In Aristotelis Metaphysicorum Libros A-Z Commentaria
Asclepius
Asclepius. In Aristotelis Metaphysicorum Libros A-Z Commentaria (Commentaria in Aristotelem Graeca 6.2). Hayduck, Michael, editor. Berlin: Reimer, 1888.
p. 980 a 22 Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις.
Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν τὸν σκοπόν, τὴν τάξιν,. τὴν αἰτίαν τῆς ἐπιγραφῆς. σκοπὸς μὲν οὖν ἐστι τῆς παρούσης πραγματείας τὸ θεολογῆσαι· θεολογεῖ γὰρ ἐν αὐτῇ Ἀριστοτέλης. ἡ δὲ τάξις, ὅτι ἐκ τῶν φύσει ὑστέρων ἡμεῖς τὰς ἀρχὰς ποιούμεθα, ἐπειδὴ ταῦτα μᾶλλον συνεγνωσμένα ἡμῖν ὑπάρχουσι. διὰ τοῦτο τοίνυν ὁ Ἀριστοτέλης πρότερον διελέχθη ἡμῖν περὶ τῶν φυσικῶν πραγμάτων· ταῦτα γὰρ τῇ φύσει ὕστερα ὑπάρχουσιν, ἡμῖν δὲ πρότερα. ἡ δὲ παροῦσα πραγματεία τῇ μὲν φύσει προτέρα ὧς τὸ τέλειον ἔχουσα, ἡμῖν δὲ ὑστέρα· πρότερα γὰρ τὰ ἄφθαρτα τῶν φθαρτῶν καὶ τὰ ἀγένητα τῶν γινομένων. διὰ τοῦτο τοίνυν ὁ Ἀριστοτέλης πρότερον διελέχθη ἡμῖν περὶ τῶν ἀτάκτως κινουμένων ἐν τοῖς Μετεώροις, καὶ πάλιν περὶ τῶν τεταγμένως κινουμένων ἐν τῇ Περὶ οὐρανοῦ, φημὶ δὴ περὶ ἀστέρων καὶ σφαιρῶν· καὶ λοιπὸν ἐν ταύτῃ τῇ πραγματείᾳ διαλέγεται ἡμῖν περὶ τῶν πάντῃ ἀκινήτων. τοῦτο δέ ἐστι θεολογία · τοῖς γὰρ θείοις ἁρμόττει τὸ τοιοῦτο. διὰ τοίνυν ταύτην τὴν αἰτίαν καὶ ἐπιγέγραπται Μετὰ τὰ φυσικά, ἐπειδὴ πρότερον διελέχθη ἡμῖν περὶ τῶν φυσιχῶν πραγμάτων, εἶθ’ οὕτως περὶ ταύτης. μετὰ γοῦν τὰς φυσικὰς πραγματείας δεῖ ταύτην ἀναγινώσκειν, ὡς δηλοῖ καὶ ἡ ἐπιγραφή. καὶ ἐν ταῖς [*](f. 1v) φυσικαῖς δὲ αὐτοῦ πραγματείαις καὶ μάλιστα πρὸς τοῖς πέρασι θεολογεῖ καὶ ἀνάγει ἑαυτόν. φησὶ γὰρ πρὸς τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς “τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσε τὸ ὅλον ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν [*](2 γενόμενα] γεγραμμένα Β 8 τὸ θεολογεῖσθαι Β ὁ Ἀριστ. Β 10 ὑπάρχει Β 11 περὶ] πρὸς A διελέχθη post πραγμάτων ponit B 14 ἀγέννητα BC 16 τεταγμένως B: τεταγμένων ACD 17 δὴ Α: δὲ BCD τῶν ἀστέρων Β 19 τοιοῦτον BC 20 μετὰ φυσικὰ Β διηλέχθη Β 21 γοῦν] οὖν Β 23 πρὸς om. B 24 τῆς om. B 24 τῆς Περὶ γενέσεως καὶ φθορᾶς] Β 10. p. 336b31 ἀνεπλήρωσε] codices Aristotelis συνεπλήρωσε ἐντελεχῆ Β vulg. Arist.)
p. 980 a 22 ἄνθρωποι ἄνθρωποι τοῦ εἰδέναι ὀρέγοντι φύσει.
Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν τὸν σκοπόν, τὸ χρήσιμον, τὴν τάξιν, τὴν αἰτίαν τῶν ἐπιγραφῶν πολλαὶ γὰρ ἐπιγραφαὶ φέρονται, αἷς δείκνυμεν τὸν τρόπον τοῦ συγγράμματος ὅλου) καὶ περὶ τοῦ μεγάλου ἄλφα καὶ τοῦ μικροῦ ἄλφα. καὶ πόθεν ὥρμησεν εἰς ἔννοιαν τῆς πρώτης φιλοσοφίας Ἀριστοτέλης. ὁ μὲν οὖν σκοπὸς τοὶ παρόντος συγμράμματος εἰπεῖν περὶ τῶν ὄντων καὶ ᾗ ὄντα ἐστί, καὶ περὶ πάντων ἀπλῶς τῶν ὄντων διαλεχθῆναι, καθὸ ὄντα ἐστί. διὸ καὶ τὸν ὅρον τῆς φιλοσοφίας οὕτως ἐλέγομεν ‘γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν’. οὔτε γὰρ περὶ τῶν μερικῶν διαλέγεται ἐνταῦθα, οἷον περὶ κομητῶν, καθάπερ ἐν τοῖς Μετεώροις, οὔτε περὶ τῶν καθόλου, καθάπερ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ, ἀλλὰ καθόλου περὶ πάντων τῶν ὄντων· θεολογῆσαι γὰρ αὐτῷ πρόκειται ἐν τῷ παρόντι συγγράμματι. ἀμέλει τοι καὶ περὶ στοιχείων διαλέγεται καὶ περὶ ἀρχῶν· μόνης γάρ ἐστιν ἔργον τῆς πρώτης φιλοσοφίας ἀποδεῖξαι τὰς ἀρχὰς πασῶν τῶν ἐπιστημῶν. αἱ μὲν γὰρ ἄλλαι ἐπιστῆμαι οὐκ ἀποδεικνύουσι τὰς οἰκείας ἀρχάς, ἀλλὰ μόνη ἡ πρώτη φιλοσοφία ἀποδείκνυσι πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχάς. καὶ ταῦτα μὲν περὶ τοῦ σκοποῦ. ἐφεξῆς δὲ δεῖ εἰπεῖν περὶ τοῦ μεγίστου ἀγαθοῦ, λέγω δὴ τοῦ χρησίμου. χρήσιμος γάρ ἐστιν ἡ παροῦσα πραγματεία· συμβάλλεται γὰρ τῷ νῷ, οὐ τῷ πρακτικῷ ἀλλὰ τῷ θεωρητικῷ, διδάσκουσα αὐτὸν περὶ τῶν θείων, τουτέστι διακρίνειν ἁλή- [*](f. 2r) θείαν ἀπὸ ψεύδους. μέγιστον γὰρ ἀγαθόν ἐστι τῶν ἐν ἀνθρώποις ὁ θεωρητικὸς νοῦς. ἕκαστον γὰρ κατ’ ἐκεῖνο χαρακτηρίζεται, καθ’ ὃ τῶν ἄλλων διαφέρει, οἷον ἵππῳ μὲν καθὸ ἵππος, κυνὶ δὲ καθὸ κύων. αἴτιον γάρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τὸ ὁμολογεῖσθαι μὲν τὴν οἰκείαν ἐν ἑκάστῳ τελειότητα καθ’ ἣν φύσιν ἐστὶν ἕκαστον ὅ ποτε ἔστιν, οἰκειότατόν τε εἶναι καὶ μέγιστον ἀγαθὸν ἑκάστῳ. ἡ γὰρ τελειότης τε καὶ ἡ ἀκρότης τῆς φύσεως ἑκάστου τὸ τελειότατον τῶν ἀγαθῶν ἑκάστῳ, ἵππῳ μέν, ὡς εἴρηται, καθὸ ἵππος, κυνὶ δὲ καθὸ κύων, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἐμψύχων τε καὶ ἀψύχων, καὶ ἀνθρώπῳ δὲ καθὸ ἄνθρωπος. ἀλλὰ μὴν ὁμολογεῖται καὶ τοῦτο ἑκάστῳ τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος εἶναι τὸ εἶναι. εἶδος δὲ οἰκεῖον ἑκάστῳ, καθ’ ὃ τῶν ἄλλων ἁπάντων διαφέρει. ἆρ’ οὖν οὐχ ὁμολογεῖται ὑπὸ πάντων ὁ ἄνθρωπος τῶν ἄλλων διαφέρειν κατὰ τὸν θεωρητικὸν νοῦν; τοῦ μὲν γὰρ πρακτικοῦ τε καὶ τεχνικοῦ μετέχουσί πως καὶ τὰ ἄλλα ζῷ, τοῦ ἴχνους [*](7 αἷς δείκνυμεν] ἇί δεικνύουσαι Β 8 ante εἰς add. τῆς Β 12 οὕτως ἔχοντα λέγει Β 13 ἐν τοῖς Μετεώροις] Meteor. Α 6 sq. 17 εἰσιν Β 19 aute μόνη add. αὐτὴ Β 20 δεῖ om. D 21 χρήσιμον γὰρ Β 23 post τουτέστι fort, excidit τῶν ἀιδίων vel simile aliquid 23. 24 ἀλήθεια Β 24 ἀγαθόν ἐστι τῶν om. B 28 ὁποῖον ἐστίν Β 29 τελειότης καὶ ἀκρότης Β 32 καὶ ἐπὶ ἀνθρώπῳ B 36 πως] πάντως Β ἄλλα] ἄλογα B)
Ἡ δὲ τάξις προφανὴς ἐκ τῶν τῇ προτεραίᾳ ῥηθέντων. ἐπεὶ γὰρ ἡ μὲν φύσις ἄρχεται ἀπὸ τῶν τελειοτέρων, ἡμῖν δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν ἀσύμμετρόν ἐστι τὸ εὐθέως τοῖς τελειοτέροις προσβάλλειν, ἀγαπῶμεν πρότερον ἀπὸ τῶν τῇ φύσει ὑστέρων καὶ τῶν ἀτελῶν ἄρξασθαι καὶ οὕτως δραμεῖν ἐπὶ τὰ τέλεια. ἐπεὶ οὖν ἐν τοῖς Φυσικοῖς περὶ τῶν ἀτελῶν διελέχθη, ἐνταῦθα δὲ περὶ τῶν τελείων, εἰκότως ὡς πρὸς ἡμᾶς τελευταία ἐστὶν ἡ παροῦσα πραγματεία. ἰστέον δὲ ὅτι ἐπιγράφεται καὶ Σοφία καὶ Φιλοσοφία καὶ Πρώτη φιλοσοφία καὶ Μετὰ τὰ φυσικά, ἐπειδὴ πρότερον διαλεχθεὶς περὶ τῶν φυσικῶν ἐν ταύτῃ τῇ πραγματείᾳ διαλέγεται περὶ τῶν θείων· διὰ τὴν τάξιν οὖν ἔλαχε τὴν προσηγορίαν. Σοφία δὲ οἱονεὶ σάφειά τις οὖσα· τὰ γὰρ θεῖα σαφῆ καὶ φανερώτατα· περὶ γὰρ θείων διαλέγεται. τούτου χάριν εἶπε Σοφίαν. ἀμέλει τοι καὶ ἐν τῇ Ἀποδεικτικῇ φησιν ὡς εἴρηταί μοι ἐν τοῖς περὶ σοφίας λόγοις·᾿ ἡ γὰρ ἀναποδείκτοις ἀρχαῖς χρω- μένη ἐπιστήμη σοφία ἐστί. Πρώτην δὲ φιλοσοφίαν, ἐπεὶ περὶ τῶν πρώτων αἰτιῶν καὶ ἀρχῶν ἀναποδείκτων διαλέγεται. Φιλοσοφία δὲ διότι κυριωτάτη καὶ μάλιστα φιλοσοφία ἡ ἐν θεωρίᾳ τε καὶ τῇ τῶν ὄντων γνώσει, εἴγε ἡ μὲν φιλοσοφία κυρίως περὶ τὰ δι’ ἑαυτὰ αἱρετὰ καὶ οὐ δι’ ἄλλα, μόνη [*](f.3r) [*](1 μηχανᾶσθαι D 3 ωεοττήν Β 5 ἔλαχον] ἐλάχιστον Β 7 ὑπερέχουσιν D 8 παντάπασιν om. Β 9 ἄλλα BCD: superscr. ἄλογα Α 13. 14 ἐπειδὴ —πραγματείᾳ om. BCD 16 καὶ (ante πρὸς) om. Β 17 μαθήσεις] αἰσθήσεις Β 18 φυλάττειν Β πως Brandis: πῶς libri 19 ἐπὶ ἄλλων πλείστων] περὶ ἄλλων πλειόνων Β 22 μὲν om. Β 23 εὐθέως] εὐθὺς ὡς B 28 πρώτη σοφία Β 32 ἐν τῇ Ἀποδεικτικῇ] nescio ubi φησιν ex φασιν corr. Β 34 πρῶτον δὲ φιλοσοφία Β 37 σοφία Β ἑαυτὴ Β)
Ὁ δὲ τρόπος τῆς συντάξεως, ὅτι ἔστιν ἡ παροῦσα πραγματεία οὐχ ὁμοίως ταῖς ἄλλαις ταῖς τοῦ Ἀριστοτέλους συγκεκροτημένη, οὐδὲ τὸ εὔ- τακτόν τε καὶ συνεχὲς ἔχειν δοκοῦσα, ἀλλὰ τινὰ μὲν λείπειν ὡς πρὸς τὸ συνεχὲς τῆς λέξεως, τὰ δὲ ἐξ ἄλλων πραγματειῶν ὁλόκληρα μετενηνέχθαι καὶ πολλάκις τὰ αὐτὰ λέγειν. ἀπολογοῦνται δὲ ὑπὲρ τούτου καὶ καλῶς ἀπολογοῦνται, ὅτι γράψας τὴν παροῦσαν πραγματείαν ἔπεμψεν αὐτὴν Εὐδήμῳ τῷ ἑταίρῳ αὐτοῦ τῷ ‘Pοδίῳ, εἶτα ἐκεῖνος ἐνόμισε μὴ εἶναι καλόν, ὡς ἔτυχεν, ἐκδοθῆναι εἰς πολλοὺς τηλικαύτην πραγματείαν. ἐν τῷ οὖν μέσῳ χρόνῳ ἐτελεύτησε καὶ διεφθάρησάν τινα τοῦ βιβλίου· μὴ τολμῶντες δὲ προσθεῖναι οἴκοθεν οἱ μεταγενέστεροι διὰ τὸ πολὺ πάνυ λείπεσθαι τῆς τοῦ ἀνδρὸς ἐννοίας μετήγαγον ἐκ τῶν ἄλλων αὐτοῦ πραγματειῶν τὰ λείποντα ἁρμόσαντες, ὡς ἦν δυνατόν. οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις σωζομένην εὕροι ἄν τις τὴν τῶν λεγομένων ἀκολουθίαν.
Εἶτα λοιπὸν δεῖ εἰπεῖν καὶ περὶ τοῦ μεγάλου ἄλφα καὶ περὶ τοῦ μι- κροῦ ἄλφα. εἰδέναι τοίνυν χρὴ ὅτι δεκατέσσαρα βιβλία ἔγραψεν ὁ Ἀριστο- τέλης ἐν τῇ παρούσῃ πραγματείᾳ· μέχρι γὰρ τοὐ ν στοιχείου ἔγραψε καὶ αὐτοῦ. τινὲς δὲ εἰρήκασιν ὅτι δεκατρία· τὸ γὰρ μεῖζον ἄλφα περὶ οὗ νῦν πρώτως διαλέγεται, οὔ φασιν εἶναι αὐτοῦ, ἀλλὰ Πασικλέους, τοῦ υἱοῦ Βοή- θου τοῦ ἀδελφοῦ Εὐδήμου τοῦ ἑταίρου αὐτοῦ. οὐκ ἔστι δὲ ἀληθές· σώ- ζεται γὰρ ἡ τοῦ Ἀριστοτέλους δεινότης καὶ ἐκ τῆς λέξεως καὶ ἐκ τῆς θεωρίας· καὶ πολὺ πλέον, ὅτι μέμνηται αὐτοῦ ἐν τῷ ἐλάττονι ἄλφα. ἐν γοῦν τῷ μείζονι ἄλφα διαλέγεται περὶ τῆς ἐννοίας τῆς φιλοσοφίας καὶ δείκνυσιν ὅτι οὐκ ἔστι τὰ ὑλικὰ αἴτια κυρίως ἀρχαί, ὥσπερ καὶ Πλατῶν [*](f.3v) φησί. διὸ καὶ ἀποδέχεται τὸν Ἀναξαγόραν· τῶν γὰρ ἄλλων, φησί, καθευδόντων ὥσπερ ἀπὸ κάρου ἀναστὰς Ἀναξαγόρας μόνος ἐπέστησε νοῦν βασιλεύειν τοῦ παντός. οὔτε δέ τὰς ἰδέας φησὶν εἶναι τὰς πρώτας ἀρχάς, καθώς τινες ἐκλαμβάνουσιν, ἀλλὰ τοὺς λόγους. ἐν δὲ τῷ ἐλάττονι ἄλφα διαλέγεται περὶ τῶν φανοτάτων, τουτέστι τῶν πρώτων αἰτίων, ἅτινα φανότατα ὑπάρχει τῇ ἑαυτῶν φύσει, ἀλλ’ ἡμεῖς διὰ τὴν πολλὴν ἀσθένειαν οὐ δυνάμεθα προσβάλλειν αὐτοῖς, ὥσπερ καὶ τὸν ἥλιον φανότατον ὑπάρχοντα οὐ φέρουσιν αἱ νυκτερίδες διὰ τὸ ἀσθενὲς τῆς φύσεως.
Ἐπειδὴ τοίνυν περὶ τῆς ἐννοίας τῆς φιλοσοφίας εἰρήκαμεν, ἄξιον μαθεῖν θεῖν πόθεν ἦλθεν εἰς ἔννοιαν τῆς φιλοσοφίας ὁ Ἀριστοτέλης. ἵνα οὖν τοῦτο [*](3 μάλιστά τε Β: μάλιστα τὰ ACD 5 ταῖς (ante τοῦ) om. Β 6 λείπειν C: λειπει Β: λείπει AD 7 τὰ δὲ] τῶν δὲ Β μετενεχθῆναι Β 10 ῥᾳδίῳ CD 11 ἁ πολλοὺς om. Β 12 τολμήσαντες Β 14 ante ἄλλων add. οἰκείων Β 17 alteram περὶ om. Β 26 εἰσι Β Πλατῶν φησί] Phaed. p. 96 27 τῶν γὰρ ἄλλων φησί κτλ.] cf. p. 984b15 30. 31 ἐν τῷ ἐλάττονι ἄλφα] cf. p. 993b9 32 ἀλλ’ ἡμεῖς] ἡμεἶς δὲ B 33 πολλὴν] καλὴν C)
p. 980a22 Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δέη τῶν αἰσθήσεων ἀγάπησις.
Αὐτοφυῶς ὁρμῶσιν αἱ· ψυχαὶ ἐπὶ τὰς γνώσεις καὶ ἐφίενται τοῦ ἀγα- θοῦ· ἀγαθὸν δέ ἐστι τῆς ψυχῆς ἡ κυρίως γνῶσις. διότι γινώσκει τὰ θεῖα καὶ ἐνεργεῖ κατὰ τὸν θεωρητικὸν νοῦν· τὸ δὲ τοιοῦτο τελείωσίς ἐστι [*](2 post ὑπάρχουσι add. ἐκ δὲ τῆς αἰσθήσεως τοῖς μὲν αὐτῶν οὐ γίνεται μνήμη, τοῖς δὲ γίνεται C 2 4 λέγεται Β 6 ὁ φιλόσοφος] nescio quis 14 Plato Gorg. 448 C ἡμῖν] ἡμῖν Β 24 Plato Gorg. 465 Α 27 τὴν τέχνην] τῇ τέχνῃ superscr. C2 37 νοῦν om. DC1)
p. 980a28 Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται ζῷα.
Ἐντεῦθεν ἀπὸ τῶν αἰσθήσεων ἀνέρχεται μέχρι τοῦ θεωρητικοῦ νοῦ· διὰ γὰρ τούτου τοὺς ὅρους γινώσκομεν, ὥστε θεῖον λέγει εἶναι τὸν θεωρη- τικὸν νοῦν εἴγε ἁπλαῖς ἐπιβολαῖς δι’ αὐτοῦ τὰ θεῖα λαμβάνομεν. ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ, ὥς φησιν ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, τῷ τέλει καὶ μόνῳ διαφέρει. τοῦ μὲν γὰρ θεωρητικοῦ τέλος ἡ γνῶσις τῶν ὄντων καὶ ἡ τοῦ θείου κατάληψις, τοῦ δὲ πρακτικοῦ τὸ ἀγαθόν. εἶπεν οὖν ὅτι ὁ ἄνθρωπος καὶ τὰς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ τῆς χρείας μόνον, ἐπειδὴ καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεται. φησὶν οὖν ὅτι οὐ μόνη ἡ αἴσθησις πρὸς γνῶσιν αὐτῷ συμβάλλεται, ἀλλὰ καὶ ὁ λόγος, καθ’ ὃν πλεονεκτεῖ τὰ ἄλλα ζῷα, καὶ ὅτι διὰ τούτου τελειότερος τῶν ἄλ·λων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία τῷ ἐν γνώσει εἶναι πᾶσι δοκεῖ τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει. ἀλλὰ καὶ βεβαιοῖ τὸ προει- ρημένον τὸ τὰς αἰσθήσεις τοὺς ἀνθρώπους εὐλόγως ἀγαπᾶν. ἐκτίθεται δὲ [*](f.5r) καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων ταῖς ψυχαῖς. [*](7 ἢ ἐνεργεῖν Β 8 ὡς εἰπεῖν om. Β ἐπειδὴ—ὑγροῦ (17) pleraque Alexandri sunt Πλατῶν omittunt codices; aliquid supplendum esse indicat signo addito C 9 ἐν Φαίδωνι] immo in Timaeo p. 47a 9. 10 ἐπονησάμεθα Β 10 ἀτενίσαντες Β 11 ἄφραστον] ἄρρητον Β ἐρχόμεθα — δημιουργήσαντος ΑΒ: om. D; in margine add. C 12 ποιεῖν Β οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ τὰ θεῖα Alexander λέγει] λέγω B 15 αὐτῇ scripsi: αὐτῆς libri 21 ἐπιβουλαῖς B 22 ἐν τῇ Περὶ ψυχῆς] Γ 10 p. 433 a 14 23. 24 τῶν ὄντων ἡ γνῶσις Β 24 εἶπον Β 26 μόνη B αὐτῇ Β 28 καθ’ ὃν C 2: καὶ ὃν ADC 1: ὃν Β τῶν ἄλλων ζῴων B 30 διὰ τοῦτο Β)
p. 980a29 Ἐκ δὲ τῆς αἰσθήσεως τοῖς μὲν αὐτῶν οὐ γίνεται μνήμη, μνήμη, τοι δὲ γίνεται.
Οὐκ ἔχουσι μνήμην σκώληκες, ἐμπίδες, τὰ δὲ ἄλλα ἔχουσιν, οἷον κύων, ψιττακός, μύρμηξ, χελιδὼν καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ διὰ ταύτην τὴν αἰτίαν τὰ μὲν φρόνιμα ὑπάρχουσι τὰ δὲ μαθηματικώτερα τῶν ζῴων τῶν μὴ δυναμένων ἔχειν μνήμην· τῶν γὰρ ἐχόντων μνήμην τὰ μὲν φρό- νιμα ὑπάρχει, τὰ δὲ μαθηματικώτερα. φρόνιμα τοίνυν ὑπάρχει ἄνευ τοῦ μανθάνειν ὅσα μὴ δύνανται διακρίνειν τοὺς ψόφους, περὶ δὲ τὸν βίον εἰσὶν εὐπερίστροφα, οἷον μέλιττα καὶ χελιδὼν καὶ μύρμηξ· προνοοῦνται γὰρ τοῦ ἑαυτῶν βίου.
p. 980b25 25 Μανθάνει δὲ ὅσα πρὸς μνήμῃ καὶ ταύτην ἔχει τὴν αἴσθησιν.
Οἶον κύων, ψιττακός, ἵππος, ὄνος καὶ ὅσα ἄλλα τοιαῦτα.
p. 980b26 Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις.
Τὰ ἄλλα ζῷ, φησί, τὸ κῦρος ἔχουσιν ἐν τῇ φαντασίᾳ καὶ τῇ μνήμῃ, καθάπερ ὁ κύων καὶ ὁ ἔλαφος καὶ τὰ ἄλλα ζῷα διακρίνουσι τὸ ἀλλότριον ἐκ τοῦ οἰκείου. ἀντιστρέφουσι δὲ ταῦτα πρὸς ἄλληλα. τὰ γὰρ ἔχοντα μνήμην πάντως καὶ φαντασίαν καὶ τὸ ἀνάπαλιν.
p. 980b27 ἐμπειρίας δὲ μετέχει μικρόν.
Μικρὸν λέγει ἢ οὐδὲ ὀλίγον, ὡς τὸ ‘ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γεί. νατο Τυδεύς’ ἀντὶ τοὐ οὐδ’ ὀλίγον, ἢ μικρόν φησιν ὀλίγον· ἔχουσι γὰρ τὰ ἄλλα ζῷα ὀλίγον ἐμπειρίας ἴχνος. διὸ ὁ κύων ἐὰν τυπτηθῇ διά τι πρᾶγμα, δέδιεν ἔστιν ὅτε πάλιν τὸ αὐτὸ ποιῆσαι· καὶ ἄλλα δὲ φανερὰ ζῷα.
[*](7 ἐμπίδους D 12 μὴ ΑC 2: om. BD δύναται Β ψόφους ABC: λόγους D τοῦ βίου Β 15 μανθάνειν Β 18 ζῇ om. Β 19 ζῷα φησὶν ἄλλα Β ταῖς φαντασίαις Β 21 οὐκ ἀντιστρέφουσιν Β 24 οὐδὲ ὀλίγον] οὔτε ὀλίγον libri ἡ ὀλίγον κτλ. Π. Ε 800 ἡ ex ἢ corr. C 2: ἡ ABD 25 Τυδεύς] δῖός Β 27 δέδοιεν ἔτι πάλιν B)p. 980b28 Tὸ δὲ τῶν ἀνθρώπων γένος καὶ τέχνῃ καὶ λογισμοῖς. γίνεται δ᾿ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις· αἱ γὰρ πολλαὶ μνῆμαι τοῦ αὐτοῦ πράγματος μιᾶς ἐμπειρίας δύυαμιν [*](f. 5v) ἀποτελοῦσιν. καὶ δοκεῖ σχεδὸν ἐπιστήμη τέχνη καὶ ἐμπειρία ὅμοιον εἶναι.
Ωστερ γὰρ πράττει ὁ ἔμπειρος, οὕτως καὶ ὁ τεχνίτης πράττει· ὁμοίως οε καὶ ὁ γεωμέτρης πράττει καταγράφων ἢ ἄλλο τι τοιοῦτο ποιῶν. ἔχει δὲ διαφοράν, καθὸ τὰ μὲν μετὰ λόγου, τὰ δὲ ἄνευ λόγου. αἱ οὖν ἐπιστῆμαι καὶ τέχναι διὰ τῆς ἐμπειρίας, φησί, τοῖς ἀνθρώποις προσγίνονται. αἱ γὰρ πολλαὶ ἐμπειρίαι ποιοῦσι τὴν τέχνην, ὥς φησι Πῶλος ὁ παρὰ τῷ Πλάτωνι ‘‘ἐμπειρία γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην.”
p. 981a5 Γίνεται δὲ τέχνη, ἡνίκα ἐκ πολλῶν νοημάτων τῆς ἐμ. πειρίας περὶ τῶν ὁμοίων καθόλου μία ὑπόληψιςγένηται· τὸ μὲν γὰρ ἔχειν ὑπόληψιν Καλλίᾳ νοσοῦντι τήνδε τὴν νόσον τοδὶ συνήνεγκε καὶ Σωκράτει καὶ ἄλλοις πλείοσιν, ἐμπειρίας ὑπάρχει· τὸ δὲ καθόλου ὅτι τι πᾶσι τοῖς νοσήσασι τὴν τοιανδὶ νόσον συνήνεγκεν, οἷον τοῖς πυρέττουσι καύσῳ ἢ φλεγματώδεσιν ἢ μελαγχολικοῖς, τέχνης.
Καθόλου γάρ ἐστι· πολλῶν γὰρ ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν ἡ τέχνη. ἐξ ἐμπειρίας μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ βοήθημα χρήσιμον· ἐκ τέχνης δὲ τὸ τοῖς τὴν τοιάνδε νόσον νο- σοῦσι τοιοῖσδε συμφέρειν χρῆσθαι. τέχνης γὰρ ἡ τοῦ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἐκ τῶν παραδειγμάτων ἔδειξεν.
p. 981a12 Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν δοκεῖ διαφέρειν.
Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι πρὸς τὰς πράξεις οὐδὲν διαφέρουσιν αἰ τέχναι τῶν ἐμπειριῶν, ἀλλὰ καὶ μᾶλλον ἐπιτυγχάνουσιν οἱ ἔμπειροι τῶν μὴ ἐχόντων πεῖραν ἀλλὰ λόγον. καὶ εἰκότως· αἱ γὰρ πράξεις μερικαὶ ὑπάρχουσιν, ἡ δὲ τέχνη τὸ καθόλου ζητεῖ· οὐδὲν οὖν ἄτοπον εἰδότα τὸ καθόλου ἀγνοεῖν τὸ καθ’ ἕκαστον, ὥς φησιν ἐν τῇ Ἀποδεικτικῇ, ὅτι ὁ εἰδὼς [*](10 φησὶ Πῶλος] Plat. Gorg. 448 C 11 ποιεῖ] πρὸς Β 15 τὴν om. D τοδὶ] τὸ Β 17 τι om. Β 20 — 24 πολλῶν — ἔδειξεν Alexandri sunt 20 τῶν πολλῶν Alex. 22 βοήθημα] φάρμακον Alex. τῆς τέχνης Alex. 23 συμφέρει Alex. 24 σαφῶς om. Β διὰ τῶν παραδειγμ. Alex. 28 καὶ cm. Β 29 ἀλλὰ λόγον] ἀναλόγως Β 31 ἐν τῇ Ἀποδεικτικῇ] Aual. post. A 13 p. 79a5)
p. 981a21 ἐὰν οὖν ἄνευ τῆς ἐμπειρίας ἔχῃ τις λόγον καὶ τὸ μὲν καθόλου γνωρίζῃ, τὸ δὲ ἐν τούτῳ καθ’ ἕκαστον ἀγνοῇ, πολλάκις διαμαρτήσεται τῆς θεραπείας.
Ὡς ἐπὶ τῆς ἡμιόνου εἰρήκαμεν· ἔστι γὰρ ὅτε ἀπατᾶται περὶ τὸ μερὶ. κόν· τὸ γὰρ μερικόν ἐστι τὸ θεραπευόμενον.
p. 981a24 Tὸ δὲ εἰδέναι καὶ ἐπαίειν τῇ τέχνῃ τῆς ἐμπειρίας ὑπάρχειν οἰόμεθα μᾶλλον.
Ἐπειδὴ ἔδοξεν ὥσπερ πλέον ἀποδέχεσθαι τοὺς ἐμπείρους τῶν τεχνι- τῶν, φησὶ τὸ δὲ εἰδέναι καὶ ἡ γνῶσις μᾶλλον ὑπάρχει τοῖς τεχνίταις τοῖς λόγον ἔχουσι τοῦ πράγματος, ἤπερ τοῖς ἐμπειρικοῖς. ἐπιτάττουσι γὰρ οἱ ἐπιστήμονες τοῖς ἐμπειρικοῖς, ὥσπερ καὶ ὁ ἀρχιτέκτων τῷ τέκτονι. ἐθαύμαζον γὰρ οἱ ἄνθρωποι τοὺς σοφοὺς καὶ διαφέροντας τῶν ἄλλων. ἅμα δὲ δι’ αὐτῶν δείκνυσιν τὴν ἐπὶ τὴν σοφίαν καὶ τελειοτάτην γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ τῶν τιμιωτάτων κτῆσις καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τε καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων. ὥστε σοφωτέρους τοὺς τεχνίτας τῶν ἐμπείρων πάντες ὑπολαμβάνομεν, [*](f.6v) ἐπειδὴ κατὰ τὸ εἰδέναι καὶ τὴν γνῶσιν πᾶσιν ἕπεται ἡ σοφία. οἱ μὲν [*](3 τὴν] fort. κατὰ τὴν 4. 5 ὅτι—ὑπάρχουσι om. B 7 ἐπεὶ Β 8 ἀνθρώπῳ om. BCD: ἄνθρωπον suppl. C 2 9 δὲ om. Β καθ’ ἑαυτόν Β 11 Categ. 7 p. 7a27sqq. 15 ἔχῃ om. Β καὶ om. Β 16 ἐν] ἐκ D 18 περὶ] ἐπὶ B 21 ὑπάρχειν ex Arist. addidi; cf. ]. 23 22 ἐπειδὴ δὲ ἔδειξεν Β 25 ὁ om. Β 26 ἐθαύμαζον—ἀνθρώπων (30) Alexandri sunt, qui tamen haec ad Metaph. p. 983b13 affert 27 δείκνυσιν corr. C Alex. : δείκνυμεν ABD 29 κτῆσις] ζήτησις Alex. 30 ἤδη] ἔδει B 31 ὥστε τοὺς τεχνίτας πάντας τῶν ἐμπείρων ὑπολαμβάνομεν Β)
p. 981b10 Tῶν δὲ αἰσθήσεων οὐδεμίαν ἡγούμεθα εἶναι σοφίαν· καίτοι τῶν καθ’ ἕκαστα γνώσεων κυριώτεραι αὗται ὑπάρχουσιν· ἀλλ’ οὐ λέγουσι τὸ διὰ τί περὶ οὐδενός, οἷον διατί θερμὸν λέγεται πῦρ, ἀλλ’ ὅτι μόνον θερμόν.
Ἡ δὲ ἐπιστήμη λέγει καὶ τὸ διὰ τί, ἐπειδὴ καὶ καίει καὶ ξηραίνει.
[*](f.7r)p. 981b13 Tὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην.
Πρόκειται αὐτῷ ἐντεῦθεν εἰπεῖν τὸν χρόνον, καθ’ ὃν ἐφοίτησεν εἰς ἡμᾶς ἡ σοφία· οὐχ ὅτι φησὶν ἐν χρόνῳ ἐφοίτησεν, ἀλλ’ ὡς πρὸς τὴν ἡμετέραν περίοδον· ἦν γὰρ καὶ πρῴην. γίνονται γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀφανίζονται τὰ πράγματα καὶ πάλιν εὑρίσκονται, ὥς φησι καὶ αὐτὸς Ἀριστοτέλης ἐν τοῖς Μετεώροις περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενο- [*](5 φησιν] adde ὁ ποιητής: versus ab Asclepio depravatus Π. Β 192 οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρείωνος 10 ἄψυχα καὶ ἀλόγως Β 11 ἄλογα] ἔμψυχα in marg. C 2 φυσικῶς (post οἷον) om. Β 13 φησὶ] 981b4 14 εἶναι] εἰδέναι Β πρακτικῶς Β τὸ (ante τινα) om. B 18. 19 ἐν τῷ Ἀλκιβιάδῃ] Plato Alcib. I, p. 118D 19 οὔτε γὰρ ABC 22 τῶν om. BCD γνώσεως D: γνώσεις corr. C 2, cf. Metaph. p. 11 25 καὶ (ante καίει) om. C 27 τέχνην] τύχοι Β 28 αὐτῶν C 1 D ἐνταῦθα post εἰπεῖν positum B 29 ὡς πρὸς] ὥσπερ C 1: corr. ὡς περὶ C 2 30 κατακλεισμοί Β)
p. 981b13 Tὸ μὲν οὗν πρῶτον εἰκός.
Κτὰ κοινοῦ δεῖ ἀκούειν τὸ εἰκός· φησὶν οὗν ὅτι τὸ πρῶτον μετὰ τὸν κατακλυσμὸν τὸν εὑρηκότα τέχνην ὁποιανοῦν παρὰ τὰς κοινὰς αἰσθήσεις θαυμάζεσθαι ὑπὸ τῶν ἀνθρώπων, οὐ μόνον διὰ τὸ χρήσιμον, ἀλλὰ καὶ ὡς σοφὸν καὶ διαφέροντα τῶν ἄλλων τῶν κατ’ αἴσθησίν τι πραττόντων. τὸ δὲ παρὰ τὰς κοινὰς αἰσθήσεις οὐ λέγει καθὼς εἴρηται αὐτῷ ὲν τῇ Περὶ ψυχῆς πραγματείᾳ, ὅτι οὐκ ἔστιν ἑτέρα αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις, ἀλλ’ ὅτι τὸ εὑρεῖν δύνασθαι ἐνεργεῖν ἐστι κρειττόνως ἢ κατ’ αἴσθησιν, οἷον τὸ ζητεῖν αἰτίαν δι’ ἣν οὐκ αὔξεται ἡ θάλαττα τὸ. [*](f. 8r) σούτων ποταμῶν εἰς αὐτὴν ἐμβαλλόντων.
p. 981b17 Πλειόνων δὲ εὑρισκομένων τεχνῶν.
Φησὶν ὅτι πολλαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εὑρίσκονται, καὶ αἱ μὲν πρὸς τὰ ἀναγκαῖα ἡμῖν συμβάλλονται, ὥσπερ ἀρτοποιία καὶ ὑφαντική, ἄλλαι δὲ πρὸς διαγωγὴν καὶ εὐκολίαν, ὡς ἐπὶ τοὐ ἀργυρίου εἰρήκαμεν καὶ τῶν βαλανείων. σοφωτέρους οὗν κρίνομεν τοὺς τοιούτους ἐκείνων, τουτέστι τοὺς τὴν εὐκολίαν εὑρηκότας, διὰ τὸ μὴ πρὸς χρῆσιν εἶναι τὰς ἐπιστήμας αὐτῶν. ὅθεν εὑρεθεισῶν πασῶν τῶν τεχνῶν τῶν συμβαλλομένων πρὸς τὰ ἀναγκαῖα καὶ τὴν εὐκολίαν εὑρέθησαν ὕστερον ἐπιστῆμαι, αἵτινες οὔτε πρὸς ἡδονὴν οὔτε πρὸς τὰ ἀναγκαῖα χρησιμεύουσιν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς γνῶσιν. λέγει δὲ τὰ μαθήματα, γεωμετρίαν, ἀριθμητικήν, μουσικήν, ἀστρο- νομίαν. ἐζήτησαν γὰρ διὰ τί ποτὲ μὲν γίνονται μεγάλαι αἱ ἡμέραι, ποτὲ δὲ μικραί, καὶ διὰ τί ποτὲ μὲν θέρος, ποτὲ δὲ χειμών, καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ μάλιστα τὰ τοιαῦτα κατωρθώθησαν ἐν τοῖς τόποις, ἐν οἷς ἐσχόλαζον τούτοις οἱ ἄνθρωποι. λέγει δὲ τὴν Αἴγυπτον· ἐκεῖσε γὰρ πρῶτον συνέστησαν· αἱ μαθηματικαὶ ἐπιστῆμαι, ἐπειδὴ οἱ ἱερεῖς τὰ ἀναγκαῖα εἶχον ἄλλοθεν αὐτοῖς παρεχόμενα καὶ ἐσχόλαζον μόνοις τοῖς μαθήμασιν· διὸ καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμμασι ταῦτα εἶχον γεγραμμένα. ὅτι δὲ καὶ ἁ μαθηματικαὶ ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο , ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν ἐν Αἰγύπτῳ. ἐν γὰρ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γινομένων ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ ταῦτα ἐνέργεια σχολῆς δεῖται.
[*](1 μὲν] μὴ Β 3 εὑρίσκοντα Β 7 ἐν τῇ Περὶ ψυχῆς] Γ 1 8 κρειττόνων Β 13. 14 καὶ ὐφαντικὴ—ἐπὶ τοῦ om. B 16 εὑρόντας Β 17 ὢψ βαλλόντων Β 21 ἐζήτησε D 28 ἱερέων ACD: ἰδρίων Β 30 οὕτως—δεῖ- τᾶι (33) Alexandri sunt)p. 981b25 εἴρηται μὲν οὖν ἐν Ἠθικοῖς, τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης.
Ἐντεῦθεν βούλεται ἡμῖν εἰπεῖν ἐκ τίνων ἡ γνῶσις τῆς ψυχῆς κατορθοῦται [*](f.8v) καὶ ἀναζωπυρεῖται, καὶ φησὶν ὅτι πέντε ταῦτα τὸν ἀριθμὸν ὑπάρχουσι, τέχνη, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. τῷ τῆς τέχνης οὖν ὀνό- ματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης περὶ τῆς διαφορᾶς αὐτῶν ἀνέ- πεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά. ἐν γὰρ τῷ Z τῶν Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται. ἐν οἷς πέντε εἶναι λέγει οἷς ἀληθεύει ἡ ψυχὴ <τὴν> ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ τὸ αἰσθάνεσθαι ἀληθεύειν θεύειν λέγεται. πέντε οὖν εἰσιν, ὡς εἰρήκαμεν, τέχνη, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. καὶ τέχνην μέν φησιν ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, φρόνησιν δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικήν. καὶ διαφέρει ἡ ποίησις τῆς πράξεως· ἐπὶ μὲν γὰρ τῆς ποιήσεως σώζεται τὸ ἀποτέλεσμα, ἐπὶ δὲ τῆς πράξεως οὐ σώζεται. οἷον τὴν οἰκοδομικήν, τὴν ναυπηγικὴν τέχνην φησίν· σώζεται γὰρ τούτων τὸ ἀποτέλεσμα· τὴν δὲ στρατηγικὴν φρόνησιν πρακτικήν· οὐ σώζεται γὰρ τὸ ἀποτέλεσμα. λέγεται οὖν ὁ στρατηγὸς φρόνιμος εἶναι, διότι πράττει τὰ δέοντα πρὸς τὴν μάχην. ἐπιστήμην δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ γνω- ριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ὅταν καὶ τὸ συμπέρασμα ᾖ ἀναγκαῖον καὶ αἱ προτάσεις, ἢ ὑπόληψιν περὶ τῶν καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν. φρόνησις δὲ ἕξις μετ’ ἀληθοῦς λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπινα ἢ ἀγαθὰ ἢ κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἢ ἀρετὴ τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς. ἡ δὲ σοφία ἐστὶν ἡ ἔχουσα τὰς ἀρχὰς τῶν ἀποδείξεων, ὥς φησιν αὐτός, ᾗ τοὺς ὅρους γινώ- σκομεν, ὅτι ἡ δύναμις αὕτη τῆς ψυχῆς δύναται γινώσκειν τὰ φανότατα εἴδη τὰ τοῖς πολλοῖς ἄγνωστα διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν. ἐκ γοῦν τῆς ἐμπειρίας ἔρχονται εἰς τὴν τέχνην, εἶτα εἰς τὴν φρόνησιν, εἰς τὴν ἐπιστήμην, εἰς τὴν [*](f.9r) σοφίαν καὶ τὸν νοῦν. εἴρηται οὖν, φησίν, ἐν τοῖς ’Hθικοῖς, τίς ἐστι διαφορὰ τέχνης καὶ ἐπιστήμης καὶ τῶν ἅλλων τῶν ὁμογενῶν. οὗ δὲ ἕνεκα τὸν λόγον ποιούμεθα, τοῦτ’ ἔστιν, ὅτι σοφίαν τὴν ὀνο- μαζομένην κοινῶς ἅπαντες ὐπολαμβάνουσι περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχάς· αὕτη γάρ ἐστι κυρίως σοφία, ἥτις ἔχει ἀποδεικνύναι πα- σῶν τῶν ἐπιστημῶν τὰς ἀρχάς. ὥστε πρότερός ἐστιν ὁ ἔμπειρος καὶ σοφώ- [*](4 ἀναζωπυροῦται libri 5 τῷ τῆς—ποιητικήν (11) Alexandri sunt 8 διαίρεσις] διαφορὰΒ οἶς ἀληθεύει Alex.: ὡς libri 9 τὴν ex Alex. addidi τό] τῷ Alex. 11 τέχνην φησὶν μετ’ ἀληθοῦς ποιητικήν Β 12 ἕξιν om. B 13 ὑποτέλεσμα B 15 στρατηγικήν τε C 17 ἐπιστήμην — ψυχῆς (24) Alexandri sunt 17. 18 ἐπιστήμην—ἀποδεικτικήν Alex.: ἐπιστήμη δέ ἐστιν ἕξις ἀποδεικτική libri 18 ἀποδεικτικὴ δὲ B 19 συλλογιστική Β 21 ὅτι ἐκείνου ἐστι om. B 22. 23 φρόνησιν—ἕξιν—πρακτικήν Alex. 22 λόγους C 1 D 23 πρακτικὰ B τὰ ἀνθρώπῳ ἀγαθὰ ἡ καὶ κακά Alex. καὶ περὶ ὧν B 24 ἀρετὴν Alex. 28 εἶτα] εἶναι C)
p. 982a1 Ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχὰς καὶ αἰτίας ἐστίν.
Ὥσπερ ἐν τῷ περὶ τοῦ τόπου λόγῳ ἐποίησε πρότερον γὰρ ἔλαβε τὰ κατὰ τὴν κοινὴν ἔννοιαν τῷ τόπῳ ὑπάρχοντα, καὶ οὕτως ἐφήρμοσε τῷ ὁρισμῷ τοῦ τόπου καὶ ἀποδέδωκε τὸν ὁρισμὸν αὐτοῦ, ὁμοίως δὲ καὶ ἐν τῷ περὶ αὐξήσεως λόγῳ), οὕτως οὖν καὶ ἐνταῦθα πρότερον λέγει τὰ κατὰ <τὴν> κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ σοφῷ καὶ τῇ σοφίᾳ, καὶ ὕστερον ἀποδίδωσιν αὐτῶν ὁρισμὸν ταῖς κοιναῖς ἐννοίαις ἁρμόζοντα. φησὶ γὰρ ὅτι [*](f.9v) σοφώτερον λέγομεν τὸν ἔχοντα πλείονα γνῶσιν τοῦ μὴ ἔχοντος, καὶ πάλιν σοφώτερον λέγομεν τὸν γινώσκοντα τὰ δυσχερέστερα τοῦ εἰδότος τὰ ἔπι· πολαιότερα, καὶ πάλιν σοφώτερον λέγομεν τὸν ἀκριβέστερον περὶ τὴν γνῶσιν καὶ τὸν δυνάμενον διδάσκειν τοῦ μὴ δυναμένου διδάσκειν. καὶ ταῦτα μὲν περὶ τοῦ σοφοῦ. πάλιν δὲ σοφία ἐστὶν ἡ δι’ ἑαυτὴν αἱρετὴ οὖσα καὶ μὴ δι’ ἄλλο τι, ὥσπερ τὰ βρώματα αἱρετά ἐστιν ἕνεκεν γαστρὸς οὐ· λομένης. ἡ οὖν σοφία δι’ ἑαυτὴν αἱρετή ἐστιν· γνῶσις γάρ ἐστι θειο- τάτη, τοῦτο δὲ δι’ αὑτὸ αἱρετόν ἐστι καὶ οὐ δι’ ἄλλο. πάλιν δὲ σοφία ἐστὶν ἡ ἄρχουσα πασῶν τῶν ἐπιστημῶν καὶ ἔχουσα τὰς ἀρχὰς πασῶν καὶ ἀποδεικνύουσα. φανερὸν οὖν ὅτι σοφώτερός ἐστιν ὁ ἔχων τὴν κυρίως ἐπι- στήμην, τουτέστι τὴν πρώτην φιλοσοφίαν, ἐν ἑαυτῷ· μᾶλλον γὰρ γινώσκει. ὁ γὰρ ἔχων τὴν καθόλου ἐπιστήμην οὗτος οἶδε καὶ τὰ ἄλλα πάντα. καὶ πάλιν οὗτος καὶ τὰ δυσχερέστερα γινώσκει, φημὶ δὴ τὰ φανότατα εἴδη. ἅτε γὰρ ἔχων τὴν κυρίως ἐπιστήμην τὴν ἀναπόδεικτον καὶ κατὰ νοῦν ἐνεργῶν [*](1 ὁπωσοῦν Β 2 τῶν] fort. ἀπὸ τῶν 5—13 τὴν οὖν—γνώσεως] fere eadem Alexander 6 εἰδότων Alex.: εἰδῶν libri 11 prius τοῦ om. Β 15 περὶ τοῦ τόπου] Phys. Δ 1–3 p. 208a27sqq. ἐν τῷ περὶ τοῦ τόπων λόγου Β 16 ἐφόρ- μησε Β 18 περὶ αὐξήσεως] de gen. et corr. Α 5 p. 320a8sqq. 19 τὴν addidi 22 λέγομεν om. C 25 et 27 δι’ αὐτὴν Β 26. 27 γαστρὸς οὐλομένης] cf. Odyss. Ο 344 28 δι’ αὐτὸ C 30 δεικνύουσα B σοφώτερον—τὸ ἔχον B 31 ἑαυτῇ C 33 ἤδη Β)
p. 982a1 Ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχάς.
Ὁ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὡμολόγηται ὅτι ἡ σοφία ἐπιστήμη ἐστὶ [*](f.10r) περί τινας ἀρχὰς καὶ αἰτίας, τουτέστιν ὅτι ἀρχῶν τε καὶ αἰτιῶν ἐστιν ἐπι- στήμων.
p. 982a4 4 Ἐπειδὴ οὖν ταύτην τὴν ἐπιστήμην ζητοῦμεν, δεῖ ἡμᾶς γνῶναι περὶ ποίας ἀρχὰς αἰτίας ἐστὶν ἡ σοφία ἐπιστήμη.
