Prolegomena
Olympiodorus
Olympiodorus. Olympiodori prolegomena et in categorias commentarium. (Commentaria In Aristotelem Graeca, vol 12.1.). Busse, Adolf, editor. Berlin: Reimer, 1902.
<Θεωρία α΄.>
ἐπειδὴ πηγῆς ἐθέλομεν ἀπολαύειν ἀγαθῶν, σπουδὴ παρὰ ἡμῖν τῆς τὸ ζῆν, οὐχ ἥκιστα δὲ καὶ φωτεινὴν διάνοιαν ποδηγούσης εἰς τὴν τῶν ζητουμένων ἀκρίβειαν· φέρε πρὸς κατόρθωσιν τοῦ ποθουμένου, τριῶν τινων ἅμα ἀρχόμενοι, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλο- σοφίας, ἑκάστου τούτων τὰ προλαμβανόμενα ζητήσωμεν τοῦ [τοῦ συγγράμματος], τοῦτ’ ἔστι τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου, φημὶ δὲ τῆς λογικῆς, καὶ τῆς ἐπιστήμης, τοῦτ’ ἔστι τῆς Ἀριστοτέλους φιλοσοφίας. διὰ μὲν οὖν τὰς Κατηγορίας, τοῦτ’ ἔστι τὸ σύγγραμμα, ζητήσωμεν ἕξ τινα, πάντοτε εἰω- θότα παντὸς βιβλίου προλέγεσθαι, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸν συγγραφέα, τὴν διασκευὴν τοῦ βιβλίου. διὰ δὲ τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, ζητήσωμεν πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας ἡ λογική. διὰ δὲ πᾶσαν τὴν Ἀριστοτέλους φιλοσοφίαν δέκα τινά· πρῶτον μὲν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, τρίτον πόθεν δεῖ τῶν Ἀριστοτέλους βιβλίων ποιήσασθαι τὴν ἀρχήν, τέταρτον τίς ὁ τούτων βαθμὸς καὶ διὰ τίνων ἐπὶ τὸ ταύτης τέλος πορευόμεθα, πέμπτον τί τὸ ἀναφαινόμενον χρήσιμον ἐκ τοῦ τέλους τῆς φιλοσοφίας, ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον ποῖον δεῖ εἷναι τὸν ἐξηγούμενον, ὄγδοον τίνος χάριν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ἔνατον τί τὸ εἶδος τῆς ἀπαγγελίας καθέστηκεν, δέκατον πόσα καὶ τίνα δεῖ ἑκάστου συγγράμματος προλέγεσθαι. οὐκοῦν ἐπειδὴ τοῦτον <τὸν> σκοπὸν ἔχομεν, τῶν προτεθέντων τριῶν ζητῆσαι τὰ προλαμβανόμενα, | ζητητέον καὶ ἐν αὐτοῖς τούτοις πόθεν δεῖ τὴν ἀρχὴν [*](2r) [*](1 in titulo εἰς τὰ cicias 2 θεωρία ἁ iiiserui (cf. p. 6,5 10,35 14,12) 4 τῇ . . ἀρχῇ scripsi: τῆς . . ἀρχῆς M 8 τοῦ συγγράμματος delevi 18—20 scribas τέταρτον τί τὸ ἀναφαιν. . . . . φιλοσοφίας, πέμπτον τίς ὁ ταύτης (pro τούτων) βαθμός xai διὰ τίνων ἐπὶ τὸ . . πορευόμεθα (cf. p. 9,14. 31) 25 τὸν inserui Comment. in Arist. ΧΙΙ 1. Olyiup. Prol. et iu Cat.)
Λαμβάνονται τοίνυν ἑπταχῶς τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων· ἢ· ἀπὸ τῶν αἱρεσιαρχῶν, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ἢ ἐκ τοῦ τόπου ἔνθα ἐπαίδευον, ἢ ἐκ τοῦ εἴδους καὶ τοῦ τρόπου τῆς ζωῆς, ἢ ἐκ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ἢ ἀπό τινος συμβεβηκότος, ἢ ἀπὸ τοῦ τέλους. ἀπὸ μὲν τῶν αἱρεσιαρχῶν, ὡς ὅταν εἴπωμεν Πυθαγορείους, Δημοκριτείους, Ἐπικουρείους ἔκ τε Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου, οἵτινες τῆς τούτων προκατήρξαντο αἱρέσεως. ἀπὸ δὲ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὡς ἡ Κυρηναϊκὴ λέγεται φιλοσοφία ἀπὸ Ἀριστίππου τοῦ Κυρηναϊκοῦ καὶ Ἐρετριακὴ ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως καὶ Μεγαρικὴ φιλοσοφία ἀπὸ Εὐκλείδου καὶ Τερψίωνος τῶν Μεγαρέων. ἀπὸ δὲ τοὐ τόπου ἔνθα ἐπαίδευον, ὡς Στωϊκοὶ ὡς διὰ τὸ ἐν τῇ ποικίλῃ στοᾷ Ζήνωνα διατρίβοντα παιδεύειν, ἐκεῖσε ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἡ τούτου λέληχεν αἵρεσις. ἀπὸ δὲ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν φιλόσοφοι διὰ δύο τινὰς αἰτίας· ἢ ὅτι ἀπλῶς καὶ ὡς ἔτυχεν ἔζων, δίκην κυνῶν | ἐσθίοντες ἐπ’ ἀγορᾷ [*](3v) καὶ πίνοντες καὶ ἐν πίθοις καθεύδοντες καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα ἀπροφύλακτον ποιοῦντες, ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ, ἢ διότι ὥσπερ κύνες ὑλακτοῦσιν μὲν πρὸς τοὺς ξένους σαίνουσι δὲ πρὸς τοὺς οἰκείους, οὕτω καὶ οὗτοι τοὺς μὲν ἀξίους φιλοσοφίας ἀπεδέχοντο καὶ προθύμως ἠγάπων τοὺς δὲ ἀναξίους φιλοσοφίας καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι αὐτῆς λόγῳ ἀπωθοῦντο καὶ ἐδίωκον. τούτου οὗν χάριν διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικὸν Κυνικοὶ ὠνομάσθησαν· ἀμέλει τοι καὶ ὁ Πλάτων φησὶ περὶ αὐτῶν ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον’. ἀπὸ δὲ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ὠνομάσθησαν αἱρέσεις, ὥσπερ φαμὲν τοὺς Ἐφεκτικούς, οἵτινες περὶ τὴν τῶν πραγμάτων φύσιν καταγιγνόμενοι καὶ ταύτην ζητοῦντες καὶ μὴ δυνηθέντες ταύτην κατορθῶσαι ἀκαταληψίαν ἐνόουν. πρὸς ἐπὶ ταύτῃ δὲ ἔλεγον καὶ ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθές ἐστι. τούτων καὶ ἡ τρίπους ἡ καλουμένη’ Ἀπόλλωνος ἦν. τρίπους δὲ Ἀπόλλωνος ἐλέγετο, διότι περὶ παντὸς πράγματος ἐρωτώμενοι τὴν ἀπόκρισιν ἐποιοῦντο τριπλῆν, λέγοντες ἢ ἀμφότερα εἶναι ἢ οὐδέτερον ἢ τὸ ἕτερον, οἷον ὡς ἔχει ἐπὶ τῆς ψυχῆς· ἐρωτώμενοι [*](2 προλαμβ. scripsi: παραλαμβ. M 4 ἀναγκαίως componil. M (of. p. 2,26) 13 πυθαγορίους δημοκριτίους ἐπεκουρίους M 14 post αἱρέσεως add. ὁρισμὸς αἱρέσεως αἵρεσις γάρ ἐστι δόξα ἀνδρῶν σοφῶν πρὸς ἑαυτοὺς μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων M (cf. El. p. 108,21) 16 κυρηνιακοῦ M 18 στοϊκοὶ M 24 ἀρνούμενοι scripsi: ὁρώμενοι M superscr. M1 38 τὸ superscr. M1)
Οὕτω μὲν οὖν ἀπὸ τοῦ τρόπου τῆς γνώσεως ὀνομάζονται αἱρέσεις. ἔστι δὲ ὅτι ἀπὸ τοῦ τέλους | ἐκαλοῦντο αἱ αἱρέσεις, ὡς οἱ καλούμενοι Ἡδονικοί· [*](5r) οὗτοι γὰρ τέλος τιθέμενοι εἶναι τὴν ἡδονὴν τῆς φιλοσοφίας καὶ πάντων τῶν ὄντων, ἡδονὴν δὲ οὐ τὴν αἰσχρὰν οὔτε τὴν τοῖς πολλοῖς ἐγνωσμένην, μετειλήφασι τοῦ ὀνόματος καὶ ἐκαλοῦντο Ἡδονικοί. ἀλλ’ ἰστέον ὅτι οὐ καλῶς τὴν ἡδονὴν ἐτίθεντο τέλος εἶναι· τέλος γάρ ἐστιν ἡ εὐδαιμονία. ἡ δὲ εὐδαιμονία τριχῶς θεωρεῖται· καὶ περὶ ψυχήν, ὅτι ἐπανθεῖ ταύτῃ ἡ ἀλήθει καὶ ἡ δικαιοσύνη, καὶ περὶ σῶμα, ὅτι εὐεξίας μετέχει πρὸς τὸ ταῖς ψυχικαῖς ὑπουργεῖν ἀρεταῖς, καὶ πρὸς τὰ ἐκτός, ὅτι * * τις εὐδαίμων καθέστηκεν. ἡμεῖς δὲ τὴν ἡδονὴν οὐ τέλος φαμὲν ἀλλὰ τῷ τέλει ἑπομένην, ὥσπερ τὴν σκιὰν λέγομεν ἕπεσθαι τοῖς φωτιζομένοις σώμασιν, ὁπόταν μὴ κατὰ κορυφῆς ᾖ ὁ ἥλιος. ἀπὸ δὲ συμβεβηκότος φαμὲν ὀνομάζεσθαι τὰς αἱρέσεις, ὡς Περιπατητικούς φαμεν. Περιπατητικοὶ δὲ ὠνομάσθησαν ἀπό τινος αἰτίας τοιοῦτον ἐχούσης τὸν τρόπον· ὁ θεῖος Πλατῶν οἰόμενος ἔχειν τὸ σῶμα ὑγιὲς καὶ ἀνεμπόδιστον πρὸς