μαλακός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ; οὐκοῦν δεῖ προσθεῖναι οὐ τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείς, οἷον ὁ κηρὸς καὶ τὸ στέαρ ἤ τι τοιοῦτον. ὁ μὲν γὰρ ἀὴρ καὶ τὸ ὕδωρ οὐ μόνον κατὰ βάθος, ἀλλὰ καὶ κατὰ πλάτος ὑπείκει διαιρούμενα, τὰ δὲ μαλακὰ ἀδιαίρετα μένοντα ὑπείκει κατὰ βάθος. ἐντεῦθεν ἐπιλαμβάνεται ὁ Ἀφροδισιεὺς τοῦ φιλοσόφου, ἐπειδὴ εἶπε τὴν ἁφὴν παντὸς σκληροῦ καὶ παντὸς μαλακοῦ αἰσθάνεσθαι. 4o οὐ γὰρ παντός φησιν αἰσθάνεσθαι οὐ δήπου γὰρ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις), ἀλλὰ μᾶλλον τοῦ ἀνομοίου. ὁ δὲ μέγας φιλόσοφος καλῶς ἔτῃ λέγειν τὸν Ἀριστοτέλην. οὐ γὰρ ὅμοιον ἔλεγεν εἶναι τὸ ἁπτόμενον τοῦ ἁπτοῦ, ἐπειδὴ οὐχ οἱ δάκτυλοί εἰσιν οἱ αἰσθανόμενοι τοῦ μαλακοῦ καὶ σκληροῦ, ἀλλὰ τὸ πνεῦμα τὸ ἁπτικόν, ὅπερ ἐν αὐτοῖς ἐμπεριέχεται· τοῦτο δ’ οὔτε μαλακόν ἐστι οὔτε σκληρόν, εἴγε οὔτε ὁ ἀήρ. ἀλλὰ μᾶλλον ἔδει λέγειν, ὅτι οὐ παντὸς θερμοῦ καὶ ψυχροῦ αἰσθάνεται ἡ ἁφή· οὐ γὰρ καὶ τοῦ ἀνομοίου. ὅθεν οἱ δάκτυλοι ἅμα γέ πως αἰσθάνονται ἀλλήλων καὶ οὐ κυρίως, διὰ τὸ ὁμοίως κεκράσθαι καὶ ἐλάχιστον εἶναι ἐν αὐτοῖς τὴν παρατροπήν. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ μαλακοῦ καὶ σκληροῦ καὶ τῆς ἀπορίας. ἐφ’ οἷς φησιν, ὅτι τὸ μαλακὸν καὶ τὸ σκληρὸν πρός τί εἰσι τὰ τοιαῦτα· ἄλλο γὰρ ἄλλῳ μαλακὸν ἄλλῳ ἄλλο σκληρόν. ἰδοὺ γοῦν ἀθλητής τις ὤφθη τὰ λεγόμενα βολίδια διαθρύψας καίτοι σκληρὰ ὄντα τῇ ἀφῇ· ἀλλ’ ὅμως ἐκείνῳ μαλακὰ γέγονεν. οὕτω δὲ καὶ ὁ Τυανεὺς Ἀπολλώνιος ‘τί ποτέ ἐστι λόγος', ἔφη, ᾧ τοῦτο εἴκει;’ τὸν δάκτυλον κατὰ λίθου προσαγαγών, καίτοι λίθου πρὸς τὴν ἁφὴν τοῦ δακτύλου ὑποχωρήσαντος.
Ἀλλ' ἐπειδὴ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὑπὸ τήξεως γίνονται καὶ πήξεως, εἰκότως καὶ περὶ τήξεως καὶ πήξεως διαλέγεται ὁ φιλόσοφος· τὸ μὲν γὰρ σκληρὸν ὑπὸ πήξεως, τὸ δὲ μαλακὸν ὑπὸ τήξεως γίνεται. ἀλλ’ [*](8 ἄρχεται τῶν ιݲηݲ ἀντιθέσεων om. V 13 ἆρα Diels: ἀριστότελες libri 14 δεῖ προσθεῖναι] δὴ προσθῆναι a 15 ἀλλὰ om. G 18 ἐπιλαμβάνεται V: δὲ λαμβάνεται Ga ὁ Ἀφροδισιεὺς] Alex, in Meteor, p. 200,32 sqq. 23 οἱ (ante δάκτυλοι)] ἡ a 25 fort. οὐδὲ ὁ ἀὴρ 31 ἄλλω γὰρ ἄλλο μαλακόν G 32 βολίδια V: βόλια Ga διαθρύξας a 33. 34 Ἀπολλώνιος] cxeinplum quid sibi velit, non satis iutellego ueque apud Philobtratum quideiu tale quid iuveni 38 ὑπὸ πήξεως G: ὑπὸ ψύξεως Va)
p. 381b23 Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ ξηροῦ, ληπτέον τὰ εἴδη.
Ἐπειδή, φησίν, ἤδη εἴπομεν περὶ θερμοῦ καὶ ψυχροῦ τῶν δραστικῶν καὶ τῶν τούτοις ἑπομένων, εἴπωμεν καὶ περὶ τῶν παθητικῶν καὶ τῶν τούτοις ἑπομένων παθῶν, ἅπερ εἴδη ἐκάλεσεν· αἵτινές εἰσιν αἱ ιݲηݲ ἀμντιθέσεις.
[*](6. 7 ξηρότητος τρόπος transpon. a 9 ἢ (ante ὄρρου) om. a 11 καταφρυαττόμενα a 12 an ὑγρὰν ? 13 ἡ σύμφυτον] legerim ᾗ σύμφυτον 11 ἢ διὰ βάθους G: ἡ διὰ βάθος Va 14. la ἐπὶ πολλῆς bis G 16 διερῶν G Περὶ γενέσεως καὶ φθορᾶς] Β 2 p. 330a16 21. 22 αὕτη—θερμότητα om. V 23 λέγει sqq. corrupta. scripserim: ἐντεῦθεν πάλιν λόγῳ θερμότητος γίνεται ἡ ξηρότης; cf. p. 296,20 24 fort. παθητικὴν 2(1 ποιητική Va: ποιητικὴ G. lege ποιητικήν λέγεται] λέγει a 29 τοῦ ξηροῦ Ar. et 01. p. 297,2 ληπτέον] λεκτέον Ar. 32 τούτοις] τούτων G 32. 33 τῶν τούτοις ἑπομένων παθῶν a: τῶν τούτων παθῶν VG)p. 381b24 Εἰσὶ δὲ αἱ μὲν ἀρχαὶ τῶν σωμάτων αἱ παθητικαὶ ὑγρὸν [*](67v) καὶ ξηρόν.
Παθητικὰς ἀρχὰς ἐκάλεσε τὰς ὑλικὰς ποιότητας. ἔθος γὰρ αὐτῷ μὴ μόνον τὸ ποιητικὸν αἴτιον ἀρχὴν καλεῖν.. ἀλλὰ καὶ τὸ ὑλικόν· τοῦτο γὰρ καὶ ἐν τῇ Φυσικῇ πεποίηκεν.
p. 381b25 Τὰ ἄλλα μικτὰ μὲν τούτων.
Ἀλλα, τὰ ποῖα; δηλονότι τὰ σύνθετα, ἅπερ ἐστὶν ὑπὸ σελήνης· ταῦτα γὰρ πάντα ἐξ ὑγροῦ καὶ ξηροῦ σύγκειται, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ συνυπάρχοντος τῇ τούτων ἑνώσει. ἔχεις ἐντεῦθεν τὸ πρῶτον πρόβλημα, ὅτι ἡ ὕλη τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν.
p. 381b25 Ὁποτέρου δὲ μᾶλλον, τούτου τὴν φύσιν.
Εἰ καὶ πάντα τὰ σύνθετα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκειται, ἀλλὰ τὸ μὲν τοῦδε μᾶλλον μετέχει, τὸ δὲ τοῦδε.
p. 381b27 Πάντα δὲ τὰ μὲν ἐντελεχείᾳ ἔσται, τὰ δὲ τοῦ ἀντικειμενου.
Πάντα, φησί, τὰ σύνθετα τὰ μὲν δυνάμει ξηρά, ὥσπερ λίθος, τὰ δ’ ἐνεργείᾳ, ὥσπερ γῆ· καὶ τὰ μὲν δυνάμει ὑγρά, ὥσπερ ἅλες, νίτρον, τὰ δ’ ἐνεργεία ὑγρά, ὥσπερ ὕδωρ.
p. 381b28 Ἔχει δ' οὕτω τῆξις πρὸς τὸ τηκτόν.
Τὸ μὲν γὰρ τηκτὸν δυνάμει ἐστὶν ὑγρόν, τὸ δ’ ἤδη τακὲν ἐνεργείᾳ.
p. 381b29 Ἐπεὶ δ’ ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον, τὸ δὲ ξηρὸν δυσόριστον, ὅμοιόν τι τῷ ὄψῳ καὶ τοῖς ἡδύσμασιν.
Ἐντεῦθεν τῆς κατασκευῆς ἄρχεται τοῦ πρώτου προβλήματος, ὅτι πάντα τὰ σύνθετα ὕλην ἔχει τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ὥσπερ γὰρ τὰ ὄψα καὶ τὰ καρυκεύματα χωρὶς μὲν ἀλλήλων ὄντα ἄβρωτά εἰσι, συμμιχθέντα δέ, τότε γίνεται ἥδυσμα, οὕτω καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καθ’ ἑαυτὰ μὲν ὄντα οὐ συνίστανται, ἑνωθέντα δὲ ποιοῦσι τὰ σύνθετα.
[*](5 ἐν τῇ Φυσικῇ] Α 6 inde ab p. 389a31 6 μικτὰ] ἄμικτα G 7 Ἄλλα sciipsi: Ἀλλὰ VGa maliiu σελήνην 11 post τούτου itcrat μᾶλλον (praeter EF) Ar. 11. ’) τοῦ ἀντικειμένου] ἐν τῴ ἀντικειμένῳ Ar. 16 σύνθετα τὰ orn. V λίθου (i 17 ὥσπερ γῆ—ἐνεργείᾳ (18) oin. (I 20 ante δυνάμει adtl. οὐ G 24 τὸ ξηρὸν καὶ τὸ ὑγρόν trauspou. G 26 μὲν G: om. Va)p. 381b32 Ὥσπερ καὶ Ἐμπεδοκλῆς ἐποίησεν ἐν τοῖς φυσικοῖς.
[*](67r)Καλῶς τὸ ἐποίησε διὰ τὸ εἶναι αὐτὸν ποιητήν.
p. 382a3 Λέγεται δὲ τῶν στοιχείων ἰδιαίτατα, ξηρὸν μὲν γῆς, ὑγρὸν δὲ ὕδατος.
Τὸ δεύτερον πρόβλημα τὸ λέγον, ὅτι ἐν γῇ καὶ ὕδατι ὑγρὸν καὶ ξηρόν, τουτέστιν ὕλη τῶν συνθέτων· τούτων γὰρ τῶν σωμάτων εἰσὶν αὗται αἱ πουτέστιν ἰδιαίταται. ἐντεῦθεν ὁ Πορφύριος ὠφεληθεὶς τὸ ἰδιαίταται εἶπεν αὐτὸ ἐπὶ τῆς διαφορᾶς ἐκ ταύτης τῆς λέξεως. καὶ ἡ ἀπορία συγ- κεκρότηται, πῶς λέγει νῦν ἰδιαἰτατα τὸ ὑγρὸν τοῦ ὕδατος.
p. 382a4 Καὶ διὰ τοῦτο ἀπαντᾶτε τὰ ὁρώμενα σώματα ἐντεῦθεν οὐκ ἄνευ γῆς καὶ ὕδατος.
Ἐπειδὴ αἱ συνθεῖσαι αὐτὰ ποιότητες, ὑγρότης λέγω καὶ ξηρότης, τούτων [*](67v) τῶν στοιχείων εἰσί.
p. 382a6 Καὶ ἐν γῇ καὶ ἐν ὕδατι ζῷα μόνον ἐστίν, ἐν ἀέρι δὲ καὶ πυρὶ οὐκ ἔστι.
Διὰ γὰρ ταύτην τὴν αἰτίαν ἐν ὕδατι μόνον καὶ γῇ γίνονται ζῷα * * *, ἐπειδὴ τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ ξηρὸν οὐκ ἔστι ζωογόνον. τοῦτο δ’ ἴσως καὶ πρὸς Πλάτωνα αἰνιττόμενος λέγει. ἔλεγε γὰρ ὁ Πλάτων, ὅτι εἰσὶ καὶ πυρεῖα ζῷα καὶ ἀέρια, ὥσπερ αἱ νύμφαι αἱ λεγόμεναι μακραίωνες. οὐ γὰρ πᾶσα ψυχὴ εἰς γένεσιν ἐρχομένη πάντως κάτεισιν εἰς τοῦτο τὸ χωρίον, ἀλλ’ αἱ μὲν τελειότεραι μέχρι τῆς τοῦ πυρὸς σφαίρας, κἀκεῖθεν δὲ ἀναλαμβάνουσι πυρεῖον σῶμα δύσφθαρτον, ἄλλαι δὲ μέχρι τοῦ ἀέρος καὶ ἀναλαμβάνουσιν ἀέριον σῶμα. καὶ ὅρος ἐστὶ ταῖς εἰς γένεσιν ἐρχομέναις τελειοτέραις ψυχαῖς ἡ τοῦ ἀέρος σφαῖρα. μήποτε οὖν οὐ δοκεῖ τοῦτο τῷ Ἀριστοτέλει.
p. 382a11 Ἕστι δὲ σκληρὸν μὲν τὸ μὴ ὑπεῖκον εἰς ἑαυτὸ κατὰ τὸ ἐπίπεδον, μαλακὸν δὲ ὑπεῖκον τῷ μὴ ὰντιπεριίστασθαι.
Ενταῦθα τὸν ὁρισμὸν τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ παραδίδωσιν, ὅτι [*](3 ξηρὸν μὲν γῆς] ξηρὸν μὲν γῆ G: ξηροῦ μὲν γῆ (praeter F) Ar. 4 ὑγρὸν δὲ ὕδατος] ὕδωρ G: ὑγροῦ ὑγρῶ F) δὲ ὕδωρ Ar. (i. 7 αἱ ποιότητες G: αἱ ἰδιότητες V: om. a 7 ὁ Πορφύριος] Isagoge in Aristot. Categ. p. 8,8 ed. acad. 10 Καὶ Va: om. G Ar. (praeter F) τε cm. Ar. γε HN) ὁρώμενα] ὡρισμένα Ar. ἐντεῦθεν] ἐνταῦθα Ar. 16 post. ζῷα lacunam indicavi. adde: ἐν ἀέρι δὲ καὶ πυρὶ οὐ γίνονται 18 ὁ Πλάτων] alludere videtur ad Epiuora. 981 Ε, 982 A 19 πυρεῖα V: πύρια G: πύρινα a 22 πυθεῖον scripsi: πύριον VGa 26 αὑτὸ Ar.)
p. 382a14 Ἁπλῶς μὲν οὖν σκληρὴν ἥ μαλακὸν τὸ ἁπλῶς τοιοῦτον, πρὸς ἕτερον δὲ τὸ πρὸς ἐκεῖνο τοιοῦτον.