’Ev πᾶσιν οὖν ἔθος τῷ Ἀριστοτέλει ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώπων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι, βε- βαιοῦντι καὶ διὰ τούτου τὸ εἶναι τὴν γνῶσιν καὶ τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώποις, καὶ διὰ τοῦ τὰς τῆς γνώσεως ἀρχὰς φύσει ἡμῖν δεδόσθαι· αὗται γάρ εἰσιν αἱ κοιναὶ ἔννοιαι. οὕτως καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκε περὶ τοῦ τόπου ζητῶν, ὁμοίως δὲ καὶ περὶ χρόνου, σχεδὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων προβλημάτων τῇ ὁδῷ ταύτῃ κέχρηται. τοῦτο οὖν καὶ νῦν ποιεῖ· ζητῶν γὰρ περὶ ποίας ἀρχάς ἐστιν ἡ σοφία, καὶ τί ἔργον τοῦ σοφοῦ καὶ τίς ὁ ὅλως σοφός, τὰς κοινὰς καὶ φυσικὰς ἐννοίας ἃς ἔχομεν περὶ τῶν σοφῶν ἐκτίθεται, ἵνα ταύταις τὰ ἀκό- λουθα συμφώνως ζητοῦντες λαμβάνωμέν τε καὶ τιθῶμεν· διό φησιν εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἔχομεν περὶ τοῦ σοφοῦ, τάχ’ ἄν ἐκ τούτου φανερὸν γένοιτο μᾶλλον. ἔστι δὲ ἡ κοινὴ πρόληψις σοφῷ καὶ τῇ σοφίᾳ ὑπάρχουσα· αὕτη τίθησιν, ὥς φησι, τό τε πάντα ἐπίστα- σθαι κοινῶς καὶ καθόλου καὶ περὶ πάντων δύνασθαι διαλαμβάνειν περιληπτικῶς, καὶ μὴ ὡς ὁ καθ’ ἑκάστην ἐπιστήμην ἐπιστήμων· τοὺς γὰρ οὕτως [*](1 ἄφατα B 2 ἀκριβέστερον codd. ἀρχικώτερον codd. 3 διδασκομένων Belger : διδασκόντων codd. 6 ἡ πρωτίστη C 8 φησιν] Eth. Nicom. Α 1 p. 1094a3 17 ἐν πᾶσιν—τιθῶμεν (27) Alexandri sunt ἐν πᾶσιν ἔθος ἀεὶ Alex. 19 τὸ om. C τὴν ἐπιστήμην Β 20 ταύτας τὰς ἀρχάς Alex. 22. 23 περὶ τοῦ χρόνου CD 23 περὶ τῶν ἄλλων Alex. 25 τί ὁ C ὁ om. Β ὅλως ὁ σοφός Alex. 29 ἐστι δἐ—λἐγουσι (p. 16,1) Alexandri sunt 29.30 ἔστι δὲ ἃ ἡ κτλ.—τῇ σοφίᾳ ὑπάρχειν τί- ωσιν Alex.)
p. 982a14 Καὶ τῶν ἐπιστημῶν δέ.
Εἰρηκὼς τὰ κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ σοφίᾳ φησὶν οὕτως· καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι, τὴν αὐτῆς τῆς νώ- σεως τῶν κατὰ τὴν ἐπιστήμην ἕνεκεν μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην, ὦά μὴ διά πῖα ἀποβαίνοντα· καὶ σοφοὺς οὗν δῆλον ὅτι τοὺς τὴν τοιαύτην ἐπιστήμην ἔχοντας. καὶ τὴν ἀρχικωτέραν τῆς ὑπηρετούσης μᾶλλον σοφίαν· οὐ γὰρ δεῖ ἐπιτάττεσθαι τὸν σοφόν, ἐπιτάττειν, ὡς ἔχοντα τὰς ἀρχάς, καὶ οὐ τοῦτον ἑτέρῳ πείθεσθαι, ἀλλὰ τούτῳ τὸν ἧττον σοφόν. ὥστε εἰ τοιαύτας ἔχομεν ὑπονοίας καὶ τοσαύτας περὶ τῆς σοφίας καὶ τῶν σοφῶν, πειρατέον ταῦτα πάντα ἁρμόσαι τῷ σοφῷ. τούτων οὖν τὸ μὲν πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν κα- θόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν· καθόλου τε γὰρ μάλιστα καὶ κοινῶς περὶ πάτων ἐπίσταται ὁ τὰς πρώτας ἀρχὰς εἰδώς, ὤς φησιν γνῶσις τῶν ὅντων. ᾖ ὄπα εἰσίν’. οὐ γὰρ. ὁ τὰς τινὸς ἀρχὰς εἰδὼς καθολικήν τινα γνῶσιν πάντων ἔχει. διό φησιν οὗτος γὰρ οἶδε πάντα τὰ ὑποκείμενα.
p. 982a23 Σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν τοῖς ἀν- θρώποις.
Τουτέστι τὰ φανότατα εἴδη, ἅ ἐστι τὰ καθόλου, ἐπειδὴ κατ’ αἴσθησιν ζῶσι, πόρρω δὲ ταῦτα τῶν αἰσθήσεων. τὸ δὲ τοῖς ἀνθρώποις προστέθεικε πρὸς ἀωτιδιαστολὴν τῆς φύσεως• τῇ φύσει γὰρ ἐκεῖνα τῶν αἰσθητῶν γνωριμώτερα. πάλιν δὲ αἱ πρῶται τῶν ἐπιστημῶν ἀκριβέστεραί εἰσι τῶν ὑπ’ αὐτάς, τῶν ὑπ’ ἀλλήλων, ὥς φησιν ἐν τῇ Ἀποδεικτικῇ, ἐπειδὴ τὰς [*](1 σοφοὺς εἶναι] σφοὺς ἔτι Alex. τεχνίτας καὶ ἐπιστήμονας ἐκείνου περὶ οὗ ὤ οὕτως ὑπολαμβάνουσιν Alex. 2 δχεδὸν] volebat ὡς ἐνδέχεται; cf. Alex. γύμνωσιν C 3 ἀλλἀ—διδασκόντων (10) Alexandri sunt ἠῶ τὰ περιττὰ Alex. 6. 7 ἔτι τε τὼ ἀκριβῆ καὶ περιττὸν Alex. 8 ἰὸν om. Β 8. 9 τῆς διδασκαλίας C 13 σοφίαν—ἔχοντας (16) Alexandri sunt 14 τῆς κατὰ Alex. 15 σοφὸν Β 20 τῆς om. Β 22 ὑπάρχει libri 23 ἐπίστασθαι ABD 29 τὸ—γνωριμώτερα (31) Alexandri sunt 29. 30 προσέθηκεν Alex. 32 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 27)
p. 982b4 Ἀρχικωτάτη οὖν τῶν ἐπιστημῶν καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα, τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον· τοῦτο δ’ ἐστὶ τὸ ἀγαθὸν ἑκάστου.
Ἀρχικωτέρα γὰρ ἐν πᾶσιν ἡ γνωρίζουσα, τίνος χάριν ἕκαστον δεῖ ποιεῖν τῶν γινομένων, τῆς ποιούσης αὐτὰ καὶ ὑπηρετούσης, ὡς δῆλον ἐπὶ τῆς ἀρχιτεκτονικῆς. ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ αὕτη ἐπίσταται ἡ σοφία· αἱ μὲν γὰρ ἄλλαι ἐπὶ τῶν κατὰ μέρος, αὕτη δὲ ἐπὶ πάντων. εἰπὼν οὖν γνωρίζουσα, τίνος ἕνεκεν πρακτέον, ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστι τὸ ἀγαθόν. τοιοῦτον δὲ τὸ τελικὸν αἴτιον, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς ἀρχόμενος ‘‘πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.’’ τοιοῦτον δὲ καὶ τὸ τῶν ὄντων ἁπάντων αἴτιον · ἅπαντα γὰρ ἐκείνου χάριν ἔστι τε καὶ γίνεται τὰ φύσει γινόμενα, καὶ πρὸς ἐκεῖνο νένευκε κατὰ τὴν σύμφυτον ὄρεξιν αὐτοῖς, ὡς ἐπὶ τοῦ τοιούτου ἀγαθοῦ μένῃ. ὥστε ἡ τοῦ τοιούτου [*](2 ἀριθμητικῆς C 3 γὰρ om. Β 4 τῆς ἀριθμητικῆς Β 5 post ἐπιστημῶν add. γὰρ ACD 6 ἐπεὶ—εἰρήκαμεν om. Β 7. 8 προιών φησιν] Μetaph. Λ 10 p. 1076a4 9 πασῶν om. C 10 ἀλλὰ καὶ—εἰρήκαμεν (12) Alexaiulri sunt 11 διδασκάλων Β: γινωσκο- μένων Alex. 12 γνώσει om. Β 13 τὸ δι’ ἑαυτὸ ἀγαθόν] fort. δι’ ἑαυτὸ ὡς ἀγαθόν 17 ἐν Φυσικῇ] Φυσικῇ] Phys. Α 1 p. 184a12 22 ἀρχικωτέρα γὰρ—ἀοͅχιτεκτονικῆς (24) Ale- xandri sunt 22 ἐν πάσαις Β 25 ὑπὸ τῶν Β 26 εἰπὼν οὖν—θεωρητικήν (p. 18,15) pleraque Alexandri sunt πρακτέον ἐδήλωσεν] πρακτέον ἕκαστόν ἐστι, τὸ τοιοῦτον αἴτιον οὗ ἕνεκεν αἰτίου ἕκαστον πρακτέον ἐδήλωσεν Alex. 27 τοιοῦτο γὰρ Alex. 28 τῶν Νικομαχείων Ἠθικῶν ἀρχόμενος Alex. 31 τὰ δὲ φύσει Alex. 32 ὡς ἐπὶ τοῦ—μένη desunt apud Alex. μένῃ Beiger: μὲν ἥ Α: μὴ ᾖ BDD τοῦ om. BCD)
p. 982b11 Ὅτι δὲ οὐ ποιητική, δῆλον καὶ ἑκτῶν πρώτων φιλο- σοφησάντων.
΄Οτι, φησίν, ἡ σοφία οὐκ ἔστι ποιητικὴ τῶν ὄντων, ἀλλὰ γνωστική, φανερόν ἐστι καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων· διὰ γὰρ τὸ θαυμάζειν οἱ ἄν- θρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαωτο φιλοσοφεῖν. ἐξ ὰρχῆς μὲν τὰ πρόχειρα τῶν ἀπόρων θαυμάσαντες, οἶον διὰ τί μὴ αὔξεται ἡ θά- λασσα τοσούτων ποταμῶν εἰσερχομένων εἰς αὐτήν, εἶτα κατὰ μικρὸν προερχόμενοι καὶ περὶ τῶν μειζόνων διαπορήσαντες, οἶον περὶ τῆς σελήνης, δι’ ἣν αἰτίαν ἐκλιμπάνει καὶ αὔξει, ὁμοίως δὲ καὶ ὁ ἥλιος διὰ τί ἔστιν ὅτε ἐκλιμπάνει, καὶ διὰ τί ποτὲ μὲν θέρος ποτὲ δὲ χειμών, ποτὲ δὲ ὄμβρος, ποτὲ δὲ οὔ, ποτὲ ἀνατέλλουσι τάδε τὰ ἄστρα καὶ ποτὲ δύνουσιν, ἄλλα δὲ οὕ δέποιε δύνουσι, καὶ περὶ τὴν τοῦ παντὸς γένεσιν, πῶς ἐγένετο ὁ κόσμος ἐκ τίνος, καὶ εἰ ἔσχεν ἀρχὴν χρονικήν, καὶ περὶ ψυχῆς. ὁ δὲ ἀπορῶν καὶ θαῦμά· ζὼν ὡς ἀγνοῶν θαυμάζει. διὸ καὶ ὁ Πλατῶν περὶ τοῦ Ἀλκιβιάδου φησὶν ‘‘οἶμαί σε θαυμάζειν.’’ διὸ καὶ τὴν Ἶριν ὁ ποιητὴς Θαύμαντος θυγατέρα εἶπε. [*](f.12r) φιλόμυθος δὲ ὁ φιλόσοφός πώς ἐστιν, ἢ ὅτι κέχρηται μύθοις διὰ τὸ μὴ πρόδηλον τοῖς τυχοῦσι ποιῆσαι τὴν ἑαυτοῦ σοφίαν, ὥσπερ ἐποίουν [*](6 πάσαις ταῖς τέχναις Β ἀρχικωτέρα τε καὶ om. Alex. vulg.; habet Alex. cod. L 10 post ἐφίεται addit Alex, καὶ τἀγαθοῦ, τἀγαθὸν δὲ τὸ πρῶτον αἴτιον εἶτα] ἐφ’ οἷς δειχθεῖσι Alex. 11 ὅτι—σοφία] locus depravatus: δεικνὺς ὅτι ἐξ ἀπάντων τῶν τοῖς σοφοῖς ἑπομένων δέδεικται σοφία οὔσα ἡ τῶν Alex. 13 καὶ οὗ ἕνεκα Alex. 19 φιλοσοφία Β 23 κατὰ] καὶ B 24 καὶ ἀπορήσαντες Β 25 καὶ (post δὲ) om. CD 2() μὲν om. Β 27 δύομαι ποτὲ δὲ ἄλλα οὔποτε δύουσι Β 28 ante πῶς add. καὶ Β 28. 29 ἐκ τίνος scripsi: ἔκ τινος libri 30 διὸ om. τὸν Ἀλκιβιάδην Β φησὶν] Plato Alcib. I p. 103 A 31 ὁ ποιητὴς] Hesiodus Theog. 265 sq.; cf. Plato Theaet. p. 155 D Θαύμαντος B corr. Α ex θαύματος: θαύματος CD)
p. 982b22 Μαρτυρεῖ δ’ αὐτὸ τὸ συμβεβηκός· σχεδὸν γὰρ πάντων ὑπαρχόντων τῶν ἀναγκαίων·
Ὅτι ἡ σοφία οὐκ ἔστι πρακτική ἀλλὰ θεωρητική, δῆλον ἐντεῦθεν· μετὰ γὰρ τὸ εὐπορῆσαι τοὺς ἀνθρώπους τῶν ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώνην, ἤρξαντο τρέπεσθαι ἐπὶ τὴν τῶν ὄντων ζήτησιν, διὰ τί ὁ ἥλιος ἐκλιμπάνει, διὰ τί χειμών, διὰ τί θέρος· ὥστε ἡ σοφία οὐ τῆς πράξεως ἐστιν , ἀλλὰ τῆς θεωρίας. ὅμως μέντοι γε ὁ Πλάτων παρακελεύεται τοὺς φύλακας ἀνάγειν μέχρι τῆς πρώτης θεωρίας· εἶτά φησιν ὅτι καὶ πάλιν μετὰ τὸ ἀναγαγεῖν αὐτοὺς καταγάγωμεν ἐπὶ τὴν ὕλην καὶ τὴν φροντίδα τῶν ὑλικῶν πραγμάτων. καί φησιν ‘ἐποφείλουσι γὰρ τῇ θρεψαμένῃ τε καὶ παιδευσάσῃ αὐτοὺς καὶ τοιούτους ἀποτελεσάσῃ.’ ὥστε οὐ δεῖ λέγειν ‘ διὰ τί γεωμετροῦμεν ἢ ἀστρονομοῦμεν; οὔτε γάρ ἐστι κέρδος ἐντεῦθεν.’ αὗται γὰρ αἱ ἐπιστῆμαι ζητοῦνται οὐ διὰ κέρδος, ἀλλὰ διὰ τὸ ἀγαθὸν τῆς ψυχῆς. κλῖμαξ γάρ ἐστιν, καὶ δι’ αὐτῶν, φησίν, ἀνερχόμεθα ἐπὶ τὴν πρωτίστην πασῶν ἐπιστημῶν, τὴν ὄντως σοφίαν, ἥτις οὐ δι’ ἄλλο ἀλλὰ δι’ αὑτήν ἐστιν αἱρετή. φησὶν οὖν, ὅτι μαρτυρεῖ αὐτὸ τὸ συμβάν, ὅτι ἡ σοφία οὐ [*](f.13r) τῆς πράξεώς ἐστιν· σχεδὸν γὰρ πάντων ὐπαρχόντων τῶν ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώνην καὶ διαγωγὴν ἤρξατο ἡ τοιαύτη φρόνη- σις, τουτέστιν ἡ θεωρητική, ζητοῦσα τὰς αἰτίας τῶν πραγμάτων. δῆλον οὖν ὅτι οὐ ζητοῦμεν δι’ ἄλλην χρείαν τὴν τοιαύτην ἐπιστήμην, ἀλλὰ δι’ ἑαυτήν. ἐξομοιοῖ γὰρ θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐπειδὴ καὶ παρὰ θεῷ ἡ τοιαύτη ἐστὶν ἐπιστήμη ἡ πάσας ὑπερβεβηκυῖα.
p. 9821)25 Ὥσπερ γὰρ ὁ ἐλεύθερος αὑτοῦ ἕνεκά ἐστι καὶ οὐ δι’ ἄλλον.
Τὸ γὰρ ἐλεύθερον ἀδέσποτον καὶ δι’ αὑτό· διό φησι τὸν θεὸν μόνον εἶναι ἐλεύθερον, ἐπειδὴ αὐτὸς μὲν οὐδενὸς προσδεῖται, αὐτοῦ δὲ τὰ ἄλλα προσδέονται. διὸ παγκάλως φησὶν ἐκεῖνος ‘‘ἔκ σεο πάντα πέ- φηνε, σὺ δ’ οὐδενὸς εἵνεκα μοῦνος’’. οὕτω καὶ ἡ πρώτη φιλοσοφία μόνη ἐλευθέρα ἐστὶ τῶν ἐπιστημῶν, ἐπειδὴ αἱ μὲν ἄλλαι ἐπιστῆμαι δέοντι αὐτῆς αὕτη γὰρ ἀποδείκνυσι τὰς ἀρχὰς αὐτῶν) αὕτη δὲ οὐ προσδεῖται τῶν ἄλλων ἐπιστημῶν. διό φησι μόνη γὰρ αὕτη αὑτῆς ἕνεκέν ἐστι καὶ οὐ δι’ ἄλλην. αὕτη γὰρ καθ’ ἑαυτὴν αἱρετή ἐστι γινώσκουσα θεὸν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. διὸ καὶ δικαίως νομίζεται ὅτι οὐκ ἔστιν ἡ κτῆσις αὐτῆς ἀνθρώπινον ἀλλὰ θεῖον· τῷ ὄντι γὰρ παρὰ θεῷ καὶ μόνῳ [*](7. 8 ὅμως—θεωρίας om. Β 8 εἶτά φησιν] verba ipsa non sunt Platonis; respicere videtur Reip. Z p. 540 Β 10 ἐποφείλουσι γὰρ κτλ.] cf. Reip. Z p. 520 B sq., sed verba illic alia sunt 13 διὰ (post ἀλλὰ) om. CD 15 δι’ αὐτήν libii 21 περὶ θεῷ CD: περὶ θεῶν Β 25 δι’ ἑαυτὸν Β post αὑτό aiUl. αἱρετόν ABD 26 εἶναι μόνον B 27 ἐκεῖνος] uescio quis Orphicus 31 αὐτῆς libri 32 αὐτὴ γὰρ Β 34 περὶ CD)
p. 982b32 Eἰ δὲ λέγουσιν οἱ ποιηταί.
Φξσὴν ὅτι οἱ ποιηταί φασιν, ὅτι φθονερόν ἐστι τὸ θεῖον καὶ Ἡρό- [*](f. 13v) δοτὸς ‘φθονερὸν ἐὸν τὸ θεῖον ’, εἰ τοίνυν φθονερὸν τὸ θεῖον, δυστυχεῖς ὑπάρχουσιν οἱ περιττοί, τουτέστιν οἱ σοφοί, πλέον τι ἔχοντες τῶν ἄλλων, ὥς φησιν ἐκεῖνος “πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει’’. οὐ δυνατὸν οὖν εἶναι τὸν θεὸν φθονερόν, ἀλλὰ κατὰ τὴν παροιμίαν πολλὰ ψεύδονται ἀοιδοί, τουτέστιν οἱ ποιηταί. ὁ γὰρ φθόνος γίνεται διὰ τὸ ὁρᾶν τοὺς πέλας κρείττονας ὄντας ἡμῶν· πῶς οὖν εἶναι δυνατὸν τὸν θεὸν φθονερόν, ὄντα πηγὴν ἀγαθότητος, καὶ ἐξ οὗ πάντα τοῖς ἄλλοις χορηγοῦνται, ὥς φησι καὶ ὁ Πλατῶν, ὅτι διὰ τὴν αὐτοῦ ἀγαθότητα ὁ θεὸς τὰ πάντα παρήγαγεν· “ἀγαθὸς γὰρ ἦν, ἀγαθῷ δὲ περὶ οὐδενὸς οὐδεὶς ἐγγίνεται φθόνος.’’ πῶς οὖν δυνατὸν τὴν πηγὴν τῆς ἀγαθότητος φθονεῖν; οὐ δεῖ οὖν τῆς πρωτίστης ἐπιστήμης νομίζειν εἶναι τιμιωτέραν· θειοτάτη γάρ ἐστι καὶ τιμιωτάτη κατὰ δύο τρόπους, καὶ ὅτι ὁ θεὸς αὐτὴν ἐπίσταται, καὶ ὅτι δι’ αὐτῆς ἔστι, φησί, γνῶναι τὸν θεόν. διό φησι ῾ θεία ἐστὶ τῶν ἐπιστημῶν, ἣν ὁ θεὸς οἶδεν᾿· ταύτην δὲ οἶδεν ὡς ἔχουσαν παρ’ ἑαυτῇ τὰς ἀρχὰς τῶν ὄντων. οἶδεν οὖν ὁ θεὸς οὐ μόνον τὰ καθόλου, ἀλλὰ καὶ τὰ καθ’ ἕκαστα. καὶ ἄλλη ἐπιστήμη εἰ ἔστι θεία, τοιαύτη ἐστίν. ὥστε καὶ ἀμφοτέρων τετύχηκεν αὕτη ἡ ἐπιστήμη ἡ πρωτίστη καὶ ἀναπόδεικτος, ᾗ τοὺς ὅρους γινώσκομεν· δοκεῖ γὰρ ὁ θεὸς τῶν αἰτίων πᾶσιν εἶναι καὶ ἀρχή, καὶ τὴν τοιαύτην ἢ μόνος ἔχει ὁ θεὸς ἢ μάλιστα ὁ θεός, ἐπειδὴ πρὸς τοῖς καθόλου καὶ τὰ καθ’ ἕκαστα ἐπίσταται. αἱ μὲν οὖν ἄλλαι πάσαι ταύτης τῆς πρωτίστης ἀναγκαιότεραι ὑπάρχουσι συμβαλλόμεναι πρὸς τὸ εἶναι, οἷον τεκτονική, ναυπηγική διὰ τούτων γὰρ τὰ τῇδε συνίστανται) ἀρτοποιία, ὑφαντική, ἀμείνων δὲ αὕτη ὡς ποιοῦσα ἡμᾶς πλησίον θεοῦ καὶ ἐξομοιοῦσα αὐτῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ.
[*](6 ὁ Σιμωνίδης] Bergk poet. lyr. Gr. p. 1115 3, cf. PI. Protag. p. Ε 9 ἐπὶ om. D 12. 13 Ἡρόδοτος] Α 32 13 εἰ—θεῖον om. Β 15 ἐκεῖνος] Sophocl. Aiac. 157 17 ὁ yap φθόνος—τῶν ὄντων (27) ex Alexandri sunt altera recensioue, quae codice L traditur 19 καὶ (ante ἐξ) deest apud Alex. 20 Plato in Timaeo 29 Ε 22 τῆς δωρεᾶς φθονεῖν Alex. cod. L 25 φησι ὅτι θεία Alex. cod. L 26 ὡς ἔχουσαν Alex. cod. L: ante ὡς add. οὐχ libri 27 άδε γὰρ B 29 ἡ (ante ἐπιστήμη) om. B 30 ὁ om. ACD)p. 983a11 Δεῖ μέντοι πως καταστῆναι τάξιν αὐτῆς εἰς τοὐ ναντιον.
Πάνυ φιλοσόφως· φησὶ γὰρ ὅτι ἀρχόμενοι τῆς τοιαύτης ἐπιστήμης [*](f. 14r) ἡ διάμετρος ἀσύμμετρός ἐστι τῇ πλευρᾷ πᾶν γὰρ μέγεθος ἔχει λόγον πρὸς ἄλλο μέγεθος)· εἶτα μετὰ τὸ μαθεῖν ἀμεταθέτως ἔχομεν εἰς τοὐναντίον περιαγόμενοι, ὅτι οὐ δυνατὸν ἄλλως ἔχειν, οἷον, εἰ τύχοι, μὴ ἐκλιμπάνειν τὸν ἥλιον, ἢ μὴ εἶναι τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ. ἐὰν γὰρ καταγράψω τετράγωνον καὶ διαγάγω διάμετρον πέντε ποδῶν, καὶ ἀπὸ τῆς διαμέτρου ἀναγράψω τετράγωνον, + ὥστε εἶναι τὸ ἐμβαδὸν νݲ, ἐπὶ πλείονα γενήσονται τῶν ν. τοῦτο οὖν φησιν, ὅτι δεῖ μέντοι πως καταστῆναι τὴν τάξιν αὐτῆς εἰς τοὐναντίον, ὥσπερ ἐπὶ τῶν μηχανικῶν· θαυμάζομεν γὰρ πρῴην, ὕστερον δὲ γνόντες λέγομεν, ὅτι ἀδύνατον ἄλλως ἔχειν. ἄρχονται μὲν γὰρ οἱ ἄνθρωποι ἀπὸ τοῦ θαυμάζειν διὰ τὸ μὴ γινώσκειν τὰς αἰτίας ἢ τὰς τοῦ ἡλίου τροπὰς ἢ τὴν τῆς διαμέτρου ἀσυμμετρίαν· τῷ ὄντι γὰρ θαυμαστὸν εἶναι δοκεῖ πᾶσιν, εἴ τι τῶν οὐκ ἐλαχίστων μὴ μετρεῖται. δεῖ δὲ εἰς τὸ ἐνάντιον καὶ εἰς τὸ ἄμεινον κατὰ τὴν παροιμίαν ἀποτελευτῆσαι. παροιμία γάρ ἐστιν ἡ λέγουσα ‘δευτέρων ἀμεινόνων’ . δεύτερον ἄμεινον ἐπὶ τῶν ἐξ ἀρχῆς μὲν ὁρμώντων καὶ μὴ κα- τορθούντων, ὕστερον δὲ κατορθούντων. οὕτως οὖν καὶ ἐνταῦθα· ὅταν μάθωσι καίτοι πρῴην θαυμάζοντες, εἰς τὸ ἐναντίον περιίστανται. οὐδὲν γὰρ οὕτως θαυμάζει ἀνὴρ γεωμετρικός, ὡς εἰ γένοιτο ἡ διάμετρος σύμμετρος· τοῦτο γὰρ ἀδύνατον· πρὶν ἢ δὲ μάθῃ, τὸ ἐναντίον ὑπελάμβανε. τίς οὖν ἐστιν ἡ φύσις τῆς ζητουμένης ἐπιστήμης, εἴρηται, ὅτι θεωρητικὴ ἀλλ’ οὐ πρακτική, καὶ ὅτι τῶν πρώτων αἰτίων τε καὶ ἀρχῶν γνωστική. καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον, ὅτι ἐκ τοῦ θαυμάζειν διὰ τὴν ἄγνοιαν + εἰς τἀληθῆ δεῖ μεταστῆναι διὰ [*](f. 14v) τοῦ θαυμάζειν εἰς τὰ ἐναντία· τοῦτο δὲ γίνεται διὰ τῆς ἐπιστήμης.
p. 983a24 ἐπεὶ δὲ φανερόν, ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων.
Διὰ τῆς τοιαύτης ἐπιστήμης, φημὶ δὴ τῆς πρωτίστης, ἠδυνήθημεν ἀνιχνεῦσαι τὰ αἴτια πάντων τῶν πραγμάτων. νῦν οὖν δεῖ ἡμᾶς μαθεῖν, ποίου αἰτίου ἐστὶ κυρίως ἡ τοιαύτη ἐπιστήμη. καί φησιν ὅτι τέσσαρα ὑπάρχουσι τὰ αἴτια, ὑλικόν, εἰδικόν, ποιητικόν, τελικόν. πολυπραγμονήσαωτες οὖν, εἰ δυνατὸν καὶ τὰς ἰδέας παραλαβεῖν εἰς μίαν τῶν αἰτιῶν τούτων καὶ προιὼν ἐρεῖ περὶ αὐτῶν) * * * φησὶν ὅτι οὐδενὸς τῶν αἰτιῶν [*](10. 11 ὥστε—τῶν v] locus depiavatus 13 ἐλέγομεν B 16 τῶν οὐκ ἐλαχίστων] sic etiam Metaph. p. 983a17 tres libri Bekk. 19 δεύτερον B: δεῦρο ACD 20 μάθωμεν B 23 τίς οὖν—μεταστῆναι μεταστῆναι (27) Alexauilri suut 27 δι’ ἄγνοιαν Alex. 27. 28 ἄγνοιαν τἀληθῆ δεῖ μεταστῆναι εἰς τὸ θαυμάζειν δι’ ἐπιστήμην τὰ ἐναντία τῶν ἀληθῶν Alex.; quae in Asclepii codd. leguutui-, prorsus depravata sunt 35 laciuiuin indicavi)
p. 984a27 Οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς ἁψάμενοι τῆς μεθόδου ταύτης.
Ἐξ ἀρχῆς λέγει πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικῇ αἰτίᾳ τε καὶ ἀρχῇ χρησαμένων· δόξει δὲ τὸ πάμπαν ἐξ ἀρχῆς προστεθεικέναι ὑπὲρ τοῦ δη- λῶσαι τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην, ἐπεὶ οἱ περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα ἐμνημόνευσαν τῶν ποιητικῶν ἀρχῶν, ὁ μὲν λέγων νεῖκος καὶ φιλίαν * * * καὶ προιὼν ἐρεῖ περὶ αὐτῶν. οὕτως οὖν ὁ Θαλῆς ἀρχηγὸς τῆς τοιαύτης φιλοσοφίας· τῶν γὰρ μνημονευομένων φυσικῶν ἀρχαιότατος. καλῶς δὲ εἶπε τὸ ‘‘λέγεται’’· οὔτε γὰρ φέρεται αὐτοῦ βιβλίον τοῦτο ἔχον. οἱ οὖν περὶ Θαλῆν καὶ Ἀναξιμένην οὐδὲ ἐδυσχέραναν πρὸς ἑαυτούς, ὃ ἔθος ἐστὶ τοῖς ἄτοπα ὑποτιθεμένοις· οἷον οὐκ ἐπέστησαν τῇ τῶν λεγο- μένων ὑπ’ αὐτῶν ἀτοπίᾳ, οὐδ’ ἐμέμψαντο τοῖς λεγομένοις, ὡς οὐχ ἱκανῶς λελεγμένοις, οὐδ’ ἐζήτησάν τινα καὶ ἄλλην ἀρχὴν πρὸς τῆ ὑλικῇ ὡς οὐχ ἱκανῶς ἐχούσῃ τε καὶ λεγομένῃ ὑπ’ αὐτῶν.
p. 984a29 Ἀλλ’ ἔνιοι τῶν ἓν λεγόντων ὥσπερ ἡττηθέντες ὑπ’ αὐτῆς ζητήσεως, τὸ ἓν ἀκίνητον εἶναί φασιν.
Λέγει μὲν περὶ Ξενοφάνους καὶ Μελίσσου καὶ Παρμενίδου· οὗτοι γὰρ ἓν τὸ πᾶν ἀπεφήναντο. ἡττηθῆναι δὲ αὐτούς φησιν ὑπὸ ταύτης τῆς ζη- τήσεως, ὅτι ὑποθέμενοι ἓν τὸ πᾶν εἶναι, ἀκολουθοῦντες τῇ ὑποθέσει καὶ [*](7 ἑνὸς ἢ ex Aristotele addidi 8 τί ex Aristotele addidi 11 καὶ τὸ Β 16 λέγει—ἀρχῶν (19) Alexandri sunt 17 τὸ πάμπαν Alex.: τὸ πᾶν libri προσ- τεθεικέναι Alex.: προτεθεικέναι libri 18 Alexander habet haec: ἐπεὶ ὧν γε ἐμνημό- νευσεν, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς δοκοῦσί τι εἰρηκέναι καὶ περὶ τῆς ποιητικῆς ἀρχῆς, ὡς καὶ αὐτός τε προϊών μνημονεύσει 20 lacunam indicavi: addendum ὁ δὲ νοῦν, ὡς 22 λέγεται] V. Arist. p. 984a2 24 οἴον—αὐτῶν (27) Alexandri sunt 2() λε- γομένοις Alex. 27 ἐχούσης καὶ λεγομένης Alex. oO λέγει μὲν—πάσας πάσας (p. 27,9) Alexandri sunt 82 εἶναι, ἀκολουθοῦντες τῇ ὑποθέσει desunt apud Alex.)
p. 984b1 Tῶν μὲν οὖν οὕτως φασκόντων ἓν εἶναι τὸ αἴτιον οὐδενὶ συνέβη συνιδεῖν τὴν τοιαύτην αἰτίαν πλὴν τῷ Παρμενίδῃ.
Δύο γὰρ ὑπετίθετο αἴτια πῦρ καὶ γῆν· καὶ διὰ μὲν τοῦ πυρὸς λέγει τὸ ποιητικὸν αἴτιον, διὰ δὲ τῆς γῆς τὸ ὑλικόν. εἰδέναι μέντοι γε χρή, ὅτι διὰ τοῦ ἑνὸς φησὶν] αἰτίου τὴν τῶν πάντων μίαν ἀρχὴν ἔλεγεν· διὸ καὶ ἀκίνητον αὐτὴν ὑπετίθετο. φυσιολογῶν δὲ ἔλεγε τὸ πῦρ, καὶ διὰ τοῦ πυρὸς ἐδήλου τὸν ἀέρα συγγενῆ ὄντα, διὰ δὲ τῆς γῆς τὸ ὕδωρ. τοῖς δὲ πλείω ποιοῦσι τὰ στοιχεῖα μᾶλλον ἐνδέχεται λέγειν τὸ ποιητικὸν αἴτιον, οἷον τὸ θερμὸν καὶ ψυχρὸν πῦρ καὶ γῆν· χρῶνται γὰρ ὡς κινητικὴν ἔχοντι τῷ πυρὶ τὴν φύσιν, ὕδατι δὲ καὶ γῇ καὶ τοῖς τοιούτοις τοὐναντίον ὑλικῇ. μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς, ὡς οὐχ ἱκανῶν οὐσῶν τῶν τοιούτων ἀρχῶν μ.όνων γεννῆσαι τὴν τῶν ὄντων φύσιν πάλιν ὑπ’ αὐτῆς τῆς ἀληθείας, ὥσπερ εἴπομεν, ἀναγκαζόμενοι τὴν ἐχομένην ἑτέραν ἐζήτησαν ἀρχήν, τουτέστι [*](f.18r) τὴν ποιητικὴν τοῦ εὖ ἔχειν καὶ καλῶς * * * τὰ μὲν ἔχειν τὰ γινόμενα [*](1 τοῦτο τὸ ἓν ἐξ ἑαυτοῦ Alex. 2. 3 καὶ ταῦτα μικροῦ δεῖν ἐναργέστατα Alex. 4 μηκέτι αὐτοῖς ἓν τὸ ὃν μένειν Alex. 5 φασιν addidi 6 αὐτοῖς ἦν Alex. λέγειν Alex. 7 αὖ τὸ scripsi: αὐτὸ libri ἀκίνητόν τε Alex. 9 καὶ] ἀλλὰ καὶ Alex. οὖν deest apud Alex. 1 1 ὑποτίθενται Β 22 φησὶν de- levi 25 τὰ στοιχεῖα] τὸν ἀέρα C λέγειν om. B 26 κινητὴν libri 31 τὴν—ἀρχὴν Aristoteles: τῆς ἐχομένης ἑτέρας ζητήσεως ἀρχήν libri: in ζητή- σεως fort, latet ἐζήτησαν γενέσεως cf. Alex. p. 24,31 32 τοῦ scripsi: τούτων libri et Metaph. p. 984b11 cod. ’’ lacuna ex Arist. explenda τοῦ γὰρ εὖ καὶ καλῶς τὰ μὲν κτλ. ’)2 τὰ γινόμενα] legendum τὰ δὲ γίνεσθαι)
p. 9841)20 Οἱ μὲν οὖν οὕτως ὑπολαμβάνοντες ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν.
Φησὶν ὅτι οἱ λέγοντες καὶ καλῶς τετάχθαι τὸ πᾶν καὶ πρόοδον εἶναι ἐν τοῖς οὖσι καὶ τελικόν τι ὑποτίθενται καὶ ποιητικόν, ὥσπερ καὶ Ἀριστο- τέλης· καὶ τελικὸν γὰρ αἴτιον ὑποτίθεται εἶναι τὸ αὐτὸ καὶ ποιητικόν, ὥς φησι καὶ Ἀλέξανδρος. τελικὸν μὲν οὖν αἴτιον ὑποτίθενται οἱ λέγοντες εὖ τετάχθαι τὸ ὄν· ἕκαστον γὰρ τῶν ὄντων τοῦ οἰκείου ἀγαθοῦ ἐφιέμενον καὶ τοῦ οἰκείου τέλους σπεύδει ἐξομοιωθῆναι ὡς δυνατὸν τῷ παραγαγόντι καὶ διὰ τοῦτό φασι τὸ πᾶν καλῶς τετάχθαι. διό φησι ‘‘τἀγαθὸν οὗ πάντα [*](f.18v) ἐφίεται.’’ πάλιν δὲ οἱ ὑποτιθέμενοι εἶναι πρόοδον ἐν τοῖς οὖσι λέγουσιν εἶναι ποιητικὸν αἴτιον. ἡ γὰρ τάξις τῆς προόδου οὐκ ἀπὸ ταὐτομάτου, ὡς προιὼν ἐρεῖ, ὅτι καθάπερ ἡ τάξις ἡ ἐν τῷ στρατοπέδῳ οὐκ ἀπὸ ταὐτομάτου παραγίνεται, ἀλλ’ ἀπὸ τοῦ στρατηγοῦ, οὕτω καὶ ἡ πρόοδος καὶ ἡ τάξις τῶν ὄντων οὐκ ἀπὸ ταὐτομάτου παραγέγονεν, ἀλλ’ ἀπὸ τοῦ πρώτου αἰτίου. οὗτοι οὖν ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν ἔθεντο τοιοῦτος γὰρ ὁ νοῦς), καὶ τὴν τοιαύτην κίνησιν τὴν εὔτακτον ἐνυπάρχειν τοῖς οὖσι, τὴν ἐπὶ τὸ εὖ ἄγουσαν, ἐκ τῆς αἰτίας δηλονότι τῆς ποιητικῆς. τὴν γὰρ τοῦ καλῶς [*](3 εἰ δὲ—τελειότητα (4. 5) verba depravata 14. 15 δοκεῖ οὖν—μνημονεῦσαι] cf. Alex. p. 25,3 Bz 15 τάξεως—αἰτιᾶσθαι (17)] cf. Alex. p. 24,26 23 his verbis Alexander, qualem habemus, non utitur; ceterum cf. p. 23,8. 9 26 φησι] Eth. Nicom. Α 1 p. 1094a3 29 ἐρεῖ] Metaph. Λ 10 p. lOTSall sqq. 32 οὖτοι—νοῦς (p. 29,2) pleraque Alexandri sunt 33 αἰτίαν] τῶν ὄντων add. Alex. 34 τὴν εὔτακτον— οὖσι non leguntur apud Alex.)
p. 984b20 οἱ μὲν οὖν.
Φησίν, ὅτι οἱ οὕτως ὑπολαμβάνοντός καὶ καλῶς τετάχθαι καὶ πρόοδον εἶναι ἐν τοῖς οὖσιν, ἅμα τοῦ καλῶς τῆν αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων, δῆλον ὅτι καὶ τὴν τοιαύτην ἀρχὴν οὐ μόνον τελικὴν ὑπέθεντο, ἀλλὰ καὶ ποιητικήν. καὶ τελικὴ μέν ἐστιν ὡς καλῶς παράγουσα· ἕκαστον γὰρ ἐξομοιοῦται τῷ παράγοντι· ποιητικὴ δὲ ὡς ἀρχὴ καὶ πρόοδον ἔχουσα.
p. 984b23 Ὑποπτεύσειε δ’ ἄν τις Ἡσίοδον πρῶτον ζητῆσαι τὸ τοιοῦτον.
Πρῶτος Ἡσίοδος ἐζήτησεν ἢ γοῦν Παρμενίδης τὴν ἀρχὴν τοῦ καλῶς κινηθῆναι, καὶ εἴ τις ὅλως ἔρωτα ἐν ταῖς ἀρχαῖς ὑπέθετο. καὶ ὁ Παρμενίδης γάρ φησι πρῶτον γενέσθαι τὸν ἔρωτα, τὸν θεῖον δηλονότι, καὶ οὕτως δημιουργῆσαι τὰ λοιπά· καὶ Ἡσίοδος δὲ ὁμοίως. ὁ γὰρ ἔρως τοῦ καλοῦ ἔχει ἔφεσιν· διὸ καὶ ἔρως λέγεται παρὰ τὸ ἐρᾶν τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ· ὅθεν καὶ ἡμεῖς λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων καὶ τὰ ὑπέρτερα ἡμῶν ὡς προνοούμενα ἡμῶν, ἡμεῖς δὲ λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων, ὡς θαυμάζοντες αὐτά. διὸ καὶ ὁ Σωκράτης ἐρᾷ τοῦ Ἀλκιβιάδου ὡς προνοούμενος αὑτοῦ, ὁ δὲ Ἀλκιβιάδης Σωκράτους ὡς θαυμάζων αὐτόν. διό [*](f.19r) φησιν ὅτι νῦν ἐγὼ σοῦ ἐρῶ, καὶ ἀνατέτραπται ἡ τάξις. ὁ οὖν ἔρως καὶ ἡ ἔφεσις τοῦ καλοῦ κατὰ τοὺς οὕτω λέγοντας ἀρχὴ κινήσεως ἄν εἴη. οὗτοι μὲν οὖν τὴν τῶν ἀγαθῶν αἰτίαν ἐν ταῖς ἀρχαῖς ἔθεντο· ἀλλ’ Ἀναξαγόρας μὲν ὡς ποιητικὸν ἀγαθόν, οἱ δὲ ἔρωτα καὶ ἐπιθυμίαν αἰτιῶ· μένοι τὸ τελικὸν ἀγαθὸν λέγοιεν ἄν· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ τὸ μὲν ὀρεκτὸν τοιοῦτον, ὁ δὲ ἔρως ποιητικόν, ὅτι ὀρέξει ἑπόμενος ποιεῖ ἃ ποιεῖ. τῇσίν οὖν ὅτι ὑποπτεύσειεν ἄν τις Ἡσίοεον πρῶτον ζητῆσαι τὸ τοιοῦτον, καὶ εἴ τις ἄλλος ἔρωτα ἢ νοῦν ἡ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν ὡς ἀρχήν, ὥσπερ ὁ Παρμενίδης· καὶ γὰρ οὖτος κατασκευάζων τὴν τοῦ παντὸς γένεσίν ὅτι πρῶτον τῶν θεῶν τὸν ἔρωτα ἐποίησεν. Ἡσίοδος δέ φησιν ὅτι ‘‘πάντων μὲν πρώτιστα χάος γένετ’ ’’ ἐν τῇ καθ’ ἡμᾶς περιόδῳ, μετὰ δὲ ταῦτα ἡ 77], εἶτα ὁ ἔρως ὁ μείζων πάντων, ἐπειδὴ δεῖ τινα αἰτίαν εἶναι ἐν τοῖς οὖσιν, ἥτις κινήσει καὶ συνέξει τὰ πράγματα. τοιοῦτος δὲ ὁ ἔρως, ἔφεσιν ἔχων τοῦ καλοῦ, συνήγαγε καὶ ἐκέρασε τὰ ἀμιγῆ, καὶ οὕτως ἕν τι ἐποίησε τὸν κόσμον. τίς δὲ πρότερος τῆς τοιαύτης αἰτίας ἥψατο, πότερον Ἀναξαγόρας, ὡς δοκεῖ, ἡ Ἑρμότιμος ἢ Ἡσίοδος ἢ Παρμενίδης ἢ οἱ πρὸ τούτων, ἔξεστιν ὕστερον ζητεῖν.
[*](1 τε om. Alex. 6 ἐπέθεντο C 8 παραγαγόντι Β ἀρχὴν Β 20 fort. respicit ad Plat. Symp. p. 217 C 22 οὖτοι—ποιεῖ (25) Alexandri sunt 25 τὸ ποιητικὸν Alex. 23. 24 αἰτιώμενοι ἴσως τὸ ὡς τελικὸν Alex. 25 εἰ τῇ ὀρέξει ἑπόμενος ἐποίει ἁ ἐποίει Alex. 30 Ἡσίοδος δέ φησιν] Theog. 116sqq.)p. 984b32 ᾿Επειδὴ καὶ τὰναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο.
᾿Εντεῦθεν εὐθύνει τὸν ᾿Εμπεδοκλέα ὡς δύο ἀφχὰς ὑποτιθέμενον ποιη- τικάς, μίαν μὲν τῶν ἀγαθῶν, τουτέστι τὴν φιλίαν. μίαν δὲ τῶν κακῶν, τουτέστι τὸ νεῖκος. ἐπειδὴ δέ, φησίν, ἑώρα οὐ μόνον τὰ ἀγαθὰ ἐν. τοῖς οὖσιν, ἀλλὰ καὶ τὰ κακά φανερὸν ὅτι τὰ ἐνταῦθα· ἐν γὰρ τῷ οὐρανῷ οὐκ ἔστι κακὸν οὐδὲν οὐδὲ παρὰ φύσιν), ἐπεὶ οὗν ἑώρα πλείονα τὰ κακά, τῶν κακῶν αἰτίαν ἔλεγεν εἶναι τὸ νεῖκος, τῶν δὲ ἀγαθῶν τὴν φιλίαν. λέγομεν οὖν ὡς εἰ ὁμολογοῦμεν ὅτι ὁ Ἐμπεδοκλῆς Πυθαγόρειος ἦν, φανερὸν [*](f.19v) ὅτι κατὰ τὴν διάταξιν τῶν Πυθαγορείων ἔλεγε περικεκαλυμμένως· οὐδὲ γὰρ ἐβούλοντο τὴν ὲαυτῶν σοφίαν κατάδηλον καὶ σκυτεῦσι γενέσθαι. ἔλεγον οὖν καὶ οἱ Πυθαγόρειοι ἀρχὰς τῶν ἀγαθῶν καὶ τῶν κακῶν· καὶ τῶν μὲν εἰδῶν ἀρχὴν ἀγαθὴν ἔλεγον, τῆς δὲ ὕλης κακήν, ἐπειδὴ πρὸς τῇ διαιρέσει ἡ ὕλη, ὥσπερ καὶ σὺ αὐτός, ὦ σοφώτατε Ἀριστότελες, λέγεις, ὅτι ἁπλῶς γένεσίς ἐστιν ἡ τῶν κρειττόνων, τὶς δὲ γένεσις ἡ τῶν χειρόνων· διὸ τοῦ μὲν θερμοῦ ἁπλῶς ἐστι γένεσις τοῦ δὲ ψυχροῦ τὶς γένεσις ὡς χείρονος. οὕτως οὖν καὶ οἱ Πυθαγόρειοι συμβολικῶς τὰ μὲν κρείττονα ἔλεγον ὑπὸ τοὐ ἀγαθοῦ γίνεσθαι, τὰ δὲ χείρονα ὑπὸ τοὺ κακοῦ· τῷ ὄντι γάρ, ὡς καὶ ὁ Πλατῶν φησίν, ἐν παρυποστάσει ὑπάρχουσι, καὶ περὶ τόνδε τὸν θνητὸν τόπον περιπολοῦσιν. ἄλλως τε δὴ οὐδὲ ἄκρατόν ἐστι κακόν· ἡ γὰρ μοιχεία καὶ ὁ φθόνος κακὰ μὲν ὡς πρὸς τὰ μερικά, ἀγαθὰ δὲ ὡς πρὸς τὸ πᾶν, διότι ἡ ψυχὴ τοῦ παθόντος ἀξία ἦν παθεῖν, καὶ τοῦ ποιή- σαντος ποιῆσαι. ἄλλως τε δὴ τῷ σώματι οὐκ ἔστι κακὸν ἡ μοιχεία. ὁμοίως φησὶ καὶ ἐπὶ τοῦ βλασφημοῦντος, ὅτι τοῖς ὀργάνοις οὐκ ἔστι φαῦλον· ἡ γὰρ ἐνέργεια κρατύνει, ὥς φασιν ἰατροί ‘ κίνησις κρατύνει, ἀργίη τήκει, ὥστε οὐδὲν παντελῶς ἐστιν ἄκρατον κακόν. ἔπειτα εἰ τὸ νεῖκος, {<ὥς> φησιν Ἐμπεδοκλῆς, αἴτιον τῷ κόσμῳ τοῦ εἶναι, ὁ δὲ κόσμος οὐ κακόν, δῆλον ὅτι οὐχ ὑποτίθεται ἀρχὰς δύο, μίαν τοῦ ἀγαθοῦ καὶ μίαν τοῦ κακοῦ. ἡ τοίνυν μοιχεία προηγουμένως διὰ τὴν τοὐ σώματος θεραπείαν γίνεται· οὐ γὰρ διὰ τὸ κακὸν τὸ ἐξ αὐτῆς συμβαῖνον· ὥστε παρυφίσταται τὸ κακόν, ὡς φησι Πλάτων.
p. 984b32 ἐπειδὴ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο.