τὰς τῆς ψυχῆς ἐνεργείας. κινούμενος τὴν πρὸς τοὺς ἑταίρους ἐποιεῖτο συνουσίαν. τελευτήσαντος δὲ τούτου διεδέξαντο τὴν διατριβὴν αὐτοῦ Ξενοκράτης καὶ Ἀριστοτέλης, [καὶ] οἱ τούτου μαθηταί. καὶ ὁ μὲν Ξενοκράτης ἐπαίδευεν ἐν Ἀκαδημίᾳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Ἀκαδημαϊκὸς Περιπατητικός, ὁ δὲ Ἀριστοτέλης ἐν τῷ Λυκείῳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Λύκειος Περιπατητικός. ὕστερον τοῖς μὲν Ξενοκράτους ἄλειψεν ἡ ἐνέργεια καὶ ἐκλήθησαν μόνως Ἀκαδημαϊκοί, τοῖς δὲ Ἀριστοτέλους ὁ τόπος καὶ ἐκλήθησαν | μόνως Περιπατητικοί. καὶ [*](5v) εἰκότως οὐκ ἔλειψεν ἡ ἐνέργεια τούτοις· ἔπρεπεν γὰρ Ἀριστοτέλει τῶν δουμάτων τοῦ διδασκάλου ἀνάπλεῳ ὄντι καὶ τῆς προσηγορίας αὐτοῦ τυχεῖν. καὶ ἐν τούτοις πληροῦται καὶ ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων έπταχῶς ληφθεῖσα. καὶ ἵνα δείξωμεν ὅτι οὐδὲ πλέον οὐδὲ ἔλαττον δύναται εἶναι ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων, προέλθωμεν ἐκ διαιρέσεως οὕτως· ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων λαμβάνεται ἢ ἀπὸ συμβεβηκότος ἢ ἀπὸ διανοίας. ἀπὸ συμβεβηκότος, ὥσπερ οἱ Περιπατητικοί, ἀπὸ δὲ διανοίας ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πραγμάτων. καὶ ἀπὸ προσώπου ἢ ἀπὸ ὀνομάτων, ὥσπερ λέγονται Πυθαγόρειοι, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἡ ὅθεν προῆλθον, ὥσπερ οἱ Κυρηναϊκοὶ καὶ Ἐρετριακοί. ἀπὸ δὲ πραγμάτων ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοί, ἢ ἀπὸ τοῦ [*](4 post ἔστιν additum προγιγν (sic) del. M 10 οὔτε] an οὐδὲ? 15 post ὅτι lac signavi; conicias ὅτι <τούτων μὴ παρόντων οὔ> τις 20 οἰόμενος] au βουλόμενος? 22 ἑταίρους scripsi: ἑτέρους Μ 23 καὶ delevi 26 λυκίῳ et Λύκιος M 36. 39 πραγμάτων scripsi: πάντων M 38 στοϊκοί M)
<Θεωρία β΄.>
Τῇ ἀπαριθμήσει τῶν προκατακληθέντων δέκα κεφαλαίων διανύσαντες τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ μεμαθήκαμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων λαμβάνεται, ὅτι ἑπταχῶς, φέρε καὶ | ἐπὶ τὸ δεύτερον κεφάλαιον ὁδεύσωμεν, 6r ἐπὶ τὴν διαίρεσιν τῶν Ἀριστοτέλους συγγραμμάτων φημί. τῶν τοίνυν συγγραμμάτων Ἀριστοτέλους τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξὺ τῶν καθόλου καὶ τῶν κατὰ μέρος. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραπται, οἷαί εἰσιν αἱ ἐπιστολαί, ἅστινας Ἀνδρόνικ·ός τε καὶ Ἀρτέμων συνήγαγον. καθόλου δέ ἐστι συγγράμματα ἐν οἷς τὴν τῶν πραγμάτων φύσιν ζητεῖ. μεταξὺ δὲ οἷαί εἰσιν αἱ ἱστορίαι, οἵα ἐστὶν ἡ Περὶ ζῴων ἱστορία καὶ αἱ Πολιτεῖαι σν΄ οὖσαι τὸν ἀριθμόν, ἐν αἷς τὸν βίον Ἀθηνίων καὶ ἄλλων τινῶν διηγεῖται. καὶ μὴ λεγέτω τις πρὸς ἡμᾶς ἀπορῶν τί δήποτε γέγραπται τῷ φιλοσόφῳ τοιαῦτα συγγράμματα· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τῆς ἐκείνου φιλανθρωπίας σημεῖον καθέστηκεν· τὰς γὰρ πολιτείας τῶν προτέρων ἐξέθετο, ἵνα τῶν μεταγενεστέρων τινὲς ἐντυγχάνοντες καὶ κρίνοντες ἐν τίσι μὲν χρηστῶς ἐπολιτεύσαντο ἐν τίσι δὲ οὐ χρηστῶς, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσιν. ἀλλὰ τοῖς μεταξὺ καὶ τοῖς μερικοῖς χαίρειν εἰρηκότες, τραπώμεθα ἐπὶ τὰ καθόλου, τούτων τὴν διαίρεσιν πολυπραγμονοῦντες. τούτων τοίνυν τῶν καθόλου τὰ μέν ἐστι ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. ὑπομνηματικὰ μέν ἐστι ὅσα κεφαλαιωδῶς καὶ μόνα εἰσὶν ἀπογεγραμμένα, ἀκαλλώπιστον δὲ τὴν φράσιν ἐκτήσαντο· ἰστέον γὰρ ὅτι οἱ παλαιοὶ συγγράφασθαί τι | βουλόμενοι, ὅσα πρὸς ἀπόδειξιν ηὕρισκον τοῦ προκειμένου συγγράμματος [*](6v) συμβαλλόμενα, κεφαλαιωδῶς ἀπεγράφοντο. οὐ μὴν ἀλλὰ καὶ τοῖς τῶν παλαιοτέρων βιβλίοις ἐντυγχάνοντες πολλὰ τῶν ναημάτων ἐκεῖθεν ἀφῃροῦντο, ὥστε τὰ μὲν ἀληθῆ κρατύνειν ἐξελέγχειν δὲ τὰ ψευδῆ. καὶ ἡ μὲν τῶν ὑπομνηματικῶν φύσις τοῦτον ἔχει τὸν τρόπον. συνταγματικὰ δὲ καλοῦμεν ὅσα μετὰ τῶν νοημάτων καὶ λέξιν ἔχει κεκοσμημένην καὶ φράσιν κεκαλλωπισμένην πρέπουσαν τοῖς συγγράμμασιν, ὥστε τούτῳ διαφέρει τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τῷ τὰ μὲν ἀκαλλώπιστον τὴν φράσιν ἔχειν τὰ δὲ μετὰ τῶν ἐνθυμημάτων τῶν δεόντων κεκαλλωπισμένην τὴν φράσιν ἔχειν.
[*](5 titulum iiisciui (cf. p. 1,2) 6 τῶν τῇ ἀπαρ. προκατακλ. collocare inalim 21 φὑγοσιν M 24 ὑπομνητικὰ Μ1 καὶ μόνα] an κατὰ κατὰ (πρὸς οἰκείαν ὑπόμνησιν Philop. p. 3,28. 29 Simpl. f. 1v ed. Bat.) 25 παλλαιοὶ Μ 28 παλαιοτέρων in mrg.: παλαιῶν in cuiitcxtu M ἀρχαιοτέρων Amm. ρ. 1,8) 32 τούτῳ ex τοῦτο corr. M)Τούτων τοίνυν τῶν ὑπομνηματικῶν τὰ μέν ἐστι μονοειδῆ τὰ δὲ ποικίλα· μονοειδῆ μὲν ὅσα πρὸς ἓν πεποίηται πρόσωπον, ποικίλα δὲ ὅσα πρὸς πλείονα ἀποτείνεται πρόσωπα. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστιν αὐτοπρόσωπα τὰ δὲ διαλογικά. καὶ αὐτοπρόσωπα μὲν ὅσα ἀπὸ τοῦ ἰδίου προσώπου προήνεγκεν, διαλογικὰ δὲ ὅσα δραματιωδῶς ἐστι κατεσκευασμένα κατὰ πεῦσίν τε καὶ ἀπόκρισιν πλειόνων προσώπων. ἀλλ’ ἐπειδὴ τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὀνομάζεται τὰ δὲ αὐτοπρόσωπα καὶ ἀκροαματικά, φέρε εὐλόγως ζητήσωμεν πόθεν τὴν τοιαύτην προσηγορίαν ἐκτήσαντο. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ | ὠνομάσθη, διότι τὰ μὴ πρέποντα τῷ [*](7r) ἑαυτοῦ σκοπῷ ἐν τούτοις ἐκτίθεται. οὕτως ἔλεγε καὶ ὁ Ἀλέξανδρος διὰ τὸ μὴ βούλεσθαι αὐτὸν λέγειν τὴν ψυχὴν ἀθάνατον, καὶ ταῦτα Ἀριστοτέλους ἐκεῖσε βοῶντος τὴν ἀθανασίαν τῆς ψυχῆς. ὡς οὖν εἴρηται, ἵν μὴ ἀναγκασθῇ Ἀλέξανδρος λέγειν τὴν ψυχὴν ἀθάνατον, πρεσβεύων αὐτὴν εἶναι θνητήν, ἐξωτερικὰ ἐκεῖνα ἔλεγεν ὀνομάζεσθαι, ἐν οἷς μὴ τὰ δοκοῦντα αὐτῷ λέγει ὁ Ἀριστοτέλης. καὶ ταῦτα μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ἐλέγομεν ὅτι ἐξωτερικὰ ταῦτα ὠνόμασται, ὅσα πρὸς τοὺς ἐπιπολαίως γέγραπται καὶ μὴ γνησίως φιλοσοφοῦντας. τοιαῦτα δέ ἐστι τὰ ἔχοντα σαφεστέραν τὴν φράσιν, τὰ μὴ ἀποδεικτικῇ ἐπιστήμῃ ὑποβαλλόμενα, ἀλλὰ μᾶλλον πιθανοῖς λόγοις κεκαλλωπισμένα, καὶ πρὸς ἐπὶ τούτοις τὴν ἀνάτασιν ἔχοντα πρὸς ἔνδοξα πρόσωπα. καὶ ταῦτα μὲν ἱκανὰ περὶ τῆς κλήσεως τῶν διαλογικῶν, διὰ τί ἐξωτερικὰ καλοῦνται. τὰ δὲ αὐτοπρόσωπα καλοῦνται καὶ ἀκροαματικά. τοιούτῳ δὲ ὀνόματι προσηγορεύθησαν, διότι μόνοις τοῖς ἐρασταῖς φιλοσόφοις καὶ πολλοὺς κατορθώσασιν λόγους πεποίηνται πρὸς ἀκρόασιν.