Ὡς μὲν καθόλου εἰπεῖν τὸ ἁπλῶς μαλακὸν τοιοῦτόν ἐστι καὶ τὸ σκληρὸν ὁμοίως. ἀλλὰ διαφέρει αὐτοῦ τὸ σκληρὸν καὶ τὸ μαλακὸν πρὸς τὴν δύναμιν τῆς ἁφῆς ἄλλο γὰρ ἄλλῳ μαλακὸν καὶ ἄλλο ἄλλῳ σκληρόν, καὶ τὸ μαλακόν]), ὥστε πρὸς μὲν ἑαυτὰ ἀόριστά εἰσι τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὥσπερ τὸ μέγα καὶ τὸ μικρόν τὸ γὰρ πρὸς ἄλλο μέγα πρὸς ἄλλο μικρόν), πρὸς δὲ τὴν δύναμιν τῆς ἁφῆς ὁρίζεται. διὸ τὸ μὲν ὑπερβάλλον αὐτὴν σκληρόν, τὸ δ’ ἐλλεῖπον μαλακὸν εἶναί φαμεν. τούτου τοῦ λόγου δραξάμενος ὁ Ἀφροδισιεὺς κατεσκεύαζεν, ὅτι οὐ παντὸς μαλακοῦ καὶ σκληροῦ ἀντιλαμβάνεται ἡ ἁφή, ἀλλ’ ἡ τοῦ ὑπερβάλλοντος αὐτὴν σκληροῦ ἢ τοῦ ἐλλείποντος μαλακοῦ, τοῦ δὲ ὁμοίως αὐτῇ ἔχοντος σκληροῦ ἢ μαλακοῦ οὐκ ἀντιλαμβάνεται διὰ τὴν ὁμοιότητα, ἀγνοῶν, ὅτι τὸ σκληρὸν καὶ τὸ μαλακὸν τῇ ἁφῇ κρίνεται, καὶ οὔτε σκληρὸν οὕτε μαλακόν ἐστιν ἡ ἁφή· πνεῦμα γάρ ἐστι τὸ ἁπτόμενον, ὡς εἴρηται, ὅπερ οὕτε μαλακὸν οὔτε σκληρὸν δύναται εἶναι διὰ τὰς εἰρημένας αἰτίας.
p. 382a22 Ἀνάγκη δὲ σκληρὸν ἢ μαλακὸν εἶναι τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ· ἥ γὰρ ὑείκει ἥ μή.
Ἀνάγκη τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ, τουτέστι τὸ σύνθετον, † πλέον μετέχειν τοῦ ξηροῦ καὶ εἶναι μαλακόν, καὶ οὐκ ἔστι παρὰ ταῦτα.
p. 382a24 Ὥστε ἐπὶ πᾶν μὲν τὸ ὡρισμένον καὶ συνεστηκὸς ἥ μαλακὸν ἢ σκληρόν, ταῦτα δὲ πῆξίς ἐστιν.
Ἐπειδή, φησί, πᾶν σύνθετον μαλακὸν καὶ σκληρὸν πήξει καὶ τήξει γίνεται, περὶ πήξεως καὶ τήξεως διαλάβωμεν καὶ ζητήσωμεν, τίνα τούτων αἴτια ὑλικὰ καὶ ποιητικά, εἰδικὰ καὶ τελικά· τὰ μὲν οὖν ὑλικὰ ξηρότης καὶ ὑγρότης, τὰ δὲ ποιητικὰ θερμότης καὶ ψυχρότης, τὰ δὲ εἰδικὰ πῆξις καὶ τῆξις. ταῦτα δὲ καὶ τελικά· βούλεται γὰρ ὁ Ἀριστοτέλης ταὐτὸν εἶναι τελικόν τε καὶ εἰδικὸν αἴτιον.
[*](3 μὴ delevi 8 ἄλλω ἄλλο σκληρὸν G 9 καὶ τὸ μαλακόν delevi 11 διὸ τὸ G: διὸ V: διὰ τὸ a 13 ὁ Ἀφροδισιεὺς] cf. ad p. 298,19 15 τοῦ δὲ] τούτου δὲ a 18 ὡς εἴρηται] p. 298,25 19 διὰ—αἰτίας om. a 2(1 δὲ om. a post δὲ add. τὸ Va 21 ἢ γὰρ] εἰ γὰρ VGa ὑπείκῃ a: ὑπεέκειν Αr. 22 τουτέστι σύνθετον a 23 πλέον κτλ. sensn caroiit. fort, ila lefroinlum : πᾶν ἡ μετέχειν τοῦ σκληροῦ (cf. ad v. 26) ἢ εἶναι μαλακόν pust ξηροῦ add ἡ ὑγροῦ α 24 ἐπὶ] ἐπεὶ Ar. 25 δὲ oiu. G πῆξις V: πήξει Ga Ar. (praeter FN) 26 σκληρόν] ξηρὸν a 30 ὁ Ἀριστοτέλης] Metapb. H 4 ρ. 1044b1)p. 382a27 Ἒστι δὲ τὰ αἰτιατὰ παρὰ τὴν ὕλην δύο, τό τε ποιοῦν [*](67v) καὶ τὸ πάθος.
Τὴν διαφορὰν τῶν αἰτιῶν τῆς πήξεως λέγει, ὅτι μετὰ τὰ ὑλικὰ αἴτια ἄλλα δύο αἴτιά εἰσι, ποιητικὸν καὶ εἰδικόν, ὅπερ εἰδικὸν τὸ πάθος ἐκάλεσεν ὡς γινόμενον ἐν τῷ ὑγρῷ καὶ ξηρῷ· τὸ αὐτὸ δὲ καὶ τελικόν.
p. 382a31 Ποιεῖ δὲ τὸ ποιοῦν δυσὶ δυνάμεσι, καὶ πάσχει παθήμασι δυσίν, ὥσπερ εἴρηται· ποιεῖ μὲν θερμῷ καὶ ψυχρῷ.
Δῆλος εἶναι ἐνταῦθα δοκεῖ ὁ Ἀριστοτέλης βουλόμενος μηδὲ ποιεῖν ἀφ’ ἑαυτῶν τὸ θερμὸν καὶ ψυχρόν, ἀλλ’ ἢ ἑτέρου τινὸς ποιοῦντος, ὀργάνοις δὲ τούτοις κεχρημένου, ἢ τοῦτο δεῖ λέγειν, ὅτι σωμάτων εἶναι λέγει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὰ οὖν ποιοῦντα σώματα θερμῷ καὶ ψυχρῷ ποιεῖ, τὰ δὲ πάσχοντα ξηρῷ καὶ ὑγρῷ πάσχει.
p. 382a33 Τὸ δὲ πάθος ἢ ἀπουσίᾳ ἢ παρουσίᾳ θερμοῦ καὶ ψυχροῦ.
Ποῖον πάθος; ἡ τῆξις καὶ ἡ τῆξις. ἀπουσίᾳ μὲν γὰρ θερμοῦ, παρουσίᾳ δὲ ψυχροῦ γίνεται ἡ πῆξις, ἀπουσίᾳ δὲ ψυχροῦ, παρουσίᾳ δὲ θερμοῦ ἡ τῆξις.
p. 382b1 ἐπειδὴ τὸ πήγνυσθαι ξηραίνε σθαί πώς ἐστι, περὶ τούτου εἴπωμεν πρῶτον.
Ἐκόλασε τὴν λέξιν διὰ τοῦ εἰπεῖν ξηραίνεσθαί πως. οὐ γὰρ κυρίως ξηραίνεσθαί ἐστι τὸ πήγνυσθαι · ἔνδον γὰρ ἡ ὑγρότης πεπηγυῖα, ἐπὶ δὲ τοῦ ξηραίνεσθαι διαφορεῖται. διαλέγεται οὖν περὶ ξηρότητος, ἀλλὰ πρῶτον ἐπαναλαμβάνει τὰ πρώην εἰρημένα, ὅτι τὸ μὲν ὑγρὸν ὕδωρ ἐστί, τὸ δὲ ξηρὸν ἡ γῆ καὶ τὰ λοιπά.
p. 382b4 Διὸ καὶ τὸ ψυχρὸν τῶν παθητικῶν μᾶλλον ἐν τούτοις ἐστίν.
Ἐπειδὴ ἡ γῆ παθητικόν ἐστι, ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ἐν τούτοις δ’ ἐστὶ τὸ ψυχρόν οὔτε γὰρ ἐν ἀέρι οὔτ’ ἐν πυρί), παθητικὸν ἂν εἴη μᾶλλον τὸ ψυχρὸν ἤπερ ποιητικόν. εἰ | γὰρ καὶ ποιεῖ, κατὰ συμβεβηκὸς ποιεῖ, [*](68r) ὡς εἴρηται ἐν τῇ θεωρίᾳ.
[*](1 παρὰ VG: περὶ a et (praeter EN) Ar. 6 post πάσχει adil. τὸ πάσχον (praeter HN) Ar. 8 μηδὲ ποιεῖν V: μὴ ποιεῖν G: μεταποιεῖν a 10 δεῖ λέγειν] διάγειν G 13 ἢ παρουσίᾳ ἡ ἀπουσίᾳ (praeter ElIN) Ar. ψυχροῦ καὶ θερμοῦ transpon. G καὶ] ἢ Ar. lo πῆξις a: τῆξις VG 16 τῆξις a: τῆξις VG 17 Ἐπειδὴ] ἐπεὶ δέ Ar. 10 τοῦ VG: τὸ a 21 ἐπὶ seripsi: ἐπεὶ VGa 24. 25 ἐστιν ἐν τούτοις transic. a ἐν τούτοις γάρ ἐστι Ar, 27 οὔτε γὰρ—ψυχρὸν (28; om. a 29 ἐν τῇ θεωρία] p. 299,26)p. 382b6 Ποιητικὸν δὲ τὸ ψυχρὸν ὡς φθαρτικὸν ἢ κατὰ συμβεβηκός.
[*](68r)᾿Ιδοὺ αὐτὸς λέγει σαφῶς τὸ ψυχρὸν μὴ εἶναι ποιητικὸν ἀλλ᾿ ἢ φθορᾶς διὰ τὸ κατ᾿ ἐπικράτειαν αὐτοῦ γίνεσθαι <αὐ>τὴν ἢ κατὰ συμβεβηκός, ὡς εἴρηται.
p. 382 10 Ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη, ἢ ἐπέχει ὕδωρ εἴτε ἐπακτὸν εἴτε συμφυές.
Ἐντεῦθεν λέγει, ποσαχῶς ξηραίνεται τὸ ξηραινόμενον, μᾶλλον δ᾿ ἐν πόσοις γίνεται ἡ ξηρότης. καὶ ἔχεις τὴν διαίρεσιν ἐν τῇ θεωρίᾳ εἰρημένην.
p. 382b13 Καὶ ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα.
Τὰ τοῦ ὕδατος εἴδη ποῖά εἰσιν, ὅτι τὰ μὴ ἔχοντα ὑπόστασιν· ἀλλ᾿ ἐνταῦθα δεῖ προσθεῖναι τὸ ῾πολλήν᾿, ἐπεὶ ὁρῶμεν, ὅτι * * τρύγα ἔχει βραχεῖαν καὶ τὸ οὖρον ὑπόστασιν. ἀλλ᾿ ἐπειδή εἰσί τινα μὴ ἔχοντα ὑπόστασιν διὰ γλισχρότητα, οἷον μέλι, πίττα, ὡς δ᾿ αὐτός φησι, καὶ τοὔλαιον (ἡ γὰρ γλισχρότης οὐκ ἐᾷ ὑφιζάνειν τὸ παχύ· κρατεῖ γὰρ αὐτό), τούτου χάριν προσέθηκεν, ὅτι ὅσα μὴ ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα, ἵνα τὴν ὑπόστασιν δι᾿ ἑαυτὸ μὴ ἔχῃ, οὐ διὰ τὴν συνοῦσαν αὐτῷ γλισχρότητα.
Πρᾶξις μݲζݲ.
p. 382b27—29 Περὶ μὲν τὖν τοῦ ξηραίνεσθαι εἴρηται. τὸ δὲ ὑγραίνεσθαι ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον.
Δείξας ὁ Ἀριστοτέλης πενταχῶς γινομένην τὴν ξηρότητα, δείκνυσι νῦν, ὅτι † ποσαχῶς ἡ ὑγρότης γίνεται. ὥσπερ γὰρ πρῶτος τρόπος ἦν τῆς ξηρό- τητος τὸ παχὺ ὑγρὸν λεπτὸν γίνεσθαι καὶ διαφορεῖσθαι καὶ ταύτῃ ξηραίνεσθαι, οὕτω καὶ νῦν πρῶτος τρόπος ἐστὶν ὑγρότητος τὸ λεπτὸν ὑγρὸν παχύνεσθαι καὶ συνίστασθαι καὶ ὑγρότερον ἑαυτοῦ γίνεσθαι, ὥσπερ ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολή. ὁ γὰρ ἀὴρ μεταβάλλει εἰς ὕδωρ ὑγρότερος ὡς πρὸς ἡμᾶς, οὐ πρὸς τὴν ἑαυτοῦ φύσιν. καὶ ὡς ἐκεῖ δεύτερος τρόπος ἦν [*](1 ἢ ὡς κατὰ Ar. 3 ἀλλ᾿ εἰ G αὐτὴν scripsi: τὴν Ga: om. in lac. V ἢ κατὰ G 6. 7 ἢ ἐπέχει G: ἢ ἔχει Ar.: ἔχει Va 9 γίνεσθαι G 11 μηδὲ] μὴ διὰ (praeter E) Ar. 12 pro τὰ (post ὅτι) lege τινὰ coll. v. 14 13 ante τρύγα spatium vacat (litt. v) in VG. adde ex Arist. ὁ οἶνος 18 μὴ (ante ἔχῃ) om. a 19 titulum om. a 21 post ὑγραίνεσθαι add. ἐστιν Ar. ἕν G Ar.: ἐν Va 22 ποσαχῶς] ἰσαχῶς vel τοσαυταχῶς Diels: πενταχῶς Ideler 23 τρόπος om. G 28 ἑαυτοῦ a: αὑτοῦ VG)
p. 382b28 Τὸ δ' ὑγραίνεσθαί ἐστιν ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον.
Ὁ πρῶτος τρόπος ὑγρότητος γινόμενος παχύνσει τοῦ λεπτοῦ ὑγροῦ, ὥσπερ τῆς εἰς ὕδωρ ἀέρος μεταβολῆς.
p. 382b29 Ἓν δὲ τὸ τήκεσθαι τὸ πεπηγός.