Ἐπειδὴ ἑώρα καὶ τὰ ἐναντία τῇ φύσει τῶν ἀγαθῶν ἐνόντα, καὶ οὐ μόνον τάξις καὶ τὸ καλόν, ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλείονα τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, ὁ Ἐμπεδοκλῆς ἐν ταῖς [*](9 περικεκλυμμένων libii 13 λέγεις] de gener. et corr. A 3 p. 318b3sqq. 14 τὶς] τῆς libri γενέσεως Β 18 Πλατῶν] verbo παρυπόστασις Plato non utitur: in Theaeteto p. 176 Α haec habet : τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον τὰ κακὰ] περιπολεῖ ἐξ ἀνάγκης 19 οὐδὲ scripsi: οὔτε libri 25 10; addidi 34 Ἐμπε- δοκλῆς—ἐκλαμβάνοι (p. 31,4) Alexandri sunt)
p. 985a10 οὗτοι μὲν οὗν ὥσπερ λέγομεν.
Τούτους, φησίν, Ἐμπεδοκλέα τε καὶ Ἀναξαγόραν καὶ ἔτι Ἑρμότιμον καὶ τῶν ποιητῶν Ἡσίοδόν τε καὶ Παρμενίδην φαμὲν δύο αἰτίων ἐφάψασθαι ὑλικοῦ τε καὶ ποιητικοῦ, περὶ ὧν αἰτίων ἡμεῖς εἰρήκαμεν ἐν τοῖς Περὶ φύσεως λόγοις, ὅτι τέσσαρα ὑπάρχουσι τὰ αἴτια, ὑλικόν, ποιητικόν, εἰδικόν, τελικόν. καὶ διεξέλθωμεν εἰ ἄρα δυνηθείημεν αὐτοὺς εὑρεῖν ἄλλο τι αἴτιον λέγοντας πλέον ὧν ἡμεῖς εἰρήκαμεν καὶ τοῦτο ἀποθέσθαι. οὔτε δὲ πάντα εἰρήκασιν, ἀλλὰ μόνον δύο, καὶ ταῦτα ἀδιαρθρώτως εἰρήκασιν, καθάπερ, φησίν, οἱ πυκτεύοντες. ὥσπερ γὰρ οἱ ἀσθενῶς ἔχοντες ἐν τᾷ πυκτεύειν πολλάκις εἰκῇ φερόμενοι κατὰ τύχην τινὰ παρέχουσι καιρίαν πληγὴν κατὰ ἀναγκαίου μορίου, οὕτως καὶ οὗτοι περὶ τῶν δύο αἰτιῶν κατὰ τύχην τινὰ εἰρήκασι καὶ οὐκ ἐπιστημονικῶς. ἀμέλει τοι Ἀναξαγόπας ἔν τισιν ἀπορῶν ἀποδοῦναι τὰς αἰτίας, τὸν νοῦν αἴτιον ἔλεγεν τοῦ παντός· ἐρχόμενος δὲ [*](f.20v) εἰς τὰ κατὰ μέρος, ὥς φησι καὶ Πλάτων ἐν Φαίδωνι, αὗθις ὑλικὰ αἴτια ἀπεδίδου, μηδαμοῦ μνημονεύων τοῦ νοῦ, ὡς μὴ ἔχων ἐπιστήμην. ἔδει γὰρ πανταχοῦ τάττειν αὐτὸν καὶ πάντων αἴτιον αὐτὸν ἀπομνύναι. μόνον οὖν τοῦ ὑλικοῦ αἰτίου ἐμνημόνευσαν καὶ τοῦ ποιητικοῦ, καὶ τούτων ἀμυδρῶς οὐ σαφῶς, ἀλλ’ ὥσπερ οἱ ἀγύμναστοι ἐν ταῖς μάχαις. καὶ γὰρ ἐκεῖνοι πολλάκις περιφερόμενοι παρέχουσι πληγὰς δυναμένας ἀδικεῖν, ὡς εἴρηται. ἀλλ’ οὔτ’ ἐκεῖνοι τοῦτο ποιοῦσιν ἐξ ἐπιστήμης, οὔτε οὗτοι ἐοί- [*](1 ἐπειδὴ γὰρ Alex. 4 ἥ ἐστι Alex. vulg.: ὅ ἐστι cod. L αὐτοῦ deest apud Alex. 7 λέγειν ex Aristotele: om. libri 9 εἰπὼν—κατέλιπε (10) Alexaudri sunt αὐτὸς] οὕτως Alex, vulg.: οὗτος cod. L 11. 12 ψελλίζεσθαι—λαλοῦσιν ex Alexandro, immu- tato ordine sententiarum 11 ψελλίζεσθαι Alex. : ψελλίζεται libri 13 προσχῇ libri τοῦτον libri 16. 17 τούτους—Παρμενίδην Παρμενίδην ex Alexandro 18. 19 ἐν ToT; Περὶ φύσεως λόγοις] Phys. Β 3. 7 21 πάντα] ταῦτα Β 24 τινὰ] τινὶ libri, sed cf. V. 2.3 28 Plato Phaedo p. 98Bsqq. 29 ἀποδέδωκε Β 31 ἐμνη- μόνευσε Β)
p. 985b4 Λεύκιππος δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος.
Εὐθύνας τὰς Ἐμπεδοκλέους δόξας καὶ Ἀναξαγόρου μετέρχεται λοιπὸν ἐπὶ τὸν Λεύκιππον καὶ τὸν μαθητὴν αὐτοῦ Δημόκριτον καί φησιν ὅτι στοιχεῖα τῶν ὄντων ὑλικὰ ἔλεγον τὰς ἀτόμους καὶ τὸ κενόν· καὶ τὰς μὲν ἀτό- μους ἔλεγον ὄν, τὸ δὲ κενὸν οὐκ ὄν. καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἐπὶ πλέον τὸ ὂν τοῦ μὴ ὄντος, ἐπειδὴ οὔτε τὸ σῶμα, τουτέστιν αἱ ἄτομοι, πλείονες ὑπάρχουσι τοῦ κενοῦ· πανταχοῦ γὰρ καὶ κενὸν καὶ ἄτομοι ὑπάρχουσιν· οὕτως φησὶ καὶ ὁ Πλατῶν ἐν τῇ Πολιτείᾳ, ὅτι οὐκ ἔστιν ἐπ’ ἔλαττον τὸ μὴ ὂν τοῦ ὄντος· μὴ ὂν δὲ λέγει τὸ κατὰ τὴν ἑτερότητα· διὰ πάντων γὰρ τῶν ὄντων πεφοίτηκεν. πάντα γὰρ τὰ ὄντα ὡς πρὸς ἄλληλα παρα- βαλλόμενα μὴ ὄντα ὑπάρχουσιν· ὁ γὰρ ἄνθρωπος μὴ ὄν ἐστιν ὡς πρὸς [*](f.21v) ἵππον. τὸ δὲ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητὸν λέγει εἶναι οὔτε δοξαστόν. περὶ οὗ ὁ Δημόκριτός φησι μὴ εἶναι ἐπ’ ἔλαττον τοῦ ὄντος. αἴτια οὖν ταῦτα ὑλικὰ ὑποτίθενται τὰς ἀτόμους καὶ τὸ κενὸν οἱ περὶ τὸν Δημόκριτον. καὶ καθάπερ, φησίν, οἱ ἓν ποιοῦντες ὑποκειμένην οὐσίαν τὰ ἄλλα γεννῶσι τοῖς πάθεσιν αὐτῆς διὰ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ, ὄντων ποιητικῶν ἀρχῶν, οὕτω καὶ οὗτοι τὰς διαφορὰς αἰτίας τῶν ἄλλων εἶναί φασιν. ταύτας δὲ τρεῖς εἶναι λέγουσι, σχῆμα καὶ τάξιν καὶ θέσιν, καὶ διαφέρειν φασὶ τὸ ὂν ῥυσμῷ καὶ διαθιγῇ καὶ τροπῇ, Ἀβδηριτικαῖς φωναῖς. τὸν οὖν ῥυσμὸν σχῆμα καλοῦσι, τὴν δὲ διαθιγὴν τάξιν, τὴν δὲ τροπὴν θέσιν. καὶ ἐντεῦθεν τὰ διάφορά φασι σχήματα ἀποτελεῖσθαι, καί φασιν ὅτι διαφέρει τὸ Α τοῦ Ν σχήματι, τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει, τὸ δὲ Z τοῦ Ν θέσει. τί δὲ τὸ αἴτιον τῆς κινήσεως τῆς διαφοράς ταύτης οὐκ εἰρήκασιν, ἀλλὰ καὶ οὗτοι ὥσπερ οἱ ἄλλοι ἐρρᾳθύμησαν· τὸ γὰρ αἴτιον τοῦ εἰδοποιεῖσθαι τοιώσδε τὴν ὕλην καὶ μετατάττεσθαί ἐστι τὸ ποιητικόν, περὶ οὗ οὐδὲν παντελῶς εἰρήκασιν. διὸ καὶ Ἐμπεδοκλέα εὐθύνει λέγοντα τοῦ μὲν σφαίρου τὴν φιλίαν, τοῦ δὲ αἰσθητοῦ κόσμου τὸ νεῖκος. φησὶν οὖν πρὸς αὐτὸν ὅτι ἐπειδὴ πάντα τὸ ἓν ὑπερβέβηκεν, εἰπέ μοι, ποῖόν ἐστι τὸ ἀπλῶς αἴτιον τούτων; περὶ μὲν οὖν τῶν δύο αἰτίων ἐπὶ τοσοῦτον ἔοικεν ἐζητῆσθαι πρότερον.
[*](5 de gen. et corr. B 3 p. 330b20 14 Plato Reip. Ε 22 p. 479 A sqq. 16 πε- φοίτηκεν] πέφυκε Β 16. 17 παραλαμβανόμενα Β 26 αὐδηριτικαῖς libri 28 ἀποτελεῖν Β)p. 985b23 Ἐν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθα- γορειοι.
Ἐντεῦθεν πάλιν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καί φησιν ὅτι οἱ Πυθαγόρειοι στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς ὑπετίθεντο ἀντὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος, καὶ ἐσπούδαζον πάντα εἰς ἀριθμοὺς ἀνάγειν. λέγομεν δὲ ἡμεῖς ὅτι οἱ Πυθαγόρειοι οὐκ ἐβούλοντο κατάδηλον ποιῆσαι τὴν ἑαυτῶν σοφίαν καὶ σκυτεῦσι. τούτου χάριν συμβολικῶς παρεδίδοσαν τὰ μαθήματα, ὥσπερ οἱ ποιηταὶ περικεκαλυμμένως ἔλεγον, καὶ εἰ ἐμμένοι [*](f.22r) τις τῷ φαινομένῳ, λώβην γεννᾷ τῇ ψυχῇ. καὶ ἐκέχρηντο τοῖς ἀριθμοῖς, ἐπειδὴ πασῶν τῶν ἐπιστημῶν πρωτίστη ἐστίν, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ἡ ἀριθμητική. κέχρηται γὰρ ὁ γεωμέτρης ἀριθ- μοὶ,, αὕτη δὲ μεγέθεσιν οὐ κέχρηται. ἐπειδὴ τοίνυν οἱ ἀριθμοὶ ὁριστικοὶ καὶ περαντικοὶ ὑπάρχουσι τῶν ὑπ’ αὐτῶν ἀριθμουμένων, τοιαῦτα δὲ ὑπάρχουσι καὶ τὰ εἴδη, ὁριστικὰ καὶ συνεκτικὰ τῆς ὕλης, διὰ τῶν ἀριθμῶν τὰ εἴδη τὰ φυσικὰ ἐβούλοντο δηλοῦν· οὐ γὰρ δὴ καὶ τὴν ὕλην. πῶς γὰρ οἷόν τε ἐστὶν ἐξ ἀριθμῶν συγκεῖσθαι τὰ φυσικὰ πράγματα; ἀμέλει τοι καὶ τὸν πέντε ἀριθμὸν ἔλεγον δικαιοσύνην, ἐπειδὴ μέσος ἐστὶ τοῦ δέκα, ἥτις δεκὰς δεκτική ἐστι πάντων τῶν ἀριθμῶν. ἐπεὶ οὖν τὸ μέσον ἔχει τοῦ παντὸς ὁ πέντε ἀριθμός, ἐκάλουν αὐτὸν δικαιοσύνην οἷον δίχην τινὰ οὖσαν. καὶ δικαστὴς· ἐντεῦθεν λέγεται, ὁ διχάζων καὶ ὁρίζων τὰ κατ’ ἀξίαν ἑκάστῷ. πάλιν δὲ ἐκάλουν τὸν ἑπτὰ ἀριθμὸν καιρόν, ἐπεὶ ἡ σελήνη, ἡνίκα ἐστὶν ἑπτὰ ἡμερῶν, τετραγωνίζει τὸν ἥλιον· δύο ἥμισυ γὰρ ἡμέρας ποιεῖ ἐν ἑκάστῳ ζῳδίῳ. διὸ καὶ κρίσιμός ἐστιν ἡ ἑβδόμη ἡμέρα καὶ ἡ δισέβδο- μος. πάλιν δὲ καὶ τὰ ἑπταμηνιαῖα βρέφη ζῶσι καὶ ἡ ἀρχὴ τῆς ἀποκυήσεώς ἐστιν ὁ ἕβδομος μήν. πρὸς ἐπὶ τούτοις μέχρι τῶν ἑπτὰ ἐνιαυτῶν ῥίπτουσιν οἱ παῖδες τοὺς ὀδόντας, εἶτα μέχρι τῶν δεκατεσσάρων ἄρχονται μειράκια γίνεσθαι. λοιπὸν ἡ τρίτη ἑβδομὰς ποιεῖ αὐτοὺς σπερμαίνειν. ἔλεγον οὖν τὴν μονάδα τὸν νοῦν διὰ τὸ ἀμερὲς καἰ τὸ πρῶτον, τὴν δὲ δυάδα ἔλεγον εἶναι τὴν ψυχήν, ἐπειδὴ ἔχει τὸ ποθέν ποι· ἄρχεται γὰρ ἀπὸ προτάσεων καὶ τελευτᾷ ἐπὶ συμπέρασμα. τὸν δὲ τ·ρία ἀριθμὸν ἔλεγον τὴν δόξαν. ἐπεὶ οὐχ ὥρισται, ἀλλὰ πρώτη ἐστὶν ἀδιαίρετος, καὶ οὐκ ἔχει βεβαίως, εἴτε ἀθάνατός ἐστιν ἡ ψυχὴ εἴτε θνητή, καὶ εἴτε ἀίδιος ὁ κόσμος [*](f.22v) εἴτε φθαρτός, ὥσπερ ἐνταῦθα καὶ ἔστι. τὸν δὲ τέσσαρα ἀριθμὸν ἕψον τὸ σῶμα τὸ ἁπλῶς. τὸν δὲ πέντε τὸ φυσικὸν σῶμα. τὸν δὲ ἓξ τὸ ἔμψυχον, ἐπειδὴ ὁ ἓξ πρῶτός ἐστιν ἀπὸ τριάδος καὶ δυάδος πολυπλασιαζό- [*](3 ἐντεῦθεν—ἀνάγειν (5) Alexandri sunt ex ea recensione, quae traditur codice L 4 Πυθαγόρειοι τῶν ὄντων ἀρχὰς Alex. L 5 ἀγαγεῖν Alex. L 10. 11 ἐν τῇ Ἀπο δεικτικῇ] videtiir respicere ad Anal. post. Α 27 p. 87a35 11 ἡ ἀριθμητική Belger: καὶ ἐν Tr] ἀριθμητικῇ ACD: ἐν om. Β ὁ γεωμέτρης] μήποτε ᾐ ἡ ἀριθμητική in margine habent AD, post γὰρ inserit C 14. 15 ὁριστικὰ—εἴδη om. D 19 δίχην τινὰ οὖσαν] sic libri omnes, cf. Ethic. Nicom. Ε 7 p. 1132a30sqq., Etym. M. p. 275,36 20 διάζων Β)
p. 985b23 ’Ev δὲ τούτοις καὶ πρὸ τούτων.
Ἢ ἐν τούτοις τοῖς χρόνοις γενόμενοι ἐν οἷς καὶ οἱ προλεχθέντες ἢ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἀψάμενοι πρῶτοι ταῦτα προῆγον. καὶ ἐντραφέντες τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχάς, τουτέστι τοὺς ἀριθμούς, ὑπέλαβον ἀρχὰς τῶν ὄντων εἶναι πάντων. τῶν μὲν γὰρ ἄλλων ἔλεγον εἶναι πρώτους τοὺς ἀριθμούς. ἐδόκουν οὖν ἐν τοῖς ἀριθμοῖς πολλὰ ὁμοιώματα θεωρεῖν τῶν ὄντων, οἶον ἐν τῷ πέντε τὴν δικαιοσύνην, ὡς εἰρήκαμεν, ἐν τῷ ἑπτὰ τὸν καιρόν, ἐν τῷ δέκα τὸν κόσμον. πλέον οὖν ἐδόκουν θεωρεῖν ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἤπερ ἐν πυρὶ καὶ ὕδατι καὶ γῇ, καὶ διὰ τοῦτο ἀρχὰς τοὺς ἀριθμοὺς ὑπετίθεντο, ὡς ἐλέγο- [*](2 διαιρετόν Belger: διαιρετῷ libri 6 ante ἀπλῶς add. καὶ BCD 8 τὸ] τῶν Β 12 οὐκ έστιν ἐν Β 23. 24 Ἀριστοτέλης] Metaph. Α 5 p. 986a12: ὄντων δὲ ἐννέα μόνον τῶν φανερῶν διὰ τοῦτο δεκάτην τὴν ἀντίχθονα ποιοῦσιν)
p. 986a13 Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα.
‘Ο σκοπὸς τῶν νὺν λεγομένων προφανὴς ὑπάρχει διὰ τῶν λεχθέντων· βούλεται γὰρ ὁ Ἀριστοτέλης ἐκθέσθαι τὰς τῶν παλαιοτέρων δόξας φυσικῶν τε καὶ Πυθαγορείων, ἵνα γνῶμεν δι’ αὐτῶν, ποίας ἀρχὰς ὑπετίθεντο τῶν ὄντων, πότερον ὑλικὴν μόνην ἢ καὶ ποιητικὴν ἢ καὶ τὰς ἄλλας ἀρχάς. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τούτου χάριν ἐπερχόμεθα τὰς τῶν παλαιοτέρων δόξας, ὅπως λάβωμεν καὶ παρὰ τούτων, τίνας ὑποτίθενται ἀρχὰς τῶν ὄντων, καὶ πῶς ἐμπίπτουσιν εἰς τὰς εἰρημένας αἰτίας, τουτέστιν ὑλικὴν ἢ ποιητικὴν ἤ τινα ἄλλην τοιαύτην.
p. 986a15 Φαίνονταιδὲ καὶ οὖτοι τὸν ἀριθμὸν νομίζοντες ἀρχὴν εἶναι.
Ἐντεῦθεν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καί φησιν ὅτι ἐξ ὧν εἰρή- [*](f.24v) κάσιν οἱ Πυθαγόρειοι, φαίνονται τοὺς ἀριθμοὺς ἀρχὰς τῶν ὄντων ὑποτιθέμενοι καὶ ὡς ὑλικὸν αἴτιον καὶ ὡς πάθος καὶ ἕξιν. ἔλεγον γὰρ ὅτι στοι- χεῖα τοῦ ἀριθμοῦ ὑπάρχουσι τὸ περιττὸν καὶ τὸ ἄρτιον, καὶ διὰ μὲν τοῦ ἀρτίου τὴν ὕλην συμβολικῶς ὑπετίθεντο, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος. ἐπεὶ τοίνυν ὁ ἄρτιος ἀριθμός ἐστι διαιρετός, τοιαύτη δὲ καὶ ἡ ὕλη ἐπ’ ἄπειρον διαιρετή, καὶ αὕτη γίνεται αἰτία τῆς τῶν εἰδῶν διαιρέσεως ἀδιαί- ρετον γὰρ ὑπάρχει τὸ εἶδος, γινόμενον δὲ ἐν τῇ ὕλῃ διαιρεῖται καὶ συν- [*](1 φερομένων Alex. 18 Περὶ οὐρανοῦ Β 13 p. 293a23 sqq. 21 τῶν om. CD προτέρων B 25 Tiepl BCD 35 — p. 38,1] fort. ὕλη ἐπ’ ἄπειρον γὰρ διαιρετή κτλ. ἄλλα τοιαῦτα))
p. 986a18. τούτων δέ.
Φησὶν ὅτι τοῦ ἀριθμοῦ τὸ μὲν πεπερασμένον ἔλεγον, τὸ δὲ ἄπειρον· πεπερασμένον μὲν τὸ περιττόν, ἐπεὶ τὸ εἶδος ἐδήλουν δι’ αὐτοῦ, ἔστι δὲ πέρας τὸ εἶδος, εἴ γε καὶ περατοῖ τὴν ὕλην· τὸ δὲ ἄρτιον ἄπειρον ἔλεγον εἶναι, ἐπεὶ τὴν ὕλην ἐδήλουν δι’ αὐτοῦ, ἥτις ἐπ’ ἄπειρόν ἐστι διαιρετή. δὲ ἕν, φησίν, ἔλεγον ἐξ ἀμφοτέρων εἶναι τούτων, μᾶλλον δὲ ἀμφότερα ἐκ τοῦ ἑνός. ὅτι γὰρ τοῦτο λέγει, σαφῶς ἐδήλωσεν ἐπαγαγὼν τὸν δὲ ἀριθμὸν ἐκ τοῦ ἑνός· ἔστι δὲ ἀριθμὸς τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὥστε τὸ περιττὸν καὶ τὸ ἄρτιον ἐκ τοῦ ἑνὸς ὑπάρχουσιν· πάντα γὰρ ἐκ τῆς πρωτίστης αἰτίας ὑπάρχουσιν. ἀριθμοὺς δέ, καθάπερ εἴρηται, τὸν ὅλον οὐρανὸν ὑπετίθεντο· ὥσπερ γὰρ ὁ κόσμος δεκτικός ἐστι τῶν εἰδῶν, οὕτω καὶ ὁ δέκα ἀριθμὸς ἐν ἑαυτῷ ἔχει πάντας τοὺς ἀριθμούς, οἷον δεχάς τις οὖσα. χρήσιμον οὖν αὐτῷ τὸ γνῶναι εἰς τί τῶν αἰτίων ἀνήγαγον καὶ οἱ Πυθαγόρειοι τὰς ἀρχάς· φαίνεσθαι δὲ ἐξ ὧν ἔλεγον, ὅτι ὁ ἀριθμὸς αὐτοῖς ἀρχὴ τῶν ὄντων ὡς ὕλη· ἐκ γὰρ τῆς τούτων συνθέσεως τὰ ἄλλα πάντα ἐγέννων. τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἂν δηλωτικὸν τοῦ τοὺς ἀριθ- μοὺς αὐτοῖς καὶ τῶν παθῶν καὶ τῶν ἕξεων εἶναι γεννητικούς καὶ αἰτίους, [*](17 Il. Θ 19 Σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες Πάντες δ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι Παρμενίδης] fragm. v. 61 Mullach οὔ ποτ’ ἔην οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν 18 ἔσται] ἔστιν libri, sed cf. p. 42,31 19 κλῦθι] hie versus in fragmentis collectis non invenitur 31 δεκάς BC 32 αἰτιῶν libri 33 φαίνεται Β 35 τὸ δὲ— ἀριθμῷ (p. 39,7) Alexandri sunt 36 γεννητικοὺς Alex.: γνωστικοὺς libri)
p.986a22. Ἕτεροι δὲ τῶν αὐτῶν τούτων τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι.
Ἄλλοι τινες Πυθαγόρειοι ὑποτίθενται δέκα ἀρχὰς εἶναι τῶν ἀγαθῶν καὶ δέκα τῶν κακῶν· οὐχ ὅτι τὰ κακὰ ἐν ὑποστάσει εἰσίν, ἀλλὰ τὰ ἥττονα κακὰ λέγει. οἷον πέρας πρὸς τῷ ἀγαθῷ, ἄπειρον πρὸς τῷ ἐναντίῳ, περιτ- τὸν ἀγαθόν, ἄρτιον ἐναντίον, ἓν ἀγαθόν, πλῆθος οὐ καλόν, δεξιὸν καλόν, ἀριστερὸν ἐναντίον, ἄρρεν ἀγαθόν, θῆλυ ἐναντίον, ἠρεμοῦν ἀγαθόν διὸ καὶ τὸ πρῶτον αἴτιον ἀκίνητον), κινούμενον ἐναντίον οὐχ ὅτι κακόν, ἀλλ’ ἧττον ἀγαθόν, εἴγε ἡ φύσις ἐν κινήσει ἐστίν), εὐθὺ ἀγαθόν, καμπύλον ἐναντίον, φῶς ἀγαθόν, σκότος κακόν, τετράγωνον ἀγαθόν, ἑτερόμηκες ἐναντίον ὡς μὴ ἰσόπλευρον. δέκα οὖν ὑπετίθεντο, ἐπεὶ τέλειος οὗτος ὑπάρχει ὁ ἀριθμός. εἰς ταῦτα οὖν ἀνῆγον πάντα τὰ ὄντα. ἱστορεῖ δὲ ὅτι καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης τὸν αὐτὸν τρόπον τούτοις ἀπεφήνατο· εἰς γὰρ ἐναντίωσίν τινα ἕκαστον τῶν ὄντων ἀνάγειν ἐπειρᾶτο καὶ οὗτος, ὡς ἀρχῶν οὐσῶν τῶν ἐναντιώσεων. καὶ ἢ οὗτος παρὰ τῶν Πυθαγορείων παρέλαβεν ἡ οἱ Πυθαγόρειοι παρὰ τούτου· καὶ γὰρ κατέλαβεν ὁ Ἀλκμαίων γέροντα τὸν Πυθαγόρν. ἀπεφήνατο οὖν αὐτοῖς παραπλησίως, λέγων εἶναι δύο τὰ πολλὰ τῶν ὄντων, διότι τὰ ἐν γενέσει καὶ φθορᾷ ἐξ ἐναντίων συνίστανται· ὅθεν λέγων τὰς ἐναντιότητας οὐχ ὑπετίθετο διωρισμένας, ὥσπερ καὶ οὗτοι οἱ Πυθαγόρειοι, ἀλλὰ τὰς τυχούσας ἔλεγεν, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μικρὸν μέγα. ἀδιορίστως οὖν ἀπεφήνατο περὶ τῶν λοιπῶν ἐναντιώσεων· οὔτε γὰρ ποσόν τι αὐτῶν εἶπεν οὗτε ποιόν, ἀλλ’ ὅτι μόνον ἐναντία· οἱ δὲ Πυθαγόρειοι καὶ πόσαι καὶ τίνες αἱ ἐναντιώσεις ἀπεφήναντο. κοινὸν οὖν τῶν Πυθαγορείων, οἳ ταύτης τῆς δόξης ἐγένοντο, καὶ Ἀλκμαί- ωνος τὸ ἐναντίας λέγειν εἶναι τὰς ἀρχὰς τῶν ὄντων· πόσαι δὲ καὶ [*](f.26r) [*](4 ἅπας οὖν] cormptiim videtur: ἢ ὡς Ἀσπάσιος Alex. 5 post περιττὸν habet Alex, haec: ἡ τῶν ἀριθμῶν ὁ μὲν ἄρτιος ὕλη τε καὶ πάθος, ὁ δὲ περιττὸς ἕξις· σαφῆ δὲ ἃ τούτοις προστίθησιν, ὅτι πεπερασμένον τὸ περιττὸν κατ’ αὐτούς, ἄπειρον δὲ τὸ ἄρτιον, τὸ δὲ ἓν κτλ. 6 διὸ καὶ ἀρτιο in rasura Α: καὶ ἄρτιον καὶ περιττόν Alex. καὶ ἐκ (ante περιττοῦ) libri 15 οὐκ ἀγαθόν (ante πλῆθος) Β 21 ἱστορεῖ—ἐναπιώσεων (24) Alexandri sunt 21. 22 δὲ ὡς Ἀλκμαίωνος τοῦ Κροτωνιάτου τὸν αὐτὸν τούτοις τρόπον περὶ τῶν ἀρχῶν ἀποφηναμένου Alex. 33 κοινὸν—ὄντα ὄντα (p. 40,6) pleraqne Alexandri sunt)
p. 986b8 Tῶν μὲν οὗν παλαιῶν καὶ πλείω τὰ στοιχεῖα λεγόντων.
Φησὶν ὅτι τῶν παλαιοτέρων καὶ εἰρηκότων πλείονα στοιχεῖα τῆς φύσεως, ἐκ τούτων τῶν εἰρημένων ἱκανόν ἐστι θεωρῆσαι τὴν διάνοιαν, ὅτι οἱ μὲν ὑλικὸν αἴτιον ὑπετίθεντο, οἱ δὲ καὶ ποιητικόν· πλείω δὲ στοιχεῖα τῆς φύσεως ἀντὶ τοῦ τῶν τῇ φύσει γινομένων. πλείω δὲ λέγει ἤτοι τὰ ὑλικὰ ἢ τὰ στοιχεῖα, φημί δὴ τὰ αἴτια· πρὸς γὰρ τῇ ὕλῃ τινὲς καὶ τὸ ποιητικὸν εἰρήκασιν αἴτιον. ἕτεροι δὲ γεγόνασιν λέγει δὲ Παρμενίδην καὶ Μέλισσον καὶ Ξενοφάνην τὸν διδάσκαλον Παρμενίδου), οἵτινες περὶ τοῦ παντὸς ὡς περὶ μιᾶς φύσεως ἀπεφήναντο. ὁ μὲν γὰρ Παρμενίδης ἔλεγεν ἓν [*](f.26v) εἶναι τὸ ὂν καὶ ἀκίνητον καὶ πεπερασμένον , ὁ δὲ Μέλισσος ἓν καὶ ἀκίνητον καὶ ἄπειρον, ὁ δὲ Ξενοφάνης ἓν μόνον· διό φησι τρόπον δὲ οὐ τὸν αὐτὸν πάντες, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν. μᾶλλον δὲ κατορθοῖ ὁ Παρμενίδης λέγων πεπερασμένον, διότι ἡ φύσις ὅρον τινὰ καὶ εἶδος περιτίθησιν, οὐκ ἀπειρίαν. ὅθεν οὗτος μᾶλλον καὶ καλῶς εἶπε· κτὰ τοῦτο γὰρ καὶ τῇ φύσει ἠκολούθησεν. ὁ δὲ Μέλισσος τὸ ἐναντίον, λέγων ἄπειρον. διὸ καὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φορτικώτερος ὁ τοῦ Μελίσσου λόγος ὑπάρχει. οὐδαμῶς οὖν ἐν τῇ νῦν σκέψει τῶν αἰτίων ἁρμόττει περὶ αὐτῶν λέγειν· εἰ γὰρ ἓν τὸ ὄν, φανερὸν ὅτι οὐδὲν ὑπετίθεντο αἴτιον οὔτε [*](1 τίνες, αὐτῶν τῶν Πυθαγορικῶν Alex. ὥστε—εἴρηται (3) non habet Alex. 3 προ- σιστορεῖ Alex. 4. 5 οὐδεὶς οὐδὲν cod. L) γὰρ περὶ τούτων, ὥς φησιν αὐτός, Alex. 5 ἑπόμενον αὐτὸ Alex. 6 post ὄντα add. ἐνυπαρχόντων Alex. 9. 10 εὐλόγως—ἔχουσα Alexandri sunt 9 τῷ πεπλασμένῳ Alex. 11 τοίνυν] οὖν Β 12 ὑρᾶς scripsi: ἡμᾶς libri 16 τῷ ἡμετέρῳ φιλοσόφῳ Auimonio 21 πλείω—εἰρήκασιν (23) Alexandri sunt 22 ἡ πλείω τὰ Alex. φημὶ δὴ] ἀντὶ τοῦ Alex. 22. 23 καὶ τὴν ποιητικήν τινες εἶπον Alex. 32 ἐν τῇ Φυσικῇ] Α 1 p. 185a10. 11)
p. 986b17 Οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει.
Τὰ μὲν γὰρ ἄλα φησὶν οὐκ οἰκεῖον εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων• οἱ γὰρ οὕτως λέγοντες οὐχ ὡς ἀρχὴν τὸ ἓν τίθενται οὐδὲ ὡς αἴτιον. ἐπὶ τοσοῦτον δὲ χρήσιμον εἶναι καὶ τὴν τούτων ἱστορίαν, ὅτι καὶ τούτων ὁ μὲν ἐπὶ τὴν ὕλην βλέψας ἄπειρον εἶπε τὸ ὄν, ὁ δὲ ἐπὶ τὸ εἶδος πεπερασμένον. διό φησι Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ λόγον ἑνὸς ἅπτεσθαι, φημὶ δὲ τοῦ κατ’ εἶδος· τὸ γὰρ πέρας πρὸς τῷ εἴδει ἐστίν. ἐν γὰρ τοῖς αἰτίοις καὶ ἡ ὕλη καὶ τὸ εἶδος· ὥστ’ εἰ καὶ μὴ αἴτιον λέγουσιν, ἀλλά γε λέγουσιν ὕλην καὶ εἶδος. ἱστορεῖ δὲ τὸν Ξενοφάνην πρῶτον τῆς δόξης ταύτης ἁψάμενον· ὁ γὰρ Παρμενίδης μαθητὴς τούτου ἐγένετο. διό φησι Ξενοφάνης δὲ πρῶ- τος τούτων ἑνίσας (ἀντὶ τοῦ ἓν εἰρηκώς) οὐδὲν παντελῶς διεσάφησεν, οὐδὲ τῆς φύσεως οὐδετέρας ἥψατο· οὔτε γὰρ ἄπειρον ὑπέθετο οὔτε πεπερασμένον· ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας (τουτέστι τὸν κόσμον) τὸ ἓν εἶναί φησι τὸν θεόν. φησὶ δὲ τὸν κόσμον οὐ καλῶς· ὁ γὰρ δημιουργὸς τοῦ κόσμου ἐστὶν ὁ θεός. λέγομεν οὖν ὅτι ἕνα ἔλεγε τὸν θεόν, τὸ πρῶτον αἴτιον· οὐ γὰρ οὕτως ἠλιθίως εἶχεν, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος, ὥστε τὸν κόσμον ὅλον καὶ θεὸν ὑποτίθεσθαι καὶ ἕνα λέγειν αὐτόν. οὗτοι οὖν ὡς μὴ ὑποτιθέμενοι αἴτια ἐξαγώνιοι ὑπάρχουσι πρὸς τὴν νῦν ζήτησιν· οἱ [*](3 ἐξαγώνιος] verbo hoc Arist. non utitur; de re ipsa cf. Phys. A 1 p. 184b25sqq. 4 ἄχρηστος] ἄξιος Β 10—16 liberius ex Alexandre 12 ὡς ὕλην Alex. L: ὕλην ὡς libri φύσιν] φησίν Alex. ὁ δὲ ἐπὶ τὴν ὡς εἶδος Alex. IS τὰ—πεγͅερασμένον (22) Alexandri sunt γὰρ om. Alex. οὐκ οἰκεῖά φησιν Alex. 20 δέ φησι Alex. 24. 25 ἐν— λέγουσιν Alexandri sunt 24 ἐν μὲν γὰρ ταῖς αἰτίαις Alex. 25 αἴτιόν τι Alex. 25. 26 ἀλλὰ—εἶδος depravata sunt: ἀλλ’ ἅ γε λέγουσι καὶ καθ’ ἃ κινηθέντες, ἐν τοῖς κατηριθμημένοις αἰτίοις ἐστίν Alex.)
p. 987a4 Παρὰ μὲν τῶν πρώτων σωματικὴν τὴν ἀρχήν.
Οἱ πρῶτοι φυσιολογοῖ σωματικὴν τὴν ἀρχὴν ὑπέθεντο· οἱ μὲν γὰρ ὕδωρ ὥσπερ Θαλῆς, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος, καὶ οἱ μὲν μίαν ὑπετίἐν [*](2. 3 τῇ Φυσικῇ ἀκροάσειΑ 1 p. 185 a 10. 11 8 τὰ νοητὰ—ἀεὶ ὄντα om. BCD 8. 9 τὶ τὸ ὃν μὲν ἀεί—οὐδέποτε Plato Tim. 27 D 14 διὸ κτλ. cf Plat. Soph. p. 259 Α sq. 23. 24 ἐν xfj Φυσικῇ ἀκροάσει] Α 1. 2 30 οὐ γὰρ κτλ.] fragm. ed. Mullach v. 61 31 οὐ- λοφυές] ἓν συνεχές v. 62 Mullach)
p. 987a13 Οἱ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν αὐτὸν εἰρήκασι τρόπον.
Φησὶν ὅτι καὶ οἱ Πυθαγόρειοι δύο ἀρχὰς ὑπετίθεντο, ὁμοίως ὑλικὴν καὶ ποιητικήν, διαφέρουσι δὲ ἐκείνων, ὅτι οἱ μὲν ἓν τῶν στοιχείων εἰρήκασι τὴν ἀρχήν, οἷον πῦρ ἢ ὕδωρ ἤ τι τοιοῦτον λέγοντες τὸ πεπερασμένον καὶ τὸ ἄπειρον αὐτοὶ δὲ οἱ Πυθαγόρειοι ἑτέρας φύσεις ὑπετίθεντο αὐτὸ καθ’ αὑτὸ εἶναι τὸ ἄπειρον, καὶ ἐξ αὐτοῦ γίνεσθαι τὴν ἀπειρίαν, καὶ πάλιν αὐτὸ καθ’ αὑτὸ <τὸ> πεπερασμένον, καὶ ἐξ αὐτοῦ γίνεσθαι τὴν πρόοδον τῶν [*](f.28v) πεπερασμένων, τουτέστι τοὺς λόγους τῶν εἰδῶν καὶ τῆς ὕλης. καὶ ἀληθῶς λέγει ὁ Ἀριστοτέλης αὐτὸ οὖν τὸ ἓν οὐσίαν εἶναι τούτων ἔλεγον ὧν κατηγοροῦνται. διὸ καὶ τὸν ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων ἔλεγον, ἐπειδὴ καὶ τὰ πάντα ἐξ ἀριθμῶν συνίστασθαι ἔλεγον. περὶ τούτων οὖν τοῦτον τὸν τρόπον ἀπεφήναντο· ἤρξαντο δὲ λέγειν καὶ περὶ τοῦ τί ἐστιν, φημὶ δὴ περὶ τῶν ὁρισμῶν. ἔλεγον γὰρ ὅτι τὸ πρώτως τινὶ ὑπάρχον τοῦτό ἐστιν ὁ ὁρισμὸς αὐτοῦ· οἷον ἐπεὶ πρώτως ὑπάρχει τῇ ἐπιφανείᾳ τὸ χρῶμα, τὸ χρῶμα ἄρα ὁρισμός ἐστι τῆς ἐπιφανείας. καὶ πάλιν ἐπειδὴ τὸ διπλάσιον <πρώτως> ὑπάρχει τῇ δυάδι, ὁρισμὸς τῆς δυάδος τὸ διπλάσιον. οἱ δὲ ὁρισμοὶ θέλουσιν ἀντιστρέφειν πρὸς τὰ ὁριστά· οὐκ ἀντιστρέφει δέ· οὐ γάρ, εἴ τι διπλάσιον, δυάς· τὰ γὰρ ὀκτὼ διπλάσια μέν ἐστιν, οὐ δυὰς δέ. εἰ δὲ τοῦτο ὑποθώμεθα, πολλὰ ἔσται τὸ ἕν· εἰ γὰρ ἡ δυὰς διπλάσιον, πολλὰ δὲ τὰ διπλάσια, πολλὰ ἔσται καὶ ἡ δυάς, ἓν οὖσα πρᾶγμα. ἔσται γὰρ καὶ ὀκτὼ καὶ δέκα καὶ δώδεκα, καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. εἰδέναι μέντοι χρή, ὡς οἱ Πυθαγόρειοι, ὥς φησιν ὁ ἡμέτε- ρος φιλόσοφος Ἀμμώνιος, τὴν δυάδα ἀντὶ ἀρτίου ἀριθμοῦ ἐλάμβανον καὶ [*](7 γὰρ] fort. δὲ συνεπεξετάσθησαν BC 9 μονιμώτερον] an μοναχώτερον? v. Alex, p. 34,29 ἤγουν κτλ.] γράφεται ἔν τισιν ἀντὶ τοῦ μοναχώτερον ‘‘μορυχώτερον’’, ὃ ἐξηγούμενοι οἱ μὲν σκοτεινότερον λέγουσιν, οἱ δὲ μαλακώτερον Alex. 21 τὸ addidi 23 αὐτὸ οὖν κτλ.] addeudum ex Aristotele τὸ ἄπειρον καὶ αὐτὸ 30 πρώτως addidi)
p. 987a29 Μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας ἡ Πλάτωνος ἐπεγενετο πραγματεία.
Ἐκθέμενος τὰς τῶν Πυθαγορείων δόξας καὶ τῶν ἄλλων τῶν φυσικῶν περὶ τοῦ γνῶναι, ποίαις ἀρχαῖς τῶν ὄντων ἐκέχρηντο, ἐντεῦθεν ἐκτίθεται καὶ τὴν Πλάτωνος δόξαν, βουλόμενος δεῖξαι ποίαις ἀρχαῖς τῶν ὄντων καὶ αὐτὸς ἐκέχρητο, καί φησιν ὅτι τὰ πολλὰ τοῖς Πυθαγορείοις ἠκολούθησεν. [*](f.29r) ἡμεῖς δέ φαμεν ὅτι οὐ τὰ πολλά, ἀλλὰ τὰ πάντα· Πυθαγόρειος γὰρ ἦν ὁ φιλόσοφος, εἰ καὶ μὴ πᾶσι κέχρηται τοῖς παραπετάσμασιν αὐτῶν. οἱ γὰρ Πυθαγόρειοι μύθοις μὲν οὐκ ἐκέχρηντο, ἀλλὰ συμβόλοις, ἵνα κἂν μείνωσιν οἱ ἀκούοντες μέχρι τοῦ φαινομένου, μὴ ἀδικηθῶσιν + ὥσπερ ἐπὶ τῶν Πυ- θαγορείων. πρὸς τούτοις δὲ σαφῶς οὐκ ἐβούλοντο ἐκθέσθαι διὰ τὸ μὴ καταφανῆ γενέσθαι τὴν ἑαυτῶν σοφίαν καὶ σκυτεῦσι. φησὶν οὖν ὅτι ὁ μὲν Πλάτων ἰδέας εἶναι ὑπετίθετο καὶ ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε κατὰ μέθεξιν, οἷον ἐκ τοῦ ὄντως καλοῦ τὸ ἐνταῦθα καλὸν κατὰ μέθεξιν· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. οἱ μέντοι γε Πυθαγόρειοι ἀριθμοὺς ὑπετίθεντο καὶ κατὰ μίμησιν ἐκείνων τὰ τῇδε γίνεσθαι ἐκ τῶν ἀριθμῶν· μιμούμενα γάρ, φησί, τὰ τῇδε ἐκεῖνα ἐγίνετο. εἶτα ἱστορεῖ ὅτι πρότερον συνεγένετο ὁ Πλατῶν Κρατύλῳ τῷ Ἡρακλειτείῳ τῷ λέγοντι πάντα ἐν κινήσει εἶναι, καὶ ἠκολούθησε τῇ δόξῃ αὐτοῦ. εἶτα μετὰ ταῦτα συνεγένετο τῷ Σωκράτει, ὃς κατεγίνετο μᾶλλον περὶ τὴν ἠθικὴν φιλοσοφίαν, περὶ μέντοι γε τῆς καθόλου φύσεως οὐδὲν ἐπραγματεύσατο. οὗτος οὖν ὁ Σωκράτης ἐν τοῖς ἠθικοῖς πρῶτος ἐζήτησε τὸ καθόλου καὶ περὶ ὁρισμοῦ πρῶτος ἐπέστησεν, ὅτι τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί· τῶν γὰρ μερικῶν οὔκ εἰσιν, ὡς φθαρτῶν ὑπαρχόντων. οἱ γὰρ ὁρισμοὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων θέλουσιν εἶναι· διὸ τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ. ἀνήγαγεν οὖν ἑαυτὸν ἐπὶ τὰ καθόλου, λέγων τὸ ἀπλῶς δίκαιον, τὸ ἀπλῶς καλόν. τὰ δὲ τοιαῦτα πάντα ὁ Πλατῶν ἰδέας προσηγόρευσε λέγων λόγους εἶναι δημιουργικούς, καὶ ἐξ αὐτῶν τὰ τῇδε γίνεσθαι κατὰ μέθεξιν, ἐκ τοῦ ἁπλῶς καλοῦ τὸ ἐνταῦθα καλόν, καὶ ἐκ τοῦ ἀγαθοῦ τὸ ἀγαθόν, [*](f.29v) καὶ ἐκ τοῦ ἀνθρώπου τὸν ἄνθρωπον. τοῦτο δὲ καὶ αὐτὸς φῄς, ὦ Ἀριστό- τελες, λέγων ὅτι ἡ τάξις ἡ ἐν τῷ στρατοπέδῳ οὐκ ἀπὸ ταὐτομάτου ἐφήκει, ἀλλ’ ἀπὸ τοῦ στρατηγοῦ. εἰδέναι μέντοι γε χρή, ὡς εἴρηται ἐν τῷ Φαί- [*](15 ὥσπερ κτλ.] depravata videntur 19 οὕτω Belger: ὡς libri 22 φησί] fort, φασί 30 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Β 13 p. 97b26: αἰεὶ δ’ ἐστὶ πᾶς ὄρος καθόλου 33 λόγους εἶναι δημιουργικούς] verbis ipsis Plato uon utitur; de re v. Tim. p. 28 Α sqq. 36 λέγων κτλ.] Metaph. Λ 10 p. lOTJallsqq. 37 ἐν τῷ Φαίδωνι] p. 96 A sqq.)
p. 987a29 Μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας.
Ἐφεξῆς τὴν Πλάτωνος ἐκτίθεται δόξαν καί φησιν αὐτὸν τὰ μὲν πολλὰ ἀκολουθῆσαι τοῖς Πυθαγορείοις, ἔχει δὲ καὶ ἴδιά τινα ἡ Πλάτωνος φιλοσοφία παρὰ τοὺς Ἰταλικούς· λέγει δὲ τὰς ἰδέας. ἰστέον δὲ ὅτι κἀκεῖνοι ἔλεγον τὰς ἰδέας, ἀλλὰ ἀριθμοὺς ταῦτα ὑπετίθεντο. νέος γὰρ ὑπάρχων συνεγένετο Κρατύλῳ τῷ Ἡρακλειτείῳ καὶ ὑπέλαβεν, ὅτι πάντα τὰ αἰσθητὰ ἐν ῥύσει ὑπάρχουσι καὶ οὐδέποτε ἵστανται, καὶ ταύτην ἐφύλαξε τὴν δόξαν ὡς ἀληθῆ. Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου καὶ ἐν τούτοις τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων) καὶ ὁρίζεσθαι [*](f. 30r) τὸ προκείμενον ἀεὶ πειρωμένου (περὶ δὲ τῶν φυσικῶν οὐδέν, φησίν, ἐπραγματεύσατο· πῶς δὲ λέγει περὶ Σωκράτους πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ἐπειρῶντο τοῦτο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως), ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμοὺς καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε τούτους ἑτέρων τινῶν γίνεσθαί τε καὶ εἶναι φύσεων καὶ οὐ τῶν αἰσθητῶν τινος, οὐδὲ τοῦ ἐπὶ τούτοις καθόλου· ταῦτα γὰρ καὶ ἐν τούτοις πάντα, ἐν οἷς καὶ τὰ καθόλου, ἀεὶ ῥεῖν τε καὶ μεταβάλλειν καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς φύσεως μένειν· διὸ καὶ ἀδύνατον εἶναι τὸν κοινὸν [*](3 ἐμαυτὸν B ἐπὶ τῶν B 4 ἐν τῷ Κρατύλῳ] p. 439 C sqq. 5 Plato Theaet. 181 D sqq. 7. 8 στάσις—ἔσται om. D 8 οὔτε δὲ] fort, οὕτως 11 δὲ ἐπέστησεν— καθόλου om. BCD 12 καὶ delevi 14 γὰρ φῂς—γενἐσεως om. Α Περὶ γενέσεως καὶ φθορᾶς Α 3 p. 318a9 sqq. 19 ταύτας Β 20 ὅτι πάντα—προσηγόρευσεν (p. 46,4) pleraque Alexandri sunt 21 ὑπάρχουσι libri: ἐστὶ Alex. ἵσταται Alex. 22 πραγματευομένου D: πεπραγματευμένου Alex. 25 πειρωμένου Alex.: πειρώμενος libri περὶ δὲ κτλ.] λέγει δὲ περὶ Σωκράτους ὡς μὴ πραγματευσαμένου περὶ τῶν φυσικῶν Alex. 26 λέγει Σωκράτην Alex. 27 ταὐτὸν ἐπειρῶντο Alex. 31 τοῦ Alex.: τὸ libri ταῦτα γὰρ] τῷ ταῦτα Alex. 33. p. 46,1 κοινὸν καὶ καθόλου Alex.)
p. 987b9 Κατὰ μεθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν.