Τούτων τῶν αὐτοπροσώπων τὰ μὲν συμβάλλονται πρὸς αἵρεσιν καὶ φυγήν, τοῦ μὲν ἀγαθοῦ αἵρεσιν τοῦ δὲ κακοῦ φυγήν, καὶ ποιοῦσιν τὰ πρακτικά, τὰ δὲ πρὸς ἀληθείας γνῶσιν καὶ ποιοῦσι | τὰ θεωρητικά, τὰ δὲ πρὸς [*](7v) ἀμφότερα ταῦτα, πρὸς διάκρισιν ἀληθείας καὶ ψεύδους φημὶ καὶ ἀγαθοῦ καὶ κακοῦ, καὶ ποιοῦσι πάντα τὰ συγγράμματα τὰ λογικά. ἀπό τε οὗν τῶν θεωρητικῶν τε καὶ τῶν πρακτικῶν τῇ διαιρέσει τῆς φιλοσοφίας κεχρήμεθα, λέγοντες ὅτι τῶν θεωρητικῶν τὰ μέν ἐστι φυσικὰ ἰὰ δὲ θεολογικὰ τὰ δὲ μαθηματικά. φυσικὰ μὲν οἵα ἐστὶν ἡ Φυσικὴ ἀκρόασις καὶ ἡ Περὶ γενέ- σεως καὶ φθορᾶς καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὰ Μετέωρα καὶ ἡ Περὶ ψυχῆς ἡ καλουμένη. μαθηματικὰ δὲ οἷα τὰ Μηχανικὰ καὶ Ὀπτικὰ προβλήματα. θεολογικὰ δὲ οἵα ἐστὶν ἡ Μετὰ τὰ φυσικά. τῶν δὲ πρακτικῶν τὰ μέν ἐστιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ τὰ Νικομάχεια τὰ καλούμενα, οἰκονομικὰ δὲ ὥσπερ ὁ Οἰκονομικὸς αὐτοῦ [*](7 εὐλόγως suppl. in iiirg. M 9 ὀνομάσθη M 11. 12 ταῦτα ἀριστοτέλους ἐκ. βοῶντος sciipsi: ταύτην ἀριστοτέλη (?) ἐκ. βοῶντα M 15 ἐλέγομεν] λέγομεν Littig (haud recte; cf. El. p. VII) 16 ὠνόμασται Amm. (p. 4,23): γέγραπται M 17 φιλοσοφοῦντας scripsi: φιλοσοφοῦσι M 18 πειθανοῖς M 19 ἔχοντα scripsi: ἔχοντες M 22 τοιούτῳ δὲ ὀνόματι Littig: τοιούτου δὲ ὀνόματος M μόνοις τοῖς Littig: τοῖ μόνοις M 22 an φιλοσοφίας? 26 ἀληθείας sciipsi: ἀλήθειαν M 28 ἀπό τε] an ἐπὶ μὲν? 33 μαθητικὰ M (fere constiuitei) οἷον M (corr. Littig) 35. 36 εὔδημια et νικομάχια M)
Ἀλλ’ εἰ βούλεσθε, καὶ τὴν τάξιν μάθωμεν τῶν συμβαλλομένων εἰς τὴν ἀρχὴν τῆς μεθόδου. ἰστέον τοίνυν ὅτι σκοπὸν ἔχομεν ἐν τῇ λογικῇ τὰς ἀποδείξεις μαθεῖν. διὰ συλλογισμῶν δὲ ταύτας μανθάνομεν. ὁ δὲ συλλογισμὸς αὐτός, ὡς καὶ τὸ ὄνομα δηλοῖ, συλλογή τίς ἐστι λόγων. [ἃ] δεῖ οὖν πρὸ τῆς συλλογῆς μαθεῖν τὰ ἁπλᾶ, τοῦτ’ ἔστι τὰς προτάσεις, πρὸ δὲ τῶν προτάσεων τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐξ ὧν αἱ προτάσεις ἵστανται· μανθάνομεν οὖν ἐκ μὲν τῶν Κατηγοριῶν τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐκ δὲ τοῦ Περὶ ἑρμηνείας τὰς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς τέλειον εἰσόμεθα τὸν συλλογισμόν. ἐζήτησαν δέ τινες πρὸς τί συμβάλλοντι οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς, καὶ διὰ τί ταῦτα ἐξέθετο ὁ φιλόσοφος. πρὸς οὕς φαμεν ὅτι καθάπερ οἱ τῶν Ἀσκληπιαδῶν παῖδες οὐ μόνον τὴν τῶν ὑγιεινῶν ἀλλὰ καὶ τὴν τῶν νοσερῶν παιδεύονται γνῶσιν ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω καὶ ὁ φιλόσοφος γιγνώσκων ὅτι πεφύκασί τινες σοφιστικοὶ συλλογισμοὶ πειρώμενοι τὴν ἀλήθειαν περιτρέπειν καὶ ταύτην ἀφανίσαι, δεῖν ᾠήθη τούτους 8v περιθέσθαι, οὐχ ἵνα χρησώμεθα τούτοις, ἀλλ’ ἵνα γιγνώσκοντες μὴ περιπέσωμεν τοῖς αὐτοῖς. καὶ ἐν τούτοις καὶ τὸ δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσιν μεμαθήκαμεν.
τρίτον ἣν τῶν ζητουμένων, πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ περὶ τούτου τέσσαρες δόξαι γεγόνασιν· καὶ οἱ μὲν τῆς πρώτης δόξης φασὶν ὅτι τῆς ἠθικῆς δεῖ ἄρξασθαι, οἱ δὲ τῆς δευτέρας τῆς φυσιολογικῆς, οἱ δὲ τῆς μαθηματικῆς, οἱ δὲ τῆς λογικῆς. καὶ οἱ ·μὲν τῆς ἠθικῆς λέγουσιν ὅτι δεῖ πρῶτον κατακοσμῆσαι τὰ ἑαυτῶν ἤθη καὶ οὕτως ἄρξασθαι καὶ ἑτέρων μαθημάτων· ὥσ·περ γὰρ οἱ τὰ σκοτεινὰ ὄμματα ἔχοντες οὐ δύνανται πρὸς τὸν ἥλιον ἀποβλέψαι, οὕτως οὐδέ τις βαρυνόμενος πάθεσι ψυχῆς δύναται τούτων ἅψασθαι. καὶ ταῦτά ἐστι τὰ λεγόμενα ὑπὸ τῶν πρεσβευόντων δέον εἶναι προηγήσασθαι τὸ ἠθικὸν τῶν ἄλλων. οἱ δὲ τὴν φυσιολογικὴν λέγοντες προηγήσασθαί φασιν ὅτι δεῖ ἀπὸ τῶν φυσικῶν ἄρξασθαι, ἐπειδὴ ταῦτα σύντροφα ἡμῖν ἐστι καὶ συνήθη. οἱ δὲ λέγοντες τὴν μαθηματικὴν ἔφασαν διὰ τοῦτο δεῖν προηγήσασθαι τὰ μαθηματικὰ διὰ τὸ [*](2 εἰρημένας] p. 6,10 4 ἔχει τὸν sciipsi: ἔχειν M 5 τὰ iuserui 14 14 λόγων Amm. (p. 5,11): λόγου M ἃ ilelcvi 16 an συνίστανται? 24 ὁ φιλόσοφος scripsi: οἱ φιλόσοφοι M 26 an προθέσθαι? 28 τὴν suppl. in mrg. M 37 δέον scripsi: δεῖν M)
τέταρτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν τί τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας καὶ τί τὸ ἀναφαινόμενον χρήσιμον ἐξ αὐτῆς. ἀναφαίνεται τοίνυν ἐξ αὐτῆς χρήσιμον τὸ γνῶναι ὡς μία τῶν πάντων ἐστὶν ἀρχή, ἀπειροδύναμος, ἀπεριόριστος, ἀσώματος, ἀπερίληπτος, ὀρεκτικὴ πᾶσι τοῖς κατὰ φύσιν, αὐτοαγαθότης· ἄλλο γάρ ἐστιν ἀγαθὸν καὶ ἄλλο ἀγαθότης, ὥσπερ καὶ ἄλλο λευκὸν καὶ ἄλλο λευκότης· λευκὸν μὲν τὸ δεδεγμένον αὐτὴν τὴν ποιότητα, λευκότης δὲ αὐτὴ ἡ ποιότης. οὕτως ἀγαθὸν μὲν τὸ δεδεγμένον, ἀγαθότης δὲ αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ ὕπαρξις καὶ ἡ οὐσία τοῦ ἀγαθοῦ. | καὶ ὅτι [*](9v)
Πέμπτον κεφάλαιον. τίς ὁ βαθμὸς καὶ τίνα τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὸ ταύτης τέλος; φαμὲν τοίνυν ὅτι πέντε τινὰ καθέστηκεν τὰ πρὸς τὸ τέλος ἡμᾶς ἀπάγοντα τῆς φιλοσοφίας, οἷον λογική, φυσική, ἠθική, μαθηματική, θεολογική. καὶ ἔστιν ἀρχὴ μὲν ἡ λογική, μετὰ δὲ ταύτην ἠθική, μετὰ δὲ τὴν ἠθικὴν ἡ φυσική, μετὰ δὲ ταύτην ἡ μαθηματική, μετὰ δὲ τὴν μαθηματικὴν ἡ θεολογία. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὸ πάντων ἔνυλον προηγεῖσθαι τοῦ κατά τι μὲν ἐνύλου κατά τι δὲ ἀύλου. μετὰ δὲ τοῦτο ἐπὶ τὸ πάντων ἄυλον δεῖ χωρῆσαι ἡμᾶς, ἑπομένους τῇ προστάξει τοῦ θεσπεσίου [*](1 Πλάτωνος] cf. El. p. 118,18 ἀγαιωμ. M εἰσιέτω M 4 an ἐκείναις? εἴρηται] p. 8,12 10 καὶ τῆς φυσικῆς inserui 11 δέον scripsi: δεῖν M (cf. Philop. Ind. p. 213) 11) δεδεγμ Ainm. (p. 6,13): δεδειγμ. M 24 ἐν τοῖς Μετὰ τά φυσ.] Λ 10 p. 1075a 11 sq. 27 τὰ δὲ scripsi: τά τε M 33 οἷον superscr. M 38 ἑπομένους scripsi: ἑπόμενοι Μ)
Έκτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν | ὁποῖον δεῖ εἶναι τὸν ἀκροώμενον [*](10r) τῶν Ἀριστοτέλους συγγραμμάτων. λέγω τοίνυν ὅτι δεῖ αὐτὸν ἐχέφρονα εἶναι, δριμύν, κεκαλλωπισμένον τοῖς ἤθεσιν, κεκαθαρμένον τὴν ψυχήν ('μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν ἐστιν’ ὡς ὁ θεῖος Πλάτων φησί, καὶ Ἱπποκράτης ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἄν θρέψῃς, μάλλον βλάψεις'), καὶ συνεχῶς ἐπιλέγοντα αὑτῷ τὰς τοῦ Πλάτωνος φωνὰς ὅτι ‘ εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, μηδενὶ ἄλλῳ λέγοντι πιστεύσῃς καὶ πάλιν ‘Σωκράτους Σωκράτους μὲν ὀλίγον φροντιστέον, τῆς δὲ ἀληθείας πολύ’, σημαίνοντος διὰ πάντων τούτων ἡμῖν ὅτι δεῖ πάντων τὴν ἀλήθειαν προτιμᾶν καὶ πάντα ταύτης δεύτερα ποιεῖσθαι. ἀλλὰ μὴν καὶ ἐξομοιοῦν τὰ ἑαυτῶν τῷ μεγάλῳ κόσμῳ· ὥσπερ γὰρ ἐν τῷ μεγάλῳ κόσμῳ ἔστι μὲν βασιλεύς, ὑπόκεινται δὲ αὐτῷ στρατιῶται καὶ θῆτες, οὕτω δεῖ εἶναι καὶ τὸν ἀκροώμενον τῆς Ἀριστοτέλους φιλοσοφίας, καὶ ἔχειν μὲν ἐν τάξει τοῦ βασιλέως τὸν λογισμόν, ἐν δὲ τῇ τάξει τῶν στρατιωτῶν τὸν θυμόν, ἐν δὲ τῇ τάξει τῶν ὑπηρετούντων τὴν ἐπιθυμίαν· δεῖ γὰρ ἄρχειν μὲν τὸν λογισμόν, ἄρχεσθαι δὲ τὸν θυμόν, ἄρχεσθαι δὲ ὑπ’ ἀμφοτέρων τὴν ἐπιθυμίαν. ζητοῦσι δέ τινες διὰ τί τριμεροῦς οὔσης τῆς ψυχῆς τέσσαρές εἰσιν ἀρεταί, φρόνησις, ἀνδρία, σωφροσύνη καὶ δικαιοσύνη. πρὸς τούτους δὲ ἔστιν εἰπεῖν ὅτι εὐλόγως· ἡ μὲν γὰρ φρόνησις ἀρετῆς ἐστι γνώρισμα τοῦ λογισμοῦ, ἡ δὲ ἀνδρία τοῦ θυμοῦ, | ἡ δὲ σωφροσύνη τῆς ἐπιθυμίας, ἡ δὲ δικαιοσύνη διὰ πασῶς [*](10v) πεφοίτηκεν καὶ ὲν πάσαις θεωρεῖται. καὶ ἐν τούτοις καὶ τὸ ἕκτον κεφάλαιον.
