In Categorias Commentarium
Olympiodorus
Olympiodorus. Olympiodori prolegomena et in categorias commentarium. (Commentaria In Aristotelem Graeca, vol 12.1.). Busse, Adolf, editor. Berlin: Reimer, 1902.
<Θεωρία ς΄.>
<Περὶ όμωνύμων.>
p. 1a1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον. Μετὰ τὴν τριπλῆν στοιχείωσιν, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλοσοφίας, φέρε λοιπὸν σὺν θεῷ ἁψώμεθα τῆς κατὰ λέξιν ἐξηγήσεως. ἀλλ’ ἐπειδὴ εὐθέως ἐν προοιμίοις ὁ Ἀριστοτέλης ὁμωνύμων μέμνηται καὶ συνωνύμων, φέρε εἴπωμεν τί ποτέ ἐστι τούτων ἕκαστον. ἀλλ’ ἵνα τοῦτο μάθωμεν, προέλθωμεν οὕτως· πᾶν πρᾶγμα καὶ ἕν ἐστι καὶ πολυμερές, καὶ ὡς μὲν ἓν ὄνομα ἔχει, ὡς δὲ πολυμερὲς λόγον ἔχει. λόγον δὲ ἄκουε νῦν ἢ ὁρισμὸν ἢ ὑπογραφήν. ἐπειδὴ οὖν πᾶν πρᾶγμα καὶ ὄνομα ἔχει καὶ λόγον, τὰ πράγματα ἢ κατὰ ἄμφω τὰ αὐτὰ κοινωνοῦσι, κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον φημί, ἢ κατὰ ἄμφω διαφέρουσιν, ἢ κατά τι μὲν κοινωνοῦσι κατά τι δὲ διαφέρουσι. καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσιν, κατὰ δὲ τὸν λόγον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα διαφέρουσι, κατὰ δὲ τὸν λόγον κοινωνοῦσιν. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, λέγονται συνώνυμα, οἷον ἐπὶ ἀνθρώπου καὶ ἵππου· ταῦτα γὰρ δύνανται λέγεσθαι συνώνυμα, διότι ζῷα ἄμφω, ἀλλὰ καὶ ὅρον ἔχουσι τὸν αὐτόν, τὸν τοῦ ζῴου φημί, οἷον τὸ οὐσία ἔμψυχος αἰσθητική. εἰ δὲ κατὰ ἄμφω διαφέρουσι, ποιοῦσι τὰ ἑτερώνυμα ἤτοι τὰ ἕτερα. διαφέρει δὲ τὸ ἑτερώνυμον τοῦ ἑτέρου ταύτῃ· ὅτι τὸ | μὲν ἑτερώυμον διαφέρει καὶ [*](26r) κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον, οὐκ ἔτι μέντοι καὶ κατὰ τὸ ὑποκείμενον, τὸ δὲ ἕτερον παντελῶς ἠλλοτρίωται, λέγω δὴ καὶ κατὰ τὸν λόγον καὶ κτὰ τὸ ὄνομα καὶ κατὰ τὸ ὑποκείμενον, οἷόν ἐστιν ἀνάβασις καὶ κατάβασις· <ἀνάβασις γὰρ καὶ κατάβασις> καὶ ἕτερα ἔχουσιν ὀνόματα καὶ ἑτέρους λόγους· ἀνάβασις [*](3.4 titulos inserui (cf. p. 18,13 M f. 39v) 7 τῆς (ante Ἀριστ.) scripsi: τοῦ M (cf. p. 1,7) 24 οὐκέτι ἔτι μέντοι iterata del. M 27 ἀνάβ. γὰρ καὶ κατάβ. inserui)
τεσσάρων τοίνυν ὄντων, ὁμωνύμων, συνωνύμων, ἑτερωνύμων, πολυωνύμων, τῶν δύο μόνων ἐμνημόνευσεν, ὁμωνύμων φημὶ καὶ συνωνύμων. καὶ ἀξιοῦσιν ἐνταῦθα ζητεῖν τί δήποτε, τεσσάρων ὄντων, συνωνύμων καὶ ὁμωνύμων μόνον ἐμνημόνευσεν παρεὶς τὰ ἕτερα δύο. καὶ ἀποδιδόασι τούτου πρώτην αἰτίαν τοιαύτην· ὅτι ὲμνημόνευσεν τῶν δύο τούτων ὁ Ἀριστοτέλης ὡς φιλοσύντομος κελεύσας ἡμᾶς προσυπακούειν τὰ λοιπά· διὰ γὰρ τοῦ ἑνὸς τῶν ἐναντίων δηλοῦται καὶ τὸ ἄλλο. διὸ ἀφ’ ἑκατέρας ἀντιθέσεως ἓν σκέλος ἔλαβεν· ἀντίκειται γὰρ τὸ μὲν ὁμώνυμον τῷ πολυωνύμῳ, τὸ δὲ συνώνυμον τῷ ἑτερωνύμῳ. μνημονεύσας οὖν ὁμωνύμων ἐκέλευσεν ἡμᾶς προσυπακοῦσαι τὰ πολυώνυμα, μνημονεύσας δὲ τῶν συνωνύμων ἐκέλευσεν ἡμᾶς προσυπακοῦσαι τὰ ἑτερώνυμα· τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη. ἢ οὖν τοῦτο ῥητέον ἢ ἐκεῖνο· ὅτι τούτων μὲν ἐμνημόνευσεν γεωμετρικῷ τρόπῳ, διότι μόνον αὗται αἱ φωναὶ συμβάλλονται αὐτῷ πρὸς τὰς κατηγορίας· οὕτως γὰρ καὶ ὁ γεωμέτρης πλειόνων οὐσῶν γραμμῶν μόνον τῆς περιφεροῦς 1 καὶ τῆς εὐθείας μέμνηται, ἐπειδὴ καὶ τούτων μόνον [*](27) χρῄζει. ἐνταῦθα μὲν οὖν ὁμωνύμων καὶ συνωνύμων ἐδεήθη, ἐπειδὴ αἱ κατηγορίαι γένη ἐστὶ γενικώτατα· ὡς μὲν οὖν γένη συνωνύμως τῶν ὑπ αὐτὰ κατηγοροῦνται εἰδῶν, ὡς δὲ γενικώτατα γένη ἔχουσιν ὅρον τὸ ὂν ὁμωνύμως κατ’ αὐτῶν φερόμενον. ἐν δὲ ῥητορικαῖς τέχναις καὶ ἄλλαις [*](6 διαφέροντα scripsi: διαφέρονται M 9 ἕν addidi 10 ἀλλ’ delevi (cf. 31,33 not.) 13 τοῦ Τελαμῶνος i. e. Aiacis, Telamonis filii 15 σαλαμίνης M ἕκτωρι M 24 παρεὶς scripsi: παρὰ M 33 an τρόπῳ <χρώμενος>? συμβάλονται M 39 αὐτῶν ex αὐτὸν corr. M ῥητορικαῖς in mrg. M2: μερικαῖς M1)
Ἀλλὰ πάλιν ζητοῦσι τί δήποτε ὁμώνυμα τῶν συνωνύμων προέταξεν. καί φασι τούτου δύο αἰτίας· μίν μὲν ὅτι τῶν ὁμωνύμων ἐμνημόνευσεν πρότερον ὡς ἁπλουστέρων· ταῦτα γὰρ μίαν ἔχουσι κοινωνίαν, τὴν κατὰ τὸ ὄνομα, τὰ δὲ συνώνυμα καὶ κατὰ τὸ ὄνομα καὶ κτὰ τὸν λόγον ἔχουσι τὴν κοινωνίαν, ὡς εἴρηται. ἐπειδὴ οὗν τὰ ὁμώνυμα ἁπλούστερά ἐστι, τούτου χάριν προέταξεν αὐτά· ἀεὶ γὰρ προτερεύει ἡ μονὰς τῆς δυάδος. δευτέρα αἰτία τοιαύτη· ὅτι τῶν ὁμωνύμων πρότερον ἐμνημόνευσεν, διότι τὸ ὂν γενικώτερον ὂν τῶν κατηγοριῶν ὁμωνύμως φέρεται κατ’ αὐτῶν, αἱ δὲ κατηγορίαι συνωνύμως τῶν ὑπ’ αὐτὰ | εἰδῶν κατηγοροῦνται· ἐπειδὴ οὖν [*](27v) τὰ ὁμώνυμα τοῦ γενικωτέρου ἐστί, φημὶ δὴ τοῦ ὄντος, τούτου χάριν προέταξεν τὴν περὶ τῶν ὁμωνύμων διδασκαλίαν. καὶ ἐπειδὴ καλῶς εἴρηται ἡμῖν ἡ αἰτία τῆς χρείας τῶν μνημονευθέντων ἐν τῷ προοιμίῳ, ἀλλὰ δὴ καὶ τῆς τάξεως ἡμῖν σεσαφήνισται, καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. ἀναγνῶμεν δὲ τὴν λέξιν τοῦ συγγραφέως, ἵνα ἑκάστων ἀποδῶμεν τὴν ἐξήγησιν.
<Θεωρία ζ΄.>
p. 1a1 Ὁμώνυμα λέγεται.
Δῆλος ἐκ θυρῶν αὐτῶν ὁ Ἰαμβλίχειος σκοπὸς ὁ λέγων ὅτι καὶ περὶ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων ἐστὶν αὐτῷ ὁ σκοπός. εἶπεν γὰρ ὁμώνυμα, ἅτινα ὁμώνυμα καὶ πράγματά ἐστι καὶ σημαίνοντι ὑπὸ φωνῶν διὰ μέσων νοημάτων. οὕτω μὲν οὖν διὰ τῶν ὁμωνύμων δέδεικται ὅτι περὶ τῶν τριῶν ἐστιν αὐτῷ ὁ σκοπός. ἀλλὰ μὴν καὶ ἐκ τοῦ λέγεται ἔστιν ἑλεῖν τὸν σκοπόν· τὸ γὰρ λέγεται καὶ ἐπὶ φωνῶν καὶ ἐπὶ νοημάτων καὶ ἐπὶ πραγμάτων ἐφαρμόζει· οὕτω γὰρ τὸν βαρβαρίζοντα καὶ σολοικίζοντά φαμεν κακῶς λέγειν, τὴν φωνὴν μεμφόμενοι. ἀλλὰ μὴν καὶ τὸν ἠλίθιόν φαμεν κακῶς λέγειν, τὴν διάνοιαν μεμφόμενοι. ἀλλὰ μὴν ὁμοίως καὶ τὸν ψευδόμενόν φαμεν κακῶς λέγειν, τῶν πραγμάτων καταγιγνώσκοντες. εἰ τοίνυν τὸ λέγεται κατὰ τῶν τριῶν φέρεται, ἐχρήσατο δὲ αὐτῷ ὁ Ἀριτὰ [*](3 ex τὸ corn M 4 ἔτι scripsi: εἰ M 5 προπαρασκευήν ex προπαρασκευεῖν corr. M 6 ἄλληλα scripsi: ἄλλην M 7 προστίθεται (sed σ eras) M 9 φασι] φησι M 12 εἴρηται] p. 26,19 21 λέξιν scripsi: τάξιν M ἑκάστων scripsi: ἑκάστην M 23 tit. inserui (cf. p. 26,3) 25 ἰαμβλίχειος EI.: ἰαμβλίχιος M 31 ἐφαφμοῖ M 31.32 σολυκίζ. M 34 καταγιγνώσκ. scripsi: καὶ γιγνώσκ. M)
Ζητοῦσι δέ τινες 1 ὅ τι δήποτε εἶπεν ὁμώνυμα καὶ οὐκ ὁμώνυμον [*](28r) ἑνικῶς. καί φαμεν ὅτι εἰκότως· ἡ γὰρ ὁμωνυμία τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται. πάλιν ζητοῦσι διὰ τί εἰρηκὼς ὁμώνυμα πληθυντικῶς ἐπήγαγεν τὸ λέγεται, ὅπερ ἐστὶν ἑνικόν. καί φαμεν ὅτι τὸ τοιοῦτον ἀττικόν ἐστι σχῆμα, εὑρισκόμενον καὶ παρὰ Πλάτωνι καὶ παρὰ ῥήτορσι, φημὶ δὲ τὸ πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάττειν ῥήματα. ἢ οὗν τοῦτο, ἢ ὅτι ἔχουσι τὰ ὁμώνυμα τὴν ταὐτότητα, τοῦτ’ ἔστι τὴν κοινωνίαν τοῦ ὀνόματος, καὶ τούτου χάριν ὡς περὶ ἑνὸς διαλεγόμενος διὰ τὴν ταυτότητα του ὀνόματος ἑνικῇ χρησάμενος φωνῇ εἶπεν λέγεται, τοῦτ’ ἔστι τὰ ὁμώνυμα πολλὰ πράγματα ὄντα ἑνὶ ὀνόματι ἀνομάζονται. καλῶς δὲ εἶπεν τὸ λέγεται· ὅπου μὲν γὰρ καὶ αὐτὸς ὀνοματοθέτης γίνεται, τότε τὸ λέγω τίθησιν ἢ τὸ κλῶ. οὕτω καὶ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς λέγει· “ ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”· τῷ γὰρ ὄντι αὐτὸς πρῶτος τὸ μέρος τῆς προτάσεως ὅρον ὠνόμασεν. ὅτε δὲ συνειθισμένον τῇ παλαιᾷ χρήσει λέγει ὄνομα, τότε τίθησι τὸ λέγεται ἢ τὸ καλεῖται, ὥσπερ κἀνταῦθα πεποίηκεν ἐπὶ τῶν ὁμωνύμων, οὐκ ἀνασχόμενος σφετερίσασθαι τὰ τῶν παλαιῶν· οὐδὲ γὰρ αὐτὸς ἦν πρῶτος πατὴρ τῇς λέξεως, ἀλλ’ ᾔδει καὶ παρ’ Ὁμήρῳ κειμένην αὐτήν, ἔνθα φησὶ περὶ τῶν Αἰάντων
p. 1a1 Ὧν ὄνομα μόνον κοινόν.
Ζητοῦσιν ἐνταῦθά τινες ὅτι διὰ τί εἶπεν ὧν καὶ μὴ εἶπεν οὗ. ἀλλἔστιν πρὸς τούτους εἰπεῖν ὅτι ἐπειδὴ τὰ ὁμώνυμα τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται, τούτου χάριν εἶπεν ὧν καὶ οὐκ εἶπεν οὗ. ἰστέον δὲ ὅτι τὸ ὧν δοκεῖ μὲν ἀναφορικὸν εἶναι ἄρθρον, οὐκ ἀναπέμπει δὲ ὑπὸ τὸ λεγόμενον, ἀλλὰ πρὸς τὸ νοούμενον, τοῦτ’ ἔστι πραγμάτων καὶ οὐκ ὀνομάτων· εἰ γὰρ ‘ ὧν ὀνομάτων’, εὑρεθήσονται τῶν ὀνομάτων ὀνόματα, ὅπερ ἄτοπον·
[*](1 αὐτὸ Μ 7 ῥήτωρσι Μ 12 ὠνομάζ. Μ 14 Προτ. ἀναλ.] Α1 p. 24b 16 16 συνηθισμ. M 18 σφετερήσασθαι M 19 ἤδει ex εἴδει corr. M 20 φησὶ] P 720 21 ἔχοντες ὁμώνυμοι correxi: ἔχον τὰ ὁμώνυμα M 23 ἡ Μ2: εἰ Μ1 27. 29 εἴποιμεν scripsi: εἴπομεν M 29.30 ἐποίησα (bis) 2 ἐποίησεν 1)p. 1a1 Ὧν ὄνομα μόνον κοινόν.
Τί φησιν ὀ Ἀριστοτέλης; ἐν ὀνόμασι μόνον ἠ ὁμωνομία; καίτοι γε καὶ ἐν τοῖς ῥήμασίν ἐστιν· αὐτίκα γοῦν τὸ ἐρῶ ῥῆμα ὂν ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ ποτὲ μὲν τὴν ἐρωτικὴν διάθεσιν ποτὲ δὲ τὴν λεκτικὴν ἐνέργειαν. ὁμοίως τὸ ὁρῶ ὁμώνυμόν ἐστι· καὶ γὰρ καὶ τὸ θεωρῶ καὶ τὸ βλέπω σημαίνει. εἰ τοίνυν καὶ ἐν τοῖς ῥήμασίν ἐστιν | ἡ ὁμωνυμία, τί [*](29r) δήποτε εἶπεν ὧν ὄνομα μόνον; πρὸς τοῦτό φαμεν ὅτι διττὸν τὸ ὄνομα· τὸ μὲν πτωτικόν, ὃ καὶ τοῖς γραμματικοῖς ἔθος καλεῖν οὕτω, τὸ δὲ φερόμενον κατὰ πάσης λέξεως σημαινούσης τι· οὕτω γὰρ καὶ ὁ Μένανδρος ἐν προοιμίοις τῆς Λευκαδίας ὀνόματα ἐκάλεσεν πᾶσαν λέξιν, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας ὀνόματα καλεῖ πᾶσαν λέξιν, ὡς σὺν θεῷ μαθησόμεθα. ἀμέλει τοι καὶ ἡμεῖς κατὰ τοῦτο τὸ σημαινόμενόν φαμεν καλοῖς ὀνόμασι κεχρῆσθαι τὸν Πλάτωνα ἀντὶ τοῦ καλαῖς λέξεσι· οὐ γὰρ μόνοις ὀνόμασιν ἐχρήσατο, ἀλλὰ καὶ λέξεσιν πολλαῖς.
p. 1a1 Ὧν ὄνομα μόνον κοινόν.
Τὸ μόνον διχῶς λέγεται· ἢ τὸ μοναδικόν, ὥσπερ λέγομεν ἕνα μόνον ἥλιον, ἢ τὸ πρὸς ἀντιδιαστολὴν τῶν ὁμοίως λεγομένων, ὥσπερ λέγομεν ἀπιέναι, εἰ τύχοι, τὸν Ἀχιλλέα ἐν πολέμῳ δόρυ μόνον ἔχοντα, οὐχ ὅτι ἐσθῆτα οὐκ εἶχεν ἡ χεῖρας καὶ σκέλη καὶ ἁπλῶς τὰ λοιπὰ μόρια τοῦ σώματος, ἀλλ’ ὅτι οὐδὲν ἕτερον τῶν πολεμικῶν ὀργάνων εἶχεν, οἷον ἀσπίδα ἢ βέλη ἢ ἄλλο τι τῶν τοιούτων. διχῶς τοίνυν λεγομένου τοῦ μόνου εἴληπται τῷ Ἀριστοτέλει τὸ μόνον κατὰ τὸ δεύτερον σημαινόμενον, ὡς δηλοῖ ἐπιφέρων καὶ λέγων ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, τοῦτ’ ἔστιν ὁ ὁριστικὸς λόγος ἕτερος.
p. 1a1 Κοινόν.
Τὸ κοινὸν τετραχῶς λέγεται· ἢ τὸ μὴ πεφυκὸς διαιρεῖσθαι· τοιαῦτα δέ ἐστι πάντα, ὧν ἡ χρῆσίς ἐστι κοινή, οἷον δοῦλος, αὐλός, ἵππος. λέγεται πάλιν κοινὸν καὶ τὸ μεριστόν, ὃ καὶ σώζεται μετὰ τὴν διαίρεσιν, ὥσπερ λέγομεν κοινὸν τὸν ἀγρόν. κατὰ δὲ τὸ τρίτον σημαινόμενον λέγεται | κοινὸν [*](29v) τὸ ἐν προκαταλήψει, ὥσπερ φαμὲν τὸ βαλανεῖον κοινὸν καὶ τὸ θέατρον· ταῦτα γὰρ κοινὰ ὄντα τοῦ πρικαταλαμβάνοντος ἴδια λέγονται εἶναι. κτὰ δὲ τὸ τέταρτον σημαινόμενον λέγεται κοινὸν τὸ ὅλον ἑαυτὸ παρέχον ἑκάστῳ τῶν μετεχόντων αὐτοῦ, ὥσπερ λέγομεν κοινὸν τὸ ζῷον, ἐπειδὴ οὐκ ἄν τις εἴποι τὸν μὲν ἄνθρωπον μέρος αὐτοῦ μετέχειν τὸν δὲ ἵππον μέρος, ἀλλ’ ἕκαστον τῶν εἰδῶν ὅλου μετέχει τοῦ ζῴου. οὕτω καὶ ἡ τοῦ κήρυκος φωνὴ ἐπίσης ὅλην ἑαυτὴν [*](3 ὃν M2: ὦν M1 11 Μένανδρος] Com. Att. frg. Ill p. 88 (Kock) 13 ἐν τῷ Περὶ ἑρμ.] p. 16b19 (cf Ammon. comm. p. 45,15) 21 σκέλλη M 34 ἑαυτῶ M 37 ἑαυτὴν scripsi: ἑαυτῇ M)
p. 1a1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
Ἀξιοῦσί τινες ζητεῖν τί δήποτε φιλοσύντομος ὢν ὁ Ἀριστοτέλης μὴ εἶπεν ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν ἐσιώπησεν, ἀλλ’ ἐπήγαγεν προσθήκην τῷ λόγῳ τὴν λέγουσαν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· εἰρηκὼς γὰρ ὧν ὄνομα μόνον κοινόν πάντως προσυπακοῦσαι δεῖ ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν. αὕτη μὲν οὖν μία ζήτησις. δευτέραν δὲ ζήτησιν προβάλλονται τοιαύτην· φασὶ γὰρ ὅτι διὰ τί μὴ εἶπεν ‘ ὁμώνυμα λέγεται ὧν οἱ ὁρισμοὶ διάφοροι μόνοι)· πάντως γὰρ ἦν πάλιν προσυπακοῦσαι ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν· εἰ τοίνυν ἦν δυνατὸν διὰ τῆς μνήμης τοὐ ἑνὸς λοιπὸν καὶ τὸ ἕτερον ἡμᾶς προσυπακούειν, τί δήποτε τὰ δύο συμπλέξας εἶπεν ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ ka | τὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος; αὕτη [*](30r) μὲν οὖν ἡ ζήτησις, πρὸς ἥν φαμεν πρῶτον μὲν ὅτι γιγνώσκει ὁ Ἀριστοτέλης πρὸς εἰσαγομένους τὸν λόγον ποιούμενος, καὶ τούτου χάριν σαφηνείας ἀντιποιεῖται. δεύτερον ὅτι ὡς τεχνικὸς ὁ Ἀριστοτέλης τοῦτο πεποίηκεν· εἰ γὰρ εἶπεν ὄνομα ὄνομα μόνον κοινόν’ καὶ τὰ λοιπὰ ἐσιώπησεν, εὑρίσκοντο ἂν καὶ τὰ ὁμώνυμα μὴ ὁμώνυμα καὶ τὰ μὴ ὁμώνυμα ὁμώνυμα· ὁ γὰρ Πλατῶν καὶ Ἀλκιβιάδης. μὴ ὄντες ὁμώνυμοι, ὁμώνυμοι ἄν εὑρέθησαν ἔχοντες κοινὸν ὄνομα τὸ τοῦ ἀνθρώπου. εἰ δὲ κτὰ τοῦτο τὸ ὄνομα, φημὶ δὲ τὸ τοῦ ἀνθρώπου, ἦσαν ὁμώνυμοι, ἔμελλον <δ'> ἔχειν καὶ λόγον τὸν αὐτόν, ἤγουν τοῦ ἀνθρώπου ἄμφω γὰρ ζῷα λογικὰ θνητά), ηὑρίσκοντο τὰ τοιαῦτα ὁμώνυμα μὴ ὁμώνυμα ἀλλὰ συνώνυμα. οὕτω μὲν οὖν πρὸς τοιοῦτο. πρὸς δὲ τὸν λόγον τὸν λέγοντα ὅτι διὰ τί μὴ εἷπεν ‘ ὁμώνυμα λέγεται ὧν οἱ ὁρισμοὶ μόνοι διάφοροι’, φαμὲν ὅτι ἐν ἦν τοῦτο εἰρηκώς, ηὑρίσκοντο τὰ συνώνυμα μὴ συνώνυμα· διττῆς γὰρ οὔσης τῆς οὐσίας τοῦ ἀτόμου, τῆς μὲν πόρρω, καθὰ ζῷον λογικὸν θνητόν φαμεν, τῆς δὲ προσεχοῦς, καθὰ λέγεται Σωκράτης φαλακρὸς προγάστωρ φιλόσοφος· εἰ οὗν εἶπεν μόνον ὅτι ὁμώνυμα λέγεται ὧν ὁ ὁρισμὸς διάφορος, ὁ Σωκράτης ηὑρίσκετο ἄν μὴ συνώνυμος τῷ ζῴῳ ὡς ἔχων ὁρισμὸν περιττὸν τοῦ ζῴου, ὅπερ ἦν ἄτοπον· τὰ γὰρ γένη, ὡς εἴρηται, συνωνύμως κατηγορεῖται τῶν ὑπ’ αὐτὰ εἰδῶν.
Ἀλλ’ οὐ μέχρι τούτου ἵστανται ἀποροῦντες, ἀλλ’ ἐπεκτείνουσι τὰς ἀπορίας λέγοντες διὰ τί εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας [*](10 δεῖ] conicias κελεύει, nisi forte participium εἰρηκώς libere posuit ut p. 22,13. 14 post πάντως addita εἰ ἄνθρωπον del. M 11 φησὶ M 12 πάντως scripsi: πάντα M (cf. V. 9) 18 σαφηνίας M 24 δ’ inserui 26 τοιοῦτο scrips: τὸ τοῦτο M 29 μὴ συνώνυμα in mrg. suppl. Μ2 33 ὡς superscr. M2: ἀλλ’ M1 34 εἴρηται] p. 27,38)
Ἀξιοῦσιν ἐνταῦθα ζητεῖν τί δήποτε εἶπεν τῆς οὐσίας· καὶ γὰρ ὁρῶμεν ὅτι οὐ μόνον ἐν οὐσίαις ἐστὶν ἡ ὁμωνυμία, ἀλλὰ καὶ ἐν συμβεβηκόσι· τὸ γὰρ ὀξὺ ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ ἐν μὲν ποσοῖς τὸν ὄγκον, ὡς λέγομεν ὀξεῖαν εἶναι τὴν μάχαιραν, ἐν δὲ ποιοῖς τὸν χυμόν, ὥσπερ λέγομεν τόδε τὸ ἔδεσμα ὀξὺ εἶναι. πρὸς τοῦτο ῥητέον ὅτι διπλῆ ἐστιν ἡ οὐσία· ἡ μὲν πρὸς ἀντιδιαστολὴν λεγομένη τῶν συμβεβηκότων, ἥτις καὶ μία ἐστὶ τῶν δέκα κατηγοριῶν, ἥτις καὶ αὐθυπόστατός ἐστιν, ἡ δὲ κατὰ πάντων τῶν ὄντων φερομένη, ἅτε δὴ τὴν ὕπαρξιν ἑκάστου οὐσίαν ὀνομαζόντων ἡμῶν. οὐσίαν οὖν φησιν ὁ Ἀριστοτέλης οὐ τὴν ἀντικιαστελλομένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν κοινὴν τὴν κατηγορουμένην κατὰ πάντων, καθ’ ἣν λέγομεν καὶ τὰ συμβεβηκότα ὑπάρχειν ἐν τοῖς οὖσι καὶ ἔχειν ὕπαρξίν τινα.
[*](10 εἴπῃ scripsi: εἴπει M 20 κοινὸς inserui 23 ἔδει scripsi: ἤδη M 29 ἰδιαίτ. διαφ.] cf, Porph. Isag. p. 8,15 34 ὀξὺν M 39.40 πάντων scripsi: αὐτῶν M)p. 1a1 ῾Ο δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
Ζητοῦσί τινες τί δήποτε εἰ ἀντιτέτακται τῷ κοινῷ τὸ ἴδιον, εἰρηκὼς ὧν ὄνομα μόνον κοινόν μὴ ἐπήγαγεν ῾ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἴδιος᾿, ἀλλ’ εἶπεν ἕτερος, ᾧτινι ἀντίκειται τὸ ταὐτόν· τὸ γὰρ ταὐτὸν τῷ ἑτέρῳ ἀντίκειται. | φαμὲν οὖν πρὸς τοῦτο ὅτι βουλόμενος ἡμᾶς [*](31v) ὀξῦναι ὁ Ἀριστοτέλης ἀφ’ ἑκατέρας ἀντιθέσεως ἑνὸς ἐμνημόνευσεν, κελεύσας ἡμᾶς προσυπακούειν τὰ ἄλλα. ἀλλ’ ἐπειδὴ ταῦτα εἴρηται, ῥητέον τι. ἐφ’ ᾧ καταπαύσομεν τὴν παροῦσαν θεωρίαν. ἰστέον τοίνυν ὅτι ὁ μὲν Ἀριστοτέλης μόνῃ τῇ κοινωνίᾳ τοῦ ὀνόματος ἐχαρακτήρισεν τὰ ὁμώνυμα, οἱ. δὲ ἐξηγηταὶ καὶ ἄλλας παρατηρήσεις λέγουσιν ἔχειν τὰ ὁμώνυμα· δεῖ γάρ. φασίν, καὶ γραφὴν τὴν αὐτὴν ἔχειν τὰ ὁμώνυμα καὶ τὸν αὐτὸν τόνον καὶ τὴν αὐτὴν πτωσιν καὶ τὸ αὐτὸ πνεῦμα· ἀμέλει τοι τὸ κενὸν οὐκ ἔσται ὁμώνυμον, ἐπειδὴ τὸ μὲν διὰ τοῦ ἑ γράφεται καὶ σημαίνει τὸ μάταιον, τὸ δὲ διὰ τῆς ἁ] διφθόγγου <καὶ> σημαίνει τὸ νέον. οὕτω καὶ τὸ ῾ἀργος᾿ οὐκ ἔσται ὁμώνυμον, ἐπειδὴ τὸ μὲν ὀξυτόνως ἀναγινωσκόμενον σημαίνει τὸν ῥάθυμον, τὸ δὲ παροξυτόνως σημαίνει τὴν πόλιν καὶ τόνῳ διακρίνεται. οὐδὲ μὴν ἡ ἐλάτης φωνὴ ὁμώνυμος ἔσται, ἐπειδὴ τῇ πτώσει διακρίνεται· σημαίνει γὰρ τὸν ἐλάτην, ἄνδρα τὸν ἀπὸ Ἐλαίας τῆς πόλεως τῆς Ἰταλίας, ἀλλὰ δὴ καὶ τὸ φυτόν· ὅτε μὲν γὰρ πρὸς γενικὴν θηλυκοῦ ὀνόματος συντέτακται, σημαίνει τὸ φυτόν (ἡ ἐλάτη γὰρ τῆς ἐλάτης), ὅτε δὲ πρὸς εὐθεῖαν πτῶσιν, σημαίνει τὸν πολίτην· ὁ ἐλάτης τοῦ Ἐλάτου. ὁμοίως τὸ ῾αζομένη᾿ οὐκ ἔστιν ὁμώνυμον, ἐπειδὴ οὐκ ἔχει τὸ αὐτὸ πνεῦμα· δασυνόμενον γὰρ σημαίνει τὸ ἐντρεπομένη, ὅθεν καὶ ὁ ποιητής φησι
<Θεωρία η΄.>
p. 1 a 2 Οἶον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.
ἐπειδὴ παπραδείγματι κέχρηται ὁ φιλόσοφος ἐπὶ τῶν ὁμωνύμων, Τὸ δὲ παράδειγμα μερικὸν ὂν οὐ δύναται ἐξισωθῆναι παντὶ μέρει ἐκείνου οὗ ἐστι παράδειγμα φέρε ἐκ διαιρέσεως περιλάβωμεν τὰ εἴδη τῶν ὁμωνύμων, ἵνα ἐσόμεθα εἰδότες καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τῶν ὁμωνύμων τὸ παράδειγμα Ἀριστοτέλους. τῶν τοίνυν ὁμωνύμων τὰ μέν ἐστιν ἀπὸ τύχης, τὰ δὲ ἐκ διανοίας λαμβάνεται. καὶ ἀπὸ τύχης ἐστὶν ὁμώνυμα, ὡς ὅταν ἐν διαφόροις τόποις οἰκοῦντές τινες τῷ αὐτῶ ὀνόματι προσαγορεύωνται ἀμφότεροι, πρὸς οὐδένα σκοπὸν ἀφεωρακότων τῶν τὰ ὀνόματα θεμένων· οἷον <εἰ τύχοι> ὄντα τινὰ ἐν Πέρσιδι λέγεσθαι Σωκράτην, ὄντα δὲ ἐν Ἀθήναις, οὐ διὰ αὐτὴν τὴν διάνοιαν ἑκατέροις κειμένου τοῦ ὀνόματος, ἀλλὰ κατά τινα τύχην. ἀλλὰ τούτων τῶν κατὰ τύχην οὐκ ἔστι διαίρεσις, διόΤι αἰ διαιρέσεις ἢ ἀπὸ τέχνης ἢ ἀπὸ· ἐπιστήμης | προβάλλονται, τὰ δὲ κατὰ [*](32v) τύχην οὐδὲ τέχνῃ, πολλῷ δὲ μᾶλλον οὐδὲ ἐπιστήμη ὑποπέπτωκεν διὰ τὸ τὰς μὲν τέχνα καὶ τὰς ἐπιστήμας ὡρισμένας εἶναι, τὰ δὲ κτὰ τύχην ἀόριστα εἶναι, τὰ δὲ ἀόριστα διαιρέσει οὐχ ὑποβάλλονται. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ καὶ #x003E; ἐν Γοργίᾳ Σωκράτης· ἐμπειρία· γάρ <φησι> τὸ ἡμέτερον σῶμα συνίστησι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. τὰ δὲ ἀπὸ διανοίας ὁμώνυμα διαιροῦνται· ἢ γὰρ ἀλλήλοις ἐστὶν ὁμώνυμα καὶ τῷ ὄντι ὁμώνυμα, ἢ ἀλλήλοις μέν ἐστιν ὁμώνυμα τῷ δὲ ἀφ’ οὗ παρώνυμα. καὶ τοῦτο διχῶς· ἡ ὡς ἀπὸ ποιητικοῦ αἰτίου ἢ ὡς ἀπὸ τελικοῦ. ἀπὸ μὲν ποιητικοῦ, ὡς ὅταν εἴπωμεν ἰατρικὸν σμιλίον, ἰατρικὸν βιβλίον (ταῦτα γὰρ ὡς ἀπὸ ἰατρικῆς ποιητικῆς ὀνομάζεται), ἀπὸ δὲ τελικοῦ, ὡς ὅταν εἴπωμεν ὑγιεινὸν σιτίον, ὑγιεινὸν φάρμακον, ὑγιεινὸν ποτόν· ἀπὸ γὰρ τῆς ὑγείας, ὅπερ ἐστὶ τελικὸν τῆς ἰατρικῆς, ταύτην τὴν προσηγορίαν εἰλήφασι. διὸ καὶ εἰκότως καλοῦνται ταῦτα ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· τὰ μὲν γὰρ ὡς ἀπὸ ποιητικοῦ αἰτίου παρηγμένα καλοῦνται ἀφ’ ἑνός, τὰ δὲ ὡς ἀπὸ τελικοῦ πρὸς ἕν, ἐπειδὴ πρὸς ἓν τέλος ἀφορᾷ τὰ εἰρημένα πάντα ἓξ ὁμοῦ, τὴν ὑγείαν φημί. καὶ οὕτω μὲν τὰ ἀλλήλοις ὁμώνυμα, τῷ δὲ ἀφ’ οὗ παρώνυμα. τὰ δὲ ἀλλήλοις ὁμώνυμα <καὶ τῷ ὄντι ὁμώνυμα> διαιροῦνται κατὰ τὴν τριμέρειαν τοῦ χρόνου· ἢ γὰρ πρὸς τὸν παρεληλυθότα λέγεται, καί εἰσι ταῦτα κατὰ ἀνάμνησιν λεγόμενα ὡς ὅτε τις τῷ τοῦ πάππου ὀνόματι τὸν υἱὸν προσαγορεύσῃ εἰς ἀνάμνησιν ἐκείνου, ἢ πρὸς τὸν μέλλοντα καὶ ποιεῖ τὸ κατ’ ἐλπίδα, | ὡς εἴ τις τὸν ἑαυτοῦ υἱὸν Σωκράτην ὀνομάσῃ ἢ [*](33r) Πλάτωνα, τοιοῦτον αὐτὸν ἐλπίζων γενέσθαι οἷοι ἐκεῖνοι γεγόνασι, ἢ πρὸς [*](1 tit. inserui (cf. p. 28,23) 5 περιλάβ.] παραλάβ. M 7.8 τὰ δε—τύχης in mig. suppl. M 9 προσαγορεύονται M 11 εἰ τύχοι ex Philop. p. 21,16 inserui 16 ὁρισμένας M 18 ὁ inseiuit Vitelli (cf. Amm. in luterpr. p. 47,3) Γοργίᾳ] p. 448 C (cf. El. p. 140,3) φησι addidi 20. 31 ὄντι] an ἀφ’ οὗ? 21 τῶ Μ2: τὸ M1 23 σμηλίον M 25 σιτεῖον M 29 ἓξ] corrigas τρία (cf. v. 25) 30 τῷ] τὸ M (cf. V. 21) 31 καὶ τῷ ὄντι ὀμ. inserui (cf. v. 20) 34 προσαγορεύσῃ scripsi: προσαγορεύσει M 35 ὀνομάσῃ El.: ὀνομάσει M)
Ἀλλ’ ἐπειδὴ καὶ ἐν τοῖς συνωνύμοις τοῦ αὐτοῦ μέμνηται παραδείγ- [*](33v) ματος, ἔμφασιν ἡμῖν διὰ τοῦτο διδοὺς ὡς ἔσται τις κοινωνία ὁμωνύμων καὶ συνωνύμων, φέρε τοὺς τρόπους δημοσιεύσωμεν, καθ’ οὗς δύνανται κοινωνεῖν τὰ ὁμώνυμα τοῖς συνωνύμοις. δύναται τοίνυν τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον τετραχῶς· ἢ γὰρ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ καὶ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἡ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον· οἷον τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώ-| [*](34r) νυμόν ἐστι καὶ συνώνυμον, ὡς ὅτε δυοῖν προσώποιν ἓν ὄνομα κεῖται τὸ Εὔβουλος, ἀμφότεροι δὲ εἶεν καὶ συνετοί· ἐπὶ γὰρ τούτων τὸ αὐτὸ ὄνομα ἀμφοτέροις καὶ διὰ τοῦτο ὁμώνυμοι, ἀλλὰ γὰρ καὶ διὰ τὸ αὐτὸ ὄνομα συνώνυμοι· εἰ μὲν γὰρ ὡς κύριον λάβωμεν τὸ ὄνομα, ὁμώνυμον, εἰ δὲ ὡς προσηγορικόν, συνώνυμον· ἰδοὺ τοίνυν ὁ αὐτὸς Εὔβουλος τῷ αὐτῷ ἀνδρὶ κατὰ τὸ αὐτό, ἤγουν τὸ εὔβουλος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, οἷον Σωκράτης τῇ μὲν ἰδίᾳ εἰκόνι. ὁμώνυμόν ἐστι, τῷ δὲ Πλάτωνι συνώνυμός ἐστι καθὸ ἄνθρωπος· ἰδοὺ ὁ αὐτός, τοῦτ’ ἔστιν ὁ Σωκράτης, ἄλλῳ καὶ ἄλλῳ, τοῦτ’ ἔστι τῇ ἰδίᾳ εἰκόνι καὶ Πλάτωνι, κατ’ ἄλλο καὶ ἄλλο, τοῦτ’ ἔστι κατὰ τὸ Σωκράτης καὶ ἄνθρωπος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν· ἐστι καὶ συνώνυμον, ὡς Αἴας ὁ Τελαμώνιος τῷ ’Oιλέως Αἴαντι ὁμώνυμόν ἐστι καὶ συνώνυμον, κατὰ μὲν τὸ Αἴας ὁμώνυμον κατὰ δὲ τὸ ἄνθρωπος συνώνυμον· ἰδοὺ ὁ αὐτὸς Αἴας ὁ Τελαμώνιος τῷ αὐτῷ Αἴαντι, τοῦτ’ ἔστι τῷ Ὀιλέως, κατ’ ἄλλο καὶ ἄλλο, τοῦτ’ ἔστι κατὸ τὸ Αἴας καὶ κατὰ τὸ ἄνθρωπος, ὁμώνυμόν ἐστι [*](2 ὡς λέγομεν ex Philop. p. 22,2 inserui 5 ὁ Θεμίστιος] haud dubie in Categoriarum enarratioue (cf. Zelleri Ph. G. IIIb p. 740) 7 συστοχείας M 9. 10 τῷ . . ὀνόματι προσαγορεύσῃ scripsi: τὸ . . ὄνομα προσαγορεύσοι M 11 κατά τε] κάτε M 13 καλέσομεν M 27 λάβομεν M 39 ἄνθροπος M)
Ἀλλ’ ἐπειδὴ ταῦτα καλῶς ἡμῖν διακέκριται, φέρε τινὰς ἀπορίας κινήσωμεν, φερομένας κατὰ τοῦ ὁρισμοῦ τῶν ὁμωνύμων, καὶ ταύτας επιλυσώμεθα. καὶ ἔστι πρώτη ἀπορία αὕτη· εἰ τὸ ὁμώνυμον ἐκείνοις, ὧν ἐστιν ὁμώνυμον, καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου αὐτοῖς μεταδίδωσι, πᾶν δὲ ὃ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου μεταδίδωσι τοῦτο συνώνυμόν ἐστι, τὰ ὁμώνυμα ἄρα συνώνυμά ἐστι. καί φαμεν πρὸς τὴν ἀπορίαν ταύτην ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμον εἶναι καὶ συνώνυμον, ὅπου, ὡς ἐδείχθη, τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμον δύναται εἶναι καὶ συνώνυμον. ἔπειτα δὲ καὶ τὸν παραλογισμὸν ὁ ἀπορῶν λόγος εἴληφεν ἀπὸ τῆς διαφόρου σημασίας τοῦ κοινοῦ· ὁ μὲν γὰρ ὁρισμὸς τῶν ὁμωνύμων κοινὸν ἔλαβεν τὸ ὁλόκληρον ἐν ἑκάστῳ παρόν, ὡς ἐπὶ τῆς τοῦ κήρυκος φωνῆς, ὁ δὲ ἀπορῶν λόγος ἄλλο σημαινόμενον ἔλαβεν τοῦ κοινοῦ, τὸ διαιρετόν· ἀμέλει τῆς Αἴας φωνῆς ὅλης μετέχει ὁ Τελαμώνιος καὶ ὁ Ὀιλέως * * ὁμώνυμος δὲ οὐκ ἂν λεχθείη χωρὶς ἐκείνου· ὥστε πεφώραται παραλογισμός. ἑτέρα ἀπορία· τὰ ὁμώνυμα ὃ τοῖς ἄλλοις δίδωσι τοῦτο καὶ αὐτὰ ἔχει· τί δὲ δίδωσι τοῖς μετέχουσιν; ἢ τὸ εἶναι ὁμώνυμα· ὃν γὰρ τρόπον καὶ τὸ πεντασύλλαβον τοῖς ἄλλοις ὀνόμασι τὸ ταύταις ἀναμε|τρεῖσθαι μεταδίδωσιν, αὐτὸ πρότερον τοῖς πεντασυλλάβοις [*](35r) καταμετρούμενον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ὁμωνύμων δίκαιον θεωρῆσαι, ὥστε εἶναι αὐτὰ πρῶτον ὁμώνυμα, ὧν ἐστιν ὁμώνυμα· εἰ δὲ τὰ ὁμώνυμα ὁμώνυμά ἐστι, ὡς δέδεικται, τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν, κακῶς ἄρα ὁ Ἀριστοτέλης πεποίηκεν τῶν ὁμωνύμων ἀποδοὺς ὁρισμὸν τὸν λέγοντα ὧν ὄνομα μόνον κοινὸν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. πρὸς τοῦτό φαμεν ὅτι οὐκ ἀπεικὸς τῶν ὁμωνύμων ἀποδοῦναι ὁρισμὸν ἐξ ὁμωνύμων φωνῶν συγκείμενον, ὅπερ καὶ ἐνταῦθα πεποίηκεν· ἕκαστον γὰρ κείμενον ἐν τῷ ὁρισμῷ ὁμώνυμόν ἐστι· καὶ γὰρ τὸ ὂν δηλωτικὸν ἦν πλειόνων, ἀλλὰ δὴ καὶ τὸ κοινὸν καὶ τὸ μόνον ὁμοίως καὶ ἡ οὐσία. καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ τὸ ὑγιαῖνον ὁμώνυμον ὂν καὶ σημαντικὸν ἢ τοῦ φυλακτικοῦ αἰτίου τῆς ὑγείας ἢ τοῦ ποιητικοῦ ἢ τοῦ σημαντικοῦ ἢ τοῦ δεκτικοῦ ὁρισμῷ ὑποβάλλομεν· φαμὲν γὰρ ὑγιεινὸν εἶναι τὸ ἐν συμμετρίᾳ θεωρούμενον. καὶ αὐτὸ δὲ τὸ σύμμετρον ὁμώνυμόν ἐστιν· ἐν πλείοσι γὰρ θεωρεῖται. καὶ ἐν τούτοις ἡ [*](6 τοῦτον τὸν τρόπον scripsi: τούτων τῶν τρόπων M 9. 10 ἐπιλυσόμεθα 1 15 κατὰ] καὶ Μ1 21 ante ὁμών. lacunain signavi 22 πεφόραται 1 25 an ταῖς πέντε συλλαβαῖς? 31 ἀπεικὼς Μ1 δηλοτικὸν M 39 πλείωσι M)
<Θεωρία θ.>
p. 1a4 Ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.
<Λέγει> ὅτι ἐὰν βουληθῇ τις ὁρισμὸν ἀποδοῦναι ἑκατέρου αὐτῶν ὡς ζῴου, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ὅτι ζῷον λογικὸν θνητόν, τοὐ δὲ γεγραμμένου ζῷον, εἰ τύχοι, γεγραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων. ζητήσει δὲ ὁ λόγος δι’ ἣν αἰτίαν οὐκ εἶπεν ζῷον εἶναι, ἀλλὰ τὸ ζῴῳ εἶναι. καί φαμεν ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων ἀδιάφορόν ἐστιν εἴτε δοτικὴν εἴτε αἰτιατικὴν συντάξομεν μετὰ τοῦ εἶναι ῥήματος, ἐπὶ δὲ τῶν συνθέτων ἄλλο μὲν σημαίνει πρὸς δοτικὴν συνταττόμενον ἄλλο δὲ πρὸς αἰτιατικήν. πρὸς μὲν οὖν αἰτιατικὴν εἰ συνταχθείη, τὸ συναμφότερον δηλοῖ, τοῦτ’ ἔστι τὸ ἐξ ὕλης καἰ εἴδους συγκείμενον, πρὸς δὲ δοτικὴν συνταττόμενον τὸ ειοος μόνον σημαίνει· επειοη τοίνυν ὑπογραφὴν ἀποδίδωσι, ἡ δὲ ὑπογραφὴ τῶν εἰδῶν ἐστιν | ὑπογραφή, [*](36r) εἰκότως ἐκείνῃ τῇ συντάξει ἐχρήσατο τῇ τὸ εἶδος δηλούσῃ.
Περὶ συνωνύμων.
p. 1a6 Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός.
Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον, περὶ τπων συνωνύμων διαλέγεται· ἐκ δὲ τῶν ὁμωνύμων σαφής ἐστιν ἡ τῶν συνωνύμων διδαὁμώνυμα [*](1 scripsi: ὁμώνυμον M 3 post ἴδιον lacunam signavi, couicias ἀλλ’ οὔτε κοινὸν δύναται εἶναι οὔτε ἴδιον 5 οὐδὲ] οὔτε M 9 ὄνομα] ὄν M 11. 12 φέρει M 12 περιπλανώμενον ciyvujsl M1 16 titulum inserui (cf. p. 34,1) 17 γάρ τις coll. Arist. 17. 23 τὸ] xui M 18 ἀποδώσῃ M 19 λέγε· inserui 20 ἀποδώσει Ammon. (p 21,5): ἀποδώσειεν M 22 ἀπὸ ex ἐν corr. Μ1: ἐκ Μ2 29 ἡ scripsi: εἰ M 33 ὁ αὐτός] ταὐτός M 34 τὸν Μ2: τῶν 1)
Περὶ παρωνύμων.
p. 1a12 Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτωσει την κατα τουνομα προσηγοριαν εχει.
τρίτην τάξιν ἀποδέδωκεν τοῖς παρωνύμοις ὁ Ἀριστοτέλης συνοδεύων τοῖς ἀριθμοῖς· ἐπειδὴ γὰρ τὰ μὲν ὁμώνυμα καθ’ ἓν κοινωνεῖ, κατὰ τὸ ὄνομά φημι, | τὰ δὲ συνώνυμα κατὰ δύο, κατά τε τὸ ὄνομα καὶ κατὰ τὸ [*](36v) πρᾶγμα, τὰ δὲ παρώνυμα κατὰ τέσσαρά τινα χαρακτηρίζεται, κατά τε τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ κατὰ τὴν διαφορὰν αὐτοῦ, ὁμοίως καὶ κατὰ τὴν κοινωνίαν τοὐ πράγματος καὶ τὴν διαφορὰν αὐτοῦ, εἰ δὲ τοῦτο καὶ προηγεῖται ἡ μονὰς τῆς δυάδος, ὥσπερ οὗν καὶ ἡ δυὰς τῆς τετράδος, εἰκότως πρώτην μὲν τάξιν ἔλαχεν τὰ ὁμώνυμα, δευτέραν δὲ τὰ συνώνυμα καὶ τρίτην τὰ παρώνυμα. ἔστι δὲ τούτου καὶ δευτέραν αἰτίαν εἰπεῖν· ἰστέον ὅτι τὰ ὁμώνυμα καὶ συνώνυμα ἀκριβεστάτην ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφοράν, τὰ δὲ παρώνυμα νενοθευμένην, εἴ γε μεμιγμένην ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφοράν· καὶ γὰρ ἅπαντα τὰ ἐκ μίξεως συνεστηκότα οὔκ εἰσιν ἀκραιφνῆ ἀλλὰ νόθα, οἷον τὸ φαιόν· οὔτε γὰρ λευκόν ἐστιν ἀκριβῶς οὔτε μέλαν, ἀλλὰ μεμιγμένον ἐκ τούτων. οὐκοῦν ἅτε δὴ μὴ ἔχοντα εἰλικρινῆ τὴν κοινωνίαν καὶ τὴν διαφορὰν τὰ παρώνυμα εἰκότως ἂν λέγοιτο νενοθευμένην ἔχειν τὴν φύσιν. ἐπεὶ τοίνυν προηγεῖται τὸ γνήσιον τοῦ νόθου, εἰκότως μετὰ τὰ συνώνυμα καὶ τὰ ὁμώνυμα τέτακται τὰ παρώνυμα. οὐκοῦν ἐπειδὴ τὰ τῆς τάξεως καλῶς ἡμῖν εἴρηται τῶν παρωνύμων, φέρε βραχέα τινὰ διαλεχθῶμεν περὶ τῆς φύσεως τῶν παρωνύμων. ἰστέον τοίνυν ὅτι τέσσαρά τινα χαρακτηρίζει τὴν φύσιν τῶν παρωνύμων, κοινωνία ὀνόματος, διαφορὰ ὀνόματος, κοινωνία πράγματος, διαφορὰ [*](7 τῷ τρίτῳ τῶν ῾Ρητ. τεχν.] Γ 2 p. 1405a 1 8 ante τοῦ lac. signavi, inseras ὡς κοινοῦ ὄντος τούτου αὐτῷ scripsi: αὐτὸ Μ 12 ὁμωγενῆ 1 16 συνωδεύων 1)
Ἐπειδὴ δἐ τινες ἀπορ΄΄ιας τινὰς κινοῦσι κατὰ τῶν παρωνύμων, φέρε ταύτας παραθώμεθα καὶ τὰς λύσεις αὐτῶν ἐπαγάγωμεν. ὁ τοίνυν ἀπορῶν [*](37v) λόγος τοιοῦτόν τί φησι· τί δήποτε ἡ ῥηθεῖσα διαίρεσις (φημὶ δὴ ἡ λέγουσα ὃτι τὰ πράγματα ἤ κατ’ ἄμφω κοινωνοῦσι, κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον, καὶ ποιεῖ τὰ συνώνυμα, ἤ κατ’ ἄμφω διαφέρουσι καὶ ποιεῖ τὰ ἑτερώνυμα, ἤ κατά τι μὲν κοινωνοῦσι κατά τι δὲ διαφέρουσι, καὶ τοῦτο διχῶς, καὶ ποιεῖ τὰ πολυώνυμα καὶ τὰ ὁμώνυμα), μὴ περιέλαβεν καὶ τὰ παρώνυμα, ἃ οὐδὲ κατ’ ἄμφω κοινωνεῖ οὐδὲ κατ’ ἄμφω διαφέρει; εἰ οὖν τοῦτο, ζητητέον ὑπὸ ποὶον τούτων δεῖ ἀναφέρειν τὰ παρώνυμα. φημὶ τοίνυν ὃτι ὑπὸ τὰ ἑτερώνυμα· ὅπερ γὰρ ἐπὶ τῆς ἁρμονίας, τοῦτο καὶ ἐπὶ τῆς ταυτό τητος γίνεται· ὥσπερ γὰρ ἁρμονία οὐκ γένοιτο, εἰ μὴ παςῶν τῶν χορδῶν ἀρίστη ᾖ ἡ κατασκευή, ἀναρμοστία δὲ γίνεται καὶ διὰ κακίαν μιᾶς, οὕτω καὶ ταυτότης μὲν οὐκ ἄν γένοιτο, εἰ μὴ κατὰ πάντα κοινωνοῖεν τὰ μέλλοντα λέγεσθαι ταὐτά, ἑτερότης δὲ συμβαίνει καὶ μιᾶς ὁπωσοῦν διαφορᾶς οὔσης. ἐπεὶ οὖν ἐν τοὶς παρωνύμοις ἐστὶν ὁπωσοῦν διαφορά, τὰ δὲ ὁπωσοῦν διαφέρον τα ἕτερά ἑστι, εἰκότως ἐπὶ τὰ ἑτερώνυμα ἀνάγονται ταῦτα. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· ἰστέον ὅτι ἐλέγομεν τὰ παρώνυμα νενοθευμένα εἶναι, τὴν μέντοι διαίρεσιν ἐποιησάμεθα τῶν γνησίων, οὐ τῶν νόθων· ἀλλ’ δὲ τοῦτο, οὐκ ἀνακτέον τὰ παρώνυμα ὑπὸ τὴν εἰρημένην διαίρεσιν. ἀλλ’ [*](7 ἔχει scripsi: ἔχη Μ 8 οὐδἐ] οὔτε Μ 11 δεῖ inserui 21τὸν] τὸ Μ 29 περιέλ.] παρέλ. Μ 31 δεῖ corr. Vitelli: δὴ Μ 34 μιᾶς corr. Vitelli: ἰλίας (sic) M 39 ἐλέγομεν] p. 38, 32)
p. 1a12 Παρώνυμα λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει.