Πόλλα οὖν λέγει τὰ αἰσθητά, ὅτι ἐκ τοῦ καθόλου, φησί, κατὰ μέθεξιν ὑπάρχουσι τὰ πολλά· ἐκ γὰρ τοῦ ἀπλῶς καλοῦ καὶ δικαίου καὶ τῶν ἄλλων ἁπάντων τὸ τῇδε καλὸν καὶ τὸ τῇδε δίκαιον. πολλὰ οὖν λέγει τὰ αἰσθητά, ἢ ὅτι οὐ πάντων τῶν αἰσθητῶν ἔλεγον εἶναι ἰδέας· τῶν γὰρ κατὰ σχέσιν τε καὶ τῶν πρός τι οὐκ ἐτίθεντο ἰδέας, ἀλλ’ οὐδὲ τῶν παρὰ φύσιν τινός, οὔτε δὲ ὅλως τῶν κακῶν. κατὰ μέθεξιν οὖν τῶν εἰδῶν ὑπάρχουσι τὰ πολλά, συνώνυμα ὄντα ἀλλήλοις τὰ πολλά· οὔτε γὰρ τοῖς εἴδεσι συνώνυμα. τὰ [*](f.30v) γὰρ πολλὰ καὶ συνώνυμα ἀλλήλοις κατὰ μέθεξιν τὸ εἶναι ἔχει ἰδέας μιᾶς. οὐ γὰρ πάντα <μιᾶς> ἰδέας μετέχει, ἀλλ’ ὅσα ὁμοειδῆ τέ ἐστιν καὶ συνώνυμα, ὡς ἄνθρωποι, ἵπποι, βόες, ἀλλήλοις· οὐ γὰρ ἄν ταῖς ἰδέαις λέγοι τὰ αἰσθητὰ συνώνυμα εἶναι ἱστορῶν τὴν Πλάτωνος δόξαν, ἐκείνου ὁμωνύμους λέγοντος τὰς ἰδέας ὡς τὰ ἀφ ἑνὸς καὶ πρὸς ἕν. ἢ οὐδὲ κατὰ Πλάτωνα ὁμώνυμοι αἱ ἰδέαι τοῖς πρὸς αὐτάς, ἀλλὰ συνώνυμοι· ἐν οἷς γὰρ χρῆται τῷ ὁμωνύμῳ ὀνόματι, κοινότερον ἀντὶ τοῦ συνωνύμου χρῷτο ἄν. εἰ γὰρ μὴ κατὰ τὸν λόγον καὶ τὸ εἶδος ὡμοίωται τῇ ἰδέᾳ τὰ πρὸς αὐτήν, κατὰ τί ἄν ἄλλο; οὐδὲν γὰρ ἐκείναις ὑπάρχει ἔτι ἄλλο, οὐδέ τι αὐταῖς συμβέβηκεν. τὰ δὲ κατὰ τὸ εἶδος ὅμοια συνώνυμα. εἰ γὰρ ὁ αὐτοάνθρωπος εἶδός τί ἐστιν ἁπλοῦν, φανερὸν ὅτι τὸ ὡμοιωμένον αὐτῷ κατὰ τὸ εἶδος ἄν ὡμοίωτο. ἀλλὰ μὴν οἱ ὁρισμοὶ κατὰ τὸ εἶδος καὶ τῶν ἐνύλων· ὥστε εἰ κατὰ τὸ εἶδος οἱ ἄνθρωποι τὸ εἶναι ἔχουσιν, ὅμοιοι ἄν εἶεν τῇ ἰδέᾳ, οὐδὲν ἄλλο οὔσῃ, καὶ ὁ ὁρισμὸς ἄν αὐτῶν ὁ αὐτὸς καὶ τῆς ἰδέας εἴη. ἔτι [*](1. 2 διὰ τὸ] sic etiam Alex. cod. L: διὸ Alex. vulg. 2 τῷ μηδὲ εἶναι ταῦτα Alex. 3 φημὶ—καθόλου desunt apud Alex. 14 ὅτι—κακῶν (16) Alexandri sunt οὐ] μὴ Alex. 14. 15 σχέσιν τῶν ἐν τοῖς πρός τι Alex. 16 οὐδ’ ὅλως Alex. 17. 18 τὰ γὰρ — ὁρισμός (p. 47,3) Alexandri sunt 18 τὸ εἶναι ἔχει κατὰ μέθεξιν ἰδέας μιᾶς Alex. 19 μιᾶς ex Alex, addidi 20 ὡς — ἀλλήλοις desunt apud Alex. 21. 22 ὁμωνύμους ἐκείνου λέγοντος τὰς ἰδέας τοῖς γινομένοις πρὸς αὐτάς Alex. 22. 23 ἢ καὶ κατὰ Πλάτωνα οὐχ Alex. 23 ὁμώνυμοι ἄν εἶεν Alex. αἱ ἰδέαι Alex.: ἀεὶ δὲ libri αὐτὰ libri 26 ἔτι scripsi: τι libri 28 δῆλον ὅτι Alex. ὡμοιωμένον Alex.: ὁμοιούμενον libri 29 μὴν καὶ οἱ Alex. 30 εἰ κατὰ τὸ εἶδος ὅμοιοί εἰσιν οἱ ἄνθρωποι τῇ ἰδέᾳ κτλ. Alex.)
p. 987b14 Ἔτι δὲ παρὰ τὰ εἴδη.
Μεταξὺ λέγει ὁ Πλάτων τὰ μαθήματα τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν. οὔτε γὰρ πάντῃ αὐτὰ καθ’ αὑτὰ ἐν ὑποστάσει ὑπάρχουσιν χωριστὰ παντελῶς ὕλης ὥσπερ αἱ ἰδέαι (τὰ γὰρ μαθήματα καὶ ἐν τῇ ὕλῃ θεωροῦνται· ἔστι γὰρ χαλκοῦν τρίγωνον· καὶ κατὰ ἀφαίρεσιν δὲ θεωροῦνται τῇ ἐπινοίᾳ) οὔτε ὅμοια ὑπάρχουσι τοῖς αἰσθητοῖς· τὰ γὰρ αἰσθητὰ καὶ ἐν κινήσει ὑπάρχουσι καὶ φθαρτά εἰσι, τὰ δὲ μαθήματα ἀίδια καὶ ἀκίνητα. εἰδέναι δὲ χρὴ ὅτι συμβολικῶς ὁ Πλατῶν διὰ τῶν μαθημάτων τὴν ψυχὴν δηλοῖ, ἥτις μέση ἐστὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης καὶ ἀιδίων καὶ τῶν πάντῃ ἀχωρίστων, τουτέστι τῶν ἐνύλων εἰδῶν, ἐπειδή, φησί, ποτὲ μὲν χωρίζεται σώματος, ποτὲ δ’ ἐλλάμπει ἐν αὐτῷ. τοῦτο οὖν φησιν ὅτι ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰς ἰδέας τὰ μαθηματικὰ τῶν πραγμάτων μεταξύ φησιν εἶναι τούτων. διαφέρουσι γὰρ τῶν μὲν αἰσθητῶν τὰ μαθηματικὰ τῷ εἶναι ἀίδια καὶ ἀκίνητα (ἡ γὰρ ψυχὴ ἀκίνητός ἐστι καὶ ἀίδιος), τὰ δ’ αἰσθητὰ φθαρτὰ ὑπάρχουσι καὶ ἐν κινήσει· τῶν δὲ εἰδῶν διαφέρουσι τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι (ἕν γὰρ εἶδος πάντων τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὁμοίως· καὶ ἔθος αὐτῷ τῷ Πλάτωνι ἕν τι καλεῖν τὰ παντελῶς χωριστὰ τῆς ὕλης, τὰ δέ ποτε ἐλλάμποντα αὐτῇ πολλὰ καλεῖ), τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς, τουτέστι τοῖς αἰσθητοῖς καὶ τοῖς καθ’ ἕκαστα, δηλοῦν ὁμοιότητα. οὐ γὰρ ἔστιν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα ἀλλ’ ἐπινοίᾳ, χωρισθείσης τῶν ἐνύλων τῆς τε ὕλης καὶ τῆς κινήσεως, καθ’ ἃ καὶ μεθ ὧν έστιν.
[*](3 ὁ ὁρισμός Alex. 4 τουτέστι—ζητεῖσθαι (7) Alexandri sunt 6 μέντοι] δὲ Alex. τί τ’ ἐστι Alex. 6. 7 οὔτε τῶν Πυθαγορείων τις οὔτε Πλάτων ἀπέδοσαν Alex. 8 ἐν τῷ Παρμενίδῃ] p. 132 D; sed quae hic legimus (8. 9) illic non inveniuntur 10 Ethic. Nicom. A 1 p. 1094a2 16 χωριστὰ scripsi: ἀχώριστα libri 19. 20 τοῖς αἰσθητοῖς— ὑπάρχουσι om. BD 23 φησί] verba ipsa non sunt Platonis 24 ἔτι δὲ scripsi: ἐπεὶ libri 31 τὰ δὲ — ἔστιν (35) Alexandri sunt 32 τὴν ἐν Alex.: τὰ ἐν libri 33 post ὁμοιότητα add. ἐνυπάρχοντα τούτοις Alex.)p. 987b18 ’Επειδὴ αἴτια τὰ εἴδη τοῖς ἄλλοις.
᾿Επειδή, φησίν, αἰτίας ὑπετίθεντο τῶν τῇδε πραγμάτων τὰς ἰδέας (κατὰ μέθεξιν γὰρ ἔλεγον γίνεσθαι τὰ τῇδε ἐκ τῶν ἰδεῶν), τὰ ἐκείνων στοιχεῖα καὶ ἀρχάς, τῶν ἰδεῶν, ἀρχὰς πάντων τῶν ὄντων ὑπέλαβον. [*](f.31v) τῷ ὄντι γὰρ ἐκ τῆς ἑνάδος αἱ ἰδέαι, τουτέστιν ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς οἱ δημιουργικοὶ λόγοι· ἐκ δὲ τῶν δημιουργικῶν λόγων τὰ τῇδε γίνεται πάντα. ὡς μὲν οὖν ὕλην τὸ μέγα καὶ μικρὸν ἀρχὰς ὑπετίθεντο τῶν ὄντων, τουτέστι τὴν δυάδα. ἡ γὰρ δυὰς ἄρχεται πρώτη διαιρέσεως· τοιαύτη δὲ ἡ ὕλη ἐπ’ ἄπειρον οὖσα διαιρετή. τὰς οὗν ἰδέας ἀρχὰς καὶ αἰτίας εἶναι τοῖς ἄλλοις ἅπασι τοῦ εἶναι (κατὰ μέθεξιν γὰρ ἐκείνων τὰ ἄλλα), τὰς δέ τῶν ἰδεῶν ἀρχὰς πάντων ἀρχὰς ἔθετο· ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ ὑποκείμενον τὸ μέγα καὶ τὸ μικρόν, δυάδα τινὰ οὖσαν, ὥς φησιν, ἀόριστον, ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν, τουτέστιν ἐξ ὕλης καὶ εἴδους. τοῦτο δὲ ὅπως ἔλεγεν, ἑξῆς λέγει ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι καὶ τοὺς ἀριθμούς. ἐξ ἐκείνων, τουτέστι μεγάλουκαὶ τοῦ μικροῦ, συνιόντων καὶ εἰδοποιουμένων ὑπὸ τοῦ ἑνὸς κατὰ μέθεξιν, τουτέστι τῷ μεταλαμβάνειν αὐτοῦ, τὰ εἴδη, φημὶ δὴ τὰς ἰδέας, αἵτινες καὶ αὐταί εἰσιν ἀριθμοί· εἰδητικοὺς γὰρ ἀριθμοὺς τὰς ἰδέας λέγουσιν.
p. 987b22 Τὸ μέντοι γε ἓν οὐσίαν εἶναι καὶ μὴ ἕτερόν τι τὸ ἓν λέγεσθαι.
Τὸ γὰρ ἓν τοῦτο οὐ κατά τινος ἄλλου ὄντος κατηγόρουν, ἀλλ’ οὐσίαν τινὰ τὸ ἓν ὑπετίθεντο εἶναι ἐν τῷ ἓν εἶναι τὸ εἶναι ἔχουσαν. τοῦτο δὲ καὶ περὶ Πλάτωνος ἱστορεῖ ὅτι παραπλησίως ἐκείνοις τὸ ἓν οὐσίαν ἔλεγεν εἷναι, οὐκ ἄλλο τι ὂν κατὰ τὸ ὑποκείμενον. τοῦτό τε οὖν, φησί, παραπλησίως ἐκείνοις Πλάτων λέγει, καὶ τὸ ἀρχὰς καὶ αἰτίας τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι.
p. 987b25 Τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι.
Φησὶν ὅτι οἱ Πυθαγόρειοι τὸ ἓν ἄπειρον ὑπετίθεντο ὡς ἀπειροδύναμον, ὁ δὲ Πλατῶν δυάδα, εἴ γε τὸ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τὴν ὕλην αἰνιττόμενος διὰ τὸ ἀόριστον αὐτῆς καὶ διὰ τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετήν. [*](f.32r) ἐκεῖνοι οὖν τὸ ἄπειρον μίαν τινὰ φύσιν ὑπετίθεντο, τουτέστι τὸ ὑποκείμενον καὶ τὸ ὑλικόν· Πλάτων δὲ δυάδα ἐποίει τὸ ὑποκείμενον καὶ τὸ [*](9 τὰς οὖν ἰδέας—λέγουσιν (18) Alexandri sunt 10. 11 τὰς τῶν ἰδεῶν αὐτῶν πάλιν ἀρχὰς Alex. 11 ἔθετο Α Alex.: ἔθεντο BCD 12 καὶ τὸ ὑποκείμενον ἔλεγε τὸ μέγα 13 τουτέστιν—εἴδους Alex, non habet 17 post εἴδη add. εἶναι Alex. τουτέστι τὰς Alex. 21 τὸ γὰρ ἕν— τίθεσθαι (26) Alexaudri sunt 22 τοῦτο δὴ Alex. 24 post ὑποκείμενον add. ἔπειτα τὸ ἓν εἶναι πεπονθός Alex. 25 Πλάτωνα ἐκείνοις λέγειν Alex. 32 Πλατῶν δὲ — κατάλληλον (p. 49,6) Alexandri sunt)
p. 987b29 Τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμούς.
Ἐντεῦθεν ἀποδέχεται Πλάτωνα μᾶλλον τῶν Πυθαγορείων, καί φησιν οὕτως· τὸ μὲν ὑποθέσθαι ἓν καὶ τοὺς ἀριθμοὺς ἔξω ποιεῖσθαι τῶν αἰσθητῶν πραγμάτων, ὥσπερ οἱ Πυθαγόρειοι ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι τὰ πράγματα, καὶ ἡ τῶν εἰδῶν εὕρεσις καὶ εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἀκρίβειαν προσεγένετο τῷ Πλάτωνι. ἄπειροι γὰρ ἦσαν οἱ πρῴην διαλεκτικῆς μεθόδου, φημὶ δὲ διαιρέσεως καὶ ὁρισμῶν. ἔγνω οὖν ἐντεῦθεν ὁ Πλατῶν ὅτι οὐ δυνατὸν τὰ αἰσθητὰ συγκεῖσθαι ἐξ ἀριθμῶν ὡς ἐξ ὑλικῶν αἰτίων.
p. 987b29 Τὸ μὲν οὖν τὸ ἓν καὶ τὸν ἀριθμὸν παρὰ τὰ ποιῆσαι καὶ μὴ ὥσπερ Πυθαγόρειοι, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις σκέψιν ἐγένετο.
Εἰπὼν ἐν οἷς διαφωνοῦσι, νὺν λέγει τὴν αἰτίαν δι’ ἣν οὐχ ὁμοίως [*](f.32v) ὁ Πλατῶν τοὺς ἀριθμοὺς τῶν ὄντων ἀρχὰς ἔθετο τοῖς Πυθαγορείοις, ἀλλὰ τούτους τε ἐχώρισε τῶν αἰσθητῶν καὶ τὰς ἰδέας ἄλλας τινὰς οὐσίας τε καὶ φύσεις παρὰ τὰς αἰσθητὰς οὐσίας ἔθετο. διὰ γὰρ τὴν ἐν τοῖς λόγοις ἐξέτασιν καὶ διὰ τὴν διαλεκτικήν, ἧς οἱ πρότερον ἦσαν ἄγευστοι, τοῦ ἀκολούθου θεωρητικὸς ὁ Πλατῶν γενόμενος καὶ διαιρέσεσι χρῆσθαι [*](1 prius ἄπειρον Alex, non habet καθὸ μὴ εἰδοποιεῖται καθ’ αὐτό Alex. 2.3 δὲ— φύσις] γὰρ εἶναι τὴν τοῦ ἀπείρου φύσιν Alex. 3 ταὐτὸν Alex. ὑπάρχει deest apud Alex. 3. 4 ἡ ὑπεροχὴ τῇ ἐλλείψει Alex. 5 ἄπειρον ὃ κατ’ αὐτὸν Alex. 6 κατάλληλον ex Alexandre scripsi: ἀκατάλληλον libri 7 Πλάτων — οὐδαμῶς (12) Alexandri sunt κατέλιπεν Alex. cod. L: ἀπέλιπεν Alex, viilg. AD superscr. C: ὑπέλειπεν B 8 οὕτως αὐτῶν αἰτίους Alex. 11. 12 μαθηματικὰ μεταξὺ τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν Alex. 15 ὑποθέσθαι delendum est ἓν] lege τὸ ἓν 16 ὥσπερ] legendum καὶ μὴ ὥσπερ 25 εἰπὼν — αἰσθητῶν (p. 50,4) Alexandri sunt 27 τούτους Alex.: τούτοις libri 30 διαιρέσει συνεθισθεὶς ἐκ διαλεκτικῆς χρῆσθαι καὶ ὁρισμοῖς Alex.)
p. 987b33 Τὸ δὲ δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν.
Πρώτους ἀριθμοὺς λέγει τοὺς μονάδι μόνῃ μετρουμένους, οἷον τὸν τρισκαίδεκα, τὸν ἐννεακαίδεκα, τὸν ἑπτακαίδεκα καὶ πάντας τοὺς ὁμοίους. οἱ οὖν ἄλλοι πάντες ὑπὸ δυάδος μετροῦνται, οἷον τρὶς πέντε δεκαπέντε (ὁ γὰρ τρία καὶ πέντε δυάς), τρὶς ὀκτὼ εἰκοσιτέσσαρες, δὶς πέντε δέκα, δὶς τρεῖς ἕξ, τρὶς τρεῖς ἐννέα· ὑπὸ δυάδος γὰρ γίνεται ὁ διπλασιασμός. ἐπεὶ οὖν πάντα ἐκ τῆς ὕλης γίνονται (διὸ καὶ πανδεχῆ αὐτὴν λέγουσι τιθήνην ὡς δεχομένην πάντα τὰ εἴδη) διὰ τοῦτο οὖν, φησίν, ἐποίησεν ὁ Πλατῶν δυάδατὴν τὴν ἑτέραν φύσιν, τουτέστι τὴν ὑλικήν, διὰ τὸ τοὺς ἀριθμοὺς πάντας, ὡς ἐδείξαμεν, ἔξω τῶν πρώτων ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου, τουτέστι φαντασίας. καὶ ὁ Πλάτων γὰρ ἐν τῷ Θεαιτήτῳ τὴν φαντασίαν ἐκμαγεῖον ἐκάλεσε. καὶ οὕτως μὲν ὁ ἡμέτερος φιλόσοφος, ὁ δὲ ἐκ [*](f.33r) τῆς Ἀφροδισιάδος οὕτως ἐξηγεῖται τὸ χωρίον. λέγει γάρ, φησί, νῦν καὶ διὰ τοῦτο αὐτὸν τὴν δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν τῶν ἀρχῶν, διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου· τοῦτο δέ, ὅτι δοκεῖ αὐτῷ ἡ δυὰς διαιρετικὴ παντὸς εἶναι ᾧ προσήγετο· διὸ καὶ δυοποιὸν αὐτὴν λέγει. δὶς γὰρ ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό, οὐκ ἐῶσα μένειν ὃ ἦν· ἥτις διαίρεσις γένεσίς ἐστιν ἀριθμῶν. ὡς γὰρ τὰ ἐκμαγεῖα καὶ οἱ τύποι πάντα τὰ ἐναρμοσθέντα αὐτοῖς ὅμοια ποιοῦσιν, οὕτω καὶ ἡ δυὰς ὥσπερ τι ἐκμαγεῖον οὖσα τῶν μετ’ αὐτὴν γεννητικὴ ἀριθμῶν γίνεται, ᾧ ἂν προσαχθῇ, δύο τε καὶ διπλᾶ ποιοῦσα. τῷ μὲν γὰρ ἑνὶ προσαχθεῖσα τὰ δύο ἐποίησε (δὶς ἓν δύο), τοῖς δυσὶ δὲ τὰ τέσσαρα (δὶς γὰρ δύο), τοῖς δὲ τρισὶ τὰ ἐξ (δὶς [*](2 εἰς ἐπίνοιαν διὰ τούτων Alex. 3 τὰς αἰσθητὰς Α 6 τὸ εἶναί ἐστιν αὐτῷ τοιούτῳ Alex. 7 τεχνικὸν Alex. 8 ὁμοίως καὶ αἱ ἰδέαι Alex. 8. 9 ἀλλὰ—αὐτῶν] εἴη ἂν κεχωρισμένα αὐτῶν Alex. 9 ἀλλὰ καὶ οἱ ὁρισμοὶ Alex. 14 τὸν ἑπτακαίδεκα om. Β· 18 πανταχῆ Β αὐτὴν scripsi: αὐτὸν libri 22 ἐν τῷ Θεαιτήτῳ] p. 191 C sqq. 24 λέγει γὰρ—ἄλλων (p. 51,1) Alexandri sinit 28 δυοποιὸν Alex.: εἰδοποιὸν libri ἐκάλει Alex. 30 ὡς γὰρ] ὥσπερ Alex. 32 γίνεται ἕκαστον ᾦ ἂν Alex. 33 διπλοῦν Alex. 34 post γὰρ δύο add. τέσσαρα Alex.: apponit. etiain B, sed cf. quae sequuntur)
p. 988a8 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν.
’Εκ τῶν ἱστορημένων, φησί, περὶ τοῦ Πλάτωνος φανερὸν ἡμῖν γέγονεν ὅτι δύο καὶ μόνας ἀρχὰς ὑποτίθεται, τὴν ὑλικὴν καὶ τὴν εἰδικήν. οὐδεὶς γὰρ τῶν ἄλλων τελικὴν αἰτίαν ὑπέθετο, ἀλλὰ ποιητικὴν μόνον. εἰρήκασι γὰρ ποιητικὸν αἴτιον, τελικὸν δὲ οὐκ εἰρήκασιν· οὔτε γὰρ εἶπον καθάπερ, [*](6 οἱ μὲν γὰρ — πληροῖ (24) Alexandri sunt 7 τὴν deest Alexandio 10 εἶδος αὐτοῖς ἀρχὴ Alex. ἐν τι εἶναι Alex.: ἓν τιθέναι libri 10. 11 πᾶν τὸ εἶδος πεπερασμένον Alex. 13 οὐ μὴν οὕτως ἐπὶ Alex. ὁμοίως deest apud Alex. ἃ ἐκείνοις Alex.: οἶς libri 14 ὕλη μία Alex. 17 ἀβάκιον] βάθρον Alex. 19 τεχνίτης Tts Alex. 20 ἡ γοῦν Alex. 21 βάθρον Alex. εἴς ὢν Alex. 28 φησὶν ὁ φιλόσοφος] Alex. p. 44,11 sqq. Bz.)
p. 988a11 Καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη καθ’ ἧς τὰ εἴδη.
Εἰπὼν δυσὶν αἰτίαις αὐτὸν κεχρῆσθαι καὶ μνημονεύσας τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ δείξας πῶς ταύτην ἐτίθετο, προστίθησι τὴν δευτέραν καί φησι ταύτην εἶναι τὴν ὑλικήν. τίς γάρ ἐστιν ἡ ὕλη, δῆλον ὅτι ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη ἔν τε τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις λέγεται ὑπ’ αὐτοῦ. εἰπὼν καὶ τὰ εἴδη γὰρ τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἴδεσι τὸ ἕν, λέγων καὶ περὶ τῆς ὕλης τῆς εἰδοποιουμένης ὑπὸ τῶν εἰρημένων τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν εἰπὼν καθ’ ἧς τὰ εἴδη λέγεται τά τε ἐπὶ τοῖς αἰσθητοῖς καὶ τὰ ἐν τοῖς εἴδεσι, φημὶ δὲ ταῖς ἰδέαις. λέγεται γὰρ καὶ ἐν ἐκείναις καὶ ἐν τοῖς αἰσθητοῖς εἶναι ὑποκειμένη τις ὕλη, καθ’ ἧς τὰ εἴδη, τουτέστιν ἡ εἰδοποιουμένη. ὅτι γὰρ δυάς ἐστιν αὕτη, ποταπὴ δὲ δυάς, διὰ ἰῆς προσθήκης ἐδήλωσεν· οὐ γὰρ ἡ ὡρισμένη, φησί, καὶ ἐν τοῖς ἀριθμοῖς, ἀλλ’ ἡ ἀόριστος· τοιαύτη γὰρ τὸ μέγα καὶ τὸ μικρόν. ἄξιον δὲ ζητῆσαι πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον ἐν οἷς λέγει “τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε ἔργον”, ἀλλὰ τὸ οὗ ἕνεκα καὶ τέλος δι’ ὧν πάλιν λέγει “περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα’’, καὶ ὅμως οὐδ’ ἑτέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν οἷς περὶ αἰτίων ἔλεγεν, οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς Περὶ τοῦ ἀγαθοῦ δέδειχεν· ἢ οὐ πάνυ διηρθρωμένως, ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ , φησίν, οὐ τίθεται ταῦτα αἴτια, ἀλλ’ οὐδ’ ἐξείργαστό τι περὶ αὐτῶν.
p. 988a14 Ἔτι δὲ τὴν τοῦ εὐ καὶ τοῦ κακῶς αἰτίαν τοῖς στοιχείο ἀπέδωκε.
Φησὶν ὅτι ἔλεγε Πλατῶν τὰ μὲν ἀγαθὰ γίνεσθαι ὑπὸ τοῦ ἀγαθοῦ, τὰ δὲ κακὰ ὑπὸ τοῦ κακοῦ· οὐχ ὅτι ἄκρατον κακὸν ὑπετίθετο, ἀλλὰ τὰ κατὰ [*](3 μαρτυρεῖ scripsi: μαρτυρεῖν libri 5 ὑλικῇ scripsi: τελικῇ libri G παρακτικαί scripsi, cf. p. 54,25. 26: πρακτικαί libri: παρεκτικαί Alex. 9 εἰπὼν — αὐτῶν (28) Alexandri sunt 10 πῶς αὕτη ἐστὶν αἰτία Alex. 11 τίς γὰρ ἦν ἡ ὕλη ἡ ὑποκειμένη Alex. 15 προειρημένων Alex. 15. 16 καθ’ ἧς τὰ εἴδη τὰ μὲν ἐπὶ τῶν αἰσθητῶν τὰ δὲ ἐπὶ τοῖς εἴδεσι λέγεται, ἴσον λέγων τῷ καθ’ ἧς τὰ εἴδη κτλ. Alex. 21 ζητήσαι δ’ ἄν τις, πῶς κτλ. Alex. 22 τὸν μὲν οὖν κτλ.] Tim. p. 28 C εὑρεῖν τε καὶ δεῖξαι ἔργον Alex. 23 περὶ τὸν κτλ.] Plato epist. II p. 312 E 24 ἕνεκα Plato 1. 1. Alex.: ἕτερα libri 27 οὐ πάνυ διηρθρωμένως desunt apud Alex. 28 ἐξειργάσατο Alex. 32 ἀπὸ utrobique B)
p. 988a18 Συντόμως μὲν οὖν καὶ κεφαλαιωδῶς.
Συντόμωςt̀ φησί, καὶ ὡς ἐν κεφαλαίῳ διήλθομεν ὅτι τινὲς τῶν πρὸ αὐτοῦ εἰρήκασι περὶ τῶν ἀρχῶν καὶ τῆς ἀληθείας. περὶ γὰρ τῆς ἀληθείας. ἔθος αὐτῷ καλεῖν τὴν θεωρητικὴν φιλοσοφίαν ἀλήθειαν. ὅμως δὲ τοσοῦτον ἔχομεν ἐξ αὐτῶν, οὗ χάριν ἤλθομεν ἐπὶ τὴν τῶν ἀρχῶν ἱστορίαν, ὅτι οὐδὲ εἷς ἄλλος τρόπος αἰτίας ἐστὶ παρὰ τὰς τέσσαρας τὰς εἰρημένας ὑπ’ αὐτοῦ ἐν τῇ Φυσικῇ ἀκροάσει. καὶ τοῦτο φανερὸν γέγονε· πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τῶν αἰτίων οὐδὲ πάντων μνημονεύουσιν· ἀλλὰ πάντες ἀμυδρῶς μὲν περὶ τῶν αἰτίων εἰρήκασιν, ἐκείνων δέ πως ἁπτόμενοι φαίνονται τῶν ὑφ’ ἡμῶν εἰρημένων. οἱ μὲν γὰρ ὑλικὴν τὴν ἀρχὴν ὑποτίθενται, ἄν τε μίαν ὑποθῶνται αὐτὴν ἄν τε πλείους μιᾶς, καθάπερ Παρμενίδης πῦρ καὶ γῆν, κἄν ἀσώματον ὑποθῶνται ταύτην τὴν ὕλην κἂν κἄν σωματικήν. καὶ μνημονεύει Πλάτωνος πρότερον τοῦ ὑποθεμένου τὴν ὕλην ἀσώματον, τὸ μέγα καὶ τὸ μικρόν, ἔπειτα τῶν Πυθαγορείων, οἳ τὸ ἄπειρον, τοῦτο δὲ ἦν τὸ ἄρτιον. οὗτος γὰρ ἦν αὐτοῖς ὁ ἀριθμὸς ἐν ὕλῃ τιθέμενος· ὁ γὰρ περιττὸς πεπερασμένος τε καὶ εἴδους ἐπέχων χώραν. [*](f.35r) ’Αναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· σῶμα ὕλην ὑπετίθετο. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου καὶ Δημοκρίτου, καθ’ οὓς ἡ ὕλη καὶ σῶμα καὶ ἀσώματος· τὸ γὰρ κενὸν οὐ σῶμα· εἴρηκε γὰρ περὶ τούτων ἀνωτέρω. [*](1 λέγει — ποιητικὸν ὑπάρχει (12) Alexandri sunt 5 αἰτία ex Alexandro addidi 8. 9 ἡμᾶς ὡς περὶ τῆς τοιαύτης αἰτίας καὶ πρότερόν τινων ἐπιζητησάντων τε καὶ εἰπόντων εἰπών (sequuntur Arist. verba p. 988a15 ὥσπερ κτλ.) Alex. 10 καὶ ὁ μὲν] ὧν Alex. 10. 11 τοῦ utrobique ex Alexantho addidi 11 εἴρηκε Alex. 12 μόνον ἦν ποιητικὸν αἴτιον ὡς εἴρηκεν Alex. 15 περὶ — εἰρηκότες (20) Alexaudri sunt περὶ δὲ Alex. 16 ἀλήθειαν ante ἔθος ponit Alex. 17 ἦλθεν Alex. 18 ἱστορίαν ὑπέμνησεν ἡμᾶς· τοῦ γὰρ βεβαιώσασθαι ὅτι μηδεὶς τρόπος Alex. 18. 19 τοὺς τέσσαρας τοὺς δεδειγμένους ἐν τῇ Alex. 19 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 3 ὃ δῆλον γέγονε Alex. 24 γῆν scripsi: ὕδωρ libri 2.3 καὶ μνημονεύει—χώραν (28) pleraque Alexaudri sunt 27 αἴτιον B 30.31 οὐκ ἐμνημόνευσε — τούτων Alexaudri sunt 31 ἀσώματον Alex. οὐ σῶμα] sic etiam Alex. cod. L: καὶ σῶμα Alex. vulg. φθάνει δὲ προειρηκέναι καὶ περὶ τούτων Alex. τούτου ACD)
p. 988 a 34 Ἢ ἔρωτα ποιοῦσιν ἀρχήν.
Δοκοῦσι λέγειν τελικὸν αἴτιον οἱ ὑποτιθέμενοι εἶναι ἔρωτα· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. λέγομεν οὖν ὅτι εἰ μὲν οὕτως ἔλεγον ὅτι ὁ ἔρως τινὸς ἐφιέμενος ποιεῖ ἃ ποιεῖ, τῷ ὄντι ἔλεγον τελικὸν αἴτιον· μόνον δὲ τῷ ἔρωτι ἐν ταῖς ἀρχαῖς χρώμενοι ὡς ποιοῦντι, οὐκέτι δὲ λέγοντες τίνος χάριν, οὔ φασι τὸ τελικὸν αἴτιον. ὅτι δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς Πλατῶν ἐμνημόνευσε, δείκνυσιν· αἱ γὰρ ἰδέαι αὐτῷ αἰτίαι καὶ ἀρχαὶ οὖσαι οὔτε ὡς ὕλη εἰσὶν αἰτίαι (οὐ γὰρ ἐνυπάρχουσι τοῖς αἰσθητοῖς * * * ἀμέλει τοι τὸ νεῖκος καὶ ἡ φιλία στοιχεῖα κατὰ τὸν Ἐμπεδοκλέα, ἀλλ’ οὐχ ὑλικά· οὔτε γὰρ [*](f.35v) ἐν τοῖς αἰσθητοῖς θεωροῦνται), οὔτε δὲ ποιητικὰ αἴτια ὑπάρχουσι τὰ εἴδη· τοῦ μὲν γὰρ ποιοῦντος ἰήιον τὸ κινεῖν, αὐτὰ δὲ στάσεως καὶ ἀκινησίας αἴτια τοῖς οὖσι. τῶν οὖν εἰδῶν παρακτικαί εἰσιν αὗται κατ’ αὐτόν, ὥσπερ καὶ τὸ ἓν τῶν ἰδεῶν ἐστι παρακτικόν. τοῦ οὖν τελικοῦ αἰτίου οὐδαμῶς μέμνηται, οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις. τρόπον μὲν γάρ τινα λέγουσιν αὐτῶν αἴτιον, ὃν δὲ πέφυκε τρόπον, οὐ λέγουσιν. οἱ μὲν γὰρ λέγοντες φιλίαν ἢ νοῦν ὡς ἀγαθὸν μὲν τιθέασι ταύτας τὰς αἰτίας καὶ ὡς ποιητικάς, οὐ μὴν ὡς ἕνεκά γε τούτων ἢ ὄν τι ἢ γινόμενον, ἀλλ’ ὅτι ἐκ τούτων αἱ κινήσεις. ὥστε ποιητικὸν μὲν αἴτιον λέγουσι, τελικὸν δὲ οὐ λέγουσιν. ὁμοίως δὲ καὶ οἱ ἓν λέγοντες εἶναι τὴν τῶν πάντων οὐσίαν, τουτέστιν οἱ περὶ Πλάτωνα, τὴν τοιαύτην φύσιν αἰτίαν [*](2. 3 σωματικὴν ὕλην Β 6 Παρμενίδης] cf. Metaph. p. 984b27 Ἡσίοδος Theog. 120 10 περατοῦντες — ἱστάντες libri 12 ἐδείξαμεν] cf. p. 52, 2 13 ὅτι πάντα κτλ.] cf. p. 52,23 16 εἰ μὲν οὕτως ἔλεγον—παρακτικόν (26) pleraque Alexandri sunt 16. 17 τίνος ὁ ἔρως ἐφιέμενος Alex. 20 αὐτῷ αἰτίαι scripsi (κατ᾿ αὐτὸν αἰτίαι Alex.): αὐτοαιτίαι libri 21 ἀμέλει τοι κτλ.] lacunam indicavi: Alex, haec habet τὰ δὲ ἐν τοῖς εἴδεσι λέγοι ἄν τὰς ἀργὰς τῶν εἰδῶν· οὐδὲ γὰρ ταῦτα ὕλη τοῖς αἰσθητοῖς, ἀλλὰ αὐτὰ στοιχεῖα τῶν εἰδῶν, ὅτι ἐν ταῖς ἰδέαις εἰδὶν ὡς στοιχεῖα αὐτῶν. οὐ γὰρ τὰ στοιχεῖα ἐπὶ τῆς ὕλης λέγεται μόνης. τὸ γοῦν νεῖκος καὶ ἡ φιλία στοιχεῖα μὲν κατ’ Ἐμπεδοκλέα καὶ ἐν τοῖς στοιχείοις, ἀλλ’ οὐχ ὡς ὕλη 28 αὐτῶν] fort, αὐτὸ)
p. 988b16 Ὅτι μὲν οὖν ὀρθῶς διώρισται.
Ὅτι μὲν οὖν ὀρθῶς εἰρήκαμεν περὶ τῶν αἰτιῶν καὶ πόσαι εἰσὶ καὶ̣ τίνες, μαρτυροῦσιν ἡμῖν καὶ οἱ παλαιότεροι, μὴ δυνηθέντες ἅψασθαι ἄλλης αἰτίας παρὰ τὰς τέσσαρας τἀς εἰρημένας ὑφ’ ἡμῶν. πρὸς δὲ τούτοις δεῖ γνῶναι, ἆρά γε πᾶσαι αἱ ἀρχαὶ ζητοῦνται ἢ ἔνιαι εἰς τὴν τῶν πάντων παραγωγήν. καὶ δῆλον ὅτι μάλιστα χρεία ἐστὶ τοῦ τελικοῦ αἰτίου. δεῖ οὖν ἡμᾶς εἰπεῖν, πῶς ἕκαστος τῶν πρὸ ἡμῶν εἴρηκε περὶ τῶν ἀρχῶν, καὶ διαπορῆσαι, εἴτε δυνατὸν εἶναι τῶν πάντων ὑλικὴν μόνην ἀρχήν, καθάπερ [*](3 δείκνυσιν οὖν — τίθενται (22) Alexandri sunt 3.4 δείκνυσι δὲ ὅτι οὐδεὶς οἰκείως τῶν πρὸ αὑτοῦ περὶ ταύτης τῆς αἰτίας ἐποιήσατο· τὸν λόγον Alex. 7 εἰσαγαγὼν καὶ ὁ ’Εμπεδοκλῆς τὴν φιλίαν ἀγαθὰ κτλ. Alex. 9 ταῦτα τὰ ποιητικὰ Alex. αὐτοῖς B Alex.: αὐτῆς ACD 14 αἴτια παρεκτικά Alex. 16. 17 τῷ τὴν οἰκείαν αὐτῷ χώραν μὴ φυλάσσειν Alex. 17 καὶ λέγει Alex. 18 τὸ ὡς Alex. cod. L: ὡς ora. Alex, vulg. : τῷ ὡς libri 20. 21 οὐχ ᾖ ἀγαθὸν αὐτὸ αἴτιον ποιοῦσιν Alex. 22 τίθενται— αἴτιον om. Β 25 ὁ Πλατῶν] Epist. II p. 312 Ε 26 σαφῶς scripsi: ἀσαφῶς libri 33 ἡμᾶς om. A1)
p. 988b22 ‘0σοι μὲν οὖνἕντιτὸπἄνκαὶ μίντινὰφύσιν ὡςὕλην τιθέασιν.
Ἐκθέμενος τὰς τῶν παλαιοτέρων δόξας, ἐντεῦθεν πειρᾶται διελέγχειν τὰ μὴ καλῶς ὑπ’ αὐτῶν εἰρημένα. καὶ πρῶτόν γε περὶ τῶν φυσικῶν ποιεῖται τὸν λόγον, καὶ τῶν φυσικῶν τῶν ὑποτιθεμένων ἓν εἶναι τὸ στοιχεῖον. καί φησιν ὅτι βουλόμενοι περὶ πάντων τῶν ὄντων διαλέγεσθαι σωματικὴν ἀρχὴν μόνην ὑπετίθεντο, οὐκέτι μέντοι γε καὶ ἀσώματον. ἔδει δέ, εἴπερ καὶ τῶν ἀσωμάτων καὶ τῶν σωμάτων μία ἐστὶ κυρίως ἀρχὴ ἡ ἀσώματος, ἡ παρακτικὴ τῶν πάντων καὶ δημιουργός. φαμὲν οὖν πρὸς τὸν Ἀριστοτέλη ὅτι ὡς φυσιολογοῖ περὶ μόνων τῶν σωματικῶν ἀρχῶν διελέχθησαν· καὶ αὐτὸς γὰρ τοῦτο λέγεις ὅτι κεχώρισται ἡ φυσιολογία τῆς θεολογίας, καὶ οὐ δεῖ τὸν φυσικὸν διαλέγεσθαι περὶ τῆς πρώτης αἰτίας· μείζονος γὰρ φιλοσοφίας τοῦτο ἔργον ἐστίν. εἰ οὖν τῷ ὄντι περὶ πάντων τῶν ὄντων διαλεγόμενοι οὐχ ὑπετίθεντο καὶ ἀσώματον ἀρχήν, τῷ ὄντι καλῶς αὐτοὺς πειρᾶται ἐλέγχειν ὁ Ἀριστοτέλης. φησὶν οὖν ὅτι οὔτε ποιητικὴν αἰτίαν ὑποτίθενται ἀλλὰ μᾶλλον ὑλικὸν αἴτιον, οὔτε δὲ εἰδικήν. καίτοι τὰ πράγματα κατὰ τὰ εἴδη χαρακτηρίζονται· αἱ γὰρ διαφοραὶ τῶν πραγμάτων ἐκ τοῦ εἴδους βλαστάνουσι, καὶ ἕκαστον τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος χαρακτηρίζεται. ἄλλως τε δὴ τοῦτο τὸ ἓν στοιχεῖον εἰδοπεποιημένον φυλάττουσι, λέγοντες αὐτὸ εἶναι ὑλικὸν αἴτιον. ὥστε συμβήσεται [*](f.37r) ἀναιρεῖσθαι γένεσιν. φησὶ γὰρ δέχεσθαι τὸ πῦρ, εἰ τύχοι, τὸ ἀέριον εἶδος μὴ φθειρομένου τοῦ πυρός. τὸ δὲ τοιοῦτον ἀλλοίωσις καὶ οὐ γένεσις, ὡς εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆς Περὶ γενέσεως καὶ φθορᾶς. ἔπειτα δὲ καὶ τὰ ἐναντία ἅμα τῷ αὐτῷ ὑποστήσονται, ὡς ἐν [*](2 περὶ τῶν ἀρχῶν — ἕπεται (10) Alexanclri sunt 3 διελόμενοι τὴν αἰτίαν Alex, 4 ἅπασαι deest Alexandro 5 post τεσσάρων add. τούτων Alex. 7 αἰτίοις deest Alexandre 9 ἕκαστον libri ἄπειρα AD 10 οὐκ—ἄπειρον (12) delenda 19 ὑπέθεντο BD 21 παρεκτικὴ Β 23 ὅτι κεχώρισται κτλ.] cf. Metaph. El 35 ἐν τῷ δευτέρῳ λόγῳ τῆς Περὶ γ. κ. φθ.] Β 5 p. 332a6 sqq. cf. Α 4)
p. 988b 22 Ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν.
Ὅσοι πρεσβεύουσιν ἓν εἶναι τὸ πᾶν, τουτέστι μίαν εἶναι τὴν ὑλικὴν ἀρχήν, καὶ ταύτην εἶναι ἀρχὴν τῶν πάντων διό φησι καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν), φανερὸν ὅτι κατὰ πολλοὺς ἁμαρτάνουσι τρόπους. τῶν γὰρ σωμάτων ἀρχὰς μόνον ὑποτίθενται, οὐκέτι δὲ καὶ τῶν ἀσωμάτων, οἷον ψυχῶν, ἀγγέλων καὶ πασῶν τῶν νοερῶν δυνάμεων. οὐ δυνατὸν οὖν ἀρχὴν ἀσωμάτου σῶμα εἶναι. δεύτερον ἐπιχειροῦντες ἀποδιδόναι τὰς αἰτίας πάντων τῶν ἐν γενέσει καὶ φθορᾶ καὶ περὶ πάντων ἁπλῶς φυσιολογοῦντες τὸ τῆς κινήσεως αἴτιον ἀναιροῦσι, φημὶ δὲ τὸ ποιητικὸν αἴτιον. πῶς δὲ δυνατόν ἐστι γένεσιν γενέσθαι ἄνευ τοῦ ποιητικοῦ αἰτίου τοὐ πόρρω καὶ τοῦ προσεχοῦς; διό φησιν ὁ Ἀριστοτέλης ἐν. τῇ Φυσικῇ ἀκροάσει ὅτι “ὁ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος.’’ γένεσιν οὖν εἰσάγοντες τὴν αἰτίαν τοῦ γίνεσθαί τε καὶ κινεῖσθαι καὶ ὅλως τὸ ποιητικὸν αἴτιον παρέλιπον· οὐ γὰρ δὴ ἡ ὕλη γε ἐξ ἑαυτῆς ἔχει τὸ κινεῖσθαι. τὸ δὲ περὶ γενέσεως, ἀντὶ τοὐ γενέσεως καὶ φθορᾶς, ἐπιχειροῦντες τὰς αἰτίας λέγειν καὶ περὶ ἀπάντων φυσιολογοῦντες τῶν ὄντων., ὧν ἐν κινήσει τὰ πλεῖστα, τὸ τῆς κινήσεως αἴτιον, τουτέστι τὸ ποιητικόν, ἀναιροῦσι. πρὸς τούτοις δὲ τὸ εἰδικὸν αἴτιον οὐδενὸς αἴτιον τιθέασιν εἶναι· κατὰ δὲ τὸ εἶδος χαρακτηρίζονται τὰ πράγματα καὶ ὑφίστανται. ἡ γὰρ οὐσία ἑκάστου τὸ εἶδος αὐτοῦ ἐστιν, ὡς δηλοῦσι καὶ οἱ [*](f.37v) ὁρισμοί· ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητὸν ὑπάρχει· αἱ γὰρ διαφοραὶ οὐκ ἐκ τῆς ὕλης ἀλλ’ ἐκ τοῦ εἴδους.
p. 988b 29 Καὶ πρὸς τούτοις τὸ ῥᾳδίως τῶν ἁπλῶν σωμάτων.
Πάλιν ἐντεῦθεν ἕτερον ἔγκλημα ἐπιφέρει κατ’ αὐτῶν λέγων ὅτι καὶ κατὰ τοῦτο ἁμαρτάνουσι καθὸ ἕν τι τῶν ἁπλῶν σωμάτων ὑπέλαβον εἶναι ἀρχὴν τῶν ὄντων, ἢ πῦρ ἢ ὕδωρ ἢ ἀέρα· γῆν γὰρ μόνην αὐτὴν καθ’ αὑτὴν οὐδεὶς ὑπέθετο ὁ γὰρ Ξενοφάνης γῆν καὶ πῦρ ὑπετίθετο ἀρχὰς τῶν ὄντων), διότι παχύτερόν ἐστιν ἡ γῆ καὶ οὐκ ἐπιτηδεία πρὸς γένεσιν,. τὰ γὰρ λεπτομερέστερα ἐπιτήδεια ὑπάρχουσι πρὸς τὴν τῶν ὄντων γένεσιν· ῥᾳδίως γὰρ μεταβάλλονται. διὸ μᾶλλον κατορθοῦσιν οἱ ὑποτιθέμενοι πῦρ, ἐπειδὴ πάντων τῶν ἄλλων στοιχείων λεπτομερέστερον ὑπάρχει, ἀέρος φημὶ καὶ ὕδατος καὶ τοῦ μεταξύ. ἰστέον δὲ ὅτι τὸ τῇ γενέσει πρότερον ὕστερόν ἐστι τῇ φύσει · ὅθεν τὸ ἔμβρυον τῇ μὲν γενέσει πρότερον ὑπάρχει, ὁ δὲ ἄνθρωπος ὁ τέλειος ὕστερός ἐστι τῇ γενέσει· ὁμοίως καὶ τὸ σπέρμα καὶ [*](8 ἀσωμάτων] ὑπαρχόντων καὶ ἀσωμάτων acklit et rursus expungit Α 14 ἐν τῇ Φυσικά ἀκροάσει] B 2 p. 194b 13 17 τὸ δὲ περὶ—αἴτιον (19) Alexaudri suut τοῦ περὶ γενέσεως B 19 δηλονότι τῶν ὄντων Alex. 29 Ξενοφάνης] irnmo Parmeuides)
p. 989a12 Κτὰ μὲν οὗν τοῦτον τὸν λόγον.
Φησὶν ὅτι κατὰ τὸν λόγον τοῦτον τὸν λέγοντα ὅτι δεῖ τὸ στοιχεῖον λεπτομερέστατον εἶναι ἐξ οὗ τοῖς ἄλλοις ἡ γένεσις, μόνοι κατορθοῦσιν οἱ [*](3. 4 μετὰ δὲ τὸ ὕδωρ in marg. add. Α 12 ἐν τῇ Περὶ γ. καὶ φθ.] Β4 331a12sqq. 14. 15 ἡ τῆς ἐξ ἀλλήλων γενέσεως αὐτοῖς διαφορά Alex. 15 εἰπὼν σωμάτων (22) Alexandri sunt ἐφεξῆς deest apud Alex. 16 καὶ deest apud Alex. σκοπουμένοις] sic etiaui Alex. cod. L 17 δόξει πρῶτον εἶναι τῶν σωμάτων Alex. 18 ἡ τῶν ἄλλων Alex. 19 διό οἱ πῦρ τὸ στοιχεῖον θέμενοι Alex. 22 τὸ στοιχεῖον εἶναι Alex. 25 ἄλλων scripsi : ἁπλῶν libri 29 ὁ ποιητὴς] II. II. 99 ἀλλ’ ὑμεῖς μὲν πάντες κτλ. 30 Ησίοδος] Theog. 116 sq.)
p. 989a15 Εἰ δὲ ἔστι τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον.