Διὰ τούτου τοῦ ῥησειδίου τοὺς τρόπους ἐνεδείξατο τῆς ὑγρότητος. ἕνα μὲν ἐπὶ τῶν τοῦ ὕδατος εἰδῶν γινόμενον, τουτέστιν οἴου καὶ τῶν λοιπῶν, ἕνα δὲ ἐπὶ τῶν ὕδωρ ἐχόντων, τουτέστι τῶν μετάλλων· ἀμφότερα γὰρ ταῦτα πεπηγότα τήκονται. τῶν δ’ ἄλλων, τοῦ διεροῦ καὶ τοῦ βεβρεγμένου, οὐκ ἐμνήσθη ὡς ἐπίκτητον ἐχόντων ὑγρότητα.
p. 382b29 τούτων δὲ συνίσταται μὲν ψυχόμενον τὸ πνεῦμα.
Ἀπομνημονεύει τοῦ τρόπου τῆς πήξεως, ὅπως πήγνυται τοῦ ἐν αὐτοῖς ἀτμιδώδους, ὅπερ πνεῦμα ἐκάλεσε, ψυχομένου πήγνυται].
[*](1 πηγνύμενον] πήγνυσθαι a 2 post σύνθετα add. τὰ V 5 ἀλλ’ ἐξ ἀέρος a 24 ἓν om. Ga 28 τὸ (ante τήκεσθαι) om. Ga 32 τήκονται scripsi: τήκοντα VGa 34 ante ψυχόμενον add. εἰς ὕδωρ a et (praeter ENF 1) Ar. 36 πήγνυται uuciuis inclusi)p. 382b30 Περὶ δὲ τήξεως ἅμα καὶ πήξεως ἔσται δῆλον.
[*](68v)Ἐντεῦθεν περὶ τήξεως καὶ πήξεως διαλέγεται καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων.
p. 382b33 Διὸ καὶ λύεσθαι συμβαίνει τοῖς ἐναντίοις, ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων καὶ ψυχροῦ.
Καλῶς προσέθηκε τὸ ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων ἢ ψυχροῦ. οὔτε γὰρ πάντα λύεται τὰ ὑπὸ θερμοῦ παγέντα οὐ γὰρ κέραμος), τὰ δὲ οὔθ’ ὅλως λύεται τὰ θερμῷ πηγνύμενα. πλὴν αὐτὸς ἐνδέδωκε τῷ λόγῳ διὰ τὸ οἴεσθαι αὐτὸν θερμῷ πήγνυσθαι τοὺς ἅλας.
p. 383a1 Τὰ μὲν γὰρ ὑπὸ θερμοῦ ξηροῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστι ψυχρὸν ὑγρόν.
Τοῦτο λέγει ὡς πρὸς τοὺς ἅλας ἀφορῶν. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι οἱ ἅλες θερμῷ ξηρῷ πήγνυνται. 1 ἡμεῖς δ’ εἴπαμεν, ὅτι παχυμερῶς τοῦτο [*](69r) λέγει· οἱ γὰρ ἅλες μόνον ξηρῷ πήγνυνται.
p. 383a4 Πήγνυσθαι δ’ ἔνια δόξειεν ὐπὸ ὕδατος, τἷον τὸ μέλι τὸ ἔφθόν.
Τί φησιν; ὅτι ἡ πῆξις θερμῷ, ψυχρῷ, ξηρῷ γίνεται, οὐ μὴν καὶ ὑγρῷ. ἀλλ’ ἴσως δοκεῖ καὶ τὸ ὑγρὸν πῆξιν ποιεῖν, ὥσπερ τὸ ἑφθὸν μέλι πήγνυσι τὸ ψυχρὸν ὕδωρ. φησὶν οὖν, ὅτι εἰ καὶ πήγνυσιν, ἀλλὰ διὰ τὴν ψῦξιν· ὅθεν εἰ θερμὸν εἴη τὸ ὕδωρ, οὐ πήγνυσι τὸ μέλι.
p. 383a6 Ὅσα μὲν οὗν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπόπυρός.
Ἐντεῦθεν ὡς ἐπὶ τῶν ὑλῶν γυμνάζει τὸν λόγον τὸν περὶ πήξεως καὶ τήξεως, ἵνα μὴ κενεμβατῇ ὁ λόγος· καὶ δείκνυσι, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ ψυχρῷ, καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶν σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ τὸ μὲν ὕδωρ οὐχ ὑπὸ πυρὸς πήγνυται, ἀλλ’ ὑπὸ ψυχροῦ· ὅθεν θερμῷ λύεται διὰ τὸν κανόνα αὐτοῦ τὸν προσεχῶς lo εἰρημένον, ὅτι τὰ λυόμενα τοῖς ἐναντίοις λύεται.
[*](1 πήξεως ἅμα καὶ τήξεως transpoii. (la 2 τήξεως καὶ πήξεως G: πήξεως καὶ τήξεως Ya 4 λύεσθαι συμβαίνει] λύεται Ar. 5 καὶ ψυχροῦ VG: ἢ ὑπὸ ψυχροῦ Ar. (cf. Olymp. v. 6): ψυχροῦ a 6 τῶν ὑπὸ] τῶν ἀπὸ ὁ 7 τὰ ὑπὸ a: τὰ ἀπὸ VG 8 1. οὐδ’ ὅλως 10 ξηροῦ θερμοῦ pon. Ar. 11 ὑγρὸν ψυχρόν pou. Ar. 12 ante Τοῦτο add. καὶ G 14 μόνον ξηρῶ G: ψυχρῷ μόνον Va. cf. p. 305,17 sq. 15 δόξειεν ἄν Ar. 17 ξηρῶ G: om. Va. cf. p. 305,12 sq. 20 τὸ μέλι] τὸ ὔδωρ a 21 ὑπὸ τοῦ πυρός a)p. 383a7 To δὲ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ οὐκ ἔστιν αἴτιον [*](69r) τὸ ὲν.
Ἰνα μή τις εἴπῃ, ὅτι συμβαίνει τὸ ὕδωρ οὐ μόνον ὑπὸ ψύξεως πήγνυσθαι, ἀλλὰ καὶ ἀπὸ θερμότητος τῷ γὰρ ὑπαναχωρεῖν τὴν ἐν τῷ ὕδατι θερμότητα γίνεται ἡ πῆξις), φησὶν αὐτός, ὅτι εἰ καὶ ἡ θερμότης αἰτία γίνεται τούτου, οὐ κατὰ πρῶτον λόγον, ὥσπερ ἡ ψύξις, ὥστε κατὰ συμβεβηκός. ὡσαύτως δ’ εἰ καὶ πολλάκις λέγομεν τὸ ψυχρὸν θερμαίνειν οὐχ ὥσπερ τὸ θερμὸν κατὰ πρῶτον λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς θερμαίνει.
p. 383a11 Ἡ γὰρ πάχυνσις ὑγροῦ μὲν ἀπιόντος γίνεται, τοῦ δὲ ξηροῦ συνισταμένου· ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον.
Αἰτίαν λέγει, δι’ ἣν οὐ παχύνεται τὸ ὕδωρ, ὅτι ἀνάγκη τὸ παχυνόμενον τῇ διαφορήσει τοῦ συμφύτου ὑγροῦ παχύνεσθαι· τὸ δ’ ὕδωρ οὐ παχύνεται, ἐπειδὴ οὔτε διαφορεῖται τὸ ὑγρόν.
p. 383a14 Παχύνεται δ’ ὑπ’ ἀμφοῖν, ἔστι μὲν ὡς τὸν αὐτὸν τρόπον, ἔστι δ’ ὡς ἄλλως.
Τὰ δὲ σύνθετα, φησίν, ἐκ γῆς καὶ ὕδατος καὶ πήγνυται καὶ παχύνεται καὶ ὑπὸ ψυχροῦ καὶ θερμοῦ. ἀλλὰ καὶ κατά τι μὲν ὁ αὐτὸς τρόπος ἐστὶ τῆς πήξεως καὶ τῆς παχύνσεως ἐπὶ θερμοῦ καὶ ψυχροῦ, κατά τι δὲ διά· φόρος· αὐτὸς μέν, ὅτι αὐτὸ ἔργον γίνεται ὑπ’ ἀμφοῖν τοῦ θερμοῦ καὶ ψυχροῦ, τουτέστι πάχυνσις καὶ πῆξις, διάφορος δὲ ποῦ μὲν κατὰ πρῶτον λόγον, ποῦ δὲ κατὰ συμβεβηκός· ἐπὶ μὲν γὰρ τοῦ θερμοῦ κατὰ διαφόρησιν, ἐπὶ δὲ τοῦ ψυχροῦ κατὰ περίστασιν.
p. 383a19 Ὅσα μὲν οὖν μαλακὰ μὴ ὑγρά, οὐ παχύνεται, ἀλλὰ πήγνυται.
Νῦν τὰ ἔργα τοῦ θερμοῦ διδάσκει, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ καὶ ὑγραίνεται ὑπὸ θερμοῦ. καί φησιν, ὅτι ὅσα πρώην δίυγρα ὄντα ὑπὸ ψυχροῦ ἐπαχύνθη, ὡς μαλακὰ εἶναι, ἐκεῖνα πήγνυται μόνον ὑπὸ θερμοῦ, ὥσπερ ὁ πηλὸς τοῦ κεράμου. ὅσα δὲ ὑγρὰ μέν ἐστι, μᾶλλον δὲ μετέχει τῆς ὑδατώδους οὐσίας ἤπερ τῆς γεώδους, ἐκεῖνα παχύνεται μόνον, ὥσπερ τὸ μέλι. ὅσα δὲ ῥυτὰ ὄντα μᾶλλον ὑγρά εἰσιν, ἐκεῖνα καὶ παχύνεται καὶ πήγνυται ὑπὸ θερμοῦ, ὥσπερ τὸ γάλα. ὅσα δὲ πρῶτα δίυγρα ὄντα ἐπατὸ [*](2 ἓν G: τοῦ ἓν V: τοῦ ἐναντίου a et Ar. 4 ἀπὸ] 1. ὑπὸ τῷ] οὕτω ἀπαναχωρεῖν G 7 λέγομεν] cf. p. 299,26 9. 10 ξηροῦ δὲ pon. Ar. μόνον VAr.: μόνον γὰρ ad verba sequentia trahentes Ga 12 δ’ G: oin. Va 19 αὐτό a: αὐτῶ VG 20 post δὲ adcie ὅτι 23 μαλακὰ ἀλλά μὴ ὑγρά Ar. 25 θερμοῦ Ideler: θεοῦ Ga: om. in lac. V 30 ῥυτὰ] βῆτά a 31 πήγνυνται a πρῶτα] lege πρῶτον vel πρώην)
p. 383a26 Ὅσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς καὶ ὕδατος.
Ἐντεῦθεν περὶ πήξεως διαλέγεται καὶ διδάσκει, ποῖα λύεται ὑπὸ θερμοῦ, καὶ ποῖα μαλάττονται μόνον, οὐ μὴν λύονται. καί φησιν, ὅτι τὰ πηγνύμενα ὑπὸ ψυχροῦ, καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ ἀπουσία θερμοῦ ἐπάγησαν, τῇ παρουσίᾳ αὐτοῦ λύοντι, ὥσπερ ἐπὶ τῶν μετάλλων ὁ ὥσπερ ἐπὶ τοῦ κεράμου· καὶ γὰρ οὗτος πρῶτον οἷον τήκεται καὶ οὕτω πήγνυται. εἶτα λέγει καὶ περὶ τῶν μὴ λυομένων, ἀλλὰ μᾶλλον μαλαττομένων, καί φησιν, ὅτι ὅσα ἐν τῷ πήγνυσθαι ὑπὸ ψύξεως ἅπαν αὐτῶν τὸ ὑγρὸν ἐκ· πυρηνίζεται ἅμα τῷ θερμῷ, ἐκεῖνα μόνον μαλακὰ γίνονται, οὐ μὴν λύονται, οἷον κέρας καὶ σίδηρος.
p. 383b7 Καὶ αἱ μύλαι τήκοντι ὥστε ῥεῖν.
Μύλη εἶδός ἐστι μετάλλου λιθώδους. ἕτερον δ’ ἐστὶ μύλη παρὰ τὸν μυλίαν λίθον. τὸ μὲν γάρ ἐστι λίθος ἄντικρυς, τὸ δὲ μέταλλον· καὶ τὸ μὲν οὐ τήκεται, τὸ δὲ τήκεται μέν, οὐ πήγνυται δὲ ὕστερον, ἀλλὰ μένει διαλελυμένον, ὥσπερ ἡ τίτανος.
p. 383b12 Νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, οὐ παντὶ δέ, ἀλλὰ ψυχρῷ ὕδατι.
Παχυμερῶς τοῦτο λέγει ὡς νομίζων θερμῷ ξηρῷ πήγνυσθαι τοὺς ἅλας καὶ διὰ τοῦτο ψυχρῷ λύεσθαι. ὅθεν φησίν· “οὐδ’ ἐλαίῳ τήκονται”, ἐπειδὴ μετρία ἐστὶν ἡ ἐν αὐτῷ ὑγρότης καὶ οὐ δύναται τὸ ὑπὸ θερμοῦ ξηροῦ παγὲν λῦσαί ποτε. λοιπὸν ἡ ἀπορία ἐστὶ ἡ περὶ τοῦ ἐλαίου. Πρᾶξις μݲηݲ.
p. 384a3 Ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι.
Ἀπορήσας τῇ προτεραίᾳ περὶ τοὐ ἐλαίου ὁ φιλόσοφος λέγων, ὅτι μετὰ τίνος θετέον αὐτό, πότερον μετὰ τῶν ἀπὸ ὕδατος ἀλλ’ οὐ πάσχει τὰ [*](3 τοῦ om. a 9 ψυχροῦ] ὑγροῦ ante lacuuaiii a. si quid oxcidit, addas: λύονται ὑπὸ θερμοῦ 10 adde ἢ, cf. p. 332,20 13 ante ἅπαν add. καὶ a 21 Xuxa a et Ar. : αὐτά VG 22 ὕδατι om. Ar. 24 φησίν] p. 383 b 14 ἐλαίῳ δ’ οὐ τήκεται τήκονται E) Ar. 25. 26 ξηροῦ θερμοῦ transpon. G 26 verba λοιπὸν ἡ ἀπορία sqq. significare videntur de oleo tractationem confectam esse in theoria (p. 306,35 sqq.). nihil igitiir post hoc lemma deperiil 27 ante Πρᾶξις add. Ὀλυμπιοδώρου V 28 τὸ 0111. a 31 ἀπὸ] ὑπὸ a)
p. 384a3 Ὅσα δὲ μικἀ ὕδτος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου[*](70v) ἄξιον λέγεσθαι.
Ἐπειδὴ περὶ τοῦ ἐλαίου διειλέχθη, ὅπερ σύνθετον ἦν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἐξ ὕδατος καὶ ἀέρος, καὶ ἠπορήσαμεν περὶ αὐτοῦ τὰς εἰρημένας ἀπορίας, νῦν τὰς ἐναντίας ἀπορήσωμεν ἐπὶ τῶν ἐκ γῆς καὶ ὕδατος συνισταμένων, ἅτινα ποτὲ μὲν γῆς ἔχει πλῆθος, ποτὲ δὲ ὕδατος. εἴπωμεν οὗν περὶ τοῦ οἴνου, διὰ τί οὗτος καὶ τὰ ὕδατος πάσχει καὶ τὰ γῆς.
p. 384a4 Οἶνος γὰρ τις καὶ πήγνυται καὶ ἑψᾶται, οἷον γλεῦκος.