τεσσάρων ὄντων χαρακτηριστικῶν τῶν παρωνύμων, κοινωνίας ὀνόματος καὶ διαφορᾶς ὀνόματος, κοινωνίας πράγματος καὶ διαφορᾶς πράγματος, ὁ Ἀριστοτέλης διὰ ταύτης τῆς ῥήσεως ᾐνίξατο τῶν τεσσάρων· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἀπό τινος ἐσήμανεν ἡμῖν τὴν κοινωνίαν τοῦ πράγματος καὶ τὴν διαφοράν· τὰ γὰρ ἀπό τινος προελθόντα ἀνάγκη καὶ κοινωνεῖν καὶ διαφέρειν τούτου, ἐξ οὗ ἐστιν. διὰ δὲ τοῦ εἰπεῖν διαφέροντα τῇ πτώσει ἐσήμανεν ἡμῖν τὴν ὀνομάτων διαφοράν, διὰ δὲ τοὺ εἰπεῖν τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει ἐδήλωσεν τὴν τοῦ ὀνόματος κοινωνίαν· εἰ γὰρ τῇ πτώσει διαφέρει, δῆλον ὅτι τοῖς ἄλλοις τοῖς περὶ τὴν πτῶσιν οὐ διοίσει. I πτῶσιν δὲ καλοῦσιν οἱ φιλόσοφοι οὐ τὸ σημαινόμενον [*](38v) παρὰ τοῖς γραμματικοις, οἶον ὥς φαμεν ἐκπίπτειν ἐξ ἑτέρου εἰς ἕτερον· οἱ γὰρ γραμματικοὶ διαφορὰν πτώσεως λέγουσι τὴν ἐναλλαγήν, εἰ τύχοι, τῆς γενικῆς εἰς τὴν δοτικὴν ἢ τὴν τῆς δοτικῆς εἰς τὴν αἰτιατικὴν, οἱ δὲ φιλόσοφοι τούτοις τοῖς σημαινομένοις χαίρειν εἰπόντες πτῶσιν καλοῦσι τὴν τελευταίαν συλλαβὴν τῆς λέξεως παρὰ τὸ ἐκεῖσε πίπτειν τὸ σημαινόμενον του ὀνόματος.
p. 1a16 τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τάδε ἄνευ.
Μέχρι τούτων παραγαγὼν ὁ Ἀριστοτέλης τὸν λόγον τὸν περὶ τῶν ὁμωνύμων, συνωνύμων καὶ παρωνύμων, τρέπεται καὶ ἐπὶ τὴν διαίρεσιν τῶν [*](2 μέσα ὁμωνύμων scripsi: ἐξονύμων (supeiscr. μω) M (cf. v. 7) 3. 11 ἔχοντα M 3. 4. 8 παντελεῖ Μ 4 φησὶ M 11 παντελῆ Μ2: παντελεῖ Μ1 12 μέσα inserui 14 πὰρ δὲ Arist. (cf. p. 38,15) 21 τούτω M 22 pr. τὴν suppl. Μ2 28 alt. τὴν superscr. M 32 τῶν λέγ.] ἤτοι τῶν λόγων τῶν κατὰ πραγμάτων λεγομένων superscr. M 32. 33 τὰ δὲ ἄνευ] ὥσπερ αἱ δέκα κατηγορίαι superscr. M)
Ἀλλ’ ἐπειδὴ ταῦτα οὕτως εἴρηται, ἔλθωμεν λοιπὸν καὶ ἐπὶ | τὴν [*](39v) διαίρεσιν τῶν λεγομένων. διαιρεῖται τοίνυν τὰ λεγόμενα εἰς τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς. ἄνευ μὲν οὖν συμπλοκῆς καλεῖται τὰ πραγμάτων δηλωτικά,. οἷον Σωκράτης, Πλάτων, τρέχει, νικᾷ, ποιεῖν, πάσχειν. μετὰ δὲ συμπλοκῆς οἷον ῾Πλατῶν παριπατεῖ᾿, ‘Σωκράτης ἀναγινώσκει᾿ καί τοιαῦτα. ταῦτα μὲν οὖν ἐστι τὰ ἄνευ συμπλοκῆς καὶ τὰ μετὰ συμδὲ [*](5 inseruit Vitelli 8 μόνων] supra ω scrips. ο M 12 ἰαμβλίκιον M (cf. p. 28,25) εὐλαβήθει Μ 17 ἐξὸν Μ2: ἐξ ὧν M1 20 σολοικ. 2 σωλυκ. Μ1 22 λέγομεν M εἰπεῖν] ἐρεῖν M (cf. p. 28,33) 27 οὐσία Μ (cf. v. 10) 30 δηλ.] an δηλοῖ? 31 μερικὰ—κατηγ. in mrg. suppl. M 37 τὰ scripsi: τῶν M)
p. 1a19 Οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ.
Θαυμασίως ὁ Ἀριστοτέλης τὰ ὀνόματα ἐφεξῆς τέθηκεν καὶ τὰ ῥήματα· εἷπεν γὰρ ὁ ἄνθρωπος, βοῦς, εἶθ’ οὕτως τρέχει, νικᾷ, ἵνα μὴ εἰρηκὼς οἷον ‘ἄνθρωπος τρέχει’ ὑπολάβῃ τις αὐτὸν πάλιν τὸ μετὰ συμπλοκῆς παράδειγμα εἰπεῖν. τοῦτο πέρας τῆς προκειμένης διαιρέσεως ἤτοι τῶν λεγομένων.
[*](3 τοῖς πράγμασι delovi 8 ὅσα] scribas ἔστιν ἁ 20 ἔστι δὲ—λεγομένων (35) eicias (cf. v. 11) 25 an προτέρα? 26 κατάφασις ex ἀπόφασις corr. M 28 τοσοῦτο Μ 32 ὁ eicias 33 an εἰρηκότα? ὑπολάβει M)<Θεωρίας ι΄.>
p. 1a20 Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου <τινὸς> λέγεται.
Συμπληρώσας | ὁ Ἀριστοτέλης τὴν περὶ τῶν φωνῶν διδασκαλίαν [*](40v) καὶ τὴν τούτων διαίρεσιν παραδεδωκώς, τρέπεται λοιπὸν ἐνταῦθα ἐπ’ αὐτὴν τὴν διαίρεσιν τῶν πραγμάτων καὶ διαιρεῖ τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκὸς καὶ εἰς καθόλου καὶ μερικόν. δύο τοίνυν οὐσῶν ἀντιθέσεων, καθόλου καὶ μερικοῦ, οὐσίας καὶ συμβεβηκότος, ἓξ ἅπασαι γίνονται συμπλοκαί, ὧν αἱ μὲν δύο ἀσύστατοί εἰσι αἱ τὰ ἐναντία εἰσάγουσαι, οἷον ἡ λέγουσα τὸ αὐτὸ εἷναι καθόλου καὶ μερικὸν καὶ οὐσίαν καὶ συμβεβηκός, αἱ δὲ τέσσαρες συνίστανται, καθόλου οὐσία, μερικὴ οὐσία, καθόλου συμβεβηκός, μερικὸν συμβεβηκός. ἀλλ’ εἰ μὲν οὕτως ἦν εἰρηκὼς ὁ φιλόσοφος, πραγμάτων ἂν ἡμᾶς ἀπήλλαττεν, ἐπειδὴ δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ ξέναις φωναῖς ἐχρήσατο, πράγματα παρέσχε τοῖς ἐξηγηταῖς· καλεῖ γὰρ τὴν μὲν οὐσίαν οὐκ ἐν ὑποκειμένῳ, διότι ἡ οὐσία αὐθυπόστατος οὖσα οὐ δέεταί τινος πρὸς ὕπαρξιν, τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, διότι τὸ συμβεβηκός, οἷον τ·ὸ θερμόν, τὸ ψυχρόν, τὸ λευκόν, ἐν ὑποκειμένῳ ἔχει τὸ εἶναι τῇ οὐσίᾳ καὶ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου ὡς κατά τινος ἀγορευόμενον, οἷον ἄνθρωπος κατὰ Πλάτωνος, Σωκράτους, Ἀλκιβιάδου. τὸ δὲ μερικὸν καλεῖ οὐ καθ’ ὑποκειμένου, διότι μὴ κατά κατηγορεῖται, ὡς τὰ ἄτομα· κατὰ τίνος γὰρ ἔχει ταῦτα κατηγορηθῆναι; συμπλέκων οὖν τὰ ὀνόματα ταῦτα κα|λέσαις τὴν καθόλου [*](41r) οὐσίαν καθ’ ὑποκειμένου οὐκ ἐν ὑποκειμένῳ, καθ’ ὑποκειμένου μὲν ὡς καθόλου, οὐκ ἐν ὑποκειμένῳ δὲ ὡς οὐσίαν, τὴν δὲ μερικὴν οὐσίαν καλέσαις οὐ καθ’ ὑποκειμένου οὐκ ἐν ὑποκειμένῳ, οὐ καθ' ὑποκειμένου μὲν ὡς μερικήν, οὐκ ἐν ὐποκειμένῳ δὲ ὡς οὐσίαν. πάλιν δὲ τὸ καθόλου συμβεβηκὸς καλέσαις καθ’ ὑποκειμένου ἐν ὑποκειμένῳ, καθ’ ὑποκειμένου μὲν ὡς καθόλου, ἐν ὑποκειμένῳ δὲ ὡς συμβεβηκός, τὸ δὲ μερικὸν συμβεβηκὸς καλέσαις οὐ καθ’ ὑποκειμένου ἐν ὑποκειμένῳ, οὐ καθ’ ὑποκειμένου μὲν ὡς μερικόν, ἐν ὑποκειμένῳ δὲ ὡς συμβεβηκός.
Ἀλλὰ τοιαύταις φωναῖς χρησάμενος ἀπορίαν ἐκίνησεν τοῖς ἐξηγηταῖς, τί δήποτε ἀσαφέσιν ὀνόμασιν ἐχρήσατο, δυνάμενος καλέσαι ταῦτα οὐσίαν, συμβεβηκός, καθόλου καὶ μερικόν. καὶ λέγουσι τούτου τινὲς μίαν μὲν αἰτίαν ταύτην· ὅτι τούτου χάριν ἀσαφῶς ταῦτα εἶπεν, ὅπως μὴ βατὴν ποιήσῃ πᾶσι τὴν οἰκείαν φιλοσοφίαν, ἀλλ’ ὥσπερ ἐν τοῖς ἱεροῖς τὰ παραπετάσματα ἔστιν εὑρεῖν καὶ τοῖς ποιήμασι τοὺς μύθους, οὕτω καὶ ἐνταῦθα ἡ ἀσάφεια αὐτῷ ἐπινενόηται. καὶ αὕτη μὲν πρώτη αἰτία. δευτέρα δέ ἐστιν αἰτία αὕτη, ἡ λέγουσα ὅτι τούτου χάριν ἐχρήσατο τοιαύταις φωναῖς, διότι [*](1 tit. inserui (cf. p. 37,16) 2 ὑποκειμένου ex ὑποκειμένῳ corr. M τινός inserui (cf. p. 45,8) 9 τέσσαραις (sic) M 10 συνίσταται Μ1 12 ἀπήλαττεν M οὐχ insetuit Μ2 16 ἔχει scripsi: ἔχουσι M 21 καλέσαις scripsi: καλέσης Μ1: καλέσεις Μ2 (cf. v. 24) 37 ὅτι superscr. M)
Λοιπὸν δὲ ζητοῦσι καὶ τὴν τάξιν τῶν συζυγιῶν καὶ ζητοῦντες ταῦτά φασι· λέγουσιν γὰρ ὅτι πρώτης μὲν ἐμνήσθη τῆς καθόλου οὐσίας, ὡς τιμιωτέρας τιμιωτέρα γάρ ἐστι, διότι καὶ κατ’ ἀμφότερά ἐστι καὶ καθόλου καὶ οὐσία), δεύτερον δὲ τοῦ μερικοῦ συμβεβηκότος, οὐχ ὡς τιμιωτέρου, ἀλλ’ ὡς ἐναντίου τῇ καθόλου οὐσίᾳ· τῶν γὰρ ἐναντίων μία ἐστὶν ἡ ἐπιστήμη. καὶ τούτου χάριν εὐθέως μετ’ αὐτὴν τούτου ἐμνημόνευσεν. τρίτον [*](9 δι’ inserui (cf. v. 11) 13 φησὶ M 14 κατάφασιν Μ1 17 παραλαμβ. M 21 μέλλαν (pr. 1.) M 23 έσθ’ ὅτε] scribas ἔστι ποτὲ 25 εἴπομεν M 26 ὅτι notavit et in mrg. adscripsit εἰ πάντως Μ2 38 an δευτέρου?)
<Θεωρία ια΄.>
p. 1a20 Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινός λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν.
ἐνταῦθα τὴν καθόλου οὐσίαν φησίν· διὰ μὲν γὰρ τοῦ καθ’ ὑποκειμένου τὸ καθόλου εἰσάγει, διὰ δὲ τοῦ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν.
p. 1a23 Τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται.
᾿Ευταῦθα τὸ μερικὸν συμβεβηκός φησι, διὰ μὲν τοῦ ἐν ὑποκειμένῳ τὸ συμβεβηκὸς εἰσάγων, διὰ δὲ τοῦ οὐ καθ’ ὑποκειμένου τὸ μερικὸν δηλῶν.
p. 1a24 ’Ev ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ῴ ἐστιν.
ἐνταῦθα τὸ ἁπλῶς συμβεβηκὸς ὑπογράφει. τὴν δὲ κατὰ μέρος αὐτοῦ ἐξάπλωσιν ἐν τῇ ἑξῆς θεωρίᾳ μαθησόμεθα.
p. 1a25 Οἷον ἡ τὶς γραμματικὴ ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται.
Τοῦτο τὸ παράδειγμα οὐ τῆς προσεχῶς εἰρημένης ἐστὶν ὑπογραφῆς, ἀλλὰ τοῦ ἀνωτέρω ταύτης λεχθέντος μερικοῦ συμβεβηκότος· τῷ γὰρ εἰπεῖν ἡ τὶς γραμματική τὴν μερικὴν εἰσήγαγε, τὴν ἐν Ἀριστάρχῳ, εἰ τύχοι. Κλώς δὲ τοῦτο τὸ μερικὸν συμβεβηκὸς ὁ Ἀριστοτέλης πῇ μὲν ἐν σώματι θεωρεῖ πῇ δὲ ἐν ἀσωμάτῳ· ἐν ἀσωμάτῳ μέν, ἡνίκα φησὶν ἐν ὑποκειμένῳ ἐστὶ τῇ ψυχῇ ἡ γραμματική, ἐν σώματι δέ, ἡνίκα λέγει τουτὶ λευκὸν ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι.
[*](4 ἀποδιδόασι Μ2: ἀποδίδωσι Μ1 τετάρτην inseruit Vitelli 9 tit. addidi (cf. p. 43,1) 11 οὐκ supeiscr. Μ 18 ὑπάρχων Μ1 25 τῷ] τὸ Μ)p. 1a29 Τὰ δὲ καθ’ ὑποκειμένου λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν.
ἐνταῦθα τὸ καθόλου συμβεβηκός φησιν, διὰ μὲν τοῦ καθ’ ὑποκειμένου τὸ καθόλου εἰσάγων, | διὰ δὲ τοῦ ἐν ὑποκειμένῳ τὸ συμβεβηκός.
[*](43r)p. 1b3 Τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται.
ἐνταῦθα τὴν μερικὴν οὐσίαν φησί, διὰ μὲν τοῦ εἰπεῖν οὐ καθ’ ὑποκειμένου τὸ μερικὸν ἐμφαίνων, διὰ δὲ τοῦ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν.
p. 1b6 Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δὲ <ἔνια> οὐδὲν κωλύει εἶναι.
Καλῶς εἶπεν τὰ ἄτομα καὶ ἓν τῷ ἀριθμῷ· ἔστιν μὲν γὰρ λαβεῖν καὶ τὰ εἰδικώτατα εἴδη ἄτομα, ἃ μηκέτι δύναται τμηθῆναι καὶ σῶσαι τὸ αὐτὸ εἶδος· ταῦτα δὲ οὔκ εἰσιν ἓν τῷ ἀριθμῷ. ἵνα οὖν τὰ ἁπλῶς ἄτομα εἰσαγάγῃ, προσέθηκε καὶ τὸ ἓν ἀριθμῷ· διαφέρει γὰρ τὸ ἄτομον τοῦ μερικοῦ, διότι τὸ μὲν ἄτομον ἐπὶ ἑνὸς καὶ μόνου ὡρισμένου φέρεται, τὸ δὲ μερικόν ἐστιν μέσον τοῦ τε καθόλου καὶ τοῦ ἀτόμου· τοῦ μὲν γὰρ ἀτόμου ἔχει τὸ καθ’ ἑνὸς φέρεσθαι, τοῦ δὲ καθόλου τὸ ἀορίστως ἐπὶ κοινοῦ κατηγορεῖσθαι.
p. 1a24 ῾Εν ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾦ ἐστιν.
Περὶ τεσσάρων φωνῶν διαλεγόμενος Ἀριστοτέλης, τῶν σύο μόνων ὑπογραφὴν ἡμῖν παραδέδωκεν, τοῦ τε καθ’ ὑποκειμένου καὶ τοῦ ἐν ὑποκειμένῳ, τοῦ μὲν καθ' ὑποκειμένου ἀπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ' οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὐποκειμένῳ δὲ ἔνια οὐδὲν κωλύει εἶναι. τοῦ δὲ ἐν ὑποκειμένῳ παραδίδωσιν ὑπογραφὴν λέγων ὅτι ἐν ὑποκειμένῳ ἐκεῖνα λέγω, ἃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχοντα ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι. I καλῶς δὲ ὑπογραφὴν καὶ οὐχ ὁρισμὸν αὐτῶν παραδίδωσι. καὶ [*](43v) τοῦτο ἐποίησεν ὡς φιλοσύντομος καὶ ὡς ἀκριβὴς καὶ ὡς φιλάνθρωπος. ὡς μὲν οὖν φιλοσύντομος τῶν δύο μόνων ἐμνημόνευσεν, ὡς δὲ ἀκριβὴς ἐπιστήμων ἐξ ἑκατέρας ἀντιθέσεως ἑνὸς ἐμνημόνευσεν, ὡς δὲ φιλάνθρωπος τῶν χειρόνων, ὅπως μὴ δόξωσι διὰ τὴν ἀμυδρότητα τῆς ὑπάρξεως μηδὲ ὅλως εἶναι. διὰ τοῦτο τοίνυν αὐτῶν ὑπογραφὴν παραδίδωσι καἲ οὐχ· ὁρισμόν· [*](1 post καθ’ ὑποκ. add. τε Arist. 4 εἰσάγων scripsi: εἰσάγει M (cf. p. 45,16) ἐν superscr. M 11 ἔνια insenii (cf. v. 25) 12 καὶ suppl. M2: om. 1 15 εἰσαγάγη ex εἰσάγει corn M pr. τὸ ex τῷ corr. M 16 ὡρισμένου ex ὁρισμοῦ corr. M)
Ἀλλὰ πρὸς ταύτην τὴν ὑπογραφὴν ἀποροῦσί τινες, πειρώμενοι δεῖξαι ἔχουσαν αὐτὴν τὴν διττὴν κακίαν, ἣν πέφυκεν ἐπιδέχεσθαι ὁ ὁρισμός, τοῦι ἔστιν ὑπερβολὴν καὶ ἔλλειψιν· οἱ μὲν γὰρ λέγοντες ὑπερβολὴν ἔχειν αὐτὴν [*](6 λυκίῳ M 7 ἀγγίω Μ ἀμφωρεῖ Μ1 8 ἀγγίου Μ2 11 καὶ ἐν βοὶ eicias 19 γαιωμετρία Μ1 23 ὡς suppl. Μ2: om. Μ1 24 ὑπάρχων M. 24. 27 εἶναι supra scr. M 25 ante ἀναγκ. incohaverat τὸ γὰρ μὴ, sed delevit M προσέθηκε inserui 30 post διότι lacuua fere XVI lilterarum est, conicias ἡ ἐπιστήμη (cf. Porph. in Cat. p. 77,35) 33 ἔχειν scripsi: ἔχει M 34 ὢν Μ)
p. 1a10 Ὅταν ἕτερον καθ' ἑτέρου.
Μετὰ τὰ ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα καὶ τὴν· τῶν λεγομένων πάντων διαίρεσιν καὶ ὑπογραφὴν τοῦ καθ’ ὑποκειμένου καὶ ἐν ὑποκειμένῳ ἥκει ὁ λόγος καὶ ἐπὶ τὸ βάθος καὶ πλάτος τῶν κατηγοριῶν· ἔχουσι γὰρ αὗται καὶ βάθος καὶ πλάτος. καὶ βάθος μέν ἐστιν ἡ ἀπὸ τῶν καθόλου ἐπὶ τὰ μερικὰ κάθοδος καὶ ἡ ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἄνοδος, πλάτος δὲ ἡ ἑκάστου πράγματος τομὴ καὶ διαίρεσις. καὶ βάθος ἐστίν, οἷον ὡς ὅταν εἴπωμεν ὅτι ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἔμψυχον καὶ ζῷον· ἀπὸ γὰρ τῶν καθόλου κατηντήσαμεν <εἰς> μερικά. εἰ δὲ ἀπὸ τοῦ ζῴου ἀναδράμωμεν εἰς τὴν οὐσίαν, τότε ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου τὴν ἄνοδον ποιούμεθα πλάτος δέ ἐστιν, ὡς ὅταν τὸ ζῷον διαιρῶ εἰς λογικόν, εἴς πτηνὸν καὶ πεζόν. καὶ τὸ μὲν βάθος ἀναλογεῖ τοῖς φυσικοῖς σώμασιν· ὃν γὰρ τρόπον ἐκεῖνα ἐπὶ τὰ ἄνω φέρονται, ἡνίκα εἰσὶ κοῦφα, ἢ ἐπὶ τὰ κάτω, ἡνίκα βαρέα, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κατηγοριῶν ἢ ἀπὸ τῶν καθόλου ἀρχόμενοι τελευτῶμεν | εἰς τὰ μερικὰ ἢ ἀπὸ τῶν [*](46v) [*](1 ἐρυτιδοῦτο M 2 εἴπει M 3 οὕτως M1 4 εἴπερ M1 5 πλουτῖνος Μ1 (cf. El. p. 152,10) 8. 15 πλουτίνου Μ1 13 ὀσφρένεσθαι M 22 post εὐρεθ. lac. signavi (cf. El. p. 152,34) 24 lemma in mrg. suppl. 2 32 εἰς addidi 33 ἀναδράμομεν M 34 ἄνωδον M Comment, in Arist. Xll 1. Olymp. Prol. et in Cat.)
<Θεωρία ιβ΄.>
Ἀλλ’ ἵνα ἡ τούτων γνῶσις γίνηται σαφεστέρα, μικρὸν ἄνωθεν ἀρξώμεθα ἕκαστον τούτων πολυπραγμονοῦντες, καὶ πρῶτόν. γε τὸ βάθος, οὗ πρῶτον τὸν κανόνα φησὶν ὁ Ἀριστοτέλης <διὰ> τούτων· ὡς ἡνίκα τὸ πρότερον τοῦ δευτέρου κατηγορεῖται ὡς καθ’ ὑποκειμένου <καὶ> τὸ δεύτερον τοῦ τρίτου, τότε καὶ τὸ πρῶτον τοῦ τρίτου κατηγορηθήσεται· οἷον τὸ ἔμψυχον κατηγορεῖται τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου ὡς καθ’ ὑποκειμένου, ἀλλὰ καὶ τὸ ἔμψυχον τοῦ ἀνθρώπου. πρόσκειται δὲ τὸ καθ᾿ ὑποκειμένου διά τινας ἀπορίας, ἃς ἐφεξῆς λέξομεν. καθ’ ὑποκειμένου δέ ἐστιν, ἡνίκα τῆς αὐτῆς οὐσίας καὶ τῆς συστάσεως κατηγορεῖται τὸ κατηγορούμενον. ρούμενον. πρόσκειται δὲ τοῦτο διὰ τὸ γένος· ἰδοὺ γὰρ τὸ γένος κατηγορεῖται τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου, οὐκ ἔτι δὲ καὶ τὸ γένος τοῦ ἀνθρώπου, διότι τὸ γένος τοῦ ζῴου οὐ καθ’ ὑποκειμένου κατηγορεῖται· οὐ γὰρ τῆς οὐσίας τοῦ ζῴου ἐστὶ δηλωτικόν, ἀλλ’ ὡς ἐν σχέσει θεωρεῖται. ἔτι τὸ δισύλλαβον κατηγορεῖται τοῦ ζῴου, οὐκ ἔτι δὲ καὶ τὸ δισύλλαβον τοῦ ἀνθρώπου, ἐπειδὴ οὐχ ὡς καθ’ ὑποκειμένου κατηγορεῖται τὸ δισύλλαβον τοῦ ζῴου, ἀλλ’ ὡς φωνῆς. διὰ ταῦτα οὖν πάντα πρόσκειται τὸ καθ’ ὑποκειμένου. καὶ ταῦτα μὲν ὁ πρῶτος περιέχει κανών. δεύτερος κανὼν ὁ ἀπὸ τοῦ βάθους προερχόμενος οὗτος· | τῶν ὑπάλληλά φησι λεγομένων [*](47r) γενῶν αἱ αὐταί εἰσι διαφοραί. καὶ ἄξιον ἐνταῦθα ζητῆσαι ποίας ἐνταῦθα ὁ Ἀριστοτέλης φησὶ διαφορὰς τῶν ὑπαλλήλων γενῶν, ἆρα τὰς συστατικὰς ἢ τὰς διαιρετικάς. φαμὲν οὖν ὅτι αἱ μὲν συστατικαὶ αἱ αὐταί εἰσι τῶν ὑπαλλήλων γενῶν, οἷον τοῦ ζῴου καὶ τοῦ λογικοῦ (ἀμφοτέρων γὰρ αἱ αὐταί εἰσιν συστατικαὶ διαφοραί, ἤγουν τὸ οὐσία καὶ τὸ ἔμψυχος καὶ τὸ αἰσθητική), αἱ δὲ διαιρετικαὶ οὐ πάντως αἱ αὐταί, ἀλλὰ ποτὲ μὲν αἱ αὐταί εἰσιν ποτὲ δὲ οὐχ αἱ αὐταί· εἰ γὰρ διέλωμεν τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον ὁμοίως καὶ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον, οὐκ ἀπεικός τι ποιῶ. εἰ δὲ διέλω τὸ ζῷον εἰς πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον, οὐκ ἔτι δύναμαι εἰπεῖν ὅτι τοῦ πεζοῦ τὸ μὲν πτηνὸν τὸ δὲ ἔνυδρον, ἐπεὶ εὑρίσκομαι εἰς τὰ ἀντιδιαιρούμενα ποιούμενος τὴν διαίρεσιν. ἔνθεν οὐκ ἀνάγκη συντρέχειν ἀεὶ τὰς αὐτὰς διαφορὰς τὰς διαιρετικὰς τῶν ὑπαλλήλων γενῶν, ἀλλ’ ἔστιν ποτὲ μὲν <τὰς> αὐτὰς λαβεῖν, ποτὲ δὲ οὔ. ἄξιον δὲ ζητῆσαι εἰ αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, δι’ ἣν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης [*](5 tit inserui (cf. p. 45,7) 8 διὰ inserui 9 καὶ inserui (cf. El p. 153,12) 21 φωνῆς scripsi: φωνή M (cf. philop p. 39,11) 26 alt, αἱ suppl. M2 27 οἷον scripsi: ὅσαι M 30 διέλομεν M1 31 ὁμοίως—ἄλογον in mrg. suppl. M ἀπεικώς M1 36 τὰς inserui αἱ superscr. M2)
<Θεωρία ιγ΄.>
p. 1a10 Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμενου.
ἐνταῦθά τινες πειρῶνται λέγειν ὡς ὁ Ἀριστοτέλης οὐ μόνον τὸν ὁρισμὸν τοῦ καθ’ ὑποκειμένου παραδίδωσιν ἀλλὰ καὶ τοῦ μὴ ἐν ὑποκειμένῳ, ἐνταῦθα μὲν τοῦ καθ’ ὑποκειμένου, ἐν τῷ λόγῳ δὲ τῷ <περὶ> τῆς οὐσίας τοῦ μὴ ἐν ὑποκειμένῳ. καὶ τοὺς μὲν λέγοντας τοῦ καθ’ ὑποκειμένου αὐτὸν παραδεδωκέναι διὰ τούτου τὸν ὁρισμὸν διελέγχομεν οὕτως· οὐδέποτε ὁρισμόν τινος προβαλλόμενοι ἐκείνου μνήμην ποιούμεθα, οὗ ἐστιν ὁ ὁρισμός, ἐπεὶ εὑρισκόμεθα αὐτὸ δι’ ἑαυτοῦ ὁριζόμενοι, ὅπερ ἐστὶν ἄτοπον· ἐνταῦθα δὲ φαίνεται ὁ Ἀριστοτέλης τοῦ καθ’ ὑποκειμένου μνημονεύσας· οὐκ ἄρα αὐτοῦ ἐστιν ὁρισμός. οἱ δὲ λέγοντες ὡς τὸ μὴ ἐν ὑποκειμένῳ ὁρίζεται ἐν τῷ λόγῳ τῷ περὶ τῆς οὐσίας διελέγχονται καὶ αὐτοὶ οὕτως· ὁ ὁρισμὸς τῶν καθόλου ἐστί· δείκνυται δὲ ἐκεῖ ὅτι περὶ τῆς μερικῆς οὐσίας διαλαμβάνει· οὐκ ἄρα ἐστὶν ὁρισμὸς τοῦ μὴ ἐν ὑποκειμένῳ. μεμνήσομαι δὲ | ὅτι ἡμεῖς μὲν ἐν τῇ θεωρίᾳ βουλόμενοι συνέχειαν τῷ λόγῳ φυλάξαι [*](48v) τοὺς δύο κανόνας τοῦ βάθους ἐφεξῆς εἴπομεν, ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως, ἀλλὰ πρῶτον τὸν ἕνα φησὶ τὸν ἀπὸ τοῦ βάθους, καὶ οὕτως ἐπάγει τὸν ἀπὸ τοῦ πλάτους, καὶ τρίτον τὸν ἕτερον τὸν ἀπὸ τοῦ βάθους.
p. 1b16 Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραί εἰσι καὶ αἱ διαφοραί.
ἐντεῦθέν ἐστιν ὁ τρίτος κανὼν ὁ ἀπὸ τοῦ πλάτους λαμβανόμενος τῶν κατηγοριῶν, ὅς φησι τῶν ἑτερογενῶν ἑτέρας εἶναι τὰς διαφοράς. δι’ ἣν δὲ αἰτίαν τρίτην ἔχει τάξιν παρ’ ἡμῖν, παρὰ δὲ Ἀριστοτέλει δευτέραν, ἤδη εἴρηται.
p. 1b18 Ζῴου μὲν γὰρ διαφοραὶ τὸ πεζὸν καὶ δίπουν καὶ τὸ πτηνὸν.
τὰς ἀντιδιαιρουμένας ἔλαβε διαφοράς· τῷ γὰρ πεζῷ τὸ πτηνὸν ἀντὶ· διῄρηται. ἰστέον δὲ ὅτι τετραχῶς διαιρεῖται τὸ ζῷον· ἢ γὰρ ἀπὸ τῆς γνώσεως λαμβάνεται ἡ διαίρεσις, ὡς ὅταν εἴπωμεν τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, ἢ ἀπὸ τοῦ χρόνου τῆς ζωῆς, ὡς ὅταν εἴπωμεν τοῦ ζῴου τὸ μὲν θνητὸν τὸ δὲ ἀθάνατον, ἡ ἀπὸ τοῦ τρόπου τῆς διοργανώσεως, ὡς [*](1 tit. inserui 2 κατηγορεῖται M 5 μὴ ἐνυποκειμένου (sic) Μ1 6 περὶ inserui (cf. v. 13) 8 τὸν ὁρισμὸν scripsi: τοῦ ὁρισμοῦ M 12 ὡς inseruit 2 13 οὕτως Μ2: οὗτοι M1 21 εἰσι] an τῷ εἴδει? (cf. p. 51,18) 22 τρίτος 2 δευτέρας Μ1 25 εἴρηται] v. 16 20 τό τε πεζ. καὶ τὸ δίπ. Arist.)
p 1b25 Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων.
Διελὼν ὁ φιλόσοφος τά λεγόμενα εἰς δύο, εἰς καθόλου οὐσίαν καὶ μερικὸν συμβεβηκός, μέτεισι λοιπὸν ἐπὶ τὴν διαίρεσιν τῶν ἄνευ συμπλοκῆς, | ἤγουν εἰς τὴν διαίρεσιν τῶν κατηγοριῶν, ἐφ’ οἷς καταπαύει τὸ πρῶιον [*](49r) τμῆμα καὶ ἄρχεται τὸ δεύτερον. τοῦτο δὲ ποιεῖ οὐ συνέχειαν τῷ λόγῳ μνηστευόμενος, ἀλλὰ καθάπερ οἱ ἄριστοι τῶν γραφέων πρὸ τῆς τελείας γραφῆς τὴν σκιαγραφίαν τιθέασι, οὕτω δὴ καὶ αὐτὸς πρὸ τῆς ἀκριβοῦς καὶ τελείας ἑκάστης τῶν κατηγοριῶν διδασκαλίας παχυμερῶς πως τὴν περὶ αὐτῶν διδασκαλίαν ποιεῖται. ζητήσωμεν τοίνυν ποίων φωνῶν καὶ ποίων πραγμάτων εἰσὶν αἱ κατηγορίαι. τῶν τοίνυν φωνῶν αἱ μέν εἰσι πάντῃ ἄσ·ημοι. τοιαῦται δέ εἰσιν αἱ μήτε καθ’ αὑτὰς σημαίνουσαί τι μήτε μετὰ τῶν ἄλλων συμπλεκόμεναι, οἷον κνάξ, βλίτυρι. αἱ δὲ ποιὲ μὲν σημαντικαὶ ποτὲ δὲ ἄσημοι· καθ’ ἑαυτὰς μὲν γὰρ οὐδέν τι σημαίνουσι, μετὰ δὲ τῆς ἑτέρων συμπλοκῆς οὐ πεφύκασιν ἄσημοι, οἷον ἄρθρα, σύνδεσμοι καὶ προθέσεις. καὶ μήτοι θαυμάσῃς εἰ εἶπον τινὰς φωνὰς εἶναι μηδὲν καθ’ ἑαυτὰς σημαινούσας, ἀλλὰ μετὰ τῆς ἑτέρων συμπλοκῆς, ὅπου γε καὶ ἐπὶ ἑτέρων ἐστὶ τοῦτο ἰδεῖν· τόνοι γοῦν καὶ πνεύματα καὶ ὀβελοὶ καὶ κορωνίδες αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐδεμίαν ἔχουσι δύναμιν, μετὰ ἄλλων δὲ γεγραμμένα πολλὴν ἐνδείκνυνται τὴν ἰσχύν. αἱ δὲ πάντῃ σημαντικαί, οἷον ἄνθρωπος, βοῦς, ἵππος. τῶν τοίνυν πάντῃ σημαινουσῶν εἰσὶν αἱ κατηγορίαι. ποίων δὲ ἄρα πραγμάτων εἰσί; τῶν γὰρ πραγμάτων τὰ μέν ἐστιν ἀτελῆ τὰ δὲ τέλεια, ἀτελῆ μὲν οἷον κίνησις, αὔξησις, γένεσις, φθορά, ἀλλοίωσις, ἡ κατὰ τόπον | μεταβολή, τέλεια δὲ οἷον ἄνθρωπος, βοῦς. τούτων τοίνυν [*](49v) τῶν τελείων εἰσὶν αἱ κατηγορίαι. κατὰ δὲ ἑτέραν διαίρεσιν τῶν πραγμάτων τὰ μέν εἰσιν ἁπλᾶ οἷον μονάς, εἶδος, σημεῖον, νὺν, τὰ δὲ σύνθετα. τῶν τοίνυν συνθέτων εἰσὶν αἱ κατηγορίαι. καὶ ἁπλῶς εἰπεῖν, οὔτε τὰ ἀπλᾶ πράγματα οὔτε τὰ ἀτελῆ ὑπὸ τὰς κατηγορίας ἀνάγεται, ἀλλὰ τέλεια καὶ σύνθετα. τί οὖν οὐκ ἀνάγονται ὑπὸ κατηγορίας τὰ ἁπλᾶ; φαμὲν ὅτι κατὰ μὲν τὴν ἰδίαν οὐσίαν οὔ, ὡς δὲ ἐν σχέσει δύνανται ἀνάγεσθαι· ἡ γὰρ μονὰς ὡς ἀρχὴ οὖσα ἀριθμοῦ ἀνάγεται, καὶ ἡ ὕλη καὶ τὸ εἶδος ὡς ἀρχὴ σώματος, [*](1. 2 ἡ ἀπὸ τοῦ τόπου—χερσαἶον in mrg. suppl. Μ1, iteravit Μ2 2 ζωῆς] διαγωγῆς M2 χερσ. τὸ δὲ ἔνυδρ. M2 5 πεζὸν καὶ inserui (cf. Amm. p. 32,6 Philop. p. 42,17) 7 λεγομένων correxi: λεγόντων M 16 ἐστὶν M 20 πρόθεσις M 21 εἶπεν M 22 ἑτέρων scripsi: ἑτέρας M (cf. v. 19) post συμπλ. add. τῶν φωνῶν 2 23 κορύνιδες (sic) M1 24 ἔχουσι scripsi: ἔχει M 26 ἐστὶν M 30.32 ἐστὶν Μ 35 οὔ suppl. M2)
Επὶ τούτοις ζητήσωμεν πόσαι εἰσὶ τὸν ἀριθμὸν αἱ κατηγορίαι. φαμὲν ὅτι δέκα, ὡς δηλώσομεν ἔκ τινος διαιρέσεως τοιαύτης· πᾶν ὂν ἢ ἐν ὑποκειμένῳ ἢ οὐκ ἐν ὑποκειμένῳ. καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ ὂν ποιεῖ οὐσίαν, τὸ δὲ ἐν ὑποκειμένῳ ὂν ἢ ἐν σχέσει ἐστὶν ἢ καθ’ αὑτό. εἰ μὲν οὖν ἐν σχέσει ἐστίν, ποιεῖ τὴν πρός τι κατηγορίαν, εἰ δὲ καθ’ αὑτό ἐστιν, ἢ μεριστόν ἐστιν ἢ ἀμέριστον. εἰ μὲν οὖν μεριστόν, ποιεῖ <τὸ> ποσόν, εἰ δὲ ἀμέριστον, ποιεῖ τὸ ποιόν. τέσσαρες οὖν ἡμῖν ἀνεφάνησαν κατηγορίαι, οὐσία, ποιόν, ποσόν, πρός τι. γίγνονται τοίνυν ἄλλαι ἓξ τῆς οὐσίας συμμεριζομένης τῖς ἄλλαις· οἷον ἡ οὐσία συμπλακεῖσα | τῷ ποσῷ ποιεῖ τὸ ποῦ καὶ τὸ ποτέ, [*](50r) εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ ποῦ εἰ μὴ <τὸ> τὴν οὐσίαν ἐν τόπῳ εἷναι, οἷον Σωκράτης ἐν Λυκείῳ, τὸ δὲ ποτέ τὸ τὴν οὐσίαν ἐν χρόνῳ εἶναι, οἷον Σωκράτης ἐν Πελοποννησιακῷ πολέμῳ· χρόνος δὲ καὶ τόπος ὑπὸ τὸ ποσὸν ἀναφέρεται. πάλιν εἰ συμπλακείη ποιῷ, ποιεῖ τὸ ποιεῖν καὶ τὸ πάσχειν· ποίησις γὰρ καὶ πάθησις κατὰ ποιότητα γίγνεται, οἷον τὸ θερμὸν ὕδωρ ποιοῦν εἰς ἡμᾶς, τοῦτ’ ἔστι θερμαῖνον, πάσχει τι καὶ αὐτὸ ὑφ’ ἡμῶν, τοῦτ’ ἔστι ψύχεται, καὶ ἔστι τὸ θερμαίνειν ποιεῖν, τὸ δὲ ψύχεσθαι πάσχειν. ὅτι δὲ ταῦτα ὑπὸ τὴν ποιὸν κατηγορίαν ἀνάγονται, πάντῃ που δῆλον. πάλιν εἰ συντεθείη ἡ οὐσία τοῖς πρός τι, ποιεῖ τὸ κεῖσθαι καὶ τὸ ἔχειν· ἢ γὰρ πρὸς τὰ οἰκεῖα μόρια ἔχει τὴν σχέσιν καὶ ποιεῖ τὸ κεῖσθαι, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ κεῖσθαι ἡ τοιάδε θέσις τῶν μορίων, ἢ πρὸς ἑτέραν ἔχει σχέσιν καὶ ποιεῖ τὸ ἔχειν, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ ἔχειν ἢ οὐσίας παρ’ οὐσίαν παράθεσις. δῆλον οὖν ὡς ἐκ τῆς μιᾶς διαιρέσεως δέκα καὶ μόνον ἡμῖν ἀνεφάνησαν κατηγορίαι. τινὲς δὲ ταύτης οὐκ ἀνέχοντι τῆς διαιρέσεως, ἀλλ’ οἱ μέν φασιν πλείονας αὐτὰς εἶναι τὰς κατηγορίας οἱ δὲ ἐλάττους. καὶ οἱ μὲν πλείους εἶναι ταύτας βουλόμενοι ἕνδεκα ταύτας εἶναι λέγουσι· ὥσπερ τῷ ποιεῖν ἀντίκειται τὸ πάσχειν, καὶ τῷ. ἔχειν ἀντικείσεται τὸ ἔχεσθαι. πρὸς οὕς φαμεν ὅτι τὸ ἔχεσθαι ὑπὸ τὸ κεῖσθαί ἐστιν· καὶ γὰρ καὶ τὸ ἐχόμενον κεῖταί πως. οἱ δὲ βουλόμενοι ταύτας ἐλάττους εἶναι οἱ μὲν ἐννέα φασὶν εἶναι τὰς κατηγορίας | οἱ δὲ δύο. καὶ [*](50v) οἱ μὲν ἐννέα βουλόμενοι λέγουσιν ὅτι τὸ ποιεῖν καὶ τὸ πάσχειν κτὰ κίνησιν γίγνεται, καὶ ἡ κίνησις ὤφειλεν ἀντὶ τούτων ὑπάρχειν. πρὸς οὕς φαμεν ἡμεῖς πρῶτον μὲν ὅτι οὐδὲ πᾶν τὸ ποιοῦν κινεῖται· ἰδοὺ γὰρ τὸ πρῶτον αἴτιον ποιοῦν εἰς ἡμᾶς οὐ κινεῖται. καλῶς οὖν ἀνωτέρω τὴν κίνησιν ἀτελῶν ὑπάρχουσαν πραγμάτων ἐδιδάξαμεν καὶ τούτου χάριν μηδὲ ὑπὸ κατηγορίαν ἀναγομένην· πῶς οὖν δυνηθείη κατηγορία εἶναι τὸ μηδὲ ὑπὸ [*](9 τὸ (ante ποσόν) inserui 11 γίγνωνται M 13 alt. τὸ addidi 19 ψύχεται scripsi: ψυχόμενον M 22 οἰκία Μ μόρια scripsi: μόνα M 23 ἑτέραν scripsi: ἑαυτὴν M 14 aute ἔχειν additum κεῖσθαι del. M 24 οὐσίας scripsi: οὐσία M 26 an μ μόναι? (cf. p. 55,1) 29 τῷ (bis) scripsi: τὸ M 30 pr. τὸ ἔχεσθαι] τοῦ ἕχεσθαι Μ 35 οὐδέ] οὔτε M 36 ἀνωτέρω] p. 53,28 37 ἀτελῶν scripsi:)
<Θεωρία ιδ΄.>
p. 1b25 Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποτὲ ἢ ποὺ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν.
Καλῶς προσέθηκεν ὁ φιλόσοφος τῶν κατὰ μηδεμίαν συμπλοκήν· πολλαὶ γάρ εἰσι συμπλοκαί, αἱ μὲν κατὰ φωνὴν αἱ δὲ κατὰ τὸ σημαινόμενον· κατὰ μὲν φωνὴν οἷον ζῷον λογικὸν θνητόν, κατὰ δὲ τὸ σημαινόμενον οἷον Σωκράτης τρέχει· ἰστέον γάρ, ὡς ἔφαμεν, ὅτι τὰ ταῖς λέξεσι σύνθετα γραμματικοῖς καὶ μόνοις ἐστίν, οἷον τὸ ζῷον λογικὸν θνητόν, τὸ Κόρακος πέτρα, τὸ Ἄρειος πάγος, τὰ δὲ τοῖς ἐνθυμήμασιν σύνθετα κατὰ συμπλοκὴν καὶ μόνον καλοῦσιν οἱ φιλόσοφοι, ἐπεὶ τούτοις τὴν δῆφον ἀποδεδώκασι, ἐκεῖνα καλοῦντες ἀπλᾶ, εἰ καὶ ταῖς λέξεσι πεφύκασι σύνθετα. κατὰ μηδεμίαν τοίνυν συμπλοκὴν εἴρηκεν ὁ φιλόσοφος σημαινόμενον, ὅτι αἱ κατηγορίαι οὕτε ταῖς φωναῖς οὔτε τῷ σημαινομένῳ κατὰ συμπλοκὴν ὑπάρχουσι.
p. 1b27 Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος.
᾿Ενταῦθα ἡ σκιαγραφία τῶν κατηγοριῶν, ὡς ἐλέγομεν ἐν τῇ θεωρίᾳ πρὸ τῆς I διδασκαλίας τῶν κατηγοριῶν, οἷον ὅτι σκιαγραφίαν τούτων ἀποδῃῶσιν [*](58v) [*](7 τὸν ἄρτ. καὶ τὸν περ. M 8 ἐκ τούτου clolovi VI οὐδὲ] οὔτε M ποιεῖν M 14 οὕτως—σχέσει (3) delevi (cf. El. p. 161,9) 16 πολλαπλασίωνος M 19 tit. aiididi 21 ποῦ ἢ ποτὲ coll. Arist. 26 ἔφαμεν] p. 42,2 27 an μόνα? 35 ἐλέγομεν] p. 53,12)
p. 2a4 Ἕκαστον δὲ τῶν εἰρημένων αὐτὸ μὲν καθ’ ἑαυτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται <ἢ ἀποφάσει>, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἡ ἀπόφασις γίνεται.
ἐνταῦθα βούλεται τὰς ἁπλᾶς φωνὰς ὁ φιλόσοφος χωρίσαι ἀπὸ τῶν καταφάσεων καὶ ἀποφάσεων. πρὸς δὲ τελείαν τούτων διάκρισιν κέχρηται κανόνι τοιούτῳ· ἐὰν ᾖ ἕν, πράγματα | δὲ δύο τινά, καὶ τῷ μὲν ἁρμόσῃ [*](52r) τῷ δὲ οὐχ ἁρμόσῃ, διάφορά ἐστιν ἐκεῖνα δηλονότι. οἷόν τι λέγω· εἰσὶ δύο τινά, ζῷον καὶ φυτόν· τούτων τὸ αἰσθητικὸν τῷ μὲν ὑπάρχει, λέγω δὴ τῷ ζῴῳ, τῷ δὲ οὐχ ὑπάρχει, λέγω δὴ τῷ φυτῷ· δῆλον οὖν ὅτι ταῦτα διάφορά εἰσιν, τοῦτ’ ἔστι τὸ ζῷον καὶ φυτόν. οὕτως οὖν καὶ ἐνταῦθά εἰσιν ἁπλαῖ φωναὶ καὶ κατάφασις καὶ ἀπόφασις· τὸ δὲ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσει καὶ ἀποφάσει ἁρμόζει, ταῖς δὲ ἁπλαῖς φωναῖς οὐκ ἐφαρμόζει· δῆλον ἄρα ὅτι καὶ διαφέρουσιν αὗται αἱ ἁπλαῖ φωναὶ καὶ αἱ καταφάσεις καὶ αἱ ἀποφάσεις. ὅθεν καὶ αὐτός φησιν ὅτι ἕκαστον τῶν εἰρημένων, μένων, τοῦτ’ ἔστι τῶν ἁπλῶν φωνῶν, λέγω δὴ τῶν κατηγοριῶν, αὐτὰ καθ’ αὑτὰ οὔτε κατάφασιν σημαίνει οὔτε ἀπόφασιν, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται καὶ ἀπόφασις. οἷον συμπλέκω τὴν οὐσίαν καὶ τὴν ποιὸς κατηγορίαν, τοῦτ’ ἔστι τὸ ἄνθρωπος τρέχει, καὶ γίνεται κατάφασις δηλονότι. τὸ δὲ οὔ ἀρνητικὸν μόριον μεταξὺ τούτων λαμβανόμενον ἀπόφασις γίνεται, οἷον ἄνθρωπος οὐ τρέχει.
[*](2 ἐν τοῖς προτελείοις] spectare videtur Prolegomena Philosophiae Isagoges commentario praemissa 11 λυκίῳ M 13 οὐσία M 17 ἡ ἀποφάσει inserui (cf. ν. 31) 21 πράγματα scripsi: πρᾶγμα//////// τι M 21. 24 τῷ μὲν . . τῷ δὲ (bis) scripsi: τό μὲν . . τὸ δὲ M 21.22 ἁρμόσῃ (bis) scripsi: ἁρμόσει M)Περὶ οὐσίας.
p. 2a11 οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν.
ἐπειδὴ αἱ κατηγορίαι καὶ λέγονται καὶ εἰσὶ καὶ αὐτὸ τοῦτο κατηγοροῦνται, διότι μὲν λέγονται, τῶν λεγομένων ἐποιήσατο τὴν διαίρεσιν, διότι δὲ εἰσί, τὰ ὄντα διεῖλεν, διότι δὲ κατηγοροῦνται, ὡρίσατο ὁμώνυμα, συνώνυμα, παρώνυμα· | ταῦτα γὰρ κατηγορίας τρόποι εἰσίν. ἐν ᾧ δὲ μάλιστα [*](52v) προσῆκεν ταῖς κατηγορίαις τὸ συνωνύμως κατηγορεῖσθαι, ἐνδιέτριψε τῷ λόγῳ τῷ περὶ τῶν συνωνύμων, παραδοὺς αὐτῶν τὸ ἴδιον. ἦν δὲ τοῦτο τὸ μεταδιδόναι τοῖς οἰκείοις ὑποκειμένοις τῶν ἰδίων κατηγορουμένων. τοῦτο δὲ ειπεν, ελεγεν ὅταν ὅταν ἕτερον καθ' ἑτέρου κατηγορῆται ὡς καθ' ὑποκειμένου, ὅσα κτὰ τοῦ κατηγορημένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. εἶτα ἐδίδαξεν ποῖα μὲν τῶν συνωνύμων τὰς αὐτὰς ἔχει διαφοράς, ποῖα δὲ ἑτέρας, καί φησιν ὅτι τὰ ἑτερογενῆ ἑτέρας ἔχει τὰς διαφοράς, τὰ δὲ ὑπάλληλα τὰς αὐτάς. καὶ ἁπλῶς εἰπεῖν, πέντε μέν τινας ὁρισμοὺς ἁποδέδωκεν, ὁμωνύμων, συνωνύμων, παρωνύμων, τῆς ἐν ὑποκειμένῳ φωνῆς, τῆς καθ’ ὑποκειμένου, τρεῖς δὲ διαιρέσεις, * * τῶν λεγομένων κατὰ συμπλοκὴν εἰς τέσσαρα, τῶν ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας, καὶ τρεῖς κανόνας, δύο μὲν τοῦ βάθους τῶν κατηγοριῶν ἕνα δὲ τοῦ πλάτους. καὶ διαλαβὼν περὶ τούτων ἐν τῷ πρώτῳ τμήματι καὶ οὕτω προπαρασκευάσας ἡμάς, μέτεισι λοιπὸν ἐπὶ τὸ δεύτερον τμῆμα ἐντεῦθεν ἐφαπτόμενος τῶν ἀφώνων καὶ ποιεῖται τὴν ἀρχὴν ἀπὸ τῆς οὐσίας. εἰκότως, ἐπειδὴ αὕτη πρώτη τῶν ἄλλων ἐστίν· ὄντων μὲν γὰρ τῶν συμβεβηκότων ἀνάγκη πάντως οὐσίαν ὑπάρχειν, οὔσης δὲ ταύτης οὐκ ἀνάγκη πάντως εἶναι καὶ τὰ συμβεβηκότα· ὥστε συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ. ἀλλὰ καὶ συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ· | ἀναι- [*](53r) ρουμένης μὲν γὰρ οὐσίας ἀνῄρηται καὶ τὸ συμβεβηκός, ἀναιρουμένων δὲ τῶν συμβεβηκότων οὐκ ἀνῄρηται ἡ οὐσία. τὰ δὲ τοιαῦτα φύσει πρῶτά ἐστιν. οὐκοῦν ἐπειδὴ καλῶς ἡμῖν ὑπεξείργαστο ὁ λόγος ὁ περὶ τῆς τάξεως, φέρε ζητήσωμεν ἐπὶ τῆς παρούσης θεωρίας ἕξ τινα· πρῶτον μὲν πόσα τὰ σημαινόμενα τῆς οὐσίας, δεύτερον δὲ περὶ ποίου σημαινομένου ὁ λόγος ἐστί, τρίτον ποίῳ τρόπῳ διαιρέσεως κέχρηται, τέταρτον διὰ τί τὴν ἄτομον τῆς καθόλου πρώτην ἐκάλεσεν, πέμπτον εἰ γένος ἡ οὐσί, πῶς ἐπιδέχεται τὸ πρῶτον καὶ τὸ δεύτερον, ἕκτον ζητήσωμεν εἰ ὑγιής ἐστιν ἡ ἀποδεδομένη ὑπογραφὴ τῆς οὐσίας. οὐχ ἓν τοίνυν ἀλλὰ πολλὰ σημαινόμενα τῆς οὐσίας ἔστιν· λέγεται γὰρ οὐσία καὶ πάντα τὰ ὄντα, καθὸ ὕπαρξιν ἔχει τινά, ἔστιν [*](7 διῆλεν M 12 ἔλεγεν] p. 1b10 κατηγορεῖται M 13 κατηγορουμένου Arist. τοσαῦτα] πάντα Arist. 19 lac. siguavi: inseras τῶν λεγομένων εἰς τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς (cf. p. 41,36) 34 εἰ M2: ἡ M1)
<Θεωρία ιε΄.>
p. 2a11 οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένω τινί έστιν.