Eἰπὼν ταῦτα προστίθησι καθ’ ὃν λόγον δύναται τὸ ἀνάπαλιν ἡ γῆ στοιχεῖον λέγεσθαι, λέγν εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον. ἔστι γὰρ ὃ λέγει τοιοῦτον. δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τέλειον, ὕστερον ὃν τοῦ ἀτελεστέρου. καὶ ὕστερον μὲν ἐν τῇ γενέσει γινόμενον τὸ τελειότερον· ὁ γὰρ ἄνθρωπος τελειότερός ἐστι τοῦ ἐμβρύου· τὸ δὲ ἀτελέστερον προυπάρχει τῷ χρόνῳ, ὡς θεμέλιος οἰκίας καὶ παῖς ἀνδρός. κατὰ δὴ τὸν λόγον τοὐτόν φησι πάλιν ἔσεσθαι κάλλιον εἰρηκότας τοὺς τὰ παχυμερέστερα τῶν σωμάτων ὑποθεμένους· μᾶλλον γὰρ ταῦτα πεπέφθαι καὶ τετελειῶσθαι δοκεῖ τῶν ἀτελεστέρων καὶ πρώτων τῇ γενέσει· ἐξ ἐκείνων γὰρ εἰς τὰ παχύτερα ἡ μεταβολή. ὥστε εἰ τὸ πρότερον ἀρχή, τὸ τῇ φύσει τε καὶ οὐσίᾳ πρότερον μᾶλλον ἂν εἴη ἐν ἀρχαῖς, οὐ τὸ τῇ γενέσει. εἰ γὰρ τὸ πρῶτον τῇ γενέσει ὕστερον τῇ φύσει, τὸ ὕστερον δὲ τῇ γενέσει πρῶτον ἂν εἴη τῇ φύσει, ὑστέρα δέ, καθὸ συγκρίσει ἡ γέωεσις, ἡ γῆ, αὕτη μᾶλλον ἀρχή, ἐξ ἧς πάλιν διακρίσει ἡ τῶν ἄλλων γένεσις. διάκρισις γάρ ἐστιν, ὡς εἴρηται, ἡνίκα ἐκ τῶν παχυτέρων γίνεται τὰ λεπτότερα. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον, φημὶ δὴ τὸ παχυμερέστερον, ὕστερον τῇ γενέσει, τουτέστιν ἡ γῆ, τοὐναντίον προτέρα ἔσται ἡ γῆ, ὡς τῇ φύσει προτέρα ὑπάρχουσα. ἔστι γὰρ τῇ γενέσει πρότερον τὸ πῦρ κατ’ αὐτούς, εἶτα ὁ ἀήρ, εἶτα τὸ ὕδωρ, αὖθις ἡ γῆ. ὥστε ὑστέρα τῇ γενέσει ἡ γῆ· τὸ δὲ ὕστερον τῇ γενέσει τῇ φύσει πρότερον ὑπάρχει· καὶ λοιπὸν μετ’ αὐτὴν ὕδωρ, εἶτα ἀήρ, εἶτα πῦρ.
p. 989a18 Περὶ μὲν οὖν τῶν μίαν τιθεμένων αἰτίαν οἵαν εἴπομεν.
Πληρώσας τὸν ἔλεγχον τὸν· κατὰ τῶν φυσικῶν τῶν ὑποτιθεμένων ἓν εἶναι τὸ στοιχεῖον καὶ ἀμετάβλητον , μετέρχεται ἐπὶ τοὺς φυσικοὺς πάλιν τοὺς περὶ Ἐμπεδοκλέα τοὺς ὑποτιθεμένους πολλὰ τὰ στοιχεῖα καὶ ἀμετάβλητα. φησὶν οὖν ὅτι περὶ τῶν ὑποτιθεμένων μίαν αἰτίαν τὴν πρώτην, [*](f.39r) οἵαν εἴπομεν , ἔστω τοσαῦτα εἰρημένα. τῷ δὲ αὐτῷ ἐγκλήματι ὑποπίπτει [*](4 εἰπὼν ταῦτα — γένεσις (17. 18) pleraque Alexandri sunt δύναιτο ἄν πάλιν Alex. 11 ὑποθεμένους στοιχεῖα Alex. 12 τῶν ἁπλουστέρων τε καὶ λεπτοτέρων καὶ πρώτων Alex. 12. 13 post γενέσει add. τὰ γὰρ λεπτομερέστερα πρῶτα τῇ γενέσει Alex. 13 παχυμερέστερα Alex. 14. 15 μᾶλλον ἂν εἴη ἀρχὴ τοῦ τῇ γενέσει προτέρου Alex. IG prills δὲ om. B itemque deest apud Alex., qui tamen infra αὕτη ἄρα μᾶλλον ἀρχή (17) habet καθὸ] καθ’ οὓς Alex. συγκρίνει Β 17 πάλιν] μᾶλλον Α 27 αἰτίαν) ἀρχὴν B 28 τῶν κατὰ B 31 τῶν ὑποκειμένων B)
p. 989a25 Καὶ περὶ τῆς τιῶν κινούντων αἰτίας πότερον ἓν ἢ δύο θετέον.
Ἰστέον ὅτι δύο αἴτια ποιητικὰ ὁ Ἐμπεδοκλῆς ὑπετίθετο, νεῖκος καὶ φιλίαν. καὶ κατὰ τοῦτο κατὰ τὶ μὲν αὐτὸν ἀποδέχεται · καθὸ μὲν γὰρ δύο ἀρχὰς ὑπετίθετο, τὴν μὲν μίαν τῆς συγκρίσεως καὶ τῆς εἰδοποιίας καὶ τῆς ἑνώσεως, τὴν δὲ ἑτέραν τῆς διακρίσεως καὶ τῆς ἀοριστίας καὶ τῆς διαστάσεως, κατὰ τοῦτο αὐτὸν ἀποδέχεται, ἐπειδὴ ταῦτα πάντα θεωροῦνται ἐν τοῖς πράγμασι. καθὸ δὲ οὐδὲν διελέχθη περὶ τοῦ ἀπλῶς αἰτίου, οὐκ ἀποδέχεται· ἔδει γὰρ αὐτὸν εἰπεῖν καὶ τὸ αἴτιον τῆς ἁπλῶς εἰδοποιίας ἅμα καὶ ἑνώσεως καὶ ἀοριστίας, καὶ διακρίσεως καὶ συγκρίσεως. πρὸ γὰρ τῶν [*](f. 39v) δύο τὸ ἕν· τὰ γὰρ δύο ἐκ τοῦ ἑνός· ὥστε ἀνάγκη εἶναι μίαν τὴν πάντων ἀρχήν. διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι καὶ περὶ τῶν ποιητικῶν αἰτίων, πότερον ἓν ἢ δύο θετέον, οὔτε ὀρθῶς οὔτε ἀλόγως, ὡς ἐνεδείξαμεν. ἢ ὅτι ἀμφότερα καὶ συγκρίνουσι καὶ διακρίνουσιν, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· ἔσχεν οὖν πλέον τῶν ἄλλων φυσικῶν κατὰ τὰ ποιητικὰ αἴτια. ὅλως δὲ οἱ οὕτω λέγοντες καὶ γένεσιν καὶ ἀλλοίωσιν ἀναιροῦσιν· οὐ γὰρ ἄν οἱ ἀμετάβλητα ὑποτιθέμενοι τὰ στοιχεῖα λέγοιεν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ γίνεται· ἤγουν τὸ ἐναντίον, ἐπεὶ οὕτως ἔσονται τὰ ἐναντία, τῶν στοιχείων ὄντων ἀμεταβλήτων κατ’ αὐτούς, καί τίς ἐστι φύσις μία, ἥτις γίνεται πῦρ καὶ ὕδωρ, ὅπερ ἐκεῖνος ὁ ’Εμπεδοκλῆς οὐ λέγει. οὐκ ἂν οὖν τὸ πῦρ μετεβάλλετο εἰς ὕδωρ ἢ τὸ ὕδωρ εἰς πῦρ, εἰ μὴ ὑπῆρχέ τις ὕλη ἀνείδεος, ἥτις παρὰ μέρος δέχεται ἀμφότερα τὰ ἐναντία. τοῦτο δὲ ὁ ’Εμπεδοκλῆς σαφῶς οὐ λέγει· ὅμως ἐξ ὧν ὑποοὐκ [*](6 ἀεὶ εἰσὶν Β 9 καὶ εἰς libri; sed καὶ expuugit Α 10. U Περὶ γενέσεως] de Gener. et corr. B 5 11 Περὶ οὐρανοῦ] FT 13 κινούντων] sic etiam Metaph. p. 989a25 cod. Ab 26 ἀμφότερα scripsi: ἀμφοτέρας libri 27 Περὶ γενέσεως καὶ φθορᾶς B 6 28 γένεσιν καὶ in marg. add. Α1 29. 30 οὐ γὰρ ἄν οἱ - λέγοιεν scripsi: οὐ γὰρ οݲιݲ (in rasuraXI litt.) λέγουσιν A: οὐ γὰρ ἄνθρωποι — λέγουσιν BCD 30 καὶ ψυχροῦ] fort. ψυχρὸν; of. p. 61, 1 31 ἔσονται] fort, excidit ἄμα 32 ἥτις scripsi: καὶ τίς libri)
p. 989a30 Ἀναξαγόραν δὲ εἴ ὑπολάβοι λέγειν δύο στοιχεῖα.
Καὶ ὁ Ἀναξαγόρας οὖν, φησί, δύο ὑπετίθετο τὰ στοιχεῖα, τὸν νοῦν ποιητικὸν αἴτιον καὶ τὰς ὁμοιομερείας ὑλικόν, καὶ ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι. τοῦτο δέ ἐστιν ἀδύνατον τὸ εἶναι πάντα ἐν πᾶσιν ἐνεργείᾳ· οὕτως γὰρ ἔσονται πρὸ τῆς γενέσεως αὐτῶν· ἔπειτα δὲ συμβήσεται ἅμα εἶναι γραμμὴν καὶ λευκότητα καὶ μουσικὴν καὶ γραμμήν, ὅπερ ἐστὶν ἀδύνατον · οὔτε γὰρ πάντα πεφύ·κασιν εἰς πάντα μίγνυσθαι. ἔπειτα δὲ τὰ μιγνύμενα πρότερον αὐτὰ καθ’ αὑτὰ ὑπάρχει πρὸ τῆς μίξεως· ἔσονται οὖν τὰ συμβεβηκότα αὐτὰ καθ’ αὑτὰ ἄνευ οὐσιῶν, ἐπειδὴ μίγνυται, ὅπερ ἐστὶν ἀδύνταον. ἰστέον οὖν ὅτι ἢ συμβολικῶς ἔλεγες ταῦτα, ὦ Ἀναξαγόρα, ὅτι [*](f.40r.) πάντα ἐν πᾶσι, βουλόμενος ἐντεῦθεν δηλῶσαι τὴν ὕλην, ἐπειδὴ πάντα ἐν τῇ ὕλῃ ὑπάρχουσιν, ἢ τῷ ὄντι περιφανταζόμενος τὴν ὕλην ταῦτα ἔλεγες. ἐπεὶ γὰρ ἑώρα πάντα ἐκ πάντων γινόμενα, μὴ ἐπιστήσας τῇ εἰς τὴν ὕλην ἀναλύσει, ἀπεφήνατο πάντα ἐν πᾶσιν εἶναι ἐνεργείᾳ, ὅπερ ἐστὶν ἀδύνατον· δυνάμει μὲν γάρ ἐστιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν. ἀμέλει τοι εἰ εὗρέ τινα Ἀναξαγόρας ὀρέγοντα χεῖρα ἐπὶ τὴν διάρθρωσιν, ἠγάπησεν ἄν, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος.
p. 989a30 Ἀναξαγόραν δέ.
Εἴ τις ὑπολάβοι τὸν Ἀναξαγόραν δύο λέγειν στοιχεῖα τὸν νοῦν καὶ τὰς ὁμοιομερείας, κατὰ λόγον ὁ τοιοῦτος ὑπολαμβάνει, ὃν λόγον ἐκεῖνος μὲν ὁ Ἀναξαγόρας οὐ διήρθρωσεν, ὡς εἰρήκαμεν, ἠκολούθει δὲ τοῖς διαρθροῦσιν αὐτόν. ἠκολούθει οὖν τοῖς τὴν δόξαν αὐτοῦ οὕτως ἐξηγουμένοις ὡς εἰρήκαμεν, ὅτι δυνάμει πάντα ἐν πᾶσιν ὑπάρχουσι καὶ οὐκ ἐνεργεία. ἀτόπου γὰρ ὄντος καὶ ἄλλως τοῦ φάσκειν μεμῖχθαι τὴν ἀρχὴν πάντα δι’ εἰρήκαμεν αἰτίαν, καὶ διότι δεῖ τὰ μιγνύμενα πρὸ τῆς μίξεως ὑπάρχειν αὐτὰ καθ’ αὑτά οὕτως δὲ οὐκ ἔσται ἡ μῖξις προτέρα) καὶ διὰ τὸ μὴ πεφυκέναι τῷ τυχόντι μίγνυσθαι τὸ τυχόν· πῶς γὰρ ἄν γραμμὴ καὶ λευκὸν μιχθείη, ἢ μουσικὸν καὶ λευκόν; ἔτι δὲ διὰ τὸ ἀκολουθεῖν τῷ οὕτω λέγοντι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζεσθαι τῆς οὐσίας καὶ καθ’ αὑτὰ ὑφεστάναι· ὧν γὰρ μῖξις γίνεται, τούτων καὶ χωρισμός· ὥστε εἰ καὶ ταῦτα μέμικται τῶν πάντων γὰρ καὶ ταῦτα) καὶ χωρίζοιντο ἄν καὶ ὑπάρξουσιν αὐτὰ καθ’ αὑτὰ τὰ συμβεβηκότα, ὅπερ ἐστὶν ἀδύνατον. προσβοηθῶν δὲ τῇ δόξῃ αὐτοῦ Ἀριστοτέλης καὶ διαρθρῶν αὐτῆς τὸ βούλημά φησιν ὅτι εἴ τις ἀκολουθήσειε συνδιαρθρῶν ἃ βούλεται λέγειν, ἴσως ἂν φανείη καινοπρεπέστερον λέγων· [*](8 καὶ γραμματικόν Β 15 ἑώρας C 26 ἐστήσαμεν Β 28 οὐκ ἔσται] οὐκέτι Alex. 29 πῶς γὰρ ἂν — χωρίζοιντο ἄν (33) Alexandri sunt 30 fort, τὸ τὰ πάθη 32 καὶ εἰ Alex. 33 ὑπάρχουσιν Β 35 διορθῶν C 35. 35. συνδιορθῶν C)
p. 9891)16 ’Εκ δὲ τούτων συμβαίνει λέγειν αὐτόν.
Συγκεφαλαιοῦται τὴν Ἀναξαγόρου δόξαν περὶ τῶν ἀρχῶν, ᾗ συγκατέθετο ἄν, εἴ τις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἑπόμενος συνδιήρθρου αὐτά, ὅτι ἔστι κατ’ αὐτὸν ἀρχὴ νοῦς ἀπλοῦς ὢν κατ’ αὐτὸν καὶ ἀμιγής καὶ εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον, τουτέστι τὸ ἀόριστον· τοιοῦτον γὰρ ἡ ὕλη, πρὶν ὁρισθῆναι καὶ εἰδοποιηθῆναι, ἀόριστος καὶ μηδὲν ἐνεργείᾳ ἀλλὰ δυνάμει πάντα ἔχουσα ἃ δύναται γενέσθαι, ὁποῖον ἐκεῖνος τὸ μῖγμα ὑπέθετο· ὥστε λέγει μὲν οὕτε ὀρθῶς οὔτε σαφῶς· ἀλλ’ οὐδὲ εἰ οὕτως λέγει [*](f.41r) ὡς αὐτὸς αὐτῷ βοηθῶν εἴρηκεν αὐτὸν βούλεσθαι λέγειν, ὀρθῶς ἂν λέγοι πάντῃ· δύο γὰρ μόνον ἀρχὰς ἂν λέγοι ἀντὶ τεσσάρων. ἔτι οὐδὲ πάντῃ οἷόν τε λέγειν οὕτως αὐτὸν εἰρηκέναι· τὰ γὰρ ὁμοιομερῆ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει λέγων εἶναι ἀλλ’ ἐνεργείᾳ. ἀλλ’ οὐδὲ σαφῶς τι τούτων [*](1. 2 ὑπάρχον—ἐνεργείᾳ om BCD 3 Πλατῶν φησὶν] Tim. p. SOCsq. 7 δέχεται τὰ πάντα κτλ.] δέχεταί τε γὰρ ἀεὶ τὰ πάντα, καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῇ οὐδαμῶς Plato 1. 1. 10 λέγει οὖν—καθαρόν (20) Alexandri sunt λέγει δὲ Alex. 11 συνδιορθοῦν Β ὅτι] ὅτε Alex., cf. Metaph. 989b6 15 legendum quod Alex, habet τῶν τοιούτων. οὔτε γὰρ ποιὸν 17 ἐν deest Alexandro 18 ὃ ἀδύνατον Alex. ἄν τοῦτο Alex.: αὐτοῦ τὸ libri 22 συγκεφαλαιοῦται—εἴρηκε (p. 63,1) Alexandri sunt 23 συνδιήρθρουν CD ὅτι ἦν Alex. 24. 25 ἀρχὴ τό τε ἐν ὁ γὰρ νοῦς ἀπλοῦς ὧν κατ’ αὐτὸν καὶ ἀμιγὴς εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον Alex. καὶ εἶπεν ἄν libri 25 γὰρ ἦν ἡ Alex. 27 ἐκεῖνος Alex.: ἐκεῖνο libri οι 28 ὥστε λέγειν Alex. 30 μόνα Alex. λέγει omisso ἄν D)
p. 989b 21 Ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθροὰν καὶ κίνησιν.
῾Ιστορήσας τὰς τῶν ἀρχαίων δόξας, ἃς περὶ τῶν ἀρχῶν ἔσχον, χωρίζει νῦν τοὺς φυσικοὺς ἀπὸ τῶν καὶ ἀσωμάτους ὑποθεμένων οὐσίας, καὶ παραιτησάμενος ἐκείνους ὡς οὐ περὶ πάσης τῆς οὐσίας πραγματευσαμένους, οὐδὲ ὄντα χρήσιμα τὰ ὑπ’ αὐτῶν λεγόμενα εἰς τὴν προκειμένην πραγματείαν, ἐπὶ ἐπὶ διερευνήσασθαι τὰς δόξας τῶν Πυθαγορείων καὶ Πλάτωνος ὡς οἰκειοτέρας τῇ προκειμένῃ πραγματείᾳ μέτεισιν. οὗτοι γὰρ περὶ πάντων τῶν ὄντων λέγοντες ἐτίθεντό τινας οὐσίας καὶ παρὰ τὰς γενητάς τε καὶ φυσικὰς καὶ ὅλως σωματικάς τε καὶ αἰσθητάς. χρησιμωτέρα γὰρ εἰς τὴν προκειμένην πραγματείαν ἡ τῆς τούτων δόξης ἐξέτασις, ἐπεὶ ἡ ζήτησις ἡμῖν περὶ τοιούτων αἰτίων, ἃ οὐ τῶν φύσει οὐδὲ τῶν ἐν κινήσει ἐστίν, ἀλλὰ περὶ τῶν νοητῶν τε καὶ ἀσωμάτων. ὁ γοῦν Ἀναξαγόρας εἰ καὶ εἶπε νοῦν ἀσώματον, ἀλλ’ οὖν γε περὶ τῶν κατὰ μέρος ἀσωμάτων οὐ διαλέγεται, ψυχῆς καὶ ὅσα ἄλλα τοιαῦτα· ὁμοίως δὲ καὶ οἱ ἄλλοι φυσικοί, οὐδὲ Πυθαγόραν φασὶ περὶ πάντων. οὗτοι οὖν οὐ] περὶ πάντων τῶν ὄντων ποιοῦνται τὴν θεωρίαν, οἱ Πυθαγόρειοι· τῶν γὰρ ὄντων τὰ μὲν αἰσθητὰ τιθέασιν [*](f.41v) θέασιν εἶναι, τὰ δὲ οὐκ αἰσθητὰ ἀλλὰ νοητά, καὶ φανερὸν ὅτι περὶ ἀμφοτέρων τῶν γενῶν ποιοῦνται τὴν σκέψιν. διὸ δεῖ ἡμὰς περὶ αὐτῶν διαλεχθῆναι τί καλῶς ἢ οὐ καλῶς λέγουσιν εἰς τὴν νῦν προκειμένην ἡμῖν σκέψιν.
p. 989 b 29 οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται τῶν φυσιολόγων.
Ἐλέγξας τοὺς φυσικοὺς περὶ τῶν ἀρχῶν ὡς μὴ ὑποτιθεμένους κοινὰς ἀρχὰς πάντων τῶν ὄντων ἀλλὰ μόνας σωματικὰς ἀρχάς, καὶ καταλιπὼν τούτους ὡς μὴ ὅλως ὑποτιθεμένους ἀρχὰς καθολικὰς πάντων τῶν ὄντων οὐ γὰρ δὴ τῶν ἀσωμάτων ὑπετίθεντο ἀρχάς, ὡς εἴρηται), νῦν μετέρχεται ἐπὶ τοὺς Πυθαγορείους, οἵτινες καθολικὰς ἀρχὰς ὑποτίθενται πάντων τῶν ὄντων καὶ σωμάτων καὶ ἀσωμάτων, ἐπειδὴ καὶ αὐτός ἐστιν ὁ] περὶ τῶν [*](1 λέγειν C: λέγων Β: ὧν λέγει εἰρηκέναι Alex. 2 τοῖς περὶ—δοκεῖ (4) Alexaudri sunt λέγει Β Alex.: λέγειν ACD 3 θεμένοις Alex. ἐλλείπειν Β 4 τὸ— γὰρ Alex. : τὰ ἀκόλουθα γὰρ libri 7 ἱστορήσας—ἀσωμάτων (17) Alexandri sunt τὰς περὶ τῶν ἀρχῶν Alex. 8 καὶ (post τῶν) deest apud Alex. 11 διερευνᾶσθαι Alex. 12 οἰκειοτέρας Alex.: οἰκειότης libri 13 οὐσίας ἑτέρας παρὰ Alex. 14 ὥστε χρησιμωτέρα Alex. 16 ἁ οὐδὲ Alex. 17 περὶ νοητῶν Alex. 18 νοῦν ἀσωμάτων BCD 19. 20 οὐδὲ — πάντων fort, delenda 20 οὐ deievi 32 ὁ delevi)
p. 989 b29 Οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται, ὡς εἴρηται.
Αἰτιᾶται τοὺς Πυθαγορείους, οἳ δοκοῦσι καὶ αὐτοὶ καὶ τῆς ἀσωμάτου φύσεως μνημονεύειν, ὅτι ἀρχὰς ὑπέθεντο ξενικωτέρας καὶ ἀπηρτημένας τῶν φυσικῶν καὶ ἐκτοπωτέρας, τουτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας καὶ δυναμένας καὶ ἄλλων φύσεων ἀρχὰς εἶναι · ἀσωμάτους γὰρ καὶ ἀκινήτους· οἱ γὰρ ἀριθμοὶ τοιοῦτοι.
[*](6 καὶ—ὀδοντοφυεῖν] locus depravatns; cf. p. 34,25 7 ἀνωτέρω] cf. p. 34,24 siiq. 14 πρῶτος sciipsi: πρότερος libii 15 μονάδας scripsi: μονάδα libii 18 ἀδικίας Β 23 ἱδρύεται BD 25 ἐπειδὴ B 31 αἰτιᾶται — τοιοῦτοι (35) Alexaiidri sunt)p. 989 b 31 Τὸ δὲ αἴτιον ὅτι παρέλαβον αὐτὰς ἐξ αἰσθητῶν.
Τὴν αἰτίαν λέγει δι’ ἣν οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἐχρήσαντο ταῖς τοιαύταις ἀρχαῖς καὶ ἔλαβον αὐτάς τὸ γὰρ παρέλαβον ἀντὶ τοῦ ἔλαβόν ἐστιν), ἀλλ’ ἀπὸ τῶν μαθημάτων, ἐν οἷς ἐντραφέντες ἐκ τούτων καὶ τούτοις ἀκολούθως ἔθεντο τὰς ἀρχάς. ταῦτα δέ ἐστι τὰ μαθηματικά, ὧν κατ’ αὐτοὺς ἀρχαὶ οἱ ἀριθμοί. ἃ ἔξω κινήσεως πάντα καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογίᾳ· καὶ γὰρ ἡ ἀστρονομία μαθηματικὴ μέν, ἀλλὰ περὶ φυσικῶν τε καὶ κινουμένων ὁ λόγος αὐτῇ· τὰ γὰρ ἄστρα, περὶ ὧν πραγματεύεται, φυσικά τε καὶ ἐν κινήσει. ἀμέλει τοι ἐζήτησεν ἐν τῷ δευτέρῳ λόγῳ τῶν Φυσικῶν τὰς διαφορὰς τοῦ φυσικοῦ καὶ τοῦ ἀστρονόμου, εἴ γε καὶ αὐτὸς ὁ ἀστρονόμος διαλέγεται περὶ φυσικῶν σωμάτων καὶ κινουμένων· καὶ εἷπεν ἐν ἐκείνοις ὅτι ὁ μὲν φυσικὸς τὴν ὕλην σκοπεῖ τῶν οὐρανίων ὁποία ἐστίν, ὅτι ὑποκείμενον, εἰ τύχοι, ὅτι οὐ δέχεται τὰ ἐναντία· [*](f.43v) ὁ μέντοι γε ἀστρονόμος οὐ φροντίζει τῆς ὕλης, εἴτε ἀερία ἐστὶν εἴτε πυρά εἴτε ἄλλη τις, ἀλλὰ μόνον τὴν κίνησιν τῶν ἀστέρων περιεργάζεται. φησὶν οὖν ὅτι οἱ Πυθαγόρειοι διαλέγονται καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανὸν καὶ περὶ τὰ τούτου μέρη πραγματεύονται, τουτέστι περὶ ἄστρων κινήσεις τοίας ἡ τοίας, καὶ διαλέγονται περὶ παθῶν, φημὶ δὴ ἐκλείψεων, καὶ διατηροῦσι τὸ συμβαῖνον περὶ τὰ ἔργα, τουτέστι περὶ τὰς δύσεις καὶ τὰς ἀνατολάς.· καὶ τὰς ἀρχὰς ἑαυτῶν καὶ τὰ αἴτια εἰς ταῦτα καταδαπανῶσι καὶ ὁμολογοῦσι καὶ ὁμοφωνοῦσι κατὰ τοῦτο τοῖς ἄλλοις φυσιολόγοις, ὅτι τό γε ὂν τοῦτ’ ἔστιν ὅσον ἐστὶν αἰσθητὸν καὶ περιείληφεν ὁ καλούμενος οὐρανός. οὐδὲν γάρ ἐστιν ἔξω τοῦ οὐρανοῦ, ὡς ἀρέσκει καὶ τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει, καὶ πολλοὺς λόγους τέθεικεν ἐν τῇ Φυσικῇ ἀκροάσει κατασκευαστικοὺς τοῦ τοιούτου, ὅτι οὐδέν· ἐστι παντάπασιν ἔξω τοῦ οὐρανοῦ. ταῦτα οὖν γεννῶσιν ἐξ ἐκείνων· τόν τε γὰρ οὐρανὸν καὶ τὰ ἐκείνου μέρη γεννῶσιν ἐκ τῶν ἀρχῶν ἃς ὑποτίθενται αὗται δέ εἰσι τὸ ἄρτιον καὶ τὸ περιττόν, ὡς εἴρηται), καὶ τὰ συμβαίνοντα καὶ περὶ ταῦτα ἀποδιδόασι ταῦτα λέγω τὰ ἐν τῷ οὐρανῷ), ὡς οὐδενὸς ὄντος ἢ γινομένου ἐξ αὐτῶν ἄλλου παρὰ τὰ αἰσθητά, ὁμολογοῦντες κατὰ τοῦτο τοῖς φυσικοῖς, οἳ οὐδὲν ἡγοῦντο παρὰ τὰ φυσικά τε καὶ ἐν κινήσει εἶναι · καίτοι τοιαύτας ἀρχὰς ὑποθέμενοι αἳ ἱκαναὶ ἦσαν καὶ τῶν ἀσωμάτων καὶ ὑπὲρ τὰ φυσικὰ ὄντων ἀρχαὶ λέγεσθαι, καὶ μᾶλλον ἁρμόττουσαι τοῖς ὑπὲρ φύσιν ἢ τοῖς περὶ φύσεως. οἱ γὰρ ἀριθμοὶ μᾶλλον ἀρχαὶ τῶν ἀσωμάτων ἤπερ τῶν [*](2 τὴν αἰτίαν—κινήσει (9) pleraque Alexandri sunt οὗ τὸ αἴτιον ἄμα ἀποδίδωσιν ὅτι οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἔθεντο καὶ ἔλαβον αὐτάς Alex. 4 Φλὰ ἐκ τῶν Alex. ἐν (leest apud Alex. 5 καὶ τὰς ἀρχάς Alex. 6 ταῦτα δὲ ἔξω κινήσεως πάντῃ 7 ἡ ἀστρολογικὴ Alex. 10 τῶν Φυσικῶν] Β 2 12. 13 οὐρανίων scripsi: οὐρανῶν libri 13 ὅτι ὑποκείμενον—ἐναντία foit. delenda sunt 18 ἢ ποίας BCD 22 ὅτι τὸ γαῖον τουτέστιν libri 25 ἐν τῇ Φυσικῇ ἀκροάσει] Γ 5 sqq. 26 ταῦτα οὖν γεννῶσιν—λέγεσθαι (33) Alexandri sunt καὶ ταῦτα Alex. 28 προείρηται Alex. συμβαίνοντα περὶ Alex. 30 post αἰσθητὰ add. καὶ σώματα Alex. 31 καίτοι Alex.: καὶ libri)
p. 990a12 Ἔτι δὲ εἴτε δώῃ τις αὐτοῖς ἐκ τούτων εἶναι μέγεθος.
Κἂν ὑποθώμεθα, φησί, κατὰ συγχώρησιν ἐκ τῆς τῶν ἀριθμῶν συνθέσεως μέγεθος ἀποτελεῖσθαι καὶ τῶν πάντως ἀδιαστάτων εἶναι συγκείμενον, ὃ πάντων μᾶλλον ἀδύνατον, οὐδὲ τούτου τεθέντος ἀποδέδοται πὰρ αὐτῶν πόθεν ἐν τοῖς σώμασιν αἱ κατὰ φύσιν αὐτῶν ῥοπαί, κουφότητές τε καὶ βαρύτητες· οὐ γὰρ δὴ δυνάμει τὰ τοιαῦτα ὥσπερ ἐστὶ καθ’ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνάμει τι σῶμα. ἃ γὰρ λέγουσι περὶ τῶν σωμάτων, οὐ μᾶλλον ταῦτα ἁρμόζει τοῖς φυσικοῖς ἢ τοῖς μαθηματικοῖς σώμασιν · ἰσότητες γὰρ καὶ ἀνισότητες καὶ σχήματα καὶ τὰ τοιαῦτα κοινὰ τούτων τε κἀκείνων τῶν σωμάτων.. εἰ δὲ τὰ ἴδια τοῖς φυσικοῖς σώμασι, καθ’ ἃ ἐστι φυσικά, μὴ ἀποδίδοται ταῦτα δέ ἐστι βαρύτης κουφότης, θερμότης ψυχρότης, ὑγρότης ξηρότης) οὐδὲν ἂν περὶ τῶν φυσικῶν σωμάτων εἶεν λέγοντες, περὶ ὧν λέγειν ·ἐβούλ·οντό τε καὶ προετίθεντο. διὸ οὐδὲν παντελῶς εἰρήκασι περὶ πυρὸς ἢ γῆς ἢ τῶν ἄλλων στοιχείων, ἐπειδὴ οὔτε περὶ τῶν αἰσθητῶν οὐδὲν εἰρήκασι, τουτέστι τῶν ποιοτήτων ἐξ ὧν ταῦτα ὑπάρχουσιν.
p. 990a18 Ἔτι δὲ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθ- μοῦ πάθη.
Καὶ τοῦτο δείκνυσιν ἄτοπον αὐτοῖς ἑπόμενον, ὅτι αἴτια τῶν κατὰ [*](f.44v) [*](1 αἰτιᾶται— δόξης (12) Alexaadri sunt οὖν] δὲ Alex. 2 ὃ γὰρ φαίνεται ἴδιον Alex. 5 ·ὃ Alex.: οὐ libri 7 ἃ ex Alex, addidi 9 ἔστι γὰρ Alex. 10 a πῶς Alex.: ὅπως libii 11 κινήσεων ἡ ἐνέργεια Alex.: κινήσεων etiara Β 15 κα· τῶν — προετίθεντο (25) Alexandri sunt πάντως scripsi: πάντων libri: πάντῃ Alex. · ἀδιαστάτων Alex.: ἀδιάστατον libri 16 ὃ Alex.: ὂν libri πάντων A: παντὸς Alex.: τῶν BCD ἀλλ’ οὑν οὐδὲ τούτου Alex. 16. 17 πρὸς αὐτῶν Alex. 17 ἐν τοῖς φυσικοῖς σώμασιν Alex. αὐτῶν (post φύσιν) Alex. : αὗται libri 18 ταῦτα 19 τοιαῦτα Alex. ’ii ἴδια μὲν τοῖς Alex. 23 ἀποδιδόασι Alex. 23. 24 κουφό- της—ξηρότης oin. BCD 24 οὐδ’ ἂν Alex. 25 ἐβούλοντο τότε Alex, vulg.: τότε om. Alex. L 31 καὶ τοῦτο — αὐτός ἐστιν (p. 68,11) Alexandri sunt)
p. 990a22 Ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ αὐτοις ῃ.
Διὰ τούτων δείκνυσι πῶς ἐποίουν τὸν κόσμον καὶ· τὰ ἐν αὐτῷ ἀριθμούς. ἀεὶ ἀριθμοὺς λέγοντες καὶ αἰτίας αὐτῶν ἀριθμοὺς τιθέμενοι, ἄλλους ἀριθμοὺς παρὰ τούτους οὐκ ἔλεγον· ὥστε αὐτοὺς ἑαυτῶν τοὺς ἀριθμοὺς ἔλεγον εἶναι αἰτίους, καὶ ταὐτὸ αὐτοῖς αἴτιόν τε γίνεται καὶ αἰτιατόν. ἔλεγον γὰρ ἐν τινὶ μὲν μέρει τοῦ κόσμου δόξαν συνίστασθαι, ἐν ἄλλῳ δὲ καιρόν, πάλιν δὲ αὖ ἐν ἄλλῳ ἢ ἄνωθεν τούτων ἢ κάτωθεν ἢ ἀνικίαν ἢ κρίσιν ἢ μῖξιν ἤ τι ἄλλο τῶν ἐν οὐρανῷ. τῆς δὲ τούτων κατὰ τὴν τοιαύτην τάξιν συστάσεως ἀπόδειξιν ἔφερον, ὅτι τούτων μὲν ἕκαστον ἀριθμός ἐστιν, ἑκάστῳ δὲ τόπῳ ἐν τῷ κόσμῳ οἰκεῖός ἐστιν ἀριθμός. τῷ μὲν γὰρ μέσῳ τὸ ἓν πρῶτον γάρ ἐστιν ἐνταῦθα), μετὰ δὲ τὸ μέσον τὰ δύο δόξα, καὶ οὕτως ἀεὶ ἀφισταμένων ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν [*](f.45r) γίνεσθαι τῶν συνισταμένων μεγεθῶν. τὴν γὰρ γῆν κέντρον ἔλεγον καὶ ἀναλογεῖν τῇ μονάδι. ὥσπερ οὖν αἱ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἠγμέναι εὐθεῖαί εἰσι μείζονες, οὕτως καὶ ὁ ἀπὸ τῆς μονάδος ἀρχόμενος ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται. συμβαίνει οὖν κατὰ τοῦτον τὸν τόπον ἤδη πλῆθος εἶναι μεγεθῶν. λέγει δὲ περὶ τοῦ ἐν τῇ γῇ τόπου ὡς ἐν τούτῳ διὰ τοῦτο πλήθους μεγεθῶν συνισταμένου, διὰ τὸ καὶ τῶν ἀριθμῶν εἴδη πλείονα ἐν τούτῳ εἶναι, ἐπειδὴ αἱ ἀπὸ τοῦ κέντρου, ὡς εἰρήκαμεν, περιλέγοντες [*](2 Alex. 3 δὲ, quod erat post λέγουσι, post ἄλλους transposui 4 αὐτοῖς ὁ κόσμος συνέστηκε Alex. 4. 5 δεῖ μὲν γὰρ ἄλλο τι εἶναι Alex. 5 καὶ τὸ αἰτιατόν Alex. 6 καὶ τὰ—τουτέστιν deest Alexandro 9 ὃν ex Alexaiidro addidi 14 Διὰ τούτων — συνισταμένων (25) Alexaudri sunt Ifi. 17 ἔλεγον, αὐτοὺς δὲ αὐτῶν ἔλεγον εἶναι τοὺς ἀριθμοὺς Alex. 19 κάτωθεν τούτων ἢ ἄνωθεν Alex. ἀδικίαν Alex. 21 ἕκαστον τοῦ ἀριθμοῦ Alex. 22 καὶ τῷ κόσμῳ Β οἰκεῖός τίς ἐστιν Alex. 23 γὰρ ex Alexaudro addidi ἐστιν Alex.: ἔστι τί libri 23. 24 τὰ δύο, ἁ δόξαν τε ἔλεγον καὶ τόλμαν Alex. 25 γίνεσθαι ex Alexandro scripsi: γίνεται libri 28 τρόπον libri, idemque habeut Metaph. p. 990a26 duo codd. Bekk.; sed v. quae sequunfur 29 ὡς ἐν τούτῳ—εἶναι (31) Alexandri sunt 30 τὸν ἀριθμὸν ἤδη Alex. 31 ὡς εἰρήκαμεν] quae supra (v. 26. 27) dixit longe alia sunt)
p. 990a27 Πότερον οὕτως ὁ αὐτός ἐστιν ἀριθμός.
Φησὶν ὅτι ἆρά γε οὕτως ὁ αὐτός ἐστιν ἀριθμὸς ὁ ἐν τῷ οὐρανῷ, ὃν δεῖ λαβεῖν ὅτι τούτων ἕκαστόν ἐστι καὶ οὕτως αὐτὸς ἑαυτοῦ ἐστιν αἴτιος ὁ ἀριθμός, ὡς ἑδείξαμεν, ἢ παρὰ τοῦτόν ἐστιν ἄλλος ἀριθμός; ὁ μὲν γὰρ Πλατῶν ἕτερον εἶναί φησι παρὰ τοῦτον τὸν ἀριθμὸν τὸν αἴτιον. καίτοι κἀκεῖνος ἐξ ἀριθμῶν συνίστησι τὰ τῇδε καὶ τὰς τούτων αἰτίας ἀριθμοὺς πρεσβεύει, ἀλλὰ τοὺς μὲν νοητοὺς αἰτίους ὑποτίθεται, τὰς ἰδέας, τοὺς δὲ συνθέτους αἰτιατούς. περὶ γοῦν τῶν Πυθαγορείων ἱκανῶς ὁ λόγος ἔχει πρὸς τὸ ἐφάψασθαι τῆς δόξης αὐτῶν.
p. 990a34 Οἱ δετὰς ἰδέας τιθέμενοι πρῶτον μὲν ζητοῦντες τῶν ὄντων λαβεῖν τὰς αἰτίας.
’Εντεῦθεν δοκεῖ πρὸς τὸν Πλάτωνα ἀποτείνεσθαι περὶ τῶν ἰδεῶν. εἰρήκαμεν δὲ τὸν σκοπὸν τοῦ Ἀριστοτέλους περὶ τούτου. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ ῾καὶ εὖ γε οἱ τὴν ψυχὴν εἰρηκότες [*](f.45v) τόπον εἰδῶν ’, καὶ ὅτι ὁ ἐνεργείᾳ νοῦς ἐστι τὰ πράγματα, καὶ πάλιν ὅτι ὁ μὲν δυνάμει νοῦς ἐνεργεῖ, ὁ δὲ ἐνεργεία νοῦς ποιεῖ. ὥστε ἄντικρυς καὶ αὐτὸς ἐναποτίθεται ἰδέας τῷ νῷ. πῶς οὗν, εἴποι ἄν τις, καὶ αὐτὸς πρεσβεύων ἰδέας δοκεῖ τῷ Πλάτωνι μάχεσθαι; καὶ λέγομεν ὅτι κατ’ ἀλήθειαν οὐ τῷ Πλάτωνι μάχεται, ἀλλὰ τῷ ἐν ἄλλω καὶ ἄλλῳ ὄντι Πλάτωνι μάχεται, τοῖς ὑποτιθεμένοις τὰς ἰδέας ταύτας αὐτὰς καθ’ ἑαυτὰς ὑπαρχούσας καὶ οὔσας κεχωρισμένας τοῦ νοῦ. ὥστε φανερὰ ἡμῖν γέγονεν ἡ ὅλη ἔννοια τοῦ Ἀριστοτέλους ἡ περὶ τῶν ἰδεῶν. τὸ δὲ νῦν λεγόμενον· ὑπ’ αὐτοῦ ἐπιχείρημα τοιοῦτόν ἐστι. φησὶν ὅτι ὅσα ὑπάρχουσι πράγματα, τοσαύτας καὶ ἰδέας ἐναποτίθενται, καὶ ταῦτά φησι τὰ τῇδε πράγματα γινώσκεσθαι ἡμῖν καὶ σαφηνίζεσθαι ἐκ τῶν ἰδεῶν. οἱ δὲ ταύτας λέγοντες οὐδὲν ἐροῦσιν ἕτερον <ἢ> ὅτι ὁ μὲν ἀριθμὸς ἁπλοῦς ὑπάρχων οὐκ ἔστι γνωστός, γίνεται δὲ γνωστὸς διπλοῦς γινόμενος· ὥστε ὁ μὲν ἐλάττων ἀριθμὸς οὐκ ἔστι γνωστός, ὁ δὲ πλείων ἐστὶ καταληπτός. καὶ ταῦτα ἴεν ὁ Ἀριστοτέλης. [*](3 ὡς τῷ πλήθει —πλήθους (4) Alexanciri sunt 4. 5 διότι τὰ πράγματα καὶ τοὺς ἀριθμοὺς αὐτοῦ καὶ αὐτὸν ἐν ἀριθμῷ τὸν κόσμον ποιοῦσι Alex. (1 οὕτως] οὗτος Aristoteles o 8 ἕκαστον scripsi: ἕκαστ Α: ἕκαστος BCD 19 ἐν τῇ Περὶ ψυχῆς πρ.] Γ4 p. 429 a 27 καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν 20 καὶ ὅτι κτλ.] de An. Γ 5 p. 4 p. 430 a 19, cf. 8 p. 431b21 καὶ πάλιν ὅτι κτλ.] de An. T 5 p. 430a14 sq. 31 ἡ addidi)
p. 990a34 Οἱ δὲ τὰς ἰδέας τιθέμενοι πρῶτον μέν.
Οἱ πρεσβεύοντες τὰς ἰδέας πρῶιον μὲν ζητοῦντες. τῶν ὄντων λαβεῖν ποῖα αἴτια ὑπάρχουσι τούτοις, ἕτερα ἴσα τὸν ἀριθμὸν εἰρήκασι πάντων γὰρ τῶν πραγμάτων ἰδέας ἐναποτίθενται), καὶ ἐκ τῶν ἰδεῶν φασι γινώσκεσθαι τὰ ἐνταῦθα, ὥσπερ εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων μὲν ὄντων τῶν ἀριθμουμένων ὑπολάβοι μὴ δὲ ὄντων ἀριθμοίη· ἐπειδή, φησίν, ἐξ ἐκείνων γίνεται τὰ· τῇδε, οὐδενὶ δὲ ἔλεγον τὰς ἰδέας διαφέρειν τῶν τῇδε εἰ μὴ τῷ ἀιδίῳ.
p. 990b4 Σχεδὸν γὰρ ἴσα ἢ οὐκ ἐλάττω τὰ εἴδη ἐστί.
Δεῖ προσθεῖναι τὸ ῾πολλῷ’, ἀντὶ τοῦ οὐ πολλῷ ἐλάττονα τὰ εἴδη ἐστὶ τῶν αἰσθητῶν, ἐπεὶ οὔτε τῶν τεχνητῶν ἰδέαι ὑπάρχουσιν οὔτε τῶν κακῶν κατ’ αὐτούς, οὔτε δὲ τῶν παρὰ φύσιν, ἀλλὰ μόνων τῶν κατὰ φύσιν. ἡ γὰρ φύσις οὐδέν ἐστιν ἕτερον ἢ ἔλλαμψις ἐκεῖθεν προ·ἰοῦσα καὶ καταλάμπουσα τὰ τῇδε καὶ ἔχουσα ἐν ἑαυτῇ τοὺς δημιουργικοὺς λόγους, οὐ μέντοι γε ἐπιστρέφουσα πρὸς ἑαυτήν· διό φαμεν καὶ ἀλόγως αὐτὴν ποιεῖν, ἐπεὶ καὶ ἐν φυτοῖς ὁρᾶται καὶ ἐν ἀλόγοις ζῴοις. ὥστε μόνων τῶν κατὰ φύσιν φανῆναι ἰδέας, οὐ μέντοι τῶν κακῶν, εἴ γε τὰ κακὰ καὶ ἀνυπόστατα ὑπάρχουσιν, ὡς δείκνυται ἐν τῇ ἐξηγήσει τοῦ Θεαιτήτου. οὔτε δὲ πάλιν τῶν τεχνητῶν ὑπάρχουσιν ἰδέαι, εἴ γε κατὰ μίμησιν τῶν φυσικῶν γίνονται τὰ τεχνητὰ πάντα, καὶ ἔστι μὲν ἡ φύσις παράδειγμα, εἰκὼν δὲ ἡ τέχνη. οὔτε δὲ πάλιν τῶν παρὰ φύσιν ὑπάρχουσιν ἰδέαι. ἡ γὰρ ἔλλαμψις [*](f.46v) ἐκεῖθεν , ὡς εἴρηται, προέρχεται ἐπὶ τῶν κατὰ φύσιν, οὐκ ἐπὶ τῶν παρὰ φύσιν· ὥστε οὐχ ὑπάρχουσιν ἰδέαι τῶν παρὰ φύσιν. διὰ τοῦτο αὖν πάνυ ἀσφαλῶς προστέθεικε τὸ σχεδὸν γὰρ ἴσα ἢ οὐ πολλῷ ἐλάττω [*](2 τὰ delevi 7 φησὶν] Mctaph. Λ 8 24 τεχνιτῶν D: τεχνικῶν B 30 ἅ γε κταλ.] cf. p. 30,18. 77,4 37 ἴσα ἢ οὐ scripsi: ἶσά που libri)
p.990b5 Περὶ ὧν ζητοῦντες τὰς αἰτίας, ζητοῦντες ἀνιχνεῦσαι τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ἐκ· τούτων, τῶν φυσικῶν, ἐπ’ ἐκεῖνα προῆλθον, τὰ εἴδη· καθ’ ἕκαστόν τε γὰρ ὁμώνυμόν τί ἐστι.
Καθ’ ἕκαστον εἶδος, φησίν, ἔστι καὶ ἰδέα ὁμώνυμος ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπειδὴ πολλῷ κρείττων ἡ ἰδέα τοῦ ἀνθρώπου αὐτοῦ τοὐ ἀνθρωπίνου εἴδους· ὥσπερ καὶ ἐπὶ τοῦ Σωκράτους καὶ τῆς εἰκόνος τοῦ Σωκράτους οὐκ ἔστιν ὁμωνυμία, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπεὶ πολλῷ κρεῖττόν ἐστι τὸ παράδειγμα τῆς εἰκόνος καὶ ἡ ἰδέ τοῦ εἴδους. συνώνυμον γὰρ οὐ δυνατὸν εἶναι, ἐπειδὴ ἐν τοῖς συνωνύμοις τὸ κατηγορούμενον τὸ ·εἶναι ἔχει ἐν τοῖς καθ’ ἕκαστα καὶ μέρος ἐστὶ τὸ ὑποκείμενον τοῦ κατηγορουμένου· ἐνταῦθα δὲ ὁ ἄνθρωπος οὐκ ἔστι μέρος τοῦ δημιουργικοῦ λόγου, ἀλλὰ τὸ εἶναι προάγει ὁ λόγος. οὔτε δὲ πάλιν ὁμώνυμος ὡς ἡ Αἴας φωνή· αὕτη γὰρ καὶ ἀνυπόστατός ἐστι, τὰ δὲ εἴδη οὐκ ἀνυπόστατα ὑπάρχουσι. καθ’ ἕκαστον οὖν εἶδός ἐστιν ἰδέα, καὶ παρὰ τὰς οὐσίας τῶν φυσικῶν πραγμάτων ἐστὶ τὸ ἓν τὸ πρὸ τῶν πολλῶν, ἰδέα ἀνθρώπου πρὸ τῶν πολλῶν ἀνθρώπων, καὶ ἵππου Λαὶ τῶν ἄλλων ὁμοίως. ὑπάρχουσιν οὖν ἰδέαι. καὶ τῶν φυσικῶν, καὶ τῶν ἐν γενέσει καὶ τῶν ἀιδίων· ἔστι γὰρ ἰδέα καὶ ἡλίου καὶ σελήνης καὶ πάντων τῶν ἀιδίων παρὰ τῷ δημιουργῷ.
[*](f.47r)p. 990b8 Ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη.