Έβδομον κεφάλαιον, οἷον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ συγγράμματα Ἀριστοτέλους. καί φαμεν ὅτι τοιόνδε <δεῖ> εἶναι ἐξηγηματικὸν καὶ ἐπιστημονικόν· ἐξηγηματικὸν μὲν διὰ τὸ ἐξηγεῖσθαι σαφῶς τὴν ἀλήθειαν, ἐπιστημονικὸν δὲ ὡς διακρίνοντα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους. δεῖ δὲ αὐτὸν μὴ δουλεύειν αἱρέσει καὶ ὥσπερ ἐκμεμισθωκέναι αὐτῇ τὰ ὧτα καὶ τὴν γλῶτταν, ὡς ἅπαντα ποιεῖν πρὸς τὰ ἐκείνῃ δοκοῦντα, καὶ ποιεῖν καὶ λέγειν καὶ ἀκούειν. δεῖ δὲ αὐτὸν μὴ συμμεταβάλλεσθαι ταῖς αἱρέσεσιν, ἵνα μὴ ὥσπερ οἱ ἐν σκηνῇ διάφορα ὑποδύοντες πρόσωπα, οὕτω καὶ αὐτὸς τι πάθῃ, ἀλλὰ τύπους ἔχειν χρὴ καὶ κανόνας ἀληθεῖς, δι’ ὧν δύναται διακρῖναι τὸ ὀρθῶς ἔχον καὶ τὸ μὴ τοιοῦτον. ἐφ’ ᾧ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. τέλος τῆς β΄ θεωρίας.
Ἀρχὴ τῆς Υ΄ θεωρίας.
Ἐπειδὴ τὰς ἐπωνυμίας τῶν φιλοσόφων αἱρέσεων μεμαθήκαμεν καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων καὶ πόθεν ἡμᾶς δεῖ ἀρκτέον [*](1 Πλωτίνου] Enn. Ι lib. Ill, 3 ρ. 20 πρὸς συνεθ.] προσυνηθισμὸν M 5 δρυμήν M 6 Πλάτων] Phacdo. p. 67 C 7 Ἱπποκρ.] Aphor. 2,10 θρέψῃς] τρέψαιο (ex θρέψαιο corr.) M 8 ἐπιλέγοντα scripsi: ἐπιλέγοντες M αὐτῶ M Πλάτωνος] Ale. I p. 114 Ε 9 πιστεύσῃς Elias: comp, incert. M 10 Σωκράτους·.] Plat. Phaedo. p. 91 C 12 ἑαυτόν M1 23 πεφύτηκεν M 25 δεῖ addidi 28 αὐτῇ scripsi: αὐτήν M 29 alt. ποιεῖν] an νοεῖν? 31 πάθει M 37 δεῖ eicias)
ἔνατον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν διὰ τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος· ὅτι γὰρ οὐκ οἴκοθεν ἔχει τοῦτο, ἀλλ’ αὐτὸς ἐπετήδευσεν, δηλοῖ πολλαχοῦ σαφῶς ἑρμηνεύσας, ἐν μὲν τοῖς λογικοῖς ἐν τοῖς καλουμένοις | Τόποις, [*](11v) ἐ.ν δὲ τοῖς φυσικοῖς ἐν τοῖς Μετεωρολουγικοῖς. ἀσάφειαν τοίνυν ἐπετήδευσεν πεῖραν καὶ δοκιμασίαν. λαβεῖν βουλόμενος τῶν τε προθυμοτάτων νέων καὶ τῶν ῥᾳθύμων· ἀσαφεῖ γὰρ ἐντυγχάνων ὁ σπουδαῖος συγγράμματι συντείνει ἑαυτὸν καὶ προθυμότερος γίγνεται πρὸς τὴν τοῦ συγγράμματος κατάληψιν, ὁ δὲ ῥᾴθυμος ἐντυγχάνων τούτῳ φεύγει τὴν ἔντευξιν ὑπὸ τῆς ἀσαφείας ἀπελαυνόμενος. τοῦτο δὲ οὐ μόνον Ἀριστοτέλης πεποίηκεν, ἀλλὰ καὶ Πλάτων πρὸ αὐτοῦ· παρεκελεύετο γὰρ δοκιμασίαν καὶ πεῖραν τῶν νέων λαμβάνειν πρὸ τῆς τῶν μαθημάτων εἰσόδου· ἔλεγε γὰρ ὅτι δεῖ ἀπαγαγεῖν αὐτοὺς ὲν τοῖς συμποσίοις καὶ μεθύσκειν, ἵνα τὰ κεκρυμμένα ἐν τῇ αὑτῶν ψυχῇ δημοσιεύσωσι. τὰ αὐτὰ δὲ καὶ Πυθαγόρας ἐποίει· μεθ’ ἡμέραν γὰρ ἠρώτα τοὺς φοιτητὰς τὰ ἐν ταῖς νυξὶ γιγνόμενα ἐνύπνια μαντεύεσθαι διὰ τούτων βουλόμενος τὴν κίνησιν τῶν ψυχῶν [εἰδέναι]. ἀλλ’ ἰστέον ὅτι ὁ Πλάτων κρεῖττον ἢ κτὰ Πυθαγόραν ἐποίει· ἐν μὲν γὰρ τοῖς ὀνείρασιν ἔστι πολλὰ καὶ προσθεῖναι καὶ ἀφελεῖν ψευδῶς, ἐν δὲ ταῖς μέθαις, ἅτε δὴ μὴ παρακολουθοῦντες ἑαυτοῖς, ἀδεῶς τὰ ἐν ταῖς ψυχαῖς κεκρυμμένα ἐξήγγελλον. ἀλλὰ καὶ ποιηταί, μὴ πᾶσι βουλόμενοι σαφῆ καταστῆσαι τὰ περὶ τῶν [*](5 ἥψατο in mrg. m1: ἤρξατο in contextu M 9 πρὸς inserui 9.10 ταῖς ἐντεύξεσι eicias 19 κεκαλλωπισμένον M 25 δοκιμασείαν Μ 28 ῥᾴθυμος scripsi: ῥᾳθύμως Μ 29 Πλάτων] cf. El. p. 126,10 32 αὐτῶν M 35 εἰδέναι delevi 37 προσθῆναι Μ 37. 38 παρακολουθέντες Μ 38 ἐξήγγελον M)
Δέκατον καὶ τελευταῖον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόσα καὶ τίνα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. λέγω τοίνυν ὡς ἕξ τινα ὀφείλομεν προλαβεῖν, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν | τάξιν καὶ τὴν ἐπιγραφὴν καὶ τὸν συγγραφέα καὶ τὴν διασκευήν. ὁ μὲν [*](12v) οὗν σκοπὸς ἐν τοῖς Πλατωνικοῖς πολλαχοῦ διαπεφώνηται, ἐν δὲ τοῖς Ἀριστοτελικοῖς οὐδαμοῦ. * * εἴ γε μιμητὴς ὢν τῆς φύσεως ὁ φιλόσοφος ἅπαντα ἕνεκά του λέγει, ὡς δῆλον ἐντεῦθεν εἶναι τὸν σκοπὸν τῶν συγγραμμάτων, ὥσπερ κἀκείνη οὐδὲν ἁπλῶς ἀλλ’ ἕνεκά του πάντα πράττει. τὸ δὲ χρήσιμον τῶν συγγραμμάτων ζητοῦμεν, ὅτε δοκεῖ τὸ σύγγραμμα πρὸς κακοῦ ἐπινενοῆσθαι, ὡς ἐπὶ τῶν Σοφιστικῶν ἐλέγχων· νομίζεται γὰρ τοῦτο τὸ βιβλίον βλαπτικὸν ὑπάρχειν, διότι κανόνας τινὰς ἐκεῖ παραδίδωσι, δι’ ὧν δυνησόμεθα ἀπατᾶν. ἀλλ’ ἡμεῖς φαμεν ὅτι παραδίδοται ταῦτα οὐχ ἵνα ἀπατῶμεν, ἀλλ’ ἵν μὴ ἀπατώμεθα, καὶ οὐχ ἵνα ποιῶμεν, ἀλλ’ ἵν μὴ πάθωμεν, ὥσπερ καὶ τοῖς ἰατροῖς τὰ δηλητήρια οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς φυγὴν παραδίδοται. τὴν δὲ τάξιν ζητοῦμεν οὐ τὴν καθολικήν ἤδη γὰρ ταύτην μεμαθήκαμεν, ὅτε ἐλέγομεν τὴν μὲν λογικὴν προηγεῖσθαι, ἕπεσθαι δὲ τὴν ἠθικήν, μετὰ δὲ ταύτην τὴν φυσικήν, καὶ μετὰ τὴν φυσικὴν τὴν μαθηματικήν, μετὰ δὲ ταύτην τὴν θεολογίαν), ἀλλὰ τὴν μερικήν, οἷον τὴν ἐν τοῖς ὁμοστοίχοις· εἰ λογικὸν ὑπάρχοι τὸ σύγγραμμα, τὴν ἐν τοῖς λογικοῖς ὑπάρχουσαν τάξιν δῆλον ὅτι ζητοῦμεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς πολυπραγμονοῦμεν, ὅτε μὴ σύμφωνος | εἶναι δοκεῖ τῷ σκοπῷ, ὥσπερ [*](13r) [*](2 οἱ ποιηταί] cf. lies. Theog. 459 8 ἀπιστείας M 11 ἀείδω] ἀεὶ δὸς M (cf. El. p. 125,3) δὲ πιθέσθαι M βεβήλλοις M 13 μετρείαν M 17 ἐπιδεικν. scripsi: ἐπικνύμενος M 16 τούτω M 20 ὀφείλωμεν M 23 ante εἴ γε lacunam signavi ἅπαντα scripsi: ἁπάντων M 24. 25 λέγει et πράττει scripsi: λέγειν et πράττειν M 26 ἐπινενοεῖσθαι M 26. 38 ὅτε scripsi: ὅτι M 26 an κακὸν? 30 ποιοῦμεν M 33 ἐλέγομεν] p. 9,9)