Πανταχόθεν ὁ Ἀριστοτέλης τὴν ἄτομαν οὐσίαν καὶ πρώτην ἐγκωμιάζει, ἐκ τοῦ λέγεσθαι καὶ τοῦ εἶναι καὶ τοῦ νοεῖσθαι, καὶ ἐκ μὲν τοῦ λέγεσθαι λέγων κυριώτατα, ὅτι κυρίως αὐτῇ πρόσεστι τὸ ὄνομα καὶ οὐ μεταφορικῶς, ἐκ 55r δὲ τοῦ νοεῖσθαι λέγων καὶ πρώτως, ἐκ δὲ τοῦ εἶναι τῷ μάλιστα κεχρημένος, ὡς ἄν εἰ ἔλεγεν ὅτι οὐσία ἐστὶν ἡ κυρίως λεγομένη καὶ πρώτως νοουμένη καὶ μάλιστα οὖσα. ὅμως καὶ πανταχόθεν τὴν μερικὴν ἐπαινέσας οὐσίαν οὐκ ἠδυνήθη τελείαν ταύτῃ τὴν ψῆφον ἀποδοῦναι· περὶ γὰρ ταύτης [*](6 οὐδὲ] οὔτε M 11 ὑγειῶς 51 12. 28 scribas κυριώτατά τε (cf. p. 57.2) 14 an λέγουσι? 19 ἐνταῦθα—διαστολὴν in mrg. suppl. M 23. 24 ὑποκείμενον inserui 34 τῷ] τὸ M)
p. 2a13 Οἷον ὁ τὶς ἄν θρωπος ἢ ὁ τὶς ἵππος.
Ἐνταῦθα ζητοῦμεν πῶς ὁ φιλόσοφος μερικῆς οὐσίας βουλόμενος παράδειγμα λαβεῖν, ὁ τὶς ἄνθρωπος εἶπεν, καὶ μὴ ἔφησεν Σωκράτης καὶ Πλατῶν. φαμὲν οὗν ἡμεῖς ὅτι τοῦτο πεποίηκεν, ἵνα καὶ ἐν τοῖς μερικοῖς ἀναστρεφομένους ἡμᾶς τὰ κοινότερα παρασκευάσῃ καταδιώκειν· διὰ γὰρ τοῦ τὶς ἄνθρωπος καὶ καθολικωτέρῳ καὶ κοινοτέρῳ ὀνόματι ἐχρήσατο καὶ μερικὴν οὐσίαν ἐσήμανεν· τὸ γὰρ τίς, ὡς ἤδη πολλάκις εἰρήκαμεν, μερικόν ἐστιν πρόσρημα, τὸ δὲ ἄνθρωπος κοινὸν κατὰ πάντων φερόμενον τῶν μερικῶν. δῆλον οὗν ἐντεῦθεν ὡς ὁ τὶς ἄνθρωπος εἰπὼν καὶ κοινοτέρῳ ἐχρήσατο ὀνόματι καὶ τὸ μερικὸν οὐδὲν ἐζημίωσεν. ἢ οὖν διὰ ταύτην τὴν αἰτίαν προήγαγε τὸν λόγον, ἢ διότι περὶ τῶν κατηγοριῶν ὑπῆρχεν ὁ λόγος αὐτῷ, οὐκ ἐμνήσθη Σωκράτους ἢ Πλάτωνος, ἀλλ’ εἶπεν τὶς ἄνθρωπος, ὅπερ κοινότερόν ἐστιν, ὡς εἰρήκαμεν, ἤπερ ἴδιον τοῦ κατηγορουμένου, προσεγγίζει δὲ ταῖς κατηγορίαις μᾶλλον τὸ κοινῶς κατηγορεῖσθαι ἤπερ ἰδίως.
p. 2a14 Δεύτεραι δὲ | οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρῶται 55v οὐσίαι λεγόμεναι ὑπάρχουσιν.
Είρηκὼς ὁ Ἀριστοτέλης ποίας πρώτας οὐσίας καλεῖ, μετέρχεται λοιπὸν ἐπὶ τὸ διδάξαι ποῖαι λέγονται εἶναι δεύτεραι οὐσίαι. δεύτεραι τοίνυν, φησίν οὐσίαι εἰσίν, ἐν οἷς εἴδεσιν αἱ πρῶται οὑσίαι λεγόμεναι ὑπάρχουσιν. ὅρα δὲ πῶς τεχνικὸς ὢν καὶ ἀκριβὴς οὐκ εἶπεν ὅτι τὰ γένη καὶ τὰ εἴδη δεύτεραι οὐσίαι λέγονται· ἠπίστατο γὰρ ὅτι καὶ ἐν τοῖς συμβεβηκόσιν εἰσὶν γένη καὶ εἴδη, οἷον ἐπὶ τῷ ποιῷ συμβεβηκότι ὄντι ἐστὶ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκόν. ἵνα οὖν μὴ ἐπὶ τὰ συμβεβηκότα τὸν νοῦν ἡμῶν ἐπαγάγῃ, διὰ τοῦτο εἶπεν δεύτεραι οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι ὑπάρχουσιν, τοῦτ’ ἔστι τὰ εἴδη τὰ κατηγορούμενα τῶν ἀτόμων οὐσιῶν. σκόπει δὲ πῶς οὐκ ἐκαρτέρησε πάλιν τελείαν ἀποδοῦναι τὴν ψῆφον κἀνταῦθα προστιθεὶς τὸ λεγόμεναι, πανταχοῦ τοὺς τοσούτους ἐπαίνους κολάζων.
p. 2a17 Δεύτεραι οὖν αὗται οὐσίαι λέγονται, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον.
Ἔστι καὶ ἑτέρως ἐπιχειρῆσαι ὅτι τὸ πρῶτον καὶ τὸ δεύτερον οὔκ εἰσι [*](8 περασκευάσῃ scripsi: παρασκευάσει M 10 πολλάκις εἰρήκαμεν] spectat sumn in Isag. comm. 16. 17 ἤπερ] εἴπερ iM Ifi an τὸ ἴδιον κατηγορύμενον? προσεγγίσει M 22 φασίν M 24 συμβεβηκῶσι M 27 ἐπαγάγει M 30 post τελείαν addas ταύταις (cf. p. 59,37) κἀνταῦθα προστιθεὶς scripsi: κἀνταῦθα (sic) προστιθῇ M πανταχοῦ—κολάζων (31)] cf. El. p. 165,15 λέγ. οὐσίαι coll. Arist. 34 ἔστι καὶ ἑτέρως ἐπιχ.] cf. p. 58,36)
p. 2a19 Φανερὸν δὲ ἑκτῶν εἰρημένων ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον καὶ τὸ ἑξῆς.
Πανταχόθεν ἐγκωμιάσας ὁ φιλόσοφος τὴν ἄτομον καὶ πρώτην οὐσίαν ἔκ τε τοῦ λέγεσθαι καὶ εἶναι καὶ νοεῖσθαι διὰ τριῶν λέξεων, τῆς τε κυριώτατα καὶ τῆς πρώτως καὶ μάλιστα νῦν τὴν αἰτίαν ἀποδίδωσι τῶν τοσούτων ἐπαίνων καὶ κέχρηται λόγῳ δυναμένῳ τριχῶς ἀκούεσθαι, καὶ ὡς θεώρημα καὶ ὡς πόρισμα καὶ ὡς λῆμμα. ἀλλ’ ἐπειδὴ τῶν πραγμάτων τὰ μέν ἐστι καθ’ αὑτὰ τὰ δὲ ἐν σχέσει, καὶ εἰ μὲν καθ’ αὑτά, ποιεῖ τὸ θεώρημα, εἰ δὲ ἐν σχέσει, ἢ πρὸς τὰ φθάσαντα ἢ πρὸς τὰ μέλλοντα, καὶ εἰ μὲν πρὸς τὰ φθάσαντα, τὸ πόρισμα ποιεῖ οἷον κέρδος ἐκ τῶν φθασάντων ἀναφαινόμενον, εἰ δὲ πρὸς τὰ μέλλοντα τὸ λῆμμα ποιεῖ· ἀλλ’ ἐπειδὴ τὰ καθ’ αὑτὰ τῶν ἐν σχέσει πρῶτά εἰσιν, πρῶτον ὡς θεωρήματος ἀκουστέον τοῦ λόγου, εἶτα ἐπειδὴ πάλιν τὰ φθάσαντα τῶν μελλόντων πρῶτά ἐστι, δεύτερον ὡς πορίσματος ἀκουστέον, καὶ εἶθ’ οὕτως ὡς λήμματος. ὡς μὲν οὖν θεωρήματος οὕτως· πέντε τρόποι εἰσὶ κατηγοριῶν, ὡς δείξομεν ἐκ διαιρέσεως τοιαύτης· πάντα τὰ κατηγορούμενα ἢ κατὰ φύσιν ἐστὶν | ἢ παρὰ φύσιν· [*](56v) κατὰ φύσιν μέν, ὅταν τὰ καθόλου τῶν μερικῶν κατηγορῶνται ἢ τὰ συμβεβηκότα τῶν οὐσιῶν, παρὰ φύσιν δὲ τὸ ἀνάπαλιν· ἐνδέχεται γὰρ καὶ τὰ μερικὰ τῶν καθόλου κατηγορεῖσθαι καὶ τῶν συμβεβηκότων τὴν οὐσίαν· τὰ μὲν μερικὰ τῶν καθόλου, ὡς ὅταν εἴπω ῾τὸ προσιὸν ζῷον ἄνθρωπός ἐστι᾿, τὴν δὲ οὐσίαν τῶν συμβεβηκότων, ὡς ὅταν εἴπω ῾λευκὸς ἄνθρωπός ἐστι᾿. τὰ μὲν οὗν κατηγορούμενα, ὡς εἰρήκαμεν, ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν, καὶ εἰ μὲν κατὰ φύσιν, ἢ καθ’ ὑποκειμένου ἡ ἐν ὑποκειμένῳ· καθ’ ὑποκειμένου μὲν ὡς τὰ καθόλου τῶν μερικῶν, ἐν ὑποκειμένῳ δὲ ὡς τὰ συμβεβηκότα τῶν οὐσιῶν. πάλιν τὸ ἐν ὑποκειμένῳ ὄν ἢ οὐ μεταδίδωσι τοῦ ὀνόματος καὶ ποιεῖ τὸ ἑτερώνυμον, ἢ μεταδίδωσι· καὶ εἰ μεταδίδωσιν, ἢ μέρος ἢ ὅλον· καὶ εἰ μέρος, ποιεῖ τὰ παρώνυμα, εἰ δὲ ὅλον, ποιεῖ τὰ ὁμώνυμα. ἐφάνησαν οὖν ἡμῖν ἐκ ταύτης τῆς διαιρέσεως πέντε τρόποι κατηγοριῶν, παρὰ φύσιν, καθ’ ὑποκειμένου, ὁμωνύμως, ἑτερωνύμως, παρωἔχει [*](2 M 4 ἀνωτ.] p. 1b16 5. 9 εἰσι] ἐστι M 7 παραδεξόμεθα M 8 τοῦ φιλοσόφου M2: τῶν φιλοσόφων M1 14 πρώτης M 26 κατηγοροῦνται M 29 προσιών M 34 οὐ supersor. M)
Ἀλλὰ ἀπορία τις ἡμῖν ἐντεῦθεν ἀνακύπτειἡ λέγουσα ὅτι εἰ πάντα ἐστὶν ἐν τῇ ἀτόμῳ οὐσίᾳ, καθὸ κατηγοροῦνται αὐτῆς, εὑρεθήσεται καὶ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ. ὃ ἐπιλυόμενοί τινες λέγουσιν ὅτι ναί· ἔστιν γὰρ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ· ἔχει γὰρ ἡ ψυχὴ τὴν καθόλου γνῶσιν καὶ οἶδεν τὸ καθόλου συμβεβηκός. ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα λέγοντας ἡμεῖς φαμεν ὅτι ἡ ψυχὴ τὴν τοῦ καθόλου γνῶσιν ἔχει, οὐ μέντοι γε τὴν καθόλου γνῶσιν· τὴν τοῦ καθόλου μὲν γὰρ ἔχει γνῶσιν I ὡς γιγνώσκουσα τὰ καθόλου, τὴν δὲ καθόλου γνῶσιν οὐκ ἔχει, [*](57v) ἐπεὶ ἐχρῆν μηδεμίαν ἄλλην γιγνώσκειν, εἰ μὴ τὴν ἔχουσαν καὶ μόνον. ὅτι δὲ τὸ καθόλου συμβεβηκὸς οὐκ ἔστιν ἐν τῇ μερικῇ οὐσίᾳ, δείξομεν ἐκ τριῶν τινων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοιαύτην ἔχει τὴν ἀγωγήν· εἰ τὸ καθόλου συμβεβηκός, ὡς ὑμεῖς φατε, ἐν τῇ μερικῇ οὐσίᾳ ἐστίν, εὑρεθήσεται καὶ τὸ μερικὸν συμβεβηκὸς ἐπὶ τῇ καθόλου οὐσίᾳ, ἐπεὶ τίς ἡ αἰτία τῆς ἀποκληρώσεως τὸ αὐτὸ μὲν καθόλου συμβεβηκὸς εἶναι ἐν τῇ μερικῇ οὐσίᾳ, τὸ δὲ μερικὸν συμβεβηκὸς μὴ εἶναι ἐν τῇ καθόλου οὐσίᾳ; εἰ δέ ἐστι τὸ μερικὸν συμβεβηκὸς ἐν τῇ καθόλου οὐσίᾳ, ἔστι δὲ καὶ ἐν τῇ μερικῇ οὐσίᾳ, ἔσται ἓν πρᾶγμα κατὰ ἀριθμόν, οἷον τὸ λευκὸν ἢ τὸ μέλαν, ἐν δύο ὑποκειμένοις, ὅπερ ἀδύνατον. δεύτερον ἐπιχείρημα τοιαύτην ἔχον τὴν ἀγωγήν· εἰ τὸ μερικὸν συμβεβηκὸς ἐν τῇ καθόλου οὐσίᾳ ἐστίν, ἀλλὰ μὴν καὶ ἐν τῇ μερικῇ ἐστιν οὐσίᾳ, οὐδὲν ἧττον θεωρεῖται, εἰ τὰ αὐτὰ ἀλλήλοις ἐστίν, ἢ ἕτερα. ἀλλ’ εἰ μὲν ταὐτά, συνάγεται ἄτοπον· οὐδέἔλεγεν] [*](3 p. 1a10 4 pr. 1. κατηγορεῖται M 5 τοσ.] πάντα Arist. 12 post λήμματος lacunam signavi 15. 16 τοῖς (bis) scripsi: τῆς M 28 an μόνην? 33 τὸ αὐτὸ] scribas τοῦ τὸ)
<Θεωρία ις΄.>
p. 2a19 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ’ ὑπο|κει- [*](51v) μένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου.
Ἡμεῖς μὲν ἐν τῇ θεωρίᾳ παραδεδώκαμεν ὡς δυνατὸν τριχῶς τὸ προπείμενον ἀκούεσθαι καὶ ὡς θεώρημα καὶ ὡς λῆμμα καὶ ὡς πόρισμα. ὁ δὲ φιλόσοφος ἔοικε διαλαμβάνειν περὶ αὐτοῦ ὥσπερ πορίσματος· τὸ γὰρ φανερὸν ἐκ τῶν εἰρημένων τὸ πόρισμα σημαίνει, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ πόρισμα ἢ κέρδος ἐκ τῶν φθασάντων ἀναφαινόμενον.
p. 2a35 Τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ᾿ ἕκαστα προχειριζομένων, οἷον κατατοῦ ἀνθρώποο τὸ ζῷον κατηγορεῖται.
Βουλόμενος ὁ φιλόσοφος δεῖξαι ὡς τὰ καθόλου τῶν μερικῶν κατηγοἀρχῇ κατηγοἀρχῇ [*](4 addidi (cf. p. 58,2) 6 σωκράτη M 7 ὢν M 9 βούλεσθαι M 11 τὸ addidi 13 ἑνί scripsi: ἐν M 17 ὅτι addidi IS οὖσαι] an εἰσιν? 21 εἰρήκαμεν] v. 18 an ἐπιδέξαιτο? 22 εἰσι] ἐστι M τῷ] τὸ M 31 διαλαμβάνον M 35 τὸ ζῷον κατὰ τοῦ ἀνθρ. coll. Arist.)
p. 2b7 Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· <ἔγγιον γὰρ γὰρ τῆς πρώτης οὐσίας> ἐστίν· τις τὴν πρώτην οὐσίαν τί ἐστιν, γνωριμώτερον καὶ οἰκειότερον ἀποδίδωσι τὸ εἶδος ἤπερ γένος.
Πανταχόθεν ἐπαινέσας τὴν πρώτην οὐσίαν ὁ Ἀριστοτέλης καὶ τὴν [*](59r) αἰτίαν τῶν ἐπαίνων ἀποδούς, μετέρχεται λοιπὸν ἐπὶ τὰς δευτέρας οὐσίας καὶ τὸ φαινόμενον μὲν τῇ ἀληθείᾳ ἀκμὴν ἔχεται τῶν ἐπαίνων τῆς ἀτόμου καὶ πρώτης οὐσίας· ἐν γὰρ ταῖς δευτέραις οὐσίαις τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσίαν καλεῖ, διότι ἐγγύτερόν ἐστι τῆς πρώτης οὐσίας. εἰ οὖν τοῦτο ἀληθές, πῶς οὐ τῶν μεγίστων ἐπαίνων ἀξιωθήσεται; κατασκευάζει τοίνυν ἐκ δύο ἐπιχειρημάτων ὅτι μᾶλλον τὸ εἶδος οὐσία ἤπερ τὸ γένος, ἐκ τῆς ἐγγύτητος καὶ τῆς ἀναλογίας. καὶ ἐκ μὲν τῆς ἐγγύτητος οὕτως· τὸ μᾶλλον πλησιάζον τῇ ἀτόμῳ οὐσίᾳ μᾶλλον οὐσία ἐστί· τὸ δὲ εἶδος μᾶλλον τοῖς ἀτόμοις πλησιάζει τοῦ γένους· τὸ εἶδος ἄρα μᾶλλον οὐσία ἐστίν. ὅτι δὲ πλησιέστερόν ἐστι τοῦ γένους, δῆλον ἐντεῦθεν· ἐὰν γὰρ βουληθῶμεν εἰδέναι τί ἐστιν ἡ ἄτομος καὶ πρώτη οὐσία καὶ ἀποδῶμεν ὅτι ἄνθρωπος, οἰκειότερον καὶ προσεχέστερον ἀποδώσομεν, ἤπερ ἐὰν εἴπωμεν ζῷον. ἐκ δὲ τῆς ἀναλογίας ὅτι ᾧ δἂν ἐν ταῖς δευτέραις οὐσίαις αἴτιον ὑπῆρχεν τῶν τοσούτων ἐπαίνων τῆς ἀτόμου οὐσίας, ἐκεῖνο μᾶλλον οὐσία ἐστί· λέγω δὴ τοσούτων ἐπαίνων αἴτιον τὸ πᾶσιν ὑποκέῖσθαι· εἰ οὖν τὸ εἶδος πᾶσιν ὑπόκειται, τοῖς μὲν συμβεβηκόσιν ἵνα ὑποστῶσιν, τοῖς δὲ γένεσιν ἵνα κατηγορηθῶσιν, δῆλον ὅτι μᾶλλον οὐσία ἐστίν. ὅτι δὲ τὸ γένος ὑπόκειται τοῖς συμβεβηκόσι πρὸς ὑπόστασιν, οὐκ ἔτι δὲ καὶ ἄλλοις τισὶ πρὸς κατηγορίαν, πρόδηλόν ἐστι. εἰκότως οὖν ἔκ τε τῆς ἐγγύτητος καὶ τῆς ἀναλογίας τὴν τοιαύτην | προσηγορίαν [*](59v) τὸ εἶδος μᾶλλον ἀπείληφεν ἤπερ τὸ γένος, διότι τὸ ἴδιον τῆς πρώτης οὐσίας ἐν τούτῳ μᾶλλόν ἐστιν, ἤπερ ἐν τῷ γένει, φημὶ δὴ τὸ εἶναι μᾶλλον οὐσίαν τὸ εἶδος ἤπερ τὸ γένος.
Ἀλλ’ ἐντεῦθεν τρεῖς ἡμῖν ἀνακύπτουσιν ἀπορίαι, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· πῶς αὐτὸς ὁ φιλόσοφός φησιν μετ’ ὀλίγον ὅτι οὐκ ἐπιδέχεται ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐνταῦθα τοῦτο ἀποφαινόμενος [*](2. 7 κατηγόρησαι M 3 ὑπάρ·χων M 5 εἰρήκαμεν] v. 2 6 εἰ] ἡ M 10 ἔγγιον—οὐσίας inserui 11 γνωριμότερον M 12 ἀποδώσει Arist. post εῖδος adtl. ἀποδιδοὺς Arist. ἤπερ] εἴπερ M (constanter) 26 ᾦ scripsi: ὃ M 34. 35 φημὶ—γένος eicias 37 τρόπον scripsi: evan. M)
’Ev τούτοις ἡμᾶς ὁ φιλόσοφος προπαρακευάσας ἐφάπτεται λοιπὸν ὡς εἰπεῖν αὐτῶν τῶν ἀγώνων, βουλόμενος ἡμῖν ἀποδοῦναι τί ἐστιν οὐσία. ἀλλ’ ἐπειδὴ γένος ἐστὶν αὕτη γενικώτατον, τῶν δὲ γενικωτάτων γενῶν, ὡς ἴσμεν, ὁρισμοὺς οὐκ ἔστιν ἀποδοῦναι, διότι πᾶς ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν, εἰκότως ὁρισμῷ οὐχ ὑποβάλλει | τὴν φύσιν αὐτῆς, ἀλλ’ ἐξ ἰδίων αὐτὴν [*](60v) χαρακτηρίζει· τὸ γὰρ ἴδιον εἰκών ἐστιν ὡς εἰπεῖν ὁρισμοῦ. ἀποδίδωσιν οὖν ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἐπειδὴ δὲ τὸ ἴδιον καὶ μόνῳ καὶ παντὶ βούλεται ἐφαρμόζειν, ζητήσωμεν ἐπὶ τοῦ παρόντος ἰδίου εἰ πρόσεστιν αὐτῷ ταῦτα. ἀλλ’ εἰ μὲν μόνῃ ἢ οὐ μόνῃ ἐφαρμόζει, ἑτέρᾳ θεωρίᾳ φυλάξωμεν· εἰ δὲ πάσῃ <καὶ> πῶς πάσῃ ἐφαρμόσει, ἐπὶ τῆς παρούσης οὔσης θεωρίας ζητήσωμεν. λέγω τοίνυν ὅτι πάσαις ταῖς οὐσίαις ὑπάρχει, [*](1 τῷ scripsi: τὸ M 7 ὁ addidi 17 συμβάλεσθαι M 19. 20 μὴ δεύτεραι—συμβεβηκότα delevi 24 ἓν scripsi: ἑνὸς M 26 ἐκλίθησαν M 32 δὲ scripsi: ἡδῆ M 39 καὶ inserui an ἐφαρμόζει? Comment, in Arist. XII 1. Olymp. Prol. et in Cat.)
<Θεωρία ιζ΄.>
p, 3a7 Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι.
Ἄξιον ζητήσεως ὅτι πῶς ἴδιον οὐσίας προθέμενος εἰπεῖν ὁ φιλόσοφος εἶπε κοινόν. καί φαμεν ὅτι καὶ κοινόν ἐστι καὶ ἴδιον· κοινὸν μὲν ὡς πρὸς τὰ ὁμοειδῆ, ἴδιον δὲ ὡς πρὸς τὰ ἑτεροειδῆ· οἷον τὸ [τὶ] γελαστικὸν κοινὸν μέν ἐστιν πάντων ἀνθρώπων, ἴδιον δέ ἐστι τοῦ ἀνθρώπου ὡς πρὸς ἵππον καὶ βοῦν.
p. 3a21 οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί· τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν.
᾿Αποδοὺς ἡμῖν ὁ φιλόσοφος τὸ ἴδιον τῆς οὐσίας καὶ δείξας ὡς πάσῃ ἁρμόττει, οὐκ ἀρκεῖται τῷ πάσῃ ὑπάρχειν οὐδὲ γὰρ τοῦτο καὶ μόνον ἔχει τὰ ἴδια, ἀλλὰ βούλεται μὴ μόνον παντὶ ὑπάρχειν, ἀλλὰ καὶ μόνῳ ἐκείνῳ οὗ ἔστιν ἴδιον), <ἀλλὰ> διὰ διὰ τῶν παρόντων ζητεῖ εἰ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει φημὶ δὴ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἐκ τούτου γὰρ μᾶλλον χαρακτηρίσει τὸ ἴδιον ἧπερ ἐκ τοῦ πάσῃ ὑπάρχειν. ἐνταῦθα τοίνυν φησὶν ὡς οὐκ [*](62r) ἔστι τὸ μὴ ἐν ὑποκειμένῳ ἴδιον τῆς οὐσίας, διότι καὶ ταῖς διαφοραῖς διαφοραῖς καὶ γὰρ καὶ αἱ διαφοραὶ οὐκ ἐν ὑποκειμένῳ εἰσίν. ἀλλ’ ἐκ τούτου εὐθὺς ἀπορία τις ἀνακύπτει ἡ λέγουσα· τί φῄς ὧ Ἀριστότελες; οὐκ οἴει τὰς διαφορὰς οὐσίας εἶναι, ἐπειδὴ λέγεις μὴ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀλλὰ καὶ ταῖς διαφοραῖς, ὡς τῶν διαφορῶν δηλονότι μὴ οὐσῶν οὐσιῶν; οὐκοῦν συνελόντα φάναι αἱ διαφοραὶ ἢ οὐσίαι εἰσὶν ἢ οὔκ εἰσιν οὐσίαι. εἰ μὲν οὖν οὐσίαι τετυχήκασιν οὖσαι, τίς ἡ χρεία τῆς τοιαύτης ἀντιδιαστολῆς; εἰ δὲ οὐκ οὐσίαι, ἐπειδὴ ὁρῶμεν τὰς τοιαύτα διαφορὰς μέρη τῶν οὐσιῶν οὔσας, εὑρεθήσεται ἡ οὐσία οὐκ ἐξ οὐσιῶν ἀλλ’ ἐκ συμβεβηκότων συγκειμένη, ὅπερ ἀδύνατον. ἀλλ’ ἐρεῖ ἴσως πρὸς ἡμᾶς τοὺς τὰ τοιαῦτα ἀποροῦντας ὁ φιλόσοφος ὅτι δυνατὸν τὰς τὰς καὶ οὐσίας ὑπάρχειν καὶ μὴ εἶναι οὐσίας· οὐσίας μὲν γὰρ λέγομεν ταύτας, διότι ἁπλαῖ οὐσίαι εἰσίν, οὐκ οὐσίαι δέ, διότι οὔκ εἴσιν σύνθετοι, περὶ ὧν ἡ παροῦσα πραγματεία ζητεῖ. ὅθεν καὶ αὐτὸς δεδιὼς μή τις ὑπολάβοι τὰς διαφορὰς συμβεβηκότα ὑπάρχειν, προαναστέλλει τὴν κατ’ αὐτοῦ φερομένην ἀπορίαν, δεικνὺς ὡς αἱ διαφοραὶ οὔκ εἰσι συμβεβηκότα, ἀλλ’ οὐσίαι, διὰ τὸ δεῖξαι ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν.
[*](1 λέγοιντο scripsi: λέγονται M 3 tit. iuserui (cf. p. 63,25) 5 τὶ delevi 10 τοῦτο τῆς οὐσίας Arist. 11 δίππουν M 14 πάσῃ (alt. 1.) scripsi: πᾶσι M οὐδὲ] οὔτε M 16 ἀλλὰ inserui 17 an χαρακτηρίζεται? 18 πάσῃ coni. Vitelli: evan. M 19. 23 τὸ (ante μὴ)] τῶ M 27 οὐκ ἐξ collocavi: ἐξουκ (sic) M 32 δεδειὼς M 33 an ὑπολάβῃ?)Μετὰ γοῦν τὸ πρῶτον ἴδιον ἐπὶ τὸ δεύτερον ἴδιον τῆς οὐσίας μεταβαίνει λοιπὸν ὁ φιλόσοφος, τοῦτ’ ἔστι τὸ συνωνύμως κατηγορεῖσθαι. ὅθεν ζητητέον εἰ ὅλως | ἴδιόν ἐστι τοῦτο. λέγω τοίνυν ὅτι οὐκ ἔστιν ἴδιον, [*](62v) ἐπειδὴ ἐκπέφευγε τὰ προσόντα τῷ ἰδίῳ· πρόσεστι γὰρ τῷ ἰδίῳ, ὡς πολλάκις εἰρήκαμεν, τὸ παντὶ ὑπάρχειν καὶ μόνῳ. τούτῳ <δ'> οὐ οὐ πρόσεστι ταῦτα· γὰρ πάση οὐσίᾳ ὑπάρχει τὸ συνωνύμως κατηγορεῖσθαι οὔτε μὴν μόνῃ. ὅτι μὲν οὖν πάσῃ οὐχ ὑπάρχει, δῆλον ἐντεῦθεν · εἰ γὰρ τὰς ἀτόμους κά πρώτας οὐσίας οὔ φαμεν κατηγορεῖσθαι τὴν ἀρχήν, πῶς ἄν συνωνύμως κατηγορεῖσθαι ταῦτά φαμεν, ὅπου γε μηδὲ κατηγοροῦνται τὸ σύνολον, ὡς εἰρήκαρεν; οὔτε δὲ μόνῃ ὑπάρχει, διότι καὶ ἐν συμβεβηκόσι ἐστὶ τὸ συνωνύμως κατηγορεῖσθαι. ἔτι μέντοι γε καὶ ταῖς διαφοραῖς ὑπάρχει τὸ συνωνύμως κατηγορεῖσθαι. εἰ δὲ καὶ ταῖς διαφοραῖς καὶ τοῖς συμβεβηκόσι, δῆλον ὅτι οὐκ ἔστι ἴδιον τῆς οὐσίας. ἀλλ’ ἐντεῦθεν ἑτέρα τις ἡμῖν ἀνακύπτει ἀπορία, ὅτι πῶς λέγεται συνωνύμως ἡ διαφορὰ κατηγορεῖσθαι ὑπὸ τοῦ φιλοσόφου, δεδειγμένου αὐτῷ ὅτι οὐ κατηγοροῦνται τῶν εἰδῶν, ὅτε ἐλέγομεν μὴ δύνασθαι τὴν λογικότητα κατηγορηθῆναι τοὐ ἀνθρώπου. πρὸς ταύτην τὴν ἀπορίαν φαμὲν ὅτι τὸ συνώνυμον διττόν, ὡς ἐν τῇ ἀρχῇ μεμαθήκαμεν· ἢ τὸ μεταδιδοῦν ὀνόματος καὶ λόγου ἢ τὸ συμβαλλόμενον πρὸς τὸ εἶναι, τοῦτ’ ἔστι τὸ ἀναπληροῦν τὴν οὐσίαν τινός. οὕτω καὶ τὴν ψυχὴν τοῦ ἐμψύχου κατηγορεῖσθαι συνωνύμως φαμέν. ἆρα μὴ διότι τοῦ αὐτοῦ ὀνόματος μετέχει καὶ τοῦ λόγου; οὐδαμῶς· οὔτε γὰρ τὸ ἔμψυχον ψυχὴν ἂν καλέσαιμέν ποτε, ἀλλ’ οὐδὲ μὴν τὸν ὁρισμὸν I τῆς ψυχῆς ἐπιδέξαιτο. ἀλλὰ τούτου χάριν [*](63r) τὴν ψυχὴν τοῦ ἐμψύχου συνωνύμως κατηγορεῖσθαί φαμεν, ὅτι συμβάλλεται τῷ ἐμψύχῳ πρὸς τὸ εἶναι καὶ ἀναπληροῖ τούτου τὴν οὐσίαν· ψυχῆς γὰρ μὴ οὔσης, πῶς ἄν ἔμψυχον εἶναί φαμεν; κατὰ τοῦτο τοίνυν τὸ σημαινόμενον καὶ τὰς διαφορὰς συνωνύμως κατηγορεῖσθαί φαμεν, οὐχ ὅτι μεταδιδόασιν ὀνόματος καὶ λόγου, ἀλλ’ ὅτι συμβάλλονται πρὸς τὸ εἶναι καὶ τὴν οὐσίαν ἀναπληροῦσιν τοῦ ὑποκειμένου.
Μετὰ ταῦτα λοιπὸν ἐπὶ τρίτον ἴδιον μεταβαίνει τῆς οὐσίας ὁ φιλόσοφος καί φησιν ὅτι ἴδιόν ἐστιν τῆς οὐσίας τὸ τόδε τι σημαίνειν· τὸ μὲν γὰρ τόδε ἐπὶ μερικοῦ εἴληφεν. τὸ δὲ τί ἐπὶ πάσης οὐσίας· ἴσμεν γὰρ ὅτι τὸ τί οὐσίας ἐστὶν πρόσρημα καὶ ὅτι πάντα τὰ οὐσιωδῶς κατηγορούμενα ἐν τῷ τί ἐστι κατηγορεῖται. ἵνα οὖν πάσῃ οὐσίᾳ ἐφαρμόσῃ, εἴληφεν τὸ τόδε τι. ἀλλὰ διαφωνοῦσιν ἐνταῦθα οἱ κορυφαῖοι τῶν φιλοσόφων, Ἀριστοτέλης καὶ Πλάτων· ὁ μὲν γὰρ Ἀριστοτέλης τὸ τόδε τι ἐπὶ μερικοῦ πράγματος ἐπιφέρει, τὸ δὲ τοιόνδε ἐπὶ τοῦ καθόλου· δύο γὰρ ταῦτά ἐστιν παρακείμενα τὸ τόδε καὶ τὸ τοιόνδε. ὁ δὲ Πλάτων οὐχ ὡς ὁ Ἀριστοτέλης τὸ τόδε μερικῶς ἐπιφέρει καὶ τὸ τοιόνδε καθόλου, ἀλλὰ τὸ ἀνάπαλιν. οὐκοῦν ἵνα μὴ ἡμεῖς παρίδωμεν τοὺς κορυφαίους τῶν φιλοσόφων διαφωνοῦντας καὶ κινδυνεύσῃ στῆναι τὰ τῆς φιλοσοφίας, φέρε διαιτήσωμεν αὐτούς. ἰστέον [*](2 τοῦτ’ ἐστι scripsi: VI fere litt. ovau. M 5 τούτῳ scripsi: τοῦτο 31 δ’ οὐ scripsi: οὐ (supra scr.) M 6 τὸ] tw M 15 δεδειγμένα M1 ἐλέγομεν] spectat Isag. comm. 17 μεμαθήκαμεν] cf. v. 15 21. 22 καλέσωμεν et ἐπιδέξηται M 26. 27 μεταδίδωσιν M 40 κινδυνεύσει M an ἀναστῆναι?)
Καὶ ἐπειδὴ τοῦτο καλῶς ἡμῖν διήρθρωται, φέρε κατὰ τὸ συνεχὲς βαδίζοντες χωρήσωμεν ἐπὶ τὴν τάξιν τῶν ἰδίων, ζητοῦντες πῶς καὶ ποίᾳ | τάξει κεχρημένος ταῦτα παραδέδωκεν ὁ φιλόσοφος. πρῶτον τοίνυν εἷπεν 64v τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. εἰκότως· ἐπειδὴ γὰρ τὸν ὁρισμὸν ἀποδοὺς τῆς οὐσίας ἐν ἐκείνῳ ἐμνήσθη τούτου τοῦ ἰδίου, ἵνα μὴ ἐπὶ πολὺ ἀνηκόους [*](5 ὑπαρχούσει M 10 ἀριστοτέλους scripsi: ἀριστοτέλης M alt. δὲ inserui 13 ἴσμεν] cf. p. 41, 23 τὰ uddidi 27 ἀριστοτέλη scripsi: ἀριστοτέλους M 35 τὸ] τῶ M 36 ἔστιν—τί inscrui 40 τὸ] τῶ M)
<Θεωρία ιη΄.>
p. 3a21 Οὐκ ἴδιον δὲ οὐσίᾳ τοῦτο, ἀλλὰ καὶ ἡ διαφορά, καὶ τὰ ἐξῆς.
Ἀποδοὺς ἡμῖν ὁ φιλόσοφος τὸ ἴδιον τῆς οὐσίας, τὸ μὴ ἐν ὑποκειμένῳ εἷναι, καὶ δείξας ὡς πάσῃ οὐσίᾳ ἁρμόττει, ἐπειδὴ τὸ ἴδιον βούλεται μὴ μόνον παντὶ ἐφαρμόζειν, ἀλλὰ καὶ μόνῳ ἐκείνῳ οὗ ἐστιν ἴδιον, ἐξ οὗ καὶ μᾶλλον χαρακτηρίζεται, δείκνυσιν ὡς τὸ μὴ | ἐν ὑποκειμένῳ πάσῃ μὲν 65r οὐσίᾳ ὑπάρχει, οὐ μόνῃ δέ· καὶ γὰρ καὶ αἱ διαφοραὶ τῶν μὴ ἐν ὑποκειμενῳ εἰσιν.
p. 3a22 Τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν, καὶ τὰ ἑξῆς.
Προσθετέον ἐνταῦθα ῾τὸ μὴ ἐν ὑποκειμένῳ᾿· τὸ μὲν γὰρ ὅλως εἰπεῖν ὅτι τὸ δίπουν οὐκ ἔστιν ἐν τῷ ἀνθρώπῳ ἀδύνατον· ἐν τούτῳ γὰρ ἔστιν, οὐκ ἐν ὑποκειμένῳ μέν, ἀλλ’ ὡς καθ’ ὑποκειμένου τούτου κατηγορύμενον.
p. 3a29 Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ἕως τοῦ τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι.
Ὅ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, ὅτι] τὰς διαφορὰς ἀντιδιέστειλεν ταῖς οὐσίαις μὴ οὐσίας ὑπαρχούσας. ἐπεὶ οὗν αἱ διαφοραὶ μέρη τῶν οὐσιῶν εἰσι, δεδιὼς μή τις τἀς διαφορὰς ὑποπτεύσῃ μὴ εἶναι οὐσίας, νῦν βούλεται δεῖξαι ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν. οὐκ αὐτόθεν δὲ περὶ τούτου διαλέγεται, ἀλλὰ πρῶτον ἀπορίαν τίθησίν τινα, δεικνὺς ὅτι αἱ διαφοραί, εἰ καὶ μέρη εἰσὶ τῆς οὐσίας καὶ ἐν ὑποκειμένῳ εἰσὶ τοῖς ὅλοις, οὔκ εἰσι συμβεβηκότα. ἡ δὲ ἀπορία τοιαύτη ἐστίν· εἰ τὰ μέρη τῶν οὐσιῶν ἐν ὑποκειμένῳ [*](6 λοιπὸν M 6. 7 ἑτέρων δὲ τριῶν μελλόντων] ἕτερα δὲ τρία μέλλοντα M 12 tit. inserui 13 scribas οὐσίας: τοῦτο τῆς οὐσίας Arist. (cf. p. 67,10) 26 ὑπάρχοντος M 27 ἔλέγομεν] p. 67,20 ὅτι delevi 29 δεδειώς M 32 οὗκ εἰσι—ὅλοις in mrg. suppl. M)
p. 3a33 ῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι.
Ἐλέγομεν ὅτι τὸ ἴδιον βούλεται καὶ μόνῳ καὶ παντὶ ἐφαρμόζειν. τὸ μὲν οὖν 1 ἴδιον τῆς οὐσίας, ὅπερ ἀποδέδωκεν ὁ φιλόσοφος, τοῦτό ἐστι τὸ [*](65v) μὴ ἐν ὑποκειμένῳ, πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ. βούλεται δὲ τὸ ἴδιον χαρακτηρίζεσθαι ἐκ τοῦ μόνῳ ὑπάρχειν, ἤπερ ἐκ τοῦ παντί· τὸ μὲν γὰρ πᾶσιν ὑπάρχον κοινόν ἐστιν μᾶλλον ἢ ἴδιον, τὸ δὲ μόνῳ ἴδιον μᾶλλον ἤπερ κοινόν. εἰκότως βουληθεὶς ἐκ τοῦ μόνῳ τὸ πρῶτον ἴδιον χαρακτηρίσαι καὶ μὴ εὑρηκὼς τοῦτο, διότι καὶ ταῖς διαφοραῖς ὑπάρχει, οὐκ ἔφησεν αὐτὸ κυρίως ἴδιον εἶναι. ὅτι δὲ πάσαις οὐσίαις ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, δηλοῖ αὐτὸς λέγων κοινὸν δὲ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ὅτι δὲ οὐ μόνῃ τῇ οὐσίᾳ ἥρμοττε, δηλοῖ αὐτὸς λέγων οὐκ ἴδιον δὲ οὐσίας τοῦτο. μετὰ γοῦν τὸ πρῶτον ἴδιον ἐπὶ τὸ δεύτερον μεταβέβηκε, τοῦτ’ ἔστι τὸ συνωνύμως κατηγορεῖσθαι. καὶ ἐπειδὴ εὑρίσκει τοῦτο μήτε πάσαις ἁρμόττον μήτε μόναις, οὕτε κοινὸν αὐτὸ λέγει οὔτε ἴδιον, ἀλλὰ μόνον φησὶν ὑπάρχει δὲ ταῖς οὐσίαις. ἐξ αὐτῶν δὲ τῶν θυρῶν ἐκάκισεν τοῦτο, προσθεὶς τὸν καί σύνδεσμον· ὁ γὰρ καί ἐναντίος ἐστὶ τῇ τοὐ ἰδίου φύσει· εἰ γὰρ ἴδιον, οὐκέτι καὶ ἅλοις ἁρμόσει. εἰ δὲ ἄλλοις ἁρμόζει, καὶ κοινόν ἐστιν.
p. 3b10 Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν ἕως τοῦ καὶ ἕν ἀριθμῷ τὸ δηλούμενον.
Μετὰ τὸ δεύτερον ἴδιον τῆς οὐσίας ἐπὶ τὸ τρίτον ἴδιον μετέρχεται καί φησιν ἴδιον εἶναι τῆς οὐσίας τὸ τόδε τι σημαίνειν. καὶ τί μὲν ἀντίκειται τῷ τόδε τι καὶ πῶς δοκοῦσι διαφωνεῖν Πλάτων τε καὶ ᾿Αριστοτέλης, διεξήλθαμεν ἐν τῇ θεωρίᾳ. ὃ δὲ ἐπ’ αὐτῆς τῆς ἀληθείας βούλεται σημᾶναι τοιοῦτόν ἐστιν· φησὶν | ὅτι πᾶσα οὐσία τόδε τι σημαίνει. καὶ ὅτι μὲν 66r μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, πρόδηλον. κατὰ δὲ Ἀριστοτέλη οὐ πάσαις· ἐπὶ γὰρ τῶν μερικῶν καὶ μόνον τὸ τόδε τι λέγει, οὐκέτι δὲ καὶ ἐπὶ τῶν καθόλου. ἀλλὰ ποιόν τι. εἰκότως δὲ τόδε τι <τῇ> 9 μερικῇ καὶ μόνῃ οὐσίᾳ ἁρμόττε· μὲν γὰρ τόδε μερικοῦ ὡρισμένου ἐστὶ δηλωτικόν, τὸ δὲ τί, ὡς ἤδη πολλάκις [*](3 δευτέρα δὲ inserui 9 ἐλέγομεν] p. 70,16 12. 13 ἐκ τοῦ παντὶ refecit M2 13 ὑπάρχον scripsi: ὑπάρχει Μ 14 an εἰκότως <ἄρα>? 1 17 κατὰ πάσης 19 τοῦτο τῆς οὐσ. Arist. 21 εὑρήσκει M ἁρμόττων M 24 γὰρ soripsi: M 30 τῳ] τὸ M διεξήλθαμεν] cf. p. 68,34 35 τῇ iuserui 36 ὁρισμένου M)
p. 3b18 οὐχ ἁπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν.
εἰρηκὼς ὁ φιλόσοφος ὅτι αἱ μὲν μερικαὶ οὐσίαι τὸ τόδε τι σημαίνουσιν, αἱ δὲ δεύτεραι οὐσίαι οὐκέτι τὸ τόδε τι ἀλλὰ ποιόν τι, ἐπειδὴ ποιόν τί ἐστιν ἐν τοῖς συμβεβηκόσιν, ἐπήγαγεν λέγων ὅτι οὐχ ἁπλῶς ποιόν τι σημαίνουσιν αἱ δεύτεραι οὐσίαι, ἀλλὰ | τὸ ἐν οὐσίαις ποιόν· ἐν μὲν γὰρ [*](66v) τοῖς συμβεβηκόσιν ἓν ποιὸν δηλοῖ τὸ συμβεβηκός. ἐν δὲ ταῖς οὐσίαις οὐκέτι μία οὐσία ὑπὸ τοῦ ποιοῦ δηλοῦται, ἀλλὰ καὶ εἰδικὴ οὐσία καὶ γενική, καὶ εἰδικὴ μὲν ἡ τοῦ εἴδους γενικὴ δὲ ἡ τοῦ γένους. ἐπιφέρει δὲ λέγων ὅτι ἀνωτέρω οὗτος ὁ εἰρημένος ὁρισμὸς μᾶλλον τοῖς γένεσιν ἁρμόζει ἤπερ τοῖς εἴδεσιν, τοῦτ’ ἔστιν ὁ ταῦτα λέγων ὅτι αἱ δεύτεραι εἰ καὶ φωνῇ τὸ τόδε τι σημαίνουσιν, ἀλλ’ οὖν πλήθους εἰσὶν περιεκτικαὶ καὶ οὐκέτι <ἓν> σημαίνουσιν. πρόδηλον δὲ ὅτι τὸ γένος, τοῦτ’ ἔστι τὸ ζῷον, πλήθους ἐστὶν περιεκτικὸν ἤπερ τὸ εἶδος.
p. 3b24 ῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς εἶναι ἐναντίον· τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον; οἷον τῷ τινὶ ἀνθρώπω οὐδέν ἐστιν ἐναντίον. οὐδὲ τῷ ἀνθρώπῳ ἤτω ζῴῳ οὐδέν ἐστιν ἐναντίον.
Μετὰ τὴν διδασκαλίαν τῶν πρώτων ἰδίων, ἅπερ ἦν τὸ μὴ ἐν ὑποκειμένῳ τὸ συνωνύμως κατηγορεῖσθαι, τὸ τόδε τι σημαίνειν, μεταβέβηκε λοιπὸν ὁ φιλόσοφος ἐπὶ τὰ ἕτερα ἴδια τῆς οὐσίας, τρία καὶ αὐτὰ ὑπάρχοντα τὸν ἀριθμόν, τό τε μὴ ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον [*](1 εἰρήκαμεν] p. 68,31 11 σημαίνει M 14 ποιόν τι ex parte oblitt. M 19 an τὸ ποιὸν δηλοῖ ἕν συμβ.? 20 τοῦ ποιοῦ scripsi: τὸ ποιὸν M 22 ἀνωτ. ante εἰρημ. transponas (cf. v. 2) ἁρμόζειν M 24 ἓν iiiserui 25 πλήθους] scribas πλείονος πλήθους 27 ἐναντ. εἶναι coll. Arist. (cf. p. 76,24) 28. 29 post τινὶ ἀνθρ. add. καὶ τῷ τινὶ ζῴῳ et post οὐδὲν add. γὰρ Arist. 20 οὐδέ γε Arist. (cf. p. 76,25) 32 ante συνὼν. additum μὴ del. M)
Τέταρτον ἴδιον τοίνυν φησὶ τῆς οὐσίας τὸ μὴ ἔχειν τι ἐναντίον. ἐπειδὴ δὲ τὸ δίον, ὡς πολλάκις εἰρήκαμεν, καὶ παντὶ βούλεται ἁρμόττειν καὶ μόνῳ, βούλονταί τινες μὴ πάσῃ τῇ οὐσίᾳ ὑπάρχειν τοῦτο ἴδιον ἀλλὰ προσφέρουσιν ἡμῖν δύο τινὰς ἀπορίας, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, φασίν, αὐτὸς ὁ Ἀριστοτέλης εἶπε τὸ πῦρ τῷ ὕδατι ἐναντίον εἶναι καὶ τὸν ἀέρα τῇ γῇ, καίτοι γε ταῦτα οὐσίαι εἰσίν· πῶς οὖν λέγει τῇ οὐσίᾳ μηδὲν ἐναντίον εἶναι; ταύτην τὴν ἀπορίαν τριχῶς ἐπιλυόμεθα, πρῶτον μὲν λέγοντες ὅτι ταῦτα οὔκ εἰσιν ἐναντία καθ’ ἑαυτά· οὔτε γὰρ καθὰ σώματά εἰσιν ἐναντία οὔτε καθὰ ὕλη, ἐπεὶ εὑρεθήσεται αὐτὸ ἑαυτοῦ ἐναντίον, ὅπερ ἀδύνατον. ἀλλ’ ἐναντία ταῦτα λέγομεν εἶναι κατὰ τὰς ποιότητας καὶ μόνον. εἰ δὲ αἱ ποιότητες ὡς ἐν σώμασιν οὖσαι συμβεβηκότα εἰσίν, οὐδὲν ἀπεικὸς ἐν συμ,βεβηκόσι τὴν ἐναν- [*](67v) τίωσιν εἶναι καὶ οὐκ ἐν οὐσίαις. δευτέρα ἐπίλυσις· τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ καὶ τὸ ψυχρὸν τὸ ἐν τῷ ὕδατι τί βούλεσθε εἶναι, συμβεβηκὸς ἢ οὐσίαν; ἀλλ’ εἰ μὲν συμβεβηκός.. ἔχω τὸ ζητούμενον, ὅτι οὐκ ἐν οὐσίαις ἡ ἐναντίωσις· ἡμεῖς γὰρ ἴδιον ἀπεδώκαμεν τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον. εἰ δὲ οὐσία ἐστί, δῆλον ὅτι ἁπλῆ ἐστι ὡς μέρος οὖσα τοῦ ὅλου θερμοῦ· εἰ δὲ ἁπλῆ καθέστηκεν, ἡμεῖς περὶ τῶν ἁπλῶν οὐ διαλεγόμεθα οὐσιῶν ἐνταῦθα, ἀλλὰ περὶ τῆς συνθέτου, διότι καὶ τὰς διαφορὰς εἰρήκαμεν ἐνταῦθα μὴ εἶναι οὐσίας. τρίτη ἐπίλυσις· εἰ τὸ θερμὸν τὸ ὲν τῷ πυρὶ καὶ τὸ ψυχρὸν τὸ ἐν τῷ ὕδατι ἐναντία εἰσίν, ἐπειδὴ τὰ ἐναντία μάχεται περὶ ἓν ὑποκείμενον, ἵνα τὸ ἕτερον ἐξωθῆσαν τὸ ἕτερον τὸ κοινὸν ὑποκείμενον ἴδιον ποιήσῃ, εὑρεθήσεται ἄρα τὸ ψυχρὸν τὸ ἐν τῷ ὕδατι [*](6 ἀπέστην M 21 ἡμᾶς Μ 22 Περὶ γεν. καὶ φθορ.] cf. B3 p. 330a30 sq. 24 τῆ οὐσία ex τὴν οὐσίαν corr. M 26 καθ’ scripsi: καθόλου M 30. 31 (ante ἐν) bis correxi: τῶ M 31 βούλεσθαι M 40 ποιήσει M)
Δευτέρα ἀπορία· τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον καὶ τὸ σῶμα καὶ τὸ ἀσώματον ἐναντία εἰσί, καίτοι γε οὐσίαι ὄντα· πῶς οὖν φησι τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον; ταύτης πάλιν τῆς ἀπορίας δύο ἐπιλύσεις προβαλλόμεθα, πρῶτον μὲν λέγοντες ὅτι οὔκ εἰσιν ἐναντία· τὰ γὰρ ἐναντία ἀλλήλων εἰσὶ φθαρτικά, | ταῦτα δὲ οὐ μόνον ὅτι [*](68r) οὔκ εἰσιν ἀλλήλων φθαρτικά, ἀλλὰ καὶ σωστικὰ ἀλλήλων εἰσί· τὸ μὲν γὰρ ἄλογον ὑπὸ τοῦ λογικοῦ σώζεται, τὸ δὲ ἀσώματον εἰ μὲν χεῖρον εἴη σώματος, σώζεται ὑπὸ τούτου ὡς τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ ὄντα, οἷον τὸ λευκὸν τὸ ἐν Σωκράτει, εἰ δὲ κρεῖττον εἴη σώματος, σώζει, ὅν τρόπον ἔχει ἐπὶ ψυχῆς καὶ σώματος· αὕτη γὰρ κρείττων οὖσα τοῦ σώματος σώζει. δηλοῖ δὲ ὁ χωρισμὸς αὐτῆς διαλύων τὸ σῶμα εἰς τὸ μὴ ὄν, τὸ πῇ, μὴ ᾗ δηλονότι. τὰ εἰρημένα ἄρα οὔκ εἰσιν ἐναντία. καὶ ἄλλως· εἰ ἐναντία εἰσίν, μεμαθήκαμεν ὅτι αἱ διαφοραὶ ἁπλαὶ οὐσίαι εἰσίν· ἡμῖν δὲ οὐ περὶ ἁπλῶν οὐσιῶν, ὡς πολλάκις εἰρήκαμεν, ἐστὶν ὁ λόγος. ἄλλως τε κατασκευάσωμεν ὅτι ἡ οὐσία οὐκ ἔχει τὰ ἐναντία, λέγοντες οὕτως· τὰ μαχόμενα περὶ ἓν ὑποκείμενον μάχονται· τὰ περὶ ἓν ὑποκείμενον μαχόμενα ἐν ὑποκειμένῳ εἰσίν· τὰ ἐν ὑποκειμένῳ ὄντα οὔκ εἰσιν οὐσίαι· τὰ μαχόμενα ἄρα οὔκ εἰσιν οὐσίαι. εἰ δὲ τὰ ἐναντία μάχονται, τὰ δὲ μαχόμενα οὐκ εἰσὶν οὐσίαι, τὰ ἄρα ἐναντία οὔκ εἰσιν οὐσίαι. ὅτι δὲ τὰ μαχόμενα περὶ ὕλην μάχονται, δῆλον· οὐδέποτε γὰρ οὕτε ἐν νῷ ἡ τούτων μάχη θεωρεῖται οὔτε ἐν τῇ ψυχῇ οὔτε ἐν τῇ φύσει· ἐν μὲν γὰρ τῇ ψυχῇ σύνεστιν ἀλλήλοις τὰ ἐναντία· σύνεστιν γὰρ ὁ λόγος τοῦ λευκοῦ τῷ λόγῳ τοῦ μέλανος. ὁμοίως καὶ ἡ φύσις βουλομένη ὀφθαλμὸν δημιουργῆσαι ἅμα προβάλλεται λόγον λευκοῦ καὶ μέλανος. | ἐπεὶ οὖν ἐδείξαμεν μήτε ἐν νῷ μήτε ἐν ψυχῇ [*](68v) μήτε ἐν φύσει ὄντα τὰ μαχόμενα, δῆλον ὅτι περὶ ὕλην μάχονται.