Πήγνυται μὲν ὑπὸ ψυχροῦ, ἑψᾶται δέ, τουτέστι παχύνεται, διαφορουμένου τοῦ ἐν αὐτῷ ὑδατώδους καὶ ῥυτοῦ πάσχει ταῦτα. καὶ ὅτι ἀληθές ἐστι, τοῦτο δὴ παράδειγμα δίδωσιν αὐτός. ἐὰν γάρ, φησί, καὶ ἐπὶ τῶν ἑψομένων ἐκκρεμάσῃ τις σπόγγον ὑπεράνωθεν, εἶτα ὕστερον πιέσῃ αὐτόν, εὑρήσει αὐτὸν πλήρη ὑγροῦ. ἡ δηλονότι τὸ λεπτομερὲς καὶ τὸ ἀτμιδῶδες διεφορήθη.
p. 384a8 Ἒνια δὲ τούτων καὶ ὑπὸ ψυχρῶν, ὥσπερ εἴρηται, καὶ παχύνεται καὶ ξηραίνεται.
Οὐ μόνον, φησί, τὸ θερμὸν πήγνυσι καὶ παχύνει τὰ σύνθετα, ἀλλὰ καὶ τὸ ψυχρὸν αἷμα καὶ γάλα καὶ πήγνυσι καὶ παχύνει, οὐ μόνον δὲ ταῦτα ποιεῖ, ἀλλὰ καὶ ξηραίνει. πάντα δὲ ταῦτα ποιεῖ οὐ κατὰ πρῶτον λόγον, ἀλλὰ κατ’ ἀντιπερίστασιν ἔξωθεν ἱστάμενον καὶ ἐναποκλεῖον τὸ θερμὸν ποιεῖ αὐτὸ πολυπλασιασθῆναι. ἐκεῖνο δὲ πολυπλασιασθὲν ἀναλίσκει τὴν ἔνδον ὑγρότητα καὶ ἐντεῦθεν παχύνει καὶ ξηραίνει καὶ πήγνυσιν. οὕτω καὶ τὸν ἀέρα παχύνει καὶ τὸ ὕδωρ ξηραίνει, τουτέστι πήγνυσιν.
p. 384a11 Ὅσα μὲν μὴ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ πήγνυται, ὑδατός ἐστι μᾶλλον, οἷον οἶνος, οὖρον, ὄξος καὶ κονία, ὄρρος.
Πάλιν ἐκεῖνον ἐπαναλαμβάνει τὸν κανόν τὸν ἀνωτέρω εἰρημένον, ὅτι ὅσα ὕδατός ἐστι, πήγνυται μὴ παχυνόμενα· ὅσα δὲ σύνθετα. παχυνόμενα πήγνυται, ἀλλὰ σύνθετα ἐκ γῆς καὶ ὕδατος, ὥσπερ μέλι, κέραμος, ᾠὰ καὶ ὅσα τοιαῦτα. τὰ δὲ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ὅπερ μόνον παχύνεται, οὐ πήγνυται, ὡς εἶναι τοιαύτην διαίρεσιν τῶν πασχόντων ὑπὸ [*](3 διειλέχθη V: διειλέχθημεν a: διηλέχθημεν G 8 ἑψᾶται VGa: ἕψεται Ar.; of. p. 294, 25; 295,1. 9 οἷον τὸ γλεῦκος Ar. 9 fort, post παχύνεται excidit ὑπὸ θερμοῦ (cf. p. 311,6 15) et post διαφορουμένου particula γάρ 12 ἐκκρεμάσῃ G: ἐκκρεμάσαι Va 15 ψυχροῦ Ar. καὶ (ante παχύνεται) om. Ar. 24 μὲν οὖν μὴ Ar. ante ψυχροῦ add. τοῦ (praeter F) Ar. 25 οἶνος καὶ οὖρον καὶ ὄξος Ar. κονία, ὄρρος scripsi: κονία καὶ ὄρρος Ar.: ὀνεία οὖρος ’G: κοινὰ οὖρος V2a)
p. 384a16 ἔστι δὲ καὶ τὸ αἷμα καὶ τὸ γάλα ἀμφοῖν κοινά, καὶ ὕδατος καὶ γῆς.
Ἐντεῦθεν ἀπορεῖ καὶ ἐπὶ τοῦ γάλακτος καὶ τοῦ αἵματος, ὥσπερ ἐπὶ τοῦ οἴνου ἠπόρησε, καί φησιν, ὅτι καὶ ταῦτα ἐκ γῆς καὶ ὕδατός εἰσιν, ὥσπερ καὶ πᾶν ὑγρόν, ἐξ οὗ παχυμερὲς γίνεται, ὥσπερ ἅλες καὶ νίτρον, λίθοι οἰὶ πῶροι λεγόμενοι. πῶς οὖν ταῦτα κοινὰ ὄντα ἐκ γῆς καὶ ὕδατος ὥσπερ καὶ τὰ αὐτὰ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται; τὸ αὐτὸ καίτοι, ἀλλ’ οὐχ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται, ἀλλὰ τὰ μὲν ὑπὸ θερμοῦ, τὰ δὲ ὑπὸ ψυχροῦ, ταῦτα δὲ μόνον ὑπὸ ψυχροῦ ἀμφότερα πάσχει.
p. 384a19 Διὸ ἐὰν χωρισθῇ ὁ ὄρρος, ἐκκάεται ὑπὸ τοῦ πυρὸς ἑψόμενος. τὸ δὲ γεῶδες συνίσταται καὶ ὑπὸ τοῦ ὀποῦ.
Τοῦτο ὥσπερ λύσιν ἐπάγει τῆς ἀπορίας. τί γάρ φησιν; ὅτι οὐ τὸ αὐτὸ μέρος ἐστὶ τοῦ γάλακτος τὸ πηγνύμενον καὶ παχυνόμενον, ἀλλὰ πήγνυται μὲν ὄρρος, παχύνεται δὲ τυρῶδες. καὶ ὅτι ἀληθὲς τοῦτό ἐστι, δῆλον. ἰδοὺ γοῦν ὁ ὄρρος ὢν] ἐὰν ἑψᾶται, οὐ παχύνεται * * * τὸ τυρῶδες οὐ μόνον ὑπὸ ψυχροῦ, ἀλλὰ καὶ ὑπὸ τοῦ ὀποῦ. τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ αἵματος, ὅτι οὐ τὸ αὐτό ἐστιν.
p. 384a26 Ὅσα μὴ πήγνυται, οἷον τὸ τῆς ἐλάφου, τὰ τοιαῦτα ὕδατος μᾶλλον καὶ ψυχρά.
Πήγνυσθαι νῦν ἀντὶ τοῦ παχύνεσθαι ἀκουστέον, ἐπεὶ παρὰ τὴν ἐνάργειάν ἐστι τὸ λεγόμενον· ὁρῶμεν γάρ, ὅτι πᾶν αἷμα πήγνυται, οὐ πᾶν οε παχύνεται·
p. 384a29 Τοῦτο δ’ ἐστίν, ὅτι οὐ ξηραίνεται τὸ ὕδωρ, λοιπὸν ὥσπερ τὸ γάλα τοῦ τυροῦ ἐξαερωθέντος.
Αἴτιον δ’ ἐστὶ τοῦ μὴ παχύνεσθαι τὸ ὑδατῶδες αἷμα, ἐπειδὴ οὔτε τὸ ὕδωρ ξηραίνεται, τουτέστι παχύνεται, ὥσπερ οὐδὲ ὁ ὄρρος· ἀλλὰ μὴν [*](1 πήγνυται et παχύνεται permtitat a 4 καὶ—δύσλυτα om. a G τὸ γάλα καὶ τὸ αἶμα poll. Ar. ἀμφοῖν μὲν κοινὰ Ar. 8 γάλακτος—τοῦ (9) om. a 11 post πῶροι add. οἱ G 15 ἐὰν μὴ χωρισθῇ Ar. 16 ὀποῦ Ar.: ὄρρου VGa 20 ὢν post ἐψᾶται tiansic. G. uncis inclusi. deinde adde: ἀλλ’ ἐκκάεται, ὑπὸ δέ ψυχροῦ πήγνυται, παχύνεται δὲ 21 τοῦ ὀποῦ scripsi: τόπου VGa 23 ὅσα δὲ Ar. 34 ψυχρότατα (praeter HN) Ar. 25 26 ἐνάργειαν scripsi: ἐνέρηεαν VGa: cf. p. 215,12. 13 28 ἐστίν] ἔσται (contra Ar. τὸ ὕδωρ, λοιπὸν) ὕδωρ γὰρ τό λοιπόν Ar. 29 ἐξαερωθέντος] ἐξαιρεθέντος Ar.)
p. 384a33 Ἔτι δὲ τὰ μὲν λυτά ἐστιν, οἷον νίτρον, τὰ δὲ ἄλυτα, οἷον κέραμος καὶ λίθος, καὶ τούτων τὰ μὲν μαλακτά, οἷον κηρός, τὰ δὲ ἀμάλακτα, οἷον κέραμος καὶ λίθος.
Ἐνταῦθα ἡ διαίρεσις ἐκείνη πᾶσα τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ πασχοντων.
p. 384b2 Αἴτιον δέ, ὅτι τἀναντία τῶν ἐναντίων αἴτια.
Ὥς τινος ἀπορήσαντος, ὅτι <τί> δήποτε τῶν λυομένων τὰ μὲν λύονται, ὥσπερ κρύσταλλος, κηρός, θεῖον, μέταλλα, τὰ δὲ ὑγρῷ, ὥσπερ νίτρον καὶ ἅλες, αὐτὸς ἀπεκρίνατο, ὅτι τὰ μὲν θερμῷ λυόμενα ὑπὸ ψυχροῦ ἐπάγησαν, τὰ δὲ ὑγρῷ λυόμενα ὑπὸ ξηροῦ.
p. 384b5 Ὕδατι μὲν ὅσα πυρὶ μόνον, πυρὶ δὲ ὅσα ψυχρῷ μόνον.
Ὅρα, πῶς παχυμερῶς λέγων φαίνεται τοὺς ἅλας πυρὶ μόνον, τουτέστι θερμῷ πήγνυσθαι, καὶ διὰ τοῦτο ὕδατι λύεσθαι διὰ τὸ ψυχρόν. ἄλλο γὰρ παράδειγμα οὐ φαίνεται τῶν ὑπὸ θερμοῦ πηγνυμένων καὶ ψυχρῷ λυομένων. |
p. 384b6 Ὥστε ἐπεὶ ὑπ’ ἀμφοῖν συμβαίνει πήγνυσθαι, ταῦτα [*](71r) ἄλυτα μάλιστα.
Ὥς τινος ἀπορήσαντος, καὶ τί δήποτε οὐ πάντα λύονται, ἀλλὰ τὰ μὲν λύονται, τὰ δὲ ἄλυτά ἐστιν, αὐτὸς δὲ πάλιν ἐπιλύεται, ὅτι τὰ ὑπὸ τῶν δύο δραστικῶν ποιοτήτων παγέντα οὐ λύεται διὰ τὸ μὴ ἔχειν ἐναντίον τὸ λῦσον.
p. 384b7 Γίνεται δὲ τὰ τοιαῦτα, ὅσα θερμανθέντα ἔπειτα τῷ ψυχρῷ πήγνυται.
Ὦς τινος πάλιν ἐρωτήσαντος λέγει ἡμῖν Ἀριστοτέλης, καὶ πῶς τὸ αὐτὸ ὑπὸ ἀμφοῖν πήγνυται τῶν δραστικῶν ποιοτήτων, αὐτὸς διδάσκει. τί γάρ φησι; τὰ τοιαῦτα πήγνυσθαι λέγεται ὑπὸ θερμοῦ καὶ ψυχροῦ, ὅταν ὑπὸ τοῦ θερμοῦ ἐκδαπανηθῇ σχεδὸν ἡ ἐν αὐτῷ ὑγρότης, ἐκδαπανηθεῖσα ἔπειτα εὐπαθὴς τῷ ψυχρῷ γένηται πρὸς τὸ διεισδῦναι ἔνδον τοῦ σώματος ἅτε ἀραιῶν ὄντων τῶν πόρων ἐκ τοῦ πυρὸς καὶ πῆξιν ποιῆσαι σφοδρὰν ὥσπερ ἐπὶ τοῦ σιδήρου.
[*](3 νίτρον—τούτων (4) oui. (ia spatio litt. VI G) Ga 4 καὶ λίθος om. (praeter F) Ar.)[*](5 κηρός V in mg., Ga: κέρας V 1 in textu: κέρας Ar. xal om. G 9 τί addidi 13μέν] OE Ga μόνῳ (bis) Ar. 17 ἐπεὶ] εἰ (εἲ τι F, εἴ τιν’ HN) Ar. 20 αὐτὸς δὴ πάλιν ἐπιλύεται G: λύεται Va 22 τὰ om. Ar. 28 εὐπαθὴς G: ἀπαθὴς Va τὸ G: τὰ Va 30 τοῦ (ante σιδήρου) G: om. Va)p. 384b8 Συμβαίνει γάρ, ὅταν τὸ θερμὸν ἐξικμάσῃ ἐξιόν, τὸ [*](71r) πλεῖστον ὑγρὸν συνθλίβεσθαι πάλιν ὑπὸ τοῦ ψυχροῦ, ὥστε μὴ ὑγρῷ διδόναι δίοδον.
Συμβαίνει, φησίν, ἐν τῇ πυρώσει ἐξικμάζεσθαι τὸ. ὑγρὸν ὑπὸ τοῦ θερμοῦ. καλῶς δὲ εἶπε τὸ πλεῖστον καὶ οὐχ ‘ὅον’. ἐπειδὴ γὰρ ὡς ἐπὶ σιδήρου γυμνάζει τὸν λόγον, εἰ ὅλον ἦν ἐξικμασθέν, οὐκ ἄν μαλακτὸς ὁ σίδηρος, ἀλλὰ θραυστὸς ὥσπερ ὁ κέραμος. ἐπειδὴ οὖν ἀραιοῦνται οἱ πόροι καὶ ἐξέρχεται τὸ ὑγρὸν ὕστερον, πάλιν οὖν θλίβονται ὑπὸ τοῦ ψυχροῦ, ὡς μὴ διελθεῖν ἐντὸς ὑγρότερον καὶ λῦσαι τὸν σίδηρον. λοιπὸν ἐνταῦθα ἡ ἀπορία· † ἄπορον λέγει πάσχειν, εἴ γε τοῦτο ἀνεῖλεν ἀλλαχοῦ.
p. 384b11 Καὶ διὰ ταῦτα οὐδὲ τὸ θερμὸν λύει.