Ἐντεῦθεν βούλεται εἰπεῖν τὰς αἰτίας ἐξ ὧν ὑπέλαβον εἶναι ἰδέας. καὶ διὰ τοῦ εἰπεῖν ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν τὰ εἴδη συμπεριέλαβε καὶ ἑαυτὸν ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχοντα, φημὶ δὴ τοῦ Πλατωνικοῦ. τέσσαρα οὖν αἴτια ὑπάρχουσι τὰ δεικνύντα ὅτι αἱ ἰδέαι ὑπάρχουσιν, ἀλήθεια, μονὴ καὶ μνήμη, ἀριθμοὶ καὶ ὁρισμοί. ἐκ μὲν οὖν τῆς ἀληθείας οὕτω κατεσκεύαζον ὅτι ὑπάρχουσιν αἱ ἰδέαι. ἔλεγον γὰρ οὕτως, ὅτι ἐνταῦθα οὐκ ἔστιν ἀλήθεια, ἀλλ’ ἔχει μεμιγμένον τὸ ψεῦδος καὶ οὐκ ἔστι καθαρὰ ἀλήθεια. ὡμολόγηται δὲ ὅτι ἔστιν ἀλήθεια· ἐὰν γὰρ μὴ ᾖ [*](1 τὰ εἴδη scripsi: τε δή libri οὐ τοῖς— πάντων (4) Alexandri sunt καὶ ἀτόμοις Alex. 1. 2 ἐπ’ αὐτοῖς Alex.: ὑπ’ αὐτοῖς libri o τούτοις γὰρ σχεδὸν Alex. εἶναι deest Alexandre 4 προσέθηκεν ἴσως Alex. 18 προάγει] fort. παράγει 20 ἕκαστον γάρ B 31 οὕτως om. Β 33 ὡμολόγηται.). — ἀλήθεια om. BCD)
p. 990b8 Ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη.
Φησὶν ὅτι καθ’ οὓς τρόπους πειρώμεθα εἰσάγειν τὰ εἴδη, κατ’ οὐδένα τούτων τῶν τρόπων φαίνονται εἰσαγόμενα, ὡς εἰρήκαμεν. ἐξ ἐνίων μὲν γάρ. οὔτε ἐκ τῆς ἀληθείας οὔτε ἐκ τῆς μονῆς εἰσάγονται τὰ εἴδη, ὡς ἐδείξαμεν. ἐς ἐνίων δὲ τρόπων καὶ οὐχ ὧν οἰόμεθα εἶναι εἴδη, τούτων † οἰόμεθα, ὡς ἐπὶ τῶν ἀριθμητῶν. ἔδειξε γὰρ ὁ λόγος ὅτι ἕπονται ἐκ τοῦ λόγου τοῦ παρ’ αὐτῶν λεγομένου, ὅτι καὶ τῶν τεχνητῶν εἰσιν ἰδέαι καὶ τῶν παρὰ φύσιν. εἰ γάρ φασιν ὅτι διὰ τοῦτο ὑπάρχουσιν ἰδέαι, ἐπειδὴ οὐκ. ἔστι κυρίως ἐπιστήμη ἐνταῦθα, ὁμολογοῦσι δὲ ὅτι ἔστιν ἐπιστήμη, ἔστιν ἄρα ἰδέα τῆς ἐπιστήμης. ὥστε οὖν κατὰ τὰ παρ’ αὐτῶν λεγόμενα εἴδη ἐστὶ πάντων.· καὶ τῶν τεχνητῶν γάρ ἐστιν ἐπιστήμη καὶ τῶν παρὰ φύσιν. ὥστε καὶ ἰδέαι, ἐπειδὴ εἴρηται ὅτι ὧν ἐπιστῆμαι ὑπάρχουσι, τούτων καὶ ἰδέαι. [*](3 ἢ scripsi: ἡ libri 6 ἔπειτα scripsi: ἐπεὶ libri 17 ἄλλην scripsi: ἀλλ’ ἣν libri δύναμιν scripsi: δυνάμει libri 24 αἰσθητοῖς scripsi: ἀριθμοῖς libri 28 φαίνεται εἰσορώμενα B 30 οἰόμεθα] fort. τιθέμεθα vel ποιούμεθα: γίγνεται Arist. 33 post φύσιν fort, lemma excidit κατὰ γὰρ ·τοὺς λόγους τοὺς ἐκ τῶν drrtixrjp-uiv (Arist. p. 990b11))
p. 990b13 Καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν.
Εἰ ἔστιν ἓν κατὰ πολλῶν κατηγορούμενον, τοῦτο δὲ ἐν τοῖς καθ’ ἕκαστα οὐ θεωρεῖται, φανερὸν ὅτι ἔστιν ἰδέα. εἰ γὰρ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν πολλῶν ζῴων ζῷον, καὶ ἐπὶ τῶν ἄλλων [*](f.49r) ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ’ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ κατηγορούμενον, ἀλλ’ ἔστι τι ὃ κατὰ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν ὂν ταὐτόν, εἴη ἂν τοῦτο παρὰ τὰ καθ’ ἕκαστα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον, ἐπεὶ καὶ ἀιδίων κατηγορεῖται καὶ πάντων τῶν κατ’ ἀριθμὸν ἀλλασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον αὐτῶν καὶ ἀίδιον, τοῦτό ἐστιν ἰδέα· εἰσὶν ἄρα ἰδέαι. φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης ὅτι οὗτος ὁ λόγος κατασκευάζει ἰδέας καὶ τῶν ἀποφάσεων. αἱ γὰρ ἀποφάσεις κατὰ πλειόνων κατηγοροῦνται, οἷον τὸ οὐκ ἄνθρωπος κατηγορεῖται καὶ ἵππου καὶ ξύλου, καὶ τὸ οὐ ξύλον * *, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων· ὥστε ἔσονται ἰδέαι τῶν στερήσεων, ὅπερ οὐ θέμις. φαμὲν οὖν πρὸς τοῦτο ὅτι αἱ ἀποφάσεις κατὰ συμβεβηκὸς κατηγοροῦνται, αἱ δὲ ἰδέαι καθ’ αὑτό, εἴ γε καὶ ἐξ αὐτῶν τὸ εἶναι τῶν πραγμάτων· ὥστε οὐχ ὑπάρχουσιν ἰδέαι τῶν ἀποφάσεων, οὔτε δὲ ἐκεῖνοι ὑποτίθενται, ἀλλὰ τὸ ἕν ἐστιν ἰδέα τὸ κατὰ πλειόνων καθ’ αὑτὸ λεγόμενον.
p. 990b14 Κτὰ δὲ τὸ νοεῖν τι φθαρέντων τῶν φθαρτῶν.
Ἔτερον πάλιν ἔγκλημα προσάπτειν αὐτοῖς ὁ Ἀριστοτέλης προτίθεται, δεικνὺς ὅτι καὶ τῶν ἤδη φθαρέντων ὑπάρχουσιν ἰδέαι καὶ μὴ ὄντων. εἰ γάρ, φησίν, ἔστι νοήσεως ἰδέα, νοοῦμεν δὲ καὶ τὸν ὄντα ἄνθρωπον καὶ τὸν ἐφθαρμένον μετὰ γὰρ τὸ φθαρῆναι τὸν Σωκράτη ἔχομεν αὐτοῦ ἔννοιαν καὶ φαντασίαν), δῆλον ὅτι ἔστιν ἰδέα κατ’ αὐτοὺς καὶ τῶν φθαρέντων. διό [*](4 κατασκευῆς] aa κατασκαφῆς? ἤτοι C τοίχου Β 7 ἐπιστήμη καὶ ἐπιστημῶν C 13 εἰ γὰρ—ἰδέαι (20) Alexandri sunt 14 πολλῶν deest Alexandre 15 post αὐτοῦ add. τι Alex. 17 εἴη ἄν τι τούτων Alex. ὄντα ὄν Alex. 17. 18 ἀίδιον· ἀεὶ γὰρ ὁμοίως κατηγορεῖται πάντων Alex. 18 fort, καὶ ἀιδίως 19 κεχωρισμένον τε Alex. 23 καὶ τὸ οὐ ξύλον om. Β: addendum est καὶ ἀνθρώπου καὶ ἵππου 30 ἕτερον αὖθις B)
p. 990b15 Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν ἰῶν πρός τι ·ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος.
Ἔτι πρὸς τὰς ἰδέας ἀντιλέγει καί φησιν ὅτι ἐξ ὧν λέγουσιν οἱ ὑποτιθέμενοι εἶναι ἰδέας, τρίτον ἄνθρωπον εἰσφέρουσι καὶ τῶν πρός τι ποιοῦσιν ἰδέας. τρίτον μὲν οὖν ἄνθρωπον εἰσάγουσι τοῦτον τὸν τρόπον. φασὶ γὰρ ὅτι τῶν ὁμοιοτήτων ὑπάρχουσιν αἱ ἰδέαι. εἰ τοίνυν φασὶν ὁμοίαν· τὴν ἰδέαν εἶναι τῷ αἰσθητῷ ἀνθρώπῳ,. ἐξ ἧς καὶ γέγονε, φανερὸν ὅτι ἔσται ἰδέα τῆς ὁμοιότητος ταύτης· καὶ οὕτως ἔσται τρίτος ἄνθρωπος. πάλιν τοίνυν ἐπειδὴ ὁ τρίτος ἄνθρωπος † ἰδεῶν ἔχει ὁμοιότητα πρὸς τὸν αἰσθητὸν ἄνθρωπον, ἐξ οὗ καὶ γέγονε, δῆλον ὅτι ἔσται καὶ τῆς ὁμοιότητος ταύτης ἰδέα· καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ οὕτως μὲν ·ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς ὑποτιθεμένους εἶναι ἰδέας αὐτὰς καθ’ αὑτὰς κεχωρισμένας τοῦ δημιουργοῦ. ἀπολογούμεθα τοίνυν ἡμεῖς ὑπὲρ τοῦ Πλάτωνος τοῦτον τὸν τρόπον, φάσκοντες ὅτι ἡ ὁμοιότης ἐν τοῖς στοιχείοις θεωρεῖται, τουτέστιν ἐν τοῖς καθ’ ἕκαστα αἰσθητοῖς. ἡ γὰρ ἰδέα οὐκ ἔστιν ὁμοία τῷ αἰσθητῷ, εἴ γε τὸ μὲν αἰσθητόν ἐστι, τὸ δὲ λόγος ἐξῃρημένος τοῦ αἰσθητοῦ. ὥστε οὐ δυνατὸν εἶναι ἰδέαν ἰδέας φημὶ δὴ τοῦ λόγου. ἰοῦ δημιουργικοῦ. † οὔτε γάρ ἐστιν ἰδέας ἰδέα. καὶ οὕτως μὲν ἀπολογούμεθα ὅτι οὐκ ἔστι τρίτος [*](f.50r) ἄνθρωπος. πάλιν φησὶν ὅτι αἱ ἰδέαι τῶν καθ’ αὑτὸ ὑπάρχουσι, τὰ δὲ [*](3 εἰ ἐπειδὰν — συλλογίζεται (13) Alexaudri sunt ἄνθρωπον ἢ πεζὸν Alex. vulg. : post ἄνθρωπον add. ἢ ἵππον Alex. L 5 δῆλον ὡς Alex. 6 καὶ αἰσθητὰ Alex. 8 ex Alex, addidi 7 ἐστὶν] legendum ἐστὶ νόησις. τοῦτο δέ ἐστιν ἰδέα καὶ εἶδος cf. Alex. p. 61,2 Bz. φησὶ δὴ Alex. 10 ὄντων σώζομεν φάντασμα Alex, vulg., sed σώζομεν eodem loco quo Ascl. habet L 12 οὐδὲ ὁ τοιοῦτος Alex. 25 ἰδεῶν] fort. ἰδέα ὣν 30 στοιχείοις] an συστοίχοις? 33. 34 οὔτε γὰρ κτλ.] locus corruptus)
p. 990b15 Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τρίτον ἄνθρωπον λέγουσι.
Τῶν πρός τι οὐκ ἔλεγον εἶναι ἰδέας διὰ τὸ τὰς μὲν ἰδέας αὐτὰς καθ’ αὑτὰς ὑφεστάναι οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχειν. ἔτι δὲ εἰ τὸ ἴσον ἴσῳ ἴσον, πλείους ἂν εἶεν τοῦ ἴσου ἰδέαι·· τὸ γὰρ αὐτόισον αὐτοίσῳ ἴσον· εἰ γὰρ μηδενὶ * * * ᾖ κατά τὸν αὐτὸν λόγον ἰδέας εἶναι· ὁμοίως γὰρ τῶν ἀντικειμένων ἔσονιαι καὶ οὐκ ἔσονται ἰδέαι· τὸ δὲ ἄνισον ὁμολογεῖται καὶ κατ’ αὐτοὺς ἐν πλείοσιν εἶναι. τοῦτο οὖν φησιν ὅτι οἱ ἀκριβέστατοι τῶν λόγων καὶ τῶν πρός τι ποιοῦσιν ἰδέας, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.
p. 990b16 Ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος.
’Αντὶ ἰοῦ ὑπόστασιν καὶ φύσιν, εἴ γε τὰ πρός τι παραφυάδι ἔοικεν, ὡς ἐν ἄλλοις εἶπεν. ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτός ἐστι. λέγουσι τὰ κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα, καὶ ταῦτα εἶναι ἰδέας. ἔτι τε τὰ ὅμοια ἀλλήλοις * * * εἶναι [*](f.51v) [*](1 διὰ δὲ τὸ εἶναι B 4 ὡς λέγεται κτλ.] cf. p. 30,18 70,30 10 ὁ Θουκυδίδης] verba ipsa noil sunt Thucydidis: fort, respicit libr. II 64,2 12 εἰ quod erat ante μή post γε traiisposni 21 τῶν πρός τι—εἶναι (27) Alexaudri sunt αὐτὰς deest Alexandre 24 εἰ γὰρ μηδενὶ] Alex, pergit ’aov, οὐδὲ ἴσον ἄν εἴη. ἔτι δεήσει καὶ τῶν ἀνίσων κατὰ τὸν αὐτὸν λόγον κτλ. 25. 26 ἔσονταί γε ἢ οὐκ Alex. 30 ἀντὶ τοῦ—ἀλλήλοις (33) Alexandri sunt παραφυάδι] cf. p. 7(),1 33 εἶναι τὰ ἴσα Alex. ἀλλήλοις] addendum Alexandre τοῦ αὐτοῦ τινος μετουσίᾳ ἀλλήλοις)
p. 990b17 Ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν ἰδεῶν λόγοι ἃ μᾶλλον εἶναι βουλόμεθα.
῾Ως ἐκ τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ταῦτα λέγει. φησὶ γὰρ ὅτι οἱ περὶ τῶν ἰδεῶν λόγοι ἀναιροῦσι ταῦτα ἃ βουλόμεθα εἶναι. τί δέ ἐστιν ἃ βουλόμεθα εἶναι; τὰς ἀρχὰς τῶν ἰδεῶν. τί δέ ἐστι ταῦτα; ἡ μονὰς καὶ ἡ δυάς. πῶς οὖν ἀναιροῦσι ταύτας; καὶ λέγομεν ὅτι, ἐπειδὴ τοὺς ἀριθμοὺς ὑποτίθενται ἀρχὰς τῶν ὄντων εἴ γε διὰ τῶν ἀριθμῶν ἐδήλουν τὰς ἰδέας), εἰ τοίνυν ἀρχὰς τοὺς ἀριθμοὺς ὑποτίθενται, φανερὸν ὅτι ἀναιροῦσι τὰς ἀρχὰς τῶν ἰδεῶν ἐξ ὧν ὑποτίθενται, ὅτι ἀριθμοὶ οὐχ ὑπάρχουσιν. ὁ γὰρ ἀριθμὸς μείζων ἐστὶ πολυπλασιαζόμενος ἤπερ συντιθέμενος, οἷον τρὶς τρία ἐννέα, δὶς τρία ἕξ. ἡ οὖν μονὰς οὐκ ἔστιν ἀριθμός· πολυπλασιαζομένη γὰρ ἥττων ἐστὶν ἢ εἴπερ συντίθεται· πολυπλασιαζομένη γὰρ μένει ἐπὶ τοῦ αὐτοῦ, συντιθεμένη δὲ διπλασιάζεται. πάλιν δὲ καὶ ὁ δύο ἀριθμὸς καὶ συντιθέμενος καὶ πολυπλασιαζόμενος ὁ αὐτὸς μένει. ὥστε οὐχ ὑπάρχουσιν ἀριθμοί. εἰ τοίνυν μὴ ὑπάρχουσιν ἀριθμοί, ἀρχὰς δὲ τοὺς ἀριθμοὺς ὑπετίθενται, ἀναιροῦσι τὰς ἀρχὰς τῶν ἰδεῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν πρὸς τοῦτο ὅτι οὐκ ἀριθμοὺς οὕτως [*](f.52) ἔλεγον ἀλλὰ συμβολικῶς, ἐπεὶ οἱ ἀριθμοὶ περιοριστικοί εἰσι τῶν πραγμάτων ὧν εἰσι· τοιαύτα ὕε καὶ τὰ εἴοη, περιοριστικα τῆς υλης. τούτου χάριν ἔλεγεν ἀριθμοὺς τὰς ἰδέας. ἄλλως τε δὴ τὴν μὲν μονάδα ἔλεγον αἰτίαν τῆς συνοχῆς καὶ τῆς ἑνώσεως τῆς τῶν πραγμάτων, τὴν δὲ δυάδα τῆς διαστάσεως, ἐπειδὴ πρώτη ἄρχεται ἡ δυὰς τοὐ ποθέν ποι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὃτι ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι〈ἃ μᾶλλον εἶναι βουλόμεθα〉 οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι, τουτέστι τὰς ἀρχὰς τῶν ἰδεῶν, ἃς μᾶλλον εἶναι βουλόμεθα. ἐπειδὴ τὸν ἀριθμὸν ὑποτίθενται ἰδέας, συμβαίνει τὴν δυάδα μὴ εἶναι πρώτην οὔτε γάρ ἐστιν ἀριθμός, ὡς ἐδείξαμεν) ἀλλὰ τὸν ἀριθμόν. καὶ πάλιν συμβαίνει κατ’ αὐτοὺς τὸ πρός τι πρότερον εἶναι τοῦ καθ’ αὑτό· ὁ γὰρ Πλατῶν τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ἔλεγε καὶ ἐκ τούτου τὰ ἄλλα ἐγέννα, τουτέστι τὴν δυάδα· τὸ δὲ μέγα καὶ τὸ μικρόν, ὡς εἴρηται ἐν ταῖς Κατηγορίαις, τῶν πρός τι ὑπάρχουσιν. εἰ τοίνυν τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ὑποτίθεται, ταῦτα δὲ πρός τι, τὰ πρός τι ἄρα πρότερον ἔλεγε τῶν καθ’ αὑτό, τῶν πρός τι [*](25 ἐπειδὴ Β 30 ἰδεῶν Β 30. 31 ἃ—βουλόμεθα addidi; cf. Ι. 8. 9. 32 31 τοῦ] τὸ BCD ex τού corr. Α 37 ἐν ταῖς Κατηγορίαις] c. 7 39 ἔλεγον Β)
p. 990b17 ᾖστε ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι, ἃ μᾶλλον εἶναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι.
Μαλλὸν μὲν <καὶ> μάλιστα βούλονται τὰς ἀρχὰς εἶν·αι· αἱ γὰρ ἀρχαὶ αὐτοῖς καὶ αὐτῶν τῶν ἰδεῶν εἰσιν ἀρχαί. αὗται δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηται, καὶ ἱστόρηκεν αὐτὸς 〈ἐν τοῖς> Περὶ τοῦ ἀγαθοῦ. ἀλλὰ καὶ τοῦ ἀριθμοῦ ἀρχαὶ αὗται καὶ] κατ’ αὐτούς. [*](f.52v) ταῦτα δέ φήσι τοὺς λόγους τοὺς κατασκευάζοντας τὰς ἰδέας ἀναιρεῖν. ἀναιρουμένων δὲ τούτων ἀναιρεθήσεται καὶ τὰ μετὰ τὰς ἀρχάς, ὥστε καὶ αἱ ἰδέαι. εἰ γὰρ ἐπὶ πάντων <ὧν> τὸ κοινὸν κατηγορεῖται χωριστόν τε καὶ ἰδέα, κατηγορεῖται δὲ καὶ κατὰ τῆς ἀορίστου δυάδος ἡ δυάς, εἴη ἂν αὐτῆς πρῶτόν τε καὶ ἰδέα· οὕτως οὐκέτι ἔσται ἀρχὴ ἡ ἀόριστ·ος δυάς. ἀλλ’ οὐδὲ ἡ δυὰς πρώτη ἔσται καὶ ἀρχή· πάλιν γὰρ κἀκείνης ὁ ἀριθμὸς κατηγορεῖται· ὥστε εἴη ἄν αὐτῆς πρῶτος ὁ ἀριθμός, ἰδέα τις ὤν. ἔσται ἄρα αὐτοῖς ἀριθμὸς πρῶτος τῆς δυάδος, ἥτις ἐστὶν αὐτοῖς ἀρχή, ἀλλ’ οὐκέτι τοῦ ἀριθμοῦ ἡ. δυάς· εἰ δὲ τοῦτο, οὐκέτι ἀρχὴ ἐκείνη, εἴ γε μετασχέσει τινός ἐστι τοιαύτη. εἰ τοίνυν ὑπόκειται εἶναι ἀρχὴ ὁ ἀριθμός, ἔστι δὲ τῶν πρός τι ὁ γὰρ ἀριθμὸς ἀριθμητοῦ ἐστιν ἀριθμός), εἴη ἄν κατ’ αὐτοὺς τὸ πρός τι πρῶτον τοῦ καθ’ αὑτό. τοῦτο δὲ ἄτοπον· πᾶν γὰρ τὸ πρός τι δεύτερον. σχέσιν γὰρ ὑποκειμένης φύσεως τὸ πρός τι σημαίνει., ἥ τις πρώτη τῆς συμβεβηκυίας σχέσεως αὐτῇ· παραφυάδι γὰρ ἔοικε τὰ πρός τι, ὡς εἶπεν ἐν τοῖς ’Ηθικοῖς. ἀλλ’ εἰ καὶ λέγοι τις τὸν ἀριθμὸν εἶναι ποσὸν ἀλλὰ μὴ πρός τι, εἴη ἄν ἑπόμενον αὐτοῖς τὸ ποσὸν τῆς οὐσίας πρῶτον εἶναι. αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὴν λέγει, ὅπερ ἐστὶν ἀριθμοῦ· τὸ δὲ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι. ἔτι ἕπεται αὐτοῖς τὸ πρός τι τοῦ καθ’ αὑτὸ [*](3 ἐν ταῖς Φυσικαῖς] Phys. Α 4 6 τοῦ τὰς Aristoteles: ταύτας τὰς libri 7 μᾶλλον μὲν—πρὸς αὐτάς (p. 80,9) Alexaiulri sunt καὶ Alex.: om. libri 8 ἀρχαὶ δὲ Alex. 9 εἴρηκε Alex. αὐτὸς Alex.: οὗτος libri ἐν τοῖς Alex.: om. libri 10 Περὶ τοῦ ἀγαθοῦ] fragm. 23 p. 1478a23 καί (post αὗται) delevi Alexandruin secutus 11 ταύτας δή φησι τὰς ἀρχὰς Alex. 12 post ἀρχάς add. εἶ γε ταῦτα ἐκ τῶν ἀρχῶν Alex. 13 ὧν Alex.: om. libri 15 πρῶτόν τι Alex. οὕτως δὲ ἂν οὐκέτι ἀρχὴ εἴη Alex. ἡ ἀόριστος δυάς Alex.: ἧς χωρὶς ὁριστὸν ἡ δυάς ACD: ἦς χωριστὸν ἡ δυάς Β 16 ἡ δυὰς πάλιν εἴη ἄν πρώτη Alex. ἔσται scripsi: ἐστὶ libri post κατηγορεῖται add. ὡς ἰδέας ἰδέα coni. Bz.), αἱ γὰρ ἰδέαι ἀριθμοὶ αὐτοῖς κεῖνται Alex. 17 αὐτῆς] αὐτοῖς Alex. 19 ἀριθμοῦ Alex.: πρώτου libri μετὰ σχέσεως Alex, sed μετασχέσει coni. Br.) 20 ἀρχὴ ὁ scripsi: ἀρχῆς libri 22 post αὐτὸ add. ὄντος Alex. 23 προϋποκειμένης Alex. 24 τὸ Alex. 25 ἐν τοῖς ’Ηθικοῖς] Etli. Nicom. Α 4 26 αὐτὸς—πρός τι (28)] αὐτὸ δὲ τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός xt Alex. 27 post λέγει fort, addendum οὐ τὸ ποσόν)
p. 9901)21 Καὶ πάντα ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν ἠναντιώθησαν ταῖς ἀρχαῖς.
Τοιοῦτοί τινές εἰσι λόγοι οἱ διὰ τῆς τῶν ἰδεῶν θέσεως τὰς ἀρχὰς αὐτῶν ἀναιροῦντες, ὡς εἴρηται ἀνωτέρω. λέγοντες γὰρ τὸν ἀριθμὸν ἀνῄρουν μονάδα καὶ δυάδα. ἔστι δὲ τὸ αὐτοὲν καὶ αὐτοδυὰς ὁμοίως ἰδέα καὶ αὐτοάνθρωπος καὶ αὐτόιππος καὶ ἑκάστη τῶν ἄλλων ἰδεῶν. εἰ δὲ ὁ ἀριθμὸς ἀρχή, ἀναιροῦνται ταῦτα. τῶν δὲ ἀρχῶν ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ ἐκ τῶν ἀρχῶν.
p. 990b22 Ἔτι δὲ κατὰ μὲν τὴν ὑπόληψιν καθ’ ἣν εἶναί φαμεν τὰς ιοεας.
Ἄλλο ἐπιχείρημα ἀνασκευαστικὸν τοῦ εἶναι ἰδέας· φησὶ γὰρ ὅτι κατὰ τὴν ὑπόληψιν ἣν ἔχομεν περὶ τῶν ἰδεῶν, οὐ μόνον τῶν οὐσιῶν ἔσονται ἰδέαι ἀλλὰ καὶ τῶν συμβεβηκότων πάντων γὰρ τῶν ἐνταῦθα ὄντων φασὶν · εἶναι ἰδέας· οὐ μόνον δὲ εἰσὶν οὐσίαι ἀλλὰ καὶ συμβεβηκότα), ὅπερ οὐ θέμις. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι καὶ συμβεβηκότα οὐσιώδη ὑπάρχουσιν, ὥσπερ τὸ θερμὸν τὸ ἐν πυρί· τοῦτο οὖν ἐστιν ἰδέα, καὶ λοιπὸν διὰ τὸ οὐσιῶδες θερμὸν ὑπάρχουσι καὶ τὰ ἐπεισοδιώδη, ἡ μέντοι γε ἰδέα τῶν οὐσιωδῶν ὑπάρχει. φησὶν οὖν ὅτι οὐ μόνον τῶν οὐσιῶν ἔσονται ἰδέαι, ἀλλὰ καὶ πολλῶν καὶ ἑτέρων· καὶ γὰρ τὸ νόημα ἔχομεν οὐ μόνον περὶ τῶν οὐσιῶν ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων, τουτέστι καὶ τῶν συμβεβηκότων. τὰ γὰρ πρὸ τῶν πολλῶν διὰ ταῦτα ὑπάρχουσι· τὰ μὲν γάρ ἐστι παρὰ τῷ δημιουργῷ, τὰ δὲ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἀλλ’ ἐκεῖ μὲν τῷ πάντα ποιεῖν, ἐνταῦθα δὲ τῷ πάντα γίνεσθαι· ὁ γὰρ νοῦς ἀεὶ ἔχει τὰ εἴδη ἐνεργείᾳ, ἡ δὲ ψυχὴ δέχεται πάντα ἐκεῖθεν. τὰ δὲ ἐπὶ τοῖς πολλοῖς [*](1 λέγειν εἶναι καθ’ ὅσον Alex. 2 ἰδέᾳ τὸ εἶναι ἰδέᾳ Alex.: ἰδέα τῷ εἶναι ἰδέα libri παραδείγματι εἶναι Alex, vulff. : παράδειγμά τι εἶναι Alex. L 6 γενέσθαι Alex. 7 εἶναί ἐστιν τὸ δὲ Alex. 8 αὐτὸ Alex.: αὐτὰ libri δι’ ἄλλο Alex.: δι’ ἄλλου libri 12 τοιοῦτοί τινες—ἀναιροῦντες (13) Alexandri sunt 13 ἀνωτέρω] p. 78,13sqq. 14 ἔστι δὲ—ἰδεῶν (15) Alexandri sunt ὁμοίως ἰδέα Alex.: ὁμοίως δὲ καὶ αὐτοϊδέα libri 15 ἑκάστη Alex.: ἕκαστον libri 28 ὄνομα Β 29 καὶ περὶ τῶν συμβ. Β 30 ante τὰ γὰρ deesse aliquid videtur)
p. 990b27 Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας.
Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον ταῖς δόξαις ταῖς περὶ αὐτῶν, καθ’ ἃς μεθεκτὰ λέγουσι τὰ εἴδη, τῶν οὐσιῶν μόνων ἔσονται ἰδέαι. φασὶ γὰρ ὅτι κατὰ μέθεξιν ἐκείνων γίνεται τὰ τῇδε, διὰ τὸ μετέχειν τῆς ἐκείνων ἐλλάμψεως τὰ ἐνταῦθα. εἰ οὖν κατὰ μέθεξιν τὰ εἴδη, τῶν οὐσιῶν μόνων ἔσονται ἰδέαι. οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται· οὐ γὰρ τὸ συμβεβηκότος τινὸς τῷ ἀνθρώπῳ μετασχὸν ἄνθρωπος, ἀλλὰ τὸ ἀνθρώπου, [*](f.54r) καθὸ ἄνθρωπος, τουτέστι ζῴου λογικοῦ θνητοῦ· ἀλλὰ δεῖ ταύτῃ ἕκαστον μετέχειν, τουτέστιν οὐσιωδῶς, εἰ μὴ καθ’ ὑποκειμένου λέγεται, τουτέστιν εἰ μὴ ἐν ὑποκειμένῳ· τὸ γὰρ καθ’ ὑποκειμένου πολλάκις λέγεται ἀντὶ τοῦ ἐν ὑποκειμένῳ, ὡς καὶ ἐν τοῖς ’Αποδεικτικοῖς εἴρηται. τῷ οὖν καθ’ ὑποκειμένου νῦν ἀντὶ τοῦ συμβεβηκότος κέχρηται. καθ’ αὑτὸ οὖν., φησί, τὰ πρὸς τὰς ἰδέας ὄντα τε καὶ γινόμενα καὶ δι’ αὐτὰς μεθέξει αὐτῶν, οὐ κατὰ συμβεβηκὸς οὐδὲ συμβεβηκότος τινὸς αὐταῖς. οὕτως δὲ οὐ· [*](1. 2 φαντασία - ὑπάρχει locus corruptus 1 φαντασία] an φαντασίας? 1.2 τὰ δὲ— πολλοῖς fort, deleuda sunt 8 φιλίας καὶ ἔχθρας Β 11 τῶν ἰδεῶν libri 12 οὔτε γὰρ — συμβεβηκότων (19) pleraque Alexandri sunt 20 εἰ ἐπ’ ἄπειρον Β 22 κατὰ δὲ—ἰδέαι (23) Alexandri sunt 23 αὐτοῖς ἰδέαι ἔσονται Alex. 27 συμβεβηκότος - μετασχὸν Alex.: συμβεβηκὸς τινὸς τῷ ἀνθρώπῳ μετασχόντος libri 27.28 τὸ ἀνθρώπου Alex.: τῷ ἀνθρώπῳ libri 31 ἐν τοῖς ’Αποδεικτικοῖς] cf. Anal. post. Α 4 p. 73 b 9 τῷ οὖν—δυάδος (p. 82,6) Alexandri sunt τῷ γὰρ Alex. 33 αὐτὰς Alex.: αὐτὰ libri 33. 34 αὐτῶν οὐκέτ’ ἄν συμβεβηκότος τινὸς αὐτοῖς Alex.)
p. 991a1 Ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν.
Φησὶν ὅτι τοῦτο ὃ λέγουσι τὸ ἓν εἶναι πρὸ τῶν πολλῶν, πότερον ὁμωνύμως κατηγορεῖται ἢ συνωνύμως; εἰ μὲν οὖν συνωνύμως, τὰ αὐτὰ ὑπάρχουσιν ἀπαραλλάκτως αἱ ἰδέαι τοῖς αἰσθητοῖς· εἰ δὲ ὁμωνύμως, ὅμοιον ὡς εἴ τις εἴποι ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον· τὰ γὰρ ὁμώνυμα οὐδὲν δηλοῦσι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, [*](1 ἂν καὶ Alexandre desunt 3 τὸ διπλάσιον—δυάδα desunt Alexandre 4 καὶ] εἴ Alex. 5 ἐπεὶ ἀιδίου ἡ δυὰς μετέχουσα δυάς ἐστιν· οὐκέτι δὲ κτλ. Alex. εἰ om. BGD: superscr. Α 5. 6 μετέχει deest Alexandre 8 διὸ — συμβεβηκός (10) Alexandri sunt εἰ καὶ Alex. 12 μόνῳ addidi 14 δυὰς—ἐνταῦθα κἀκεῖ (21) Alexandri sunt 14 καὶ κατὰ Alex. 19 εἴ γε Alex.: εἴτε libri 20 τῶν ἀιδίων Alex. 24 δι’ αὐτὰ scripsi: δι’ αὐτῶν libri 25 τὰ ἐπεισοδιώδη συμβεβήκοτα scripsi, cf. p. 80, 26: τῶν ἐπεισοδιωδῶν συμβεβηκότων libri 26 τί scripsi; cf. p. 83,3. 11: ἔτι libri et Metaph. p. 991a1 cod. Hb Bekk. τι om. Α, sed cf. p. 83,3. 11)
p. 991a8 Πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις <τί> ποτε συμβάλλεται.
Ἔτι ἐνίσταται πρὸς τὰς ἰδέας καί φησιν ὅτι μάτην ὑπάρχουσιν αἱ ἰδέαι· οὐδὲν γὰρ ἡμῖν συμβάλλονται. οὔτε γὰρ ποιητικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτὰς οὔτε δὲ εἰδικὸν οὔτε ὑλικὸν οὔτε τελικόν. ποιητικὸν μὲν οὖν αἴτιον, ὅτι τὰ μὲν τῇδε ἐν κινήσει καὶ μεταβολῇ εἰσιν, αἱ δὲ ἰδέαι ἀκίνητοι ὑπάρχουσι. δεῖ δὲ τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς κινούμενον οὕτως ποιεῖν· ὁ γὰρ πατὴρ καὶ ὁ τέκτων κινούμενοι οὕτως ποιοῦσι τὰ τῇδε· ὁμοίως δὲ καὶ ὁ οὐρανός. ὥστε οὐ δυνατόν ἐστιν εἶναι ποιητικὰ αἴτια τὰς ἰδέας. ἀλλ’ οὐδὲ εἰδικά· τὰ γὰρ εἰδικὰ αἴτια ἐν αὐτοῖς ὑπάρχουσιν ὧν εἰσιν αἴτια, τὰς δὲ ἰδέας ἐξῃρημένας τίθενται τῆς ὕλης καὶ οὐδαμῶς φασιν αὐτὰς ἐνυπάρχειν τῇ ὕλῃ. οὔτε δὲ πάλιν ὡς τελικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτάς· οὔτε γὰρ τῶν ἰδεῶν ἐφιέμενα τὰ γινόμενα οὕτως γίνονται, ἀλλὰ τοῦ πρώτου αἰτίου. οὔτε δὲ πάλιν ὡς ὑλικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι τὰς ἰδέας· ἡ γὰρ ὕλη ἀνείδεος ἐστι καὶ ὑποκειμένη τοῖς τῇδε, τὰς δὲ ἰδέας, ὡς εἴρηται, ἐξῃρημένας τίθενται. φαμὲν οὖν ὅτι τῷ ὄντι οὔτε ποιητικὸν οὔτε ἄλλο τι τῶν τριῶν δυνατόν ἐστι λέγειν τὰς ἰδέας, εἴ γε ἐξῃρημέναι ὑπάρχουσι. φαμὲν δὲ αὐτὰς συμβάλλεσθαι τῷ ποιητικῷ αἰτίῳ, τουτέστι τῇ φύσει. ἡ γὰρ φύσις ἔχουσα ἐν ἑαυτῇ τὰς ἰδέας, τουτέστι τοὺς λόγους τοὺς δημιουργικούς, ποιεῖ ἃ ποιεῖ, καὶ οὐ δυνατὸν ἄνευ αὐτῶν ποιῆσαι εἶδός τι. πάλιν φησὶν ὅτι οὐδὲ πρὸς [*](f.56r) τὴν ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι· αἱ γὰρ ἐπιστῆμαι ὁρισμοὶ ὑπάρχουσιν, οἱ δὲ ὁρισμοὶ τῶν συντεταγμένων εἰδῶν ὑπάρχουσιν· αὐτοὶ δὲ τὰς ἰδέας ἐξαιροῦσι τῆς ὕλης. ὥστε οὐδὲ πρὸς ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι. φαμὲν τοίνυν πρὸς ταῦτα ὅτι τῷ μὲν ὄντι οἱ ὁρισμοὶ τῶν συντεταγμένων εἰδῶν ὑπάρχουσιν· αἱ μέντοι γε ἰδέαι τῆς νοερᾶς ἂν ἐπιστήμης εἶεν αἴτιαι, εἴ γε ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν αἱ ἰδέαι, ἀδύνατον δέ ἐστι γνῶναι τὸν ἐπιστήμονα τὰ τοῦ κόσμου πράγματα, ἀγνοοῦντα τὰς ἀρχὰς τοῦ κόσμου καὶ τὸ πρῶτον. ὥστε εἰς τὴν κυρίως ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι.
p. 991a8 Πάντων δὲ μάλιστα.
Ἄξιον ἐστιν ἀπορῆσαι, τίνος αἴτιαι αἱ ἰδέαι τούτοις ὧν εἰσιν ἰδέαι. τὸ δὲ ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν ἤ τοῖς γινομένοις καὶ φθειρογίνοιτο [*](2 Alex. 24 οὔτε libri 25 ὁρισμοὶ] ἀριθμοὶ B: fort, καὶ ὁρισμοί, cf. p. 85,20 26 αὐτοὶ scripsi: αὗται libri 28 ταῦτα scripsi: αὐτὰ libri 35 τίνος αἴτιαι—παντός (p. 85,3) Alexaudri sunt αἴτια εἶναι ἰδέαι λέγονται Alex.)
p. 991a12 Ἀλλὰ μὴν οὐδὲ πρὸς τὴν ἐπιστήμην οὐδὲν βοηθεῖ τὴν τῶν ἄλλων.
Φησὶν ὅτι οὐδὲ πρὸς τὰς ἐπιστήμας συμβάλλονται ἡμῖν αἱ ἰδέαι, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. οὐ γὰρ οὐσία τούτων τῶν ἐνταῦθα αἱ ἰδέαι· αἱ δὲ ἐπιστῆμαι τῶν οὐσιῶν ὑπάρχουσιν, ἐπειδὴ αἱ ἐπιστῆμαι καὶ ὁρισμοί, οἱ δὲ ὁρισμοὶ οὐσιῶν δηλωτικοὶ τῶν συντεταγμένων. αἱ δὲ ἰδέαι οὐχ ὑπάρχουσι συντεταγμέναι· ἐν τούτοις γὰρ τοῖς αἰσθητοῖς ἔμελλον θεωρεῖσθαι· νῦν δὲ οὐ θεωροῦνται. λέγομεν οὖν ὅτι οὐσίαι ὑπάρχουσιν ὡς παρακτικαὶ τῶν τῇδε, οὐ μέντοι γε ὡς μέρη. οὔτε δὲ εἰς τὸ εἶναι συμβάλλονται τοῖς τῇδε, μὴ ἐνυπάρχοντα τοῖς μετέχουσιν· ἐξῃρημένα γὰρ αὐτὰ ὑποτίθενται. φαμὲν οὖν πρὸς τοῦτο πάλιν ὅτι τῷ ὄντι ὡς μέρη γινόμεναι τῶν αἰσθητῶν αἱ ἰδέαι οὐδὲν συμβάλλονται· πρὸς αὐτὰς γὰρ ἀποβλέπουσα ἡ φύσις παράγει ἃ ποιεῖ. φησὶν οὖν ὅτι οὐδὲν εἰς ἐπιστήμην τῶν ἐνταῦθα οὔτε εἰς γνῶσιν τῶν παρὰ τὰς ἰδέας αἱ ἰδέαι συντελοῦσιν. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γνῶσιν γίνεται· κατὰ τοῦτο γὰρ καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· αἱ δὲ ἰδέαι οὐκ εἴδη τῶν ἐνταῦθα. εἰ τοίνυν ἡ γνῶσις ἑκάστου κατὰ τὸ εἶδος αὐτοῦ, οὔκ εἰσι δέ γε αἱ ἰδέαι ἐν τοῖς ἐνταυθοῖ, εἴ γε καθ’ αὑτά τε καὶ καὶ κεχωρισμένα, δῆλον ὅτι οὔκ εἰσιν ἐπιστήμης ἤγουν γνώσεως ποιητικαί.
[*](1 φασί deest Alexandre G ταῦτα οὖν—ἰδέαι εἶεν (15) Alexandri sunt 7 legendum quod Alex, habet ἀίδια μὲν αἰσθητὰ δέ, γινόμενα δὲ καὶ φθειρόμενα τὰ ἐνταῦθα 10 ἡ κίνησις Α1 Alex.: εἰς κίνησιν BCD corr. Α οὐράνια] θεῖα Alex. 14 αἰτίαι εἶεν τοῖς Alex. 27 αὐτὰς scripsi: αὐτὰ libri 28 ὅτι οὐδὲν — ἐνταῦθα (31) Alexandri sunt ὅτι οὐδ’ Alex. 29 καὶ γνῶσιν Alex. 34 ἐπιστήμης scripsi: ἐπιστῆμαι libri)p. 991a13 Ἀλλ’ οὐδὲ εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ.
Δείξας ὅτι μήτε κινήσεως μήτε μεταβολῆς ὅλως τὰ εἴδη αἴτια τοῖς πρὸς αὐτὰ λεγομένοις οἷόν τε εἶναι, μήτε ἐπιστήμης τε καὶ γνώσεως, διὰ τὸ μηδὲ ἐνυπάρχειν αὐτοῖς, τούτῳ προσχρώμενος ἐφεξῆς τοῖς προειρημένοις δι’ ὧν λέγει δείκνυσιν ὅτι μηδὲ εἰς τὸ εἶναι τὰ εἴδη αὐτοῖς συντελεῖ. τὰ μὲν γὰρ [εἴδη] εἰς τὸ εἶναι συντελοῦντα ἐνυπάρχουσι τοῖς βοηθουμένοις εἰς τὸ αὐτό, ἢ ὕλη ὄντα αὐτῶν ἡ εἴδη, τὰ δὲ εἴδη οὐκ ἐνυπάρχει τούτοις, [*](f.57r) ἀλλ’ ἔστιν αὐτῶν κεχωρισμένα.
p. 991a14 οὕτω μὲν γὰρ ἄν ἴσως αἴτια δόξειεν εἶναι.
Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Ἀναξαγόραν καὶ Εὔδοξον τὸν ἀστρονόμον τὸν Πλατωνικόν ἀκροατὴς γὰρ γέγονε Πλάτωνος, καί τινα τῶν Εὐκλείδου αὐτόν φασιν εἶναι), φησὶν οὖν ὅτι οὗτοι πάντα ἐν πᾶσιν ὑπετίθεντο εἶναι καὶ ἔλεγον ἐκ τοῦ ἐπικρατοῦντος ὀνομάζεσθαι σάρκα ἢ λευκὸν ἤ τι τοιοῦτον ἄλλο. οὗτοι οὖν λέγοντες ταῦτα πολλὰς ἔχουσιν ἀπορίας. εἰ γὰρ πάντα ἐν πᾶσι μέμικται, συμβήσεται τὰ συμβεβηκότα καὶ τὰ εἴδη αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι πρὸ τῆς μίξεως, ὅπερ ἐστὶν ἀδύνατον. τὰς γὰρ ὁμοιομερείας ἀρχὰς τῶν ὄντων ὑπετίθεντο οἱ περὶ Ἀναξαγόραν. φησὶν οὖν ὅτι οἱ λέγοντες πάντα ἐν πᾶσι μεμῖχθαι μᾶλλον κατορθοῦσι τῶν ὑποτιθεμένων εἶναι ἰδέας, ἐπειδὴ τὰ αἴτια τῶν γινομένων ἐν αὐτοῖς τοῖς γινομένοις ἐναποτίθενται, οἱ δὲ ἰδέας λέγοντες ἐξαιροῦσιν αὐτάς. † μᾶλλον δὲ βοηθῶν θεωρουμένων ἤ περ ἀφισταμένων. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια μᾶλλον δόξειεν εἶναι<ὡς> τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, διότι ἐνυπάρχει αὐτῷ. ἀλλ’ οὗτος μὲν ὁ λόγος λίαν ἐστὶν εὐανάτρεπτος, ὃν Ἀναξαγόρας μὲν πρῶτος, Εὔδοξος δὲ δεύτερος καὶ ἄλλοι τινὲς ἔλεγον· ῥᾴδιον γὰρ συναγαγεῖν πολλά καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν τὴν λέγουσαν πάντα ἐν πᾶσι μεμῖχθαι. ἀδύνατον οὖν λέγειν τὰ εἴδη τοῖς πρὸς αὐτὰ λεγομένοις τὸ εἶναι ἔχειν ἐν τῷ μεμῖχθαι· λίαν γάρ ἐστιν οὗτος ὁ λόγος εὐκίνητος καὶ σαθρός.
p. 991a19 Ἀλλὰ μὴν οὐδὲ ἑκτῶν εἰδῶν ἐστι τὰ ἄλλα.
Φησὶν ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι δυνατόν ἐστιν ἐκ τῶν ἰδεῶν λέγειν γίνεσθαι τὰ ἄλλα. ἢ γὰρ ὡς ἀπὸ ὑλικοῦ αἰτίου γίνονται τὰ γινόμενα, ὡς ὅταν λέγωμεν ὅτι ἀπὸ τοῦ ξύλου γέγονε κλίνη καὶ ἀπὸ τοῦ χαλκοῦ ἀνδριάς. οὐ δυνατὸν οὖν ἐστιν ὑλικὸν αἴτιον τὰς [*](f.57v) [*](2 Δείξας—κεχωρισμένα (8) Alexandri sunt 4 μὴ Alex. 5 συντελεῖ—εἶναι (6) om. BCD συντελεῖ τι Alex. 6 εἴδη delevi Alexandrum secutus 7 εἰς τοῦτο ὑπ’ αὐτῶν, ἢ κτλ. Alex. 12 αὐτόν scripsi: αὐτοῦ libri 20 μᾶλλον δὲ κτλ.] locus corruptus: res tale quid postulat μᾶλλον δὲ βοηθεῖν εἰς τὸ εἶναι δοκεῖ, ἐν αὐτοῖς τοῖς πράγμασιν θεωρουμένων κτλ. 22 ὡς ex Aristotele addidi 26 πρὸς ex Aristotele: πράγματα libri 27. 28 λέγειν—σαθρός (28) pleraque Alexandri sunt 27 ἐν τῷ deest Alexandre)
p. 991a20 Τὸ δὲ λέγειν παραδείγματα ταῦτα εἶναι.
Φησὶν ὅτι τὸ ὑποτίθεσθαι τὰς ἰδέας παραδείγματα εἶναι τῶν τῇδε κενολογεῖν ἐστιν· οἱ γὰρ τοιοῦτοι μεταφοραῖς κέχρηνται, καθάπερ καὶ [*](5 λέγεται δὲ — (??) σθμια (25) Alexandri sunt 6 ὡς λέγομεν Alex. 8 μεταγιγνόμενον Alex. 9 δὴ τῶν τρόπων Alex. 11 εἴ γε—ἐνυπάρχουσιν desunt Alexaadro ἐνυπάρχουσιν utrobique scripsi: ὑπάρχουσιν lihri 13 ἐναντίου Alex.: ἐναντίων libri 15 πρὸς αὐτὰ A ὥστε—αὐτάς om. BCD 16 ἔτι (ante-ws) deest Alexandre 17 ἐκεῖναι D Alex.: ἐκεῖνα ABC 19 αὐτάς Alex.: αὐτά libri 21 οὕτως] ἐκεῖνα Alex. 28 ἐξῃρημένα libri 28. 29 exspectes ὡς παρακτικῶν καὶ αἰτίων 34 τῶν τῇδε scripsi: ταὐτὴ δὲ BC: ταύτην δὲ AD)
p. 991a27 ἔσται πλείω τοῦ αὐτοῦ παραδείγματα ὥστε καὶ εἴδη.