Ενοθεύοντο τοίνυν τὰ βιβλία τὸ παλαιὸν κατὰ τρεῖς τρόπους· ἢ διὰ φιλοτιμίαν τῶν βασιλέων ἢ δι’ εὔνοιαν τῶν μαθητῶν ἢ διὰ ὁμωνυμίαν. καὶ δι’ ὁμωνυμίαν τριχῶς· ἢ συγγραφέως ἢ συγγραμμάτων ἢ ὑπομνημάτων. ἀλλ’, εἰ δοκεῖ, μάθωμεν πῶς τὸ τῶν βασιλέων φιλότιμον αἴτιον ἦν τοῦ τὰς βίβλους νοθεύεσθαι. ἰστέον τοίνυν ὅτι οἱ παλαιοὶ βασιλεῖς ἐρασταὶ ὄντες λόγων ἔσπευδον διὰ φιλοτιμίας συναγαγεῖν τὰ τῶν ἀρχαίων συγγράμματα. οὕτως οὖν Ἰοβάτης ὁ τῆς Λιβύης βασιλεὺς ἐραστὴς ἐγένετο τῶν Πυθαγορικῶν συγγραμμάτων καὶ Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος τῶν Ἀριστοτελικῶν καὶ Πεισίστρατος ὁ Ἀθηνάίων τύραννος τῶν Ὁμηρικῶν <καὶ> χρημάτων δωρεαῖς ἔσπευδον ταῦτα συναγαγεῖν. πολλοὶ οὖν χρημάτων ὀρεγόμενοι ἔσπευδον ἢ συγγράψασθαι ἤγουν καὶ τὰ τυχόντα συναγαγεῖν καὶ ἐπιγράφειν τοῖς τῶν ἀρχαιοτέρων ὀνόμασι καὶ προσφέρειν καὶ καρποῦσθαι δωρεὰς διὰ τούτου μνηστευόμενοι. καὶ συνέβαινεν, ὡς προείπομεν. νοθεύεσθαι σθαι τὰ βιβλία <ἔσθ' ὅτε> διὰ φιλοτιμίαν βασιλέων. | διὰ δὲ ὁμωνυμίαν συγγραφέων [*](13v) ἐνοθεύοντο ἔσθ’ ὅτε τὰ βιβλία, διότι μὴ εἷς καὶ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης ἐγένετο, ἀλλὰ καὶ ὁ ἐπίκλην Μῦθος, ἀλλὰ δὴ καὶ ὁ καλούμενος Παιδοτρίβης. δι’ ὁμωνυμίαν δὲ συγγραμμάτων ἐνοθεύοντο τὰ βιβλία, διότι μὴ μόνος Ἀριστοτέλης ἔγραψε Κατηγορίας, ἀλλὰ καὶ Θεόφραστος καὶ Εὔδημος, οἱ τούτου μαθηταί. πολλάκις οὖν τις περιτυχὼν ταῖς Κατηγορίαις Θεοφράστου, εἰ τύχοι, ἐνόμισεν αὐτὰς εἶναι Ἀριστοτέλους. ἔσθ’ ὅτε δὲ οὐδὲ διὰ ὁμωνυμίαν συγγραφέων ἐνοθεύοντο τὰ βιβλία οὐδὲ διὰ ὁμωνυμίαν συγγραμμάτων, ἀλλὰ διὰ ὁμωνυμίαν ὑπομνημάτων, διότι πολλάκις ὑπόμνημά τις ἐποίησεν εἰς ὁμώνυμον πραγματείαν καὶ ἐνομίσθη ἄλλης εἶναι· ὥσπερ οὖν καὶ Θεόφραστος ἐποίησεν ὑπόμνημα εἰς τὰς οἰκείας Κατηγορίας, καὶ πολλάκις τις ἀποπλανᾶται ὅτι τῶν Ἀριστοτέλους ἐστὶ τὸ ὑπόμνημα. ἢ πολλάκις ἐντυγχάνων τις τῷ ὑπομνήματι Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως εἰς τὰς Κατηγορίας ἐνόμιζεν αὐτὸ πάντως εἶναι τῶν Ἀριστοτέλους, λανθάνον ὅτι οὐ μόνον γέγραπται αὐτῷ εἰς τὰς Ἀριστοτέλους ἀλλὰ καὶ εἰς τὰς Θεοφράστου. ἔστι δὲ ὅτε δι’ εὐγνωμοσύνην μαθητῶν πρὸς διδάσκαλον ἐνοθεύοντο τὰ βιβλία, ὥσπερ πάντα τὰ συγγράμματα τὰ ἐπιγεγραμμένα Πυθαγόρου· ὁ γὰρ Πυθαγόρας οὐκ ἀπέλειψεν οἰκεῖον σύγγραμμα, λέγων ὅτι οὐ δεῖ ἄψυχα καταλιμπάνειν συγγράμματα, ἐπειδὴ μὴ δύναται ὑπὲρ ἑαυτῶν | ἀπολογεῖσθαι, [*](14r) ἀλλὰ δὴ καταλιμπάνειν ἔμψυχα συγγράμματα, τοῦτ’ ἔστι μαθητάς, οἵτινες [*](2 παραδιδόμενα scripsi: παραδιδόντα M 8 μαθητῶν scripsi: μαθημάτων M (cf. v. 35 p. 14,2) 11 τοῦ scripsi: τοὺς M 16 καὶ inserui πολλοὶ scripsi: πολὺ M 20 ἔσθ’ ὅτε scripsi: evan. M (cf. v. 21. 26) 20 ἀριστοτέλης Μ1 32 ante εἰς add. ἓν (sic) M 38 ἐπειδὴ scripsi: εἰ ἤδη M)
‘Η δὲ εἰς τὰ μόρια διαίρεσις σαφής ἐστι περὶ Ἀριστοτέλους καὶ σύνοπτος κατὰ ζῆλον γεωμετρικῶν· ὥσπερ γὰρ ἐκεῖνοι πρῶτα παραλαμβάνουσι τὰ λήμματα καὶ τὰ αἰτήματα, καὶ εἶτα οὕτως ἐπιφέρουσι τὰ θεωρήματα, οὕτω καὶ Ἀριστοτέλης πρῶτα διδάσκει τὰ πρὸς τὴν χρείαν τοῦ συγγράμματος καὶ οὕτως αὐτὰ τὰ προκείμενα.. ὡς ἐντεῦθεν σαφῆ γίνεσθαι τὰ κεφάλαια. καὶ ἐν τούτοις στήσωμεν τὴν παροῦσαν θεωρίαν, ἐπειδὴ καὶ πέρας εἴληφεν ἡ διδασκαλία τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας.
Θεωρία δ΄.
Ἐπειδὴ τῶν προλεγομένων ἀρχόμενοι πρὸς τρία τινὰ τὴν διδασκαλίαν ὑπισχνούμεθα ποιήσασθαι, πρός τε πᾶσαν φιλοσοφίαν, τὴν ἐπιστήμην φημί, καὶ πρὸς τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, καὶ πρὸς τὸ σύγγραμμα, τοῦτ’ ἔστι τὰς Κατηγορίας, φέρε διανύσαντες τὸ πρῶτον τῶν προτεθέντων ἡμῖν εἰς ἐξέτασιν ἐπὶ τὸ δεύτερον εὐτάκτως χωρήσωμεν, ἐπὶ τὴν μέθοδόν φημι, ζητοῦντες εἰ μέρος ἢ ὄργανον ἡ λογικὴ τῆς φιλοσοφίας. δεῖ | τοίνυν εἰδέναι [*](14v) ὅτι διάφοροι δόξαι γεγόνασι περὶ ταύτης, τῶν μὲν Στωϊκῶν μέρος αὐτὴν εἶναι νομιζόντων, τῶν δὲ Περιπατητικῶν ὄργανον, τοῦ δὲ θείου Πλάτωνος μέρος ἅμα καὶ ὄργανον, μέρος μὲν αὐτὴν εἶναι λέγοντος ἐν Φαιδρῷ, ἔνθα λόγον ἐπέχειν φησὶν αὐτὴν τριγχοῦ πρὸς τὴν φιλοσοφίαν, ὄργανον δὲ ἐν Φαίδωνι, ἔνθα φησὶν ‘ᾦ παῖ, γύμναζε σεαυτὸν διὰ τῆς καλουμένης ἀδολεσχίας, ἕως ἔτι· νέος εἶ, εἰ δὲ μή, ἐκφεύξεταί σε τὸ ἀληθές’, οὐδὲν ἄλλο διὰ τούτων ἐνδεικνύμενος ὁ Πλατῶν ἢ ὅτι ὄργανόν ἐστιν ἡ λογικὴ τῆς φιλοσοφίας· οὐ γὰρ εἶχέν ποτε τολμῆσαι καὶ εἰπεῖν ἀδολεσχίαν καὶ γυμνασίαν τὸ μέρος ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων.