Διὰ ποῖα; ἐπειδὴ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ὑπὸ θερμοῦ.
p. 384b14 Ὁ δὲ σίδηρος τακεὶς ὑπὸ θερμοῦ, ψυχθεὶς πήγνυται.
Σίδηρον νῦν οὐ τὸν καθαρὸν λαμβάνει, ἀλλὰ τὸν ῥυπαρόν. οὗτος γὰρ τήκει, ὁ δὲ καθαρὸς μαλάττει μόνον.
p. 384b15 Τὰ δὲ ξύλα ἐστὶ γῆς καὶ ἀέρος· διὸ καυστὰ καὶ οὐ τηκτά.
Ὥς τινος ἀπορήσαντος, ὅτι διὰ τί τῶν συνθέτων τὰ μὲν τήκεται, τὰ δὲ μαλάττεται, τὰ δὲ ξύλα οὐδὲν τούτων ποιεῖ καίτοι σύνθετα ὄντα, αὐτός φησιν, ὅτι εἰ καὶ σύνθετά εἰσιν, ἀλλ’ οὐκ ἐκ γῆς καὶ ὕδατος οὔτ’ ἐξ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ἀλλ’ ἐκ γῆς καὶ ἀέρος. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ κάεται καὶ οὐ τήκεται· τῷ γὰρ εἶναι γῆς ἔχει τὸ ξηρὸν ἐπιτήδειον πρὸς καῦσιν, τὸ δὲ ἀέρος τάχιον ἐκφλογοῦται. εὐπαθὴς γὰρ ὁ ἀὴρ ὑπὸ τοῦ πυρός. διὸ καὶ τὸ ἔλαιον πάνυ κάεται ὡς ἀερῶδες. ἀλλὰ μὴν καὶ ἐκ τοῦ ἐπινήχεσθαι δῆλόν ἐστιν, ὡς ἀέρος εἰσί. πάντα γὰρ ἐπι- νήχεται πλὴν πύξου καὶ τῶν τοιούτων· ταῦτα γὰρ διὰ τὸ εἶναι πυκνόπορα ἐλάττονα ἔχει τὸν ἀέρα ἐν ἑαυτοῖς.
p. 384b22 Τί μὲν οὖν ἐστὶ πῆξις καὶ τῆξις, καὶ διὰ πόσων καὶ ἐν ποίοις ἐστίν, εἴρηται.
Διὰ πόσα μέν, τουτέστιν ἡ μὲν πῆξις διὰ θερμὸν καὶ ψυχρὸν καὶ [*](1 ἐξιόν, τὸ V Ar.: ἐξιόντα G: ἐξιὸν a 2 μὴ] μηδ’ Ar. 9. I. ὑγρότητα 10 ἄπορον] fort, τί διὰ πόρων; cf. p. 313,19 sqq. 11 οὐδὲ] οὔτε At. 12 Tiolad: ποίων Va ἐπειδὴ G: om. Va 14 ψυχθεὶς a et Ar. codii. EHN: ψυγεὶς Y: ψυχεὶς G: ψύχει (praeter EHN) Ar. IG fort, τήκεται et μαλάττεται 18 ὅτι om. G 22 τήκεται a: τήκονται VG xu) V: τὸ Ga 23 εὐπαθὴς G: ἀπαθὴς Va 24 καέται V: καίεται Ga 27 ἑαυτοῖς] αὐτοῖς a 28 τί G Ar.: Ὅτι Va 28. 29 διὰ πόσα καὶ ἐν πόσοις Ar.)
p. 384b24 Ἐκ δὲ τούτων φανερὸν ὅτι ὑπὸ θερμοῦ καὶ ψυχροῦ συνίστανται τὰ σώματα.
Ἐντεῦθεν τὸ πόρισμα. καὶ ὅρα, πῶς ἐπιστημονικῶς εἶπεν. οὐ γὰρ εἶπεν, ὅτι ἐκ θερμοῦ καὶ ψυχροῦ σύγκειται, ἵνα ποιητικὰ αἴτια ἐν τοῖς γινομένοις συγκατατάξῃ, ἀλλ᾿ εἶπεν, ὅτι συνίστανται, δηλονότι τούτων μὲν ποιούντων, τῶν ὑλικῶν πασχόντων· ὡς αὐτὸς γάρ φησι παρακατιών, ὅτι ταῦτα μὲν διὰ τὸ ποιεῖν, ὑγρὸν δὲ καὶ ξηρὸν διὰ τὸ πάσχειν.
p. 384b30 Ἐκ μὲν οὖν ὕδατος καὶ γῆς ὁμοιομερῆ σώματα συνίστανται.
Ἐντεῦθεν ὁ προσδιορισμός, ὅτι οὐχ ἁπλῶς πάντα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται, ἀλλ᾿ ἐκ τῶν ἀναλογούντων αὐτοῖς.
p. 384b34 Ταῦτα δὲ διαφέρει ἀλλήλων τοῖς τε πρὸς τὰς αἰσθήσεις.
Ἐνταῦθά φησιν, ὅτι πάντα σύνθετα διαφέρει ποιητικαῖς τε καὶ παθητικαῖς ποιότησιν. ἔστι δὲ τάδε· πηκτόν, ἄπηκτον· τηκτόν, ἄτηκτον· μαλακτόν, ἀμάλακτον· τεγκτόν, ἄτεγκτον· καμπτόν, ἄκαμπτον· κατακτόν, ἀκάτακτον· θραυστόν, ἄθραυστον· θλαστόν, ἄθλαστον· πλαστόν, ἄπλαστον· πιεστόν, ἀπίεστον· ἑλκτόν, ἄνελκτον· ἐλατόν, ἀνέλατον· σχιστόν, ἄσχιστον· τμητόν, ἄτμητον· γλίσχρον, ψαθυρόν· πιλητόν, ἀπίλητον· καυστόν, ἄκαυστον· θυμιατόν, ἀθυμίατον. αὗται αἱ ιݲηݲ ἀντιθέσεις κατὰ ἕξιν καὶ στέρησιν.
Πρᾶξις μݲθݲ.
p. 385a20 Περὶ μὲν οὖν πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου εἴρηται μὲν καθόλου πρότερον.
Τὸ περὶ πηκτοῦ καὶ τηκτοῦ πάλιν ὁ φιλόσοφος ἐπανακεφαλαιοῦται, οὐχ ὥς τινες ᾠήθησαν βουλόμενος ἐπιτομὴν ποιήσασθαι τῶν ἀνωτέρω περὶ αὐτῶν ἐργωδῶς εἰρημένων· ἀλλὰ τοῦτο ποιεῖ χάριν τοῦ ἐπανορθώσασθαι, τὸ παχυμερῶς εἰρημένον ἐν τοῖς προλαβοῦσι, ταὐτὸν δ᾿ εἰπεῖν ὅτι ἔλεγε τοὺς ἅλας καὶ τὸ νίτρον θερμῷ πήγνυσθαι καὶ ψυχρῷ λύεσθαι. ἔστι δὲ ἡ ἐπανακεφαλαίωσις τοιαύτη· τῶν πηγνυμένων τὰ μὲν ὕδατός ἐστι, τὰ δὲ γῆς. καὶ ὅσα μὲν ὕδατός ἐστιν, ἐκεῖνα ψυχρῷ πήγνυται, ἀπουσίᾳ δ᾿ ὑγρῶν [*](4 συνίσταται Ar. 10. 11 τὰ ὁμοιομερῆ σώματα συνίσταται Ar. 12 προδιορισμός Ga post πάντα add. συνίστανται a 13 σύγκεινται V: σύγκειται G: om. a 16 pro τηκτόν—ἀθυμίατον (21) omissis exhibet καὶ τὰ ἑξῆς V 22 tituium om. 28 ἐν τοῖς προλαβοῦσι] Ar. p. 383a1; cf. Ol. p. 305,17; 306,30; 308,12 sq.)
p. 395a22 Τῶν γὰρ σωμάτων ὅσα πήγνυται καὶ σκληρύνεται, τὰ μὲν ὑπὸ θερμοῦ πάσχει τούτων, τὰ δὲ ὑπὸ ψυχροῦ ἐκθλίβοντος τὸ θερμόν.
Ἐπανακεφαλαιοῦται τὰ ἤδη εἰρημένα, ἵνα διορθώσῃ καὶ τὸν περὶ τῶν ἁλῶν καὶ νίτρου λόγον.
[*](2 καὶ εὐθεῖς om. a 3 δὲ 0111. a inter οὗτε et τεγκτά inserit δὲ G 13 λύγος] λόγος G H; εἰς] 1. ἢ coll. p. 325,13. 15.20 18 ὥστε V: ὥσπερ Ga 22 εὐθέος G: εὐθέως Va 25 δαιμονίως] Ἀμμώνιος Ideler; sed cf. p. 238,15 26. 27 κεκλημένοι (i 28 ante ἀνακάμπτουσιν add. καὶ G 32 τούτων] τοῦτο Ar. post ψυχροῦ add. ὑπὸ μὲν τοῦ θερμοῦ ξηραίνοντος τὸ ὑγρόν, ὑπὸ δὲ τοῦ ψυχροῦ Ar. 34 ἡδῆ] εἴδη G)p. 384a26 Ὥστε τὰ μὲν ὑγροῦ ἀπουσίᾳ, τὰ δὲ θερμοῦ τοῦτο πάσχειν.
[*](72r)Ὅρα, πῶς νῦν διωρθώσατο, ὃ πρώην ἔλεγε παχυμερῶς. πρῶτον μὲν p. 385a27 Ὅσα μὲν οὖν ὕδατος, θερμοῦ, καὶ ὅσα δὲ γῆς, ὑγροῦ. τὸν κρύσταλλον λέγει καὶ τοὺς ἅλας ἅμα τῷ νίτρῳ· ὁ μὲν γὰρ κρύσταλλος ὕδατος ὢν ἀπουσίᾳ θερμοῦ πήγνυται, παρουσίᾳ δὲ λύεται.
p. 385a27 Τὰ μὲν οὖν ὑγροῦ ἀπουσίᾳ ὑπὸ ὑγροῦ διατήκεται, ἐὰν μὴ οὕτως συνέλθῃ, ὥστ’ ἐλάττους τοὺς πόρους λειφθῆναι τῶν του ὕδατος ὄγκων.
Ὥς τινος ἀπορήσαντος ‘καὶ τί δήποτε, Ἀριστότελες, ὁ κέραμος γῆς ὢν καὶ ὑγροῦ ἀπουσία παγεὶς μὴ τῇ παρουσίᾳ τοῦ ὑγροῦ λύεται;’ αὐτός φησιν, ὅτι ἐπὶ πλέον συνῆλθον οἱ πόροι τοῦ κεράμου συνιζήσαντες ἐν τῇ πήξει, ὥστε μὴ χωρεῖν τὸν τοῦ ὕδατος ὄγκον δι’ ἐκείνων εἰσιέναι τῶν πόρων. καὶ διὰ τοῦτο οὐ λύεται ὁ κέραμος ὑγρῷ. ἀλλὰ πάλιν πόρους ἄκουσον τὰ εὐπαθῆ μόρια, ἵνα ἐκφύγῃς τὸ ἄπορον.
p. 385b1 Ἄπηκτα δὲ ὅσα μὴ ἔχει ὑγρότητα ὑδατώδη ὕδατος.
Ἐντεῦθεν περὶ τῶν ἀπήκτων διαλέγεται καὶ παραδίδωσιν αὐτῶν τὰ αἴτια τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ.
p. 385b6 Μαλακτὰ δ’ εἰσὶ τῶν πεπηγότων ὅσα μὴ ἐξ ὕδατος.
Μετῆλθεν ἐπὶ τὴν τοῦ μαλακτοῦ καὶ ἀμαλάκτου ἀντίθεσιν καὶ λέγει, ὅτι ποῖά εἰσι ταῦτα, ὅτι ὅσα μὴ ἐξ ὕδατος μόνου, μὴ ἐκ γῆς μόνης, ἀλλ’ ὅσα ἄμφω, καὶ μᾶλλον γῆς, ἵνα μὴ θρύπτηται.
p. 385b10 Ἀλλὰ ἢ ἑλκτὰ μὴ ὄντα διαντά, ἢ ἐλατὰ μὴ ὄντα ὔδατος, καὶ μαλακτὰ πυρί, οἷον σίδηρος, κέρας, ξύλον.
Ἐνταῦθα τὰς διαφορὰς τῶν μαλακτῶν λέγει. φησὶ γάρ, ὅτι δεῖ ταύπάσχει [*](1 Ar. 3 λέγει αὐτοὺς transic. G 5 οὑν et mox καὶ om. Ar. 9 ἐλάττους a et Ar.: ἐλάττω VG λειφθῆναι] ληφθῆναι VGa, Ar. codd. FUN 12 αὐτός V: αὐτό Ga 17 ὕδατος VG: μηδ’ ὕδατός ἐστιν a et Ar. 20 εἰσὶ] ἐστὶ Ar. ὅσα] καὶ Ga 21 μετῆλθεν G: ἐπῆλθεν Va. cf. p. 324,5; 325,8; 326,37 22 ὅτι (ante ποῖά) om. a 23 θρύπτηται] κρύπτηται a 24 ἢ ἑλκτὰ] εἰσὶν ἑλκτὰ (praeter HNE 2) Ar. διαντά—ὂντα om. G 25 πυρί] τηρὸς σίδηρος καὶ κέρας καὶ ξύλα ξύλον N) Ar.)
p. 385b 12 ἔστι δὲ καὶ τῶν τηκτῶν τὰ μὲν τεγκτά, τάδε ἄτεγκτα.
Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε τῶν τεγκτῶν καὶ ἀτέγκτων. ἀλλ’ ἵνα μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ τεγκτόν, προέλαβε καὶ εἶπε τούτων τὰς δια,φοράς, ὅτι τῶν τηκτῶν τὰ μὲν τεγκτά ἐστι, τὰ δὲ ἄτεγκτα, ὥστε διαφέρουσι τοῦ τηκτοῦ καὶ ἀτήκτου. καὶ λοιπὸν λέγει παραδείγματα.
p. 385b17 οὐδὲ γὰρ ἄλλο τεγκτόν, ὃ μὴ μαλακώτερον γίνεται βρεχόμενον.
Τί φησιν; ὅτι ἅλε. καὶ νίτρον τήκονται μέν, οὐ τέγγονται δέ, ἐπειδὴ τῇ τοῦ ὑγροῦ ὁμιλίᾳ γίνονται πρῶτον μαλακά, εἶθ’ οὕτως λύονται, εἰ γὰρ τὸ τεγγόμενον πάντως μαλακὸν δεῖ γίνεσθαι καὶ οὕτω λύεσθαι ἢ μὴ λύεσθαι· λύεσθαι μέν, ὥσπερ ἡ ὠμὴ πλίνθος καὶ ὅσα τοιαῦτα. |
p. 395b18 Ἔνια δὲ τεγκτὰ ὄντα οὔτε τηκτά εἰσιν, οἷον ἔρια καὶ οἱ [*](72v) καρποὶ.