Καὶ ταῦτα μὲν περὶ τοῦ πάσῃ οὐσίᾳ ἁμόττειν τοῦτο τὸ ἴδιον. ζητήσωμεν δὲ εἰ μόνῃ· τοῦτο γάρ ἐστι τὸ μᾶλλον χαρακτηριστικὸν τοῦ ἰδίου. φαμὲν οὖν ὅτι οὐ μόνῃ ὑπάρχει τὸ μὴ ἔχειν ἐναντία, ἀλλὰ καὶ τοῖς εἴδεσι τοῦ ποσοῦ τοῦτο ἴδιόν ἐστι. φασὶν οὖν τινες ὅτι οὐκ ἔστιν ἴδιον τοῦτο τῶν εἰδῶν τοῦ ποσοῦ· ἐκεῖνα μὲν γὰρ ἔχει, φασί, τὰ ἐναντία· ἑπτὰ γὰρ ὄντων τῶν εἰδῶν τοῦ ποσοῦ, σώματος. γραμμῆς, ἐπιφανείας, χρόνου, τόπου, λόγου, ἀριθμοῦ, ἕκαστον τούτων ἔχει τὰ ἐναντία· τὸ μὲν σῶμα τὸ κοῦφον καὶ τὸ βαρύ, ἡ δὲ ἐπιφάνεια τὸ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ πλάτος καὶ τὸ μῆκος, ἡ δὲ γραμμὴ ἔχει τὸ εὐθὺ καὶ τὸ καμπύλον, ὁ δὲ χρόνος τὴν ἡμέραν καὶ τὴν νύκτα, τὸ θέρος καὶ τὸν χειμῶνα, ὁ δὲ τόπος ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ὁ δὲ λόγος τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὁ δὲ ἀριθμὸς τὸ ἄρτιον [*](12 σωκράτης M 13 κρεῖττον Μ 14 τὸ πῇ—δηλ. eicias ᾖ sc. ὄν intellegas ἀπλῶς 23 νῷ] 10 M (cf. ν. 27) 24 alt. ψυχὴ] φύσει (sed del. et ψυχὴ superscr.) M 30. 32 φαμὲν οὖν et φασὶν οὖν τινες inter se permutanda sunt, ut scribatur φασὶν οὑν τινες ὅτι οὐ μόνῃ κτλ. φαμὲν οὑν ὅτι οὐκ ἐστιν ἵδιον τοῦτο τῶν εἷό. τ. ποσοῦ (cf. p. 75,2) 36 τραχὺ Μ2: βραχὺ 1)
Πέμπτον δὲ ἴδιον ἐπιφέρει λέγων τῆς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀλλὰ ἀποροῦσιν ἡμῖν εὐθέως λέγοντες ὅτι καὶ πῶς αὐτός φησιν ἀλλαχοῦ ὅτι τὸ πῦρ μᾶλλον θερμόν ἐστι τοῦ ἀέρος. πρὸς τοῦτό φαμεν ὅτι εἰ καὶ τὸ πῦρ θερμότερον τοῦ ἀέρος, οὐχ ἀπλῶς καθὸ πῦρ καὶ ἀήρ (καὶ γὰρ ὁ ἀὴρ | ἄκρως ἐστὶ θερμὸς κατὰ τὸ [*](69r) πρέπον αὐτῶ), ἀλλὰ καθὸ σῶμα ἀπλοῦν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον · ᾗ γὰρ θερμότης ἐστὶν ἐν τοῖς σώμασι, συμβέβηκε [συμβεβηκός ἐστιν], ὡς εἰρήκαμεν. ἄλλως σημειωτέον τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὴν οὐσίαν ὅτι πᾶν ἧττον μᾶλλον γιγνόμενον οὐ φθείρει τὴν οὐσίαν, ἣ ἔχει τὸ πρότερον, οἷον ὁ ἄνθρωπος λευκὸς ὢν εἰ λευκότερος γένηται, οὐδὲν ἧττον ἄνθρωπος μένει, τὸ δὲ ἐν τῷ ἀέρι μᾶλλον θερμὸν γιγνόμενον καὶ μειούμενον τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ φθείρει τὸ ὑποκείμενον, δηλονότι τὸν ἀέρα. διότι εἶπεν εἰ παραπλησία γένηται ἡ θερμότης ἡ ἐν τῷ ἀέρι τῇ ἐν τῷ πυρί, οὐκέτι μένει ἀήρ. καὶ τούτου χάριν φθείρεσθαι δοκεῖ καὶ μηκέτι εἶναι, ὅπερ ἦν πρὸ τοῦ ἐπιδέξασθαι τὸ μᾶλλον. δῆλον οὖν ἐντεῦθεν ὅτι οὐκ αὐτὸς ὁ ἀὴρ καὶ τὸ πῦρ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ τὰ σώματα τὰ ὑποκείμενα τούτοις.
Ἕκτον καὶ τελευταῖαν ἴδιον ἀποδίδωσιν ὁ φιλόσοφος τῆς οὐσίας τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὑπάρχον τῶν ἐναντίων εἶναι δεκτικόν. ἀνάγκη δὲ πάλιν ἐπὶ τούτοις ὁμοίως τὰ παρεπόμενα τοῖς ἰδίοις ζητεῖν, τοῦτ’ ἔστιν εἰ πάσῃ ὑπάρχει καὶ μόνῃ ἢ οὔ. ἀλλ’ εὐθὺς ἀποροῦσί τινες λέγοντες ὅτι οὐ πάσῃ ὑπάρχει· τῶν γὰρ δευτέρων οὐσιῶν οὐκ ἔστιν ἴδιον, καθὸ μὴ ἕν ἐστι τῷ ἀριθμῷ. ταύτην δὲ τὴν ἀπορίαν καὶ τὴν ταύτης ἐπίλυσιν ἑτέρᾳ θεωρίᾳ φυλάξωμεν. ἕτεροι δέ τινες ἀποροῦσι λέγοντες ὅτι οὐδὲ πάσαις ταῖς ἀτόμοις οὐσίαις ὑπάρχει· τὸ μὲν γὰρ πῦρ ἄτομον ὂν οὐκ ἂν τῶν ἐναντίων εἴη δεκτικόν· | οὐδέποτε γὰρ τὸ πῦρ καθὸ πῦρ ἐπιδέχεται τὴν [*](69v) ψυχρότητα. πρὸς τούτους φαμὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης τῶν ἐναντίων δεκτικόν, ἵνα πάσας τὰς ἀντιθέσεις ἐπιδέχηται· μίαν γὰρ καὶ μόνην ἀντίθεσιν ἐπιδεχόμενον τὸ ἴδιον τὴν τοῦ ἰδίου φύσιν ἀναπληροῖ· τὸ μὲν γὰρ πῦρ εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν οὐκ ἐπιδέχεται, ἀλλ’ οὗν ἐπιδέχεται τὴν ἑτέραν ἀντίθεσιν, τήν τε παρὰ φύσιν καὶ κατὰ φύσιν, τοῦτ’ ἔστι τὸ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πῦρ κατὰ φύσιν ἀνωφερές ἐστιν, παρὰ φύσιν δὲ κατωφερές. οὕτω καὶ ὁ κύκνος εἰ καὶ τὸ μέλαν οὐκ ἐπιδέχεται, ἀλλ’ οὖν ψύχεται καὶ θερμαίνεται καὶ ξηραίνεται καὶ ὑγραίνεται. ὅτι μὲν οὖν πάσῃ οὐσίᾳ ὑπάρχει, δῆλον ἐντεῦθεν. ἆρα δὲ καὶ μόνῃ; εἰκὸς γάρ ἐστιν ὑπάρχειν τοῦτο τὸ ἴδιον τοῖς προσοῦσι μὲν εἴδεσι τοῦ ποσοῦ· κἀκεῖνα [*](6 ἀλλαχοῦ] De gen. et corr. Β 3 p. 330b25 θερμόν] θερμότερον M 8 ἄκρος M 9 αὐτὸ M 10 συμβ. ἐστιν delevi 11 εἰρήκαμεν] cf. p. 73,28 16 ἀέρει M τῇ] τοῦ M 18 ἐπιδέξασθαι scripsi: ἐπιδέξεται M 22 ὑπάρχειν M 23 τοῖς παρεπομένοις M 27 οὔτε M 30. 31 an τοῦ ἐναντίου? 31 ἐπιδέχεται M 32 τὸ ἴδιον] an τι? 36 καταφερές M 39 προσοῦσι μὲν] an προειρημένοις? (cf. 74,32.79,35))
<Θεωρία ιθ΄.>
p. 3b24 ῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι ἕως οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδὲν ἐναντίον ἐστίν.
᾿Αποδοὺς ἡμῖν ὁ φιλόσοφος τρίτον ἴδιον τῆς οὐσίας ἐπὶ τὸ τέταρτον μεταβέβηκεν, τὸ μηδὲν ἔχειν αὐτὴν ἐναντίον. εἰ δὲ κυρίως ἴδιόν ἐστιν, ἡμεῖς <ἐν> 5 τῇ θεωρίᾳ ζητήσαντες διεξήλθαμεν· ὅτι μὲν γὰρ πάσῃ αὐτοῦ λέγοντος ἀκουσόμεθα τοῦ φιλοσόφου· φησὶ γὰρ ὅτι οὔτε ταῖς πρώταις οὐσίαις οὐδὲ ταῖς δευτέραις οὐδέν ἐστιν ἐναντίον. γιγνώσκων δὲ ὅτι οὐ μόνῃ ὑπάρχει, ἐπήγαγεν τὴν τελείαν ἀναίρεσιν | τοῦ ἰδίου, λέγων ὅτι οὐκ 70v ἵδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἐπὶ ἄλλων πολλῶν.
p. 3b30 Εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον εἶναι φαίη ἢ τὸ μέγα τῷ μικρῷ.
Ἀκριβέστερον μὲν τὴν τοῦ ῥητοῦ τούτου θεωρίαν ὲν τοῖς τοῦ περὶ [*](14 ἡ scripsi: εἰ M 23 tit. inserui 25 ἐστίν ἐναντ. coll. Arist. (cf. p. 72,30) 28 ἐν inserui διεξήλθαμεν] cf. p. 72,31 30 οὐδὲ] an οὔτε? 32 τοῦτο τῆς οὐσ. Arist. 33 φαίη ἐν. εἴναι coll. Arist. φαίει M)
p. 3b33 Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία· τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστι.
Τῆς διαφωνίας συναισθανόμενος ὁ φιλόσοφος τοῦτο τὸ ῥητὸν ἐπήγαγεν. ὃ ἡμεῖς φθάσαντες ἐπελυσάμεθα εἰρηκότες ὅτι ἐν μὲν μιᾷ οὐσίᾳ οὐκ ἔστιν θεωρηθῆναι τὸ μᾶλλον καὶ ἧττον, ἐν <δὲ> 5 δύο θεωρεῖται. ὅθεν εἰρηκὼς ὅτι ἡ οὐσία οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ γιγνώσκων πάλιν ὅτι αὐτὸς εἶπεν ἐν τοῖς ἀνωτέρω τὴν πρώτην οὐσίαν μᾶλλον οὐσίαν εἶναι, ἵνα μή τις αὐτῷ ὡς διαφωνοῦντι ἐγκαλέσαι, ἐπήγαγεν λέγων τὸ λέγω δὴ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστιν μᾶλλον οὐσία (τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν), ἀλλ’ ὅτι ἑκάστη οὐσία τοῦτο, ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον ἢ ἧττον. ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου | μᾶλλον [*](71r) λέγεται λευκόν, καὶ αὐτὸ δὲ ἑαυτοῦ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενον δύναται τὴν σύγκρισιν δέξασθαι πρὸς τὰ ἄλλα καὶ πρὸς ἑαυτό· δέχονται γὰρ τὸ μᾶλλον καὶ ἧττον τὰ πρὸς ἄλληλα παραλαμβανόμενα καὶ πρὸς ἑαυτά· οἷον τὸ ἐν Σωκράτει λευκὸν δῆλον ὅτι τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενον καὶ πρὸς ἑαυτὸ λέγεται δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον (δέχεται γὰρ καὶ ἄνεσιν καὶ ἐπίτασιν), καὶ πρὸς τὸ ἐν Πλάτωνι ὁμοίως λευκὸν συγκρινόμενον εὑρίσκεται μᾶλλον ἢ ἧττον λευκόν. ἰστέον δὲ ὅτι τὸ πρὸς ἑαυτὸ παραβαλλόμενον δέχεται τὸ μᾶλλον καὶ ἧττον, ἀλλ’ οὐκ <ἐν> 5 ἑνὶ χρόνῳ γὰρ τὸν Σωκράτην καὶ λευκὸν ἅμα εἶναι καὶ μέλαν), τὸ δὲ πρὸς ἕτερον παραβαλλόμενον δυνατὸν ἐν τῷ αὐτῷ χρόνῳ πρὸς τὴν τοῦ ἑτέρου παράθεσιν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον.
p. 4a10 Μάλιστα δὲ δοκεῖ ἴδιον τῆς οὐσίας εἶναι ταὐτὸν καὶ ἓν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν.
Μετὰ τὴν τῶν πέντε παρακολουθημάτων ἀπαρίθμησιν, λέγω δὴ τοῦ [*](1 ἀμοίητοι M 10 οὐκ] μὴ Arist. τὸ ἧττον Arist. 11. 19 post μᾶλλον οὐσ. add. καὶ ἧττον οὐσία Arist. 13 συνεσθ. M 14 ἐπιλυσόμεθα M εἰρηκότες] p. 65,1 15 δὲ inserwi 16 εἰρηκὸς M 17 ἀνωτέρω] p. 2a11 18 ἐγκαλέσοι M 19 δὴ] δὲ Arit. (cf. v. 11) 21 ἡ] καὶ Arist. 25 τὸ ἐν] τῶ ἐν M 26 ἑαυτῶ M 27 τῶ . . . λευκῶ M 28 ἑαυτὸ scripsi: ἑαυτὸν M 28. 31 παραβαλλόμενον scripsi: παραβάλεσθαι (sic) M 29 ἐν iuserui 33 δοκεῖ post οὐσ. coll. Arist. 34 ἓν ἀριθμῷ ὃν Arist.)
p. 4a21 Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τοιοῦτον, εἰ μή τις ἄρα ἐνίσταται τὸν λόγον φάσκων καὶ τὴν δόξαν τῶν ἐναντίων εἶναι δεκτικά· ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι.
Ἀποδοὺς ὁ φιλόσοφος τὸ ἴδιον τῆς οὐσίας, τοῦτ’ ἔστι τὸ ἓν καὶ ταὐτὸν I τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν, βούλεται διὰ τούτων [*](71v) ζητῆσαι εἰ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει ἢ μή · ἐπεὶ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὸ ἴδιον βούλεται καὶ μόνῳ ἐφαρμόζειν καὶ παντί, μᾶλλον ἁμαρτάνει, εἰ μὴ μόνῃ ὑπάρχει, ἧττον δὲ ἁμαρτάνει, εἰ πάσῃ μὴ ὑπάρχει τῇ οὐσίᾳ. ζητῶν οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης εἰ μόνῃ ὑπάρχει, δείκνυσιν ὅτι οὐ μόνῃ ἀλλὰ καὶ τῷ ποσῷ καὶ τῷ ποιῷ. καὶ χάριν μὲν τοῦ ποσοῦ παράδειγμα λαμβάνει τὸν προφορικὸν λόγον, χάριν δὲ τοῦ ποιοῦ τὴν δόξαν· φησὶ γὰρ ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ ἴδιον, ἀλλὰ καὶ τῷ ποσῷ καὶ τῷ ποιῷ, τοῦτ’ ἔστι τῷ λόγῳ καὶ τῇ δόξῃ· ὁ γὰρ λόγος εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ ὑπάρχων τῶν ἐναντίων ἐστὶ δεικτικός· οἷον ἐὰν εἴπω ῾Σωκράτης κάθηται᾿, ἢ ἀληθεύω ἢ ψεύδομαι· ὅτε μὲν κάθηται, δηλονότι ἀληθεύει ὁ λόγος, εἰ δὲ μή, δηλονότι ψεύδεται. καὶ οὕτω τῶν ἐναντίων ἐστὶ δεκτικὸς εἷς ὑπάρχων ὁ λόγος· τὸ γὰρ ἀληθεύειν ἢ ψεύδεσθαι ἐναντία ἐστί. ὁμοίως καὶ ἐὰν περὶ Σωκράτους ἀνίστασθαι ἢ καθῆσθαι δοξάσωμεν, ἢ ἀληθεύομεν ἡ ψευδόμεθα. καὶ οὕτω πάλιν τῶν ἐναντίων ἐστὶν ἡ δόξα δεκτική. ταύτην τὴν ἀπορίαν ἐπιλύεται ὁ φιλόσοφος. ἐπιλύεται δὲ διὰ τῆς ἐνστάσεως τε καὶ ἀντιπαραστάσεως. καὶ ἔστιν ἔνστασις μὲν τὸ μηδὲ ὅλως παρέχειν χώραν τῇ ἀπορίᾳ, ἀλλ’ ἐκ βάθρων αὐτὴν ἀνελεῖν, ἀντιπαράστασις δὲ τὸ δέξασθαι μὲν ταύτην, δεῖξαι δὲ αὐτὴν ἐξαγώνιον οὖσαν καὶ μηδὲν παραβλάπτουσαν τὸ προκείμενον. ἄρχεται οὖν ἀπὸ τῆς ἀντιπαραστά|σεως διὰ δύο αἰτίας· ἢ ὅτι μαλακωτέρα [*](72r) πώς ἐστι τῆς ἐνστάσεως ἢ ὅτι τὸ τέλος τῆς ἀντιπαραστάσεως ἀρχὴ γίνεται τῆς ἐνστάσεως. ἀπὸ μὲν οὖν τῆς ἀντιπαραστάσεως ἐπιλύεται τὴν ἀπορίαν λέγων ὅτι εἰ καὶ δῶμεν τὸν λόγον καὶ τὴν δόξαν ἓν ὄντα τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικά, ἀλλ’ οὐχ ὁμοίαν ἔχουσιν τὴν ὑποδοχὴν ἥ τε οὐσία καὶ ταῦτα· ἡ μὲν γὰρ οὐσία δεχομένη ἐναντία αὐτὴ μεταβάλλεται, βάλλεται, οἷον Σωκράτης ἢ θερμαινόμενος ἢ ψυχόμενος ὁ αὐτὸς μετατοῦ [*](1 συνὼν. sciipsi: τὸ συνὼν. M 7 ἄρα om. Arist. ἐνίσταιτο Arist. καὶ τὴν δοξ. φάσκ. coll. Arist. 8 τε om. Arist. 8. 9 εἶναι δοκεῖ coll. Arist. 21 ὅτε scripsi: ὅτι M 24 σωκράτους] scribas #x003E; σωκράτη κάθεσθαι M 25 οὕτω scripsi: αὕτη M (cf. v. 22) ἐστὶν scripsi: ὅτι (?) M 31 πώς superscr. M 34 ante ἀλλ’ inter lineas add. ἀλλὰ τῶ τρόπω τῆς παραδοχῆς διαφέρει τὰ ἐπὶ τῶν οὐσιῶν καὶ τὰ ἄλλα 2)
Ἀλλ’ ἐπειδὴ μέχρι τούτων ὁ Ἀριστοτέλης τὸν περὶ τῆς οὐσίας ἔστησε λόγον, φέρε καὶ ἡμεῖς σύγκρισιν τῶν προειρημένων ἰδίων ποιήσαντες ἐπ’ αὐτῇ καταπαύσωμεν τὴν προῦσαν θεωρίαν. τὸ τοίνυν δεύτερον ἴδιον, φημὶ δὴ τὸ συνωνύμως κατηγορεῖσθαι, ἐκβλητέον τοῦ εἶναι ἴδιον ὅλως. I οὐδέτερον γὰρ χαρακτηριστικὸν ἔχει τοῦ ἰδίου, διότι μήτε πάσῃ ὑπάρχει [*](73r) μήτε μόνῃ τῇ οὐσίᾳ. τὸ δὲ πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον, τοῦτ’ ἔστι τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, μᾶλλον ἁμαρτάνουσιν ἧττον δὲ κατορἔτυχεν [*](3 scripsi: τυχὼν M 10 ἔνστασις scripsi: στάσις M 19 τῶ εἶναι (fere constanter) M 25 λέγεται M 28 αὕτη M2: αὐτὴ M1 37 ὅλος M)
p. 4a22 [Εἰ 3 μή τις ἐνίσταται τὸν λόγον καὶ τὴν δόξαν τῶν ἐναντίων εἶναι.
᾿Εντεῦθεν ἀρχὴ τῆς ἀπορίας τῷ φιλοσόφῳ· βουλόμενος μὲν γάρ, ὡς εἰρήκαμεν, <ἀρχὴ> 5 εἰ μόνῃ τῇ οὐσίᾳ ἁρμόττει τὸ ἴδιον, τοῦτ’ ἔστι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν, ἀπορεῖ ἑαυτῷ λέγων ὡς ὁ λόγος καὶ ἡ δόξα τῶν ἐναντίων ἐστὶ δεκτικά. ἐπιλύεται δὲ ταύτην τὴν ἀπορίαν, ὡς ἡμεῖς ἐν τῇ θεωρίᾳ ἐδηλώσαμεν, τῇ ἐνστάσει καὶ τῇ ἀντιπαραστάσει. δεῖ δὲ εἰδέναι ὅτι διαφέρει λόγος δόξης· ὁ μὲν γὰρ λόγος ἐστὶ διττός, ὁ μὲν διὰ τῆς γλώττης προφερόμενος, ὃς καὶ ὁμώνυμος τῷ γένει λέγεται λόγος, ὁ δὲ ἕξις ὢν τῆς ψυχῆς, ὃς καὶ ἐνδιάθετος καλεῖται, ἀλλὰ δὴ καὶ δόξα προσαγορεύεται. κατὰ τοῦτο οὖν διαφέρει ὁ λόγος τῆς δόξης, ὅτι ὁ μὲν λόγος προφορικός ἐστιν, ἡ δὲ δόξα ἐνδιάθετος λέγεται λόγος.
[*](1 ρχει M 2 οὐ superset. M 7 ὑπάρχει M 12 τῷ ἕκτῳ] τὸ ςݲ M 13 τῷ τρίτῳ] τὸ #x772; M 22 πάσῃ scripsi: ἔχει M τὸ M1: τί M2 26 εἰ—συμπέρασμα (81,14) delevi (cf. v. 24) ἐνίσταιτο Arist. 29 ζητῆσαι addidi (cf. p. 78,11))p. 4b17 Ὥστε ἴδιον οὐσίας ἄν εἴη τὸ ταὐτὸν καὶ ἀριθμῷ κατὰ τὴν αὐτοῦ μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικόν.
Τοῦτο τὸ συμπέρασμα πρὸς τὴν ἀντιπαράστασιν μᾶλλον εἴρηται, οὐ 74r πρὸς τὴν ἔνστασιν· ἡ μὲν γὰρ ἀντιπαράστασις βούλεται δεῖσθαι τὴν οὐσίαν τῆς τοιαύτης προσθήκης τῆς λεγούσης ῾κατὰ τὴν ἑαυτοῦ μεταβολήν᾿ • αὕτη γάρ ἐστιν ἡ λέγουσα ὅτι εἰ καὶ ὁ λόγος καὶ ἡ δόξα τῶν ἐναντίων ἐστὶ δεκτικά, ἀλλ’ οὖν οὐχ ὁμοία ἡ τούτων ὑποδοχή· ἡ μὲν γὰρ οὐσία αὐτὴ μεταβάλλεται ὁ δὲ λόγος καὶ ἡ δόξα ἀμετάβλητα ὄντα, τὰ ὑπὸ τούτων πράγματα σημαινόμενα μεταβάλλονται. τῇ οὖν ἀντιπαραστάσει τὸ συμπέρασμα ἁρμόζει διὰ τὴν τοιαύτην προσθήκην, οὐ μὴν τῇ ἐνστάσει· ἐκείνη γὰρ ὁλοσχερῶς οὐκ ἐβούλετο χώραν διδόναι τῇ ἀπορίᾳ, ἀλλ’ ἐνίστατο λέγουσα ὅτι αὐτὸ τοῦτο ὁ λόγος καὶ ἡ δόξα οὔκ εἰσι τῶν ἐναντίων δεκτικά. εἰκότως οὖν ὡς μὴ ἐπιδεχομένῃ τῇ ἐνστάσει τὸ εἶναι δεκτικὸν τῶν ἐναντίων τὸν λόγον καὶ τὴν δόξαν οὐ πρέπει τὸ τοιοῦτον συμπέρασμα.]
<Θεωρία κ΄.>
Περὶ τοῦ ποσοῦ.
p.4b20 Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ τὸ μὲν ἔκθεσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτο ῖς μορίων συνέστηκεν, τὸ οὐκ ἐξ ἐχόντων θέσιν.
Μετὰ τὴν περὶ τῆς οὐσίας διδασκαλίαν ἐπὶ τὸ ποσὸν ἡμᾶς ἤγαγεν. καὶ δεῖ γενομένους ἐνταῦθα ζητεῖν περὶ τῆς τοιαύτης τάξεως· ἀμφισβητοῦσιν γὰρ οἱ παλαιοί, οἱ μὲν λέγοντες ῾ τὸ ποιὸν δεῖ προτετάχθαι τοῦ ποσοῦ᾿, οἱ δὲ ῾τὸ ποσὸν τοῦ ποιοῦ’, ὥσπερ οὖν καὶ Ἀριστοτέλης φαίνεται τοῦτο ποιῶν· περὶ γὰρ τῶν ἄλλων κατηγοριῶν οὐδεμία γέγονεν ἀμφισβήτησις, | ποίαν ἄρα δεῖ προτάττεσθαι τῆς ἑτέρας· περὶ μὲν τοῦ πρός τι, διότι ἐν [*](74v) σχέσει ἐστί, τὰ δὲ καθ’ αὑτὰ τῶν ἐν σχέσει προηγεῖται, περὶ δὲ τῶν ἄλλων ἓξ κατηγοριῶν, ὅτι ἐν συνθέσει θεωροῦνται. σύνθετοι δέ εἰσιν αὗται, διότι ἡ οὐσία συμπλεκομένη τῷ ποσῷ καὶ τῷ ποιῷ καὶ τῷ πρός τι ταύτας ἀποτελεῖ· εἰ δὲ σύνθετοί εἰσιν, τὰ δὲ ἁπλᾶ τῶν συνθέτων προηγεῖται, πῶς οὐκ ἔσται τὰ προειρημένα προηγούμενα τῶν ἄλλων ἓξ κατηγοριῶν; ὁ μὲν οὖν Ἀρχύτας ἔλεγεν ῾δεῖ προτάττεσθαι τὸ ποιὸν τοῦ ποσοῦ’ , δυσὶν ἐπιχειρήμασιν κεχρημένος, ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· ἴδιον, φησί, τῆς οὐσίας τῆς ἀτόμου τὸ ποιὸν ἤπερ τὸ ποσόν· τὸ μὲν γὰρ μέλι καὶ τὸ ἀψίνθιον οὐ τῷ ποσῷ διακρίνομεν, ἀλλὰ τῷ ποιῷ · τὸ μὲν γάρ ἐστιν γλυκὺ τὸ δὲ [*](1 ἄν οὐσ. coll. Arist. ἂρ. ὃν δεκτ. εἶναι τῶν ὲν. κατὰ τὴν ἑαυτῆς μεταβ. Arist. 2. 5 scribas ἑαυτῆς 9 σημαιν. ante πράγμ. transponas 11 διδῶναι M 15 tit. θ. inserui 21 oeTscripsi: δὴ M γεναμένους M 27 θεωρεῖται M 28 τῷ (ante πρὸς)] τὸ M 31 ἀρχοίτας M 33 an <μᾶλλον> κ τὸ ποιὸν ? μέλη Comment in Arist. XII 1. Olymp. Prol. et in Cat.)
Διαιρεῖται δὲ τὸ ποσὸν Ἀριστοτέλης εἰς συνεχὲς καὶ διωρισμένον. ἀλλὰ ἀποροῦσιν εὐθὺς πρὸς τὴν διαίρεσιν, ὅτι οὐ πάντα τὰ εἴδη περιέλαβεν· ἰδοὺ γὰρ ἡ ῥοπὴ εἶδος οὖσα τοῦ ποσοῦ, καθὰ λέγομεν τάλαντα, ἡμιτάλαντα, περιλέλειπται. πρὸς τοῦτό φασί τινες ὅτι ταὐτόν ἐστιν ἡ ῥοπὴ τοῦ συνεχοῦς, καὶ τούτου χάριν τῆς ῥοπῆς οὐκ ἐμνημόνευσεν. πρὸς οὕς φαμεν ὅτι ψεῦδος· † καὶ γὰρ τοῦτο κέχρηνται ἰσόογκα καὶ ἰσοβαρῆ εἶναι. τί οὖν ἡμεῖς φαμεν; ὅτι ἡ ῥοπὴ οὐκ ἔστιν εἶδος ποσοῦ, ἀλλὰ μᾶλλον πάθος ποσοῦ ἐστιν, ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττὸν οὔκ εἰσιν ἀριθμοί, ἀλλὰ πάθη ἀριθμοῦ. πάθη [*](3 ὃς inseruit Vitelli λέγων π. οὐσ.] p. 3b15 7 ἐστὶ scripsi: διὰ M 8 ἐπεισωδ. M 9 ἐπὶ σωδιώδους (sic) M 24 δοκούσῃ Μ2: δοκοῦσι 1 34 παρέλ. M 38 an κατὰ γὰρ τοῦτο ἐχρῆν τὰ ἰσ.?)
Μετὰ οὖν τὴν διαίρεσιν ταύτην ὑποδιαιρεῖ τὸ συνεχὲς καὶ τὸ διωρισμένον ὁ φιλόσοφος, τὸ μὲν συνεχὲς εἰς πέντε, εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον, χρόνον, τὸ δὲ διωρισμένον εἰς δύο, εἰς λόγον καὶ ἀριθμόν. ἀλλὰ ἀποροῦσί τινες εὐθὺς πρὸς τὴν διαίρεσιν τοῦ συνεχοῦς, λέγοντες ἐλλιπῆ ταύτην εἶναι, διότι | μὴ καὶ τὴν κίνησιν περιέλαβεν εἶδος οὖσαν τοῦ συνεχοῦς. [*](76v) πρὸς οὓς ἐροῦμεν ὅτι ἡ κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ἡμῖν δὲ οὐ περὶ τῶν ἀτελῶν πραγμάτων, ἀλλὰ περὶ τελείων ἐστὶν ὁ λόγος. ἀλλὰ πάλιν ἀποροῦσιν ὅτι εἰ τούτου χάριν ἡ κίνησις παραλέλειπται, ἐχρῆν καὶ τὸν χρόνον πάθος ὄντα κινήσεως (πάθος γάρ ἐστι κινήσεως ὁ χρόνος ὡς μετρῶν ταύτην) μὴ συμπεριλαβεῖν· τὸ γὰρ πάθος τοῦ ἀτελοῦς ἔτι μᾶλλον ἀτελέστερόν ἐστιν ἐκείνου οὗ ἐστι πάθος. πρὸς ὃ πάλιν φαμὲν ὅτι οὐχ ὅμοιός ἐστιν ὁ χρόνος καὶ ἡ κίνησις· ἡ μὲν γὰρ κίνησις, ὡς εἴρηται, καὶ ἀτελής ἐστι καὶ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ὁ δὲ χρόνος οὐχ οὕτως, <ἀλλὰ τέλειόν τι> εἰδοπεποιημένον ἐστίν· ὁ γὰρ χρόνος ἢ ἐνεστὼς ἢ παρεληλυθὼς ἢ μέλλων. ἀλλὰ πάλιν ἑτέραν ἡμῖν ἀπορίαν ἀποροῦσιν, ὅτι εἰ τὸ σῶμα ὑπὸ τὴν οὐσίαν ἠγάγομεν λέγοντες τῆς οὐσίας τὸ μὲν σῶμα τὸ δὲ ἀσώματον, τίνος χάριν ὁ φιλόσοφος καὶ τὸ σῶμα τοῦ ποσοῦ ἀκόλεσεν; πρὸς ταύτην τὴν ἀπορίαν φαμὲν ὅτι οὐ τὸ αὐτὸ σῶμα καὶ ὑπὸ τὸ ποσὸν καὶ ὑπὸ τὴν οὐσίαν ἀνάγεται· διττὸν γὰρ τὸ σῶμα, τὸ μὲν μαθηματικὸν [*](1 ἀριθμὸν scripsi: δυνατόν M 12 post ὅρον additum τὸ πολλὰ del. M ποιούσης scripsi: ποιοῦσαν M 15 ἐχούσῃ scripsi: οὔσης (sic) M 16 ἐχούσης M 20 post αὑτὰ additum ὄντα del. M 35 θλᾶ τέλειόν τι scripsi: lac. XII fere litt. M)
<Θεωρία κά.>
[Ἰστέον ὅτι τὸ διωρισμένον ἐστὶν πρῶτον σκέλος.]
p. 4b 20 τοὐ μὲν ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον.
Ζητοῦμεν ἐνταῦθα εὐθέως τίνος χάριν τὸ διωρισμένον σκέλος τοῦ συνεχοῦς προέταξεν. καί φαμεν ὡς εἰκότως· ἐπειδὴ γὰρ ἐν τῇ θεωρίᾳ ζητοῦντες τί δεῖ προτάττειν, τὸ ποσὸν ἢ τὸ ποιόν, ἐλέγομεν ὅτι τὸ ποσὸν προτάττειν δεῖ, ὅτι ἐπεκτείνεται εἰς πάντα τὰ ὄντα, ἐπείπερ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, τὸ δὲ ἓν καὶ πολλὰ τοῦ ποσοῦ ἐστιν· ἐπειδὴ δὲ τὸ ποσὸν διττόν, ζητήσωμεν ποίου ποσοῦ ἄρα, τοῦ συνεχοῦς ἢ τοῦ διωρισμένου. καί φαμεν ὅτι τοῦ διωρισμένου ἐστὶ τὸ ἓν καὶ πολλά· 〈τὸ γὰρ ἓν καὶ πολλὰ〉 ἀριθμός, ὁ δὲ ἀριθμὸς τοῦ διωρισμένου, τὸ ἄρα ἓν καὶ πολλὰ τοῦ διωρισμένου. εἰ οὖν διὰ τὸ πᾶσιν ἐπεκτείνεσθαι τὸ ποσὸν προτάττει, εἰκότως καὶ τὸ εἶδος τὸ κα|τηγορούμενον τοῦ ἑνὸς καὶ τῶν πολλῶν, τοῦτ’ [*](77v) ἔστι τὸ διωρισμένον, προτέτακται τοῦ συνεχοῦς.
p. 4b 21 Tὸ μὲν ἐκ θέσιν ἐχόντων. [καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἐστι δὲ διωρισμένον μὲν ἀριθμὸς καὶ λόγος,
Τὴν μὲν τελείαν ἐξήγησιν τούτου τοῦ ῥητοῦ τῇ ὑστεραίᾳ φυλάξωμεν. ἀλλὰ δεῖ εἰδέναι ὅτι τρία εἰσὶν ἀλλήλοις παρακείμενα διαίρεσίς τε καὶ ἀπιτόπου [*](3 Μ2: ποσοῦ Μ1 δὶς scripsi: δύο M (cf. v. 12) οὕτε] οὐδὲ Μ 10 alt. I. σύνθετον M 15 tit. addidi 16 ἰστέον—σκέλος delevi 17 μὲν] corrigas δὲ (cf. p. 81,17) συνεχὲς et διωρ. inter se permutanda sunt 20 δεῖ scripsi: δὴ M 24 τὸ γὰρ ἓν καὶ πολλὰ inserui 29 καὶ τὸ—σῶμα (32) delevi 31. 32 post διωρ. μὶν et σὺν. δὲ add. οἷον Arist.)
p. 4b 25 Toiv μὲν γὰρ τοὐ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ.
Ἐνταῦθα βουλομένου τοῦ φιλοσόφου ἀποδοῦναι ὁρισμὸν συνεχοῦς καὶ διωρισμένου καὶ λέγοντος ὅτι συνεχές ἐστι τὸ ἔχον κοινὸν ὅρον διω. 78 v ρισμένον δὲ τὸ μὴ ἔχον κοινὸν ὅρον, ζητοῦμεν ἐνταῦθα εἰ καλῶς ὁρισμοὺς τούτων ἀποδέδωκεν. καὶ ἀποροῦσί τινες λέγοντες ὅτι εἰ καλῶς ἔχει ὁ [*](3 ὅτι inserui 4 αὐτοῦ] αὐτὴ M (cf. v. 15) 6 ἄγγελον ex ἀγγελικὸν corr. M 8. 9 an διωρ. τὸ δὲ συν.? 11 λέγων] λέγω M 14 ὑπενίττ. M 16 post μὲν add. οἷον Arist. 17 ἡ] οἶον Arist. 19 εἰς πέντε eorr. Diels: εἶπεν M 20 post γραμμὴν additura τόν τόπον del. Μ 23 ᾔδει] εἴδει M 25 lac. signavi, suppleveris οἶδε, τὸν δὲ χρόνον καὶ τόπον φυσιολογία καὶ ἀστρονομία. (cf. El. p. 191,6) 27 τὸ] τοῦ M 28 ἀνατέλει M 30 οὐδὲ] οὔτε M)
p. 4b26 Οἶον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε.
ἐνταῦθα ζητοῦμεν ὅτι διὰ ποίαν αἰτίαν πρόσκειται τὸ εἰ ἔστι· τοῦτο γὰρ σημεῖόν ἐστιν ἀμφιβάλλοντος ὅτι τὰ πέντε οὐκ ἔστιν μόριον τῶν δέκα. καί φαμεν ὅτι τὸ εἰ ἔστιν προσέθηκεν ὁ φιλόσοφος κατὰ πολλὰς αἰτίας· πρῶτον μὲν ὅτι δυνατὸν τὸν πέντε ἀριθμὸν καθ’ αὑτὸν εἶναι καὶ μηκέτι μέρος εἶναι τοῦ δέκα. δεύτερον δὲ ὅτι οὐ μόνον τῶν δέκα ἐστὶν ὁ πέντε ἀριθμός, ἀλλὰ καὶ τοῦ εἴκοσι καὶ τοῦ τριάκοντα. τρίτον ὅτι οὐκ ἔστιν μόνη τομὴ τοῦ δέκα εἰς πέντε· δύναται γὰρ ὁ δέκα ἀριθμὸς καὶ εἰς ἴσα τέμνεσθαι, ὡς εἰς πέντε καὶ πέντε, καὶ εἰς ἄνισα, ὡς τρία καὶ ἑπτὰ καὶ ἓξ καὶ τέτταρα. εἰ οὖν δυνατὸν τὸν πέντε πολλαχῇ νοεῖσθαι, εἰκότως ὁ φιλόσοφος ἀμφιβολητικῇ περὶ αὐτοῦ ἐχρήσατο φωνῇ.
[*](3 4 φθείροντα] φθείροντος M 15 κοινῶς M 20 ὲν τοῖς Φυσ.] Z 10 p. 241a3sq. 23 ἐξ οὗ—εἰς τό in mrg. suppl. M καὶ (ante οὐ)] ἡ M 24. 25 εἰς ὅ] εἰσοῦ (sic) bis M 31 ἀμφιβάλλοντος] ἀμφιβάλλον M 39 ἀμφιβολητικῇ M2: ἀμφιβολὴ (sic) M1)p.4b32 Ὡσαύτως δὲ καὶ ὁ λόγος τῶν διωρισμένων ἐστίν.
Δύο ὄντων τῶν εἰδῶν τοῦ διωρισμένου, τοῦ τε ἀριθμοῦ καὶ τοῦ λόγου, ἐπὶ μὲν τοῦ ἀριθμοῦ δείξας ὅτι διωρισμένος ἐστίν, οὐκ ἐδεήθη δεῖξαι ὅτι καὶ ποσὸν πέφυκεν, ἀλλὰ τοῦτο παρέλειψεν ὡς ὁμολογούμενον πᾶσιν. ἐπὶ δὲ τοῦ λόγου | οὐκ ἀρκεῖται δεῖξαι μόνον ὅτι διωρισμένον ἐστίν, ἀλλ’ ὅτι [*](79v) καὶ ποσόν· ποσὸν μὲν γὰρ λέγομεν τὸν λόγον, διότι καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ. ἀλλὰ ζητοῦμεν ἐνταῦθα περὶ ποίου διαλέγεται λόγου. ὁ μὲν γάρ ἐστιν ἐνδιάθετος ὁ δὲ πορφορικός. * * περὶ οὗ τὸν λόγον ὁ φιλόσοφος ποιεῖται. ζητήσωμεν καὶ κατὰ ποῖον τρόπον τοῦ ποσοῦ ὁ λόγος ἐστὶ ποσόν· πολλαὶ γὰρ τέχναι ἀμφισβητοῦσι περὶ τοῦ λόγου καὶ πολλαὶ τούτῳ κέχρηνται· ἡ μὲν γὰρ γραμματικὴ οἶδεν τοῦτον ὡς πάθος ἐν νῷ μένον, ἡ δὲ λογικὴ συλλογιζόμενον, ἡ δὲ ῥητορικὴ ὡς καλλωπιζόμενον, ἡ δὲ φυσική, ἐξ ἧς κέκτηται καὶ ἡ ἰατρική, οἶδεν αὐτὸν διὰ τῶν φωνητικῶν ὀργάνων ἀποτελούμενον, ἡ δὲ μουσικὴ οἶδεν τοῦτον ὡς καταμετρούμενον μακρᾷ καὶ βραχείᾳ συλλαβῇ · κτὰ τοῦτον οὖν τὸν τρόπον ποσὸν εἴρηκεν τὸν λόγον ὁ φιλόσοφος. ἀλλὰ πάλιν εἰ ἡ βραχεῖα ἕνα ἔχει χρόνον ἡ δὲ μακρὰ δύο, καταμετρεῖται δὲ ὑπὸ ἑνὸς τὰ δύο, τίνος χάριν οὐκ ἠρκέσθη μόνον εἰπεῖν ὅτι μετρεῖται ὁ λόγος τῇ βραχείᾳ συλλαβῇ, ἀλλὰ προσέθηκεν καὶ τῇ μακρᾷ; πρὸς τοῦτό φαμεν ὅτι οὐ πᾶν μακρὸν δύο ἔχει χρόνους· τῶν γὰρ μακρῶν τὰ μὲν δύο ἔχει χρόνους, ὥσπερ τὸ ηݲ καὶ τὸ ωݲ, τὰ ἥμισυν ἔχει χρόνον, ὡς ἡ αݲιݲ δίφθογγος καὶ ἡ ὁ]. ὅτι δὲ ἡ αݲιݲ καὶ ἡ οݲιݲ ἑνὸς ἡμίσεώς ἐστιν χρόνου, πρόδηλον ἐντεῦθεν· μαρτυροῦσι οἱ γραμματικοὶ ὅτι ἡνίκα μὲν ἡ #x772; δίφθογγος ἢ ἡ οݲιݲ ἐν τέλει εὑρίσκεται μόνη ἄνευ συμφώνου, προπαροξύνουσι τὴν συλλαβήν, καίτοι ἐπὶ τῶν μακρῶν τῶν ἐχόντων δύο χρόνους μὴ ποιοῦντες, | ὥσπερ λέγουσι καὶ [*](80r) τὸ Ὅμηροι καὶ τὸ Κορίνθιαι καὶ τὸ Αἰγύπτιαι· ταῦτα γάρ, διότι ἑνὸς ἡμίσεως χρόνου εἰσίν, προπαροξύνονται. εἰ δὲ συμβῇ σύμφωνον εἶναι μετ’ αὐτῶν, τότε οὐκέτι τὸν αὐτὸν τόνον φυλάττουσιν. ἀλλὰ παροξύνουσι, ὡς τοῦ συμφώνου ἀναπληροῦντος τὸ λεῖπον ἡμιχρόνιον τῇ διφθόγγῳ, οἷον ‘τοῖς Κορινθίοις’. σημειωτέον δὲ ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα πᾶσαν λέξιν καὶ συλλαβὴν καὶ πᾶσαν ἄσημον φωνὴν λόγον ἐκάλεσεν· καὶ γὰρ καὶ ἡ λέξις καὶ ἡ συλλαβὴ καὶ ἡ ἄσημος φωνὴ καταμετρεῖται ὑπὸ βραχείας καὶ μακρᾶς συλλαβῆς. ὅτι μὲν οὖν ποσόν ἐστιν ὁ λόγος, ἐντεῦθεν ἔδειξεν ὁ φιλόσοφος ἐκ τοῦ καταμετρεῖσθαι μακρᾷ τε καὶ βραχείᾳ συλλαβῇ · πλέκεται γὰρ ὁ συλλογισμὸς οὕτως· ὁ λόγος καταμετρεῖται, τὸ καταμετρούμενον ποσόν ἐστιν, ὁ λόγος ἄρα ποσόν ἐστιν. ὅτι δὲ διωρισμένος ἐστί, δείκνυσιν ἐκ τοῦ μὴ ἔχειν κοινὸν ὅρον τὸν συνάπτοντα τὰς ἰδίας αὐτοῦ συλλαβάς· τοσοῦτον γάρ διεστήκασιν ἀπ’ ἀλλήλων αἰ λέξεις, ὡς ἔργον γενέσθαι τοῖς γραμμα [*](8 lac. signavi; suppleveris ἐστὶν οὑν ὁ προφορικός 11 τούτῳ] τοῦτον M ἡ] εἰ M 15 μακρὰ M2: μικρὰ M 26 Κορίνθιαι] κόρινθαι M 32. 34 καταμετρῆται et καταμετρῆσθαι fere constanter M)
p. 5a3 Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει.
‘Ιστέον ὅτι ἐπὶ τοὐ ἐπιπέδου καὶ τῆς ἐπιφανείας διημάρτανον οἱ παλαιοὶ ἑνὶ ὀνόματι κεχρημένοι ἐπ’ ἀμφοτέρων · οὐδὲν γὰρ ἡγοῦνται διαφέρειν, οὔτε εἰ τὴν ἐπιφάνειαν καλέσουσιν ἐπίπεδον οὔτε | εἰ τὸ ἐπίπεδον [*](80v) ἐπιφάνειαν. οἱ δὲ νεώτεροι γεωμετρίᾳ ἐπιγενόμενοι τὸ μὲν τοῦ ἐπιπέδου ὄνομα ἐπὶ τῆς γραμμῆς ἐπιφέρουσι, καὶ ἁπλῶς εἰπεῖν ἐπὶ ἑκάστης ἐπιφανείας ἐκτεταμένης καὶ ἴσα ἐχούσης τὰ ἄκρα, τὸ δὲ τῆς ἐπιφανείς ὄνομα καὶ ἐπὶ τῶν μὴ οὕτως ἐχόντων, τοῦτ’ ἔστιν ἐκτεταμένων, φέρουσι, καὶ καλοῦσι τὴν μὲν γραμμὴν ἐπίπεδον τὴν δὲ ἐπιφάνειαν τῆς κυρτῆς σφαίρας ἐπιφάνειαν. καὶ συλλήβδην εἰπεῖν εἴ τι μὲν ἐπίπεδον, τοῦτο καὶ ἐπιφάνεια, οὐκ εἴ τι δὲ ἐπιφάνει, τοῦτο καὶ ἐπίπεδον.
p. 5a15 Ἑτι τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε δὲ οὐκ ἐξ ἐχόντων θέσιν.
Τετραχῇ ποιεῖται τοῦ ποσοῦ τὴν διαίρεσιν ὁ φιλόσοφος· διαιρεῖ γὰρ τὸ ποσὸν εἰς συνεχὲς καὶ εἰς διωρισμένον, καὶ εἰς τὸ ἐκ θέσιν ἐχόντων καὶ οὐκ ἐχόντων θέσιν, καὶ εἰς τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, καὶ εἰς τὸ ὡρισμένον καὶ ἀόριστον. καὶ μὴ θαυμάσῃς, εἰ πολλαχῶς γέγονεν ἡ διαίρεσις, ὅπου γε καὶ τὸ ζῷον τετραχῶς διαιρεῖσθαί φαμεν, ἔκ τε τοῦ τόπου τῆς διαγωγῆς καὶ ἐκ τοῦ χρόνου τῆς ζωῆς καὶ ἐκ τῆς φρονήσεως καὶ ἐκ τοῦ τρόπου τῆς διοργανώσεως. καὶ ταύτῃ κοινωνεῖ τὸ ποσὸν τῷ ζῴῳ τὸ τετραχῶς διαιρεῖσθαι. τοῦτο δὲ γίνεται, ὅτι ἡ πρώτη διαίρεσις οὐκ ἐξισχύει πάσας τὰς τοῦ πράγματος διαλαβεῖν διαφοράς. διαλεχθεὶς τοίνυν περὶ τῆς πρώτης διαιρέσεως ἐπὶ τὴν δευτέραν μεταβαίνει λοιπὸν καί φησιν ὅτι τοῦ ποσοῦ τὸ μὲν ἔχει θέσιν τὸ δὲ οὐκ ἔχει θέσιν. ἀλλὰ δεῖ ἐπὶ τῶν θέσιν ἐχόντων τὰ τρία ταῦτα | συνδραμεῖν, τοῦτ’ ἔστι τὸ ἔν τινι [*](81r) εἷναι, τὸ συνεχὲς εἶναι, τὸ δείξει ὑποπίπτειν, ὡς εἴ τι ἓν τούτων ἀποληφθείη, οὐκέτι λέγεται θέσιν ἔχειν τὸ τοιοῦτον πρᾶγμα· οἷον ὁ χρόνος καὶ ἔν τινί ἐστι καὶ συνεχής ἐστιν, ἀλλὰ διότι δείξει οὐχ ὑποπίπτει, οὐ λέγεται θέσιν ἔχειν. πάλιν τὸ λευκὸν καὶ δείξει ὑποπίπτει καὶ ἔν τινί ἐστι, διότι δὲ μή ἐστι συνεχές, οὐδὲ τοῦτο λέγεται θέσιν ἔχειν. ἡ δὲ ἑτέρα συζυγία οὐ συνίσταται· ἀδύνατον γὰρ πρᾶγμα καὶ δείξει ὑποπῖπτον καὶ συνεχὲς ὂν μὴ καὶ ἔν τινι εἶναι. ὅτι δὲ τὸ δείξει ὑποπῖπτον καὶ τὸ συνεχὲς ἔχει τὸ ἔν τινι εἶναι, δῆλον ἐντεῦθεν· εἰ τὸ συνεχὲς τοῦ ποσοῦ, τὸ δὲ ποσὸν συμἀμφοτέρω [*](6 M 9. 12 γραμμῆς et γραμμὴν] an ὁμαλῆς et ὁμαλὴν? (cf. El. p. 192,19) 11 ἐκτετραμμένον (sic) M 12 σφέρας M 18. 19 ἐχόντων (bis)]: ἔχοντα M 23. 24 τῷ ζῴῳ] τό ζῶον M 24 τὸ τετρ.] an τοῦ τετρ.? 30 ἔχει M)
Ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν τρίτην μέτεισιν ὁ φιλόσοφος λέγων ‘τοῦ ποσοῦ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός’. καὶ ἵνα δὲ τὰ καθ’ αὑτὰ ἐκ τῶν κατὰ συμβεβηκὸς διορίσωμεν, κεχρήμεθα κανόνι τοιούτῳ· ὧν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον αὑτὰ κατηγορεῖται, ταῦτα καθ’ αὑτὰ καὶ κυρίως ποσά ἐστιν, ὧν δὲ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον κατὰ συμβεβηκὸς κατηγορεῖται, ταῦτα κατὰ συμβεβηκὸς ποσά ἐστιν· οἷον τὸ λευκὸν κατὰ συμβεβηκὸς λέγεται εἶναι ποσόν·. οὐκ αὐτὸ γὰρ τὸ λευκόν ἐστιν ποσόν, ἀλλὰ τὸ ὑποκείμενον τῷ λευκῷ· πρὸς γὰρ τὴν ἐπιφάνειαν τοῦ σώματος, ἐν ᾧ ἐστι τὸ λευκόν, οὕτω λέγομεν καὶ ποσὸν τὸ λευκόν. οὕτως | καὶ τὸν Τρωϊκὸν πόλεμον ποσὸν [*](82r) λέγομεν κατὰ συμβεβηκός· διὰ γὰρ τὸν ὑποκείμενον χρόνον τὸν δεκαετῆ πολὺς λέγεται εἶναι. ἀλλὰ ἀποροῦσί τινες ὅτι εἰ ταῦτα οὕτως ἔχει, διὰ τί μὴ καὶ τὸν λόγον κατὰ συμβεβηκὸς λέγομεν εἶναι ποσόν· καὶ γὰρ καὶ οὗτος διὰ τὴν παρέκτασιν τοῦ χρόνου, ἐν ᾧ ἐκφωνεῖται, λέγεται πολὺς εἶναι λόγος. πρὸς τοῦτό φαμεν ὅτι οὐ διὰ τοῦτο λέγεται πολὺς καὶ μακρός, ἀλλὰ καθ’ ἑαυτόν ἐστιν μέγας. ὅθεν εἰ βουληθείημεν μακρὸν ἐκφωνῆσαι, [*](6 ἔχειν (alt. l.) M 10 ἀναμένῃ M 22 ἔχειν M 24 ἤδη] εἴδη M τὰ] τῶν Μ)
Ἀλλὰ καὶ ἐνταῦθα γενόμενοί τινες καὶ τὴν λέξιν βασανίσαντες ἀποροῦσι δύο τινὰς ἀπορίας, πρώτην μὲν ὅτι τίνος χάριν πρῶτον ἴδιον βουλόμενος ἀποδοῦναι τοῦ ποσοῦ ὁ Ἀριστοτέλης εἶπεν ἔτι δὲ ἴδιον τοῦ ποσοῦ λέγεται | τὸ μηδὲν ἔχειν ἐναντίον. διατί τὸ ἔτι προσέθηκεν μηδενὸς [*](82v) εἰρημένου ἰδίου· τοῦτο γὰρ τὸ πρόσρημα εἴωθεν ἐπί τισιν προειρημένοις λέγεσθαι, ἐνταῦθα δὲ οὐδὲν ἴδιον ἀποδέδωκε πρὸ τούτου τοῦ ἰδίου· οὐκ ἄρα καλῶς ἔγκειται τοῦτο τὸ πρόσρημα. πρὸς τοῦτό φαμεν ὅτι οὐ μάτην ὁ φιλόσοφος τέθεικεν τοῦτο· εἰ γὰρ καὶ μὴ φανερῶς εἶπεν ἕτερον ἴδιον τοῦ ποσοῦ, ἀλλ’ οὖν λεληθότως ἔλεγεν ἄνω ἴδιον εἶναι τοῦ ποσοῦ τὰ καταμετρεῖσθαι, ὅπου ἔλεγε τὸν λόγον ποσὸν ὄντα καταμετρεῖσθαι βραχείᾳ καὶ μακρᾷ συλλαβῇ. καὶ αὕτη μὲν ἡ πρώτη ἀπορία τε καὶ ἐπίλυσις. δευτέραν δὲ ἀπορίαν πάλιν προφέρουσι λέγοντες ὅτι εἰ ἄνω περὶ τῆς οὐσίας διαλεγόμενος ἔλεγεν ἴδιον εἶναι ταύτης τὸ μηδὲν ἔχειν ἐναντίον, διὰ τί φιλοσύντομος ὢν ὁ φιλόσοφος τὸ αὐτὸ ἴδιον πάλιν ὑφ’ ἑτέραν κατηγορίαν ἀνήγαγεν. καί φαμεν ὅτι οὐ μόνον ἐπειδήπερ τὸ ἴδιον δύο τινὰ βούλεται ἔχειν, τό τε μόνῳ ἐφαρμόζειν καὶ τὸ παντί, ἐκεῖ μὲν ἀναγαγὼν τὸ μηδὲν ἔχειν ἐναντίον ὑπὸ τὴν οὐσίαν ἔδειξεν ὅτι οὐ μόνῃ ὑπάρχει οὔτε τῇ οὐσίᾳ οὔτε τῷ ποσῷ, εἴ γε ἀμφοτέραις ἐφαρμόζει, ἐνταῦθα δὲ οὐ περὶ τοῦ εἰ μόνῳ τῷ ποσῷ ὑπάρχει ἢ μὴ μόνῳ πρόκειται αὐτῷ διαλαβεῖν, ἀλλ’ εἰ ἄρα παντὶ ὑπάρχει καὶ οὐ παντί. εἰ δὲ τοῦτο, οὐδὲν μάτην εἴρηται τῷ φιλοσόφῳ, ἀλλὰ τεχνικῶς ποιῶν ὑπὸ τὸ ποσὸν ἀνήγαγεν τοῦτο τὸ ἴδιον, ζητῶν εἰ παντὶ ὑπάρχει καὶ εἰ μὴ παντί. ἄλλως δὲ ἡμεῖς τῆς συντομίας θαυμάσομεν τὸν φιλόσοφον, διότι μὴ ὥσπερ ἐν τῇ οὐσία ἐπειράθη δεῖξαι εἰ μόνω ὑπάρχει καὶ παντί, οὕτω καὶ | ἐνταῦθα· ἐνταῦθα γὰρ πειρᾶται, [*](83r) ὡς εἰρήκαμεν, ἀποδεῖξαι εἰ παντὶ ὑπάρχει καὶ εἰ μὴ παντί, παραλείψας τὸ μὴ μόνῳ καὶ μόνῳ ἐκ τῶν λεγομένων ἐν τῇ περὶ τῆς οὐσίας διδασκαλίᾳ. τοῦτο πέρας τῆς παρούσης θεωρίας.