Οἱ δὲ Στωικοὶ διὰ δύο ἐπιχειρημάτων τὴν ἰδίαν δόξαν ἠβούλοντο πιστώσασθαι, ὧν τὸ πρῶτον τοιαύτην ἔχει τὴν ἀγωγήν.· πᾶν, ᾧ κέχρηταί τις ἢ τέχνη ἡ ἐπιστήμη, ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης <ἢ μέρος ἢ μόριον, αὐτῆς τῆς κεχρημένης> ἢ μέρος ἢ μόριόν ἐστιν. οἷον ὡς ἐπὶ παραδειγμάτων· τῆς ἰατρικῆς τέχνης μέρος ἐστὶ τὸ διαιτητικόν, καὶ οὐδαμῶς ἑτέρας τέχνης ἡ ἐπιστήμης μέρος ἢ μόριόν ἐστι· τῆ.ς ἰατρι- κῆς ἄρα τέχνης τὸ διαιτητικὸν μέρος ἐστί, καὶ αὕτη μόνη κέχρηται [*](6 γεωμετρικόν M 14 ὑπισχν.] p. 1,8 an ποιήσεσθαι? 19 στοϊκῶν (constanter) M 19. 20 Στωϊκῶν . . Περιπατητικῶν] cf. Zelleri Ph. Gr. IIb p. 182,5 IIIa p. 60 20 νομιζόντων scripsi: νομίζοντες M 21 λέγοντος scripsi: λέγων M ἐν Φαιδρῷ] potius potius in Reipubl. VII 14 p. 534 E 22 αὐτὴν scripsi: αὐτὸν Μ 22. 23 ἐν φαίδωνι] potius Parm. p. 135 D (cf. El p. 119,5) 24 ἕως El.: ὡς M εἰ δέ Plat.: ἵνα M ἐκφεύξηται M σε Plat. El.: σοι M 30. 31 ἢ μέρος—κεχρημ. ex p. 15,19 inserui)
οἱ δὲ τῶν Περιπατητικῶν λόγοι, τρεῖς ὄντες τὸν ἀριθμόν, τοιαύτην ἔχουσι τὴν ἀγωγήν, οἱ πρεσβεύοντες εἶναι ὄργανον τὴν λογικήν. καὶ ὁ μὲν πρῶτος αὐτῶν τοῦτον ἔχει τὸν, τρόπον· ἐὰ,ν ὦσι, φασί, δύο τέχναι καὶ κέχρηται ἡ ἑτέρα τῷ ἀποτελέσματι τῆς ἑτέρας, ἡ κεχρημένη κρείττων ἐστὶ τῆς ἀποτελεσάσης· οἷον ὡς ἔχει ἐπὶ χαλινοποιητικῆς καὶ ἱππικῆς· ἡ μὲν γὰρ χαλινοποιητικὴ χαλινὸν ἐποίησεν, ἡ δὲ ἱππικὴ τούτῳ ἐχρήσατο· οὐκοῦν ἄρα ἡ ἱππικὴ ὡς κεχρημένη τῷ ἀποτελέσματι τῆς χαλινοποιητικῆς κρείττων αὐτῆς ὑπάρχει. οὕτω καὶ ἡ κυβερνητικὴ ναυπηγικῆς ἐστι τιμιωτέρα, διότι τῷ [*](1 αὐτό M 3 πρόκειται M 4 ᾗ] ἐστὶν Μ (cf. p. 14,30) 6 Ἄρατος] Phaenom. 14 7 σιδώνιοι M ἰθύταια M ναυτήλονται M 12 τοῦτο Μ1 14 an καλέσαι? 16 λέγει M1 27 ἄκμονα ex Philoponi, qui dicitur, de arte logica disputatione inserui (vide Praef.) 29 δεικνύντες M1 30 μέρος Μ2: ὄργανον M 31 τρεῖς ὄντες soripsi: τριῶν ὄντων Μ 33 φασί scripsi: φησί M an χρῆται? 34 κρεῖττον M)
Ὅτι δὲ εὖ λέγουσιν οἱ Περιπατητικοί, δείξωμεν καὶ ἡμεῖς δι’ ἑτέρων λόγων ὄργανον οὖσαν τὴν λογικήν, ἐπισφραγίζοντες τοὺς ἤδη εἰρημένους λόγους ὡς ἀληθείας μετέχοντας. τὸ μέρος συμπληρωτικόν ἐστι τῆς οὐσίας τοῦ πράγματος· ἀμέλει τοι παρὸν μὲν σώζει τὸ ὅλον ἀπὸν δὲ φθείρει. ἡ φιλοσοφία χωρὶς τῆς λογικῆς δύναται θεωρηθῆναι κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική· ἡ λογικὴ ἄρα οὐκ ἔσται μέρος φιλοσοφίας I ἀλλ’ [*](17r) ὄργανον. ἀλλ’, ὡς εἴρηται, ἡμεῖς οἱ ἄνθρωποι τῆς λογικῆς ἐδεήθημεν πρὸς ἀπόδειξιν, τῆς δὲ ἀποδείξεως εἰς κατάληψιν τῶν κεκρυμμένων. ἔστι δὲ καὶ ἕτερον λόγον κατασκευαστικὸν τοὐ αὐτοῦ εἰπεῖν τοιοῦτον. τὸ ὄργανον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸ ὅλον, ὡς ἔχει ἐπὶ σκεπάρνου καὶ τεκτονικῆς τὸ γὰρ σκέπαρνον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸν τέκτονα)· ἡ λογικὴ ἀναιρουμένη οὐκ ἀναιρεῖ τὴν φιλοσοφίαν· ἡ λογικὴ ἄρα ὄργανον τῆς φιλοσοφίας. καὶ ἔστι τὸ αὐτὸ ἐπιχείρημα τοῦτο τῇ δυνάμει τῷ προλαβόντι, διαφέρον τῇ διαφόρῳ ἐπιβολῇ.
Οἱ μὲν οὖν τῶν Περιπατητικῶν καὶ τῶν Στωϊκῶν λόγοι τοῦτον ἔχουσι τὸν τρόπον, ὁ δὲ θεῖος Πλατῶν καὶ μέρος αὐτὴν οἴεται εἶναι καὶ ὄργανον, ὅθεν οὐ δεῖται κατασκευῆς· ἀμφότεροι γάρ, φησίν, ἐμοὶ νικᾶτε. διὰ τοῦτο γὰρ ἐπιχειρήματα εὐπορεῖτε ἑκάτεροι, διότι ἡ λογικὴ τῆς φιλοσοφίας καὶ μέρος ἐστὶ καὶ ὄργανον, καὶ ἀληθεύετε, ἄνδρες, καὶ μάχεσθε πρὸς ἀλλήλους μὴ μαχόμενοι· καὶ γὰρ μέρος ἐστὶ καὶ ὄργανον. καὶ μὴ νομίσητε κατὰ τὸ αὐτὸ λέγειν με τοῦτο· κατ’ ἄλλο γὰρ καὶ ἄλλο μέρος ἐστὶ καὶ ὄργανον, ὡς ἔστι ἐπὶ χειρὸς ἐξετάσαι τὸν λόγον καὶ τοῦ ξέστου· καὶ γὰρ ἡ χεὶρ καὶ μέρος ἐστὶ καὶ ὄργανον, μέρος μὲν τοῦ ὅλου σώματος ὄργανον δὲ δόσεως καὶ λήψεως. ὁμοίως καὶ ὁ ξέστης καὶ μέρος καὶ ὄργανόν ἐστι· ἐπειδὴ γὰρ διττὸς ὁ ξέστης, ὁ μὲν μετρῶν ὁ δὲ μετρούμενος, δυνατὸν μέρος μὲν εἰπεῖν τὸν μετρούμενον ὄργανον δὲ τὸν μετροῦντα. ὥσπερ οὖν ἐπὶ τούτων ἐδείξαμεν ὅτι οὐκ ἀπεικὸς τὸ αὐτὸ κὰτ ἄλλο καὶ ἄλλο καὶ μέρος εἶναι [*](17v) καὶ ὄργανον οὕτω καὶ ἐπὶ τῆς λογικῆς οὐδὲν ἄτοπον ἡμῖν συμβήσεται λέγουσιν αὐτὴν εἶναι καὶ μέρος καὶ ὄργανον· ὄργανον μὲν ὅτε ἐν ψιλοῖς κανόσι θεωρεῖται, ὡς ὅτε εἴπω ὅτι ‘ ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγεται συμπέρασμα’, μέρος δὲ ὅτε μετὰ τῶν πραγμάτων αὐτῶν παραλαμβάνεται, ὡς ὅτε εἴπω ὅτι ‘ ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’, καὶ πάλιν ‘ πᾶν δίκαιον ἀγαθόν, πᾶν ἀγαθὸν καλόν, πᾶν ἄρα δίκαιον καλόν’. καὶ ἄξιον θαυμάσαι τόν τε Πλάτωνα καὶ Ἀριστοτέλη, καὶ τοῦ μὲν Ἀριστοτέλους ὡς χωρίσαντος καὶ ἐφευρόντος ἄνευ πράγματος τοὺς κακόνας, Πλάτωνος δὲ χωρὶς κανόνων [*](8 θεωρεθῆναι M θεωριτική M 10 ὡς εἴρηται] p. 16,35 18 τοῦτον ex τούτων corr. M1 19 Πλάτων] cf. Plotin. I, 3,5 p. 21 20. 22 νικᾶται et ἀληθεύεται Μ1 30 ἀπεικῶς Μ Comment, in Arist. Xll 1. Olymp. Prol. et in Cat.)
Ἀρχὴ τῆς ε΄ θεωρίς.
ἐπειδὴ διὰ τὰς Κατηγορίας ἀνήλθαμεν ἐπὶ τὴν λογικήν, διὰ δὲ τὴν λογικὴν ἐφ’ ὅλην τὴν Ἀριστοτέλους φιλοσοφίαν, διανύσαντες τὴν περὶ τούτων θεωρίαν, εὖ φέρε λοιπὸν τὴν περὶ αὐτοῦ τοῦ προκειμένου, τοῦτ’ ἔστι τῶν Κατηγοριῶν, ζήτησιν ποιησώμεθα, μνησθέντες τῶν ἐν τῷ δεκάτῳ κεφαλαίῳ ἡμῖν εἰρημένων· ἐν ἐκείνῳ γὰρ μεμαθήκαμεν ὡς δεῖ ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος ἐξ τινα προλαβεῖν, σκοπόν τέ φημι καὶ χρείαν καὶ τάξιν ἀναγνώσεως, ἔτι δ’ αἰτίαν τῆς ἐπιγραφῆς καὶ συγγραφέα καὶ τὴν καλουμένην διασκευήν. οὐκοῦν ταύτην τὴν προθυμίαν ἔχοντες ἀρξώμεθα ἀπὸ τοῦ σκοποῦ, ἐπειδὴ πρὸς αὐτὸν ἅπαντα τὴν ἀναφορὰν ἔχει δημοσιεύοντα τὴν προαίρεσιν τοῦ προκειμένου συγγράμματος. οὐ μία τοίνυν γέγονε δόξα περὶ τοῦ σκοποῦ τῶν Κατηγοριῶν, ἀλλὰ τοσαῦται γεγόνασι δόξαι, ὅσα τὰ ὄντα καθέστηκε· τριττὰ δὲ ταῦτα, ἢ πράγματα ἢ νοήματα ἢ φωναί, καὶ τὰ μὲν πράγματα θεόθεν παράγεται, τὰ δὲ νοήματα ὑπὸ τοῦ νοῦ, αἱ δὲ φωναὶ ὑπὸ τῆς ψυχῆς. εἰς τοσαῦτα τοίνυν καὶ ὁ σκοπὸς μερίζεται. τῶν <δὲ> αἱρέσεων τοῦτον μεριζουσῶν τρεῖς γεγόνασιν αἱρέσεις περὶ τοῦ σκοποῦ, καὶ ἡ μὲν ἔλεγεν περὶ φωνῶν μόνων διαλέγεσθαι τὸν Ἀριστοτέλη, εἰς ἣν ἦν ὁ Πορφύριος, ἡ δὲ περὶ μόνων πραγμάτων, εἰς ἣν ἦν ὁ Ἑρμῖνος, ἡ δὲ περὶ μόνων νοημάτων, | εἰς ἣν ἦν Ἀλέξανδρος. καὶ ἕκαστος τούτων [*](18v) μάρτυρα τῆς οἰκείας δόξης τὸν Ἀριστοτέλη προεβάλλετο, Πορφύριος μὲν ὡς λέγων τὸν Ἀριστοτέλη περὶ φωνῶν διαλέγεσθαι ἐπιστοῦτο τὸν ἑαυτοῦ λόγον ἐκ τῆς ἐπιγραφῆς· ἐπιγέγραπται γάρ, φησί, τὸ σύγγραμμα Κατηγορίαι, οὐδὲν δὲ ἕτερόν ἐστι κατηγορία ἢ τὸ κατὰ ἄλλου ἀγορεύεσθαι· τὸ δὲ ἀγορεύεσθαι φωνῆς ἴδιον· περὶ φωνῶν ἄρα καὶ μόνον διαλαμβάνει. καὶ ὅλως [*](1 οἱ γὰρ παλαιοὶ] cf. Arist. vit. p. 441,10 Rose 1.2 εἴδεισαν M (bis) 2 ἀντὶ— ἀποδεικτικήν delevi ταὐτὸ Arist. vit.: ταυτὶ M 5 οὑδὲ] οὔτε M 17. 