Παράδειγμα λαμβάνει τλῶν τεγγομένων, μὴ τηκομένων δὲ τὰ ἔρια καὶ τοὺς καρπούς. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας ἐπί τινων καρπῶν. ὁρῶμεν γάρ, ὅτι ὁ καρπὸς τοῦ μεγάλου καρύου τοῦ βασιλικοῦ οὐ μόνον τέγγεται, ἀλλὰ τήκεται· ἐν γὰρ τῷ κάεσθαι ἀποστάζει τινὰ ἐλαιώδη ὑγρότητα. πῶς οὖν λέγει μὴ τήκεσθαι τοὺς καρπούς; ἢ λέγομεν, ὅτι κτὰ ἀλήθειαν οὐ τήκεται ὁ καρπὸς τοῦ καρύου, ἀλλὰ τήκεται ὥσπερ αἱ δᾷδες τήκονται. τήκεσθαι γὰρ ἐκεῖνο κυρίως λέγομεν τὸ λυόμενον μόνον, μὴ μέντοι δαπανώμενον ἢ καόμενον, ἀλλ’ ὅλην μὲν τὴν οὐσίαν ἀναλυόμενον, συνιστάμενον δὲ καὶ μὴ καόμενον, ὥσπερ χρυσός, χαλκός, μόλιβδος καὶ ὅσα τοιαῦτα. διὰ τοῦτο καὶ τὸ θεῖον οὐ λέγομεν τήκεσθαι ἢ τὸν κηρόν, ἐπειδὴ κάονται ὑπὸ τοὐ πυρὸς καὶ δαπανῶνται, ἀλλὰ μᾶλλον λύεσθαι καὶ κάεσθαι.
p. 385b19 εστι δὲ τεγκτὰ μέν, ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους τῶν τοῦ ὕδατος ὄγκων σκληροτέρων τῶν τοῦ ὕδατος.
Ὥσπερ ἐπὶ τῶν ἀτέγκτων ἔλεγεν, ὅτι ἐκεῖνά εἰσιν ἄτεγκτα τὰ ἐλάττονας ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον, οὕτω νῦν τὸ ἀνάπαλιν λέγει, [*](1 ἑλκτὰ scripsi (cf. lemma): εἰς τὰ VGa 4 post τηκτῶν add. καὶ τῶν ἀτήκτων Ar.) [*](7 ἐστι V: εἰσι Ga 9 post τεγκτόν add. οὐδὲν Ar. ὃ om. G 1 1 τέγγονται] τέγκονται G 13 δεῖ] δὴ a 15 οὐ τηκτά ἐστιν Ar. ἔριον Ar.) [*](28 Ἔστι—μαλακός (325,5) post p. 325,21 transpon. G 29 σκληροτέρων τῶν τοῦ ὕδατος VG: om. a: ὄντων (om. corr. F) δὲ (om. EHN) σκληροτέρων τοῦ ὕδατος Ar.)
p. 385b26 Ἔστι δὲ καὶ τὰ μὲν καμπτὰ καὶ εὐθυντά, οἷον κάλαμος καὶ λύγος.
Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε καὶ παραδίδωσι ταύτης τὰ διὰ.
p. 386a2 Εἰ γὰρ καὶ εἰς τὸ εὐθύ, εἴη ἀνακεκαμμένον τὸ εὐθύ· ὅπερ ἀδύνατον, τὸ εὐθὺ κεκάμφθαι. καὶ εὶ κάμπτεται πᾶν, ἢ ἀνακαμπτει ἡ κατακάμπτει.
Διὰ δύο ἐπιχειρημάτων κατασκευάζει, ὅτι τὸ ἀνακαμπτόμενον οὐ μεταβάλλει ἀπὸ εὐθέος εἰς τὸ καμπύλον ἢ τὸ ἀνάπαλιν ἀπὸ καμπύλου εἰς * * * ἕτερον καμπύλον. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· εἰ τὸ ἀνακεκαμμένον ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλει, εὑρεθήσεται οὐκέτι μόνον καμπύλον, ἀλλὰ καὶ εὐθύ, ὅπερ ἀδύνατον· οὐ λέγεται γὰρ τὸ ἀνακεκαμ- μένον εὐθύ. τὸ δεύτερον, ὅτι τὸ ἀνακαμπτόμενον ἢ ἐπὶ τὰ ἔμπροσθεν κάμπτεται καὶ λέγεται κατακάμπτεσθαι, ἢ ἐπὶ τὰ ὀπίσω καὶ λέγεται ἀνα- κάμπτεσθαι· τὸ δὲ κατακάμπτεσθαι καὶ ἀνακάμπτεσθαι οὐ λέγεται ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλειν ἢ ἀπὸ εὐθέος εἰς καμπύλον, ἀλλ’ ἀπὸ καμπύλου εἰς καμπύλον. οὐκ ἄρα τὸ ἀνακαμπτόμενον εἰς εὐθὺ μεταβάλλει.
Πρᾶξις νݲ.
p. 386a9 Καὶ τὰ μὲν κατακτὰ ἢ θραυστὰ ἅμα ἡ χωρίς.
Εκτην ταύτην ἀντίθεσιν παραδίδωσιν ὁ φιλόσοφος τὴν τοῦ κατακτοῦ καὶ ἀκατάκτου, ᾗ παράκειται ἑτέρα ἀντίθεσις τοῦ θραυστοῦ καὶ ἀθραύστου. διαφέρει γὰρ κατακτὸν θραυστοῦ, ὅτι τὸ μὲν κατακτὸν εἰς μείζονα μέρη δι- αιρεῖται τῷ εἰς μείζονα διαστήματα ἔχειν τοὺς πόρους, τὸ δὲ θραυστὸν εἰς ἐλάχιστα τῷ πυκνοτέρους ἔχειν τοὺς πόρους κατὰ τὸ διάστημα, ὥστε τὰ μέν εἰσι μόνως κατακτά, ὅσα ἐκ διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ τὸ [*](5 fort. οὔτε . . . οὗτε 6 post τὰ μὲν add. τῶν σωμάτων (pvaetcr E 1) Ar. 7 καὶ a et Ar. : cm. VG 9 ἀνακεκαμμένον] ἂν (cm. F) ἅμα κεκαμμένον Ar. (praeter E) τὸ εὐθύ (ante ὅπερ)] καὶ εὐθύ Ar. 10 εἰ] ἢ Ga 10. 11 ἀνακάμψει Ar. 11 ἡ κατακάμπτει V: ἣ κατακάμψει GAr. : cm. a 13 ἡ τὸ ἀνάπαλιν—καμπύλον (14) om. a post εἰς adde ex vv. 15 et 20: εὐθύ, ἀλλὰ μᾶλλον ἀπὸ καμπύλου εἰς 15 μεταβάλλει· εὑρεθήσεται G: μεταβάλλον εὑρεθήσεται Va 17 ἡ om. a 18 ἀνακάμπτεσθαι—οὐ λέγεται (19) om. a 23 καὶ θραυστὰ Ar. et 01. p. 327,37 26 κατα- κτὸν (post γὰρ) G; καμπτὸν Va θραυστοῦ] στραυστοῦ G)
p. 386a9 Καὶ τὰ μὲν κατακτὰ θραυστὰ ἅμα ἢ χωρίς.
Τὰς δύο ἀντιθέσεις παραδίδωσι τοῦ κατακτοῦ καὶ τοῦ θραυστοῦ. καί [*](2 περικειμένην G 9 ἐστιν Ga: om. V 10 ἢ (ante οἰκείαν) om. a U I. ἄλλα 20 τε] γε a 24 ἑλκτῶν a τὰ δ’ ἐνεργείᾳ—εἰσι (25) om. V 28 ἀνάπαλιν] fort. ἀντικείμενον 32 τῆς G: om. Va 33 βάθος seripsi coll. v, 34: πλάτος VGa 36 γὰρ om. G)
p. 386a12 Διαφέρει δέ, ὅτι κάταξις μόνη ἐστὶν ἡ εὶς μεγάλα μέρη διαίρεσις καὶ χώρησις, θραῦσις δ᾿ εἰς τὰ τυχόντα καὶ πλείω δυοῖν.
Ἐνταῦθα δυοῖν τὸν ὁρισμὸν τοῦ κατακτοῦ καὶ θραυστοῦ παραδίδωσι.
p. 386a17 Καὶ τὰ μὲν θλαστά οἷον χαλκὸς καὶ κηρός, τὰ δὲ ἄθλαστα, οἷον κέραμος καὶ ὕδωρ.
Ἐντεῦθεν περὶ τοῦ θλαστοῦ καὶ ἀθλάστου διαλέγεται.
p. 386a18 Ἔστι δὲ δλάσις ἐπιπέδου κατὰ μέρος εἰς βάθος μετάστασις ὤσει ἢ πληγῇ, τὸ δ᾿ ὅλον ἀφῇ.
Ὁρίζεται, τί ἐστι τὸ θλαστόν, καί φησιν, ὅτι θλαστόν ἐστι ἐπιπέδου, τουτέστι τῆς ἐπιφανείας, κατὰ μέρος εἰς βάθος μετάστασις. καλῶς δ᾿ εἶπε κατὰ μέρος· τὸ γὰρ ὑπεῖκον κατὰ βάθος οὐκ ἀθρόον ὑπείκει, ἀλλὰ κατὰ μέρος, ὅθεν οὐ διαιρεῖται. καλῶς δ᾿ εἶπε καὶ τὸ μετάστασις· μεθίσταται γὰρ τὸ ἐπίπεδον ἀπὸ τοῦ ὁμαλοῦ εἰς τὸ κοῖλον. ἐπίπεδον δὲ λέγει τὴν ἐπιφάνειαν, † ἐκάλουν καὶ τὸ ἀνάπαλιν. πῶς δ᾿ ἄρα γίνεται ἡ μετάστασις τῆς ἐπιφανείας εἰς τὸ βάθος; ἢ δηλονότι ἀφῇ τινος. ποίᾳ δ᾿ ἁφῇ; ἢ ὑπὸ ὤσεως γινομένῃ, ὥσπερ ἐπὶ τῶν εὐθλάστων (ἀρκεῖ γὰρ ἐπὶ τῶν τοιούτων ὤθησις δακτύλου μόνη πρὸς τὸ κοιλᾶναι τὸ ἐπίπεδον, ὥσπερ ἐπὶ κηροῦ, ἐρίου καὶ τῶν τοιούτων), ἢ ὑπὸ πληγῆς, ὥσπερ ἐπὶ τῶν δυσθλάστων, οἷον χαλκοῦ. ὥστε ἡ θλάσις γίνεται ὑπὸ ἁφῆς καὶ ἁφῆς ἢ ὑπὸ ὤσεως ἢ ὑπὸ πληγῆς γινομένης.
p. 386a20 Ἔστι δὲ τὰ τοιαῦτα καὶ μαλακτά, οἷον κηρός, καὶ σκληρά, οἷον χαλκός.
Ἐντεῦθεν τὴν διαίρεσιν τῶν θλαστῶν παραδίδωσιν, ὅτι τὰ μὲν τούτων εἰσὶν εὔθλαστα, τὰ δὲ δύσθλαστα. εἶτα καὶ τὰ ἄθλαστα παραδίδωσιν, ἅπερ εἰσὶ κρύσταλλος καὶ ὅσα μὴ ὑπείκουσι κατὰ βάθος τῇ ἁφῇ, ἀλλὰ διαιροῦνται. |
[*](1 ἢ ἅμα εἰσὶ] ἄμα a 2 ἢ ἅμα κατακτὰ καὶ θραυστά om. V 3 μόνη] μέν Ar.)[*](4 διαίρησις V χωρισμός (praeter HN) Ar. δ᾿ ἡ εἰς (contra FHN) Ar.)[*](7 θλαστά V Ar.: θραυστά Ga χαλκὸς—οἷον (8) om. Ga 8 κέραμος] κάλαμος a 10 post θλάσις add. μὲν (praeter FHN) Ar. 11 ὤσει ἢ om. Ga δ᾿ ὅλον VAr.: δὲ πλέον Ga 15 καὶ om. a 16 τὸ (ante ἐπίπεδον) om. a 17 ἐκάλουν vix saaum; <ἂ> ἐκάλουν coni. Diels 20 πρὸς τὸ κοιλᾶναι Diels: προσκοιλᾶναι VGa 24 μαλακτά V Ar.: μαλακά Ga post κηρός add. μένοντος τοῦ ἄλλου ἐπιπέδου κατὰ μέρος μεθίσταται Ar. 27 ἄθλαστα V: θλαστὰ Ga)p. 386*25 T(J5v δὲ θλαστῶν ὅσα μένει θλασθέντα καὶ εὔθλαστα [*](73v) χειρί, ταῦτα μὲν πλαστά.
Tὴν ἄλλην διαίρεσιν τῶν θλαστῶν παραδίδωσιν, ὅτι τὰ μὲν μόνιμον ἔχοντα τὴν θλάσιν εὔθλαστα ὄντα πλαστά εἰσιν ἐκεῖνα, τὰ δὲ μὴ μόνιμον, ἐκεῖνα πιεστά. ὅθεν οὐδ’ ἀπορητέον, τί δήποτε ὁ χαλκὸς μὴ] μόνιμον ἔχων τὴν θλάσιν οὐκ ἔστι πλαστός· ἐκεῖνος γὰρ τῶν δυσθλάστων ἐστίν, ἡμεῖς δὲ περὶ τῶν εὐθλάστων διαλεγόμεθα.
p. 386a27 Τὰ δὲ ἢ μὴ εὔθλαστα, ὥσπερ λίθος καὶ ξύλον.
Ζητητέον, πῶς λίθον καὶ ξύλον θλαστὰ λέγει ὁ φιλόσοφος· οὔτε γὰρ ὑπείκει εἰς βάθος ἡ τούτων ἐπιφάνεια, ὥσπερ ἐλέγομεν ἐπὶ τῶν θλαστῶν. ἢ λέγομεν, ὅτι οὐ περὶ παντὸς λίθου λέγει, οὐ περὶ παντὸς ξύλου, ἀλλὰ λίθου μόνον τοῦ κοραλίου, ὅπερ ἐστὶ βρύον θαλάσσιον καὶ πεπηγός· τοῦτο γάρ πως κοιλαίνεται. ὡσαύτως δὲ καὶ ἐν ξύλοις τὸ σύκινον· καὶ τοῦτο γὰρ ὑπείκει τῇ ἀφῇ ἠρέμα πως.
p. 386a26 Μὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, θλαστά, ἀλλὰ πιεστὰ ταῦτά ἐστι.
Tὴν ἑτέραν ἀντίθεσιν λέγει τὴν ἐκ τοῦ θλαστοῦ γινομένην, τὴν τοῦ πιεστοῦ.
p. 386a33 Ἔστι δ’ ὦσις μὲν κίνησις ὑπὸ κινοῦντος, ἣ γίνεται ὑπὸ τῆς ἅψεως· πληγὴ δέ, ὅταν ᾖ ἀπὸ τῆς φορᾶς. ἐπειδὴ εἶπε πάντα τὰ θλαστὰ ἢ πληγῇ ἡ ὤσει εἴκειν, ταὐτὸν δ’ εἰπεῖν ἁφῇ, νῦν ὁρίζεται, τί ἐστι πληγή, ὅτι κίνησις ὑπὸ φορᾶς γινομένη. ὦσις δὲ καὶ κίνησις ὑπὸ τῆς ἀπλῶς ἁφῆς, ἥτις οὐ γίνεται ὑπὸ φορᾶς βιαίως.
p. 38615 2 Καὶ πιεστὰ ταῦτα, ὅσα δύναται εἰς τὰ ἑαυτῶν κενὰ συνιέναι.