[*](2 θέλωμεν M1: θέλομεν M2 14 εντι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον Arist. 20. 21 καταμετρῆσθαι M 21 ἔλεγε] p. 4 b33 24 ἔλεγεν] p. 3b24 24 27 τό τε] τόπον M τὸ (ante παντί)] τῶ M 28 post ἔχειν iter, τόπον (sic) μόνω—ἔχειν M 29 περὶ] παρὰ M 35. 37 μόνω] μόνη M (ter))<Θεωρία κβ΄.>
p, 5a15 Ἔτι τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξεχόντων θέσιν.
Καλῶς οὐκ εἶπεν ὁ φιλόσοφος περὶ τοῦ ποσοῦ ὅτι τὸ μὲν θέσιν ἔχει τὸ δὲ οὐκ ἔχει θέσιν, ἵνα τὴν φερομένην ἀπορίαν ἐκφύγῃ· εἰ γὰρ εἶπεν θέσιν, ἠπόρησεν ἄν τις λέγων ὅτι ὁ τόπος θέσιν ἔχει, τὸ δὲ θέσιν ἔχον ἐν τόπῳ, ὁ τόπος ἄρα ἐν τόπῳ, ὅπερ ἄτοπον. ἵνα δὲ τὴν ἀπορίαν καὶ τὴν ἐπίλυσιν δημοσιεύσωμεν, εἴπωμεν οὕτως.· ἡ θέσις διττή, ἡ μὲν τῶν μερῶν ἀλληλουχία εἰς τὸ ὅλον, ἡ δὲ τοῦ ὅλου ἔν τινι ἑτέρῳ ἔξωθεν ὄντι. διὰ τοῦτο οὖν οὐκ εἶπεν ‘θέιν ἔχειν’, ἵνα μὴ ἡμεῖς διαμάρτωμεν καὶ τὸ σημαινόμενον ἐκεῖνο νοήσωμεν τὸ λέγον θέσιν εἶναι τὴν τοῦ ὅλου ἐν ἑτέρῳ ἔξωθεν ὄντι. νυνὶ δὲ προσθεὶς τὴν ἐξ πρόθεσιν ἐσήμανεν ὅτι περὶ τῶν μερῶν τοῦ ὅλου διαλέγεται.
p. 5a17 οἷον τὰ μὲν τῆς γραμμῆς μόρια θέσιν ἔχει πρὸς ἄλληλα· ἕκαστον γὰρ κεῖταί που.
οὐκ ἐλέγομεν ἐν τῇ θεωρίᾳ ὅτι ἵνα γένηται τὰ θέσιν ἔχοντα, δεῖ συνδραμεῖν τρία τινὰ πρὸς γένεσιν τούτων, πρῶτον μὲν τὸ ἔν τινι εἶναι, δεύτερον <τὸ> δείξει ὑποπίπτειν, τρίτον τὸ συνεχὲς εἶναι; ταῦτα τοῦ λέγοντος ἄκουε· φησὶν ὅτι ἕκαστον αὐτῶν κεῖταί που, ἵνα σημάνῃ <τὸ> ἔν τινι, καὶ ἔχοις ἄν διαλαβεῖν καὶ ἀποδοῦναι ποῦ κεῖται, ἵνα τὸ δείξει ὑπο|πίπτον δηλώσῃ, τρίτον πάλιν ἐπήγαγεν καὶ [*](83v) πρὸς ποῖον μόριον τῶν ποιπῶν συνάπτει, ἵνα τὸ συνεχὲς ὑπαινίξηται.
p. 5a23 Καὶ τὰ τοῦ στερεοῦ δὲ ὡσαύτως καὶ τοῦ τόπου.
Καλῶς οὐκ εἶπε σῶμα ἀλλὰ στερεόν, ἵνα τὴν εἰρημένην τῇ προτεραίᾳ ἀπορίαν ἐκφύγῃ τὴν λέγουσαν ὅτι τίνος χάριν τὸ σῶμα ὑπὸ τὴν οὐσίαν ἀναχθὲν ὑπὸ τὸ ποσὸν πάλιν ἀνήγαγεν· οἱ γὰρ μαθηματικοὶ σῶμα οὐκ ἐκάλουν τὸ ἔχον ἀπλῶς τὰς τρεῖς διστάσεις, ἀλλὰ τὸ στερεόν.
p. 5a26 Οὐδὲ τὰ τοῦ χρόνου· ὑπομένει γὰρ οὐδὲν τῶν τοῦ χρόνου μορίων.
οὐ γὰρ διττὴν εἰργάσατο τὴν διαίρεσιν; ποτὲ μὲν γὰρ συναπτομένην τοῖς τέτρασιν εἴδεσιν τοῦ συνεχοῦς ἐποίησεν τὴν * * *
[*](1 tit. inserui (cf. p. 84,15) 2 ἔτι δὲ Arist. 6 scribas θέσιν <ἔχειν> (cf. v. 16 ἐλέγομεν] p. 88,28 17 τό] τῶ M 18 pr. τὸ inser. Keil 20 τὸ addidi ὅπου Arist. 24 τῇ προτεραίᾳ ἀπορίαν] τῆ προτέρα ἀπορία M (cf. p. 83,36) 31 post τὴν lac. signavi)p. 5a38 Κυρίως δὲ ποσὰ μόνα ταῦτα λέγεται τὰ εἰρημένα.
ἐντεῦθεν ἐπὶ τὴν τρίτην διαίρεσιν μεταβέβηκεν, τήν τε καθ’ αὑτὸ καὶ κτὰ συμβεβηκός, καί φησιν ὅτι καθ’ αὑτὰ ποσά ἐστι τὰ εἰρημένα, οἷον ἐπιφάνεια, γραμμή, σῶμα, τόπος, κατὰ συμβεβηκὸς δὲ ποσὰ οἷον τὸ λευκὸν καὶ ὁ χρόνος.
p. 5b11 τῷ δὲ ποσῷ οὐδέν ἐστιν ἐναντίον· ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήζει ἤ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τοιούτῳ τινί· οὐδενὶ γὰρ αὐτῶν ἐστί τι ἐναντίον, εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ. τούτων δὲ οὐδέν ἐστιν ποσὸν ἀλλὰ πρός τι.
Ἀποδοὺς ὁ φιλόσοφος ἴδιον εἶναι τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ γιγνώσκων ἐκ τῶν περὶ τῆς οὐσίας λόγων οὐ μόνῳ τοῦτο ὑπάρχειν τῷ ποσῷ, βούλεται νῦν ἐνταῦθα ζητῆσαι εἰ παντὶ ὑπάρχει ποσῷ ἢ οὐ παντί τοῦτο δὲ | δηλονότι]. καὶ πρῶτον μὲν συνηγόρει ὅτι οὐ παντὶ τῷ [*](84r) ποσῷ ὑπάρχει, ἀλλ’ ἐπειδὴ ἡ συνηγορία κέχρηται τῷ τε μικρῷ καὶ τῷ μεγάλῳ καὶ τῷ πολλῷ καὶ τῷ ὀλίγῳ, φέρε τούτων τῶν ὀνομάτων σαφήνειαν ποιησώμεθα. διττοῦ οὖν εἴδους ὄντος τοῦ ποσοῦ, ὡς εἴρηται, τοῦ μὲν συνεχοῦς τοῦ δὲ διωρισμένου, ἐπὶ μὲν τοῦ συνεχοῦς φέρεται τὸ μέγα καὶ τὸ μικρόν, ἐπὶ δὲ τοὐ διωρισμένου τὸ πολὺ καὶ τὸ ὀλίγον. τὸ δὲ ἔλαττον φέρεται καὶ ἐπὶ τοὐ συνεχοῦς καὶ ἐπὶ τοῦ διωρισμένου, καὶ διότι μὲν ἀντίκειται τῷ κολοβῷ, φέρεται ἐπὶ τοῦ συνεχοῦς, διότι δὲ ἀντίκειται τῷ πλείονι, φέρεται ἐπὶ τοῦ διωρισμένου. ἀλλὰ ἀποροῦσί τινες ἡμῖν εὐθέως δύο τινὰς ἀπορίας, πρῶτον μὲν λέγοντες ὅτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τοῦ συνεχοῦς φέρεται τὸ δὲ πολὺ καὶ ὀλίγον ἐπὶ τοῦ διωρισμένου, πῶς τὸ ὕδωρ συνεχὲς ὂν λέγομεν πολύ. πρὸς ταύτην τὴν ἀπορίαν δύο τινὰς ἐπιλύσεις προφέρομεν λέγοντες. μίαν μὲν ὅτι τὸ ὕδωρ πολὺ λέγεται, ἢ διότι τῇ ἐπινοίᾳ διαιρεῖται εἰς κάδους ἢ διότι ἕτοιμόν ἐστιν πρὸς διαίρεσιν, ὡς ἀνωτέρω ἐλέγομεν. δευτέρα ἀπορία· τίνος χάριν τὸν χρόνον συνεχῆ ὄντα πολὺν λέγομεν τῷ τοῦ διωρισμένου ὀνόματι; καὶ προβαλλόμεθα πάλιν τὴν αὐτὴν καὶ ἐπὶ ταύτης τῆς ἀπορίας λύσιν, λέγοντες ὅτι δυνατὸν καὶ τὸν χρόνον ἐν ἐπινοίᾳ διαιρεῖν εἰς ἐνιαυτούς, ἡμέρας τε καὶ ἑβδομάδας καὶ μῆνας καὶ ὥρας. ἀλλ’ ἐπειδὴ τὰς ἀπορίας ἐπελυσάμεθα, φέρε ζητήσωμεν τίς ἡ αἰτία τῆς ἀποκληρώσεως τοῦ λέγεσθαι μὲν τὸ συνεχὲς τοῖς ὀνόμασι | τοῦ διωρισμένου τὸ δὲ διωρισμένον μηκέτι τοῖς ὀνόμασι τοῦ [*](84v) συνεχοῦς. φαμὲν τοίνυν ὅτι ἐπειδὴ τὰ συνεχῆ δυνατὸν καὶ διωρισμένα [*](1 ταῦτα μόνα coll. Arist. 6 ἔτι τῴ ποσῷ Arist. (cf. p. 90,14) 1)0,14) ἐπὶ μὲν] εἶπεν M 6 7 ἀφορισμ M 7. 8 τὸ δίπηχυ ὃ τρίπηχυ M 8 τῶν τοιούτων Arist. οὐδὲν γάρ ἐστιν αὐτοῖς ἐν., εἰ μὴ ἄρα Arist. 10 τῶν πρός τι Arist. 12 ὑπάρχειν] ὑπάρχει M 14 τοῦτο δὲ δηλονότι delevi 15 καὶ τῳ] τε καὶ M IG τὸ πολὺ M 28 ἀνωτέρω] p. 77,5 λέγομεν Μ 21) πολὺν] πολὺ M διωρ.] προδιωρ. M)
Αλλ’ ἐπειδὴ τὰ τῶν ὀνομάτων ἱκανῶς ἡμῖν πεπολυπραγμόνηται, φέρε ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναδράμωμεν αὐτὴν τὴν συνηγορίαν Ἀριστοτέλους περιθέμενοι ἐν μέσῳ. λέγει τοίνυν ὅτι οὐ παντὶ ποσῷ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐναντίον διὰ τὸ μήτε παντὶ συνεχεῖ τοῦτο ὑπάρχειν μήτε παντὶ διωρισμένῳ. ἰδοὺ γὰρ τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τοῦ συνεχοῦς φερόμενον ἐναντίον ἐστί καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐπὶ τοῦ διωρισμένου φερόμενον ἐναντίον ἐστίν. εἰ δὲ τοῦτο, οὐκ ἔρρωται τὸ ἀποδοθὲν ἴδιον τοῦ ποσοῦ. ταύτην τὴν συνηγορίαν προθέμενος καὶ τὴν λύσιν αὐτῆς ἐπάγει δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως. ὧν ἡ ἐνστάσις τοιαύτην ἔχει ἀγωγήν. ἀλλ’ ἐπειδὴ ἴδιον ἐνστάσεως τὸ μηδεμίαν χώραν διδόναι τῇ ἀπορίᾳ ἀλλ’ εὐθέως ἐκ βάθρων ταύτην ἀνελεῖν, τοῦτο κἀνταῦθα ποιεῖ· εὐθέως γάρ φησιν ὅτι ταῦτα οὐδὲ ποσά ἐστιν· τὰ γὰρ ποσὰ καθ’ αὑτά ἐστι, τὰ προειρημένα οὔκ εἰσιν καθ’ αὑτά, τὰ προειρημένα ἄρ οὔκ εἰσιν ποσά. καὶ πόθεν τοῦτο ὅτι τὰ ποσὰ καθ’ αὑτά ἐστι; τοῦτο ἔστιν πιστώσασθαι ἐκ τῆς ἐνεργείας· δι’ οὐδὲν γὰρ ἕτερον οὔτε τὴν γραμμὴν οὔτε τὴν ἐπιφάνειαν οὕτε τὸ σῶμα οὔτε τὸν τόπον ποσὰ λέγομεν εἶναι, εἰ μὴ ὅτι καθ’ αὑτά εἰσιν ποσά, καὶ οὐ δι’ ἄλλο. ὁπότε καὶ τὸ λευκὸν κατὰ συμβεβηκὸς ἐλέγομεν εἶναι ποσόν. | πόθεν δὲ [*](85r) δῆλον ὅτι ταῦτα οὐκ ἔστι καθ’ αὑτά; φαμὲν ὅτι εἰ ἦσαν καθ’ αὑτά, οὐκ ἄν τὸ μέγα ἐλέγομεν μικρὸν οὕτε τὸ μικρὸν μέγα, οὔτε πάλιν τὸ πολὺ ὀλίγον οὔτε τὸ ὀλίγον πολύ. νυνὶ δὲ καὶ τὸ μικρὸν μέγα λέγομεν καὶ τὸ μέγα μικρόν· ἰδοὺ γὰρ τὸ μὲν ὄρος μέγα ὂν μικρὸν λέγομεν πρὸς ἕτερον ὄρος αὐτὸ παραβάλλοντες. ὁμοίως πάλιν καὶ τὴν μεγάλην κέγχρον, τοῦ ὄρους πάνυ μικροτάτην ὑπάρχουσαν, μεγάλην ταύτην λέγομεν πρὸς τὰ ὁμογενῆ ἀφορῶντες. ὁμοίως οὖν καὶ τὸ πολὺ λέγομεν ὀλίγον καὶ τὸ ὀλίγον πολύ· ἰδοὺ γὰρ τοὺς ἐν τῇ πόλει ὀλίγους ὄντας πολλοὺς λέγομεν, ἀφορῶντες πρὸς τοὺς ἐν τῇ οἰκίᾳ. ὅτι δὲ ταῦτα οὔκ εἰσιν ἐναντία, δείκνυμεν ἐκ τεσσάρων τινῶν ἐπιχειρημάτων, ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· σκοπήσωμεν τὸ ἴδιον τῶν ἐναντίων καὶ τὸ ἴδιον τῶν πρός τι, καὶ ὃ δἄν ἰήιον ἁρμόζει τούτοις τοῖς ὀνόμασι, λεκτέον· ἴδιόν ἐστι τῶν πρός τι τὸ συνυπάρχειν τε ἀλλήλοις καὶ συναπάγεσθαι, ἴδιον δὲ τῶν ἐναντίων τὸ μήτε συνυπάρχειν μήτε συνυφίστασθαι ἀλλήλοις. εἰ οὖν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὸ ἴδιον ἔχει τῶν πρός τι (ταῦτα γὰρ ἅμα λέγεται· τὸ γὰρ μέγα τινός ἐστιν μέγα, μικροῦ δηλονότι, καὶ τὸ πολὺ ὁμοίως τινός ἐστιν πολύ, ὀλίγου δηλονότι· καὶ ἅμα δὲ συνυφίστανται· δυνατὸν γάρ, ὡς ἐδείξαμεν, τὸ αὐτὸ εἶναι μέγα καὶ μικρόν), τὸ δὲ ἴδιον τῶν ἐναντίων οὐκ ἔχουσι (συνυφίστανται γὰρ καὶ συνυπάρχουσι, καίτοι τῶν ἐναντίων | [τῶν] [*](85v) οὐχ οὕτω βουλομένων), οὐκ ἄρα ταῦτα ἐναντία ἐστίν, ἀλλὰ πρός τι. δεύτερον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐναντία εἰσίν, ἔτι δὲ τὸ μέγα ἐκ πολλῶν μικρῶν σύγκειται, εὑρεθήσεταί [*](13 ποιεῖ (superset, ῆ) M οὔτε] οὐδὲ M 19 ἐλέγομεν] p. 89,33 21 ἐλέγωμεν M 38 τῶν delevi 39 ταῦτα] τοῦτο M)
‘Ημῶν οὖν διὰ τεσσάρων ἐπιχειρημάτων δειξάντων ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ ἔστιν ἐναντία, πῶς ὁ Πλωτῖνός φησι καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν τοῖς Μετὰ φυσικὰ τὸ μικρὸν καὶ τὸ μέγα ἐναντία εἶναι; φαμὲν οὖν ὅτι ἀμφότεροι οἱ λόγοι καθεστήκασιν ἀληθεῖς· ἐν μὲν γὰρ δύο ὑποκειμένοις ὄντα τὸ μέγα καὶ τὸ μικρὸν οὔκ εἰσιν ἐναντία | ἀλλὰ πρός τι· εἰ γὰρ ταῦτα ἐν δύο ὑποκειμένοις, τὰ δὲ ἐναντία περὶ ἓν [*](86r) ὑποκείμενον μάχονται, δῆλον ὅτι ταῦτα οὐκ ἔστι ἐναντία. ὅτε μὲν οὖν εἰσιν ἐν δύο ὑποκειμένοις, οὔκ εἰσιν ἐναντία ἀλλὰ πρός τι. ὅτε δὲ ἐν ἑνὶ ὑπο- κειμένῳ θεωροῦνται, τοῦτ’ ἔστιν αὔξησις ὄντα καὶ μείωσις, τότε ἐναντία ἐστίν· ἔστιν γὰρ ὅρος μὲν τῆς αὐξήσεως τὸ μέγα, ὅρος δὲ τῆς μειώσεως τὸ μικρόν. ταῦτα τοίνυν ἐναντία ἐστίν, ἐπειδὴ καὶ <ἡ> αὔξησις τῇ ἐναντία· ἡ γὰρ αὔξησις καὶ ἡ μείωσις ὁδός ἐστιν ἐπὶ τὸ μικρόν τε καὶ μέγα· ὧν δὲ αἱ ὁδοὶ ἐναντίαι, τούτων καὶ τὰ πέρατα ἐναντία· τὸ ἄρα [τὸ] μικρὸν καὶ τὸ μέγα ἐναντία εἰσὶν ὡς πέρατα ὄντα αὐξήσεως καὶ μειώσεως. τί οὖν οὐ δυνατὸν ἀληθεύειν τὸν προκείμενον λόγον; φαμὲν ὅτι ναί, οὐχ ἧττον δὲ καὶ τὸν ἐν τῇ Μετὰ τὰ φυσικὰ εἰρημένον· τὸ γὰρ μέγα καὶ τὸ μικρόν, ὡς εἴρηται, ἐν ἑνὶ ὑποκειμένῳ ὄντα οὔκ εἰσιν ἐναντία· τὸ γὰρ μέγεθος τοῦ μικροῦ τῷ μεγέθει τοῦ μεγάλου οὐκ ἀντίκειται. ἀλλ’ εἰ ἄρα ἡ ἐν τούτοις θεωρουμένη αὔξησις τῇ μειώσει ἐναντία ἐστίν· ἡ δὲ αὔξησις καὶ μείωσις οὐκ ἔστι ποσὸν ἀλλὰ ποιόν, ὡς δειχθήσεται ἐν τοῖς περὶ τοῦ ποιοῦ λόγοις· ἐν ποιοῖς ἄρα ἡ ἐναντίωσις καὶ οὐκ ἐν ποσοῖς. ἡ δὲ ἔλλειψις καὶ ἡ πλεονεξία ἐναντία· τούτων γὰρ τὰ μεγέθη μετέχει. ὥστε καὶ αὐτὰ κατὰ συμβεβηκὸς ἐναντία ὡς μετέχοντα τῶν ἐναντίων, ὥσπερ καὶ τὸ ἄρτιον καὶ τὸ περιττόν φαμεν εἶναι ἐναντία· ἀριθμὸς γὰρ ἀριθμῷ οὐκ έστιν ἐναντίος, ἀρτιότης δὲ περιττότητος ἐναντία ἐστί. καὶ ὅμως φαμὲν τὸ ἄρτιον [*](86v) τῷ περιττῷ ἐναντίον εἶναι ὡς δεκτικὸν τῶν ἐναντίων.
Ἀλλὰ ἀποροῦσί τινες πάλιν λέγοντες ὅτι ἐν τόπῳ ἐστὶν ἡ τοῦ ποσοῦ ἐναντιότης· φασὶ γὰρ ὅτι ὁ τόπος ποσόν, ὁ τόπος ἔχει ἐναντίον, ἐν [*](4 πολὺ M (cf. p. 92,16) 14 πλοτῖνος M (cf. Enn. VI, 3,12 p. 627) 15 ἐν τοῖς Μετὰ φυσ.] A 6 p. 987b20sq. 23 ἡ addidi 24 pr. ἡ] εἰ M 24.34 γὰρ] δὲ M 25 τὸ delevi 30 εἰ] ἡ M 37 ὅμως] an οὕτως? 40 ante ἐν suppleveris συνάγεται)
<Θεωρία χγ΄>.
Περὶ τῶν πρός τι.
p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον.
Ἐπειδὴ πέντε παρακολουθήματα ἕπεται τοῖς πρός τι, τὸ λέγεσθαι, [*](3 ἐπὶ (ante οὐσίας) iter. M 5 καταμετρῆσθαι constanter M 8 lac. signavi 10 εἴπομεν (bis) M ὅμοιον—εἴπωμεν nunc paene evanida suppl. in mrg. M2 11 καὶ ἄνισον] ἀνίσου M 12 κατηγορίαν] διαφορὰν M 13 ἐν τοῖς Ἠθικοῖς] Eth. Nic. Α 4 p. 1096a21 16 ἴση μὲν inserui (cf. El. p. 200,20) οὐ superscr. 2 18 ὅλως supplevi: IV fere litt. evan. M 22 δὲ addidi 29 ῥητῇ scripsi: αὐτῶ M 31 tit. inserui 32 an περὶ τοῦ πρ.? (cf. p. 97.34))
τέταρτον δὲ ζητήσωμεν τὴν τούτων ὑπόστασιν. ἰστέον ὅτι διάφορος γέγονε δόξα περὶ τῶν πρός τι, καὶ οἱ μὲν πάντα πρός τι εἶναι ἐδόξαζον, ἄλλοι δὲ οὐδὲν εἶναι πρός τι ἐνόμιζον. ἡμεῖς δὲ ἑκάτερον ἐλέγχοντες τὴν ἡμετέραν δόξαν εἰσάγωμεν ἀληθῆ ὑπάρχουσαν τοῦ τῶν ὄντων τὰ μὲν εἶναι πρός τι τὰ δὲ μὴ εἶναι πρός τι. καὶ οἱ μὲν λέγοντες πάντα εἶναι τῶν πρός τι κέχρηνται δύο τισὶ λόγοις, ὧν ὁ μέν ἐστιν συλλογιστικὸς ὁ δὲ ἀπὸ τῆς ἐνεργείας λαμβανόμενος. καὶ ὁ μὲν συλλογιστικός ἐστι τοιοῦτος· φασίν ὅτι πάντα τὰ ὄντα αἱ κατηγορίαι, αἱ κατηγορίαι γένη, τὰ γένη πρός τι, πάντα ἄρα τὰ ὄντα πρός τι. πρὸς τοῦτό φαμεν ἡμεῖς ὅτι κακῶς εἰρήκασιν τὰς κατηγορίας γένη εἶναι· πῶς γὰρ βούλεσθε ταύτας γένη εἷναι; ἆρα ὡς γενικὰς σχέσεις οὔσας; ἀλλὰ τοῦτο ἄτοπον, ἀλλὰ γένη λέγοντι ὡς γενικὴν ἀναδεξάμενοι σχέσιν, καὶ οὐκ ἔτι ὡς αὐταὶ καθ’ αὑτὰς γενικαὶ οὖσαι σχέσεις. συνάγεται οὖν ἐκ τούτου λόγος ὅτι πᾶσαι αἱ κατηγορίαι γενικῆς μετέχουσι σχέσεως, καὶ οὔκ εἰσι τῶν πρός τι, ἀλλὰ τὴν τῶν πρός τι σχέσιν ἔχουσιν, ὅπερ καὶ ἡμεῖς ἐλέγομεν τὴν ὕλην τῶν κατηγοριῶν ὑποκεῖσθαι τοῖς πρός τι. καὶ οὗτος μέν ἐστιν ὁ συλλογιστικὸς λόγος τῶν βουλομένων πάντα εἶναι τῶν πρός τι. ὁ δὲ ἀπὸ τῆς ἐνεργείας λαμβανόμενος τοιοῦτος· φασὶν ὅτι τὸ μέλι τοῖς μὲν | γλυκύ ἐστι τοῖς δὲ πικρόν· τοῖς μὲν γὰρ [*](90r) ὑγιαίνουσιν γλυκὺ τοῖς δὲ ἰκτεριῶσι πικρόν. ὁμοίως καὶ τράχηλος περιστερᾶς τοῖς μὲν φαίνεται λευκὸς τοῖς δὲ φαιὸς τοῖς δὲ μέλας. καὶ δῆλον ἐντεῦθεν ὅτι οὔτε τὸ μέλι ἰδίαν ἔχει φύσιν καὶ χυμὸν οὔτε ὁ τράχηλος τῆς περι- στερᾶς μίαν ἔχει χροιάν. φαμὲν οὖν πρὸς τούτους ὅτι πρῶτον μὲν οὐδεὶς ἐκ τῶν παρὰ φύσιν κρίνει, ἀλλ’ ἐκ τῶν κατὰ φύσιν. ἄλλως τε δὲ καὶ ἐν αὐτοῖς τοῖς παρὰ φύσιν ἔστι τις αἰτία ἀναγκάζουσα τὸ μέλι τοῖς μὲν γλυκὺ φαίνεσθαι τοῖς δὲ πικρόν· τοῖς μὲν γὰρ κατὰ φύσιν ἔχουσιν γλυκύ ἐστι τὸ μέλι τοῖς δὲ ἰκτεριῶσι πικρόν ἐστιν, διότι ἡ θερμασία τοῦ μέλιτος ἀναλύουσα τὴν ἀναπεμπομένην τοῖς ἀγγίοις χολὴν ποιεῖ τὸ μέλι φαίνεσθαι πικρόν. καὶ ὁ τράχηλος δὲ τῆς περιστερᾶς αὐτὸς μὲν μίαν ἔχει χροιὰν πρὸς δὲ διαφόρους αἰτίας δοκεῖ πᾶσιν μὴ τὴν αὐτὴν ἔχειν χροιάν· τοῖς μὲν γὰρ κατ’ εὐθυωρίαν ὁρῶσιν ὁ αὐτὸς ἀεὶ φαίνεται, τοῖς δὲ κτὰ ἀντανάκλασιν ἄλλως ἄλλοτε δοκεῖ ἔχειν ἐν ἡλίῳ γὰρ φαινόμενος ἑτέροις ἑτέρως φαίνεται ἢ διὰ τὴν τῶν ὁρώντων διάφορον θέσιν ἢ διὰ τὰς τοῦ ἡλίου ἀκτῖνας ἢ δι’ ἄλλας τοιαύτας αἰτίας. καὶ οὕτως μὲν οἱ λέγοντες πάντα εἶναι τῶν πρός τι. οἱ δὲ βουλόμενοι μηδὲν εἶναι πρός τι λέγουσιν ὅτι [*](1 ὑπογρ.] ἐπιγρ. M ’d ἀκονιτὶ] ἀκονητὶ M 11 alt. αἱ κατηγορίαι in mrg. suppl. M2 16 βούλεσθαι 19 τούτου M2: τοῦτο M1 20 εἰσι] ἐστι M 24. 31 γλυκὺν M 24. 31 γὰρ] οὖν M 27 pr. οὔτε] οὑδὲ M 36 οἰθυωρίαν M1: εὐθεῖαν (in mrg.) M2 ὁ αὐτὸς] τ’ αὐτὸς (sic) M)
Πέμπτον καὶ τελευταῖον κεφάλαιον τὰ εἴδη τῶν πρός τι. δέκα τοίνυν εἰσὶ τὰ εἴδη τῶν πρός τι, ταὐτότης, ἀνισότης, ὕφεσις, κρίσις, πῆσις, γένεσις, μέθεξις, θέσις, ἀσυμμετρία καὶ ἡ πρὸς τὸ γένος ἀναφορά. | καὶ ἔστι [*](91r) ταὐτότης μέν, ὡς ὅτε εἴπωμεν ‘τὸ ἴσον ἴσῳ ἐστὶν ἴσον’ . ταὐτότης δὲ λέγεται, διότι μὴ πρὸς ἑτερώνυμον λέγεται ἀλλὰ πρὸς αὐτὸ τὸ ὄνομα. ἀνισότης δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ διπλάσιον ἡμίσεώς ἐστι διπλάσιον’ . ὕφεσις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘ὁ ἄρχων ἀρχομένων ἐστὶν ἄρχων’· δεῖ γὰρ ὑποβεβηκέναι τοὺς ἀρχομένους τῷ ἄρχοντι. κρίσις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ἰὴ ἐπιστήμη τοῦ ἐπιστητοῦ ἐστιν ἐπιστήμη’. λῆσις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ ποιοῦν εἰς τὸ πάσχον ποιεῖ’. μέθεξις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ μετέχον μετεχομένου μετέχει’. γένεσις, ὡς ὅτε εἴπωμεν ‘ὁ πατὴρ υἱοῦ πατήρ’. θέσις δέ, ὡς ὅτε εἴπωμεν ‘τὸ δεξιὸν ἀριστεροῦ δεξιόν’. ἀσυμμετρία δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ ἀδύνατον εἰς τὸ εἶναι ἀδύνατον εἰς τὸ ὁραθῆναι’. ἡ δὲ πρὸς τὸ γένος ἀναφορά, ὡς ὅτε εἴπωμεν ὅτι ἡ μὲν γραμματικὴ αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἔστι τῶν πρός τι, ἀλλὰ ποιότης ψυχῆς, πρὸς δὲ τὴν ἐπιστήμην, τοῦτ’ ἔστι τὸ γένος αὐτῆς, πάρα· βαλλομένη τῶν πρός τί ἐστιν· ἡ γὰρ γραμματικὴ ἐπιστήμης ἐστὶν γραμματική. τοῦτο πέρας τῆς προκειμένης θεωρίας.
[*](8 δοίοιμεν M 9 οὐδὲ] οὔτε M δημιουργημένων M 11 εἰλικρινῶς] εἰλίκοις (sic) M1: ἑλήκοις Μ2 14. 15 ἐλέγξαμεν (bis) M 22. 29 πεῖσις El. (p. 202,13 203,6) 24 εἴπομεν (fere constanter) M 31 μετεγένου El. (p. 203,4): μετεχόμενον M)<Θεωρία κδ΄.>
p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.
ἐντεῦθεν ἡ ψευδὴς ὑπογραφὴ τῶν πρός τι. ἀλλ’ ἵνα ταύτην νοήσωμεν, εἴπωμεν οὕτως· διττὸν τὸ πρὸς ἕτερον λέγεσθαι· ἢ γὰρ αὐτὸ ὅπερ ἐστὶν πρὸς ἕτερον λέγεται, ἢ ἄλλο μέν ἔστιν, πρὸς ἄλλο δὲ ἕτερον λέγεται, οἷον τὸ λευκὸν λέγεται πρὸς τὸ μέλαν· τὸ γὰρ λευκὸν οὐ καθὸ λευκόν ἐστιν λευκὸν λέγεται πρὸς τὸ μέλαν, ἀλλὰ καθὸ πολεμικώτατον ἢ ἐναντίον αὐτοῦ ἐστιν. | τὸ δὲ πρός τι οὐκ ἄλλο μὲν ἔστιν ἄλλο δὲ λέγεται, ἀλλὰ καθ’ ὃ [*](91v) μὲν ἔστι, κατὰ τοῦτο λέγεται· τὸ γὰρ δεξιὸν πρὸς τὸ ἀριστερὸν λέγεται, οὐ κὰτ ἄλλο τι, οἷον καθὸ ἐναντίον ἐστίν, ἀλλὰ καθὸ δεξιόν· τὰ γὰρ πρός τι οὐ κατὰ τὸ πρῶτον σημαινόμενον, ἀλλὰ κατὰ τὸ δεύτερον λέγονται, τοῦτ’ ἔστι τὰ μὴ ἄλλως μὲν ὄντα ἄλλως δὲ λεγόμενα, ἀλλὰ τὰ κατὰ τὴν ἰδίαν φύσιν λεγόμενα πρὸς ἕτερον. κατὰ τοῦτο γοῦν ὁ φιλόσοφος τὸ εἶδος εἶπεν πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἵνα μὴ λάβωμεν τὰ ἄλλως μὲν ὄντα ἄλλως δὲ πρὸς ἕτερον λεγόμενα. ζητήσωμεν δὲ τίνος χάριν εἶπε λέγεται καὶ μὴ ‘ἐστί’. καί φαμεν ὅτι ἐπειδὴ ἐκτίθεται ὑπογραφὴν μήτε ἀληθῆ οὖσαν μήτε ἀρέσκουσαν αὐτῷ, ὡς (δείξει δὲ ὁ λόγος προϊών) πολλὰ ἄτοπά ἐστιν ἑπόμενα ταύτῃ τῇ ὑπογράφῃ.
p. 6a37 Ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον.
Καλῶς καὶ τοῦτο προσέθηκεν ὁ φιλόσοφος· ἐπεὶ γὰρ εἴρηκεν ὡς αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἵνα μὴ διὰ τὸ ἑτέρων νομίσῃς ὅτι πρὸς γενικὴν μόνην τὰ πρός τι συντάττεται, τούτου χάριν εἶπεν ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον· ἔστιν γὰρ τὰ πρός τι συντάττειν καὶ πρὸς δοτικὴν καὶ πρὸς αἰτιατικήν. καὶ πρὸς μὲν δοτικήν, ὡς ὅταν εἴπωμεν ‘ὁ φίλος φίλῳ φίλος’, πρὸς δὲ αἰτιατικήν, ὡς ὅταν εἴπωμεν ‘6 τύπτων τυπτόμενον τύπτει’.
p. 6a37 Οἶον τὸ μεῖζον τοῦτο ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ μεῖζον λέγεται.
Παράδειγμα λαβὼν τῆς ὑπογραφῆς ὁ φιλόσοφος καλῶς ἀπὸ τοῦ | μείζονος ἤρξατο, ἐπειδὴ ἐν τοῖς περὶ τοῦ ποσοῦ λόγοις μνήμην ἐποιήσατο 97r τοῦ μείζονος, καὶ τούτου χάριν τοῦτο ἔλαβεν πρὸς παράδειγμα, ἵν μὴ ἐξ ἀγνώστων, ἀλλ’ ἐκ φανερῶν τὴν διδασκαλίαν ποιήσῃ.
[*](1 tit. inserui 8 πολεμικότατον M 10 ἐστι et pr. λέγεται] εἰσὶν et λέγονται M 30 λέγ. μεῖζον coll. Arist. 32 ἐν τοῖς περὶ τοῦ ποσοῦ λ.] p. 5b19)p. 6b2 ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις καὶ διάθεσις, αἵσθησις, ἐπιστήμη, θέσις.
Ζητοῦμεν ἐνταῦθα ὅτι τίνος χάριν παράδειγμα βουλόμενος λαβεῖν τῶν πρός τι ὁ φιλόσοφος μεμερισμένως εἴρηκεν ταῦτα, ἀποκεχωρισμένον τὸ διπλάσιον καὶ τὸ μέγα τάξας· ἐπήνεγκεν γὰρ λέγων ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι. φαμὲν ὅτι διὰ δύο αἰτίας· πρῶτον μὲν ὅτι τὸ μεῖζον καὶ τὸ διπλάσιον τῶν πρός τί ἐστι καὶ μόνον, ἡ δὲ ἕξις καὶ ἡ διάθεσις καὶ ἐπιστήμη οὐ μόνον πρός τί εἰσιν, ἀλλὰ καὶ ποιότητες, καὶ ποιότητες μὲν ὡς ἐν ψυχῇ θεωρούμενα, πρός τι δὲ ὡς πρὸς ἃ λέγονται παραβαλλόμενα. ἢ διὰ ταύτην οὖν τὴν αἰτίαν ἐχώρισεν ταῦτα, ἢ ὅτι ἐκεῖνα πρὸς γενικὴν καὶ μόνον λέγονται (τὸ γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ διπλάσιον ἡμίσεώς ἐστι διπλάσιον), ταῦτα δὲ οὐ μόνον πρὸς γενικὴν ἀλλὰ καὶ πρὸς δοτικὴν ἀντιστρέφονται, οἷον λέγομεν ὅτι ‘ἡ ἐπιστήμη ἐπιστητοῦ ἐστιν ἐπιστήμη’, καὶ ἀντιστρέφοντες λέγομεν ‘καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐστὶν ἐπιστητόν’. ὁμοίως δὲ καὶ ἡ διάθεσις διαθετοῦ ἐστι διάθεσις καὶ τὸ διάθετόν διαθέσει διάθετόν. ἰστέον δὲ ὅτι καὶ ταῦτα καὶ τὰ ἑξῆς λεγόμενα, οἷον ἀνάκλισιν καὶ καθέδραν καὶ στάσιν, ἔφασκεν ὁ ἡμέτερος διδά- σκαλος μὴ βούλεσθαι | τὸν Ἀριστοτέλην ὡς πρός τι λαβεῖν, ἀλλ’ ὡς ποιά [*](97v) (θεωρεῖται γὰρ καὶ ὡς ποιὰ καὶ ὡς πρός τι· αὐτὰ μὲν γὰρ καθ’ αὑτά, ὡς εἴρηται, ποιά ἐστιν, πρός τι δὲ ὡς ἔχοντα σχέσιν πρὸς τὰ μετέχοντα αὐτῶν ὡς πρός τι), ὅτι νῦν Ἀριστοτέλης βουλόμενος κακίσαι τὸν ὑπὸ τῶν νεωτέρων ἀποδιδόμενον ὁρισμόν, οὐ μόνον τὰ πρός τι ὁρίζεται, ἀλλὰ καί τινα τῶν ὑπὸ τὴν ποιότητα ἀναγομένων, ὡς ποιὰ αὐτὰ λαμβάνων. δηλοῖ δὲ καὶ τὸ τὴν θέσιν αὐτοῖς συναριθμήσασθαι, ἥπερ ἐστὶ ποιόν· οὐδὲν γὰρ ἕτερόν ἐστιν θέσις ἡ τὸ τοιόνδε σχῆμα τοῦ κινουμένου. τὸ δὲ σχῆμα ποιότης. ἄλλως τε, φησίν, ἡ ἀνάκλισις καὶ ἡ καθέδρα καὶ ἡ στάσις ἄντικρυς ποιότητές εἰσιν, εἴδη ὄντα τῆς θέσεως. πῶς οὖν ἐνῆν τὸ μὲν γένος ὑπὸ τὸ πρός τι ἀνάγεσθαι τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα;
p. 6b6 Καὶ τὰ ἄλλα δὲ ὡσαύτως. πρός τι οὖν ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.
Καὶ τοῦτό φησιν ὑπὸ Ἀριστοτέλους ὡς γυμνάζοντος τὸν εἰρημένον ὁρισμὸν λέγεσθαι, ὡς εἰ οὕτως ἔλεγεν ὅτι κατὰ τὸν εἰρημένον ὁρισμὸν ὅσα ὅπερ ἐστὶν ἑτέρων λέγεται, πάντα πρός τί εἰσιν, ὅπερ ἄτοπον. ἄλλως τε, φησίν, οὐδὲ βούλεται τέως προφανῶς ἐναντιωθῆναι τούτῳ τῷ ὅρῳ, ἀλλὰ πρότερον συμμαχεῖ αὐτῷ καὶ κρατύνει αὐτόν, καὶ οὕτως ἀνατρέπει τοῦτον δεικνὺς ὡς πολλὰ τούτῳ ἄτοπα παρακολουθήσει.
[*](1 καὶ om. Arist. 4 ἀποχωρισμ. M 5 γὰρ] δὲ M 9 ὡς] οὐ 1 ἢ M2 13 ἐπιστιτοῦ (constanter) M 17 ἀνάκλησις (constanter0 M 20 πρός τι] ὅτι M 21 an ὅτι <δὲ> 25 κιν.] an κειμένου? 31 M (cf. V. 17. 34) γυμνάζοντες M 34 οὔτε M τέος 1)p. 6b11 Ἕτι δὲ καὶ <ἡ> ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινές.
Ζητοῦμεν ἐνταῦθα τίνος χάριν πάλιν τὰ παραδείγματα διέκρινεν. καί φαμεν ὅτι διότι οὔκ εἰσι ταῦτα | κυρίως πρός τι, ἀλλ’ ὡς πρὸς τὴν τοῦ [*](93r) γένους ἀναφορὰν λέγονται πρός τι, τῶν προτέρων αὐτῶν καθ’ αὑτῶν λεγομένων εἶναι τῶν πρός τι. ἐπειδὴ δὲ εἶπεν ‘καὶ πάλιν δὲ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις εἰσίν’ (εἴδη γὰρ ταῦτα τῆς θέσεως, ἡ θέσις τῶν πρός τι· ἢ γὰρ· ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιόν ἐστιν καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δέ τι αὐτοῦ κάθηται καὶ καλεῖται καθέδρα), τὸ δὲ ἀνακεκλίσθαι ἢ ἑστάναι ἢ καθέζεσθαι ταῦτα, φησίν, οὔκ εἰσιν θέσεις, εἴ γε ἡ θέσις τῶν πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὔκ εἰσιν, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσνως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ταῦτα ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτως καὶ ἀπὸ τοῦ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως, μετηνέχθη τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν· αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεκλίσθαι καὶ <καὶ καθέζεσθαι>. ὥστε τὸ εἴδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν· καὶ δύο γὰρ ειοη του πόσου δύο ἔτεκον κατηγορίας, ὁ τόπος τὴν που καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τῷ τόπῳ ὄντα, οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινόμενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὰ θέσεως εἴδη καὶ ὑπὸ τὸ πρός τι καὶ ὑπὸ τὴν θέσιν ἀνάγει· ταῦτα γὰρ | ὑπὸ τὴν τοῦ κεῖσθαι [*](93v) κατηγορίαν ἔδει ἀνάγεσθαι. πρὸς ὃν λέγομεν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός· καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὕπο τὰ πρὸς τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κείμενον ὑπὸ τὴν κεῖσθαι κατηγορίαν.
p. 6b13 Παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγονται.
Σημειω τέον ὅτι καλῶς ἐν τοῖς προλαβοῦσιν ἐλέγομεν ὅτι χρεία τῆς τῶν παρωνύμων διδασκαλίας ἐν τῷ παρόντι συγγράμματι· ἰδοὺ γὰρ αὐτὸς ὁ Ἀριστοτέλης φαίνεται τούτων μεμνημένος. προέλαβεν δὲ ἐν τῇ ἀρχῇ τὴν τούτων διδασκαλίαν εἰπών, ἵνα μὴ ὀνόματα ἄγνωστα τοῖς εἰσαγομένοις [*](1 ἔτι] ἔστι M ἡ (ante άνάκλ.) inserui 7 εἴδη Amm. (p. 68,21): ἤδη M 8 ἡ Amm.: καὶ M 10.11 ἀνακεῖσθαι et καθῆσθαι Arist. 11 εἰ Amm.: ἡ M 16 τῆς θέσεως Amm.: τῶν θέσεων M ἥτις M2: εἴ τις M1 18 καὶ καθέζεσθαι Amm.: om. M 23 τί suppl M2 τὰ θέσεως εἴδη] τὸ θέσει M (διὰ τί τὴν θέσιν καὶ τὴν στάσιν ὑπὸ τὰ πρός τι ἀνάγει Amm.) 30 an τὴν <τοῦ> 31 λέγεται Arist. 32 ἐν τοῖς προλαβ.] p. 5,58)
p. 6b15 Ὑπάρχει καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντία, ἑκάτερον τῶν πρός ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ. οὐ πάσι δὲ τοῖς τι ὑπάρχει ἐναντίον.
Μετὰ τὴν ψευδῆ ὑπογραφὴν τῶν πρός τι ἐπὶ τὰ ἴδια λοιπὸν μεταβέβηκεν ὁ φιλόσοφος. καὶ πρῶτον ἴδιον ἀποδίδωσι τῶν πρός τι τὸ ἔχειν ἐναντίον. ἀλλ’ εὐθέως ἡμᾶς ζήτησις διαδέχεται· φασὶ γὰρ τίνος χάριν ὁ καί σύνδεσμος προτέθειται. <φαμὲν> ὅτι καὶ διὰ τὰ μέλλοντα καὶ διὰ τὰ διὰ μὲν | τὰ μέλλοντα, ἐπειδὴ ἐλέγομεν ἀκολουθεῖν τῇ ἐναντιότητι τὸ [*](94r) μᾶλλον καὶ τὸ ἧττον. ἐπειδὴ οὖν συνεφέλκεται καὶ ἡ ἐναντίωσις τῷ μᾶλλον καὶ ἧττον (μέλλει γὰρ ἀποδοῦναι καὶ τοῦτο ἴδιον ὑπάρχον τῶν πρός τι), εἰκότως οὖν ὁ καί σύνδεσμος πρόσκειται. πρὸς δὲ τὰ φθάσαντα, ἐπειδὴ ἡ ψευδὴς ὑπογραφὴ ἰδίῳ ἀναλογεῖ. ἰδίῳ δὲ ἀναλογεῖ, διότι καὶ ἡ ὑπογραφὴ ἐκ συμβεβηκότων, καὶ πάλιν διότι ἡ ὑπογραφὴ καθάπερ τὸ ἴδιον ἀντιστρέφειν βούλεται. ἐπειδὴ οὖν τὴν ὑπογραφὴν ἀποδεδώκαμεν ἀναλογοῦσαν ἰδίῳ, ὡς ῥηθέντος πρώτου ἰδίου οὕτως ἐπήγαγεν τὸν καί σύνδεσμον, δηλῶν δι’ αὐτοῦ ὅτι οὐδὲν ἰδίου διενήνοχεν ἡ ὑπογραφή. μετὰ ταῦτα ἑτέρα τις ἡμᾶς ἀπορία διαδέχεται ἡ λέγουσα ὅτι τίνος χάριν εἶπεν ὑπάρχει, καὶ μὴ εἶπεν ἢ ‘κοινόν’ ἡ ‘ ἴδιον’. πρὸς οὕς φαμεν ὅτι ἐπειδὴ ἐλέγομεν ὅτι τὸ ἴδιον καὶ παντὶ καὶ μόνῳ ἐφαρμόζει· ὅτε μὲν γὰρ παντὶ ἐφαρμόζει, τότε λέγεται εἶναι κοινόν, ὅτε δὲ μόνῳ, λέγεται ἴδιον εἶναι. ἐπεὶ οὗν τὸ προκείμενον ἴδιον οὔτε παντὶ ὑπάρχει, ὡς αὐτός φησιν, οὔτε δὲ μόνῳ, ἀλλὰ καὶ ταῖς ποιότησιν, ὡς δειχθήσεται, εἰκότως οὔτε κοινὸν αὐτὸ εἴρηκεν ὡς μὴ παντὶ ὑπάρχον, οὔτε ἴδιον ὡς μὴ μόνῳ, ἀλλ’ ὑπάρχει τοῦτο προσηγόρευσεν. ἀλλά πάλιν ἀποροῦσι λέγοντες ὅτι εἰ μήτε πᾶσιν ὑπάρχει μήτε μόνοις, δῆλον ὡς τισὶ μὲν ὑπάρχει τισὶ δὲ οὐχ ὑπάρχει· καιρὸς οὖν τοῦτο προσδιορίσασθαι καὶ δεῖξαι τίσι μὲν ὑπάρχει τῶν πρός τι τὸ ἔχειν ἐναντίον, τίσι δὲ οὐχ ὑπάρχει. | λέγομεν οὖν ὅτι τὰ πρός [*](94v) τι ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλὰ παραφυάδι ἔοικεν ἐν πάσαις εὑρισκόμενα κατηγορίαις. ὅτε γοῦν ἡ κατηγορία, ἐν ᾗ ἐστιν αὐτὴ ἡ τοῦ πρός τι σχέσις, ἔχει ἐναντίον, τότε καὶ τὰ πρός τι ἐν ταύτῃ θεωρούμενα ἔχει ἐναντία. ὅτε δὲ αἱ κατηγορίαι, ἐν αἷς τὰ πρός τί ἐστιν, οὐκ ἔχουσιν ἐναντία, οὐδὲ τὰ πρός τι τὰ ἐν ταύταις ταῖς κατηγορίαις θεωρούμενα ἕξει ἐναντία· οἷον ἐπειδὴ ἡ οὐσία οὐκ ἔχει ἐναντίον, ὡς ἴσμεν, οὐδὲ τὰ πρός τι τὰ ἐν ταύτῃ θεω- ρούμενα ἕξει ἐναντίον, οἷον πατὴρ — υἱός, δεξιὸς — ἀριστερός. πάλιν ἐπειδὴ τὸ ποσὸν οὐκ ἔχει ἐναντίον, οὐδὲ τὰ ἐν ταύτῃ θεωρούμενα τῇ [*](1 παρέχῃ et δόξῃ] παρίξει et δόξει M 4 ἐναντίον Arist. ὃν τῶν πρός τι coll. Arist. 5 τὸ ἐναντ. Arist. 8 φησὶ M 9 φαμὲν aildidi 10 τὰ oblitt. M ἐλέγομεν] p. 73,4 11 τῷ] τὸ Μ 12 ὑπάρχων M 17 ἀναλογούσῃ M 21 ἐλέγομεν] p. 65,36 23 φασιν M 30 παραφυάδι] oxtrema evanida (cf. p. 79,31) 33. 35. 37 οὑδὲ] οὔτε M 36 δεξιὸς—ἀριστ. ex Amm. (p. 69,31) supplevi: δεξ (rel. evan.) M)
ἐντεῦθεν ἐπὶ τὸ δεύτερον ἴδιον μεταβέβηκεν ὁ φιλόσοφος, τὸ τὰ πρός τι ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. περὶ οὗ οὐδὲν ἐροῦμεν ὡς πάντων τῶν ἀνωτέρω εἰρημένων λόγων ἁρμοζόντων καὶ ἐπὶ τούτου· ἐλέγομεν γὰρ ὅτι τῷ ἔχειν ἐναντίον τὸ μᾶλλον καὶ ἧττον ἀκολουθεῖ. τρίτον δὲ ἴδιον ἀποδίδωσι φάσκων ὅτι τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. ἀλλ’ εὐθέως ἡμᾶς ἀπορία διαδέχεται ὅτι εἰ καὶ τὰ πρός τι ἀντιστρέφει καὶ τὸ ἴδιον ἀντιστρέφει, συγχυθήσεται τούτων ἡ τάξις καὶ ἔσται τὰ πρός τι ἴδια καὶ τὰ ἴδια πρός τι. πρὸς οὕς φαμεν ὅτι ἄλλο ἐστὶ τὸ ἀντιστρέφειν καὶ ἄλλο τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι· τὸ μὲν γὰρ ἀντιστρέφειν ἐστὶ τὸ ἐξισάζειν, τὸ μέντοι γε πρός τι ἐξισάζει, οὐ πάντα δὲ τὰ | ἐξισάζοντα πρός τί ἐστι. [*](95v) τούτου χάριν οὐκ εἶπεν ὁ φιλόσοφος ἀντιστρέφειν, ἀλλὰ πρὸς ἀνιστρέφοντα λέγεσθαι, ἵνα ἀφορίσῃ τῶν πρός τι τὰ ἴδια. ἐπισκεπτέον δὲ ὅτι ἐὰν μὴ διορθώσεως τύχῃ τὸ παρὸν ἴδιον, οὐκ ἔστι κυρίως ἀποδεδομένον τοῖς πρὸς τι. καὶ ἵνα τοῦτο κατασκευάσῃ, δύο παραδείγματα λαμβάνει ὁ φιλόσοφος, ἐν ἀμφοτέροις τὸ ὅλον καὶ τὸ μέρος ὑπάρχον, ἀλλ’ ἐν μὲν τῷ ἑνὶ τὸ μέρος τοῦ ὅλου καθολικώτερόν ἐστιν, ἐν δὲ τῷ ἑτέρῳ τὸ ὅλον τοῦ μέρους καθολικώτερον. τὸ μὲν οὖν ἔχον τὸ μέρος τοῦ ὅλου καθολικώτερον τοιοῦτόν ἐστιν· οἷον ὄρνις πτερὸν ἔχει. οὐ πᾶν δὲ ἔχον πτερὸν ὄρνις ἐστί, ἀλλὰ [*](8 ἀπηκὸς M 13 καὶ] an τὸ? 16 εἰρήκαμεν] p 103,14 18 ἡ inserui 21 pr. τὸ ex τοῦ corr. M ἀναλογούσης] ἀναλογοῦνται M 25 ἐλέγομεν] λέγομεν M (cf. p 103,10) 26 τῷ ἔχειν] τὸ ἔχον M 30 τὰ πρός τι ἴδια coll. sed corr. M 35 ἀποδεδεμένον M 38 ἐστιν evan. M)
ἐντεῦθεν ἡμᾶς ἀπορία διαδέχεται ἡ λέγουσα ὅτι διὰ τί ὀνοματοθετοῦμεν, καίτοι τοῦ φιλοσόφου ἐν τῇ Ποιητικῇ πραγματείᾳ ἀπαγορεύοντος μὴ ὀνοματοθετεῖν, ἵνα μὴ τὴν ἀρχαίαν παραβῶμεν χρῆσιν. πῶς οὗν ἐνταῦθα αὐτὸς φαίνεται ὀνοματοθετῶν; καί φαμεν ὅτι ἔλεγεν μὴ ὀνοματοθετεῖν, ἐφ’ ὧν κεῖται ὄνομα. ἡμεῖς οὖν ὀνοματοθετοῦμεν πρῶτον μὲν ἐφ’ ὧν οὐκ ἔστιν ὄνομα· τοῦτο γὰρ ποιοῦντες οὔτε τὴν ἀρχαίαν παραβαίνομεν χρῆσιν, ἀλλὰ καὶ ταύτην εὐπορωτέραν δείκνυμεν. δεύτερον δὲ ὀνοματοθετοῦμεν, οὐχ ἵνα καθόλου χρησώμεθα, ἀλλ’ ἵνα τὴν τῶν ἀντιστρεφόντων ἀπόδοσιν τελειώσωμεν. ὅτι δὲ ἀληθεῖς εἰσιν αἱ ἀποδεδομέναι λύσεις τῆς ἀπορίας, φαίνεται καὶ αὐτὸς ἐπὶ τοῦ αὐτοῦ ταύτην οὕτως ἐπιλυόμενος· φησὶ γὰρ ὅτι ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ ᾖ κείμενον ὄνομα. καὶ διὰ μὲν τοῦ εἰπεῖν τὸ ἐνίοτε καὶ ἴσως ᾐνίξατο τὴν πρώτην ἐπίλυσιν τὴν λέγουσαν ὅτι ἐπὶ τούτων ὀνοματοθετοῦμεν, ἐφ’ ὧν μὴ ἔστιν ὄνομα, διὰ δὲ τοῦ εἰπεῖν ἀναγκαῖον τὴν δευτέραν ἐπί· λύσιν ἀπεδήλωσε τὴν λέγουσαν ὅτι οὐχ ἵνα χρησώμεθα διὰ παντός, | ὀνοματοθετοῦμεν, [*](96v) * * ὅτι ἐπὶ τῶν ἀντιστρεφόντων οὐκ ἐφ’ ὧν ἀμφότερα ὀνόματα κεῖται, ἐπεὶ εὑρεθείημεν τὴν χρῆσιν παραβαίνοντες, ἀλλ’ ἐφ’ ὧν κεῖται τὸ μέν, τὸ δὲ μὴ κεῖται, ἐκ τοῦ κειμένου ὀνομάζομεν τὸ μὴ ἔχον ὄνομα, οἷον ἐλέγομεν ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτόν. ἵνα δὲ γνῶμεν εἴτε κυρίως ἀποδέδοται τὸ πρός τι εἴτε μή, κανόνι τοιούτῳ χρησώμεθα· ἐὰν ἀποδοθῇ τι πρὸ; ἕτερον, ἀνέλω δὲ πάντα τὰ παρεπόμενα ἐκείνῳ, μείνῃ δὲ ἐπὶ τούτῳ σωζόμενον πρὸς ὃ ἀπεδόθη, κυρία ἔσται ἡ ἀπόδοσις, ἒν δὲ ἀποδοθῇ τι πρὸς ἕτερον, ἑνὸς [*](4 ἐπὶ πλέον partim evan. M 9 ἡ inserui 10 καθείλομεν et αὐξήσομεν M 15 ἀποδιδόαμεν M 17 ἐν τῇ Ποητ. πρ] c. 22 p. 1458a 18 24 ἀποδῶσιν M τελειώσομεν M 27 κείμ. ᾖ coll. Arist. 30 άοεδήλ.] ἀπε evan. M 31 post ὀνομαθετοῦμεν lac. signavi: in mrg. add. <ἀλλ᾿> ἵνα τελείαν (?) τὴν ἀπόδοσιν τῶν τοιούτων 31. 32 ἀμφότερα praeter ἁ et ρ evan. M 32 post κεῖται fort, addas ὀνοματοθετοῦμεν εἴτε κυρίως] εἰτέος M 36 κανῶνι M)
<Θεωρία κε΄.>
p. 6b15 Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον τῶν πρός ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ. οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον· τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ, οὐδὲ τῶν τοιούτων τινί.