18 τῶν . . εἰρημένων] p. 12,18 20 αἰτίαν τῆς scripsi: ἄν καὶ M (cf. 12,37) 12,37) 22 αὐτὸν scripsi: αὐτὴν M 28 δὲ inserui τούτων Μ 30 pr. ἦν superscr. M 33 λέγων scripsi: λέγοντα M)
Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐρωτήσωμεν τοὺς περὶ φωνῶν καὶ μόνον λέγοντας αὐτὸν ζητεῖν ὅτι οἱ βουλόμενοι τὸν Ἀριστοτέλη διαλεχθῆναι περὶ φωνῶν, περὶ ποίων ἄρα βούλεσθε; ἀσήμων ἢ σημαντικῶν; ἀσήμων μὲν οὐδαμῶς· γραμματικῆς γὰρ ἴδιον τὰς τοιαύτας | σκοπεῖν, οἷς οὐδὲν διαφέρει [*](20r) τὸ σκινδαψός καὶ Ὅμηρος κατὰ κλίσιν. οὐκοῦν εἰ μὴ περὶ ἀσήμων ἐστὶν αὐτῷ ὁ λόγος, περὶ σημαντικῶν ἄρα. ἀλλ’ ἐπειδὴ αἱ σημαντικαὶ φωναὶ πραγμάτων εἰσὶ σημαντικαί, καὶ περὶ πραγμάτων ἄρα ζητεῖ· ταῦτα δὲ ἄκρα, ὡς ἄνω δέδεικται· ὁ δὲ περὶ τῶν ἄκρων διαλεγόμενος καὶ τὰ μέσα περιλαμβάνει, ἅπερ ἐστὶ τὰ νοήματα· καὶ περὶ νοημάτων ἄρα ἐστὶν αὐτῷ ὁ λόγος. οὐκοῦν ἔχομεν ἀναφανὲν ἡμῖν τέως τοῦτο, ὅτι ὁ περὶ φωνῶν διαλεγόμενος καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων διαλέγεται. πάλιν οἱ περὶ πραγμάτων λέγοντες εἶναι τὸν σκοπὸν καὶ μόνων τῷ Ἀριστοτέλει ἐρωτῶσιν ἡμῖν ἀποκρινέσθωσαν· πῶς περὶ πραγμάτων αὐτὸν λέγετε διαλέγεσθαι; ἆρα περὶ πραγμάτων ᾗ πράγματα ἢ ὡς ὑπὸ φωνῶν σημαινομένων; οὐ δήπου ἐρεῖτε αὐτὸν περὶ πραγμάτων ᾗ πράγματα ἔχειν τὸν σκοπὸν ἐν τούτῳ· πρώτης γὰρ φιλοσοφίας ἔργον ἐστὶ τοῦτο. οὐκοῦν ὡς ὑπὸ φωνῶν σημαινομένων. * * ζητεῖ ταῦτα· οὐ δήπου γὰρ δακτύλῳ δείκνυσι ταῦτα φιλοσοφῶν· οὐκοῦν καὶ περὶ φωνῶν ἐστιν αὐτῷ ὁ λόγος. ἀλλ’ ἐπειδὴ σημαίνουσι τὰ πράγματα αἱ φωναὶ διὰ μέσων νοημάτων, καὶ περὶ νοημάτων ἐστὶν ἄρα αὐτῷ φροντίς. καὶ πάλιν ἀναπέφανται ἡμῖν τὸ ἐξ ἀρχῆς, ὅτι ὁ περὶ πραγμάτων διαλεγόμενος καὶ περὶ τῶν λοιπῶν διαλέγεται. ἀλλὰ δὴ καὶ οἱ περὶ νοημάτων λέγοντες αὐτὸν ἔχειν τὸν σκοπὸν εἰς μέσον ἀγέσθωσαν· ἐρωτητέον γὰρ αὐτοὺς ὅτι οἱ περὶ νοημάτων βουλόμενοι τὸν Ἀριστοτέλην διαλαβεῖν, ποίων ἄρα νοημάτων; ἆρα τῶν ἐπὶ ψιλῇ ἐπινοίᾳ; [*](20v) οὐδαμῶς. οὐκοῦν τῶν σημαινόντων. τί σημαίνουσι δέ; τὰ πράγματα· δῆλον ἄρα ὅτι καὶ περὶ πραγμάτων διαλέγεται. καὶ ἐπειδὴ μὴ μόνον σημαίνουσιν, ἀλλὰ καὶ σημαίνονται ὑπὸ τῶν φωνῶν, δῆλον ἄρα καὶ περὶ [*](2 ἢ περὶ—παραμ. μόνον delcvi 7 τι] an τε? ἐπειδὴ scripsi: ἢ M 11 οὐδὲ] οὔτε M 15 βούλεσθαι M 20 δέδεικται] p. 19,24 25 λέγετε] λέγεται M 29 lac. signavi; inseras καὶ ἄλλως· ὁ περὶ πραγμάτων διαλεγόμενος δῆλον ὅτι χρώμενος φωναῖς τὰ πράγματα σημαινούσαις (cf. El. p. 130,27))
ἁλλ’ οὔπω ἔχομεν τέλειον τὸν τῶν Κατηγοριῶν σκοπόν· καὶ γὰρ καὶ τὰ Ἀναλυτικά, τοῦτ’ ἔστιν ἡ περὶ συλλογισμῶν πραγματεία, καὶ τὸ Περὶ ἑρμηνείας, | ὅ ἐστι τὸ περὶ προτάσεων σύγγραμμα, τοιοῦτον ἐπιδέχεται τὸν [*](21r) σκοπόν. οὐκοῦν πρὸς χωρισμὸν τούτων ῥητέον ὅτι ἐκεῖνα μὲν περὶ συνθέτων φωνῶν διαλέγεται, τοῦτο δὲ περὶ ἁπλῶν. ὅθεν λεκτέον τὸν σκοπὸν εἶναι τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πράγματα ἁπλᾶ σημαινουσῶν διὰ μέσων ἁπλῶν νοημάτων. ἀλλὰ πάλιν οὐδὲ οὕτως ἔχομεν τέλειον τὸν σκοπὸν τῶν Κατηγοριῶν· καὶ γὰρ ἐν ἀρχῇ τοῦ Περὶ ἑρμηνείας περὶ ὀνόματος καὶ ῥήματος διαλέγεται ὁ Ἀριστοτέλης· ταῦτα δὲ ὡμολόγηται εἶναι παρὰ πᾶσιν ἁπλαῖ φωναὶ πραγμάτων ἁπλῶν σημαντικαὶ διὰ μέσων ἁπλῶν νοημάτων. οὐκοῦν πρὸς χωρισμὸν τούτων προσθετέον ‘ κατὰ τὴν πρώτην θέσιν, ἐκείνων τῆς πρώτης θέσεως μὴ οὐσῶν, ἀλλὰ μᾶλλον τῆς δευτέρας θέσεως. ἀλλ’ ἵνα μάθωμεν τίς ἡ πρώτη θέσις καὶ τίς ἡ δευτέρα θέσις, ἔνθεν ἀρξώμεθα· ἰστέον τοίνυν ὅτι ἡ φύσις κοινωνικὸν τὸν ἄνθρωπον ἐβούλετο προαγαγεῖν· οὐκοῦν τοῦτον ἔχουσα τὸν σκοπὸν καὶ τὸ διαλέγεσθαι αὐτῷ δεδώρηται, ἵνα σημᾶναι δύνηται τοῖς πέλας τὰ πράγματα. οὐκ ἂν δὲ κοινωνεῖν οὕτως ἠδύνατο, εἰ μὴ καὶ κατὰ τὰς φωνὰς ἡ κοινωνία ἦν, ὃν τρόπον οὐδὲ οἱ διαφόρους ἔχοντες νόμους τῆς αὐτῆς εἶναι δύνανται πολιτείας. κοινωνία δὲ τῶν φωνῶν ἔνθεν ἐγένετο· χορὸς σοφῶν ἀνδρῶν συνελθὼν ἑκάστῳ πράγματι ἰήιον ἀφώρισεν ὄνομα, καὶ τὸ μὲν ἐκάλεσαν οὐσίαν τὸ δὲ συμβεβηκός, καὶ ἁπλοῖς πράγμασιν ἁπλᾶ ἔθεντο τὰ ὀνόματα, | καὶ [*](21v) οὕτω παρὰ χαρακτηρίζεται. αὕτη λέγεται πρώτη θέσις. εἶτα ἐπειδὴ ἑώρων τὰ μὲν τῶν ὑπ’ αὐτῶν τεθέντων ὀνομάτων ἐπιδεχόμενα ἄρθρα, τὰ δὲ μὴ ἐπιδεχόμενα ἀλλὰ καὶ χρόνον σημαίνοντα, ἐκάλουν τὰ μὲν ὀνόματα τὰ δὲ ῥήματα. καὶ ἐκάλουν ταύτην δευτέραν θέσιν. ἐπεὶ οὖν τί ἐστιν πρώτη θέσις καὶ τί δευτέρα μεμαθήκαμεν, εἴπωμεν οὕτως· ὅτι σκοπός ἐστι τῶν Κατηγοριῶν διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν πράγματα ἀπλᾶ σημαινουσῶν διὰ [*](22 ὁμολογῆται M 31 οὐδέ] οὔτε M 36 τεθέντων scripsi: τεθέντα M ἄρθρα sciipsi: πᾶσιν M (cf. Amm. in Cat. p. 11,16))
Χρήσιμον δέ ἐστιν πρὸς πᾶσαν φιλοσοφίαν· ἡ γὰρ φιλοσοφία τὰ ὄντα διδάσκειν ἐπαγγέλλεται· τὰ δὲ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀνάγονται· χρήσιμον ἄρα τὸ βιβλίον πρὸς τὴν φιλοσοφίαν. [εἰ δὲ καὶ δοχεῖ τὸ σημεῖον <ἀάγειν ὑπὸ> κατηγορίας, ἀλλ’ οὖν καθ’ ἕτερον τρόπον ὑπ’ αὐταῖς ἐστι· τὸ γὰρ σημεῖον ἀρχή ἐστιν, ἡ δὲ ἀρχὴ τῶν πρός τι, τὸ ·δὲ πρός τι μία τῶν κατηγοριῶν.] χρησιμεύει δὲ πάλιν καὶ εἰς ἀπόδειξιν. ἡ δὲ ἀπόδειξις εἰς ἑκάτερον μέρος τῆς φιλοσοφίας ἐστίν, εἴς τε τὸ θεωρητικὸν καὶ πρακτικόν, ἵνα τὰ μὲν φαινόμενα διὰ τῆς ἀποδείξεως ἐν τῷ θεωρητκῷ πρεσβεύσωμεν ὡς ἀληθῆ, τὰ δὲ ἐν τῷ πρακτικῷ ἀγαθὰ διαπραξώμεθα.