’Ετερον ἔγκλημα ἐπιφέρει κατ’ αὐτῶν· φησὶ γὰρ ὅτι ἐπεὶ ὁ ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον καὶ δίπουν, πάντων τῶν τοιούτων ἔσονται ἰδέαι, καὶ ἀνθρώπου καὶ δίποδος καὶ ζῴου, ὥστε ἄπειροι ἔσονται ἰδέαι. ἔπειτα καὶ ἰδέα ἔσται, ἔσται, καὶ τὸ αὐτὸ παράδειγμα καὶ εἰκών. τὸ γὰρ αὐτοζῷον παράδειγμα ἔσται τοῦ αὐτοανθρώπου, ἐπειδὴ τὸ μὲν καθολικώτερον τὸ δὲ εἰδικώτερον· πάλιν ὁ αὐτοάνθρωπος παράδειγμα μὲν του ενταῦθα ἀνθρώπου, εἰκὼν δὲ τοῦ αὐτοζῴου. φαμὲν οὖν πρὸς ταῦτα ὅτι ἡ μὲν ψυχὴ τῷ ὄντι καὶ εἰκὼν καὶ παράδειγμά ἐστι , παράδειγμα μὲν τῶν τῇδε ὡς ἔχουσα τοὺς λόγους τῶν εἰδῶν ἐν ἑαυτῇ, εἰκὼν δὲ τοῦ παντελείου νοῦ τοῦ ἀεὶ ἐνεργείᾳ ὄντος καὶ ἔχοντος τὴν ἐνέργειαν οὐσίαν· ἐπὶ μέντοι γε τῶν ἰδεῶν οὐ δυνατόν ἐστι τοῦτο· οἱ γὰρ λόγοι οἱ δημιουργικοὶ ἀεὶ παραδείγματα ὑπάρχουσιν. οὐκ ἔστι δὲ ἰδέα καὶ ἀνθρώπου καὶ ζῴου καὶ δίποδος, ἀλλὰ ἀνθρώπου μόνου. ἐν γὰρ τοῖς καθολικωτέροις ἐμπεριέχονται [*](f.59v) τὰ μερικά· ἐν οὖν τῷ λόγῳ τοῦ ἀνθρώπου καθολικῷ ὄντι ἐμπεριέχεται καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ δίπουν καὶ ὅσα ἄλλα τοιαῦτα, ὥσπερ καὶ ὁ ἰατρὸς ἔχει τὸν λόγον τῆς ἰατρικῆς, καὶ ἐμπεριέχεται ἐν τῷ λόγῳ τούτῳ καὶ τὸ χειρουργικὸν καὶ διαιτητικὸν καὶ τὰ ἄλλα μέρη, καὶ ὅμως οὔ φαμεν σύνθετον τὴν ἰατρικήν· ὁμοίως δὲ καὶ ἐπὶ πασῶν τῶν άλλων ἐπιστημῶν. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ εἴδους πλείονα ἔσονται παραδείγματα, ὥστε καὶ ἰδέαι· οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ δίπουν ἅμα δὲ καὶ ὁ αὐτοάνθρωπος· ὥστε πλείονα ἔσονται τοῦ ἑνός. ἔτι δὲ οὐ μόνον τῶν αἰσθητῶν ἔσονται παραδείγματα αἱ ἰδέαι, ἀλλὰ καὶ αὐτῶν τῶν ἰδεῶν, οἷον τὸ γένος ὡς γένος εἰδῶν· τὸ γὰρ αὐτοζῷον ὡς γένος ἔσται ἰδέα τοῦ αὐτοανθρώπου εἴδους ὄντος. ὥστε ὁ αὐτοάνθρωπος ἔσται παράδειγμα μὲν τοῦ αἰσθητοῦ ἀνθρώπου, εἰκὼν δὲ τοῦ αὐτοζῴου.
p, 991b1 Ἔτι δόξειεν ἄν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν κα.ὶ οὐ ἡ οὐσία.
’Ετερον αὖθις ἐπιχείρημα τῶν ἰδεῶν ἀνασκευαστικὸν ὅτι ἀδύνατόν [*](5 οὐδ’ ἄν παραδείγματα εἶεν αἱ ἰδέαι Alex. 13 αἱ ἰδέαι (ante ἔπειτα) B 34 ἐστὶν B)
p. 991b3 ’Ev δὲ τῷ Φαίδωνι οὕτως λέγομεν.
Ὅτι τοῦ Πλάτωνός ἐστιν ὁ Φαίδων σαφῶς ὁ Ἀριστοτέλης δηλοῖ· ἀντιλέγων γὰρ πρὸς τὸν Πλάτωνα παράγει μαρτυρίαν ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων ἐν τῷ Φαίδωνι. καὶ ἐν τοῖς Μετεώροις δὲ παρήγαγε τὸν Φαίδωνα, ἡνίκα περὶ τοῦ Ταρτάρου λόγον ἐποιεῖτο. Παναίτιος γάρ τις ἐτόλμησε νοθεῦσαι τὸν διάλογον. ἐπειδὴ γὰρ ἔλεγεν εἶναι θνητὴν τὴν ψυχήν, ἐβούλετο συγκατασπάσαι καὶ τὸν Πλάτωνα· ἐπεὶ οὖν ἐν τῷ Φαίδωνι σαφῶς ἀπαθανατίζει τὴν λογικὴν ψυχήν, τούτου χάριν ἐνόθευσε τὸν διάλογον. ἐν δὲ τῷ Φαιδρῷ φησὶν ὁ Πλατῶν ὅτι πᾶσα ψυχὴ ἀθάνατος, καὶ ὡς ὁ ἡμέτερος φιλό·σοφος ἔφασκε, περὶ τῆς τοῦ κόσμου ψυχῆς λέγει. καὶ ἐν τῇ Πολιτείᾳ δὲ ἀπαθανατίζει τὴν ψυχήν, ἀλλ’ οὐχ ὁμοίως ὡς ἐν τῷ Φαίδωνι. τὸ οὖν λέγομεν ὁμοίως εἴρηται τοῖς πρόσθεν· κοινοῦται γὰρ τὴν δόξαν ὡς οὖσαν καὶ αὐτοῦ, ἐπειδὴ τοῦ αὐτοῦ διδασκαλείου ἦν. δείκνυσι δὲ ψεῦδος ὂν τὸ εἰρημένον ἐν τῷ Φαίδωνι· εἴρηται μὲν γὰρ ὅτι καὶ τοῦ εἶναι τὰ ἐνταῦθα καὶ τοῦ γίνεσθαι αἴτια τὰ εἴδη. καὶ τοῦ μὲν εἶναι [*](f.60v) λέγει περὶ τῶν θείων σωμάτων, ἐπειδὴ ἀεὶ ὑπάρχουσι, τοῦ δὲ γίνεσθαι περὶ τῶν τῇδε. ἢ τὸ εἶναί φησι περὶ τῶν τῇδε καὶ τὸ γίνεσθαι· εἰσὶ μὲν γὰρ ἀεὶ τὰ εἴδη, γινόμενα δὲ τὰ καθ’ ἕκαστα. ὅμως πάντων φασὶν εἶναι [*](5 ὧν οὐσίαι εἰσίν Β 7 καὶ ἰδέαι C 11 ἡ οὐσία Β 17 οὗ ὁ ὁρισμὸς BC 22 ἐν τοῖς Μετεώροις] Meteor. Β 2 p. 355b32 (v. Phaed. p. 111 Csqq.) 24 ἔλεγεν Brandis: ἔλεγον libri 27 Φαιδρῷ Hirzel Unters. z. Cic. phil. Schr. I 233, cf. Phaedr. p. 245 C: Φαίδωνι libri 28. 29 ἐν τῇ Πολιτείᾳ] X 9 p. 608Dsqq. 30 τὸ οὖν-καὶ αὐτοῦ (31) Alexandri suut λέγομεν Alex.: λεγόμενον libri 31 δείκνυσι—εἴδη (33) Alexandri sunt 32 εἴρηται μὲν γὰρ κτλ. Phaed. p. 100 D)
p. 991b9 Ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται; πότερον ὅτι ἕτεροι ἀριθμοί τὰ ὄντα.
Ἔστιν ἔνστασις αὐτῷ πρὸς τὰς ἰδέας. λέγει οὖν πρὸς αὐτοὺς ὅτι οἱ ἀριθμοί, τουτέστι τὰ αἰσθητὰ πράγματα, καθὸ ἀριθμοὶ ὑπάρχουσιν, οὐδὲν ἀλλήλων διαφέρουσι· πῶς οὖν φατε τοὺς νοητοὺς ἀριθμοὺς παρακτικοὺς εἶναι τῶν αἰσθητῶν ἀριθμῶν; εἰ πάλιν τοὺς νοητοὺς ἀριθμοὺς ἀιδίους ὑποτίθεσθε, τοὺς δὲ αἰσθητοὺς φθαρτούς, οὐκ ἤδη διὰ τοῦτο, ἐπειδὴ [*](1 τοῦτο δὲ—οὐσία (3) Alexandri sunt 2 εἶναι ἰδέας deest Alexandro χωριστὴν lihri 4 ὑπαρχουσῶν scripsi: ὑπάρχουσιν libri 6 οὐδὲ γὰρ — τεχνητῶν (19) Alexandri sunt οὐ γὰρ δὴ Alex. 8 φασιν Alex. 9 εἰ δὲ ταῦτα καὶ μὴ ὄντων εἰδῶν οὐδὲν κωλύεται καὶ γίνεσθαι καὶ εἶναι τῷ τὸ ποιοῦν ἔχειν Alex. 10. 11 οὐδὲ τὰ ὧν φασιν Alex. 12. 13 φημὶ—τεχνητά desunt Atexandro 13. 14 εἶναι— ἰδεῶν desunt Alexandro 15 τὰ κατὰ φύσιν ἔσται Alex. 17 17 ἐπέχοντος Alex.: ἐπεχούσης libri 17. 18 πρὸς αὐτά Alex. 18 τὸ δὲ ποιοῦν τι Alex.: τῷ δὲ ποιοῦντι libri 20 δόγματι] hactenus collati sunt BC)
p. 991b9 ἔτι εἴπερ εἰσὶν ἀριθμοί.
Εἴ φατε ἀριθμοὺς εἶναι τὰ εἴδη, πῶς αἴτιοι ἔσονται τῶν αἰσθητῶν πραγμάτων; πότερον ὅτι καὶ τὰ ἐνθάδε, τουτέστι τὰ αἰσθητά, ἕτεροι ἀριθμοὶ ὑπάρχουσιν; οἷον ὅδε μὲν ὁ ἀριθμὸς ἄνθρωπος, ὁδὶ δὲ Σωκράτης, ὁδὶ δὲ Καλλίας. οὔτε οὖν ἐκεῖνοι οἱ ἀριθμοὶ οἱ νοητοὶ τούτοις αἴτιοι ὑπάρχουσιν· οὐ δὴ γάρ, εἰ τοὺς μὲν νοητοὺς ἀριθμοὺς ἀιδίους ὑποθώμεθα, τοὺς δὲ αἰσθητοὺς φθαρτούς, ἤδη διὰ τὸ ἀίδιον οἱ νοητοὶ παρακτικοὶ ὑπάρχουσι τῶν αἰσθητῶν, ὡς ἐν τῆ θεωρίᾳ μεμαθήκαμεν. εἰ δέ τις πάλιν ὑποθῆται ὅτι λόγοι ἀριθμῶν εἰσι τὰ ἐνταῦθα, οἷον συμφωνία τις, δῆλον ὅτι ὡς λόγοι ὄντες σχέσιν ἕξουσι πρὸς ἀλλήλους οἵ τε νοητοὶ ἀριθμοὶ καὶ οἱ αἰσθητοί· εἰ δὲ σχέσις, φανερὸν ὅτι καὶ ἕν τι ἔσονται, ὥστε καὶ ὁμόυλα, καθάπερ ἐδείξαμεν· ὥστε καὶ αὐτοὶ ἀριθμοὶ λόγοι τινὲς ἔσονται ἑτέρου πρὸς ἕτερον. οἷον εἰ ἔστι Καλλίας λόγος ἐν ἀριθμοῖς ἐκ πυρὸς καὶ ὕδατος καὶ γῆς· καὶ αὐτοάνθρωπος, τουτέστιν ἡ ἰδέα, εἴτε ἀριθμός τίς ἐστιν εἴτε καὶ οὔ, ὅμως ἔσται λόγος ἐν ἀριθμοῖς τινων ἡ ἰδέα καὶ οὐκ ἀριθμός· αὐτοὶ δὲ τὰς ἰδέας ἀριθμοὺς βούλονται ·εἶναι.
p. 991b9 Ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτοι ἔσονται;
Ὁ ἐξ Ἀφροδισιάδος ἐξηγητὴς οὕτως ἑρμηνεύει τὸ χωρίον. πειρᾶται καὶ κτὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον· εἰ γὰρ ἀριθμοὺς μὲν ἔλεγον αὐτὰς εἶναι, μὴ δύνανται δὲ ἀριθμοὶ εἶναι, δῆλον ὅτι οὐδὲ εἶεν ἄν κατ’ αὐτούς. ζητεῖ δὲ ὅτι, εἴπερ εἰσὶν αἱ ἰδέαι ἀριθμοί, πῶς αἴτιοι ἔσονται τοῖς ἐνθάδε; πότερον ὅτι καὶ τὰ ἐνθάδε εἰσὶν ἀριθμοὶ ὥσπερ καὶ αἱ ἰδέαι, ἕτεροι δὲ ἐκείνων τε δηλονότι ἀλλὰ καὶ ἀλλήλων, ὥσπερ κἀκεῖναι ἀλλήλων ἕτεραι, καὶ ἄλλος μέν ἐστιν [*](f.62v) ἀριθμὸς ἄνθρωπος, ἄλλος δὲ ἵππος, ἄλλος δὲ Πλατῶν καὶ ἄλλος Σωκράτης, ὡς κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρειν ἀλλήλων τὰ ὄνια; ἀλλ’ εἰ τοῦτο, πῶς αἴτιοι ἐκεῖνοι οἱ ἀριθμοὶ <οἱ> τῶν ἰδεῶν τοῖς ἐνθάδε ἀριθμοῖς, ἐν οἷς ἐστι τὰ ὄντα, ἔσονται; εἰ γὰρ καὶ εἶεν ἴσοι οἱ ἐνταῦθα ἐκείνοις, ὡς εἶναι φέρε εἰπεῖν πεντάδα τόν τε αὐτοάνθρωπον καὶ τὸν αἰσθητόν, ἀλλὰ τὴν μὲν ἀίδιον πεντάδα τὴν δὲ μὴ ἀίδιον, πῶς ἐκείνη ἡ πεντὰς ταύτῃ τῇ πεντάδι αἰτία ἔσται τοῦ εἶναι; οὐ γὰρ δὴ οἱ ἴσοι ἀριθμοὶ ἀλλήλοις αἴτιοι τοῦ εἶναι· πῶς γὰρ ὅλως ἀριθμὸς ἀριθμῷ αἴτιος τοῦ εἶναι;
p. 9911)13 Εἰ δὲ ὅτι λόγοι ἀριθμῶν τὰ ἐνταῦθα.
Πρόκειται μὲν αὐτῷ δεῖξαι ὅτι <εἰ> αἱ ἰδέαι ἀριθμοί εἰσιν, οὐ δύνανἔστι [*](1 AD 2 πῶς οὖν αἴτιοι D 18 πειρᾶται—εἶναι (32) Alexandri sunt 21 ἔτι ζητεῖ εἰ εἰσὶν Alex. 24 ὡς Alex. 26 ὡς] καὶ Alex. διαφέρει Alex. 27 οἱ (ante Τῶν) ex Alexaiulro addieli 34 Πρόκειται—ἀριθμός (p. 95, 1.5) Alexandri sunt εἰ ex Alexandro addidi)
p. 9911)21 Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἐριθμὸς γίνεται.
Φησὶν ὅτι δυνατόν ἐστιν ἐκ πολλῶν ἀριθμῶν γενέσθαι ἕνα ἀριθμόν, οἷον ἐκ πολλῶν μονάδων τὸν ἑκατόν, ἐξ εἰδῶν δὲ πολλῶν συνθέτων ἓν εἶδος οὐ γίνεται· ὥστε οὐ καλῶς φασι τὰς ἰδέας ἀριθμούς. † ἐκ γὰρ ἡμιόνου καὶ ἵππου οὐκ ἄν ποτε γένοιτό τι εἶδος ἕτερον, ὥς φησι καὶ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς, ἐκ μέντοι ἵππου καὶ ἡμιόνου δυνατόν, ἐκ δὲ ἵππου μονου οὐ δύνατον.
p. 991b22 Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἀριθμῶν.
Ἰστέον ὅτι ἐκ τοῦ ἑπτὰ καὶ τρία οὐδὲν γίνεται· ἕκαστος γὰρ ἀριθμὸς φυλάττει τὸ οἰκεῖον εἶδος, καὶ οὐδέποτε φθείρεται οὔτε ὁ ἑπτὰ καθὸ ἑπτὰ οὔτε ὁ τρία. ἡ οὖν σύνθεσις ἐκ τῶν μονάδων γίνεται. φησὶν οὖν ὅτι αἱ μονάδες αὗται, ἐξ ὧν συντίθεται ὁ ἀριθμός, πότερον ὁμοειδεῖς ὑπάρχουσιν ἢ ἀνομοειδεῖς; εἰ μὲν οὖν φῶσιν ἀνομοειδεῖς αὐτὰς εἶναι παρὰ τὰ δοκοῦντα αὐτοῖς λέγουσιν· ἡ γὰρ μονὰς πρὸς τὸ σημεῖον, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, θέσει καὶ μόνῃ διαφέρει, αὐτοὶ δὲ ταύτας τὰς ἰδέας οὐχ ὑποτίεἴτε [*](1 εἴτε ἀριθμός τις ὢν εἴτε εἴτε μή, καὶ οὐχ ὁ αὐτοάριθμος· οὐ γὰρ δὴ Alex. 2 λόγῳ εἴη Alex. 5 ὁ αὐτοαριθμὸς Alex. 5 ἡ ἰδέα Alex.: ἡ ἰδέαι AD 6 addendum ex Alexandro ὥστε ἡ οὐκ ἀριθμοὶ αἱ ἰδέαι ἡ οὐκ αἴτιοι τοῖς τὸ εἶναι 8 ἐκ πλειόνων φθόγγων, καὶ ἔσται Alex. 9 ὃ ἐν λόγῳ ἀριθμῶν τὸ εἶναι αὐτῶν ἑκάστῃ ποιήσει Alex. 11 οὐδ’ εἴ γε κτλ.] οὐδὲ τὰ ὄντα πρὸς παράδειγμα ἀριθμόν Alex.: fort. οὐδέν τε — ἀριθμόν 15 ὃν ἤδη ἀριθμός Alex. 19 φασι scripsi: φησι libri ἐκ γὰρ κτλ.] locus emendandus e Porphyrii Isag. p. 19,2 Busse. τὶς μὲν γὰρ ἵππος τινὶ ·ὄνῳ σύνεισιν εἰς ἡμιόνου γένεσιν, ἵππος δὲ ἀπλῶς ὄνῳ οὐκ ἂν συντεθεὶς ἀποτελέσειεν ἡμίονον 29. 30 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 27 p. 87 a 36)
p. 991b22 Εἰ δὲ μὴ ἐξ αὐτῶν.
Φησὶν ὅτι εἰ μὴ γίνεται ἡ σύνθεσις ἐξ αὐτῶν, τουτέστιν ἐκ τοῦ ἑπτὰ καὶ τοῦ τρία, διότι οὐκ ἀπολλύουσι τὰ οἰκεῖα εἴδη, ὡς εἴρηται, ἀλλ’ ἐκ τῶν ἀριθμῶν, τουτέστιν ἐκ τῶν μονάδων, ἐστὶν ἡ σύνθεσις γράφεται δὲ ἐκ τῶν ἀριθμῶν, ἵνα δηλώσῃ τὸ ἐκ τῶν λόγων τοῦ ἀριθμοῦ), οἷον ἐν τῇ μυριάδι, ὥς φησιν αὐτός, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ ἄτοπα συμβήσεται, ὡς εἴρηται, εἴτε μὴ ὁμοειδεῖς, μήτε αἱ αὐταὶ ἀλλήλαις μήτε δὲ αἱ ἄλλαι πᾶσαι πάσαις· ἀπαθεῖς γὰρ οὖσαι αἱ μονάδες, τίνι διοίσουσιν ἀλλήλων; οὔτε γὰρ αὐτῶν αἱ μὲν λευκαὶ ὑπάρχουσιν αἱ δὲ μέλανες. ὥστε οὔτε εὔλογά φασιν οὔτε δὲ τῇ νοήσει ὁμολογούμενα. δείκνυσιν οὖν ὅτι οὐχ ὑπάρχουσιν αἱ ἰδέαι ἀριθμοὶ καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντιθεμένων γίνεσθαι ἕνα ἀριθμόν τὰ γὰρ τρία καὶ τέσσαρα συντεθέντα ἀλλήλοις ποιεῖ τὸν ἑπτὰ ἀριθμόν), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων ἓν εἶδος οὐ γίνεται· οὐ γὰρ τὸ τοῦ ἀνθρώπου εἶδος καὶ [*](f.64v) τὸ τοῦ κυνός, ἐὰν οὕτω τύχοι, συντεθέντα ἕν τι εἶδος ποιεῖ. οὐ γὰρ ἐπειδὴ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετος ὁ ἄνθρωπος ἔκ τε ζῴου καὶ ἄλλου εἴδους· οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτό τι ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ. ζῴου εἶναι ἄνθρωπος δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν μέρος τοῦ ὅλου γίνεται σωζόμενος ὁ αὐτός· ὥστε οὐκ ἄν εἶεν ἰδέαι οἱ ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλειόνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ αἱ ἰδέαι αὐτῶν ἔσονται ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, ἔπειτα τὸ τοῦ ἀνθρώπου [*](3 ὁμοιοειδεῖς Α 20 αἱ αὐταὶ ex Aristotele scripsi : ἑαυταῖς libri 24 καὶ διὰ τοῦ — ἐπινοῆσαι (p. 97,5) Alexandri sunt 29 σύνθετον Alex. 30 τι deest Alexandro 32 ἕκαστος Alex.: ἑκάστω libri ἀριθμῶν] τῶν ἐν τῷ συνθέτῳ add. Alex. 33 σωζόμενος αὐτὸς Alex. 36 ἁπλαῖ ἔτι αἱ Alex. αὐτοῖς ἔσονται Alex.)
p. 991b22 εἶδέ μὴ ἐξ αὐτῶν ἀλλ’ ἑκτῶν ἀριθμῶν.
Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντιθεμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδ’ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν ἀριθμῶν συντιθεμένων ἕνα γίνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων ἢ τετράδων, ὡς ἀνωτέρω ἐδείξαμεν, οἳ ἤδη εἰσὶν ἀριθμοί, ἡ τριὰς καὶ ἡ τετράς· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειτ·αι, οὐ χιλιάδων ἢ ἑκατοντάδων · εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς, καθὸ γίνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκεινται), ἄξιον παρ’ αὐτῶν μαθεῖν, πότερον [*](f.65r) αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντιθέμεναι ὁμοειδεῖς ὑπάρχουσιν, ἢ οὔ. εἰ γὰρ πᾶσαι αἱ μονάδες ὁμοειδεῖς, τί δήποτε αἱ μὲν ἰδέαν ποιοῦσι κατ’ αὐτοὺς αἱ δὲ οὔ; ὥστε πᾶς ἀριθμὸς ἰδέα ἔσται, καὶ οὐδὲν διοίσουσιν ἀλλήλων τὰ ἐξ ἐκείνων γινόμενα. εἰ οὖν ὁμοειδεῖς ἀλλήλαις ὑπάρχουσι, κατ’ οὐδὲν ἄλλο διοίσουσιν ἢ κατὰ πλῆθος μονάδων· οὕτως δὲ 〈καὶ τὰ〉 μετασχόντα αὐτῶν ἀλλήλοις ὁμοειδῆ ἔσονται. ἀλλὰ τὸ λογικὸν καὶ τὸ ἄλογον οὐ δοκοῦσιν ἀλλήλων πλήθει διαφέρειν ἀλλὰ ποιότητι. εἰ γὰρ εἴποιεν ὅτι τὸ λογικὸν μιᾷ μονάδι ὑπερέχει τοῦ ἀλόγου, ἐὰν προστεθῇ ἡ μία μονάς, ἔσται τὸ ἄλογον λογικόν, ὅπερ ἀδύνατον. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν αὐτάς, αὐτὸς ἐπιφέρει τὰ ἄτοπα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς μήτε πᾶσαι πάσαις μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος τούτου γὰρ δηλωτικὸν τὸ μηδὲ αἱ αὐταί), ἀλλ’ ἔστι τις ἐν αὐταῖς διαφορά, ὡς τάσδε μὲν εἶναι ἰδεῶν ποιητικὰς τὰς δὲ μή, τίς ἔσται αὐταῖς διαφορὰ ἀπαθέσι τε οὔσαις; οὔτε γὰρ αἱ μὲν λευκαὶ αἱ δὲ μέλανες. θέσιν δὲ οὐ δυνατὸν εἰπεῖν, ἐπεὶ οὕτως σημεῖα λέγουσι τὰς μονάδας· ἄλλως τε δὴ τὰ νοητὰ θέσιν ἔχειν οὐ βούλονται·
p. 991b27 Ἔτι δὲ ἀναγκαῖον ἑτερόν τι γένος ἀριθμοῦ κατασκευάζειν.
Παραλελοίπασι καὶ τὰς ἀρχὰς τὰς μαθηματικάς· μόνα γὰρ ὑποτίθενσυντιθέμενα [*](3 Alex. 4 ἰδία Alex.: ἀίδια libri 7 εἴ τις—ἔσται (17) Alexandri sunt ἰδεῶν D αὐτῶν om. D συντεθειμένων Alex. 8. 9 τῶν συντιθεμένων Alex. 10 ὡς—τετράς (11)] pro his Alex, habet εἰ πλείους εἰσὶν ἀριθμοί 12 τάς γε Alex.: τάς τε libri 15 συντιθεμένων Alex. εἰσὶν ἀλλήλαις ἢ ἀνομοειδεῖς Alex. 16. 17 κατ’ αὐτοὺς desunt Alexandre 17 οὕτω τε πᾶς Alex. καὶ οὐδὲν — ἀδύνατον (23) pleraque Alexandri sunt 19 δὲ Alex.: γὰρ libri καὶ τὰ ex Alexandre addidi 22 ὑπερέχει scripsi: ὑπάρχει libri 23 εἰ δὲ—οὔσαις (27) Alexandri sunt 24 τὰ ἄτοπα τὰ ἑπόμενα Alex. ἐκεῖναι] αἱ κοιναὶ Alex. 25 πάσαις] ὁμοειδεῖς αἱ μονάδες add. Alex. 27 μή] ἡ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε add. Alex. τε] fort, γε)
p. 991b 31 Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δοάδι.
Ἕτερον ἔγκλημα ἐπιφέρει αὐτοῖς, καί φησιν ὅτι τὴν δυάδα ἀρχὴν ὑποτίθενται, καὶ λέγοντες αὐτὴν εἶναι ἀρχὴν ἑτέραν ἀρχὴν ποιοῦσιν αὐτῆς τὴν [*](f.66r) μονάδα (ἐκ γὰρ τῶν δύο μονάδων σύγκειται ἡ δυὰς κατ᾿ αὐτούς), ὥστε ἡ ἀρχὴ ἐξ ἀρχῶν ἔσται. λέγομεν οὖν αὖθις πρὸς τοῦτο ὅτι εἰ τῷ ὄντι οὕτως ἀριθμὸν ἔλεγον τὴν δυάδα, καλῶς ἐλαμβάνετο ὁ Ἀριστοτέλης· νῦν δὲ συμβολικῶς λέγουσι τὴν δυάδα ἀρχὴν τῶν μεριστῶν πάντων, ἐπειδὴ πρώτη ἀρχὴ τοῦ μερίζεσθαί ἐστιν ἡ δυάς. τοῦτο οὖν φησιν ὅτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ὑπάρχουσαι ἑκατέρα αὐτῶν ἐκ μονάδος ὑπάρχει, ἐπειδὴ προτέρα τῆς δυάδος ἡ μονάς· καίτοι ἀδύνατον τῆς ἀρχῆς ἀρχὴν εἶναι.
[*](4 ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς] verba ipsa non sunt Aristotelis; de re cf. A 3 p. 407b13 sqq. 5 γὰρ] fort. δὲ 13 ἐνεργοῦντα D 15 ἡ om. D 23 τίνων] fort, legendum δύο γὰρ τινῶν vel simile aliquid)p. 992a1 Ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος.
Φησὶν ὅτι ὁ ἀριθμὸς συνεχές ἐστι, τὴν δὲ συνέχειαν ταύτην ἔχει ἐκ τῆς ἑνάδος· ὥστε πρώτου ἀριθμοῦ ἡ ἑνάς ἐστιν ἀρχὴ καὶ οὐκ ἀριθμός, τελες, καὶ τὰ δοκοῦντα αὐτοῖς λέγεις· τὴν γὰρ τῶν πάντων ἀρχὴν τὴν ἑνάδα ὑποτίθενται καὶ αὕτη ἐστὶν ἡ διὰ πάντων τῶν ὄντων διήκουσα.
p. 992a2 Ἔτι πρὸς τοῖς εἰρημένοις εἴπερ εἰσὶν αἱ μονάδες διάφοροι.
Εἴ φατε ταύτας τὰς μονάδας εἶναι διαφόρους ἐξ ὧν τὰ ἄλλα πάντα γεννᾶτε, ἐχρῆν ὑμᾶς οὕτως λέγειν ὥσπερ λέγουσιν οἱ τὰ στοιχεῖα τέσσαρα ἤγουν δύο ὑποτιθέμενοι· καὶ γὰρ τούτων ἕκαστος οὐ τὸ κοινὸν λέγει στοιχεῖον, οἷον ὅτι ἐκ σώματος ταῦτα πάντα, ἀλλὰ πῦρ καὶ γῆν, εἴτε τῷ ὄντι ἔστι τι σῶμα κοινὸν αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς ἄποιον, εἴτε μή, ὅπερ ἐστὶν ἀληθές. ἐχρῆν μὲν οὖν καὶ τούτους ὁμοίως ὁρίσαντας ἕν τι, ὥσπερ οἱ σῶμά τι τὸ στοιχεῖον λέγοντες, τοῦτο ἀρχὴν ὑποθέσθαι· νῦν δὲ ἁπλῶς τὸ ἓν λέγουσιν ἀρχήν, οὐχ ὡς πολλῶν οὐσῶν τῶν μονάδων καὶ κεχωρισμένων ἀλλήλων καὶ τοῦ ἑνὸς κατηγορουμένου κοινῶς κατ’ αὐτῶν, ἀλλ’ [*](f.66v) ὡς ὅλου τινὸς οὔσης τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας, ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ· καὶ γὰρ τούτων ἑκάτερον ἕν τι ὁμοιομερές· τὰ γὰρ μόρια τοῦ ὕδατος ὅμοια τῷ ὅλῳ.
p. 992a8 Εἰ δὲ οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί.
Τουτέστιν εἰ δὲ οὕτως λέγοιεν τὸ ἓν καὶ ὁμοιομερές τι, οὐκέτι αὐτοῖς οἱ ἀριθμοὶ οὐσίαι καὶ ἰδέαι ἔσονται ἀλλ’ ὑποκείμενον καὶ ὑλικά τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ), καὶ ἔτι τὸ ὅλον οὐκ ἔσται τῶν αὐτοῦ μερῶν ἰδέα. ἔτι τε οὐσία ἑκάστου κυρίως τὸ εἶδος, οἱ δὲ ἀριθμοὶ ὕλης οὐκ εἴδους λόγον ἕξουσι. δύναται δὲ καὶ οὕτως τις εἰπεῖν· εἰ δὲ λέγοιεν τὸ ἓν τοιοῦτον εἶναι ὡς φύσιν τινὰ μίαν, ὡς τὸ πῦρ, ὡς τὸ ὕδωρ, καὶ τοιοῦτον ὂν ἀρχὴν εἶναι, οὐκέτι αὐτοῖς ἔσονται οὐσίαι τε καὶ ἰδέαι καὶ ἀρχαὶ οἱ ἀριθμοί· οὐ γὰρ ἐκ τῆς τοῦ τοιούτου ἑνὸς συνθέσεως ὁ ἀριθμός· ἓν γάρ τι καὶ τὸ αὐτὸ γίνεται ἐκ τῆς τούτων συνθέσεως. εἴπερ οὖν ἔστι τι ἓν αὐτὸ καὶ τοῦτό ἐστιν ἀρχή, πλεοναχῶς λέγεται τὸ ἕν · ἄλλως γὰρ ἀδύνατον. οὔτε [*](6 αὑτὴ D 13 εἴτε scripsi: καὶ libri 14 ἐχρῆν—ὁμοιομερές (20) Alexandri sunt τὸ ἐν τι Alex. 16 ὥστε πολλῶν οὐσῶν Alex. 17. 18 ἀλλ’ οὐχ ὅλου Alex. 20 ἓν τι ὃν καὶ ὁμοιομερές ἐστιν Alex. 22 τουτέστιν—συνθέσεως (30) Alexandri sunt καὶ] ὡς Alex. αὐτοὶ Alex. 24 ἔσται Alex.: ἔστι libri 25. 26 ἔτι — ἕξουσι] locus apud Alexandrum depravatus 25 ἑκάστου] οὐκ ἔσται Alex. 26 ἢ δύναται τὸ λεγόμενον τοιοῦτον εἶναι Alex. 29 ἑνὸς deest Alexandro 30 τούτου Alex.)
p. 992a10 Βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχάς.
Βουλόμενοι ὑμνεῖν τὴν δυάδα ὡς ἀρχὴν οὖσαν καὶ τὰς οὐσίας τῶν πραγμάτων ἀνάγειν εἰς αὐτήν, φασὶν οὕτως ὅτι τὰ μήκη ἐστὶν ἐκ βραχέος καὶ μακροῦ· τὰς δὲ ἐπιφανείας ἐκ πλατέος καὶ στενοῦ, τὰ δὲ στερεὰ ἐκ βαθέος καὶ ἐπιπολαίου. ταῦτα δὲ οὐχ ὑπάρχουσιν ὑπάλληλα γένη. φανερὸν <οὖν> ὅτι οὐ θεωρηθήσονται ἐν ἀλλήλοις· τὰ γὰρ ὑπάλληλα γένη ἅμα θεωροῦνται ὡς τὸ ἔμψυχον καὶ τὸ ζῷον. τὸ γοῦν μακρὸν καὶ βραχὺ ὑπὸ ἄλλο γένος τελεῖ καὶ τὸ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ τὸ ἐπιπόλαιον· ὥστε οὐ δυνατόν ἐστι κατ’ αὐτοὺς τὸ ἐπίπεδον θεωρεῖσθαι ἐν τῷ στερεῷ οὔτε δὲ τὴν γραμμὴν ἐν τῷ ἐπιπέδῳ, ὥσπερ οὐδὲ ὁ ἀριθμὸς ὑπάρχει ἐν αὐτοῖς, ὅτι τὸ μὲν πολὺ καὶ ὀλίγον ἐπὶ ἀριθμοῦ λέγεται, τὸ δὲ βαθὺ καὶ ἐπιπόλαιον ἐπὶ σώματος, καὶ οὐ λέγομεν τὸν ἀριθμὸν ὑπάρχειν ἐν τῷ σώματι, διότι ὑπὸ ἄλλο ἐστὶ γένος τὸ πολὺ καὶ τὸ ὀλίγον ὑπὸ τὸ διωρισμένον, τὸ δὲ βαθὺ καὶ ἐπιπόλαιον ὑπὸ τὸ συνεχές. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφός φησι πρὸς αὐτὸν ὅτι θεωροῦνται ταῦτα ἐν ἀλλήλοις οὐχ ὡς ὑπάλληλα γένη ἀλλ’ ὡς δεκτικὰ ἀλλήλων· δεκτικὴ γὰρ ἡ μὲν ἐπιφάνεια τῶν γραμμῶν, τὰ δὲ σώματα τῶν ἐπιφανειῶν, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ἀριθμοὺς θεωρεῖσθαι ἐν τοῖς μεγέ- [*](f.67v) [*](3 τὸ ὄν libri 4 ἀπλῶς λέγοντες — διαφορά (17) Alexandri sunt 7 ἀδιάφορον Alex. 10 ὁ om. D 11 εἴη Alex.: ἡ libri 12 οὕτως Alex.: ὅτι libri 13 ἐν τι οὐ τὰ οὐδ’ ὁμοειδὲς Alex. 15 ἕνα libri 16 ἔπειτα κτλ.] ἕπεται δὲ μὴ ὁμοειδεῖς λέγουσιν ἑ τὰς μονάδας αὐτοῖς καὶ τὸ προειρημένον ἄπορον Alex. ὁμοειδεῖς ex Alexandre scripsi : ἀνομοειδεῖς libri 17 μονάδων] οὐσῶν ἀπαθῶν add. Alex. 23 οὖν addidi 34 γραμμῶν scripsi: γραμμάτων libri 35 αὐτὸς λέγει] cf. de An. Γ 1 Metaph. M9 p. 1085a21)
p. 992a19 Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ἐνυπάρχουσι;
Φησὶν οὖν ὅτι κατ’ αὐτοὺς οὐκ ἔσονται στιγμαί· οὔτε γὰρ ἐμνημόνευσε τῶν στιγμῶν, ἀλλὰ γραμμῶν καὶ ἐπιπέδων καὶ στερεῶν. ταῖς οὖν στιγμαῖς, φησίν, ὁ Πλάτων καὶ διεμάχετο ὡς ὄντι γεωμετρικῷ δόγματι· ἔλεγε γὰρ ὅτι οὐχ ἁρμόττει τῷ πρώτῳ φιλοσόφῳ περὶ στιγμῶν [*](f.68v) διαλέγεσθαι, ἀλλὰ τῷ μαθηματικῷ. καὶ ταῦτα λέγων, φησίν, οὐδὲν ἧττον εἰσέφερε τὰς στιγμάς· ἐκάλει γὰρ ἀρχὴν γραμμῆς, τὴν δὲ ἀρχὴν τῆς γραμμῆς ἔλεγε τὰς ἀτόμους γραμμάς. εἰ τοίνυν πέρατα τῶν γραμμῶν ὑπάρχουσι τὰ σημεῖα, φανερὸν ὅτι εἰσάγων ἄτομον γραμμὴν εἰσῆγε καὶ τὰς στιγμάς. λέγομεν οὗν ἡμεῖς ὅτι συμβολικῶς ταῦτα ἔλεγεν ὁ Πλάτων· διὰ γὰρ τῆς ἀτόμου γραμμῆς τοὺς ἀμερίστους λόγους τῆς ψυχῆς ἐδήλου· ὥσπερ γὰρ ἡ ἄτομος γραμμὴ ἀμέριστος, οὕτω καὶ οἱ λόγοι τῆς ψυχῆς.
p. 992a19 Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ἐνυπάρχουσιν;
Ὅ λέγει τοιοῦτόν ἐστι. δοκεῖ μὲν τὰ σημεῖα καὶ αἱ στιγμαὶ ἐνυπάρχειν τῷ μήκει καὶ τῇ γραμμῇ, ὥσπερ καὶ αὕτη τῷ ἐπιπέδῳ καὶ τὸ ἐπίπεδον τῷ στερεῷ, εἶναι δὲ ἄλλης φύσεως παρ’ ἐκεῖνα ὡς κἀκεῖνα ἀλλήλων. τίνες οὗν αἱ τούτων ἀρχαί; καὶ εἰς τί γένος ταῦτα ὑπαχθήσεται; καὶ πῶς ἀναχθήσεται εἰς τὸ μέγα καὶ τὸ μικρόν; καὶ πῶς ἔσονται ἐν τῷ μήκει; ἀπορήσας δὲ τοῦτο ἐφεξῆς ἱστορεῖ τὴν Πλάτωνος δόξαν περὶ τῶν στιγμῶν· φησὶ γὰρ αὐτὸν μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι ὡς οὖσάν τινα φύσιν σημείου, ἀλλὰ λέγειν δόγμα τι τοῦτο καὶ θέσιν τινὰ γεωμετρικήν, οὐκ ἐν τῇ φύσει τῶν ὄντων οὖσαν. τὸ μὲν οὖν σημεῖον οὐκ ἔλεγεν εἶναί τι οὐδὲ ὠνόμαζεν, ἐκάλει δέ τινα ἀρχὴν γραμμῆς, ἣν ἄτομον πολλάκις γραμμὴν ἔλεγεν. ἱστορεῖ δὲ καὶ ὡς Πλάτωνος, οὐ μόνον Ξενοκράτους, ἀτόμους γραμμὰς τιθεμένου. καίτοι πᾶσα ἀνάγκη ἐστὶν εἶναί τι πέρας ἀτόμου ταύτης γραμμῆς· ἔστι δὲ πέρατα τὰ σημεῖα· ὥστε ἐξ οὗ λόγου γραμμή ἐστι, καὶ στιγμὴ ὑπάρχει.
[*](1 ὡς Alex.: καὶ libri 2 ἃ scripsi: ὃ libri: deest Alexandro, qui post ἄλληλα addit ὅσα ἐστὶν ὑπάλληλα 4 ὑπάλληλον libri ὥστε—μῆκος (7) Alexandri sunt 8. 20 ὑπάρχουσι D 18 ὅπερ D ἡ om. D 21 ὃ λέγει—τιθεμένου (32) Alexandri sunt στιγμαὶ Alex.: γραμμαὶ libri 27 τινὰ Alex.: τινος libri 28 λέγει D 30 τινα deest Alexandro ἣν Alex.: τὴν libri 31 ὡς καὶ Alex.)p. 992a24 Ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον.
Ἐντεῦθεν δείκνυται ὁ Ἀριστοτέλης ἄντικρυς λέγων ποιητικὸν αἴτιον εἶναι τὸν θεόν. φησὶ γὰρ ὅτι ἡ σοφία ζητεῖ τῶν φανερῶν τὸ αἴτιον, οἱ [*](f.69r) δὲ Πυθαγόρειοι τοῦτο παραλελοίπασιν· οὐδὲν γὰρ εἰρήκασι περὶ τῆς αἰτίας τῆς ποιητικῆς. ὡς γὰρ ἀνωτέρω ἐδείξαμεν, οἱ τὰς ἰδέας λέγοντες οὔτε ποιητικὸν αὐτὰς αἴτιον δύνανται ὑποτίθεσθαι οὐδὲν γὰρ αἱ ἰδέαι ποιοῦσιν) οὔτε δὲ τελικόν τὰ γὰρ γινόμενα οὐ πρὸς αὐτὰ ἐπεστραμμένα ὑπάρχουσιν) οὔτε δὲ εἰδικόν, ἀλλ’ εἰ ἄρα, ὑλικόν. λέγομεν οὖν ὅτι καὶ τελικὸν αἴτιον ὑπετίθετο Πλατῶν, ἐξ οὗ λαβὼν εἶπεν ὅτι καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. καὶ ποιητικὸν δὲ λέγων “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός”, καὶ ὅτι “περὶ τὸν βασιλέα πάντων.” αἰτιᾶται οὖν τοὺς περὶ τῶν ἰδεῶν πραγματευσαμένους, ὅτι προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίνεται, τὸ μὲν οὖν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέλιπον οὐδὲν γὰρ λέγουσι περὶ τῆς ποιητικῆς αἰτίας ἢ τίς ποιητική· οὐδενὸς γὰρ ποιητικὸν ἡ ἰδέα· οὐδὲ γὰρ τὴν ἀρχὴν ποιητικόν), οἰόμενοι δὲ τὴν οὐσίαν καὶ τὴν κατὰ τὸ εἶδος 〈αἰτίαν〉 αὐτῶν ἀποδιδόναι τετραχῶς γὰρ τὰ αἴτια) ἄλλας μέν τινας οὐσίας καὶ ἄλλα εἴδη παρὰ τὰ φανερὰ ὑποτίθενται τὰς γὰρ ἰδέας), πῶς δὲ τούτων ἐκεῖνά ἐστιν εἴδη, οὐκέτι λέγουσιν, ὥσπερ λέγει καὶ ἀλλαχοῦ ὅτι ἐδιπλασίασαν τὰ ὄντα, ὡς ἐντεῦθεν καὶ τὰς αἰτίας τῶν ὄντων ἀποδιδόασι. κενὴν γὰρ φωνὴν προφέρονται τὴν μετοχήν· οὐ γὰρ διασαφοῦσι πῶς ταῦτα τῶν ἰδεῶν μετέχει, ὡς ἤδη εἶπεν. ὥστε εὐλόγως κατὰ τὴν ἀρχὴν αὐτοὺς ᾐτιάσατο ὡς τοῖς ζητουμένοις ἰσάριθμα προσθέντας. δείξας τοίνυν ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε δὲ ὡς εἴδη τὸ γὰρ εἶδοε ἐν τούτῳ οὗ ἐστιν εἶδος † οὔτε μηδὲν οὔτε τὸ τῆς μετοχῆς ὄνομα σημαίνει τι), λέγει ἐπὶ τούτοις [*](f.69v) ὅτι μηδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος αἰτίαι τοῖς οὖσιν αἱ ἰδέαι κατ’ αὐτούς, ἥτις αἰτία ἐν πᾶσι τοῖς κατ’ ἐπιστήμην καὶ νοῦν καὶ φύσιν γινομένοις ἐστὶ κυριωτάτη αἰτία· πάντα γὰρ τά τε κτὰ φύσιν καὶ κατὰ τέχνην καὶ ἐπιστήμην, ἔτι δὲ καὶ κατὰ προαίρεσιν γινόμενα ἕνεκά του γίνεται, καὶ ἔστιν ἐν αὐτοῖς κυριωτάτη αἰτία· οἷον ἡ ἰατρικὴ ἕνεκα τῆς [*](7 οὐδὲν scripsi: οὐδὲ libri 10 Πλατῶν] cf. Platon. Phileb. p. 20 D 11 θεοὶ θεῶν κτλ.] Tim. p. 41 Α 12 περὶ—πάντων] Epist. II, p. 312 E αἰτιᾶται — μαθη- ματικῶν (p. 104,20) Alexandri sunt 15 τίς Alex.: τί libri 16. 17 περὶ τῆς αἰτίας τοῦ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶν ἡ ποιητικὴ Alex.: fort, legendum περὶ τῆς κινητικῆς αἰτίας, ἥτις κτλ. 17 οὐδὲ—ποιητικὸν (18) desunt Alexandro 18 αἰτίαν ex Alexandro addidi 20 τὰ τῶν φανερῶν Alex. 21 ὥσπερ—ἀποδιδόασι (22) desunt Alexandro 22 ὡς] fort, καὶ 24 φθάνει εἰρηκώς Alex. καὶ κατὰ Alex. 25 προσθέντας] ἄλλα μηδὲν αὑτοῖς εἰς τὰ ζητούμενα συντελοῦντα add. Alex. μήτε Alex. : μηδὲ libri 26 post εἶδος lacuna fere VII litterarum AD: εἶδος, αἱ δὲ οὔτε ἐν τούτοις οὔτε κτλ. Alex. 32 0ἷον— βούλησις (p. 104,1) desunt Alexandro)
p. 992b1 Ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτέραν ἄν τις ὑπολάβοι.
Ἔτι ἔνστασις πρὸς τὰς ἰδέας ἐκ τῆς ὕλης, ἐπειδὴ βουλόμενος δηλῶσι ὁ Πλατῶν τὴν ὕλην διὰ τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐδήλου αὐτήν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τῶν μεγεθῶν θεωρεῖται, ἅτινα μεγέθη τῶν μαθημάτων ὑπάρχουσιν. ἔπειτα αἱ διαφοραὶ κατηγοροῦνται μᾶλλον ἤπερ ὑπόκεινται· τὸ δὲ κατηγορεῖσθαι τοῖς εἴδεσιν ἁρμόττει. αἱ γὰρ ἐναντιότητες κατὰ τὰ εἴδη θεωροῦνται τὰ ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχοντα· μάχεται γὰρ τὸ λευκὸν τῷ μέλανι καὶ τὸ θερμὸν τῷ ψυχρῷ, ταῦτα δὲ εἴδη ὑπάρχουσιν. αὐτὸς δὲ τὰς ἐναντιότητας κατὰ τὴν ὕλην ἐχαρακτήρισε, τουτέστι κατὰ τὸ μέγα καὶ τὸ μικρόν· διὰ γὰρ τούτων τὴν ὕλην δηλοῖ. ἔπειτα οὐκ ἔδει αὐτὸν εἰπεῖν τὸ μέγα καὶ τὸ μικρόν, ἀλλ’ εἰ ἄρα, τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· τοῖς γὰρ φυσικοῖς πράγμασι ταῦτα μᾶλλον οἰκειότερα. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. αὖθις δὲ ὁ φιλόσοφός φησιν ὅτι συμβολικῶς ὁ Πλατῶν διὰ τοῦ μεγάλου καὶ μικροῦ τὴν ὕλην ἐδήλου, ἐπειδὴ πρῶιον ἡ ὕλη ποσοῦται καὶ ὄγκον δέχεται καὶ τότε ποιότητας, τὸ δὲ μέγα καὶ τὸ μικρὸν τοῦ ποσοῦ ὑπάρχουσιν.
[*](2 εὖ Alex.: om. libri 5 τοῦ οὖ Alex. 6 δὲ D 14 πρὸς—φύσεως (15) desunt Alexandro 15 προπαίδευσαν D 16 ὁ Πλάτων] cf. Reip. Z p. 533 D 17 ἐκάλει Alex. 18 καὶ τοῦτο desuut Alexaudro 30 τὰ εἴδη Α)p. 992b1 Ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτεραν.