Ἐλέγομεν ἐν τῇ θεωρίᾳ ὅτι τῶν πρός τι τινὰ <τινὰ μὲν> μὲν) ἔχει ἐναντία, τινὰ δὲ οὐκ ἔχει, καὶ προσδιωρισάμεθα λέγοντες ὅτι ταῦτα ἔχει ἐναντία τὰ εὑρισκόμενα ἐν κατηγορίαις ἐχούσαις καὶ αὐταῖς ἐναντία. τοῦτο γοῦν ἄκουε τοῦ φιλοσόφου λέγοντος · ἐπειδὴ γὰρ τὸ ποιόν, ὡς εἰρήκαμεν, ἔχει ἐναντίον, ἡ δὲ ἀρετὴ καὶ ἡ ἐπιστήμη ποιά ἐστι, τούτου χάριν καὶ αὐτὸς εἷπεν τούτοις ἐναντία εἶναι. ὅτε δὲ τὸ ποσὸν οὐδὲν ἔχει ἐναντίον, αὐτοῦ λέγοντος ἄκουε τοῦ φιλοσόφου τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ.
p. 6b38 οἷον τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ· οὐ γὰρ οἰκείως τὸ πρῶτον ἀποδέδοται πτερὸν ὄρνιθος.
οἰκείως οὗν καὶ ἡμεῖς εἰρήκαμεν. εἰ δὲ ‘ὄρνις πτεροῦ’ οἰκεία ἔσται ἡ ἀπόδοσις, πῶς οὖν τὸ μὲν οὐκ ἀληθὲς ἀπεδέξατο, τὸ δὲ ἀληθὲς ἔφησεν [*](1 σώζεται M 3. 4 ἀποδιδῶμεν M 6 σημὸν Μ 7 ἀρχημήδους M 10 τοῦ σωκράτους (alt. 1.) M 12 σημὸς M 10 tit. inserui 18 ὃν τῶν πρός τι coll. Arist. 19 τό ἐναντ Arist. 20 τριπλασίῳ Arist.: ἡμίσει M (cf. v. 28) τινί] οὐδενί Arist. 21 ἐλέγομεν] p. 103,27 τινὰ μὲν inserui 22 προσδιορισόμεθα M)
p. 7a5 Ἐνίοτε δὲ ὀνοματοποιεῖν ἴσως ἄναγκαῖον, ἐὰν μὴ καίμενον ὄνομα ᾖ.
ἐντεῦθεν ἡ ἀπὸ τοῦ ὀνοματοθετεῖν x003E;, ἣν ἡμεῖς διττῶς ἐπελυσάμεθα, καὶ αὐτοδήλη ἐστίν, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ.
p. 7a 17 οὐ γὰρ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζῴων κεφαλὴν οὐκ ἔχει.
Προσυπακούειν δεῖ ἐνταῦθα πνεύμονάς τε θαλαττίους καὶ καρκίνους· ἰστέον γὰρ ὅτι ταῦτα κεφαλὴν οὐκ ἔχει, μορίου δέ τινος ἀναλογοῦντος κεφαλῇ οὐκ ἀμοιροῦσι.
p. 7a35 Περιαιρουμένων τῶν ἄλλων ὅσα ἐστὶν συμβεβηκότα τῷ δεσπότῃ, οἷον τὸ δίποδι εἶναι, τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ.
Ἀπορητέον ἐνταῦθα πῶς τὸ δίπουν, οὐσιῶδες ὑπάρχον, συμβεβηκὸς ἐκάλεσεν ὁ φιλόσοφος. καί φασιν ὅτι διττὸν τὸ συμβεβηκός· λέγεται γὰρ καὶ τὸ ἀντιδιαιρούμενον τῇ οὐσίᾳ, λέγεται δὲ συμβεβηκὸς καὶ τὸ ἔξωθεν αὐτοῦ τοῦ προκειμένου πράγματος εἰς ἐξέτασιν· οἷον ἐὰν περὶ ποιότητος διαλεγόμενοι τῆς οὐσίας μνησθῶμεν, συμβεβηκὸς τὴν οὐσίαν φαμέν, διότι ἕτερόν ἐστι παρὰ τὴν τοῦ πράγματος τοῦ προκειμένου φύσιν. συμβεβηκὸς δὲ λέγεται, οὐχ ὅτι ἐν ὑποκειμένῳ ἐστίν, ἀλλ’ ὅτι μηδεμίαν κοινωνίαν ἔχει πρὸς τὴν τοῦ ἐξεταζομένου πράγματος φύσιν. | τούτῳ τῷ σημαινομένῳ [*](98r) τὸ δίπουν ὁ Ἀριστοτέλης συμβεβηκὸς ἐκάλεσεν, ὡς ἔξωθεν ὂν παρὰ τὸ δεσπότης καὶ δοῦλος ὃ πρόκειται εἰς ἐξέτασιν. ὅτι δὲ ταῦτα οὕτω ἔχει δῆλον, ὁπότε καὶ αὐτὸ τὸ τοῦ ἀνθρώπου ὄνομα συμβεβηκὸς ἔστιν εἰπεῖν εἶναι τοῦ δεσπότου. ἄνευ μὲν οὖν ἀνθρώπου * * ἀλλ’, ὡς εἴρηται, κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ συμβεβηκότος ἐνταῦθα ληπτέον.
[*](1. 2 καταφρονεῖν μὲν supplevi: καταφρ. (rel. evan.) M 4 λέγων] Aual. pr. Α 15 p. 35a2 6 ᾖ ὄνομα coll. Arist. 7 ἀπορία inserui 9 ᾗ] εἰ M1: ἡ M2 13 κεφαλὴν M ἀμοιροῦσι M2: ἀμωροῦσι Μ1 14 συμβ. ἐστὶ coll. Arist. 15 δεσπότῃ evan. M δίπουν (?)M post εἶναι add. καὶ Arist. 18 φασιν] φησιν M 24 τούτῳ] IV vel V litt. evan. M 25 συμβεβη . . . . . . σεν (rel. evan.) M 28 post ἀνθρ. lac. signavi)p. 7b15 Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει ειναι. καὶ ἐπὶ μὲν τῶν ἡμίσεος ὄντος διπλάσιον ἔστιν, καὶ δούλου ὄντος δεσπότης ἔστιν.
Μετὰ τὰ προειρημένα ἴδια, τοῦτ’ ἔστιν τὴν πρώτην ὑπογραφὴν καὶ τὸ ἔχειν ἐναντία καὶ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπὶ τὸ τελευταῖον ἵδιον μεταβέβηκεν ὁ φιλόσοφος, καί φησιν ὅτι τὰ πρός τι ἅμ τῇ φύσει ἐστίν. ἀλλ’ ἐπειδὴ τοῦ ἅμα μνήμην ἐποιησάμεθα, φέρε ζητήσωμεν ποσαχῶς τὸ ἅμα. ἐπειδὴ δὲ τὸ ἅμ μέσον προτέρου καὶ ὑστέρου, μάθωμεν ποσαχῶς λέγεται τὸ πρῶτον καὶ τὸ ὕστερον· ὁσαχῶς γὰρ τὸ ἄκρον, τοσαυταχῶς καὶ τὸ μέσον. ἐπειδὴ δὲ πάλιν τὸ πρῶτον καὶ τὸ ὕστερον ἀντικείμενά εἰσιν, μάθωμεν ποσαχῶς τὸ πρότερον. τὸ τοίνυν πρότερον διχῶς, ἢ χρόνῳ ἢ φύσει. καὶ φύσει μέν ἐστιν, ὡς πολλάκις εἴρηται, τὸ συναναιποῦν καὶ μὴ συναναιρούμενον, τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον. χρόνῳ δέ ἐστιν πρότερον, ὡς εἰ τύχοι ὁ Τρωϊκὸς πόλεμος ἑτέρου τινός. εἰ τοίνυν τὸ πρότερον διττόν, ἡ φύσει ἢ χρόνῳ, ὁσαχῶς δὲ τὸ ἄκρον τοσαυταχῶς καὶ τὸ μέσον, δῆλον ὅτι καὶ τὸ ἅμα διχῶς, φύσει καὶ χρόνῳ. ἐπειδὴ οὖν ἴδιον ἀποδέδωκεν ὁ Ἀριστοτέλης τῶν πρός τι τὸ ἅμα τῇ φύσει εἶναι, ἰστέον ὅτι τοῦτο τὸ ἴδιον πᾶσι μὲν ὑπάρχει τοῖς πρός τι, | οὐ μόνοις [*](98v) δέ, ἀλλὰ καὶ τοῖς ἰδίοις· τὰ γὰρ ἴδια ἅμα εἰσὶν τῶν εἰδῶν, ὧν εἰσιν ἴδια. ὁ τοίνυν Ἀριστοτέλης οὐχ οὕτως <ὡς> πρότερον, ἀλλ’ ἑτέραν βαδίσας δείκνυσιν οὐχ ὅτι πᾶσιν ὑπάρχει, ἀλλ’ ὅτι οὐ πᾶσιν, οὐχ ὡς ἀληθεύων, ἀλλὰ γυμναστικῶς προιών. καὶ λαμβάνει δύο ἐπιχειρήματα, τήν τε ἐπιστήμην καὶ τὴν αἴσθησιν. καὶ ἐπειδὴ τὸ ἅμα διττὸν ἐλέγομεν, καὶ φύσει καὶ χρόνῳ, ἐπὶ μὲν τῆς ἐπιστήμης οὐ λαμβάνει τὸ ἀπὸ τῆς φύσεως μόνον * * καὶ τοῦτο εἰκότως· αἱ μὲν <γὰρ> ἐπιστῆμαι ὕστερον ἡμῖν καὶ τούτου χάριν οὐδὲν ἄτοπον ἐπιχειρεῖν ἀπὸ χρόνου, αἱ δὲ αἰσθήσεις ἅμα συγγίνονται ἡμῖν, διὸ καὶ τὴν ἀπὸ τοῦ χρόνου παραλέλοιπεν ἐπιχείρησιν. τὰ μὲν <οὖν> ἀπὸ τῆς ἐπιστήμης ἐπιχειρήματα τοῦτον τὸν τρόπον· καὶ πρότερον λαμβάνει τὰ ἀπὸ τοῦ χρόνου καί φησιν ὅτι οὐ πάντα τὰ πρός τι ἄμα εἰσίν· ἰδοὺ γὰρ τὰ ἐπιστητὰ πρότερά ἐστιν τῆς ἐπι- στήμης· τὴν γὰρ ἐπιστήμην ὄντων τῶν πραγμάτων λαμβάνομεν * * δῆλον ὅτι τὰ ἐπιστητὰ πρότερα τῆς ἐπιστήμης· ὡς γὰρ εἴρηται, καὶ μὴ οὔσης ἐπι- στήμης τὰ πρός τι ἔστι· δῆλον ὅτι οὔκ εἰσιν ἅμα τὰ πρός τι. καὶ τοῦτο μὲν τὸ ἀπὸ τοῦ χρόνου ἐπιχείρημα. τὸ δὲ ἀπὸ τῆς φύσεως ἐστι τοιοῦτον· τὸ ζῷον ἀναιρούμενον τὴν ἐπιστήμην ἀναιρεῖ, οὐ μέντοι γε καὶ τὸ ἐπι- στητόν· δύναται γὰρ καὶ μὴ οὔσης ἐπιστήμης εἶναι τὰ ἐπιστητὰ ὡς πράγματα· τὰ γὰρ πράγματα πρὸ τῆς ἐπιστήμης. οὕτω καὶ τὰ τέσσαρα στοι [*](3 ante καὶ δούλου add. καὶ δεσπότου ὄντος δοῦλος ἔστι Arist. 12 πολλάκις εἴρηται] spectat suum in Isagogen comm. 13 συνεισφέρον καὶ μὴ συνεισφερόμενον M 14 τροικὸς M 17 ἅμα evan. M 19 ἅμα] ἄμεσα M 20 ὡς inserui πρότερον] προτέραν M 25 μόνον] μόνης M post μόνον lac. signavi, inseras ἀλλὰ καὶ τὸ ἀπὸ τοῦ χρόνου, ἐπὶ δὲ τῆς αἰσθήσεως τὸ ἀπὸ τῆς φύσεως μόνον γὰρ inserui 28 οὖν iuserui 31 post λαμβάνομεν lacunam signavi (cf. v. 32) 33 pr. πρός τι] an πράγματα?)
Ἐπεὶ οὖν μετὰ τὰ ἴδια ἐπὶ τὴν ἀληθινὴν ὑπογραφὴν μέλλομεν πορεύεσθαι, φέρε τέσσαράς τινας ἀπορίας πρὸς ταύτην κινήσωμεν, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· εἰ τὸ πρός τι ὁριζόμενος τοῦ ἑτέρου ἐμνήσθη (ἔλεγεν γὰρ ὅτι πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται), [*](99v) τὸ δὲ ἕτερον πρός τι (ἑτέρου γάρ ἐστιν ἕτερον), τὰ πρός τι ἄρα διὰ τοῦ πρός τι ὡρίσατο. ταύτης τῆς ἀπορίας διττὴν προφέρουσι τὴν λύσιν. πρῶτον μὲν ὅτι ἐπὶ τῶν ἀσχέτων πραγμάτων διαβέβληται ἡ διάλληλος δεῖξις, ἐπὶ δὲ τῶν πρός τι οὐκέτι διαβέβληται, ἀλλὰ καὶ συμβάλλεται πρὸς τὴν τούτων διδασκαλίαν. δεύτερον δὲ ὅτι οὐκ ἀληθῆ τὴν ὑπογραφὴν ἀποδέδωκε τῶν πρός τι, διὸ καὶ τοιαύτῃ ἐχρήσατο φωνῇ. δευτέρα ἀπορία· εἰ μὴ μόνον τὸ ἕτερόν ἐστι τοῦ πρός τι, ἀλλὰ καὶ τὸ αὐτό, τίνος χάριν τὸ ἕτερον μόνον περιέλαβεν, τὸ δὲ ταὐτὸν παρῆκεν; τοῦτο γὰρ ποιήσας ἐλλειπῆ τὸν ὁρισμὸν ἀποδέδωκεν τῶν πρός τι. πρὸς τοῦτό φαμεν ὅτι εἰκότως τὸ ταὐτὸν παραλέλοιπεν· εἰ γὰρ μυριάκις αὐτὸ πρὸς αὐτὸ παραβάλλεται, ἀλλ’ οὖν ἕτερον δοκεῖ εἶναι τῷ διπλοῦσθαι τῇ πρὸς ἑαυτὸ παραβολῇ. τρίτη ἀπορία· εἰ τὰ πρός τι μία τῶν κατηγοριῶν, αἱ δὲ κατηγορίαι γένη, τὰ πρός τι γένη, οὐκ ἔστιν ἄρα τὰ γένη πρός τι, ἀλλὰ πᾶν πρός τι γένος. πρὸς οὕς φαμεν ὅτι οὐδαμῶς· οὐ πᾶν γὰρ πρός τι γένος ἐστίν· ἰδοὺ γὰρ τὸ δεξιὸν πρός τι ὂν οὐκ ἔστιν γένος, διότι καὶ μερικόν. τετάρτη ἀπορία· εἰ τὰ πρός τι ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλ’ ὑποβέβληνται τούτοις πᾶσαι αἱ κατηγορίαι, τὰ δὲ ἐν πάσαις ταῖς κατηγορίαις θεωρούμενα ὁμώνυμα, τὰ ἄρα πρός τι ὁμώνυμα. πρὸς τούτους πάλιν ἐνταῦθά φαμεν ὅτι καθολικῶς λαμβάνεται· [*](100r) [*](13 an πρώτῃ <ἐπιχειρήσει> ? 25 ὁρίσατο M διττεῖν M 34 τῷ] τὸ ἑαυτὸ] ἑαυτῶ M 41 πάλιν paene evan. M λαμβ.] an ἁμαρτάνετε ?)
<Θεωρία κς΄>
p. 7b31 οἷον ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴ γε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστιν οὔπω, τοῦτο δὲ ἐπιστητόν ἐστιν.
’Ev τοῖς ἀριθμοῖς φησιν ἡ ἀριθμητικὴ τετράγωνον ἀριθμὸν μὲν εἶναι τὸν ἐφ’ ἑαυτὸν πολυπλασιαζόμενον, κύκλον δὲ τὸν ἀπὸ τοῦ αὐτοῦ ἀριθμοῦ ἀρχόμενον καὶ εἰς τὸν αὐτὸν λήγοντα. συμβαίνει δὲ πολλάκις ἀριθμὸν καὶ ἐπίσης πολυπλασιάζεσθαι καὶ εἰς τὸν αὐτὸν λήγειν, ὡς εἶναι τὸν αὐτὸν ἀριθμὸν κύκλον τε ἅμ καὶ τετράγωνον, οἷον ἐπὶ παραδείγματος τοῦ λεγομένου· λέγομεν οὕτως· πεντάκις πέντε εἴκοσι πέντε· διότι μὲν ὁ πέντε ἐφ ἑαυτὸν πολυπλασιάζεται, τετράγωνός ἐστι, διότι δὲ ἀπὸ τοῦ αὐτοῦ ἄρχεται, τοῦτ’ ἔστι τὰ πέντε, καὶ εἰς τὸ αὐτὸ λήγει, τὰ πέντε, κύκλος ἐστίν. ὡς οὖν ἐνδέχεται τὸν αὐτὸν ἀριθμὸν εἶναι καὶ κύκλον καὶ τετράγωνον, οὕτως καὶ ἐπὶ τῶν μεγεθῶν ἐζήτησαν οἱ παλαιοὶ εἰ ἐνδέχεται κύκλον εἶναι ἴσα <καὶ> τετράγωνον. τὸ δὲ οὐκ ἔστιν. ἡ δὲ αἰτία, διότι ἡ μὲν μονὰς τὸν ἀριθμόν, μέρος οὖσα τοῦ ἀριθμοῦ, τὸ δὲ σημεῖον οὐ καταμετρεῖ τὰ μεγέθη· διότι μὲν γὰρ ὁ ἀριθμὸς | μονάσι καταμετρεῖται, δύναται ὁ [*](100v) αὐτὸς καὶ κύκλος εἶναι καὶ τετράγωνος, διότι δὲ τὰ μεγέθη οὐ καταμετροῦνται σημείοις, οὐ δύναται τὸ αὐτὸ μέγεθος καὶ κύκλος εἶναι καὶ τετράγωνον. ὁ τοίνυν Ἀριστοτέλης ἐπὶ τούτου ἀπορεῖ τὴν ἀπορίαν δεικνὺς πρότερον ὑπάρχειν τὸ ἐπιστητὸν τῆς ἐπιστήμης.
p. 8a13 ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία οὐσί τῶν πρός τι λέγεται, καθάπερ δοκεῖ ἢ τοῦτο ἐνδέχεται κατά τινας τῶν δευτέρων τέρων οὐσιῶν· ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀληθές ἐστιν· οὔτε γὰρ τὰ ὅλα οὔτε τὰ μέρη πρός τι λέγεται· ὁ γὰρ τὶς ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος, οὐδὲ ὁ τὶς βοῦς οὐ λέγεται τινός τις βοῦς. καὶ ἁπλῶς εἰπεῖν τὰ ἑξῆς.
τριμερὴς ὑπῆρχεν ἡ διδασκαλία τῶν πρός τι, ὡς εἴρηται· ἡ ψευδὴς ὑπογραφὴ τῶν πρός τι, τὰ ἴδια, ἡ ἀληθὴς ὑπογραφή, ἥτις καὶ συμπληροῖ [*](1 πάσαις evan. M 1. 2 τὰ ὑπὸ πάσας iterata del. M 2 πρός τι evan. M 3 ὑπὸ πάσαις M 6 tit. inserui 7 οἷον καὶ Arist. 8 οὐδέπω Arist. τοῦτο] αὐτὸς Arist. 16 λίγει M 19 καὶ inserui 10. 20 καταμετρεῖ τὸν] καταμετρῆται (sic) M 20. 21 καταμετρῆ τὰ Μ1: καταμετρῆται M2 21 καταμετρῆται M 24 ἀπορεῖ τὴν] ἀπορεῖται M 25 πρότερον paene evan. M 20 πότ.] πρότ. M 30. 31 οὐ λέγεται om. Arist. 32 εἴρηται] p. 97,40 33 post ἴδια add. τῶν πρός τι M2)
Αὕτη μὲν οὖν ἡ Ἀριστοτέλους ἐπίλυσις. ἐπειδὴ δὲ ἡ προτέρα ὑπογραφὴ τῶν πρός τι, εἰ καὶ ψευδής, Πλατωνική ἐστι, τινὲς πειρώμενοι ἀπολογεῖσθαι ὑπὲρ αὐτῆς μόνῳ τῷ σαφεστέρῳ φασὶν διαφέρειν τὴν Περιπατητικὴν ὑπογραφὴν τῆς Πλατωνικῆς καὶ δεικνύναι πειρῶνται ὅτι καὶ τοῦ Πλατωνικοῦ ὁρισμοῦ | κειμένου οὐκ ἔχει χώραν ἡ ἀπορία. καί φασιν ὅτι [*](102v) κεφαλὴν λαμβάνει ὁ Ἀριστοτέλης τὴν διῃρημένην (ἀλλ᾿ αὕτη ὁμώνυμός ἐστι κεφαλή· οὐ γὰρ ἐνεργεῖ τὰς τῆς κεφαλῆς ἐνεργείας), ἀλλὰ <καὶ> ἐγκεκαλυμμένην καὶ τὴν τῶν ὁμοίων ζῴων· ἀλλ’ αὕτη οὐκ ἔστιν ἄτομος· οὐ γὰρ ἴσμεν αὐτὴν ὡς ἄτομον· ἓν γάρ ἐστι τῶν συμπληρούντων τὸ ἄτομον τὸ εἰδέναι τοῦδέ τινος οὖσαν. ἀλλὰ μὴν οὐκ ἴσμεν ὡς τοῦδε οὖσαν· οὐκ ἄρα ἴσμεν ὡς ἄτομον. εἰ δὲ ἀορίστως ἴσμεν ὅτι κεφαλή ἐστι, καὶ ὅτου ἐστὶν ἀορίστως εἰσόμεθα. πρὸς τάδε ἡμεῖς φαμεν ὅτι οὐ μόνον τῷ σαφε- στέρῳ, ἀλλὰ καὶ τῷ ἀληθεστέρῳ διαφέρει ἡ Περιπατητικὴ ὑπογραφὴ τῆς Πλατωνικῆς· ἡ γὰρ Πλατωνικὴ ὑπογραφὴ πρῶτον μὲν τὸ ἕτερον τῶν πρός τι ὡρίσατο μὴ φροντίσασα τοῦ λοιποῦ· φησὶν γὰρ ὅτι ταῦτα ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται <καὶ> οὐδὲν περὶ τοῦ πρὸς ὃ λέγεται εἶπεν. ἡ Περιπατητικὴ ὑπογραφὴ ἀμφότερα περιλαμβάνει τὰ πρός τι, ἐφ’ ὧν φησιν οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ἕτερόν πως ἔχειν. ἔπειτα δὲ ὁ Πλατωνικὸς ὁρισμὸς ἀπὸ τοῦ λέγεσθαι ἐχαρακτήρισε τὰ πρός τι, ὁ δὲ Περιπατητικὸς ἀπὸ τοῦ εἶναι. ὅσῳ τοίνυν προσφυέστερον τῶν εἰρημένων τὸ εἷναι ἤπερ τὸ λέγεσθαι, τοσοῦτον ὁ Περιπατητικὸς ὁρισμὸς τοῦ Πλατωνικοῦ ἐστιν ἀκριβέστερος. ἀλλά φασιν οἱ ἀπὸ Πλάτωνος καὶ τὸν Πλάτωνα [*](1 τῷ] τὸ M 2 φησί eicias 5 an ὅτι <τὰ πρός τι> ? 12 ὑποθόμεθα M 13 ἐπιδείξῃ? 17 ὅτι inserui 23 φησιν M 25 καὶ inserui 27 ὡς superscr. M 28 μὴν] μὲν M 34 καὶ inserui λέγ. εἶπεν collocavi : εἶπεν λέγ. M 35 παραλαμβ. M 36 τό] τῷ M τῷ] τὸ M ἔτερον] τι Arist. 39 pr. τὸ] τῷ M)
<Θεωρία χζ;.>
Περὶ ποιοῦ καὶ ποιό τητος.
p. 8b25 Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται. ἔστι δέη ποιὁτης τῶν πλεοναχῶς λεγομένων. ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσισ λεγέσθωσαν. διαφέρει δὲ ἕξις διαθέσεως τῷ μονιμώτερον καὶ χρονιώτερον εἶναι.
ἐπὶ τῆς παρούσης θεωρίας πέντε τινὰ ζητήσωμεν, πρῶτον μὲν τίς ἡ τάξις τῆς κατηγορίας, δεύτερον δὲ τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, τρίτον πόσα τὰ εἴδη τῆς κατηγορίας, τέταρτον τίς ἡ διαφορὰ | τῶν εἰδῶν, πέμπτον [*](103v) τίς ἡ τάξις τῶν εἰδῶν τῆς κατηγορίας. περὶ οὖν τοῦ πρώτου φαμὲν ὅτικοτως τέτακται μέτα τὴν πρὸς τι κατηγορίαν ἡ ποιότης, πρῶτον μὲν διὰ τὴν ὁμοιότητα τῶν παραδειγμάτων· καθάπερ γὰρ μετὰ τὸ ποσὸν τὸ πρός τι τέτακται διὰ τὴν ὁμοιότητα τῶν προβλημάτων, τοῦτ’ ἔστι τὸ μέγα καὶ τὸ μικρόν (ταῦτα γὰρ τοῦ ποσοῦ ὄντα οὐ μόνον ἐν τούῳ ἐθεωρεῖτο, ἀλλὰ καὶ ὑπὸ τὰ πρός τι ἀνεφέρετο, ὑπὸ μὲν τὸ ποσὸν διὰ τὸ ὑποκείμενον, ὑπὸ δὲ τὰ πρός τι διὰ τὴν σχέσιν)· ἐπειδὴ οὖν τὸ μέγα καὶ τὸ μικρὸν ἐν ποσῷ ἐθεωρεῖτο καὶ ἐν τοῖς πρός τι καὶ τούτου χάριν μετὰ τὸ ποσὸν ἡ πρός τι κατηγορία εἶχε τὴν τάξιν, οὕτω καὶ ἐνταῦθα διὰ τὴν ὁμοιότητα τῶν παραδειγμάτων μετὰ τὴν πρός τι κατηγορίαν ἡ ποιότης τέτακται· ἡ γὰρ ἐπιστήμη, ὅπερ καὶ παράδειγμα τοῦ πρός τι ἦν, οὐ μόνον ὑπὸ τὰ πρός τι ἀνάγεται, ἀλλὰ καὶ ὑπὸ. τὴν ποιότητα· ὑπὸ μὲν γὰρ τὴν πρός τι ἀνάγεται ὡς πρὸς τὸ ἐπιστητὸν παραβαλλομένη, ὑπὸ δὲ τὴν ποιότητα ὡς ὲν [*](3 αὐτὸ M 9 διεσκεμένως M 13 κατεσκεύασαι M 16 tit. inserui 18 τινες εἶναι Aiist. 21 τῶ μονιμωτέρῳ καὶ χρονιωτέρῳ εἶναι M: τῷ πολὺ κρονιώτερον εἷναι καὶ μον. Arist. 26 τὴν ex τῶν corr. M 35 τοῦ πρός τι] cf. p. 10831 Comment in Arist. XII 1. Olymp. Prol. et in Cat.)
Δεύτερον δὲ ἡ αἰτία τῆς ἐπιγραφῆς. καὶ λέγομεν ὅτι ἐναντίαν ἔβα· δισεν ὁ φιλόσοφος ὁδὸν ἐν αὐτῷ ἐν τοῖς πρός τι καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ὅπου πλῆθος ὑπῆρχεν, δι’ ἑνικοῦ ὀνόματος τὴν κατηγορίαν ἐδήλωσεν, ἐπιγράψας Περὶ τοῦ πρός τι, ἐνταῦθα δὲ ὅπου ἓν ὑπάρχει τὸ πρᾶγμα, τοῦτο διὰ πλήθους ἐσήμανεν, ἐπιγράψας Περὶ ποιοῦ καὶ ποιότητος. ζητήσωμεν οὖν τίνος χάριν διπλῇ κέχρηται τῇ ἐπιγραφῇ. | καί φαμεν ὅτι τὸ ποιὸν [*](104v) τρία σημαίνει, ἢ αὐτὴν τὴν κατηγορίαν, τοῦτ’ ἔστι τὴν ποιότητα, ἡ τὸ σῶμα τὸ μετέχον τῆς ποιότητος, ἢ τὸ ποιόν, ὥσπερ λέγομεν λευκὸν καὶ τὴν λευκότητα καὶ τὸ σῶμα τὸ λελευκασμένον, τοῦτ’ ἔστι τὸ μετέχον λευκότητος. σημαίνει δὲ τὸ ποιὸν καὶ ἄλλο κατὰ τὸ καθολικώτερον τὸ κοινῇ ἀμφοτέρων κατηγορούμενον, αὐτῆς τε τῆς ποιότητος καὶ τοῦ σώματος τοῦ μετέχοντος αὐτῆς. τούτου οὖν χάριν ἐπέγραψεν Περὶ τοῦ ποιοῦ καὶ ποιότητος, διὰ τὴν ὁμωνυμίαν τῶν σημαινομένων· ἐπειδὴ γὰρ ἠπίστατο πολλὰ σημαίνειν τὸ ποιόν, τούτου χάριν τὸ δεύτερον πρὸς σαφήνειαν τοῦ πρώτου παρέλαβεν, ὡς ἄν εἰ ἔλεγεν οὕτως· ὅτι περὶ ποιοῦ διδάσκω, οὐ τοῦ σημαίνοντος τὸ καθόλου οὐδὲ τοῦ σημαίνοντος αὐτὸ τὸ σῶμα τὸ πεποιωμένον, ἀλλὰ τοῦ σημαίνοντος αὐτὴν τὴν ποιότητα. εἰ οὖν ταῦτα οὕτως ἔχει, δῆλον ὅτι οὔτε διττολογεῖ ὁ φιλόσοφος οὔτε μάτην διττῇ κέχρηται ἐπιγραφῇ. ἀλλὰ πάλιν ζητοῦσι τίνος χάριν καὶ ἐν αὐτῇ τῇ ἐπιγραφῇ τὸ ποιὸν προτέτακται τῆς ποιότητος. καί φαμεν ὅτι εἰκότως· κατὰ πάντα τὰ σημαινόμενα δικαίως ἄν τὸ ποιὸν τῆς ποιότητος προταχθείη· ἐσήμανεν γὰρ τὸ ποιὸν τὸ καθόλου· <τὸ δὲ καθόλου> δικαίως προτέτακται· καὶ γὰρ τῶν μὴ τοιούτων προτάττομεν. ἐσήμανε δὲ καὶ τὸ σῶμα τὸ μετέχον τῆς ποιότητος· τοῦτο δὲ ὅσον πρὸς αὐτὴν τὴν ποιότητα | σύνθετόν ἐστι· τὰ δὲ σύνθετα, [*](105r) [*](5 ἐλέγομεν] p. 81,26 8 λόγος scripsi: compend. dub. M 10 εστι—νοῦν (16) delevi 12 αὗται] an ταῦτα? 16 προσέχομεν M 18 αὐτῷ sc. τῷ έπιπράφειν 32 οὐδὲ] οὔτε M 36 post ποιότητος additum προταχθείη del. M 38 τὸ δέ καθ. inserui)
τρίτον κεφάλαιόν ἐστιν, πόσα τῆς ποιότητος εἴδη. καί φαμεν ὅτι τέτταρα κατὰ συζυγίας προερχόμενα· πρῶτον μὲν ἕξις καὶ διάθεσις, δεύτερον δὲ δύναμις καὶ ἀδυναμία, τρίτον παθητικὴ ποιότης καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφή. ὅτι δὲ τέτταρά ἐστι τὰ εἴδη τὰ εἰρημένα καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, δείξωμεν ἐκ διαιρέσεως· πολλοὶ μὲν οὖν καὶ ἄλλοι πολλὰς διαιρέσεις | ἐπετήδευσαν περὶ τούτου, ἡ δὲ ἀκριβεστέρα καὶ σαφεστέρα [*](105v) ἐστὶν ἡ παρ’ ἡμῶν λεχθησομένη. ἀλλ’ ἵνα ταύτην νοήσωμεν, τρία τινὰ προλάβωμεν λήμματα· πρῶιον μὲν ὅτι ἡ παθητικὴ ποιότης διττή ἐστιν, ἡ πάθος ποιοῦσα περὶ τὴν ἡμετέραν αἴσθησιν καὶ ἡ ἀπὸ πάθους γιγνομένη. διαφέρουσι δὲ αὗται ἀλλήλων, ὅτι ἡ μὲν παθητικὴ ποιότης ἡ πάθος ποιοῦσα ἀεὶ σύνεστι τῷ ὑποκειμένῳ μηδὲν αὐτῷ πεπονθότι, οἵα ἐστὶν ἡ ἐν τῷ μέλιτι γλυκύτης (οὐ γὰρ δὴ τὸ μέλι πεπονθὸς γέγονε γλυκύ, ἀλλ’ ἅμα τῷ μέλι εἶναι ἅμα γέγονε γλυκύ· παθητικὴ δὲ ποιότης λέγεται, διότι πάθος ἐμποιεῖ τοῖς γευομένοις), ἡ δὲ ἀπὸ πάθους γινομένη πεπον- θότος τοῦ ὑποκειμένου, οἷον ἡ ἐν τῷ κύκνῳ λευκότης (ὁ γὰρ κύκνος παθών τι περὶ τὸ σῶμα γέγονε λευκός), οὐ τοῦτο λεγόντων ἡμῶν ὅτι ἡ ἀπὸ πάθους γιγνομένη οὐ ποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν πάθος (καὶ αὐτὴ μὲν γὰρ ποιεῖ, ὥσπερ τὸ λευκὸν ἐν τῷ κύκνῳ διακρίνει· ἀδύνατον <γὰρ> τὴν παθητικὴν ποιότητα μὴ ποιεῖν πάθος), ἀλλ’ ὅτι τινὲς ἐξ αὐτῶν ἐξαίρετον ἔχουσι καὶ ἴδιον τὸ ἀπὸ πάθους γίνεσθαι, ὅθεν κυρίως ὠνομάσθησαν, ἐπειδὴ τὸ ὄνομα διαστέλλειν εἴωθε τὰ πράγματα ἀπ’ ἀλλήλων. δεύτερον λῆμμα· νόει μοι τετραπλῆν τινα τάξιν· μίαν μὲν καὶ πρώτην τὴν πάθη | παθη|τικὴν [*](106r) ποιότητα πάθος ποιοῦσαν περὶ τὴν αἴσθησιν, καὶ τὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην, τρίτον πάθος, τέταρτον δὲ πάσχειν. διαφέρει δὲ ταῦτα τῷ πολυχρονιωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ· ὅτε μὲν γὰρ ἡ ποιότης ἀχώριστός ἐστι καὶ δυσέκλειπτος καὶ ὡς ἂν εἴποι τις οὐσιώδης, ὥσπερ ἡ ἐν τὼ μέλιτι [*](1 εἴρηται] p. 42,15 4 ποιήσεται M 5. 6 περιείλ. M 6 τὸ . . παραλαμβανόμενον] τοῦ . . παραλαμβανομένου M 8 προστάττειν M 26 μέλιτι] μέλι M 32 γὰρ inserui 35 σιαστέλειν M 36 νόει μοι scripsi : νόειμα (sic) M (cf. p. 136,35 37 καὶ] an δευτέραν δὲ ?)
τούτων οὖν οὕτως ἐχόντων καὶ προειλημμένων ἡμῖν τῶν τριῶν λημμάτων, φέρε τῆς διαιρέσεως ἐφαψώμεθα. ἡ τοίνυν ποιότης ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. καὶ εἰ μὲν τελειωτικὴ εἴη ἢ κακωτική, ἢ πάθος ποιεῖ περὶ τὴν αἴσθησιν ἢ οὐ ποιεῖ πάθος. καὶ εἰ μὲν ποιεῖ πάθος, ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν πάθος ποιοῦσαν περὶ τὴν αἴσθησιν. εἰ δὲ οὐ ποιεῖ πάθος, ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητος, ποιεῖ τὴν ἕξιν, εἰ δὲ εὐαπόβλητος, ποιεῖ τὴν διάθεσιν. εἰ δέ ἐστι μήτε τελειωτικὴ μήτε κακωτική, ἢ κατ’ ἐπιτηδειότητά ἐστιν ἡ κατ’ ἐνέργειαν. καὶ εἰ μὲν κατ’ ἐπιτηδειότητά ἐστι, ποιεῖ τὸ οευτερον ειοος τῆς ποιότητος το κάτα δύναμιν καὶ αουναμιαν· οὐδὲν γὰρ ἕτερόν ἐστι δύναμις καὶ ἀδυναμία ἢ ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης. εἰ δὲ κατ’ ἐνέργειαν εἴη, ἢ διὰ βάθους ἐστὶν ἢ ἐπιπολαίως. καὶ εἰ μὲν διὰ βάθους ἐστί, ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην. εἰ δὲ ἐπιπολαίως | ἐστίν, ἡ ἐν ἀψύχοις θεωρεῖται ἡ ἐν ἐμψύχοις. καὶ [*](107r) εἰ μὲν ἐν ἀψύχοις, ποιεῖ τὸ σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, ποιεῖ τὴν μορφήν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν περὶ τοῦ ἐπιπολαίως, ὅτι ἢ μαθηματικά ἐστι καὶ γίνεται τὸ σχῆμα, ἢ φυσικὰ καὶ ποιεῖ τὴν μορφήν. ἔστι δὲ καὶ δευτέραν εἰπεῖν διαίρεσιν τούτου, ὅτι ἡ ποιότης ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ. καὶ εἰ μὲν δυνάμει ἐστί, ποιεῖ τὸ δεύτερον εἶδος τῆς ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. εἰ δὲ ἐνεργείᾳ ἐστίν, ἢ νῷ γινώσκεται ἡ αἰσθήσει. καὶ εἰ μὲν νῷ γιγνώσκεται, ποιεῖ τὴν ἕξιν καὶ διάθεσιν. εἰ δὲ αἰσθήσει γιγνώδέχεται] [*](3 δέ ante IV litt. evanidas M 5 Πορφύριος] Isag. p. 13,1 8 δὲ μόνη delevit et superscr. αὕτη δὲ κἄν M 12 οὑδὲ] οὔτε M 15 δυνατόν, κατ’ sciipsi: lac. M 22 ἡ οὔτε τελ. οὔτε κὰκ. in mrg. suppl. M2)
τέταρτόν ἐστιν ἡ διαφορὰ τῶν εἰδῶν. καί φαμεν ὅτι τεσσάρων ὄντων τὸ πρῶτον καὶ τρίτον καὶ τέταρτον διαφέρει τοῦ δευτέρου, ὅτι τὰ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ. πάλιν διαφέρουσιν ἀλλήλων, ὅτι τὸ μὲν πρῶτον καὶ ἐν ψυχῇ <καὶ ἐν σώματι> θεωρεῖται, τὸ δὲ δεύτερον ἐν ψυχῇ μόνῃ, τὸ δὲ τρίτον καὶ τέταρτον ἐν σώματι μόνον. | πάλιν τὸ τρίτον τοῦ τετάρτου [*](107v) διαφέρει, ὅτι τὸ μὲν τρίτον διὰ βάθους θεωρεῖται, τὸ δὲ τέταρτον ἐπιπολαίως τοῦ σώματος.
Πέμπτον τὴν τούτων τάξιν ζητήσωμεν. καί φαμεν ὡς εἰκότως ἕξις καὶ διάθεσις τῶν ἄλλων προτέτακται, διότι καὶ ἐνεργείᾳ ἐστὶ καὶ τελειωτικὴ τῆς ψυχῆς καὶ ἐν σώματι καὶ ἐν ψυχῇ θεωρεῖται. προτετίμηται οὗν καὶ ταῦτα τῶν ἄλλων. πάλιν τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν εἰκότως δευτέραν ἔλαχε τάξιν, τοῦ μὲν πρώτου, καθότι τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, τὰ πρωτεῖα δὲ ἀπείληφε τῶν λοιπῶν, καθὸ τὸ μὲν δεύτερον περὶ ψυχὴν θεωρεῖται, τὰ δὲ λοιπὰ περὶ τὸ σῶμα δηλοῦνται. τὸ δὲ τρίτον εἰκότως προτέτακται τοῦ τετάρτου, ἐπειδὴ τὸ μὲν ἐν βάθει ἐστὶ τὸ δὲ ἐπιπολαίως θεωρεῖται. τοῦτο πέρας τῆς προκειμένης θεωρίας.
<Θεωρία κη΄.>
p. 8b25 Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί λεγόμεθα εἶναι.
ἔθος ἐστὶ τοῖς ἀρχαιοτέροις, ἵν’ ὅτε μὲν αὐτοὶ εὑρίσκωσιν ὀνόματα, λέγειν τὸ λεγέσθω καὶ καλείσθω, ὅτε δὲ ὄνομα λέγουσιν ηὑρημένον <ἐν> τῇ κοινῇ συνηθείᾳ καὶ παρὰ τοῖς παλαιοῖς κείμενον, λέγειν τὸ καλεῖται καὶ λέγεται. πῶς οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης περὶ ποιότητος διαλεγόμενος τὸ λέγω εἷπεν, καίτοι εὕρηται |ἡ χρῆσις τοῦ ὀνόματος παρὰ πρὸς τοῦτό φαμεν ὅτι εἶπεν τὸ λέγω ὁ φιλόσοφος, οὐχ ὡς βουλόμενοςσφετερίσασθαι τὸ ὄνομα τῶν ἀρχαίων, ἀλλ’ ὡς πλατυτέραν τὴν τούτου χρῆσιν ποιῶν· εἰ γὰρ καὶ παρὰ Πλάτωνι ἦν ηὑρημένον, ὰλλ’ οὗν σπανία ἡ τούτου <χρῆσις> | ἐφαίνετο, ὡς δηλοῖ καὶ αὐτὸς λέγων ‘ἔοικάς μοι μὴ πάνυ [*](108r) [*](b 2"/> εἰ om. M 3 ἔστιν] lac. M 11 τὸ evan. M 13 καὶ ἐν σώματι addidi: ψυχῇ καὶ ἐν σώματι om. M1: ψυχὴ suppl. M2 17 καὶ] superscr. ἐνῆ M2 18.19 κα. τελ τῆς ψ. eicias 26 tit. inserui 27 coirigas εἶναι λέγονται (cf. p. 118,5. 14) 14) ὲν inserui 32 παρὰ Πλάτ.] Theaet p. 182 A (cf El. p. 225,19 Plat. proleg. p. 200 Herm.) 34 πλατύτερον M 35 ποιῶν part, evan. M 36 χρῆσις supplovi: lac. VI litt. M)
p. 8b26 Ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων.
Ἀποροῦμεν ἐνταῦθα ὅτι ἡ ποιότης τῶν πολλαχῶς λεγομένων, τὰ δὲ πολλαχῶς λεγόμενα ὁμώνυμα, ἡ ποιότης ἄρα ὁμώνυμος. ἡ δὲ λύσις ἐστὶν αὕτη· ὅτι καὶ αὐτὸ τοῦτο τὸ πολλαχῶς λέγεσθαι πολλὰ σημαίνει· πολλαχῶς γὰρ λέγεται καὶ τὰ ὁυνώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ. ἀφ᾿ ἑνός. ἀλλὰ τὰ μὲν ὁμώνυμα πολλαχῶς λέγονται, οὐ μέντοι γε καὶ εἰσίν· ἐν γὰρ ὀνόμασι μόνον ἡ κοινωνία. τὰ δὲ συνώνυμα καὶ εἰσὶ καὶ λέγονται. ὁ τοίνυν Ἀριστοτέλης τὸ πολλαχῶς ἐνταῦθα λέγεσθαι ἐπὶ τῶν συνωνύμων περιέλαβεν. ἀλλ᾿ ἵνα τελεία γένηται ἡ ἀπόκρισις, προσθῶμεν τὸ ῾ὄντων᾿ κατὰ διά. νοιαν, ἵνα εὑρεθείη τὸ ῥητὸν οὕτως ἔχον ῾ἡ δὲ ποιότης ἐστὶ τῶν πολλαχῶς λεγομένων ὄντων᾿, ἵνα τὸ τέλειον τὴν τῶν ὁμωνύμων διάκρισιν ποιησώμεθα.
p. 8b26 Ἕν μὲν οὖν εἶδος ποιόητος ἕξις καὶ διάθεσις λεγέσθω.
Ζητοῦμεν ἐνταῦθα πῶς ἀπαριθμησάμενος δύο εἴδη, λέγω δὴ ἕξιν καὶ διάθεσιν, ἓν εἶδος ταῦτα μόνον ἐκάλεσε. καί φασιν ὅτι ἡ ἕξις καὶ ἡ διάθεσις οὐδὲν διενηνόχασιν ἀλλήλων, εἰ μὴ τῷ μᾶλλον καὶ ἧττον· τὸ δὲ μᾶλλον καὶ ἧττον | εἴδους διαφορὰν οὐκ ἐργάζεται· ἡ ἄρα ἕξις καὶ διάθεσις οὔκ [*](109v) εἰσι διάφορα ἀλλ᾿ ἕν, ὡς εἶπεν, εἶδος τὸ δεχόμενον τὸ μᾶλλον καὶ ἧττον.
p. 8b27 Διαφέρει δὲ ἕξις διαθέσεως τῷ μονιμώτερον καὶ χρονιώτερον εἶναι.
᾿Ενταῦθα βουλόμενος διάκρισιν ποιήσασθαι ἕξεως καὶ διαθέσεώς φησιν ὁ φιλόσοφος ὅτι (??)αῦτα οὐ διενήνοχεν, εἰ μὴ τῷ πολυχρονιωτέρῳ. πρὸς ὅν φαμεν ὅτι αὕτη οὐκ ἔστι τελεία διάκρισις· οὐ μόνον γὰρ ταῦτα, τοῦτ᾿ ἔστιν τὴν ἕξιν καὶ τὴν διάθεσιν, τῷ πολυχρονιωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ διακρίνομεν, ἀλλὰ καὶ ἐπὶ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ τὸ πάθος ταύτῃ πειρώμεθα διακρῖναι. ἵνα γοῦν τούτων γένηται τελεία διάκρισις, ἑκατέροις τοῖς εἴδεσι προσθετέον τῇ μὲν ἕξει καὶ διαθέσει τὸ τέλειον καὶ ἀτελές, τῇ δὲ παθητικῇ ποιότητι καὶ τῷ πάθει τὸ ἐπεισοδιῶδες, ἵνα εὑρεθείη οὕτως ῾τὸ πολυχρονιώτερον καὶ μονιμώτερον καὶ τελειωτικὸν ἕξις ἐστί, τὸ δὲ ὀλιγοχρόνιον καὶ εὐμετάβλητον καὶ οὐ τέλειον διάθεσίς ἐστι, παθητικὴ δὲ ποιότης ἐστὶ τὸ πολυχρόνιον καὶ δυσμετάβλητον καὶ ἐπεισοδιῶδες, <πάθος δέ ἐστι τὸ ὀλιγοχρόνιον καὶ εὐμετάβλητον καὶ ἐπεισοδιώδες> αὕτη γὰρ ἡ προσθήκη γενομένη τελείαν τὴν ἀμφοτέρων ποιεῖται διάκρισιν.
[*](3 ἡ (ante ποιότ.) evan. M 8 συνὼν.] ἀνων. M 13 λεγέσθωσαν Arist. 16 τῷ μᾶλλ. καὶ] τὸ μᾶλλ. τὸ M 19 τῷ] τὸ M πολυχρονιώτερον εἶναι καὶ μον. Arist. 23 αὕτη] τοῦτο superscr. M2 25 ἐπὶ i. e. praeterea (cf. p. 147,6) 32. 33 πάθος—ἐπεισ. inserui)p. 8b29 τοιαῦται δὲ αἰ ἐπιστῆμαι καὶ αἱ ἀρεταί.
Προσυπακουστέον ἐνταῦθα ὅτι καὶ αἱ τέχναι. αἱ δὲ τέχναι λέγονται μόνιμοι εἶναι καὶ δυσμετάβλητοι οὐ πρὸς τὸ ὑποκείμενον, ἀλλὰ πρὸς τὴν γνῶσιν | τοῦ γιγνώσκοντος, εἰ ἄρα ἐν ἕξει ἔχει τὰ ἰατρικὰ θεωρήματα.
[*](110r)p. 8b30 Ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ.
Μετρίαν ἐπιστήμην καλεῖ τὴν τέχνην διὰ τὸ ῥευστὸν τῆς ὕλης, ἤ μέρος τῆς ἐπιστήμης, ὡς ἐάν τις πολλῶν ὄντων τῶν Εὐκλείδου θεωρημάτων δέκα μόνον εἰδῇ θεωρήματα, ἀκριβῶς μέντοι καὶ δυσμεταβλήτως.
p. 8b31 ἐάνπερ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἤ ἑτέρου τινος τοιούτου.