Ἐπιγέγραπται δὲ τὸ βιβλίον Κατηγορίαι, τῷ τῆς κατηγορίας ὀνόματι ἐνταῦθα οὐ δηλοῦντες τὴν ἐπὶ ἐγκλήματος δίκην, ἀλλὰ σημαίνοντες τὸ κατά τινος ἀγορεύεσθαι· τῶν γὰρ ὄντων τὰ μὲν μόνως | ὑπόκεινται; ὡς τὰ [*](22r) ἄτομα, τὰ δὲ μόνως κατηγορεῖται, ὡς τὰ γενικώτατα, τὰ δὲ μέσα καὶ ὑπάλληλα, ἅτινα καὶ ὑπόκεινται καὶ κατηγορεῖται. ἐπεὶ οὖν ὁ Ἀριστοτέλης ἐνταῦθα περὶ τῶν γενικωτάτων διελέγετο, ἐπέγραψεν τὸ βιβλίον Κατηγορίας, οὕτω καλῶν τὰ γενικώτατα γένη. εἰκότως· εἰ γὰρ καὶ ἄλλα κατηγοροῦνται, ἀλλ’ οὐ δήπου καὶ κατηγορίαι λέγονται, ὅτι μὴ ἀκραιφνῶς μετέχουσι τοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ὑπόκεινται. τὰ δὲ γενικώτατα, ἅτε μόνως κατηγορούμενα μηδέποτε δὲ ὑποκείμενα, εἰκότως κατηγορίαι κληθήσονται. καὶ μὴ ἀπορήσῃ τις λέγων διὰ τί ἐπέγραψε μὲν Κατηγορίας, Περὶ κατηγοριῶν δὲ οὐκ ἐπέγραψεν· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι, ὡς ἄν εἴποι τις, βουλόμενος σωματοποιῆσαι τὸν λόγον καὶ δι’ αὐτοῦ σημᾶναι τὰ πράγματα ἐχρήσατο τοιαύτῃ ἐπιγραφῇ. οὕτω γοῦν πρὸ αὐτοῦ ὁ Πλάτων ἐπέγραψε Φαιδρὸς, Ἀλκιβιάδης, καὶ μετὰ τοῦτον Ἀριστείδης τὰ ὑπὲρ τῶν στρατηγῶν ἐγκώμια οὐχ Ὑπὲρ αὐτῶν ἐπέγραψεν, ἀλλὰ τοῖς ὀνόμασι τῶν ἐγκωμιαζομένων ἐπέγραψεν, Θεμιστοκλῆς εἰπὼν καὶ Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης, ὡς τῶν λόγων, ὡς εἴρηται, σημαινόντων τὰ πράγματα καὶ μιμουμένων αὐτά. μήτις δὲ ἐπιγράψῃ Περὶ γενῶν, ὥσπερ ὁ Ἀρ·χύτας γένη] ἐπέγραψε τὰς Κατηγορίας· | τὰ γὰρ γένη ἐννοηματικά ἐστιν, ὥς φησιν ὁ Πορφύριος ἐν τῷ [*](22v) Περὶ γένους ‘ οὐδὲν ἄρα περιέχει περιττὸν οὐδὲ ἐλλεῖπον ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας’ . μηδὲ μὴν Πρὸ τῶν τόπων τις τὰς Κατηγορίας ἐπιγράψῃ, ὥσπερ οἱ πολλοὶ ἐπέγραψαν· οὐ μόνον γὰρ πρὸ τῶν Τόπων ἐστὶ τὸ παρὸν βιβλίον, ἀλλὰ καὶ πρὸ τοῦ Περὶ ἑρμηνείας καὶ τῶν ἄλλων. καὶ ἐν τούτοις τὰ τῆς ἐπιγραφῆς.
Ἄρα γνήσιόν ἐστι τοῦ παλαιοῦ τὸ βιβλίον ἢ οὔ; τινὲς μὲν οὗν νοθεύουσι τὸ βιβλίον διὰ τέσσαρας αἰτίας, ὧν ἡ πρώτη τοιαύτην ἔχει τὴν ἀγωἐπαγγέλεται [*](4 M 5—8 εἰ—κατηγοριῶν delevi 6 ἀνάγειν ὑπὸ inserui 13. 14 conicias τοῦ . . ὀνόματος . . δηλοῦντος . . σημαίνοντος, sed fort. δηλοῦντες et σημαίνοντες scripsit, quasi praecederet ἐπεγράψαμεν 23 ἀπορήσῃ scripsi: ἀπορήσοι M 27 τοῦτον scripsi: τὸν M Ἀριστείδης] III p. 433 Dindorf 30 εἴρηται] p. 20,18 31 Ἀρχύτας] cf. El. p. 132,26 γένη delevi 32 Πορφ.] Isag. p. 3,19)
Ἡ δὲ τάξις τῆς ἀναγνώσεως ἐστὶ τοιαύτη· ἰστέον ὅτι τὰ πράγματα καὶ θεωρεῖται καὶ πράττεται. ἀλλὰ ἀντιπεπονθότως ἔχει ἡ θεωρία τῇ πράξει. τὸ γὰρ τέλος τῆς θεωρίς ἀρχὴ γίνεται τῆς πράξεως καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ γίνεται τῆς θεωρίας, ὡς ἔχει ἐπὶ οἰκοδόμου· ὁ γὰρ οἰκοδόμος ἐνθυμεῖται ποιῆσαι κώλυμα θάλπους καὶ ψύχους. ἀλλ’ οὐχ οἷός τέ ἐστι τοῦτο ποιῆσαι δίχα ὀροφῆς, ἀλλ’ οὐδὲ τὴν ὀροφὴν δίχα τοίχων, ἀλλ’ οὐδὲ τοὺς τοίχους δίχα θεμελίων, ἀλλ’ οὐδὲ τοὺς θεμελίους δίχα πρῶτον τοῦ ὀρύξαι τὴν γῆν· καὶ ἐνταῦθα μὲν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν δὲ ἄρχεται ἡ πρᾶξις. οὕτω καὶ ὁ γραμματικός φησιν πρὸς ἑαυτὸν ὅτι ἔλαβον τὸ παιδίον, | ὅπως διδάξω αὐτὸ λόγον· οὐ δύναται δὲ τοῦτο [*](24v) μαθεῖν, εἰ μὴ πρῶτον διδάξω αὐτὸ τὰ ἐξ ὧν σύγκειται ὁ λόγος, τοῦτ’ ἔστι τὰς λέξεις. ἀλλ’ οὐδὲ τοῦτο δύναται εἰδέναι, εἰ μὴ διδάξω αὐτὸ τὰς συλλαβάς. ἀλλ’ οὐδὲ τοῦτο εἴσεται ἄνευ τῶν στοιχείων. καὶ ὅθεν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν ἄρχεται ἡ πρᾶξις. εἰ τοίνυν βουλόμεθα ἀποδεῖξαί τι, οὐ δυνάμεθα δὲ τοῦτο ποιῆσαι ἄνευ τῶν τοιῶνδε συλλογισμῶν, ἀλλ’ οὐδὲ τοῦτο ἄνευ τῶν ἁπλῶν συλλογισμῶν, ὥσπερ οὐδὲ τὸ τοιώσδε γράφειν ἄνευ τοῦ ἁπλῶς γράφειν, ἀλλ’ οὐδὲ τούτους ἄνευ τῶν προτάσεων, ἀλλ’ οὐδὲ ταύτας ἄνευ τῶν ἁπλῶν φωνῶν, εἴ γε αἱ μὲν τῆς δευτέρας θέσεως εἰσιν αἱ δὲ τῆς πρώτης, ἀδύνατον δὲ τὴν δευτέραν εἰδέναι ἄνευ τῆς πρώτης, πῶς οὐκ ἔσται τὸ μὲν προκείμενον πρώτην ἔχον τάξιν ὡς περὶ τῶν ἁπλῶν φωνῶν διαλεγόμενον τῆς πρώτης θέσεως, τὸ δὲ Περὶ ἑρμηνείας δευτέραν τάξιν [*](1 πρῶτα] an πρότερα? 9 ὡς εἴρ. ἐν κὰτ.] cf. El. p. 133,12 30 ex αὐτὸ corr. M τοῦτο scripsi: τὸ M (cf. v. 32.33) 31. 32 αὐτὸ scripsi: αὐτὼ M ἀυτῶ M)
Ἡ δὲ εἰς τὰ μόρια διαίρεσίς τοῦ βιβλίου τριττὴ καθέστηκεν· διαιρεῖται γὰρ εἰς τὰ πρὸ τῶν κατηγορίων καὶ εἰς ἀυτὰς κατηγοριας καὶ εἰς τὰ μετὰ | τὰς κατηγορίας. καὶ ἐν μὲν ταῖς κατηγορίαις τοὺς ἀγῶνας [*](25r) αὐτοὺς παραδίδωσι, διαιρῶν τὰς κατηγορίας εἰς ὑπογραφὰς καὶ ἴδια, ἐν δὲ τοῖς λοιποῖς δύο τμήμασι τὰ χρήσιμα πρὸς τὰς κατηγορίας διδάσκει. ἀλλ’ ἰστέον ὅτι τούτων τῶν διδασκομένων τὰ μέν ἐστιν ἀσαφῆ, τὰ δὲ ἀσαφῆ μέν, οὐκ ἐπὶ τοσοῦτον δέ ἐστιν ἀσαφῆ ὡς τὰ προλαβόντα, ἀλλὰ δίδωσιν ἑαυτὰ ἡμῖν πρὸς γνῶσιν ἀμυδρῶς πως. τὰ μὲν οὖν παντάπασιν ἀσαφῆ προεδίδαξεν, ἵνα μὴ ἐν αὐτοῖς τοῖς ἀγῶσι, τοῦτ’ ἔστιν ἐν τῇ περὶ τῶν κατηγοριῶν διδασκαλίᾳ, λέγοντος ταῦτα τοῦ φιλοσόφου ξενισθῶμεν, ἀγνοοῦντες τί ποτέ ἐστι τὰ λεγόμενα. τὰ δὲ κατά τι ἀσαφῆ ὕστερον καταλέλοιπεν, ὡς ἡμῶν ἐχόντων ἀμυδράν τινα περὶ τούτων ἔννοιαν, ὡς εἴρηται. οὐκ ἐδίδαξεν δὲ πάντα ἅμα, τά τε σαφῆ καὶ τὰ ἀσαφῆ, οὐδὲ ἐν τοῖς πρώτοις οὐδὲ ὲν τοῖς ὑστέροις, διὰ τὸ μὴ τοὺς νέους οκνηροτερους παρασκευάσαι ἐπὶ τὴν ἀνάγνωσιν τοῦ βιβλίου ἢ διὰ τὴν τῶν ἐνθυμημάτων βαθύτητα ἢ διὰ τὴν τῶν λέξεων ἀσάφειαν, ἢ οὖν διὰ τοῦτο ἢ ἶνα μὴ ἀπρεπῆ τὸν λόγον ἐργάσηται, μεῖζον τῶν ἀγώνων ἢ καὶ τῶν ἐπιλόγων ποιῶν τὸ προοίμιον. καὶ ἐν τούτοις καταπαυέσθω ἡμῖν ἡ παροῦσα θεωρία καὶ τὰ προλαμβανόμενα τῶν Κατηγοριῶν καὶ πάσης τῆς Ἀριστοτέλους φιλοσοφίας.
[*](4 δὴ scripsi: δὲ M 8 αὐτοὺς El.: αὐτοῦ M 11 ante οὐκ II litt. eras. M 21 ἐργάσεται M (corn m1) μείζων M (corr. m1))