Τουτέστιν εἰς τοὺς ἑαυτῶν πόρους.
[*](1 μένει] μὲν (om. FHN) μένει Ar.: μέν εἰσι VGa θλασθέντα VAr.: θλαστὰ Ga 5 μὴ uncis inclusi 6 πλαστός V 2: θλαστός V 1 Ga 8 ἡ V Ar.: om. Ga ὥσπερ VAr.: ὡς Ga ἡ ξύλον Ar. ξύλον καὶ λίθον trauspon. Ga II. 12 lualira οὐδὲ π. παντὸς ξύλου 12 κοραλίου] κοραρίου G 15 μένη a 16 SXasta] πλαστά Ar. ἐστι G Ar.: εἰσι a: ora. V 19 μὲν] ἡ Ar. (om. FUN) ὑπὸ τοῦ κινοῦντος Ar. ἡ γίνεται] γίνεται δέ Ga 20 ὑπὸ] ἀπὸ (praoter Η) Ar. ᾖ om. Ar. 21 ὤσει] ὡσεὶ G 24 κενὰ] λινᾶ G 25 συνιέναι om. G 26 ante Τουτέστιν add. Δύναται Ga)p. 386b4 Ἑνίοτε γὰρ οὐ κενοί εἰσιν εἰς οὓς συνέρχονται, οἷον ὁ [*](73v) βεβρεγμένος σπόγγος.
Τί δήποτε εἶπε τὸ ἐνίοτε; τί γάρ ἐστι τὸ κενόν * * * αἰσθητὸν καὶ ἀναίσθητον σῶμα λέγει. ἐνίοτε γάρ, φησίν, οὐ κενοί εἴσιν * * αἰσθητοῦ σώματος, τουτεστιν ὕδατος, ὥσπερ σπόγγος.
p. 386b11 Ἑλκτά δ’ ἐστίν, ὅσων δύναται εἰς τὸ πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον.
Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἑλκτοῦ καὶ ἀνέλκτου.
p. 386b19 ἔστι δὲ ἐλατὰ μέν, ὅσα αὐτῇ πληγῇ δύναται ἅμα εὶς πλάτος καὶ εἰς βάθος τὸ ἐπίπεδον μεθίστασθαι.
Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἐλατοῦ καὶ ἀνελάτου.
p. 386b25 ἔστι δὲ καὶ τὰ μὲν σχιστά, οἷον ξύλον, τὰ δ' ἄσχιστα, οἷον κέραμος.
Ἡ ἑτέρα ἀντίθεσις τοῦ σχιστοῦ καὶ ἀσχίστου καὶ ἡ τούτου διαφορὰ πρὸς τμητὸν καὶ ἄτμητον·
p. 387a11 Γλίσχρον δ’ ἐστίν, ὅταν ἑλκτὸν ἢ ὑγρὸν ἢ μαλακόν.
Ὀρα, πῶς νῦν ταύτην τὴν ἀντίθεσιν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὸ ἑλκτὸν αὐτὸ παραδεδώκαμεν διὰ τὸ ἔχειν πρὸς αὐτὸ συγγένειαν. καὶ ὅρα, πῶς τὸ γλίσχρον ἢ μαλακτὸν ἑλκτὸν λέγει ἢ ὑγρὸν ἑλκτόν. μαλακτὸν μὲν γλίσχρον, ἵνα εἴπῃ τὸ ἐπίκτητον ἔχον τὴν ὑγρότητα ἑλκτόν, ὥσπερ τὸ σταῖς ἢ πηλὸς ἢ κόμμι, ὑγρὸν δ’ ἑλκτὸν εἶπε τὸ σύμφυτον ἔχον ὐγρότητα, ὅπερ ἐστὶ γλίσχρον, ὡς ἔλαιον, μέλι, πίσσα ὑγρὰ καὶ τὰ τοιαῦτα.
p. 387a15 15 Πιλητὰ δ’ ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν.
Ἴδου καὶ ταύτην τὴν ἀντίθεσιν νῦν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὰ [*](1 εἰς om. a συνέρχονται V: συνέρχεται Ar.: συνέχονται a: βρέχονται G 3 Τί δήποτε a: οὐδέποτε G: ποτε post lacunam (litt. viii) V post κενόν spatiuoi (litt. VIII V, IV G) vacat in VG, quod expleas ex p. 326,27 sqq. 4 φησίν om. a post οὐ κενοί εἰσιν lacunara statui. addas ἀλλὰ πλήρεις 6 ὅσων δύναται V: ὅσα δύναται Ga: ὅσων δυνατὸν Ar. 7 τὸ ἐπίπεδον om. Ga 9 μέν om. Ga αὐτῇ πληγῇ δύναται Ga: τῇ αὐτῇ πληγῇ δύναται Ar.: δύναται αὐτῇ πληγῇ V 9. 10 ἅμα καὶ εἰς πλάτος Ar. 16 ἡ ὑγρὸν] ᾖ ἢ EHN) ὑγρόν ὃν Ar. μαλακτόν G; cf. v. 19 10 ἑλκτὸν λέγει] ὑγρόν λέγει a 20 ἔχον V: ἔχειν a; situ oblitteratum in G ἑλκτόν, ὥσπερ] ἐλατὸν, ὥσπερ a 23 μόνιμον] μόνην VGa 24 ἡμεῖς—ἐστὶ πιεστά (331,2)] ὑμεῖς δὲ εἴπομεν, ὅτι μετὰ τὰ πιεστὰ ὁμωνύμως ἐστὶ πιλητά a)
p. 387a17 Καὶ τὰ μὲν καυστά ἐστι, τὰ δ’ ἄκαυστα.
Ἐπὶ τὰς λοιπὰς δύο ἀντιθέσεις ὁ Ἀριστοτέλης μετάγει τὸν λόγον καὶ διαλέγεται περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου. εἶτα μετὰ τὸ συμπληρῶσαι τὸν περὶ τῶν ἰὴ ἀντιθέσεων λόγον πάλιν ἐπαναλαμβάνει τὸν περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου λόγον. τοῦτο δ’ οὐ μάτην, ἀλλ’ ἵν δείξῃ καὶ τὸ θυμιατὸν καυστὸν ὑπάρχον ἐδόκει γὰρ ὀσφραντὸν εἶναι), καὶ ἵνα τοῦτο δεικνὺς ἀποδείξῃ τὰς ιݲηݲ ἁπτὰ εἶναι πάθη, ἵνα πάντα τὰ ὑπὸ σελήνην μὴ ἐκφύγῃ τοῦ εἶναι ἁπτά πᾶσαι γὰρ αἱ ἄλλαι ἁπταὶ ἦσαν ὁμολογουμένως, μόνη ἡ τοὐ θυμιατοῦ ἐδόκει μὴ εἶναι ἁπτή, ἀλλ’ ὀσφραντή. καί φησιν, ὅτι καυστόν ἐστι τὸ ἔχον πόρους παθητικοὺς πρὸς τὸ δέξασθαι ἔνδον τὸ πῦρ. ἰδοὺ γὰρ ἡ σαλαμάνδρα διὰ τὸ ἐστερῆσθαι τῶν τοιούτων πόρων οὐ κάεται ὑπὸ τοῦ πυρός, ἀλλὰ τοὐναντίον σβέννυσι καὶ τὰς καμίνους. ὅθεν πολλὴ φροντὶς παρὰ τοῖς ὑελέψαις τοῦ τινάσσειν τὴν πάπυρον χάριν τοῦ μὴ εὑρεθῆναι ἔνδον σαλαμάνδραν καὶ σβέσαι τὴν κάμινον· ζημιῶδες γὰρ αὐτοῖς τὸ τοιοῦτον καθέστηκεν. ἀλλ’ οὐ μόνον τὸ ἔχειν πόρους τοιούτους ἀπόχρη πρὸς τὸ εἷναι καυστόν, ἀλλὰ δεῖ ὑγρότητα ἔχειν παθητικὴν ὑπὸ πυρός, τουτέστιν ἀερώδη καὶ οὐχὶ ὑδατώδη. ἰδοὺ γοῦν τὰ χλωρὰ ξύλα ἐπειδὴ πολλὴν ἔχουσι τὴν ὑδατώδη ὑγρότητα, οὐ κάονται, ἀλλὰ σβέννυσι τὸ πῦρ, ἐπειδὴ οὐχ οἷά τέ ἐστι κρατηθῆναι ὑπὸ πυρὸς ἡ τοιαύτη· τὰ δὲ ξηρὰ ξύλα ἐπειδὴ ἀερώδη ἔχουσι τὴν ὑγρότητα, καίονται. καὶ ὅτι ἀερώδης ἐστὶν ἡ ἐν αὐτοῖς ὑγρότης, δῆλον, ἐπειδὴ μάλιστα ταῦτα ἐπινήχονται τῷ ὕδατι. καὶ ταῦτα περὶ τοῦ καυστοῦ καὶ ἀκαύστου. ἐφ’ οἷς | λοιπὸν ὁ φιλόσοφος καὶ ἐπὶ [*](74r) τὴν τελευταίαν ἀντίθεσιν μετέρχεται, λέγω δὴ τὴν τοῦ θυμιατοῦ. καί φησιν, ὅτι θυμιατόν ἐστιν, ἐξ οὗ ἐκκρίνεται μέρος γῆς καὶ ὕδατος ὑπὸ πυρός. καλῶς δὲ πρόσκειται τὸ ‘ὑπὸ πυρός’, ἐπειδὴ γίνεται τούτοις διαφόρησις καὶ ὑπὸ χρόνου, ἅπερ οὐκ ἔτι εἰσὶ θυμιατά, ἀλλὰ κοπρώδη δια- λύοντι γὰρ καθάπερ γῆ τὰ χρόνια θυμιάματα μὴ ἔχοντα θυμίασιν), τὸ δὲ ὑπὸ πυρὸς ἐκκρινόμενον μέρος γῆς καὶ ὕδατος, ἐκεῖνό ἐστι θυμιατόν. ὅθεν τὸ ὕδωρ οὐκ ἂν εἴποιμεν θυμιατόν, ἐπειδὴ θερμαινόμενον ἀτμίδα μόνον ὑδατώδη ἐκκρίνει, οὐ μὴν καὶ γεώδη οὐσίαν. καὶ ὅτι γεώδη οὐσίαν ἐκμετὰ [*](2 om. V παραδεδώκαμεν scripsi (of. p. 330,18): παραδέδωκεν VGa 4 ἐστι G Ar.: εἰσι Va 5 ante ἐπὶ add. ὡς G 9 καυστόν] 1. ἁπτὸν coll. v. 11 10 δεικνὺς ἀποδείξῃ] δεικνύῃ, ἀποδείξει a 15 οὐ κάεται] ἀκούεται G 17 παρὰ] περὶ G ὐελλέψαις VGa 20 δεῖ] δὴ G 21 ὑδαπώδη G 23 ἡ τοιαύτη· τὰ] τὰ τοιαῦτα G 24 ἀερώδη ἔχουσι τὴν ὑγρότητα] οὐκ ἔχουσι τὴν ὑδατώδη ὑγρότητα a κάοντι a καὶ ὅτι ἐν αὐτοῖς ἐστιν ἡ ἀερώδης ὑγρότης transpon. a 25 ὕδατι] ὕδατα V 32 ἐκκριόμενον V: ἐκκρῖνον Ga)
p. 387a19 Ἔστι δὲ καυστά, ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς καὶ ὑγρότητα ἐν τοῖς κατ’ εὐθυωίαν πόροις ἀσθενέστερον πυρός.
Ἴδου τὰ εἴδη τοὐ καυστοῦ νῦν παραδίδωσι, τὸ ἔχειν πόρους δεκτικοὺς καὶ ὑγρότητα παθητικὴν ὑπὸ πυρὸς ἐν τοῖς πόροις, διὰ τὰ χλωρὰ ξύλα. p. 387a23 Θυμιατὰ δ’ ἐστὶ τῶν σωμάτων, ὅσα ὑγρότητας ἔχει μέν, οὕτω δ’ ἔχει, ὥστε μὴ ἐξατμίζειν πυρουμένων χωρίς.
Τί φησιν; ὅτι ἐκεῖνά εἰσι θυμιατά, ἅπερ ἔχει ὑγρότητα συνεξατμιζο- μένην τῇ οὐσίᾳ τῇ γεώδει ἐν τῇ πυρώσει, οὐ καθ’ ἑαυτὴν δ’ ἐξατμιζομένην καὶ χωρὶς τῆς γεώδους οὐσίας. ὅθεν τὸ ὕδωρ οὐκ ἔστι θυμιατὸν διὰ τὸ τὴν ὑγρότητα μόνην ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου ἡ ὑπὸ πυρὸς χωρὶς γεώδους οὐσίας.
p. 387a24 ἔστι γὰρ ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ εἰς ἀέρα καὶ πνεῦμα ἔκκρισις ἐξ ὑγροῦ διαντική.
Νῦν τὴν θυμίασιν ὁρίζεται, ὅτι θυμίασίς ἐστιν ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ. καλῶς δὲ προσέθηκε τὸ ὑπὸ θερμοῦ διὰ τὰ ὑπὸ χρόνου ἐξατμίζοντα· ἐκεῖνα γὰρ οὐ θυμιῶνται, ἀλλὰ διαλύονται. καλῶς δὲ καὶ τὸ ὑπὸ καυστικοῦ θερμοῦ πρόσκειται, ἐπειδὴ τὸ ἡλιακὸν θερμὸν οὕτως οὐ ποιεῖ τὴν ἐξάτμισιν τῶν θυμιωμένων· οὐ γάρ ἐστι καυστικόν. εἰς ἀέρα δ’ εἶπεν, ἵνα σημάνῃ τὴν ἐκκρινομένην ὑγρὰν οὐσίαν, εἰς πνεῦμα δὲ διὰ τὴν γεώδη, τουτέστι τὴν λιγνύν. εἶτα προσέθηκεν ἐξ ὑγροῦ διαντική. καὶ ἄπορος ὁ λόγος, πῶς εἶπε διαίνειν τὰ θυμιώμενα. ἢ διαίνει μὲν αὐτά, τουτέστι τὴν οἰκείαν ἐπιφάνειαν· ὁρῶμεν γάρ, ὅτι καὶ λιβανωτὸς καὶ στύραξ θυμιώμενα ὑγραίνονται μὲν αὐτά, οὐχ ὑγραίνουσι δὲ τὰ παρακείμενα, ἀλλὰ χρώννυσιν. ὅθεν παρακατιὼν ἐρεῖ αὐτὰ μὴ διαίνειν.
p. 387a26 Τὰ δὲ θυμιατὰ χρόνῳ εἰς ἀέρα ἐκκρίνεται.