τοιαύτην μεταβολὴν Θουκυδίδης ἱστόρησεν ἐν τῷ κατ’ αὐτὸν λοιμῷ· φησὶ γὰρ ὅτι ζήσαντες σφᾶς τε ἑαυτοὺς ἠγνόουν καὶ τοὺς ἐπιτηδείους, πολλῶ μᾶλλον καὶ τὴν ἐπιστήμην, ἣν εἶχον τὸ πρίν.
p. 8b32 Ὡσαύ τως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ’ εὐμετάβλητον.
εἰκότως ὁ Ἀριστοτέλης ἐνδιέτριψε ἰοῖς τῆς ψυχῆς παραδείγμασι διὰ τοιαύτην αἰτίαν· ἐπειδὴ ἐλέγομεν ὅτι δυνατὸν τὴν αὐτὴν ποιότητα, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, καὶ ἕξιν εἶναι καὶ παθητικὴν ποιότητα, ἕξιν μὲν πρὸς· τὸ ὑποκείμενον, παθητικὴν δὲ ποιότητα πρὸς ἡμᾶς τοὺς αἰσθανομένους, ἡ δὲ ἕξις δύναται θεωρηθῆναι καὶ ἐν σώματι καὶ ἐν ψυχῇ, ὅσαι μὲν οὖν· εἰσι ποιότητες ἐν σώματι θεωρούμεναι καὶ ἐνεργείᾳ οὖσαι καὶ ἐν βάθει τελοῦσαι, αὗται ὑπὸ τὴν παθητικὴν ποιότητα ἀνάγονται καὶ ὑπὸ τὴν ἕξιν, οἷον ἡ θερμότης ἡ ἐν τῷ πυρί, ὅσαι δὲ ἐν ψυχῇ μόνον θεωροῦνται, | ὑπὸ τὴν [*](110v) ἕξιν καὶ τὴν διάθεσιν μόνην ἀνάγονται, οὐκέτι δὲ ὑπὸ τὴν παθητικὴν ποιότητα· οὐδὲ γὰρ ποιοῦσί τι περὶ τὴν ἡμετέραν αἴσθησιν. βουλόμενος τοίνυν ὁ Ἀριστοτέλης μὴ ἐπαμφοτερίζοντα παραδοῦναι παραδείγματα τούτων, ἕξεως καὶ διαθέσεως, ἠναγκάσθη περὶ ταῦτα ἐνδιατρῖψαι, ἵνα τελείαν τήν τε τῆς ἕξεως καὶ τῆς διαθέσεως ποιήσηται διὰ τῶν παραδειγμάτων διάκρισιν.
p. 8b35 Διαθέσεις λέγονται αἵ εἰσιν εὐκίητοι καὶ ταχὺ μεταβάλλουσαι, οἷον θερμότης καὶ ψῦξις καὶ νόσος καὶ ὑγεία καὶ ὅσα ἄλλα τοιαῦτα.
Ἐνταῦθα γενόμενοι οἱ Ἀττικοὶ ἐξηγηταὶ λαμβάνοντι τοῦ φιλοσόφου, [*](1 αἰ τε ἐπιστ. Arist. 7 εὐκλείδου θεωρημάτων paene evan. M 8 εἰδῇ] ἵδη M 9 ἐάνπερ] ἐὰν γὰρ Μ 10 ἐτἐρ.] ἄλλου Arist. 11 Θουκυθ.] 11, 49 16 εὐμετάβολον Arist. 18 ἐλέγομεν] p. 116,14 23 οἷον evan. M 26 οὐδὲ] οὔτε M 30 ἁ έστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα Arist. 31 κατάψυξις Arist.)
p. 9a1 Εἰ μή τις καὶ αὐτῶν τούτων διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ὡς ἕξιν προσαγορεύοι.
Πεφυσιωμένη λέγει, τοῦτ’ ἔστι φύσις τις γενομένη, ὕστερον δὲ ὅτι δυνατὸν τὰς αὐτὰς ποιότητας καὶ ἕξεις καὶ διαθέσεις <λέγεσθαι>· ἡ γὰρ καὶ ἡ ὑγεία ἕξεις λέγονται, ὥσπερ ἡ ἐν τῷ Μίλωνι τῷ ἀθλητῇ ὑγεία καὶ ἡ τ.ῶν πεντάθλων, περὶ ἧς Ἱπποκράτης φησὶν ‘αἱ εἰς ἄκρον εὐεξίαι σφαλεραί’, νόσος δὲ οἷον ὁ· ἑκτικὸς πυρετός. καὶ ταῦτα μὲν ἕξεις λέγει ὡς δυσαπόβλητα, εἰ δ’ εὐμετάβλητα ᾖ ἡ νόσος καὶ ὑγεία, τότε αὐτὰ λέγει διαθέσεις ὑπάρχειν.
p. 9a10 Εἰσὶ δὲ αἱ μὲν ἕξεις διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις.
ἐνταῦθα παραλογισμόν τινα γιγνόμενον ἐλέγχει ἐπὶ τούτων ὁ φιλόσοφος τοῦτον ἔχοντα τὸν τρόπον· φησὶ γάρ· ἡ ἕξις διάθεσις, ἡ διάθεσις οὐχ ἕξις, ἡ ἕξις οὐχ ἕξις. καί φαμεν ὅτι ὁ μέσος ὅρος ὁμώνυμός ἐστι, τοῦτ’ ἔστι ἡ διάθεσις· ὥσπερ λέγομεν ὄνομα τὸ κατὰ παντὸς μέρους λόγου φερόμενον, καὶ πάλιν ὄνομα τὸ πτωτικὸν τὸ ἀντιδιαστελλόμενον τῷ ῥήματι, οὕτως ἔστι· καὶ καθολικὴ διάθεσις καὶ μερική· ἔστι γάρ διάθεσις ἡ κοινῶς ν καθ’ ἕξεως καὶ διαθέσεως κατηγορουμένη, ἔστι δὲ διάθεσις ἡ ἀντιδιαστελλομένη τῇ ἕξει. ποτὲ δὲ ὁ συλλογισμὸς λαμβάνει καθολικωτέραν διάθεσιν, ὅτε λέγει ‘ἡ ἕξις διάθεσις’, ποτὲ δὲ τὴν μερικωτεραν, ὅτε φησὶν ‘ἡ δὲ διά.θεσις οὐχ ἕξις’. καὶ ἐκ τούτου συμβαίνει τὸν παραλογισμὸν γεγενῆσθαι· πλανᾷ γὰρ τούτους ἡ τῆς διαθέσεως ὁμωνυμία, μὴ ὲν τοῖς ἀμφοτέροις ὅροις τοῦ συλλογισμοῦ τὸ αὐτὸ λαμβάνηται σημαινόμενον.
[*](1. 2 περιέλαβ. M 3 διάθεσις M 4 πολλάκις εἴρηται] cf. p. 120,18 14 τις evan. M τυγχάνοι Arist. 16 ὡς ἕξιν] ἕξιν ἤδη Arist. 18 λέγ. addidi 19. 21 καὶ evna. M 20 Ἱπποκράτης] A ph. 1,3 27 φησὶ sc. ὁ παραλογισμός (cf. v. 33))p. 9a14 Ἕτερον δὲ γένος ποιότητος, καθ’ ὃ πυκτικούς τινας καὶ δρομικοὺς ἢ ὑγιεινοὺς καὶ νοσώδεις λέγομεν, καὶ ἁπλῶς ὅσα κτὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται· οὐ γὰρ τῷ διακεῖσθαί πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ μᾶλλον τῷ δύναμιν ἔχειν φυσικὴν <ἢ ἀδυναμίαν> τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν πάσχειν, καὶ τὰ ἑξῆς.
Ἵνα τὸ δεύτερον εἶδος τῆς ποιότητος νοήσωμεν, τρία ταῦτα ζητήσωμεν· ποσαχῶς ἡ δύναμις, καὶ περὶ ποίας δυνάμεως ἐστιν ἡμῖν ὁ λόγος. καὶ τρίτον αὐτὴ ἡ δύναμις περὶ ἧς διαλεγόμεθα. οὐκοῦν ἐπειδὴ ταύτην ἔχομεν, τὴν <πρό> θεσιν, ἀρκτέον ἀπὸ τοῦ πρώτου. ἡ τοίνυν δύναμις ἡ ἁπλῶς λέγεται, ἢ προσεχῶς ἢ πόρρω. εἰ δὲ ἡ δύναμις διχῶς λέγεται, καὶ ἡ ἀδυναμία ὁμολογουμένως τοσαυταχῶς λεχθήσεται, ἢ προσεχῶς | ἢ πόρρω· [*](112r) ὁσαχῶς γὰρ λέγεται τὸ ἕτερον τῶν ἀντικειμένων, τοσαυταχῶς καὶ τὸ ἕτερον. ἀλλ’ ἐπειδὴ τὰ παραδείγματα φῶς ἀνάπτειν εἴωθε τοῖς λεγομένοις, φέρε ἑκάστῳ τῶν προειρημένων ὑποβάλλωμεν παράδειγμα. πόρρω τοίνυν δύνα. μίν φαμεν, ὡς ὅτε εἴπωμεν τὸν ἄνθρωπον ἐπιτήδειον εἶναι πρὸς πᾶσαν ἐπιστήμην, προσεχῆ δὲ δύναμιν λέγομεν, ὡς ὅτε εἴπωμεν αὐτὸν τὸν ἄνθρωπον ἐπιτηδείως ἔχειν πρὸς γραμματικήν. ὁμοίως πόρρω ἀδυναμία ἐστίν, ὡς ὅτε εἴπωμεν τὸν λίθον <μὴ> ἐπιτήδειον εἶναι πρὸς πᾶσαν ἐπιστήμην, δὲ ἀδυναμία ἐστίν, ὡς ὅτε εἴπωμεν τὸν λίθον μὴ δύνασθαι ἐπιτηδείως ἔχειν πρὸς γραμματικήν. καὶ ἐν τούτοις ἡμῖν συμπεραίνεται τὸ <πρῶτον> δεύτερον κεφάλαιον, ἐν ᾧ ὀφείλομεν μετὰ τὴν ἀπαρίθμησιν τῶν σημαινομένων τῆς δυνάμεως καὶ τῆς ἀδυναμίας εἰδέναι περὶ ποίων σημαινομένων ἐστὶν ἡμῖν ὁ λόγος. λέγω τοίνυν ὅτι ὁ λόγος οὐ γίνεται ἡμῖν οὔτε περὶ τῆς πόρρω δυνάμεως οὔτε περὶ τῆς πόρρω ἀδυναμίας, ἀλλὰ περὶ τῶν προσεχῶν. καὶ εἰκότως οὐ πεοὶ τῶν πόρρω ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ τῶν προσεχῶν, διότι ἡ ζήτησις ἡμῖν ἐστι περὶ συμβεβηκότων καὶ ὄντων. διότι μὲν οὖν περὶ συμβεβηκότων ἡ ζήτησις, ἀπεχόμεθα τῆς πόρρω δυνάμεως (αὕτη γὰρ οὐσία ἐστίν, ὡς δείξομεν), διότι δὲ περὶ ὄντων ἡμῖν ὁ λόγος, οὐ πολυπργμονοῦμεν τὴν πόρρω ἀδυναμίαν · αὕτη γὰρ παντελής ἐστι στέρησις | καὶ μὴ ὄν. ὅτι δὲ ἡ πόρρω δύναμις οὐσί ἐστὶ καὶ οὐ [*](112v) ποιότης, δῆλον ἐξ ὧν τὴν ὕλην μετέχουσαν αὐτῆς ἄποιον λέγομεν. τῆς δὲ πόρρω δυνάμεως ἡ ὕλη μετέχει, διότι ἐπιτηδείως ἔχει πρὸς πάντα. τρίτον κεφάλαιον, ἐν ᾧ ὀφείλομεν διλεχθῆναι περὶ τῶν ἀφορισθέντων ἡμῖν σημαινομένων. ἡ τοίνυν δύναμις ἡ προσεχής (περὶ γὰρ ταύτης ἡμῖν ὁ λόγος), καὶ δὲ καὶ ἡ ἀδυναμία ἡ προσεχής, ἅτε δὴ ἐν τῷ ποιεῖν καὶ πάσχειν θεωρούμενι, τετραχῶς ἑκατέρα αὐτῶν διαιρεθήσεται· δύνασθαι λοιπὸν γίγνεσθαι ὀκτὼ τὰς πάσας συμπλοκάς· οἷον δυνατὸν ποιεῖν, δυνατὸν [*](1. 2 πυκτ. ἡ δρ. ἡ ὐγ. ἡ νοσ. Arist. 3. 5 τῷ] τό M 4 γέ πως Arist. μᾶλλον om. Arist. 5 ἡ ἁδύν. inserui 10 πρόθ.] θέσιν M 1.5 ὑποβάλλομεν M 16 εἴπομεν M (constanter) 19 μὴ addidi 19. 20 ἐπιτήδειον εἶναι—τόν λίθον in mrg. suppl. M1 21 πρῶτον inserui 25 ἀδυναμίας scripsi: δυνάμεως M 31 ὄν] ὤν Μ μετέχ.] ἀπέχ. Μ 36 prius καὶ evan. M δύν.] an ὥστε?)
Προσκεχρήσθω δὲ ἡμῖν εὐτάκτως καὶ τὸ τρίτον εἶδος αὐτῆς, φημὶ δὴ τὴν παθητικὴν ποιότητα καὶ τὸ πάθος· αὕτη γὰρ ἡ παθητικὴ ποιότης ἢ συμπληροῖ τὸ εἶδος, ὡς ἡ ἐν τῷ μέλιτι γλυκύτης, ἢ οὐ συμπληροῖ. καὶ εἰ μὴ συμπληροῖ, ἢ ἐν παντὶ τῷ εἴδει ὑπάρχει, ὡς ἡ λευκότης ἡ ἐν τῷ κύκνῳ, ἢ οὐκ ἐν παντί, ὡς ἡ λευκότης ἡ ἐν τῷ ἀνθρώπῳ, πλὴν ὡς ἂν ᾖ τὴν παθητικὴν ποιότητα ποιεῖ τὴν ἀπὸ πάθους γινομένην. τεττάρων οὖν ὄντων <τῶν> συμπληρωτικῶν, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, ποιότητος τῆς πάθος ποιούσης περὶ τὴν αἴσθησιν, καὶ παθητικῆς ποιότητος τῆς ἀπὸ πάθους γινομένης, καὶ αὐτοῦ μέντοι τοῦ πάθους, ἔτι δὲ καὶ τοῦ πάσχειν, εἰ δύναται ἡ αὐτὴ ποιότης εἴτε ἐπὶ σωματικῆς εἴτε ἐπὶ ψυχικῆς ποιότητος εἶναι ἐπιδεκτική, ζητήσει ὁ λόγος· οἷον ἐπὶ σωματικῆς ποιότητος ὡς ἡ θερμότης ἡ ἐν πυρὶ παθητικὴ ποιότης ἐστὶ πάθος ποιοῦσα κατὰ τὴν αἴσθησιν, ἡ δὲ ἐν τῷ ἀνθρώπῳ τῷ θερμοτέρῳ κεκραμένῳ κατὰ φύσιν παθητικὴ ποιότης ἐστὶν ἀπὸ πάθους γινομένη, ἡ δὲ ἐν τῷ πυρέττοντι θερ- μότης | οὐχ ἁπλῶς οὕτως ἐστὶν ἀλλὰ πάθος, ἡ δ’ ἐξ ἡλικίας συμβαίνουσα [*](113v) θερμότης ὑπὸ τὸ πάσχειν ἀναφέρεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ποιοτήτων ἔστιν γυμνάσαι τὸν λόγον· ὁ μὲν γὰρ θυμὸς ἐν τῷ λέοντι παθητικὴ ποιότης ἐστὶν συμπληροῦσα τὸ εἶδος, ἐν δὲ τῶ κεκραμένῳ ὀργιλώτερον παθητικὴ ποιότης ἀπὸ πάθους γενομένη, ἐν δὲ τῷ κατὰ περίστασιν ὀργίλῳ, ὅτε δὴ καὶ λυπεῖν τοῦτον συμβαίνει, πάθος ἐστίν, ἐν δὲ τῷ κατὰ πρόσκαιρον ὀργιλωτέρῳ καὶ ταχέως παυομένῳ πάσχειν ἐστί.
Ταῦτα καὶ περὶ τοὐ τρίτου εἴδους εἰρηκότες μεταβῶμεν ἐπὶ τὸ τέταρτον εἶδος, ὅ ἐστιν σχῆμα καὶ μορφή. ἀλλ’ ὥσπερ τὰ μέρη τῶν οὐσιῶν οὐσίαι ἐστίν, οὕτω καὶ τὰ μέρη τῶν ποιοτήτων ποιότητές εἰσιν. μέρη δὲ τῶν [*](1. 2 δυνατὸν μὴ πάσχ. ἀδ. πάσχ. in mrg. suppl. M 19 ἡ] εἰ M 20 ἢ ἐν evan. M 23 τῶν inserui εἴρηται) p. 1 15,0(1 25) τοῦ θερμοτέρου κεκραμένου Μ 31 συμβαίνουσα] σημαίνουσα M)
<Θεωρία κθ΄.>
p. 9a14 Ἕτερον δὲ γένος ποιότητος, καθ’ ὃ δρομικοὺς ἢ πυκτικοὺς ἤ ὑγιεινοὺς ἤ νοσώδεις εἶναι λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἡ ἀδυναμίαν λέγεται.
Ἐνταῦθα ζητοῦμεν πῶς γένος καλεῖ ποιότητος· τί γάρ; ἡ ποιότης οὐκ [*](2 post σύγκειται inseras πᾶν γὰρ σχῆμα σύγκειται περιφεριῶν M (constanter) 8 alt. ἡ addidi τὰ evan. M 12 post μόρια inseras λεῖον δὲ τὸ ἔχον ὁμαλῶς κείμενα τὰ μόρια τῇ Περὶ γεν. κ. φθ.] potius Phys. Δ 4 p. 216b30 (cf. Amm. p. 88,16 Philop. p. 153,25) 23 σημ..] συμβαίνει M 25 τῆς evan. M 31 σηραγ. partim evan. M 34 tit. (cf. p. 117,26) 35 πυκτ. ἢ δρομ. coll. Arist. 36 εἶναι om. Arist. 38 γάρ evan. M)
p. 9a28 τρίτον δὲ γένος ποιότητος παθητικὴ ποιότης καὶ πάθος.
Ὁ μὲν οὖν ἐζητοῦμεν ἀνωτέρω διὰ τὸ γένος τοῦτο, καὶ ἐπὶ τούτου ῥητέον ἐστίν, ὅτι ἑτέρως δεῖ τὸ γένος ἀκούειν. ὅτι δὲ ἡ παθητικὴ ποιότης δύο σημαίνει, τήν τε παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γιγνομένην καὶ τὴν ποιοῦσαν περὶ τὴν αἴσθησιν, ἐκ διαιρέσεως ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. οὐδὲν δὲ ἄτοπον καὶ νῦν ταύτης μνησθῆναι· ἡ παθητικὴ ποιότης ἢ συμπληροῖ τὸ εἶδος ἢ οὐ συμπληροῖ. καὶ εἰ μὲν συμπληροῖ, γίγνεται ἡ πάθος ποιοῦσα περὶ τὴν αἴσθησιν, εἰ δὲ οὐ συμπληροῖ τὸ εἶδος, ἢ παντὶ | τῷ [*](115v) εἴδει ὑπάρχει, ὡς ἡ λευκότης ἡ ἐν τῷ κύκνῳ, ἢ οὐ παντὶ τῷ εἴδει, ὡς ἡ ἐν ἀνθρώπῳ λευκότης, πλὴν ὡς ἂν ᾖ τὴν παθητικὴν ποιότητα ποιεῖ τὴν ἀπὸ πάθους γιγνομένην.
p. 9b9 Λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν τρόπον τοῖς εἰρημένοις παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ αὐτὰς ἀπὸ γεγονέναι.
Ζητητέον ἐνταῦθα πῶς τὰ χρώματα οὐ λέγει πάθος ποιεῖν περὶ τὴν αἴσθησιν ὁ Ἀριστοτέλης, καίτοι γε ποιοῦντα· τὸ μὲν γὰρ λευκὸν διακρίνει τὸ δὲ μέλαν συγκρίνει τὴν ὄψιν. φαμὲν τοίνυν ὅτι τοῦτο πεποίηκεν διὰ τέτταρας αἰτίας· ἢ γὰρ ἀπὸ τοῦ ἐξαιρέτου, ὡς εἴρηται ἐν τοῖς προλαβοῦσι, [*](11 παρασκευάσ— supplevi: evan. M 22 δεῖ] δὴ M 29 πλὴν scripsi (of. p. 123,21): πολὺ M ᾖ] εἴη M (cf. p. 123,22) 33 τῷ] τὸ M 37 εἴρηται] p. 115,33)
p. 9b13 Αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων.
τοῦτό φησιν ὁ φιλόσοφος, ὅτι οὐκ ἐκ κράσεως ὁ κατὰ φύσιν ὠχρὸς καὶ ὁ κατὰ φύσιν ἐρυθρὸς τοιαῦτα ἐχρήσαντο τὰ χρώματα, ὁ δὲ διὰ φόβον ὠχριῶν καὶ ὁ δι’ αἰδῶ ἐρυθριῶν. πόθεν οὗν τὰ τοιαῦτα γίγνεται; τὸ μὲν οὖν διὰ φόβον ὠχριᾶν γίνεται ὥσπερ φευγούσης τῆς φύσεως καὶ συναρπαζούσης σὺν ἑαυτῇ τὸ φίλιον αἷμα, τὸ δὲ δι’ αἰδῶ ἐρυθριᾶν γίνεται ὡς τοῦ αἵματος συντρέχοντος καὶ δίκην προκαλύμματος γινομένου τῇ ὄψει.
p. 10a25 Ἴσως μὲν οὐκ καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ’ οἵ γε λεγόμενοι μάλιστα σχεδὸν τοιοῦτοί εἰσιν.
οὐχ ὅτι ἄλλος τρόπος ἔστι τις ποιότητος (καὶ τοῦτο δῆλον οὐ μόνον ἐκ τῶν διαιρέσεων τῶν ἀνωτέρω εἰρημένων· καὶ γὰρ τὴν διαιρετικὴν μέθοδον οὐδέν καυχήσεται φυγόν, ὡς ὁ Πλάτων φησίν· ἀλλ’ ὅτι καὶ μετὰ τὴν φιλοσοφίαν Ἀριστοτέλους πολλοὶ γεγόνασιν ἄνδρες σοφοί, οὕστινας εἰκὸς ἦν εἰπεῖν, εἴπερ ὑπῆρχεν ἕτερος τρόπος ποιότητος), ἀλλὰ τοῦτο εἴρηκεν ὁ Ἀριστοτέλης γυμνάζων ἡμᾶς καὶ ζητητικοὺς ἀποτελέσαι βουλόμενος.
p. 10a27 Ποιότητες μὲν οὗν εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατ’ αὐτάς παρωνύμως λεγόμενα | ἤ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν. ἐπὶ [*](116v) μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεπερ [*](2 evan. M 8 Πορφ.] Isag. p. 13,1 9 εἰ—ὁρᾶν in mrg. suppl. M γὰρ scripsi : γε M ἐγίγνετο scripsi: γίγνεται M φασί] φησί M 22 προκαλύματος M γινομένη Μ 24 μάλ. λεγ. coll. Arist. τοιοῦτ.] οὗτοι Arist. 26 ἀνωτέρω] p. 116,21 27 Πλάτων] cf. p. 2,28 31. 32 κατὰ ταύτας Arist.)
Μετὰ τὴν ὑπογραφὴν τῆς ποιότητος καὶ τὴν ταύτης διαίρεσιν μεταβαίνει λοιπὸν ὁ φιλόσοφος ἐπὶ τὸ διδάξαι τὰ ἴδια ταύτης. πρὶν δὲ τοῦτο ποιῆσαι, τὴν εἰρημένην ὑπογραφὴν διορθώσεως ἀξιοῖ. καὶ ἄξιον ζητήσι ὡς τίνος χάριν μὴ εὐθὺς ταύτην διωρθώσατο, ἀλλὰ μετὰ τὴν ὑπογοαφὴν τὴν διαίρεσιν <ἔταξε>. καί φαμεν ὅτι τοῦτο εἰκότως πεποίηκεν· ἡ ὑπογραφὴ ἰδίῳ ἀναλογεῖ. οὐκ εὐθὺς οὖν διωρθώσατο ταύτην ἀλλὰ μετὰ τὴν διαίρεσιν, ἵνα συνάριθμος γένηται τοῖς ἰδίοις· βούλεται γὰρ αὐτὴν διορθώσασθαι καὶ ἀκέραιον ἀποδεῖξαι, ἵνα κατὰ τὸ συνεχὲς σὺν τοῖς ἰδίοις εὑρεθείη λεγομένη. τίς δέ ἐστιν ἡ αὐτῆς διόρθωσις; τὸ ὁπωσοῦν ἄλλως· ἡ μὲν γὰρ προτέρα ὑπογραφὴ δηλοῖ τὸ παρωνύμως τὰς ποιότητας κατηγορεῖσθαι. τοῦτο δὲ οὐκ ἀληθές· οὐ μόνον γὰρ παρωνύμως ἀλλὰ τετραχῶς κατηγοροῦνται, παρωνύμως, ὁμωνύμως, ἑτερωνύμως, ἀκατονομάστως. καὶ παρωνύμως μὲν κατηγορεῖται ὡς τὸ λευκὸν ἀπὸ τῆς λευκότητος, ἑτερωνύμως δὲ ὡς ἡ ἀρετὴ τοῦ σπουδαίου, ὁμωνύμως δὲ ὡς ἡ μουσικὴ ἐπιστήμη τῆς μουσικῆς γυναικός, ἀκατονομάστως δὲ ὡς τὸ δεύτερον εἶδος ὅλον τῆς ποιό- τητος. καὶ διότι μὲν παρω|νύμως κατηγορεῖται, εἶπεν καθ’ ἣν ποιοί [*](117r) τινες εἶναι λεγόμεθα, διότι δὲ καὶ ὁμωνύμως ἑτερωνύμως καὶ ἀκατονομάστως, προσέθηκεν ἢ ὁπωσοῦν ἄλλως, ἵνα τοὺς ἄλλους τρεῖς τρόπους αἰνίξηται.
τούτων οὖν οὕτως εἰρημένων καὶ τῆς τελείας ἡμῖν ὑπογραφῆς ἐγνωσμένης, φέρε λοιπὸν καὶ τὴν τῶν ἰδίων διδασκαλίαν ποιησώμεθα. τρία τοίνυν ἔστι τῆς ποιότητος ἴδια, τὸ ἔχειν ἐναντία, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι. ἀλλ’ εἰ δοκεῖ, ἕκαστον τούτων ἰδίας ἐξετάσεως ἀξιώσωμεν, καὶ πρῶτον μὲν τὸ ἔχειν ἐναντίον ἡμῖν εἰς γυμνασίαν προκείσθω. ζησήσωμεν οὖν εἰ μόνῃ καὶ πάσῃ τῇ ποιότητι ὑπάρχει τὸ ἔχειν ἐναντίον. τινὲς μὲν οὖν λέγουσιν ὅτι οὑ μόνῃ· καὶ γὰρ τὰ πρός τι ἔχει ἐναντία καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν. πρὸς οὕς φαμεν ὅτι εἰ καὶ ταῦτα ἔχει ἐναντία, ἀλλ’ οὗν οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὴν ποιότητα· τὰ μὲν γὰρ πρός τι, ὡς πολλάκις εἴρηται, ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλ’ ἐν πάσαις ταῖς κατηγορίαις θεωρεῖται. ὅτε μὲν οὖν ἐν τῇ ποιότητι εὑρί- σκεται, τότε ἔχει τὰ ἐναντία, χάριν τῆς ποιότητος δηλονότι. πάλιν δὲ τὸ ποιεῖν καὶ τὸ πάσχειν λέγομεν ὑπὸ τῆς οὐσίας καὶ τοὐ ποιοῦ γεγενῆσθαι. καὶ ὅτι μὲν διὰ τὴν οὐσίαν οὐκ ἔχει τὰ ἐναντία, πρόδηλον· δέδεικται γὰρ ὅτι τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. εἰ οὖν διὰ τὴν οὐσίαν οὐκ ἔχει ἐναντίον, ὑπολείπεται ἄρα καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν διὰ τὴν ποιότητα ἔχειν τὸ ἐναντίον. εἰ οὖν αἱ ἄλλαι πᾶσαι κατηγορίαι διὰ τὴν αἰτίαν ταύτην [*](117v) ἔχουσι τὸ ἐναντίον, πῶς οὐ πρόδηλον ὅτι αὐτὴ καὶ μόνη κυρίως καὶ πρώτως ἔχει τὸ ἐναντίον; καὶ ὅτι μὲν μόνῃ ὑπάρχει ἐδείξαμεν, ἆρα δὲ καὶ πάσῃ [*](1. 2 ὁ (ter) om. Arist. 5 ποιήσει M 6. 8 διορθώσατο M 7 ἔταξε iuserui 19 λέγονται Arist. (cf. p. 117,27) 21 ἐνίξηται M 31 εἴρηται] p. 103,29 35 δέδεικται) p. 73,18 38 ἔχει Μ1 39 πρῶτος M)
Δεύτερον δὲ ἴδιον ἐλέγομεν τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ζητήσωμεν δὲ κἀνταῦθα εἰ μόνῃ καὶ πάσῃ ὑπάρχει τῇ ποιότητι. καὶ τινὲ.ς μὲν τὰς αὐτὰς ἡμῖν ἀπορίας προφέρουσιν, ἅσπερ καὶ ἐπὶ τῶν ἐναντίων, ὡς καὶ ἡμᾶς ἀναγκασθῆναι τὰς αὐτὰς ἐπιλύσεις ἅσπερ ἐκεῖσε πρὸς τούτους εἰπεῖν. ἐπειδὴ οὖν καὶ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ‘τὸ ἧττον μόνῃ τῇ ποιότητι ὑπάρχει, ὡς ἐκ τῶν ὑπεναντίων λόγων ἐδείξαμεν, λοιπὸν ζητῆσαι ἄξιον εἰ πάσῃ ὑπάρχει ἢ μή. φαμὲν ὅτι οὐ πάσῃ· | οὕτε γὰρ τὸ τρίγωνον [*](118r) ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττόν φαμεν οὔτε δὲ τὸν κύκλον· ταῦτα γὰρ μείζονα καὶ ἐλάττονα λέγεται, τὸ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχον·ται. τινὲς δὲ βουλόμενοι δεῖξαι ὡς οὐδεμιᾷ ποιότητι ὑπάρχει τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον ταῦτά φασιν· ὅτι ἡ ποιότης αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον (οὐ λέγομεν γὰρ οὔτε δικαιοσύνην δικατοσύνης μᾶλλον ἢ ἧττον οὔτε λευκότητα λευκότητος μᾶλλον ἡ ἧττον), ἀλλὰ τὰ μετέχοντα τῆς ποιότητός εἰσιν τὰ ἐπιδεχόμενα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ αὐταὶ αἱ ποιότητες. πρὸς οὕς φαμεν ὅτι εἰ τὰ μετεχοντα τῆς ποιότητός εἰσιν τὰ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ ἧττον, καὶ οὐ τὰ μετεχόμενα,, ἐρωτητέον ὑμᾶς· ἆρα αὐτὰ τὰ μετέχοντα δι’ ἑαυτὰ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον <ἢ> διὰ τὴν ποιότητα; εἰ μὲν οὖν δι’ ἑαυτὰ ἐπιδέχεται, ὅτι καὶ πρὸ τοῦ δέξασθαι τὴν ποιότητα τὸ μᾶλλον καὶ ἧττον ἔχει, εἰ δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὴν ποιότητα, πρόδηλον ὡς ἐν τῇ ποιότητί ἐστι τὸ μᾶλλον καὶ ἧττον. ὅ περ Ἀριστοτέλης ἀμφοτέραις ταῖς δόξαις προστίθεται. ποτὲ μὲν γὰρ ἀποδέχεται τὴν πρώτην δόξαν τὴν λέγουσαν μηδέποτε αὐτὴν καθ’ ἑαυτὴν τὴν ποιότητα ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ποτὲ δὲ ἀρέσκεται τῇ δευτέρᾳ δόξῃ τῇ λεγούσῃ ἐπιδέχεσθαι τὴν ποιότητα τὸ μᾶλλον καὶ ἧττον. τί οὖν φαμεν; ἐναντία ἑαυτῷ φθέγγεται ὁ φιλόσοφος; οὐδαμῶς· ἀμφότεροι γὰρ αἱ λόγοι ἀληθεῖς εἰσιν, καὶ τὸ ἐπιδέχεσθαι ταύτην τὸ μᾶλλον καὶ ἧττον καὶ τὸ μὴ ἐπιδέχεσθαι· εἰ γὰρ νοήσωμεν τὴν ποιότητα οὕτως, ἰστέον ὅτι ἡ ποιότης διττή ἐστιν· λέγεται γὰρ ἡ ποιότης καὶ ὡς μετεχομένη ν καὶ ὡς ὁριστή. καὶ ὅτε μὲν ὡς μετεχομένην αὐτὴν λάβωμεν, τότε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ὅτε δὲ ὡς ὁριστήν, τότε οὐκ ἐπιδέχεται· οὐδὲν γὰρ τῶν ὄντων κατὰ τὴν ἰδίαν ὕπαρξιν τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. καὶ μάρτυς ὁ Πορφύριος λέγων ‘οὐδέποτε ἓν πρᾶγμα καὶ τὸ αὐτὸ ἄνεσιν καὶ ἐπίτασιν δέχεται’.
τούτων οὖν οὕτως ἐχόντων καὶ δειξάντων ἡμῶν τὸν φιλόσοφον ἑαυτῷ [*](15 κύκνον M 10 δικαιοσύνη (pr. 1.) M 25 ἢ inserui 32 οὐδαμῶς] οὐδαμῆ add. in mrg. M 39 Πορφ.] Isag. p. 9,21)
<Θεωρία λ΄.>
Ἀναγνῶμεν δὲ τὴν λέξιν.
p. 10a32 Ἐπ’ ἐνίων δέδιά τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα οὐκ ἐνδέχεται παρωνύμως ἀπ’ αὐτῶν λέγεσθαι.
ἐντεῦθεν τὸ παράδειγμα λαμβάνει τοῦ ἀκατονομάστου ὁ φιλόσοφος, τοῦτ’ ἔστι τοῦ δευτέρου εἴδους τῆς ποιότητος· ἐλέγομεν γὰρ ὅτι αὐτὸ μὲν οὐκ ὀνομάζεται, τὰ δὲ μετέχοντα αὐτοῦ ὀνομάζονται. καὶ τούτου· χάριν οὐδὲ παρωνύμως λέγομεν τὰ ἀπ’ αὐτοῦ, διότι μηδὲ αὐτὸ τὸ δεύτερον | εἶδος μετέχει ὀνόματος.
[*](120v)p. 10b5 ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου οὐ λέγεται παρωνύμως τὸ κατ’ αὐτὴν λεγόμενον.
ἐπειδὴ ἀνωτέρω εἴρηται ὅτι τὰ ἀπὸ τοῦ δευτέρου εἴδους οὔκ εἰσι παρώνυμα, διότι μὴ ὀνομάζεται, βουλόμενος ἐνταῦθα παράδειγμα λαβεῖν τῶν ἑτερωνύμων, φησὶν ὅτι πολλάκις καὶ ὀνόματος ὄντος οὐ παρωνύμως εἰσὶ παρηγμένα, ἀλλ’ ἑτερωνύμως. καὶ ἔστι παράδειγμα τὸ τοῦ ἑτερωνύμου τὸ λεγόμενον. ἰστέον δὲ ὅτι τὸ ὁμώνυμον ὁ φιλόσοφος παρέλειψε διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν, ζητητικοὺς ἡμᾶς ποιῆσαι βουλόμενος.
p. 10b7 Οἶον ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος· τῷ γὰρ ἀρετὴν ἔχειν σπουδαῖος λέγεται, ἀλλ’ οὐ παρωνύμως ἀπὸ τῆς ἀρετῆς.
Ζητοῦμεν ἐνταῦθα τίνος χάριν οὐκ ἀπὸ τῆς ἀρετῆς παρωνύμως λέγεται ὁ σπουδαῖος. καί φαμεν ἤδη ὅτι σπουδαῖον ἐπὶ καλοῦ καὶ μόνου λέγομεν, ἡ δὲ σπουδὴ οὐ μόνον ἐπὶ καλοῦ ἀλλὰ καὶ ἐπὶ κακοῦ.
p. 10b12 Υπάρχει δὲ καὶ ἐναντιότης κατὰ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον.
Ζητοῦμεν ἐνταῦθα τίνος χάριν ὡς πρῶτον ἴδιον ἀποδοὺς ὁ φιλόσοφος τὸν καί σύνδεσμον προσέθηκεν. ἆρα ὡς ἑτέρου ἰδίου ἀποδεδομένου; τοῦτο γὰρ (6) καί σύνδεσμος σημαίνει. καί φαμεν ὅτι κυρίως μὲν ἴδιον οὐκ ἄπο· δέδωκεν, ἀποδέδωκε δὲ τὴν ὑπογραφὴν ἰδίῳ | ἀναλογοῦσαν, ὡς εἴρηται.
[*](121r)p. 11a5 τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν.
Ὁ βούλεται ὁ φιλόσοφος σημᾶναι διὰ τούτου τοῦ ῥητοῦ, τοῦτό ἐστιν· [*](1 lit. inserui 6 τοῦ δευτέρου εἴδους] τὸ δεύτερον εἶδος Μ ἐλέγομεν] p. 125,14 8 οὐδὲ] οὔτε M αὐτοῦ] αὐτῶν M 11 post αὐτὴν add. ποιὸν Arist. 12 ἀνωρω] p. 129,37 18 τῷ] τὸ M 22 καλοῦ evan. M 27 ὁ inserui εἴρηται] p. 103.14 29. 3(1 καὶ ἧττον om. Arist.)
Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.
p. 11 b1 Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα.
ἐπὶ τῆς παρούσης θεωρίας τρία τινὰ κεφάλαια πολυπραγμονήσωμεν, πρῶτον μὲν τὴν τάξιν, δεύτερον δὲ εἰ κατηγορίαι εἰσὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ τρίτον πρὸς | ἐπὶ τούτοις ζητητέον πόσα τὰ εἴδη τούτων [*](121v) εἰσὶ καὶ εἰ κατηγορίαι τυγχάνουσιν οὖσαι. εἰκότως τοίνυν μετὰ τὴν ποιότητα τὸ ποιεῖν καὶ τὸ πάσχειν ἔταξεν ὁ φιλόσοφος διὰ δύο αἰτίας τινάς· πρῶτον μὲν διὰ τὴν ὁμοιότητα τῶν παραδειγμάτων· τὸ γὰρ αὐτὸ ἐλέγομεν καὶ ὑπὸ τὴν ποιότητα ἀνάγεσθαι καὶ ὑπὸ τὸ πάσχειν, οἷον τὸ ἐρυθριᾶν· τοῦτο γὰρ καὶ ποιότης ἐστὶ καὶ πάθος. δεύτερον δὲ ἐπειδὴ περὶ ποιότητος διελεγόμεθα, ἡ δὲ ποιότης σὺν τῇ οὐσίᾳ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἀπετέ- λεσεν· ἔδει οὖν εὐθέως μετὰ τὸ ἀποτελοῦν περὶ τοῦ ἀποτελουμένου διαλεχθῆναι. καὶ τούτου χάριν τὸ ποιεῖν καὶ τὸ πάσχειν μετὰ τὴν ποιότητα πρώτην ἔλαχε τάξιν. δεύτερον ἦν τῶν ζητουμένων, εἰ κατηγορίαι εἰσί. καί τινες βούλονται μὴ εἶναι ταύτας κατηγορίας, ἀλλ’ ὑπὸ τὰ πρός τι ἀνα- φέρεσθαι, ὥστε εἶναι τὰς πάσας κατηγορίας ἐννέα· ἔλεγον γὰρ ὅτι τὸ ποιοῦν καὶ πάσχον ποιεῖ καὶ τὸ πάσχον ὑπὸ ποιοῦντος πάσχει· ταῦτα δὲ τῶν πρός τι· δῆλον οὖν ὅτι καλῶς συνελογισάμεθα τὸ ἐξ ἀρχῆς. πρὸς τούτους φαμὲν ὅτι καὶ κατηγορίαι εἰσὶ καὶ ὑπὸ τὰ πρός τι ἀνάγονται. καὶ ὅτι τοῦτο ἀλη- θές, δείξομεν οὕτως· ζητητέον τοίνυν τί μὲν ἴδιόν ἐστιν ἐν τοῖς πρός τι, τί δὲ ἴδιον ἐν τῷ ποιεῖν καὶ πάσχειν. καὶ εἴ πως εὕρωμεν μὴ τὰ αὐτὰ ὄντα ἐν ἀμφοτέροις, ἀποφήναιμεν ἄν μὴ | εἶναι ταὐτὰ τὰ πρός τι καὶ τὸ [*](122r) ποιεῖν καὶ τὸ πάσχειν ἀμφότερα. τῆς πρός τι τοίνυν πολλὰ μέν ἐστι τὰ πράγματα, μία δὲ σχέσις ἡ ταῦτα συνάπτουσα. ἐν δὲ τῷ ποιεῖν καὶ πάσχειν οὐκ ἄν εὕροις τοῦτο, ἀλλὰ τὸ ἐναντίον· ἐνταῦθα γὰρ ἓν μέν ἐστι τὸ πρᾶγμα, πολλαὶ δὲ σχέσεις καὶ διάφοροι· τὸ γὰρ αὐτὸ θεώρημα ἓν μέν ἐστι, διαοὐδὲ] [*](7 οὔτε M 10 πλείονας] πολλὰς M 19 ἐλέγομεν] p. 118,17 22 διαλεγόμεθα M 27 ὥστε εἶναι ex parte evan. M 33 ἀποφήναιμεν ἂν supplevi: ἀποφήν— (rel. evan.) M 34 ἀμφότερα ex parte evan. M)
<Θεωρία λα΄.>
p. 11b1 ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα.
εὐθὺς ἐξ ἀρχῆς ὁ φιλόσοφος διὰ τοῦ καί συνδέσμου τὸ ἴδιον διέβαλεν· ὁ γὰρ καί σύνδεσμος μεγίστη ἐστὶ διαβολὴ τοῦ ἰδίου· τοῦτο γὰρ σημαίνει ὅτι οὐ μόνῳ τούτῳ ἀλλὰ καὶ ἄλλοις τισὶν <ὑπάρχει>.
p. 11b15 Ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα.
Ἐκ τούτου τοῦ ῥηθέντος ἠπατήθη ὁ Ἀλέξανδρος καί φησιν ὅτι περὶ νοημάτων τὸ σύνταγμα τοῦτο διαλαμβάνει, ἐκ τοῦ εἰπεῖν τὸν φιλόσοφον | ὑπὲρ οὖν τῶν προτεθέντων γενῶν, περὶ δὲ τῶν γενῶν δηλονότι οὐ [*](123r) τῶν πρὸ τῶν πολλῶν, ἀλλὰ τῶν ἐννοηματικῶν. ἐκ τοῦ οὗν ἐννοηματικοῦ [*](2 πρὸς δὲ] δὲ πρὸς corr. M2 14 περὶ evan. M ἤ] καὶ Μ 23 καθόλου scripsi: καθ— (rel. evan.) M 24 εἴρηται] p. Ι29,38 28. 29 τὸ (ante ἴδ.) et τοῦ (ante ἰδ.) evan M 30 ὑπάρχει addidi 32 Άλέξ.] cf. p 19,29 34 οὐ scripsi: καὶ M)
Περὶ τῶν ἀντικειμένων.
p. 11b 16 Περὶ δὲ τῶν ἀντικειμένων, ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον· λέγεται γὰρ ἕτερον ἑτέρῳ ἀντικεῖσθαι τετραχῶς· ἢ ὡς τὰ πρός τι, ἢ ὡς τὰ ἐναντία, ἠὼς ἕξις καὶ στέρησις, ἢ ὡς κατάφασις καὶ ἀπόφασις.
Πληρώσας ὁ Ἀριστοτέλης τὸ δεύτερον τμῆμα τῶν Κατηγοριῶν, ἐπὶ τὸ τρίτον μεταβέβηκεν, ἐν ᾧ διαλέγεται περὶ τῶν ἀντικειμένων. καὶ ἄξιόν ἐστιν περὶ τῆς παρούσης θεωρίας τέτταρα ταῦτα ζητῆσαι· πρῶτον μὲν πόσαι γεγόνασι δόξαι περὶ τούτου τοῦ τμήματος, δεύτερον δὲ ποσαχῶς λέγεται τὰ ἀντικείμενα, τρίτον τίς ἡ τάξις τούτων, τέταρτον ποία τούτων ἡ διαφορά. φαμὲν τοίνυν ὅτι τρεῖς δόξαι γεγόνασι περὶ τῶν ἀντικειμένων, τοῦτ’ ἔστι τοῦ παρόντος τμήματος· οἱ μὲν γὰρ νόθον εἶναι αὐτὸ ἔλεγον, οἱ δὲ οὐ νόθον μὲν ἐμέμφοντο δὲ τὴν τάξιν, οἱ δὲ πρὸς τὰς ἀμφοτέρας δόξας διεμάχοντο. καὶ οἱ μὲν λέγοντες αὐτὸ νόθον τούτοις ἐκέχρηντο τοῖς λόγοις· ὅτι ἐνταῦθα μὲν τὴν αὐτὴν λέγει τὴν κίνησιν εἶναι καὶ τὴν μεταβολήν, ἀλλαχοῦ δὲ ἤγουν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἐπὶ πλέον φαίνεται ἀποφηνάμενος εἶναι τὴν μεταβολὴν τῆς κινήσεως· ἐκεῖ γάρ φησι τὴν γένεσιν καὶ τὴν φθορὰν μεταβολὴν μὲν εἶναι, οὐ μέντοι γε 1 κίνησιν. πρὸς τούτους τοίνυν φαμὲν [*](123v) ὅτι οὐχ ἱκανὸν ὑπῆρχεν νοθεῦσαι τὸ τμῆμα· καὶ γὰρ φαίνεται καὶ ἀλλαχοῦ τοιοῦτόν τι ποιήσας, λέγω δὴ ἐν τῷ λόγῳ τῶν περὶ τῶν πρός τι τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, ὥσπερ οὖν καὶ τὸ αἰσθητὸν τῆς αἰσθήσεως πρότερα εἶναι φάσκων, ἀλλαχοῦ δὲ μὴ τοῦτο συγχωρῶν ἀλλ’ ἅμα τῇ φύσει λέγων ταῦτα εἶναι. καὶ ὅμως οὐ παρὰ τοῦτο ἀξιοῦμεν νοθεύειν τὸ πρῶτον τμῆμα, ἀλλὰ καὶ συμφωνοῦντα ἑαυτῷ ἀπεδείξαμεν τὸν Ἀριστοτέλην καὶ τὴν αἰτίαν τῆς δοκούσης διαφωνίας εἰρήκαμεν. οὕτω κἀνταῦθά φαμεν ὡς οὐκ ἔστι τὸ παρὸν τμῆμα νόθον τοῦ φιλοσόφου, ἀλλ’ ἐν ἀμφοτέραις ταῖς πραγματείαις ὡς οἰκεῖον σκοπὸν ἀποδίδωσιν ἑκάστῳ· ἐν μὲν γὰρ ταύτῃ ἅτε δὴ πρὸς τὴν τῶν πολλῶν αἴσθησιν ἀποβλέπων καὶ εἰσαγωγικὸν δὲ σύγγραμμα ποιησάμενος τὴν κίνησιν τῇ μεταβολῇ τὴν αὐτὴν εἶπεν, ἐν δὲ τῇ Φυσικῇ ἅτε δὴ οὐ πρὸς τὴν τῶν πολλῶν αἴσθησιν ἀποβλέπων ἀλλὰ καὶ ἀκριβολογούμενος περὶ τὴν φύσιν τῶν πραγμάτων καὶ ἔτι μέντοι γε ὡς πρὸς τελείους τὸν λόγον ποιούμενος ἐπὶ πλέον φησὶν εἶναι τὴν μεταβολὴν τῆς κινήσεως. καὶ ταῦτα μὲν ἱκανὰ πρὸς τοὺς λέγοντας νόθον εἶναι τὸ τμῆμα τὸ προκείμενον.
[*](5 λέγεται] λέγω M 6 στἐρ. καὶ ἕξις coll. Arist. 17 τὴν αὐτὴν scripsi: ταύτην M (cf. V. 31) 18 ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς] p. 224b8sq. 21 aa ὅτι <τοῦτο>? 24 ἀλλαχοῦ] cf. Anal. post. Α 24 p. 8(5 a 9 26 ἀπεδείξαμεν] p. 109 13 33 πρὸς τελ.] πμτελ. M)οἱ δὲ λέγοντες νόθον μὴ εἶναι αὐτό, μεμφόμενοι δὲ τῇ τάξει τοῦ τμήματος, τοιοῦτον λόγον προεχειρίσαντο· ἔλεγον τοίνυν ὅτι Πρὸ τῶν τόπων δεῖ ἐπιγράφεσθαι τοῦτο, ἐπειδὴ συμβάλλεται πρὸς τὴν διαλεκτικὴν πραγματείαν, εἴ γε διαλεκτικῆς ἐστιν ἔργον τὸ αὐτὸ ἀνασκευάζειν καὶ [*](124r) κατασκευάζειν · τοῦτο δὲ ἐν τοῖς τόποις παρδίδωσιν · τὰ δὲ ἀντικείμενα πρὸς τοῦτο συμβάλλεται· εἰκότως ἄν ἐπεγέγραπτο <τὸ> προκείμενον Πρὸ τῶν τόπων, ὡς εἰς τὴν τούτου θεωρίαν συμβαλλόμενον. ἡμεῖς δέ φαμεν ὅτι μᾶλλον προσεχέστερον ὁ φιλόσοφος εἶναι τοῦτο τὸ τμῆμα ταῖς Κατηγορίαις διέκρινεν διὰ τέτταρας αἰτίας· πρῶτον μὲν ὅτι ἐν τῷ περὶ ἄτης οὐσίας λόγῳ τῶν ἐναντίων, ἐποιησάμεθα μνήμην, δεύτερον δὲ ὅτι οὐδὲ ἐν μόνῃ τῇ οὐσίᾳ ἀλλὰ καὶ ἐν πάσαις ταῖς κατηγορίαις ἐμεμνήμεθα τούτων, φημὶ δὴ τῶν ἐναντίων, εἴ γε ἐδείξαμεν ὅτι τῶν κατηγοριῶν αἱ μὲν ἔχουσιν ἐναντία, αἱ δὲ οὐκ ἔχουσιν μὲν ἐπιδέχονται δέ, αἱ δὲ καὶ ἔχουσι καὶ ἐπιδέχονται. τρίτον διότι ἐν τῷ περὶ τοῦ μικροῦ καὶ μεγάλου λόγῳ ἐλέγομεν ταῦτα μὴ εἶναι ἐναντία ἀλλὰ πρός τι. ἀναγκαῖον οὖν ὑπῆρχεν τὴν τῶν· πρός τι διαφορὰν μαθεῖν. πῶς δὲ ἦν τοῦτο μαθεῖν, μὴ μαθόντας καὶ τὴν κοινωνίαν. εἰκότως οὖν εὐθέως περὶ τῶν ἀντικειμένων διέλαβεν, ὅτε δὴ δεικνυμένης ἐν αὐτοῖς τῆς τε κοινωνίας καὶ τῆς διαφορᾶς τῶν πρός τι πρὸς τὰ ἐναντία. τετάρτη αἰτία· ἰστέον ὅτι πρόκειται αὐτῷ ἐν τῷ παρόντι τμήματι ζητῆσαι τὰ σποράδην ἐν ταῖς ἄλλαις πραγματείαις αὐτῷ εἰρημένα. ἐμνήσθη γοῦν καὶ αὐτοῦ τοὐ ἀντικειμένου καὶ τῶν εἰδῶν καὶ τῶν ὑπο- γραφῶν· τοῦ μὲν γὰρ πρός τι ἐμνήσθη καὶ ἐν αὐτῇ | τῇ κατηγορίᾳ καὶ [*](124v) ἐν τοῖς περὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου λόγοις, τῶν δὲ ἐναντίων ἐμνήσθη ἐν διαφόροις, ὡς εἶπον, κατηγορίαις, τῆς δὲ ἕξεως ἐμνήσθη ἐν τῇ ποιότητι· ἀναγκαῖον οὖν διδάξαι περὶ τῆς στερήσεως τῆς ἀντικειμένης τῇ ἕξει· τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη. καταφάσεως δὲ καὶ ἀποφάσεως ἐμνήσθη ἐν τῷ τέλει τοῦ πρώτου τμήματος, ἔνθα ἔλεγεν τὰς ἁπλᾶς φωνὰς μηδὲ κατάφασιν μηδὲ ἀπόφασιν σημαίνειν. εἰκότως οὖν ἐπειδὴ ἐπιστάμεθα ταῦτα, ἀκριβῆ μὴ ἔχοντες αὐτῶν τὴν γνῶσιν, ἐπειδὴ μηδὲ ἐν γνώσει ἐσμὲν τῆς τε κοινωνίας καὶ τῆς διαφορᾶς αὐτῶν, συλλήβδην προτίθεται εἰπεῖν ἐν τῷ παρόντι τμήματι περὶ τῶν σποράδην αὐτῷ εἰρημένων ἀλλαχοῦ. καὶ ἐπὶ τούτοις πᾶσι συμπληρούσθω ἡμῖν τὸ πρῶτον κεφάλιον.