Τὴν ἑτέραν τῶν θυμιατῶν λέγει διαφόρησιν τὴν διὰ τοῦ χρόνου.
[*](7 ἀσθενεστέραν Ar. 10 ἐστὶ V Ar.: εἰσὶ (la ὑγρότητα Ar. 12 θυμιατά] θυμιάματα a 17 ἀτμὶς ἡ ὑπὸ Ar. 18 διαντική] δι, deinde lacuna (iitt. VII) in G 19 ante Νῦν add. Διὰ τούτου a 25 διαντική] ἄν τήκῃ G 29 I. χρωννύουσιν παρακατιὼν] cf. Ar. p. 387 a 31 31 τὴν διὰ τοῦ χρόνου scripsi: τὴν διὰ τόν χρόνον V: διὰ τὴν τοῦ χρόνου Ga)p. 387a28 Διαφέρει δὲ αὔτη ἡ ἔκκρισις, ὅτι οὐ διαίνει οὔτε πνεῦμα [*](74v) γίνεται.
Ποῖα; ἡ ὑπὸ τοῦ χρόνου. καὶ ὅρα, πῶς ταῦτα λέγει μὴ διαίνειν μήτε πνεῦμα ποιεῖν, τουτέστι λιγνύν, ὡς τῆς ἑτέρας διαινούσης καὶ χρωννύσης.
p. 387a29 ἔστι δὲ πνεῦμα ῥύσις συνεχὴς ἀέρος ἐπὶ μῆκος.
Πνεῦμα νῦν λέγει οὐ τὸν ἄνεμον ἀνωτέρω γὰρ κατέτρεχεν Ἱπποκράτους ὡς λέγοντος τὸν ἄνεμον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα), ἀλλὰ πνεῦμα νῦν λέγει τὴν λιγνὺν τὴν ἐκ τῶν θυμιωμένων ἐκκρινομένην ἐκ τῆς γεώδους καὶ ἀερώδους οὐσίας τῆς ἐν αὐτοῖς· περὶ γὰρ τούτων ἦν καὶ ὁ λόγος.
p. 387a30 Θυμίασις δ’ ἐστὶν ἡ ὑπὸ θερμοῦ καυστικοῦ κοινὴ ἔκκρισις ξηροῦ καὶ ὑγροῦ ἀθρόως. διόπερ οὐ διαίνει, ἀλλὰ χρωματίζει.
Πάλιν ἐπαναλαμβάνει τὸν ὁρισμὸν τῆς θυμιάσεως τρανοτέραν αὐτὴν λέγων. καλῶς εἶπεν ἀθρόως διὰ τὸ συνεχῆ αὐτὴν εἶναι καὶ μὴ διεσπασμένην, εἴ γε προσεχῶς ἔλεγε τοῦτο πνεῦμα ῥύσιν εἶναι συνεχῆ ἀέρος. ὅρα, πῶς νῦν λέγει αὐτὴν οὐ διαίνειν. εἴρηται δ’ ἡ ἐπίλυσις.
p. 387a32 Ἔστι ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός.
Ἐντεῦθεν τὴν διαφορὰν παραδίδωσι τῶν θυμιαμάτων, ὅτι τὰ μὲν ξυλώδη ὄντα καὶ καπνώδη ἔχει τὴν θυμίασιν, ὥσπερ ὀστᾶ, τρίχες, ὄνυχες καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ ἀναλογεῖ τοῖς ξύλοις ὡς γεώδους ὄντα καὶ ἀερώδους οὐσίας. ὅθεν καὶ Ἐμπεδοκλῆς μετὰ τῶν ξύλων * τὰ τοιαῦτα λέγων· ‘ταῦτα δέ ἐστι τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά, καὶ † φολιδονίδες γίνονται ἐπὶ στιβαροῖσι μελέεσσιν’. ὅσα δέ εἰσι λιπαρὰ τῶν θυμιαμάτων, κνισσώδη ἔχουσι τὴν θυμίασιν, ὡς λίπος, ἔλαιον καὶ τὰ τοιαῦτα. ὅσα δὲ πίονά εἰσι, ταῦτα λιγνυώδη, ὥσπερ σάρκες, γλεῦκος, μέλι καὶ τὰ τοιαῦτα.
[*](1 οὐ διαίνει οὔτε VG: οὔτε διαίνει οὔτε Ar.: οὔτε διαίνει οὐδὲ a 3 τοῦ om. Ga 4 λιγνύς G 5 συνεχείας Ga ἐπὶ μῆκος ἀέρος (praeter FAN) ponit Ar. 6. 7 Ἱπποκράτους] Περὶ φυσῶν c. 3, t. VI p. 94 Littr.; cf. p. 98,1 sq.; 168,17; 171,30 alias 7 ἠέρος V: ἡ ἀέρος G: ἀέρος a εἶναι om. G 8 λέγει τὴν] λέγεται G 10 Θυμίασις ex Aristotele restitui coll. v. 13: ἔκκαυσις Va: ῥύσις G ἡ G Ar.: om. Va 13 τρανωτέραν a, fort. τρανότερον 14 αὐτὴν] αὐτὸν G 15 ἔλεγε τοῦτο Ga: ἐλέγετο τὸ V. fort. ἔλεγε τὸ vel ἔλεγε τοῦτο τὸ 16 οὐ om. G 19 καὶ om. G 21 Ἐμπεδοκλῆς] versus formara servavit Arist. p. 387b4 sq.; cf. frgmm. v. 216 sq. iluliach fort, excidit τίθησι 22 φολιδονίδες sic libri: φλονίδες Karsteu: λεπίδες Ar. λοπίδες Ar. Ε 23 ἐπὶ στιβαροῖσι V: ἐπὶ στιβαροῖς a: ἐπὶ τη βαρυει (sic) G)p. 3871)7 Διὰ τοῦτο ἔλαιον οὐχ ἑψᾶται οὔτε παχύνεται, ὅτι ἀτμιστόν.
Ἐπειδὴ εἶπεν, ὅτι τὸ ἔλαιον λιπαρὸν ὂν θυμιώμενον κνίσσαν ποιεῖ, [*](75r) κατασκευάζει, ὅτι λιπαρόν ἐστι, καί φησιν, ὅτι διὰ τοῦτο οὐχ ἑψᾶται οὔτε παχύνεται. καὶ μήν, Ἀριστότελες, ἀνωτέρω ἔλεγες τὸ ἔλαιον παχύνεσθαι ὑπὸ ψυχροῦ ἢ ὑπὸ θερμοῦ ἢ ἑψᾶσθαι. ἀλλὰ μὴν ἀκουστέον, ὅτι οὐ κᾶε· τᾶι τὸ ἔλαιον καθ’ αὑτό, ἐὰν μὴ μετὰ ἑτέρας ὕλης. ‘παχύνεσθαι’ δὲ τὸ πήγνυσθαι λέγει. διὰ τοῦτο γάρ, φησίν, οὔτε κάεται καθ’ αὑτὸ οὗτε πήγνυται, ἐπειδὴ λιπαρὸν ὂν καὶ γλίσχρον οὐκ ἐξατμίζεται ἡ ἐν αὐτῷ ὑγρότης ὑπὸ τοῦ πυρός· κατέχει γὰρ αὐτὴν διὰ τὸ εἶναι γλίσχρον. τὸ δὲ ὕδωρ τὸ ἀνάπαλιν ἐξατμίζεται διὰ τὸ μὴ εἶναι γλίσχρον, ὅθεν παχύνεται.
p. 387b9 Οἶνος ὁ μὲν γλυκὺς θυμιᾶται. πίων γάρ, καὶ ταὐτὰ ποιεῖ τῶ ἐλαίω.
Ποῖα; τὸ μὴ πήγνυσθαι ὑπὸ ψύχους, τὸ παχύνεσθαι ὑπὸ θερμοῦ, τὸ μὴ μεθύσκειν. καὶ ταῦτα γὰρ ποιεῖ τὸ ἔλαιον.
p. 3871)12 Ὁ τυχὼν δ’ οἶνος μικρὰν ἔχει θυμίασιν, διὸ ἀνίησι φλόγα.
Ὁ τυχὼν τῆς τοὺ οἴνου φύσεως οἶνος, τουτέστιν οἰνώδης, μικρὰν ἔχει θυμίασιν ἅτε ὑδατωδέστερος ὢν καὶ λεπτός. διὸ καὶ ἧττον φλογοῦται ἤπερ ὁ γλυκύς.
p. 387b13 13 Καυστὰ δ’ εἶναι δοκεῖ, ὅσα εἰς τέφραν διαλύεται τῶν σωμάτων.
Ἐπαναλαμβάνει πάλιν τὸν περὶ καυστῶν λόγον καὶ τὸν ὁρισμὸν αὐτῶν λέγει, ὅθεν ἠπορήσαμεν τὰς τρεῖς ἀπορίας.
p. 387b14 Πάσχει δὲ τοῦτο πάντα. ὅσα πέπηγεν ὑπὸ θερμοῦ ἢ ὑπ’ ἀμφοῖν, ψυχροῦ τε καὶ θερμοῦ.
* * *
[*](1 τὸ ἔλαιον (praeter FH) Ar. ἕψεται οὐδὲ παχύνεται Ar. ὅτι a et Ar.: οὔτε VG 2 ἀτμίς· τὸ ὕδωρ δὲ] ἀτμιστόν· ὕδωρ δ’ Ar. 5 ante κατασκευάζει add. καὶ a ἀνωτέρω] p. 383b24 7 ἀλλὰ μὴν add. a, ex coniectura, ut videtur: om. in lac. (litt. iv G) VG 8 ἐὰν μὴ V: εἰ μὴ G: ἀλλὰ a 11. 12 τὸ ἀνάπαλιν G: ἀνάπαλιν Va 12 nonue ὅθεν <οὒτε> παχύνεται? 13 δ’ ὁ V Ar.: μὲν ὁ G: γὰρ ὁ a 17 θυμίασιν] ἀναθυμίασιν (contra EN) Ar. 19 post οἶνος add. οὐ μεθύσκει δηλαδὴ a μικρὰν δ’ ἔχει a 22 δὲ δοκεῖ εἶναι pon. Ar. 26 πέπηγεν] πήγνυται (contra FUN) Ar. ἡ ὑπὸ θερμοῦ (praeter E) Ar. 27 ἐπ’ ἀμφοῖν a θερμοῦ τε καὶ ψυχροῦ transpon. a τε om. (praeter N) Ar.)[*](28 lacunani statui; deest explicatio lemmatis)p. 387b18 Τῶν δὲ καυστῶν τὰ μὲν φλογιστά εἰσι, τὰ δὲ ἀφλόγιστα. [*](75r) ἐνταῦθα τὴν διαίρεσιν αὐτῶν παραδίδωσιν.
Ἐνταῦθα τὴν διαίρεσιν αὐτῶν παραδίδωσιν.
p. 387b21 ἔστι δὲ φλογιστά, ὅσα μὴ ὑγρὰ ὄντα θυμιατά εἰσιν.
Οἷον τὰ χλωρὰ ξύλα. διὰ τοῦτο γὰρ ταῦτα οὔκ εἰσι θυμιατὰ καὶ τὰ ὅμοια. θυμιατὰ δ’ εἶπεν, ἵνα ἐκφύγῃ τὰ γῆς ὄντα μόνα· οὔτε γὰρ ταῦτα φλογοῦνται, ὥσπερ ὁ κέραμος, ὅθεν οὔτε θυμιᾶται.
p. 387b24 Ἔτι δ’ ἔνια τηκτὰ ὄντα οὐ φλογιστά εἰσιν, οἷον χαλκός.
Ἐνταῦθα τὴν σύγκρισιν τηκτοῦ καὶ φλογιστοῦ παραδίδωσιν.
p. 387b31 Φλογιστὰ δ’ εἰσὶ τῶν θυμιατῶν, ὅσα μὴ τηκτά εἰσι διὰ τὸ μᾶλλον εἶναι γῆς.
* * *
p. 388a5 Καὶ ὅσα ἥκιστα κάεται μόνα, ὅτι ὀλίγον ξηροῦ ἔχει, ἡ δὲ μετάβασις διὰ τούτου, μετὰ δ’ ἑτέρου τάχιστα.
Ἠκιστα ‘οὐδ’ ὅλως’ ἀκουστέον ἢ ὀλίγως καθ’ ἑαυτὸ λέγει κάεσθαι τὸ ἔλαιον, ἐπειδὴ ὀλίγιστον ἔχει τὸ ξηρόν, ὅπερ ἐστὶ συγγενὲς τῷ πυρί, πολὺ δὲ ὑγρόν. ἡ οὖν μετάβασις εἰς πῦρ διὰ τοῦ ἐν αὐτῷ ξηροῦ γίνεται. μάλιστα δ’ εἰς πῦρ μεταβάλλει μετ’ ἄλλης τινὸς ὕλης, οἷον στυπείου· τηνικαῦτα γὰρ καὶ ὕλη γίνεται τοῦ πυρὸς ὡς ἀερώδης.
p. 388a 10 Τούτοις δὲ τοῖς παθήμασι καὶ ταύταις ταις διαφοραῖς τὰ ὁμοιομερῆ τῶν σωμάτων, ὥσπερ εἴρηται, διαφέρει ἀλλήλων.
Ποίοις παθήμασι; τῷ ψύχεσθαι, τῷ παχύνεσθαι καὶ μὴ παχύνεσθαι, τῷ κάεσθαι ἢ θυμιᾶσθαι, ἅπερ εἰσὶν ἁπτικὰ πάθη, τούτοις τοῖς πάθεσι διαφέρουσιν ἀλλήλων τὰ ὁμοιομερῆ· ποῖα; τά τε ὑπὸ τῶν τεσσάρων στοιχείων γεγενημένα, οἷον τὰ ἐν τοῖς ζῴοις καὶ τοῖς φυτοῖς, τά τε ἐκ τῆς διττῆς ἀναθυμιάσεως, οἷον τὰ μέταλλα. οὐ μόνον δὲ τούτοις διαφέρουσιν ἀλλήλων, ἀλλὰ καὶ κατὰ τὰς γευστὰς καὶ ὀσφρητὰς ποιότητας· περὶ ὧν οὐ [*](1 εἰσι] ἐστι Ar. 3 εἰσιν] ἐστιν Ar. 5 fort, μόνον 7 εἰσιν] ἐστιν Ar. 9 Φλογιστὰ δ’ ἐστὶ Ar. τηκτά εἰσι Va: τηκτά ἐστι G Ar. 11 deest iteium interpretatio lemmatis; cf. p. 336,28 12 ὅσα V Ar. (praeter N): om. (ia post ἥκιστα acid. δὲ a μόνα V Ar. (praeter E): μόνον Ga ξηρὸν (praeter HN) Ar. ἔχει V Ar.: ἔχη Ga 17 στυππείου a 19 post παθήμασι fiuein habet codex G: sed apparet ultimum folium deperisse 26 ὀσφρητὰς V: ὀσφραντὰς a)