Δεύτερον ἦν τῶν ζητουμένων ποσαχῶς λέγεται τὰ ἀντικείμενα ἀντικεῖσθαι. φαμὲν τοίνυν ὅτι τετραχῶς· τὰ γὰρ ἀντικείμενα ἀντίκειται ἡ ὡς τὰ πρός τι ἢ ὡς τά ἐναντία ἡ ὡς ἕξις καὶ στέρησις ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ὡς πρός τι μέν, ὡς τὸ διπλάσιον ἡμίσεος ἐστι διπλάσιον, ὡς τὰ ἐναντία δέ, ὡς τὸ λευκὸν τῷ μέλανι, ὡς δὲ ἕξις καὶ στέρησις, ὡς ὄψις τυφλότηι, ὡς δὲ κατάφασις καὶ ἀπόφασις, ὡς ἄνθρωπος βαδίζει — ἄνπροεχειρήσ. [*](2 M 6 τό inscrui 9. 10 ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ] p. 72,31 11 τούτων scripsi: τοῦτο M 14. 15 ἐλέγομεν] p. 93,7 17 διέλαβεν scripsi; διελάβωμεν (sic) M 19 αὑτῷ] αὐτῶν M 23 ἐν τοῖς . . . λόγοις] cf. v. 14 24 εἶπον] V. 11 ἐμνήσθη] p. 8b27 27 ἐμνήσθην M ἔλεγεν] p. 2a5 29 ἔχοντες scripsi: ἔχοντα M 30. 31 συλλήβδειν et σποράδειν M (coustanter) 30 προστίθεται M .32 συμπληρούθη (?) M 34 τετραχῶς ὅτι coll. M1)
τρίτον ἦν τῶν ζητουμένων τίς ἡ τάξις τούτων τῶν ἀντιθέσεων. φαμὲν τοίνυν ὅτι τὰ πρός τι τῶν λοιπῶν τριῶν ἀντιθέσεων εἰκότως προτέτακται, [*](125v) ἐπειδὴ ἅμα τῇ φύσει ἐστὶ καὶ σωστικὰ ἀλλήλων τυγχάνουσιν. οὐδεμία δὲ τῶν λοιπῶν τριῶν ἀντιθέσεων τοῦτο κεκλήρωται. μετὰ δὲ τὰ πρός τι τὰ ἐναντία τέτακται, διότι ταῦτα μετ’ ἄλληλά ἐστιν, ὥς φησιν ὁ θεῖος Πλατῶν· μετὰ γὰρ τὸ λευκὸν τὸ μέλαν καὶ μετὰ τὴν ἀπουσίαν τοῦ μέλανος ἡ τοὐ λευκοῦ παρουσία προσγίνεται. συγκεκλήρωται δὲ τῷ τοιούτῳ τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα. καὶ ἄλλως· τὰ ἐναντία κιρνᾶται πρὸς τὸ ἀποτελέσαι ἕτερόν τι, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν πρὸς γέννησιν φαιοῦ, ἡ δὲ ἕξις καὶ στέρησις οὐδέποτε κιρνᾶται μετ’ ἀλλήλων πρὸς ἑτέρου τινὸς γέννησιν. ἡ δὲ κατάφασις καὶ ἀπόφασις τελευταίαν ἔλαχεν τάξιν ὡς καθόλου· αὕτη γὰρ διὰ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διήκει, ὥσπερ τῶν ἄλλων κολοφὼν τυγχάνουσα, καὶ διὰ τοῦτο τοιαύτην τάξιν ἀπείληφεν. ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν τούτων τὴν τάξιν· τὰ πρός τι προηγεῖται, ἐπειδὴ μὴ μάχεται· τὰ δὲ μὴ μαχόμενα τῶν μαχομένων προηγεῖται, καὶ τὰ ἧττον μαχόμενα τῶν μᾶλλον μαχομένων. ἧττον δὲ μάχεται τὰ ἐναντία, ἐπειδὴ μήτε ἐπὶ πάντων τῶν ὄντων ἐπεκτείνεται ἡ μάχη αὐτῶν, ἀλλὰ καὶ κιρνᾶται εἰς ἄλληλα πρὸς γέννησιν ἑτέρου τινός. μᾶλλον δὲ μάχεται ἕξις καὶ στέρησις, καὶ διὰ τοῦτο τελευταία ὡς ἐναντίαν ὀδὸν ὁδεύουσα | τοῖς [*](126r) ἐναντίοις ὡς μᾶλλον μαχομένη καὶ μὴ κιρνωμένη πρὸς γέννησιν ἑτέρου. τῆς δὲ καταφάσεως καὶ ἀποφάσεως προηγοῦνται τὰ εἰρημένα, ἐπειδὴ ἧττον [*](8 ἢ] εἰ M 11 an λέγοντας? 23 ἐστὶ superscr. M1 οὐδὲν M 25 Πλάτων] cf. Phaedon. p. 70 D. E 29. 33 γένεσιν M (cf. v. 31) 40 γέννεσιν M)
τέταρτον ἦν τῶν ζητουμένων <ἡ> τούτων διαφορά. καί φαμεν διαφέρουσιν ἀλλήλων. πρῶτον μὲν οὗν τὰ πρός τι διαφέρουσι τῶν τριῶν, ὅτι ταῦτα ἅπερ ἐστὶν πρὸς τὸ ἀντικείμενον λέγεται, οἷον τὸ διπλάσιον πρός τὸ ἥμισυ οὐκ ἄλλο τι λέγεται ἀλλὰ αὐτὸ ὅπερ ἐστί, τοῦτ’ ἔστι διπλάσιον. τὰ δὲ ἐναντία αὐτὸ ὅπερ ἐστὶν οὐ λέγεται εἶναι ἑτέρου· οὐδὲ γὰρ τὸ λευκὸν μέλανος λέγεται εἶναι λευκὸν ἀλλ’ ἐναντίον. ὁμοίως δὲ οὐδὲ ἐπὶ τῆς ἕξεως καὶ τῆς στερήσεως αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται εἶναι· οὐδὲ γὰρ ἡ ὄψις τυφλότητος λέγεται εἶναι ὄψις. καὶ μή τις ἡμᾶς ἀπατήσῃ λέγων ὅτι ἡ τυφλότης λέγεται ὄψεως εἶναι τυφλότης, ἐπειδὴ εἰ συμβήσεται ἀντιστρέφειν, εὑρεθήτεται ἡ ὄψις τυφλότητος ὄψις, ὅπερ ἐστὶν ἀδύνατον· κατὰ γὰρ τοὺς φυσικοὺς λόγους ἀδύνατόν ἐστιν ἀπὸ στερήσεως ἕξιν εἶναι. ὅτι δὲ οὐ λέγεται οὕτως, δείξομεν ἐντεῦθεν· τῶν πρός τι δύο τινὰ ἐχόντων, ὑπογραφὴν λέγω καὶ ἴδιον, ὑπογραφὴν μὲν τὴν λέγουσαν αὐτὰ ἅπερ ἐστὶ τὰ πρός τι ἑτέρων λέγεσθαι, ἴδιον δὲ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, εἴ που συμβῇ ἡμᾶς τὴν ὄψιν καὶ τὴν τυφλότητα λέγειν ἀντιστρέφειν, θάτερον πάντως τῶν δύο, τῆς ὑπογραφῆς φημι καὶ τοῦ ἰδίου, κακωθήσεται. | καὶ ἵνα παραστήσωμεν [*](126v) τὸ λεγόμενον, ὑποθώμεθα τὴν τυφλότητα ὄψεως εἶναι τυφλότητα. ἀλλ’ ἐπεὶ μὴ ἀντιστρέφει οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος ὄψις), κακωθήσεται ἐξ ἀνάγκης τὸ ἴδιον τῶν πρός τι τὸ λέγον πρὸς ἀντιστρέφοντα λέγεσθαι αὐτά. καὶ πάλιν εἴ που ὑποθώμεθα τὴν μέν, ὡς εἴρηται, ὄψιν τυφλότητος ὄψιν εἶναι, ἐπειδὴ οὐ λέγομεν τὴν τυφλότητα ὄψεως εἶναι τυφλότητα, ἀλλὰ στέρησιν ὄψεως, δῆλον ὅτι ἐντεῦθεν φροῦδος ἡ ὑπογραφή· οὐδὲ γὰρ ἁρμόττει αὐτὸ ὅπερ ἐστὶν ἡ τυφλότης λέγεσθαι ὄψεως εἶναι τυφλότης, ἀλλὰ στέρησις ὄψεως. ὁμοίως δὲ καὶ ἐπὶ καταφάσεως καὶ ἀποφάσεώς φαμεν ὅτι ταυτὶ καὶ ταῦτα τῶν πρός τι διαφέρουσιν. καὶ ὁ μὲν Ἀριστοτέλης ταύτας ποιεῖται τὰς διακρίσεις τούτων. ἡμεῖς δὲ καὶ ἕτερα προστίθεμεν· ὅτι διενήνοχε τὰ ἐναντία τῆς ἕξεως καὶ τῆς στερήσεως, ὅτι ἐπὶ μὲν τῶν ἐναντίων δύο εἰσὶ τὰ πράγματα τούτων ἔστιν γάρ, εἰ τύχοι, λευκὸν καὶ μέλαν), ἐπὶ δὲ τῆς ἕξεως καὶ τῆς στερήσεως οὐκ ἔτι δύο εἰσίν, ἀλλ’ ἓν καὶ μόνον· ἡ γὰρ ὄψις προῦσα καὶ ἀποῦσα τὴν ἕξιν καὶ τὴν στέρησιν ἐργάζεται. ὥσπερ ἡμέρα καὶ νὺξ οὔκ εἰσι διάφοροι φύσεις ὑπὸ διαφόρων αἰτιῶν γιγνόμεναι, ἀλλ’ ἕν ἐστιν πρᾶγμα αἴτιον τῆς ἀμφοτέρων ὑπάρξεως ἡ τοῦ ἡλίου παρουσία καὶ ἀπουσία· οὕτως καὶ τὸ αὐτὸ νόει μοι ἐπὶ τῶν προκειμένων ἡμῖν εἰς ἐξέτασιν. τοῦτο πέρας τῆς προύσης θεωρίς.
[*](3 ἡ inserui 7. 8. 9 οὐδὲ] οὔτε M (ter) 17 θάτερον scripsi: θατέρου M 20 ἀντιστρέφει M1: ἀντιστρέφῃ M2 22 καὶ πάλιν iter. M ὐποθόμεθα M 22. 23 τυφλότητα ὄψεως M 30 εἰ τύχοι ex parte evan. M)>Θεωρία λβ'.>
p. 11b16 Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι ῥητέον.
Οὐ μόνον | ἐκ τῶν εἰρημένων δυνατὸν ἐλέγχειν τοὺς νόθον βουλομένους [*](127r) εἶναι τοῦτο τὸ τμῆμα, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ φιλοσόφου φωνῆς· ὁ γὰρ δέ σύνδεσμος δείκνυσιν ἡμῖν ὡς ἤρτηται <τοῑς> προτέροις περὶ τῶν ἀντικειμένων λόγος· οὗτος γὰρ ἀεὶ σύνδεσμός ἐστιν ἐν πᾶσι λεγόμενος.
p. 11b23 Ὡς δὲ κατάφασις καὶ ἀπόφασις, οἷον κάθηται — οὐ κάθηται.
Ζητητέον ἐνταῦθα πῶς κατάφασιν καὶ ἀπόφασιν ἐκάλεσεν τὰ κάθηται καὶ οὐ κάθηται, καίτοι γε ἁπλαῖ φωναί εἰσιν αὗται, αὐτὸς δέ ἐστιν ὁ λέγων ὅτι αὐταὶ καθ’ ἑαυτὰς οὐδέποτε οὔτε κατάφασιν οὔτε ἀπόφασιν σημαίνουσιν, ἐπειδὴ μήτε ἀλήθειαν μήτε ψεῦδος· πῶς ἐνταῦθα ὥσπερ ἐπιλελησμένος τοῦ ἰδίου λόγου ταῦτά φησιν; πρὸς τοῦτό φαμεν ὅτι τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως δύο τινὰ ἔχουσης, ὑποκείμενον καὶ κατηγορούμενον, τὸ ὑποκείμενον κοινόν ἐστι τούτων, τὸ δὲ κατηγορούμενον διάφορον· ὁ γὰρ Σωκράτης ὑπόκειται ἐν ἀμφοτέροις, τὸ δὲ κάθηται ἢ οὐ κάθηται οὐκ ἔστι κοινόν, ἀλλὰ τὸ μέν ἐστιν τῆς καταφάσεως τὸ δὲ τῆς ἀποφάσεως ἴδιον. ὡς οὖν σύντομος ὁ Ἀριστοτέλης τὸ μὲν κοινὸν ὑποκείμενον παραλέλοιπεν, τὸ δὲ διάφορον κατηγορούμενον ἐνέθηκεν.
p. 11b32 Ὅσα μὲν οὗν ὡς τὰ πρός τι ἀντίκειται, αὐτὰ ἅπερ ἐστὶν τῶν ἀντικειμένων λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτά. Η ὁπωσοῦν προσέθηκεν ὁ φιλόσοφος, ἐπειδὴ οὐ μόνον πτώσεως δέεται τὰ πρός τι οὐδὲ ἀριθμοῦ ἀλλὰ καὶ προθέσεως, ὥσπερ λέγομεν ὁ ἄρχων ἀρχομένου ἄρχων. |
p. 11b38 Ὅσα δὲ τῶν ἐναντίων τοταῦτά ἐστιν, ὥστε ἐν οἶς πέφυκε 127v γίγνεσθαι ἢ ὧν κατηγορεῖται ἀναγκαῖον θάτερον αὐτῶν ὑπάρχειν.
Ἐνταῦθα διαίρεσιν τῶν ἐναντίων παραδίδωσιν ὁ φιλόσοφος σποράδην ἣν ἡμεῖς συλλέξαντες εἴπωμεν οὕτως· τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα· ἄμεσα μὲν ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, ἔμμεσα δὲ ὄντα ἢ πολύμεσά ἐστιν ἢ μονόμεσα· πολύμεσα μὲν ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· μέσον γάρ [*](2 ἀντιτίθ.] ἀντικεῖσθαι Arist. (cf. p. 133,4) 5 τμῆμα] πρᾶγμα M (cf. p. 133,8) 6 ἤρτηται ex εἴρηται corr. M2 τοῖς inserui 12 αὐτὸς δέ ἐστιν ὁ λέγων] p. 5 22 μὲν om. Arist. ἀντίκ. ὡς τὰ πρός τι coll. Arist. 23 τῶν ἀντικ.] ἑτέρων Arist. ἢ ὁπωσδήποτε πρὸς ἄλληλα Arist. 28 αὐτῶν θάτ. coll. Arist.)
p. 12a1 Ὥστε ἐν οἷς πέγυκε γίγνεσθαι ἡ ὧν κατηγορεῖται.
Τῶν ἐναντίων τὰ μέν ἐστιν οὐσιώδη τὰ δὲ ἐπεισοδιώδη. τὰ τοίνυν οὐσιώδη ἐνταῦθά φησιν ὁ φιλόσοφος κατηγορεῖσθαι, τὰ δὲ ἐπεισοδιώδη ἐν ὑποκειμένῳ εἶναι.
p. 12a4 οἷον νόσος καὶ ὑγεία ἐν σώματι ζῴου πέφυκε γίγενσθαι.
ἰστέον ὅτι οἱ ἰατροὶ νόσον καὶ ὑγείαν ἔμμεσα νομίζουσιν εἶναι καὶ λέγουσι τὸ τούτων μέσον οὐδέτερον, οἱ δὲ φιλόσοφοι ἄμεσα ταῦτα λέγουσιν. οὐδέτερος δὲ τούτων | ἁμαρτάνει τῆς ἀληθείας· οἱ μὲν γὰρ ἰατροὶ πρὸς τὴν [*](128r) αἴσθησιν κρίνοντες τοῦτο λέγουσιν, οἱ δὲ φιλόσοφοι πρὸς τὴν φύσιν ἀφορῶντες τοιοῦτον λέγουσιν· φασὶ γὰρ ὅτι τὸ σῶμα ἢ κατὰ φύσιν ἔχει καὶ λέγεται ὑγιαίνειν, ἢ παρὰ φύσιν καὶ λέγεται νοσεῖν, καὶ ἀναγκαῖον θάτερον ὑπάρχειν ἐν τῷ τῷ τοῦ ζῴου σώματι, ἡ νόσον ἢ ὑγείαν.
p. 12a6 Καὶ περιττὸν δὲ καὶ ἄρτιον ἀριθμοῦ κατηγορεῖται, καὶ ἀναγκαῖον θάτερον τῷ ἀριθμῷ ὑπάρχειν, ἢ περιττὸν ἢ ἄρτιον.
Ο μὲν Πλατῶν οἴεται ἔμμεσα εἶναι, οἱ δὲ λοιποὶ πάντες ἄμεσα. καὶ οἱ μὲν ἄμεσα ταῦτα νομίζοντες ἄρτιον μὲν ἔλεγον τὸ δυνάμενον εἰς δύο διαιρεθῆναι ἴσα τῆς μονάδος ἀτμήτου μενούσης, οἷον τὸ τέτταρα. προσεθηκαν δὲ ‘τῆς μονάδος ἀτμήτου μενούσης’, ἐπειδὴ δυνατὸν καὶ τὸν πέντε ἀριθμὸν εἰς δύο ἴσα διαιρεθῆναι τῆς μονάδος διαιρουμένης. περιττὸν δὲ καλοῦσιν ἐκεῖνον τὸν ἀριθμὸν οἱ ἰδιῶται τὸν καλούμενον ἄζυγον, οἷον τ.ὸν πέντε, διαιρούμενον εἰς δύο καὶ περιττεύοντα τῷ ἑνὶ μέρει, τῇ μονάδι, ταύτης ἀδιαιρέτου μενούσης. οἱ μὲν λέγοντες οὕτως τὸ ἄρτιον καὶ τὸ περιττὸν ταύτῃ τῇ δόξῃ κρατυνόμενοι ἔλεγον μηδὲν εἶναι μέσον ἀρτίου καὶ περιττοῦ. ὁ δὲ Πλάτων περιττὸν μὲν ἔλεγεν, ὃν καὶ οἱ πρῶτοι ἐκάλουν, ἄρτιον δὲ οὐ τὸν αὐτόν, ἀλλὰ ἄρτιον ἔλεγεν τὸν δυνάμενον διαιρεθῆναι καὶ [*](3 ἀκατωνόμ. M 6 τὸ μεταξὺ—δηλῶσαι iter. M 10 ἐπισοθ. M (oonstanter) 13 ὑγείαν M σώματι ante οἷον coll. (sed uumoiis superscr. corr.) M 15 τοῦτον M 18 φησὶ M 22 ἀναγκαῖόν γε Arist. 23 Πλάτων] cf. El. p. 181,10. 194,15 26 πέμπτον M)
p. 12a26 Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτόν τι, οἷον ἡ ὄψις καὶ ἡ τυφλότης περὶ ὀφθαλμόν.
Ἰνα τὴν παροῦσαν ῥῆσιν νοήσωμεν, βραχέως περὶ τῆς στερήσεως στέρησις τοίνυν ἐστὶν ἀπουσία εἴδους, οὐκ ἐν τοῖς μὴ οὖσιν εὑρισκομένη ἀλλ’ ἐν τοῖς οὖσιν· τὸ γὰρ μὴ ὂν πῶς ἄν λέγοιμεν μὴ εἷναι; τυφλὸν δὴ ἄρα τὸ δεκτικὸν τῆς τυφλότητος εἶναι. ἀλλὰ δεῖ καὶ πεφυκέναι τὴν ἕξιν εἰς τὸ δέχεσθαι· αὐτίκα γοῦν τὸν λίθον εἰ καὶ ἔστιν οὔ φαμεν τυφλόν, διότι φύσιν οὐκ ἔχει τοῦ δέξασθαι τὴν τυφλότητα. ἀλλὰ μὴν δεῖ συνελθεῖν καὶ τὴν ἐπιτηδειότητα τοῦ μορίου· τὸν γὰρ ἄνθρωπον καὶ ὄντα καὶ πεφυκότα δέχεσθαι οὐ λέγομεν κατὰ τὴν χεῖρα τυφλόν, διὰ τὴν ἀνεπιτηδειότητα τοῦ μορίου δηλονότι. οὐκ ἀρκεῖ δὲ ταῦτα καὶ μόνον, ἀλλὰ δεῖ συνελθεῖν τούτοις καὶ τὸν χρόνον· τὸ γὰρ ἀρτιγενὲς σκυλάκιον, καίτοι ὂν καὶ πεφυκὸς δέξασθαι καὶ ἐπιτηδειότητα ἔχον μορίου, οὔ φαμεν τυφλὸν διὰ τὸ μήπω εἶναι τὸν χρόνον, καθ’ ὃν δεῖ τοῦτο ὁρᾶν. ὥστε ἐκ τῶν τεττάρων τούτων ἀναφαίνεται ἡμῖν | ὁ ὁρισμὸς τῆς στερήσεως ὁ λέγων [*](129r) ὅτι στέρησίς ἐστιν ἀπουσία εἴδους ἐν τῷ πεφυκότι δέχεσθαι, ἐν ᾧ πέφυκεν ὑπάρχειν, ὅτε πέφυκεν ἔχειν. καὶ διὰ τοῦ μὲν εἰπεῖν ‘ ἐν τῷ πεφυκότι’ ἐσήμανεν δύο τινά, τό τε πεφυκέναι καὶ τὸ εἶναι· οὐδὲ γὰρ τὸ μὴ πεφυκέναι δύναται λέγεσθαι. καὶ τέως ἔχομεν δύο ἴδια τῆς στερήσεως. διὰ δὲ τοῦ εἰπεῖν ἱέν ᾧ πέφυκεν’ ἐσήμανεν τὴν ἐπιτηδειότητα τοῦ μορίου, διὰ δὲ τοῦ ‘ὅτε πέφυκεν’ τὸν χρόνον ἐν ᾧ δεῖ ὁρᾶν. ταῦτα περὶ τῆς προκειμένης λέξεως ἱκανά.
p. 12b 12 Ὡς γάρ ποτε ἡ κατάφασις πρὸς τὴν ἀπόφασιν ἀντίκειται, οἷον τὸ κάθηται — οὐ κάθηται, καὶ τὰ ἑξῆς.
Ζητητέον ἐνταῦθα διὰ τί τὸ μὲν κάθηται καὶ οὐ κάθηται, ῥῆμα ὑπάρχον ὁριστικόν, ἐνταῦθα ἀπόφασιν καὶ κατάφασιν ἐκάλεσεν, τὸ δὲ καθῆσθαι ἢ μὴ καθῆσθαι, πράγματα ὄντα, ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν ἀνάγεσθαί φησι. καί φαμεν ὅτι εἰκότως· τῷ γὰρ ὑποκειμένῳ τὰ πράγματα ἁρμόζει, [*](5 πρὸς τὸ ἄρτιον] τῷ ἀρτίῳ M 13 μὴ ante εἶναι superscr. M2 14 τυφλόν— εἶναι post τυφλότητα (16) transpouas 15 an εἰς τὸ δἐχ. τὴν ἕξιν ? 23 pr. ὁ evan. M 26 οὐδὲ] οὕτε M 32 ante οὐ add. xiu Arist. 34. 35 καθεῖσθαι M)
p. 12b26 Ὅτι δὲ οὐδ’ ὡς τὰ ἐναντία ἀντίκειται τὰ καταστέρησιν καὶ ἕξιν λεγόμενα, ἐκ τῶνδε δῆλον.
Διακρίνας τὰ πρός τι ἐκ τῶν λοιπῶν ἀντιθέσεων | ὁ φιλόσοφος βούλεται [*](129v) καὶ τὴν ἕξιν καὶ τὴν στέρησιν τῶν λοιπῶν τριῶν διακρῖναι. διακρίνει δὲ ταῦτα τρισὶ διαφοραῖς· μιᾷ μὲν τῇ λεγούσῃ ὅτι τἀναντία εἰς ἄλληλα μεταβάλλει, ἡ δὲ ἕξις καὶ στέρησις οὐδέποτε εἰς ἄλληλα μεταβάλλει, ὡς ἀνωτέρω εἴρηται. τὰ ἐναντία ἄρα ἔργα ἐστὶν παρὰ τὴν ἕξιν καὶ τὴν στέρησιν. καὶ ἔστιν αὕτη πρώτη διαφορά. δευτέρα διαφορά· τὰ ἐναντία ἄμφω εἰσὶ κατὰ φύσιν, ἕξις δὲ καὶ στέρησις οὔκ εἰσιν ἄμφω κτὰ φύσιν. τὰ ἐναντία ἄρα οὔκ εἰσιν ἕξις καὶ στέρησις. συλλελόγισται δὲ ἡμῖν καλῶς ἡ μείζων πρότασις· καὶ γὰρ οὔκ εἰσιν ἄμφω κατὰ φύσιν ἕξις καὶ στέρησις, ἀλλ’ ἡ μὲν ἕξις κατὰ φύσιν, ἡ δὲ στέρησις οὐ κατὰ φύσιν. τρίτη διαφορά· τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. καὶ εἰ μὲν ἄμεσα εἴη, ἀνάγκη τούτων τὸ ἕτερον ἐξ ἀνάγκης ὑπάρχειν τῷ ὑποκειμένῳ, οἷον ἢ τόδε ἢ τόδε, ὡς ἐπὶ ὑγείας καὶ νόσου. εἰ δὲ ἔμμεσα εἴη, τοιαῦτά ἐστιν ὡς μηδέποτε ἐξ ἀνάγκης ὑπάρχειν τῷ ὑποκειμένῳ, οἷον τὸ λευκὸν ἢ τὸ μέλαν. καὶ εἴ τι ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ, οὐχ ὁπότερον ἔτυχεν, ὡς ἐπὶ ὑγείας καὶ νόσου, ἀλλὰ πάντως ἕν τι ὡρισμένον ὡς τῷ πυρὶ τὸ θερμὸν καὶ τᾷ ὕδατι τὸ ψυχρόν. τούτων οὖν πάντων διαφέρει ἕξις καὶ στέρησις. τῶν μὲν ἀμέσων ἐναντίων διαφέρει, ὅτι οὐκ ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ τὸ ἕτερον, ὡς ἐπὶ ὑγείας καὶ νόσου· πολλάκις γὰρ οὐ πέφυκε δέχεσθαι τὸ ὑποκείμενον καὶ οὐδέτερον τούτων ἐξ ἀνάγκης εἶναι. πάλιν δὲ οὐδὲ τοιαῦτά ἐστιν, ὡς μηδέποτε ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ, | ὅτε πέφυκε [*](130r) δέχεσθαι τὸ ὑποκείμενον καὶ χρόνον ἔχει ἐπιτήδειον ὥστε ἀνάγκη ἕτερον αὐτῶν ὑπάρχειν τῷ ὑποκειμένῳ. ἀλλ’ οὐδὲ πάλιν εἰ ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ ἕν τι, ὡρισμένως αὐτῷ ὑπάρχει, ὡς εἴρηται ἐν τῷ πυρὶ τὸ θερμόν. πᾶσιν οὗν τούτοις διαφέρει ἡ ἕξις καὶ ἡ στέρησις τῶν ἔναν. τίων. καὶ ἁπλῶς εἰπεῖν, τὰ ἐναντία ἢ ἀεὶ ἐξ ἀρχῆς ὑπάρχει τῷ ὑποκειμένῳ, ὡς ἐπὶ τῶν ἀμέσων ἐναντίων, ἢ οὐδέποτε, ἀλλ’ ἐνδέχεται κατ’ οὐδέ· ἱερὸν. ἡ δὲ ἕξις καὶ ἡ στέρησις οὔτε ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ, ὅτε δὴ πέφυκε δέχεσθαι διὰ τὸν χρόνον τότε γὰρ ἔχει κατ’ οὐδέτερον), οὔτε δὲ πάλιν ὑπάρχει τῷ ὑποκειμένῳ οὐδέποτε διὰ τὸ πεφυκέναι δέχεσθαι. ἐφ’ οἷς καταπαυέσθω μὲν ἡμῖν ὁ λόγος ὁ περὶ τῆς διακρίσωες τῶν ἐναντίων πρὸς ἕξιν καὶ στέρησιν.
[*](2 οὐ inserui 12 εἴρηται] p. 135,5 21 εἰ καὶ coll. M 23 ὁρισμένον M pr. ᾷ] τὸ M 30 οὐδὲ] οὔτε M 35 οὕτε] οὐδὲ M)Διαδεχέσθω δὲ ὁ περὶ τῆς καταφάσεως καὶ ἀποφάσεως διακριτικὸς λόγος πρὸς τὰς λοιπὰς τρεῖς ἀντιθέσεις, φημὶ δὴ πρὸς ἕξιν καὶ στέρησιν καὶ ἐναντία καὶ πρός τι. διαφέρει τοίνυν τούτων, ὅτι ἡ μὲν ἀεὶ διακρίνει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, αἱ δὲ οὐδέποτε. καὶ τοῦτο εἰκότως· αὗται γὰρ ἁπλαῖ οὖσι φωναὶ οὐδέποτε κατάφασιν καὶ ἀπόφασιν μιμοῦνται· ἐν γὰρ ταῖς ἁπλαῖς φωναῖς οὐδὲ ἀλήθεια οὐδὲ ψεῦδος δηλοῦται. εἰ δέ τις ἀπορήσει πρὸς ἡμᾶς λέγων ὅτι δυνατὸν ταύτας τὰς ἁπλᾶς φωνὰς κατὰ συμπλοκὴν προερχομένας διακρῖναι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος, ὡς ὅτε εἴπω ‘Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηται’, ἐρῶ πρὸς αὐτὸν ὅτι καὶ [*](130v) οὕτω διαφέρει ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῶν λοιπῶν ἀντιθέσεων, τῷ ταύτην μὲν τὴν ἀντίθεσιν ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ ὄντος καὶ μὴ ὄντος τοῦ ὑποκειμένου, ταύτας δὲ οὐκ ἀεὶ διακρίνειν, ἀλλ’ ἔστ’ ἂν ᾖ τὸ ὑποκείμενον. ἀλλ’ ἐπειδὴ εἴρηται ἡμῖν ἡ διαίρεσις ἡ καθολική, φέρε καὶ τὴν μερικὴν ζητήσωμεν, τὴν πρὸς ἕκαστα τούτων φημί. διαφέρει τοίνυν ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῶν ἐναντίων τῶν μὲν ἐμμέσων, ὅτι οὔτε ὄντος τοῦ ὑποκειμένου οὔτε μὴ ὄντος ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι· οὔτε γὰρ εἰ ἦν Σωκράτης, ἀνάγκη πάντως τοῦτον ἢ λευκὸν εἶναι ἢ μέλανα, ἀλλ’ ἕτερόν τι ἔχειν χρῶμα, τούτου δὲ μὴ ὄντος δῆλον ὅτι οὐδέτερον τούτων ἐστὶν ἀληθές, ἢ ὅτι Σωκράτης λευκὸς ἢ ὅτι μέλας. τῶν δὲ ἀμέσων ἐναντίων διαφέρει, ὅτι τὰ ἄμεσα ἐναντία ὄντος μὲν τοῦ ὑποκειμένου ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι, μὴ ὄντος δὲ τοῦ ὑποκειμένου ἀνάγκη κατ’ οὐδέτερον ἔσται· πῶς γὰρ τὸ μὴ ὂν ἢ λευκὸν λέγομεν εἶναι ἢ μέλαν; τῆς δὲ ἕξεως καὶ τῆς στερήσεως διενήνοχε, ὅτι ἐπὶ μὲν ἕξεως καὶ στερήσεως καὶ ὄντος καὶ μὴ ὄντος τοῦ ὑποκειμένου οὐκ ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι, ἐπὶ δὲ τῆς ἀποφάσεως καὶ τῆς καταφάσεως πρόδηλον ὡς ἡ ἑτέρα πάντως ἢ ἀληθεύει ἢ ψεύδεται· τὴν γὰρ ἀντίφασιν | οὐδὲν καυχήσεται φυγόν. καὶ ἁπλῶς εἰπεῖν διαφέρει [*](131r) αὕτη ἡ διάστασις τῶν τριῶν ἀντιθέσεων τῷ τὴν μὲν ἀντίφασιν καὶ ὄντος καὶ μὴ ὄντος τοῦ ὑποκειμένου ἢ ἀληθεύειν ἢ ψεύδεσθαι τὰς δὲ ἑτέρας ἐνόντος τοῦ ὑποκειμένου ἢ ἀληθεύειν ἢ ψεύδεσθαι.
Μέχρι τούτων προαγαγὼν τὸν λόγον ὁ Ἀριστοτέλης ἐφεξῆς τέτταρας ἡμῖν κανόνας παραδίδωσι τῶν ἐναντίων, ὧν ὁ πρῶτός ἐστι τοιοῦτος· τὰ ἀγαθὰ μόνοις μάχεται τοῖς κακοῖς, τὰ δὲ κακὰ οὐ μόνοις μάχεται τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς κακοῖς· οὕτως ἡ ἔνδεια οὐ μόνον μάχεται τῇ συμμετρίᾳ ἀγαθῇ οὔσῃ ἀλλὰ καὶ τῇ πλεονεξίᾳ κακῇ ὑπαρχούσῃ. ἀλλ’ ἐντεῦθεν ἀπορία διαδέχεται ἡμᾶς ἡ λέγουσα ὅτι καὶ πῶς δίκαιόν ἐστι λέγειν ἡμᾶς τῷ ἑνὶ δύο μάχεσθαι, τῇ ἐνδείᾳ τὴν πλεονεξίαν καὶ τὴν συμμετρίαν. πρὸς οὕς φαμεν ὅτι οὐχ ἑνὶ καὶ μόνῳ δύο ἀντίκειται οὐδὲ γὰρ μόνῃ τῇ ἐνδείᾳ τὰ εἰρημένα ἀμφότερα ἀντίκειται), ἀλλ’ ἕκαστον τούτων ἑνὶ καὶ μόνῳ ἀντίκειται· ἡ γὰρ ἔνδεια καὶ ποσότητα ἔχει καὶ ποιότητα. καὶ καθὸ [*](5 γὰρ scripsi: δὲ M 10 τῷ] τό M 22 ἀνάγκη scripsi: evan. M 27 οὐδὲν καυχήσεται φυγόν ex litteris paene evau. restitui 28 αὐτὴ ἡ διάστ— evau. M τῷ] τὸ M 29 καὶ μὴ ὄντος iter. M 37 τῷ ἑνὶ] τὸ ἓν M 38 οὐδὲ] οὔτε M)
<Θεωρία λγ'.>
p. 13a18 Ἐπὶ μὲν τῶν ἐναντίων, ὑπάρχοντος τοῦ δεκτικοῦ, δυνστὸν εὶς ἄλληλα μεταβολὴν γενέσθαι, εἰ μή τινι φύσει τὸ ἓν ὑπάρχει.
Ζητητέον ἐνταῦθα εἰ δυνατὸν τὸ ἄρτιον καὶ τὸ περιττὸν εἰς ἄλληλα μεταβάλλειν. | καί τινες μέν φασιν ὅτι δυνατόν· ἰδοὺ γὰρ ὁ τρία γίνεται [*](132v) τέτταρα. ἀλλὰ πρὸς τούτους φαμὲν ὅτι ἀδύνατον· οὐδὲ γὰρ ὁ τρία ἀριθμὸς τρία μένων τέτταρα γίνεται, ἀλλὰ γενόμενος τέτταρα, παρέφθαρται ἤδη τὸ τρία εἶναι αὐτόν. ὅμως δὲ καὶ τοῦτό φαμεν ὅτι διττὸς ὁ ἀριθμός, ὁ μὲν μετρῶν ὁ δὲ μετρούμενος. καὶ ὁ μὲν μετρῶν οὐδέποτε μεταβάλλει, ὁ δὲ μετρούμενος μεταβάλλει· οἷον τριῶν λίθων ὑποκειμένων, δυνατὸν ἕνα διαιρεῖσθαι καὶ γίνεσθαι τοὺς περιττοὺς ἀρτίους.
p. 14a8 Ὑγιαινόντων μὲν ἀπάντων ὑγεία μὲν ἔσται, νόσος δέου.
Ἄξιον ἐνταῦθα ζητῆσαι ὅτι τίνος χάριν οὐκ ἀντιστρέψας εἶπεν ὁ φιλόσοφος ὅτι νοσούντων ἁπάντων νόσος μὲν ἔσται, ὑγεία δὲ οὔ. καί φαμεν ὅτι εἰκότως καὶ τοῦτο πεποίηκεν· ὑγεία μὲν γὰρ ἄνευ νόσου δύναται συστῆναι, νόσος δὲ ἄνευ ὑγείας ἀδύνατον· αὐτὸ γὰρ τὸ ζῆν ἐν τῷ νοσεῖν ὑγεία ἐστίν, καὶ ἀδύνατον ἐν νόσῳ μὴ εἶναι ἴχνη ὑγείας, ἐπεὶ οὐδὲ τῶν ζώντων ἐστίν. ἀδύνατον οὖν νόσον ἄνευ ὑγείας συνίστασθαι, ὥσπερ καὶ κακὸν ἄνευ ἀγαθοῦ. ἄκρατον γὰρ κακὸν ἀδύνατον εἶναι, ὥσπερ καὶ ἄκρατον σκότος, ἀλλὰ πάντως ἐστὶν μετ’ ἐπιμιξίας. ταῦτα καὶ περὶ τῶν προτεθέντων ῥητῶν ἱκανά.
Περὶ προτέρου καὶ τῶν ἑξῆς.
p. 14a26 Πρότερον δὲ ἕτερον ἑτέρου λέγεται τετραχῶς, πρῶτον μ(ὲν καὶ κυριώτατα τὸ κατὰ χρόνον, καθὰ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον λέγεται.
Μετὰ τὴν τῶν ἀντικειμένων διδασκαλίαν μεταβέβηκεν λοιπὸν ὁ φιλόσοφος ἐπὶ τὴν περὶ τοῦ προτέρου θεωρίαν καὶ ὑστέρου καὶ τοῦ ἅμα καὶ τῆς κινήσεως | καὶ τοῦ ἔχειν. ἀλλὰ τέως πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως [*](133v) [*](2 κατακελεῖσθαι M 5 tit. iuserui 7 γίνεσθαι Aiist. 10 οὐδὲ] οὔτε M 16 ante ἁπάντ. add. γὰρ Arist. ἔσται] ἐστιν M (cf. v. IS) 20 ζεῖν M 21 οὐδὲ] οὔτε M 26 πρότερον ἑτέρου ἕτερον Arist. 27 τὸ om. Arist. καθ’ ὁ Arist. 31 τέως iitteris paeue evauidis dubiuiu est)
οὐκοῦν ἐπειδὴ τὴν τάξιν τῶν προκειμένων καλῶς ἀποδεδώκαμεν, φέρε λοιπὸν πλατύτερον περὶ τούτων διέλθωμεν. τὸ τοίνυν πρότερον λέγεται πενταχῶς· ἢ χρόνῳ ὡς ὁ πρεσβύτερος τοῦ νέου, ἢ φύσει, ὃ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, συνεισφέρεται καὶ οὐ συνεισφέρει, ταὐτὸν δὲ εἰπεῖν, τὸ καθόλου καὶ μερικόν, ὡς τὸ ζῷον καὶ ὁ ἄνθρωπος, εἰ τύχοι, λέγεται. πάλιν πρότερον τῇ τάξει, ὥσπερ λέγομεν τὸ προοίμιον τῆς ἐξηγήσεως πρό· τερον εἶναι καὶ τὴν διήγησιν τῶν ἀγώνων. λέγεται πάλιν πρότερον τῷ ἀξιώματι, ὥσπερ τινές φασι τοὺς τιμιωτέρους τῶν φίλων προτέρους εἶναι τῶν μὴ τοιούτων παρ’ αὐτοῖς. λέγεται δὲ πρότερον καὶ τὸ αἴτιον τοῦ αἰτιατοῦ. ἀλλὰ ἀποροῦμεν ἐνταῦθα λέγοντες ὅτι εἰ τοῦτο διαφέρει τὸ πέμπτον ση|μαινόμενον τοῦ δευτέρου σημαινομομένον τοῦ προτέρου, φημὶ δὲ τοῦ [*](134r) [*](2 ὃ inserui 6 ἔλεγεν] p. 2a11.14 14 7 ἔλεγε] p. 7b 23. 35 8 οὐ—κατηγοριῶν (11) delevi 11 τοῦ addidi 17 ὅτε M 18 ἔλεγε] p. 7b15 21 περὶ τοῦ ποσοῦ] potius περὶ τῆς οὐσίας (cf. p. 4a34) 22 μνήμην] corrigas δόξαν 24 ἀνωτέρω] p. 11b11 31 πρεσβύτης M (cf. Amui. p. 103,6) 32 συνεισφέρει καὶ οὐ συνεισφέρεται M 39 δὲ evan. M)
Περὶου τοῦ ἄμα.
Τὸ δὲ ἅμα τριχῶς λέγεται· ἢ γὰρ χρόνῳ ἐστὶν ἅμα, ὡς Κάστωρ καὶ Πολυδεύκης εἰ τύχοι, ἢ ὡς τὰ ἀντιστρέφοντα, ἐν οἷς οὐκ ἔστι τὸ αἴτιον καὶ τὸ αἰτιατόν, ἀντιστρέφοντα μόνως κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ θάτερον θατέρου ἐστὶν αἴτιον πρὸς τὸ εἶναι, ὡς ἔχει ἐπὶ διπλασίου καὶ ἡμίσεως· διπλασίου γὰρ ὄντος ἔσται καὶ ἥμισυ, καὶ ἡμίσεως ὄντος ἔσται διπλάσιον, οὐδέτερον δὲ οὐδετέρου αἴτιόν ἐστι τοῦ εἶναι. ἢ ὡς τὰ ὁμοειδῆ, ὡς ἄνθρωπος ὁ * * ἀλλὰ ἀποροῦσί τινες λέγοντες ὅτι εἰ τὸ ἅμα μέσον ἐστὶν προτέρου καὶ ὑστέρου, ὁσαχῶς δὲ τὰ ἄκρα, τοσαυταχῶς καὶ τὸ μέσον, διὰ τί τὸ μὲν πενταχῶς λέγεται, τὸ πρότερον δηλονότι, τὸ δὲ [*](134v) τριχῶς, τοῦτ’ ἔστι τὸ ἅμα. πρὸς τούτους φαμὲν ὅτι πᾶσι τοῖς σημαινομένοις τοῦ προτέρου τὰ σημαινόμενα τοῦ ἅμα ἀντίκειται· τὸ μὲν γὰρ χρόνῳ τοῦ ἅμα ἀντίκειται τῷ χρόνῳ τοῦ προτέρου, τὸ δὲ ὡς ἀντιστρέφοντα λέγεσθαι, μὴ μέντοι γε αἴτιον θάτερον θατέρου ὑπάρχειν, δύο τισὶν ἀντίκειται σημαινομένοις τοῦ προτέρου, τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ· τὸ γὰρ γάρ δεύτερον ἦν τὸ φύσει, τοῦτ’ ἔστι τὸ καθόλου <καὶ> μερικόν, τὸ δὲ πέμπτον τὸ αἴτιόν ἀμφότερα γὰρ αἴτιά ἐστι τῶν ὑστέρων. τούτου χάριν ἀντίκειται τούτοις τὰ ἀντιστρέφοντα, ἐν οἷς οὐκ ἔστιν αἴτιον καὶ αἰτιατόν. τὰ δὲ ὁμοειδῆ ἀντίκεινται τῷ τάξει τοῦ προτένου. τῷ δὲ τετάρτῳ σημαινομένῳ τοῦ προτέρου, τοῦτ’ ἔστι τῷ κατὰ τὴν θέλησιν λεγομένῳ, οὐκ ἠξίωσεν ὁ φιλόσοφος ἀντικείμενον ἀντιθεῖναι, ἐπειδὴ τοῦτο ἐκ τῆς ἡμετέρας ἐπινοίας γίνεται. ἄλλως τε εἰ βουληθείημεν εὑρεῖν καὶ τούτῳ ἀντικείμενον ἐν τῷ ἅμα ἔστιν εὑρεῖν καθ’ ὃ σημαινόμενον λέγομεν ἰσοτίμους ὑπάρχειν. ἀντίκειται γὰρ ὁμότιμον τῷ προτέραν ἔχοντι τιμὴν ἢ δευτέραν. οὕτως πάσι τοῖς σημαινομένοις τοῦ προτέρου τὰ σημαινόμενα τοῦ ἅμα ἀντίκειται. οὐκοῦν ἐπειδὴ διήρθρωται ἡμῖν εὖ τὰ περὶ τοῦ προτέρου καὶ τοῦ ἅμα, φέρε ἐπὶ τὰ ἐφεξῆς χωρήσωμεν, ἐπὶ τὴν κίνησίν φημι.
[*](9 εἰρήκαμεν] p. 122,13 15 ἀντιστρέφον M 19 post ἄνθρ. addas καὶ ἵππος 24 ὡς evan. M 27 τὸ φύσει] toj φύσει M καὶ addidi cf. p. 144,3) 28 ἀμφότερα] cf. v. 2 30 τῷ τάξει] τῇ τάξει M (cf. V. 23) τετάρτῳ scripsi: ἑτέρω M 33 τούτῳ] τοῦτο M 35 τῳ] τὸ M Comment, in Arist. XII 1. Olymp. Prol. et in Cat.)Περὶ κινήσεως.
Κινήσεως τοίνυν ἓξ εἴδη καθεστήκασι· γένεσις, φθορά, αὔξησις, μείωσις, ἀλλοίωσις, ἡ κατὰ τόπον μεταβολή. ὅτι δὲ ἕξ εἰσι καὶ οὔτε πλείονα οὔτε ἐλάττονα | εἴδη τῆς κινήσεως, δείξωμεν οὕτως· ἡ κίνησις ἐν τέσσαρσι [*](135r) κατηγορίαις θεωρεῖται, ἢ ἐν οὐσίᾳ, ἢ ἐν ποσῷ, ἢ ἐν ποιῷ, ἢ ἐν τῇ ποῦ. ἀλλ’ εἰ μὲν ἐν οὐσίᾳ θεωρεῖται, ἢ ἐν αὐτῇ τῇ οὐσίᾳ θεωρεῖται ἢ ἐν τοῖς περὶ τὴν οὐσίαν ἢ τοῖς ἐν τῇ οὐσίᾳ. καὶ εἰ μὲν θεωρεῖται ἐν τῇ οὐσίᾳ, ἢ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν παράγει καὶ λέγεται γένεσις (ἀπὸ τοῦ μὴ ὄντος δηλονότι· ἀπὸ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος δείκνυται ἐν Φυσικοῖς μηδὲν γινόμενον), ἢ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἀπάγει καὶ καλεῖται τὸ τοιοῦτον φθορά. εἰ δὲ ἐν τοῖς ἐν τῇ οὐσίᾳ θεωρεῖται, ἢ ἐν ποσῷ ἐστιν ἢ ἐν ποιῷ. καὶ εἰ ἐν ποσῷ, ἢ ἀπὸ τοῦ ἐλάττονος ὁδεύει ἐπὶ τὸ μεῖζον καὶ καλεῖται τὸ τοιοῦτον αὔξησις, ἢ ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον καὶ καλεῖται μείωσις. ταῦτα μὲν οὖν εἰ ἐν ποσῷ ἐστίν. εἰ δὲ ἐν ποιῷ, ποιεῖ τὴν καλουμένην ἀλλοίωσιν. εἰ δὲ ἐν τοῖς περὶ τὴν οὐσίαν θεωρεῖται, οἷον ἐν τῇ ποῦ κατηγορίᾳ, ποιεῖ τὴν καλουμένην κατὰ τόπον μεταβολήν. ἀλλὰ ἀποροῦσί τινες λέγοντες μὴ ἄρα ἡ αὐτή ἐστιν ἡ αὔξησις καὶ ἡ ἀλλοίωσις καὶ οὐκέτι ἐστὶν ἓξ τὰ εἴδη τῆς κινήσεως ἀλλὰ πέντε· καὶ γὰρ πᾶν αὐξανόμενον ἀλλοιοῦται. πρὸς τοῦτό φαμεν ὅτι οὐδαμῶς ἐστιν ἡ αὐτὴ ἡ αὔξησις τῇ ἀλλοιώσει· ἔστιν γάρ αὐξάνεσθαι καὶ μὴ ἀλλοιοῦσθαι· ἡ γὰρ ἐκτεταμένη γραμμὴ αὐξηθεῖσα οὐκ ἠλλοιώθη. ἀλλ’ οὐδὲ μὴν πᾶν ἀλλοιούμενν αὔξεται· ἡ γὰρ ψυχὴ ἀλλοιοῦται καὶ οὐκ αὔξεται. ἀλλ’ ἰστέον ὅτι τῇ μὲν κινήσει ὡς ἀπλῶς κινήσει ἀντίκειται ἡ ἠρεμία, ὡς δὲ τοιᾷδε κινήσει ἡ ἐναντία. οὕτως τῇ μὲν γενέσει ὡς ἁπλῶς γενέσει ἡ φθορὰ ἀντίκειται, | ὡς δὲ τοιάδε [*](135v) ἑτέρα. ἀλλὰ πρὸς τοῦτο ἀποροῦσί τινες λέγοντες ὅτι καὶ πῶς τοῦτο δίκαιον δύο ἑνὶ μάχεσθαι. ἀλλ’ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὅτι οὐ κατὰ τὸ αὐτὸ ἀντίκειται δύο ἑνί, ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο. οὕτω τῇ μὲν κινήσει ἀντίκειται ἡ ἠρεμία ὡς ἕξις καὶ στέρησις, ὡς ἁπλῶς κινήσει, τῇ δὲ γενέσει ὡς τοιᾷδε κινήσει ἀντίκειται ἡ φθορὰ ὡς ἐναντία ἕξις. ταῦτα εἰπόντες περὶ κινήσεως μεταβῶμεν λοιπὸν ἐπὶ τὸ λεῖπον· τῷ λόγῳ, φημὶ δὲ τὸ ἔχειν.
Περὶ τοῦ ἔχειν.
Τὸ τοίνυν ἔχειν ὀκταχῶς λέγεται· λέγομεν γὰρ ἔχειν ἢ ποιότητα, ὡς λέγομεν ἐπιστήμην ἔχειν τὸν ἄνθρωπον, ἢ ὅλον περὶ ὅλον, ὥσπερ λέγομεν ἱμάτιον ἔχειν, ἢ ὅλον περὶ μέρος, ὥσπερ λεγόμεθα δακτύλιον ἔχειν, ἢ ὡς ἐν ἀγγείῳ, ὥς φαμεν τὸν μέδιμνον ἔχειν τοὺς πυρούς, ἢ ὡς κτῆμα, ὡς λέγομεν ἔχειν ἀγρὸν ἢ οἰκίαν, ἢ ὡς σύνοικον, ὡς λεγόμεθα γυναῖκα ἔχειν, ἢ μέρος, ὡς λεγόμεθα χεῖρα ἔχειν ἢ πόδα, ἢ ὡς ἐν τόπῳ, ὥσπερ λέγομεν [*](8. 10 παράγεται et ἀπάγεται M (cf. El. p. 254,7) 9 ὄντως M ἐν Φυσικοῖς] E 1 p. 224 a34 sq. 10 γινομένη M 17 ἡ αὐτή] ταὐτὴ M (constanter) 20 ἐκτεταμμένη M 32 tit. ante φημί coll. M 33. 34 περὶ] παρὰ M (cf. Kl. p. 255,32))
<Θεωρία λδ'.>
Περὶ προτέρου.
p. 14a26 Πρότερον δὲ ἕτερον ἑτέρου λέγεται τετραχῶς.
Ζητοῦμεν ἐνταῦθα πῶς τοῦ προτέρου πενταχῶς λεγομένου τετραχ ὁ φιλόσοφος εἶπεν αὐτὸ καὶ μόνον λέγεσθαι. πρὸς τοῦτό φαμεν ὅτι τὸ ἓν σημαινόμενον παρέλειψεν, τὸ ἐν τῇ ἡμετέρᾳ ἐπινοίᾳ γιγνόμενον, τοῦτ’ ἔστι τὸ κατὰ ·τὴν θέσιν.
Έν τῷ περὶ κινήσεως.
p. 15a30 Οἷον τὸ τετράγωνον γνώμονος αὐτὸ περιτεθέντος ηὔξηται μέν, ἀλλοιότερον δὲ οὐδὲν γεγένηται.
Ἡμεῖς μὲν ἐν τῇ θεωρίᾳ τοῦ δυνατὸν αὔξεσθαι μὲν μὴ ἀλλοιοῦσθαι δὲ τὴν γραμμὴν παρηνέκεαμεν. ὁ φιλόσοφος ἐπιτηδθιότερον τίθησι παράδειγμα καί φησιν ὅτι τὸ τετράγωνον γνώμονος περιτεθέντος αὔξεται μέν, οὐκ ἀλλοιοῦται δέ. γνώμων δέ ἐστιν σχῆμα τῷ Γ στοιχείῳ ἀναλογοῦν, ὅθεν καὶ γνώμων ἐκλήθη, διότι ἀπὸ τοῦ Γ στοιχείου προέρχεται. εἰ οὖν ποιήσωμεν τὸ τετράγωνον καὶ προσθῶμεν γνώμονα τῷ τετραγώνῳ, αὔξεται μέν, οὐκ ἀλλοιοῦται δέ, διότι καὶ μετὰ τὴν προσθήκην 〈οὐδὲν〉 ἧττον τετραγωνον ἔμεινεν.
p. 15b6 Τῇ δὲ λοιπῇ τῶν κινήσεων οὐ ῥᾴδιόν ἐστιν ἀποδοῦναι τίποτέ ἐστιν ἐναντίον.
Κατὰ τὸ καθόλου ὁ λόγος· οὐ γὰρ κατὰ τὰ μερικά. τῇ γοῦν λευκάνσει ἔστιν ἀποδοῦναι τὴν μέλανσιν.
[*](4 παρ’ οὐσίαν παράθεσιν M (cf. Philop. p. 204,27) 9 tit. inserui 1 1 ἑτέρου ἕτερον Arist. 17 αὐτὸ eicias ηὔξηται μέν] αὔξει μέντοι M 19 ἐν τῇ θεωρίᾳ] p. 146,20 21 τό τετραγώνω (sic) M 22 γνῶμον M (constanter) 23 Γ] τρίτου M 25 οὐδὲν iuserui 27 τῶν ἀποδοθεισῶν κιν. Arist.)Ἐν τῷ περὶ τοῦ ἔχειν.
p. 15b28 Λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ ἡ γυνὴ τὸν ἄνδρω· ἔοικε δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος ἔχειν εἶναι.
Ἀλλὰ ζητοῦμεν ἐνταῦθα διὰ τί ἀλλότριον ὄντα τοῦτον τρόπον τοῦ ἔχειν ἐκάλεσεν ὁ φιλόσοφος. | καί φαμεν ὅτι ἐξαίρετον ἔχει παρὰ τοὺς 136v ἄλλους τὸ ἀντιστρέφειν· ὡς γὰρ λέγομεν τὸν ἄνδρα γυναῖκα ἔχειν, οὕτω καὶ τὴν γυναῖκα ἄνδρα ἔχειν ἐροῦμεν, καὶ οὐ ῥᾴδιόν ἐστιν εἰπεῖν τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου περιέχεσθαι, ὥσπερ ἐπὶ τῶν ἄλλων· ἐπὶ μὲν γὰρ τοῦ μεδίμνου λέγομεν τὸν μέδιμνον ἔχειν τοὺς πυρούς, οὐ τοὺς πυροὺς τὸν μέδιμνον.
p. 15b31 Ἴσως δὲ καὶ ἕτεροι φανείησαν τοῦ ἔχειν τρόποι.
Αἰνίττεται τὸν περὶ τοῦ τόπου τρόπον· τοῦτον γὰρ ἀπεσιώπησεν αὐτὸς ἡμῖν ἐάσας προσυπακούειν αὐτόν, ἢ ὅτι ἐν τῷ περὶ μεδίμνου λόγῳ μνήμην αὐτοῦ ἐποιήσατο· ἀμφότεροι γὰρ οἱ τρόποι ταὐτὸν εἶναι δοκοῦσι, καθὰ περιέχουσι τὰ περιεχόμενα.
τέλος ἔχει τὰ σχόλια τῶν Κατηγοριῶν ἀπὸ φωνῆς Ὀλυμπιοδώρου.
[*](3 εἶναι om. Arist. 10 ἴσως δ’ ἄν καὶ ἄλλοι τινὲς Arist.)