Φησὶν ὅτι καὶ ἡ ὑποκειμένη οὐσία, ἥντινα οὐσίαν ὡς ὕλην ὑποτίθενται τῶν φύσει γινομένων αὕτη δέ ἐστιν ἡ ἀόριστος δυάς, τὸ μέγα καὶ τὸ μικρόν), μαθηματικὴ μᾶλλόν ἐστιν ἢ φυσική· ἡ γὰρ δυὰς ἀριθμοῦ μᾶλλόν ἐστιν ἀρχὴ ἤπερ τῶν φύσει συνεστώτων· διὸ μαθηματικωτέρα καὶ οὐχ ὑποκειμένη τις φύσις, ἀλλὰ μᾶλλον κατηγορούμενόν τι τῆς ὕλης δόξειεν ἂν εἶναι καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑποκείμενόν τι αὐτὸ καὶ [*](f.70v) ὕλην. εἰπὼν δὲ καὶ μᾶλλον κατηγορεῖσθαι πῶς κατηγορεῖται ἐδήλωσεν εἰσενεγκὼν τὸ καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης· αἱ γὰρ διαφοραὶ τοῖς εἴδεσι μᾶλλον ἁρμόττουσιν ἤπερ τῇ ὕλῃ, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. ὡς γὰρ καθ’ οὕς ἐστιν ἐν ταῖς ἀρχαῖς τῶν φυσικῶν τὸ μανὸν καὶ τὸ πυκνόν, οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραὶ τῆς ὕλ·ης καὶ τοῦ ὑποκειμένου κατ’ αὐτούς, εἴτε ἄπειρον εἴτε πῦρ εἴτ’ ἄλλο τι ὑποκείμενον, οὕτως καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις διαφοραί τινες μᾶλλον ἂν δόξαιεν εἶναι ὑποκειμένου τινός, καθ’ ἃς ἡ μεταβολὴ αὐτῶν, ἀλλ’ οὐχὶ αὐτὰ ὑποκείμενα. τὸ δὲ ταῦτα δέ ἐστιν ὑπεροχή τε καὶ ἔλλειψις ἐπὶ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ εἶπε· τὸ γὰρ μανὸν ἐν ὑπεροχῇ ἐστιν ὡς πλείονα τόπον κατέχον, τὸ δὲ πυκνὸν ἐν ἐλλείψει ὡς ἥττονα.
p. 992b7 Περί τε κινήσεως, εἰ μέν ἐστι ταῦτα κίνησις, δῆλον ὅτι κινήσεται τὰ εἴδη· εἰ δὲ μή, πόθεν ἦλθεν;
‘Eτέρα· ἀντιλογία πρὸς τὰς ἰδέας· καί φησιν ὅτι ἀκίνητοι ὑπάρχουσιν αἱ ἰδέαι ἢ κινοῦνται. εἰ μὲν γὰρ ἐν κινήσει ὑπάρχουσι τὰ εἴδη, φανερὸν ὅτι καὶ αἱ ἰδέαι κινηθήσονται· καθ’ ὁμοιότητα γὰρ τῶν ἰδεῶν βούλονται εἶναι τὰ ἐνταῦθα. νῦν δὲ τοῦτο ὑμεῖς οὐχ ὁμολογεῖτε· ἀκινήτους γὰρ ὑποτίθεσθε τὰς ἰδέας. εἰ δὲ μὴ κινοῦνται αἱ ἰδέαι, πόθεν γέγονεν ἐνταῦθα ἡ κίνησις; εἰ γὰρ αἱ ἀρχαὶ ἀκίνητοι, φανερὸν ὅτι καὶ τὰ ἐκ τῶν ἀρχῶν, καὶ οὕτως ἔσται ἀκινησία ἐν τοῖς οὖσι· καὶ οὕτως ἀναιρεθήσεται πάσα ἡ φυσικὴ θεωρία, εἴ γε οὐδέν ἐστιν ἕτερον φύσις ἢ ἀρχὴ κινήσεως καὶ ἠρεμίας. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· οὐδὲν δὲ ἧττον καὶ πρὸς τοῦτο ἐνίσταται ὁ φιλόσοφος πρὸς αὐτὸν λέγων ‘ ὥσπερ σὺ λέγεις τὴν μίαν τῶν πάντων [*](f.71r) ἀρχὴν ἀκίνητον εἶναι καὶ ἐξ αὐτῆς προαχθῆναι τὴν ψυχήν, καὶ ὑπὸ τῆς ψυχῆς κινεῖσθαι τὰ σώματα διὰ τῆς ὀρεκτικῆς δυνάμεως, οὕτως καὶ αὐτοί φασι τοὺς λόγους τοὺς δημιουργικοὺς ἀκινήτους εἶναι καὶ γίνεσθαι αἰτίους κινήσεως τῆς ἐνθάδε.’ χρὴ δὲ εἰδέναι ὅτι τὸ ἐζωωμένον σῶμα τὸ σύνθετον [*](3 φησὶν ὅτι — εἶπε (18) Alexandri sunt οὐσίαν] ἀρχὴν Alex. 4 καὶ τὸ μέγα Alex. 10 ἐπενεγκὼν Alex. αἱ γὰρ—θεωρίᾳ (12) desunt Alexandro 14 εἴτε ἀὴρ τοῦτο εἴτε ὕδωρ εἴτε τὸ μεταξὺ τούτων, οὕτω κτλ. Alex. 16 αὐτοῖς Alex. 19 πυκνὸν scripsi: μανὸν libri)
p. 992b9 Καὶ ὃ δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν τὰ πάντα, οὐ γίνεται· τῇ γὰρ ἐκθέσει οὐ γίνεται τὰ πάντα ἐν.
Πάλιν ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας· καί φησιν ὅτι ἐν ἅπασι τοῖς οὖσίν ἐστιν ἡ ἑνάς. εἰ μὴ γὰρ τῷ ὄντι ὑποθώμεθα εἶναι ἐν ἅπασι τοῖς οὖσι τὴν ἑνάδα, ἀπειρίαν εἰσάξομεν ἐν τοῖς οὖσιν. εἰ μὴ γάρ ἐστιν ἡ μονὰς ἐν ὅλῳ, ἀλλ’ ἐν τῷ μέρει· εἰ δὲ μηδὲ ἐν τῷ μέρει, φανερὸν ὅτι ἀπειρία ἔσται. ὥστε φησὶν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἐνταῦθα ἑνὰς καὶ πανταχοῦ, φανερὸν ὅτι δεῖ εἶναι ἑνάδα ἐξῃρημένην πάντων τούτων, [*](f.71v) ἥτις ἐστὶ παρακτικὴ ἁπασῶν τῶν ἑνάδων. φησὶν οὖν πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης, ὅτι τὸ οὕτως λέγειν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἀλλαχοῦ δεῖ εἶναι μονάδα ἐξῃρημένην * * * οὐδὲν γὰρ ἔστιν ἄλλο συνάγειν ἐντεῦθεν ἢ τὸ καθόλου τὸ ἐννοηματικόν. λέγομεν γὰρ ὅτι ὅδε ἄνθρωπος καὶ ὅδε ἄνθρωπος, καὶ ἔχομεν λοιπὸν ἐννοηματικῶς ἅπαντα τὸν ἄνθρωπον ἤγουν τὸ ζῷον. οὐδὲ ὅπερ ἄρα βούλεσθε δείκνυται· βούλεσθε μὲν γὰρ τὸ ἐξῃρημένον αἴτιον δηλῶσαι, οὐ δείκνυται δὲ τοῦτο ἀλλὰ τὸ ἐννοηματικόν, καὶ αὐτὸ ἡνίκα γένος ἐστὶ τὸ κατηγορούμενον, ὡς ἐπὶ ζῴου· εἰ γάρ ἐστιν ὁμώνυμος φωνή, οὐδὲ ἐννοηματικῶς ἔστιν ἑλεῖν τοῦτο οὐδὲ γὰρ ἔστιν ἐννοηματικῶς ἑλεῖν ὅτι ἔστι καθόλου Αἴας ἢ κύων), ἤγουν ἐπὶ ἀποφάσεων ὅ ἐστι καθολικόν, τὸ οὐ περιπατεῖ ἤγουν τὸ οὐχ ὑγιαίνει. λέγομεν οὖν ἡμεῖς πρὸς αὐτὸν ὅτι καὶ πάνυ ἀκριβῶς λέγουσι περὶ τῆς πρώτης ἑνάδος. φασὶ γὰρ ὅτι πάντα ὀρεγόμενα αὐτοῦ ἐπέστραπται πρὸς αὐτό. εἰ [*](4 οὐδὲ περὶ—θεωρία (14) Alexandri sunt τι Alex.: εἰ libri 5 τῷ περὶ ex Alexandro addidi 5. 6 λέγοντι καὶ π. τ. ἰ. τιθέντι Alex.: λεγόντων π. τ. ἰ. τίθενται libri 7 ἔσται Alex. ταῦτα κίνησις Arist. Alex.: ταὐτὴ τῆ κινήσει libri 9 ὃ Alex.: ἃ libri 12 δεῖ Alex.: om. libri 20 μήτε libri 24 τὸ om. D 25 addendum ψεῦδός ἐστιν vel tale aliquid 28 βούλεσθε (post ἄρα) scripsi: βούλεσθαι libri 35 φασὶ scripsi: φησὶ libri αὐτὸν libri)
p. 992a9 Ὅ τε δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα.
Ὅπερ δοκεῖ εὐχερὲς εἶναι, τὸ δεῖξαι ὅτι ἓν ὑπάρχουσιν ἅπαντα. οὐ γίνεται· διὰ γὰρ τῆς ἐκθέσεως οὐ γίνεται τὰ πάντα ἕν. ἐξετίθεντο γὰρ τὰ εἴδη, οἷον ἄνθρωπον, ἵππον, κύνα, φυτόν, ζῷον καὶ λίθον καὶ ἐπὶ πάντων ἐδείκνυον οὖσαν τὴν ἑνάδα, καὶ ὅτι μετέχουσι τῆς ἑνάδος, ἔστ’ ἂν ὧσι, διαφθαρέντα δὲ εἰς πολλὰ διαλύονται. ἐντεῦθεν οὖν ἐβούλοντο συλλογίζεσθαι [*](f.72r) ὅτι ἐπειδὴ πάντα μετέχουσι τῆς ἑνάδος, ἔστ’ ἂν ὦσι, φανερὸν ὅτι ἔστι τις ἑνάς ἐξῃρημένη προακτικὴ πασῶν τῶν ἑνάδων. κἂν δὲ δοθῇ αὐτοῖς καὶ συγχωρηθῇ τὸ πρὸς παράδειγμα γίνεσθαι τὸ αὐτοέν, καὶ εἶναί τι ἕν, οὗ μετασχέσει ταὐτὰ τὰ πολλὰ ἀλλήλοις ἢ κατὰ εἶδος ἢ κατὰ γένος, οὐδὲ οὕτως γίνονται τὰ πάντα ἕν ἀλλὰ καθ’ ἑκάστην ὁμοιότητα τῶν πολλῶν τούτων αὐτό τι ἓν γίνεται καὶ ἑνάς τις ἐννοηματική· οὐ γὰρ ταῦτα ἕν. ἀλλ’ οὐδὲ τοῦτο ἐπὶ πασῶν τῶν ὁμοιοτήτων οἷόν τε δείκνυσθαι καὶ γενέσθαι, ὡς κατὰ πᾶσαν ὁμοιότητα αὐτό τι ἓν εἶναι, κἀν μὴ κατά τι εἶδος ἢ γένος ἡ ὁμοιότης ᾖ τῶν λαμβανομένων· ἡ γὰρ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος τε καὶ τὸ εἶδος ταὐτότης τε καὶ ὁμοιότης ἰδέα, ἀλλ’ οὐχ ἡ κατά τι συμβεβηκός. πολλὰ γάρ ἐστιν ἃ διά τινα ὁμοιότητα ἀλλήλοις ὁμοίως λέγεται, τῷ δὲ μὴ εἶναι ταὐτὸν τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν οὐδὲ αὐτό τι ἓν ἔσται ἐπ’ αὐτῶν· ταῦτα δέ ἐστι τὰ ἀποφατικῶς λεγόμενα. τὸ γὰρ οὐ τρέχει κοινὸν μὲν καὶ ὅμοιον τούτοις ὧν ἀληθῶς κατηγορεῖται, ἀλλ’ οὔτε γένος τὸ οὐ τρέχει οὔτε εἶδος οὔτε ἰδέα τὸ οὐ τρέχει καὶ ἄλλα τοιαῦτα.
p. 992b13 οὐδένα δὲ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη καὶ ἐπίπεδα.
Πάλιν ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας. φασὶ γὰρ οὕτως ὅτι τὰ μεγέθη δεύτερα ὑπάρχουσι τῶν ἀριθμῶν· ἡ γὰρ γραμμὴ τὸ ἐφ’ ἓν διαστατὸν ἐκ τῆς μονάδος ἔχει, ὁμοίως δὲ καὶ τὸ τρίγωνον τὸ ἔχειν τρεῖς πλευρὰς ἐκ τῶν ἀριθμῶν. διὸ εἴρηται καὶ ἐν τῇ ἀριθμητικῇ πραγματείᾳ ὅτι προτέρα ἐστὶ πασῶν τῶν ἐπιστημῶν ἡ ἀριθμητικὴ καὶ παρὰ τῷ θεῷ ἐστιν. εἰ τοίνυν τὰ μεγέθη δεύτερα ὑπάρχουσι τῶν ἀριθμῶν, αἱ δὲ ἰδέαι ἀριθμοί, δῆλον ὅτι οὐχ ὑπάρχουσι τῶν μεγεθῶν ἰδέαι. λέγομεν οὖν πρὸς αὐτὸν [*](f.72v) [*](10 δὲ om. D 12 fort. παρακτικὴ ·κἂν δὲ—οὐ τρέχει (25) Alexandri sunt 13 παράδειγμά τι ταῦτα γίνεσθαι Alex. 14 ταῦτα libri et Alex. : ταὐτὰ coni. Bonitz 16 αὑτό τι Alex.: αὐτότον libri ἐννοηματική deest Alexandro 18 λέγεσθαι ὡς Alex. ὑπό τι ἓν Alex. 19 τὸ εἶδος Alex. 20 οὐχ ἡ Alex.: οὐχὶ libri 21 κατὰ τὸ Alex. 22 ταύτην Alex. 23 τοιαῦτα Alex. 25 γένος τοῦτο ἔχει Alex. 31 ὅτι om. D)
p. 992b18 Ὅλως τε τῶν ὄντων ζητεῖν στοιχεῖα.
Πάλιν ἑτέρα ἐπιχείρησις κατὰ τῶν ἰδεῶν· καί φησιν. ὅτι τὸ ὑποτίθεσθαι στοιχεῖα πάντων τῶν ὄντων οὐκ ἀληθές. ἔλεγον γὰρ τὴν δύαδα καὶ τὴν μονάδα στοιχεῖα εἶναι τῶν πάντων. τοῦτο οὗν εἶναι οὐκ ἔστιν ἀληθές· οὔτε γὰρ τὰ τῶν σωμάτων στοιχεῖα πάντως καὶ τῶν ἀσωμάτων ὑπάρχουσιν ἀρχαί. λέγομεν οὖν ὅτι τὸ μὲν ποιητικὸν καὶ τὸ τελικὸν πάντων τῶν ὄντων ἐστὶν αἴτια ὁ γὰρ θεὸς πάντων ἐστὶν αἴτιος τῶν ὄντων, [*](f.73r) ὡς φῄς καὶ αὐτός, καὶ <τὸ> τελικόν, διότι πρὸς αὐτὸ ἐπεστραμμένα ὑπάρχουσι), πάντων μέντοι τῶν ὄντων ὑλικὰ αἴτια ὑποτίθεσθαι οὐκ ἔστιν ἀληθές. καὶ Πλατῶν μὲν συμβολικῶς ταῦτα ὑπετίθετο· τὴν γὰρ δυάδα ἀρχὴν τῆς προόδου ὑπετίθετο, τὴν δὲ μονάδα τῆς ἑνώσεως, ἐπειδὴ καὶ ἕνωσίς ἐστιν ἐν πᾶσι τοῖς οὖσι καὶ διαφορὰ καὶ πρόοδος. ὁ λόγος οὖν οὕτως προέρχεται· ὧν μή εἰσι κοιναὶ ἀρχαί, τούτων ἀδύνατον κοινάς τινας ἀρχὰς εὑρεῖν· τῶν δὲ ὄντων οὔκ εἰσιν κοιναὶ ἀρχαί· ὥστε καὶ ἀδύνατόν ἐστιν εὑρεῖν αὐτῶν κοινὰς ἀρχάς. ὅτι δὲ τῶν ὄντων οὔκ εἰσιν ἀρχὶ κοιναί τε καὶ αἱ αὐταί, φανερὸν ἐντεῦθεν· τῶν πολλαχῶς λεγομένων οὔκ εἰσιν ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί· τὰ δὲ ὄνια πολλαχῶς λέγεται· τῶν ὄντων ἄρα οὔκ εἰσιν ἀρχαὶ αἰ αὐταί. ὅτι δὲ τὸ ὂν τῶν πολλαχῶς λεγομένων, ἐν πολλοῖς εἴρηται, εἴ· γε ὁμώνυμός ἐστι φωνὴ καὶ κατηγορεῖται πασῶν τῶν κατηγοοὐχ [*](3 αἱ scripsi: οὐκ libri 11 τὰ om. D 12 οὔτε πάλιν — ἀίδιοι ὑπάρχουσιν (13)] exspectes οὔτε πάλιν τὰ φθαρτά, διότι ἀίδια ὑπάρχουσιν; sed tota huius loci interpretatio perplexa est; cf. Alex. p. 93,22 sqq. 14 ἀδιαίρετοι scripsi: ἀδιόριστοι libri 15 φθαρτὰ scripsi: φθαρταὶ libri 23 ἀρχήν D 25 τὸ addidi 28 ἐπειδὴ om. D 30 ὧν μή εἰσι—ἐν ταύτῃ (p. 109,14) Alexandri sunt 31 εἰσιν κοιναὶ ἀρχί Alex.: ἔστιν εὑρεῖν κοινὰς ἀρχάς libri 36 εἴ γε— κατηγοριῶν (p. 109,1) desunt Alexandro)
p. 992b24 24 Πῶς δὲ ἄν τις καὶ μάθοι τὰ τῶν πάντων στοιχεῖα;
Ἐντεῦθεν πειρᾶται δεικνύναι αὐτοὺς ἀναιροῦντας γνῶσ·ιν. μεμαθήκαμεν γὰρ ὅτι “πάσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως.” εἰ τοίνυν πάντων τῶν ὄντων αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι, τὰ δὲ πράγματα γινώσκομεν τῶν ἀρχῶν αὐτῶν γινωσκομένων, φανερὸν ὅτι ἀδύνατόν ἐστιν ἐκ τῶν πραγμάτων γνῶναι τὰς ἀρχάς· τοὐναντίον γὰρ ἐκ τῶν ἀρχῶν γινώσκομεν τὰ πράγματα· ὥστε ἢ οὐδὲν εἰσόμεθα, εἴπερ τῶν πάντων αἱ αὐταὶ ἀρχαί, ἢ τῶν ἀρχῶν ἀρχὰς <δεῖ> ζητῆσαι. καίτοι κοινὰς ἀρχάς, καθάπερ αὐτὸς λέγεις, ἀνιχνεύομεν ἢ διὰ τῶν κοινῶν ἐννοιῶν ἢ διὰ ἀναλογίας ἤγουν ἐξ ἀποφάσεως. οὕτως τοίνυν καὶ αὐτὸς ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκας· ἐξ ἀναλογίας γάρ τινος ἔννοιαν ἡμῖν τῆς ὕλης δέδωκας φάσκων ὅτι ὃν τρόπον ὁ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα, καὶ ξύλον καὶ] πρὸς ναῦν καὶ κλίνην, τοῦτον καὶ ἡ ὕλη πρὸς τὰ φυσικὰ πράγματα. τοῦτο οὗν ἐστιν ὅπερ λέγει ὁ Ἀριστοτέλης· πῶς δὲ δύνατόν ἐστι γνῶναι τὰ τῶν πάντων στοιχεῖα; εἰ γὰρ πάντων στοιχεῖά εἰσι, φανερόν ἐστιν ὅτι ἀδύνατόν ἐστι προϋπάρχειν γνωριζόμενον, εἴ γε πάντων ὑπόκεινται ἀρχαί, τὰ δὲ ἐκ τῶν ἀρχῶν γινώσκονται τῶν ἀρχῶν γινωσκομένων. ὥσπερ γὰρ τῷ γεωμετρεῖν μανθάνοντι ἄλλα μὲν ἐνδέχεται προειδέναι, οἷον ἀριθμητικὴν μουσικήν, ὧν δέ ἐστιν ἡ ἐπιστήμη καὶ περὶ ὧν μέλλει μανθάνειν, τουτέστι περὶ τῶν γεωμετρικῶν θεωρημάτων, οὐδὲν προγινώσκει οὐκ οἶδε γὰρ τί σημεῖον ἢ γραμμὴ ἤγουν ἄλλο τι τοιοῦτον), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὥστε εἴ τις τῶν πάντων ἐστὶν ἐπιστήμη, ὥς τινές φασιν, [*](f.74r) [*](2 διελόμενοι Alex.: διαλεγόμενοι libri 2. 3 ἄλλως τε ἔτι ἀτοπώτερον Alex. 7 τὸ ποιεῖν τί ἐστιν ἢ τὸ Alex. καὶ πάσχειν D 15 ἢ οἴεσθαι ἔχειν οὐκ ἀληθές Aristoteles 18 πᾶσα διδασκαλία κτλ.] ef. Anal, post Α 1 p. 71a1 19 αἱ αὐταὶ scripsi: αὐταὶ αἱ libri 23 δεῖ addidi 25. 26 ἐν τῇ Φυσικῇ ἀκροάσει] Phys. Α 7 p. 191a8 sqq. 27 καὶ (ante πρὸς) delevi 30 ἀδύνατον scripsi: δυνατόν libri)
p. 992b33 Ἀλλὰ μὴν καὶ εἰ τυγχάνει σύμφυτος οὖσα.
Ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι πρὸς αὐτὸν ὅτι συνουσίωται ἡμῖν ἡ ἐπιστήμη, καὶ ἅτε συνουσιωμένην ἔχοντες αὐτὴν ἐν τῇ ψυχῇ προχειριζόμεθα ἀυτήν. πρὸς ταύτην οὖν τὴν ἀπορίαν ἀπαντῶν φησιν ὅτι θαυμαστόν, πῶς σύμφυτον ἔχοντες αὐτὴν λανθάνομεν τῆς κρατίστης τῶν ἐπιστημῶν μετέχοντες. λέγομεν οὖν πρὸς αὐτὸν ὅτι σύμφυτον αὐτὴν ἔχομεν, ἀλλὰ λοιπὸν πίπτουσα ἡ ψυχὴ εἰς τὴν λήθην τῆς γενέσεως καὶ πληρουμένη τῆς ἐντεῦθεν ἀχλύος ἐπιλανθάνεται καὶ σκοτίζεται· εἰ γὰρ μὴ εἴχομεν οὐκ ἄν ποτε μεμαθήκαμεν, καθάπερ. εἴρηται ἐν τῷ Φαίδωνι, ὅτι τὸ ἀγνοούμενον κἄν τις θεάσηται, οὐδέποτε γινώσκει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ οἰκέτου τοῦ Μένωνος.
p. 993a2 Ἔτι πῶς τις γνωρίσειεν ἐκ τίνων ἐστί, καὶ πῶς ἔσται δῆλον;
Ἀδύνατόν ἐστι γνωρίζειν τὰ πράγματα μὴ γνωριζομένων τῶν ἀρχῶν. τὰς δὲ κοινὰς ἀρχὰς ἀδύνατόν ἐστιν εὑρεῖν· εἰ γὰρ κοιναὶ ὑπάρχουσιν, οὐ δύνατόν ἐστιν αὐτὰς ἑλεῖν ἐκ προϋπαρχούσης γνώσεως. ἀμέλει τοι, ὥς φησιν αὐτὸς ἐπὶ τῆς σݲμݲαݲ συλλαβῆς, οἱ ἀγνοοῦντες τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται ἡ σݲμݲαݲ συλλαβή, οὐδέποτε δύνανται γνῶναι εἴτε ἐκ τοῦ σ σύγκειται εἴτε ἐκ τοῦ ζ ἢ δ· ὥσπερ γάρ ἐστιν ἄδηλον τὸ τݲιݲ τῶν Ἀλεξανδρέων, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος. πῶς οὖν τις, φησί, γνωρίσειε; καὶ γὰρ τοῦτο ἔχει ἀπορίαν. ἀμφισβητήσειε γὰρ ἄν τις, ὥσπερ καὶ περὶ ἐνίας συλλαβάς· οἱ μὲν γὰρ τὴν σݲμݲαݲ ἐκτοῦ σ μ α φασὶν εἶναι, οἱ δέ τινες ἕτερον φθόγγον φασὶν εἶναι καὶ οὐδένα τῶν [*](f.74v) γνωρίμων·
p. 993a7 ἔτι δὲ ὧν ἡ αἴσθησις, ταύτα πῶς ἄν τις μὴ ἔχων τὴν αἴσθησιν γνοίη;
Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰ κοιναὶ ἀρχαὶ ὑπάρχουσι πάντων τῶν ὄντων καὶ οὐ διῄρηνται, ὁ εἰδὼς αὐτὰς φανερὸν ὅτι εἴσεται πάντα τὰ ὄντα. ὁ γοῦν ἐκ γενετῆς τυφλὸς ἢ κωφὸς εἰδὼς τὰς κοινὰς ἀρχὰς εἴσεται καὶ περὶ χρωμάτων καὶ ψόφων. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἐὰν οἶδε τὰς [*](14 ἐν τῷ Φαίδωνι] cf. Plato Phaed. p. 72E sqq. τὸ scripsi: τὸν libii 16 τοῦ Μένωνος] cf. Plato Menon. p. 82Β sqq.)
p. 993a11 Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς φυσικοῖς αἰτία ζητεῖν.
Συμπεραίνεται τὰ εἰρημένα πληρώσας τὴν ἀντιλογίαν τὴν πρὸς τὰς ἰδέας, καί φησιν ὅτι σαφὲς ἡμῖν γέγονεν ὅτι πάντες οἱ περὶ ἀρχῶν διαλεχθέντες ἐοίκασι ζητεῖν τὰς ἀρχὰς τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς, τουτέστι τελικὴν ποιητικήν, ὑλικὴν εἰδικήν. τούτων γὰρ ἐκτὸς οὐδεμίαν ἐστὶν εἰπεῖν δυνατόν· ἐδείχθη γὰρ ὅτι ἡ παραδειγματικὴ οὐκ ἔστι, τουτέστιν ἡ περὶ τῶν ἰδεῶν. ἀμυδρῶς οὖν περὶ τῶν τεσσάρων τούτων ἀρχῶν εἰρήκασι· καὶ τρόπον μέν τινα πᾶσαι εἴρηνται πρότερον αἱ τέσσαρες ἀρχαὶ ὑπὸ τῶν παλαιοτέρων, διότι οἱ μὲν αὐτῶν μίαν εἰρήκασι τὴν ὑλικήν, ὥσπερ Θαλῆς Ἀναξίμανδρος καὶ Ἡράκλειτος, οἱ δὲ δύο, τὴν ποιητικὴν πρὸς τῇ ὑλικῇ, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οἱ δὲ καὶ τὴν εἰδικήν, ὥσπερ οἱ τὰς ἰδέας· τρόπον οὖν τινα οὐκ εἰρήκασιν. ἀδιαρθρώτως γὰρ γέγονεν ἡ προσεχῶς [*](f.75r) ἐπαναβεβηκυῖα φιλοσοφία, ἤγουν πᾶσα ἡ πρὸ ἡμῶν Πλατῶν μὲν γὰρ ἐμνημόνευσε τῶν τεσσάρων, Ἐμπεδοκλῆς δὲ τῶν τριῶν ἀλλ’ οὐ διηρθρωμένως περὶ πάντων), ἅτε νέα τε οὖσα κατ’ ἀρχὰς καὶ τὸ πρῶτον. φησὶ δὲ ὁ ἡμέτερος φιλόσοφος ὅτι ‘καὶ διηρθρωμένως ὁ Πλατῶν καὶ πρὸ σοῦ, καὶ αὐτὸς ἐξ αὐτοῦ λαβὼν λέγεις’.
p. 993a17 Ἐπεὶ Ἐμπεδοκλῆς ὀστοῦν τὸν λόγον φησὶν εἶναι.
Ἐντεῦθεν βούλεται δεῖξαι πῶς ἐμνημόνευσαν οἱ πρὸ αὐτοῦ τῶν ἀρχῶν, καί φησιν ὅτι ὁ Ἐμπεδοκλῆς ἐμνημόνευσε τοῦ εἰδικοῦ αἰτίου ἐπειράθη γὰρ ἀποδοῦναι τὸν λόγον τοῦ ὀστέου πῶς γίνεται, καὶ τὴν οὐσίαν αὐτοῦ ἀποδοῦναι), οὐκέτι δὲ καὶ ἐπὶ πάντων τοῦτο εἶπεν· ἔδει γὰρ αὐτὸν καὶ περὶ σαρκὸς καὶ τῶν ἄλλων ἀπάντων ὁμοίως εἰπεῖν. διὰ τὸν λόγον γάρ ἐστι, τουτέστι τὸ εἶδος, καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον, καὶ οὐ διὰ τὴν ὕλην μόνην, ἣν ἐκεῖνος λέγει πῦρ καὶ γῆν. [*](5 μὴ om. D 6 πάντων Aristoteles: πάντα libri 14 ἐν τοῖς Φυσικοῖς] Phys. B 3. 7 17 εἰρήκασι scripsi: : εἴρηκα D: εἴρηκε A 28 legendum τῷ λόγῳ 30 ὁ om. D 35 γῆν] καὶ ὕδωρ καὶ ἀέρα addendum)
p. 993a22 Ἀλλὰ ταῦτα μὲν ἄλλου λέγοντος.
Φησὶν ὅτι εἰ ἔσχε τινὰ ὁ Ἐμπεδοκλῆς χεῖρα ὀρέγοντα καὶ δεικνύντα ὅτι πάντα κατὰ τὸ εἶδος χαρακτηρίζεται, ἠγάπησεν ἂν τὰ λεγόμενα καὶ ἠκολούθησεν αὐτοῖς αὐτὸς μὲν γὰρ διαρθρῶσαι οὐκ ἴσχυσεν) ὥσπερ καὶ περὶ Ἀναξαγόρου εἶπε τὴν δόξαν αὐτοῦ ἐπανορθῶν, ὅτι ἄλλῳ μὲν ἄν λέγοντι [*](f.75v) ταῦτα ἐπηκολούθησεν , οὐ μὴν αὐτὸς διήρθρωσε. περὶ γοῦν τῶν ἀρχῶν τούτων, φησί, καὶ πρότερον εἰρήκαμεν ἐν τοῖς Φυσικοῖς· εἶτα πάλιν ἐπαγγέλλεται λέγειν περὶ αὐτῶν ἐν τῷ ἐλάττονι ἄλφα καὶ ἀπορεῖν περὶ αὐτῶν καὶ ἐπιλύεσθαι τὰς ἀπορίας ἐν τοῖς Περὶ φιλοσοφίας. ἐκ γὰρ τῶν ἀποριῶν εὐπορώτεροι γινόμεθα εἰς τὰς λύσεις τῶν ἐν τοῖς ὑστέροις ἀπορουμένων· αἱ γὰρ περὶ τῶν. ἀρχῶν ἀπορίαι τε καὶ λύσεις ἀρχαὶ τῆς τῶν μετὰ ταῦτα ἀπορουμένων λύσεως γίνονται. καὶ λέγει περὶ τῶν ἀπορουμένων ἐν τῷ ἐλάττονι ᾱ· διὸ ἐφεξῆς ἀναγινώσκεται.
Τέλος τῶν εἰς τὸ μεῖζον ἄλφα σχολίων Ἀσκληπιοῦ.
[*](1 ἡ δὲ χθὼν κτλ.] Empedocl. fragm. ed. Mullach v. 211 sqq. 4 εἰ δὲ—αὐτῷ (10) pleraque Alexaudri sunt 5 ἡ om. D 24 Τέλος—Ἀσκληπιοῦ ab altera manu subscriptum Α τῶν om. D)p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία.· σημεῖον δὲ τὸ μήτε ἀξίως.
Πληρώσαντες τὸ μεῖζον Α νῦν ἥκομεν ἐπὶ τὸ ἔλαττον Α. γνήσιον δέ ἐστι καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους τὸ βιβλίον. καὶ τοῦτο δῆλον ἔκ τε τῶν δογμάτων καὶ ἐκ τῆς λέξεως· καὶ τῆς φράσεως γὰρ τὸ ποικίλον πατέρα τὸν Ἀριστοτέλην προσαγορεύει. τινὲς δὲ ὑπέλαβον ἀλλότριον αὐτοῦ εἶναι, ἀποβλέψαντες εἴς τε τὴν ἀρχὴν τοῦ βιβλίου καὶ εἰς τὸ συμπέρασμα αὐτοῦ· ἐν μὲν γὰρ τῇ ἀρχῇ περὶ τῶν αἰτίων τῶν πρώτων διαλέγεται, τουτέστι τῶν πρωτίστων ἀρχῶν, ἐν δὲ τῷ συμπεράσματι περὶ φύσεως, ζητῶν τί ἐστι φύσις· τὸ δὲ τοιοῦτον τοῖς Φυσικοῖς μᾶλλον ἁρμόττει ἤπερ τοῖς Μετὰ τὰ φυσικά. ἄλλως τε δὴ ἐν τῷ τέλει τοῦ μείζονος Α ἔλεγε δεῖν ἀπορῆσαι περὶ τῶν ἀρχῶν· ἐνταῦθα δὲ τοῦτο οὐ πεποίηκεν, ἀλλ’ ἐν ἀρχῇ τοῦ Β ἀπορεῖ περὶ τῶν ἀρχῶν· ὥστε μᾶλλον τὸ Β ἐστὶν ἐφεξῆς, τοῦτο δὲ παρεμβέβληται. λέγομεν τοίνυν πρὸς ταῦτα ὅτι ἠβουλήθη πρότερον διαλεχθῆναι περὶ τῶν πρωτίστων ἀρχῶν. αἱ γὰρ πρώτισται ἀρχαὶ κυρίως ὄντα ὑπάρχουσι, τὰ δὲ κυρίως ὄντα ἀληθείας ἐστὶ δηλωτικά, ἡ δὲ κυρίως ἀλήθεια καὶ τοῖς ἄλλοις αἰτία γίνεται ἀληθείας.· διὰ τοῦτο τοίνυν ἐνταῦθα πρότερον περὶ τῶν πρωτίστων ἀρχῶν διαλέγεται. ἀμέλει τοι καὶ διὰ τοῦτο εἰρήκασιν ἔλαττον αὐτὸ Α προσαγορεύεσθαι, ὡς ἄν ἀρχῆς οὔσης τοῦ ὄντος πρωτίστου τοῦ βιβλίου, ἐπειδὴ περὶ τῶν πρωτίστων ἀρχῶν διαλέγεται, εἶτα λοιπὸν πρὸς τῷ συμπεράσματι διαλέγεται καὶ περὶ τῶν φυσικῶν ἀρχῶν. ἔδει γὰρ περὶ πασῶν ἀπλῶς τῶν ἀρχῶν διαλεχθῆναι· ἡ γὰρ ἀρχὴ ὁμώνυμός [*](f.76v) ἐστι φωνὴ ἢ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἐφεξῆς τοίνυν διαλέγεται ἡμῖν περὶ τῆς θεωρητικῆς φιλοσοφίας καὶ δείκνυσιν ὅτι ἡ θεωρητικὴ φιλοσοφία προτέρα ἐστὶ τῆς πρακτικῆς, καὶ ὅτι οὐχ ὑπάρχουσιν αἱ ἀρχαὶ [*](6 αὐτοῦ scripsi: αὐτὸ libri 21 ὄντον libri 21.22 τοῦ—βιβλίου] τοῦ ὄντος πρωτίστου μέρους τοῦ βιβλίου Brandis: exspectes τοῦ βιβλίου περὶ τοῦ πρωτίστου ὄντος)
p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία. σημεῖον δὲ τὸ μήτε ἀξίως μηδένα δύνασθαι τυχεῖν αὐτῆς.
Βούλεται διὰ τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ ὁ Ἀριστοτέλης καὶ προτρέψασθαι. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅτι χαλεπή ἐστιν ἡ περὶ τῆς ἀληθείας θεωρία συντονωτέρους ἡμᾶς ποιεῖ πρὸς τὴν ἀντίληψιν αὐτῆς διὰ τὴν δυσχέρειαν· διὰ δὲ πάλιν τοῦ εἰπεῖν τῇ δὲ ῥᾳδία προτρέπει, ὅτι οὐ δεῖ, φησίν, ἀποκνεῖν πρὸς τὰ ῥᾷστα τῶν πραγμάτων. εἶτα λοιπὸν δείκνυσι πῶς χαλεπὴ καὶ πῶς ῥᾳδία, καί φησιν ὅτι τὸ χαλεπὸν διττόν ἐστιν, ἢ διὰ τὴν φύσιν τῶν γινωσκομένων ἢ διὰ τὴν τῶν γινωσκόντων. ἡ περὶ τῆς ἀληθείας οὖν θεωρία, τουτέστιν ἡ περὶ τῶν νοητῶν κατάληψις, χαλεπή ἐστι διὰ τὴν ἡμετέραν ἀσθένειαν, οὐ διὰ τὴν οἰκείαν φύσιν· ὥσπερ γὰρ ὁ ἥλιος φανότατος ὢν τῇ ἑαυτοῦ φύσει ἀσύμμετρός ἐστι ταῖς νυκτερίσι διὰ τὴν αὐτῶν ἀσθένειαν οὔτε γὰρ δύνανται φέρειν τὸ μεθ’ ἡμέραν φῶς), οὕτω δὲ καὶ τὰ νοητὰ φανότατα ὑπάρχοντα παντὸς μᾶλλον κτὰ τὴν αὐτῶν φύσιν ὅμως ἡμῖν δύσβατα ὑπάρχουσιν πρὸς ἀντίληψιν διὰ τὴν ἐν ἡμῖν ἀσθένειαν. καὶ ὥς φησιν ὁ Ἀλέξανδρος, ὅτι διὰ τοῦτο οὐ δυνατὸν ἡμᾶς ἀντιλαβέσθαι τῶν νοητῶν, ἐπειδὴ ὁ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν, διότι συμπλέκεται αἰσθήσει καὶ φαντασίᾳ· εἰ δὲ [*](14 μέγα τι — συναθροιζόμενον (15) om. D 17 ἀλλ’ ἔστι προγραφόμενα] ἀλλ’ έστιν ὥσπερ τινὰ προγραφόμενα καὶ προλεγόμενα κοινῶς πάσης τῆς θεωρητικῆς φιλοσοφίας Alex. 26 τῇ μὲν libri 36 ὁ Ἀλέξανδρος] p. 105, 1 sqq. Bz.)
p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾴδια.
Τουτέστιν ἡ περὶ πάσης τῆς θεωρητικῆς φιλοσοφίας θεωρία κατὰ τὶ μὲν χαλεπή ἐστι, κατὰ τὶ δὲ ῥᾳδία· χαλεπὴ μὲν καθ’ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν εἶναι τὴν περὶ αὐτῆς θεωρίαν σημεῖόν ἐστιν ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας ἀξίως τι εἰπεῖν περὶ αὐτῆς. τοῦ δ’ αὖ ῥᾳδίαν πάλιν εἶναι σημεῖον ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν ταῦτα φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγα παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἀπάντων ἀθροίσομεν εἰς ταὐτό δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτὰ θεωρία φανεῖται, ὥσπερ ἐν τῷ πρὸ τούτου εἶπεν ὅτι ἕκαστος τῶν πρώτων μέρος τι εἶπε περὶ τῶν ἀρχῶν. τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς φιλοσοφίας εἶναι τὸ βιβλίον συνίστησι. δῆλον οὖν ὅτι κατὰ φύσιν ἡμῖν ἁρμόττει ἥδε ἡ πραγματεία, διὰ τὸ μηδένα ἀποτυγχάνειν ταύτης ποτέ.
p. 993b4 Ωστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι.
Οτι ῥᾳδία ἐστὶν ἡ περὶ τῆς ἀληθείας θεωρία, σημεῖον παρέθετο τὴν παροιμίαν προσχρησάμενος αὐτῇ ‘ τί τις ἄν θύρας ἁμάρτοι’, ἥτις λέγεται [*](1 οὐκ addidi 4 ἄπειρον sciipsi: ἄπειρος libri 9 οὐδὲ scripsi: οὔτε libri 17 χαλεπὴ μὲν—φανεῖται (26) Alexandri sunt 20 κατ’ ἀξίαν Alex. 22 εἰπόντων Alex.: πάπων libri 24 λέγοντα Alex.: λέγοντας libri 26. 27 ἕκαστος τῶν εἰπόντων Alex. 27 τὸ δὲ— συνίστησι (29) Alexandri sunt 27. 28 προσκείμενον Alex.: προκείμενον libri 33. 34 ἔδειξε τῇ παροιμίᾳ προσχρ. τῇ Alex. 34 ἥτις - τοῦτο (p. 117,5) Alexandri sunt)
p. 993b6 Τὸ δ’ ὅλον τ’ ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς.
Ἐντεῦθέν φησιν ὡς ἔστι δυσχερὲς ἡ κατάληψις αὐτῆς, διότι, φησίν, ἀδύνατόν ἐστι τελείως αὐτὴν γνῶναι· μέρος γὰρ αὐτῆς οὐδεὶς δύναται γνῶναι, εἴ γε καὶ ἀμερής ἐστι, τὸ δὲ ὅλον πολύ ἐστι γνῶναι· χαλεπή ἐστιν ἄρα ἡ περὶ αὐτῆς θεωρία. ἀλλ’ εἴποι ἄν τις ὅτι ‘ πῶς φησιν ἐνταῦθα ὅτι τὸ μέρος οὐ δυνατόν ἐστι γνῶναι, ἀνωτέρω δὲ ἔλεγεν ὅτι μέρη νοοῦσι διάφορα, καὶ τὸ ἐκ πάντων συναθροιζόμενον ἕν τι γίνεται’; πρὸς ὃ ἐροῦμεν ὅτι ἀνωτέρω μέρος ἔλεγε τὸ ὅλως ἐλθεῖν εἰς ἔννοιαν καὶ ἐφάψασθαι αὐτῆς, οὐ τῆς οὐσίας αὐτῆς, ἀλλ’ ἐννοῆσαι περὶ αὐτῆς ὅτι ἀσώματός ἐστιν, εἰ τύχοι· ἐνταῦθα δέ φησι περὶ τῆς οὐσίας· ἡ γὰρ ὕπαρξις αὐτῆς ἢ ὅλη διαγινώσκεται ἢ οὐ γινώσκεται. δοκεῖ οὖν ὁ φιλόσοφος, ὡς εἴρηται, τὰ ἀντικείμενα λέγειν. προείρηκε μὲν γὰρ ὅτι κατὰ μέρος ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. μήποτε δὲ οὕτως ἀκούειν ἄμεινον τῆς λέξεως, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ † πρὸς τὸ ὅλον ἔχειν μηδὲ μέρος ὁλοκλήρως ἔχειν δύνασθαι. φησὶν οὗν ὅτι ἡ χαλεπότης κατὰ δύο τρόπους χαρακτηρίζεται, ἢ διὰ τὰ γινωσκόμενα ἢ διὰ τὰ γινώσκοντα. ἡ οὖν χαλεπότης οὐκ ἔστιν ἐν τοῖς πράγμασι, τουτέστιν οὐ διὰ τὰ γινωσκόμενα, ἀλλ’ ἐν ἡμῖν, τουτέστι διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ γὰρ αἱ νυκτερίδες ἔχουσι πρὸς τὸ μεθ ἡμέραν φῶς οὐ γὰρ διὰ τὸν ἥλιον οὐκ ἀντιλαμβάνονται, εἴ γε φανότατός ἐστιν ὁ ἥλιος, ἀλλὰ διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν), οὕτω καὶ τῆς ἡμετέρας [*](f.79v) ψυχῆς ὁ νοῦς πρὸς τὰ τῇ φύσει φανερώτατα πάντων ὀκλάζει, οὐ διὰ τὴν ἐκείνων κρύψιν, εἴ γε φανότατα ὑπάρχουσιν, ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν· ἡ γὰρ παρὰ τὰ αἰσθητὰ ἡμῶν συνεχὴς γινομένη ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται.
p. 993b11 Οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον.
Ἐντεῦθεν εὐγνωμόνως ἀποδέχεται καὶ τοὺς πρὸ αὐτοῦ εἰρηκότας περὶ [*](1 ἐχόντων om. D 4 ὥσπερ scripsi: ὡς εἶναι libri: καθάπερ θύρα Alex. cod. L, om. Alex. vulg. οὐ χαλεπὸν τὸ τούτου τυγχάνειν Alex. 5 ἐπιτυγχάνουσι, καὶ οὗ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον Alex. 13 διάφορα scripsi: διάφοροι libri 17 δοκεῖ οὖν— δύνασθαι (20) excerpta ex Alexaudro δοκεῖ γὰρ δι’ αὐτῆς τὸ ἀντικείμενον λέγειν οὗ προείρηκε Alex. 20 μὴ δύνασθαι] sequitur apud Alexandrum altera interpretatio, cui subiecta sunt vv. μήποτε δὲ κτλ. 22 διὰ τοῦ μήτε τὸ ὅλον ἔχειν μήτε Alex.: fort, πρὸς τῷ τὸ ὅλον μὴ ἔχειν 31 ἡ γὰρ — γίνεται (32) Alexandri sunt 34 ἀγνωμονῶ D)
p. 993b19 Ὀρθῶς δὲ ἔχει καὶ τὸ καλέσαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας.
Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι φάσκων ὅτι ὀρθῶς ἔχει τὸ καλέσαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. φιλοσοφίαν γὰρ ἰδίως [*](f.80r) τὴν θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια· καὶ ταύτης ἔτι μᾶλλον τὴν περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτιῶν τῶν παντάπασιν αἰσθήσεως κεχωρισμένων καὶ τῇ αὐτῶν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως αὕτη παρὰ τῆς ἀληθείας καλεῖται· τοῦτο γὰρ αὐτῇ τέλος. καὶ ἐκ τῆς παραθέσεως δὲ τῆς πράξεως τοῦτο ἔδειξεν· ὅτι μᾶλλον ἀλήθεια θεωρεῖται ἐν τῇ θεωρίᾳ ἐπεὶ καὶ ἀίδιος) ἤπερ ἐν τῇ πράξει. διό φησι θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια καὶ γνῶσις, πρακτικῆς δὲ ἔργον· ἐὰν γὰρ τὸ πῶς ἔχει σκοπῶμεν, ἡ πρᾶξις οὐ τὸ ἀίδιον καθ’ αὑτὸ ἔχει, ἀλλὰ πρός τι. ἡ γὰρ πρᾶξις πρός τινα καιρὸν συμβάλλεται, καὶ έστιν ἀληθὲς τὸ μερικῶν πραγμάτων τὰς πράξεις ὑπάρχειν. τὰ γὰρ πρακτὰ οὐ καθόλου, ἀλλὰ μεταπίπτουσι κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ τὰς [*](4 ἕξις libri 5 τὴν γὰρ— θεωρία (9) Alexandri sunt 7. 8 ἃς ἐποίησαντο] ἅτε ὁδοποιήσαντες Alex. 19 χρησάμενος—τέλος ἕλος (28) pleraque Alexandri sunt 20. 21 φάσκων — ἀληθείας desunt Alexandro 22. 23 θεωρητικὴν μὲν et ἀληθείας libri 24 αὐτῶν Alex.: αὐτὴ libri 28 παρὰ Alex.: περὶ libri 29 παραθέσεως scripsi τῇ τῶν πρακτικῶν ἐπιστημῶν παραθέσει Alex.): παραδόσεως libri 30 ἤπερ scripsi: εἴπερ libri 34 πρακτὰ scripsi: πρακτικὰ libri 35 ἀλλὰ — ἀναφορά (p. 119,4) Alexandri sunt μεταπίπτοντα Alex.)
p. 993b24 Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων.
Φησὶν ὅτι τὸ αὐτὸ αἴτιόν ἐστι τῶν ἄλλων· καὶ ἐχρήσατο Πλατωνικῇ λέξει τῇ αὐτὸ ἐνδεικνύμενος τὰς ἰδέας· τὸ γὰρ αὐτὸ αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι, τουτέστι τὸ νοητόν, φημὶ δὴ τὴν ὕπαρξιν τοῦ νοητοῦ, καθ’ ὃ τοῖς ἄλλοις ὑπάρχει συνωνύμως, τουτέστιν ὁμωνύμως ἡ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς [*](f.80v) ὅν. οἷον τὸ πῦρ φαμεν εἶναι θερμότατον, ἐπειδὴ καὶ τοῖς ἄλλοις αἴτιόν ἐστι θερμότητος. ὥστε καὶ ἀληθέστατον τὸ αἴτιον τοῖς ὑστέροις τῆς ἀληθείας. εἰ τοίνυν τὴν ἀλήθειαν ἔχομεν ἐκ τῶν νοητῶν, δῆλον ὅτι κυρίως ἀληθινὰ ἐκεῖνα ὑπάρχουσιν. οὐ γὰρ ποτὲ ἀληθῆ ὑπάρχουσιν, οὐδὲ ἐκείνοις ἄλλα αἴτια τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις · οἴκοθεν γὰρ ἔχουσι τὴν ἀλήθειαν συνουσιωμένην. οὔτε γάρ φαμεν ὅτι πᾶν ἀληθὲς δεῖ ἐξ αἰτίας γνωρίζειν· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἄν εἴη τὰ αἴτια καὶ οὐδὲν γνωστὸν ἄν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τῶν πρακτῶν τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας. ἔστι γάρ τινα γνωστὰ χωρὶς αἰτίας· τοιαῦτα γὰρ τὰ πρῶτα καὶ αἱ ἀρχαί, τουτέστι τὰ νοητὰ πάντα. διό φησι καἰ ἐν τῇ Ἀποδεικτικῇ ὅτι οὐκ ἐπ’ ἄπειρον αἰ ἀρχαί, καὶ ἐν τῇ Φυσικῇ ὅτι ἀναγκαία ἐστὶν ἡ περὶ τῶν ἀρχῶν θεωρία· οὐ μέντοι γε αἱ πρώτισται ἀρχαὶ ἀρχᾶς ἔχουσιν, ἀλλὰ ὑπάρχουσι κοιναὶ ἔννοιαι. διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας.
p. 993b29 Οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδ’ ἐκείναις αἴτιόν τί ἐστι τοῦ εἶναι, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις. ὡς δὲ ἕκαστον ἔχει τοῦ εἶναι, οὕτω καὶ ἀληθείας.
Ἐντεῦθεν δείκνυσιν ὅτι σύνδρομοι ὑπάρχουσιν αἱ ἐνέργειαι ταῖς οὐσίαις. διό φησι τέσσαρας εἶναι ἐνεργείας, ἐπειδὴ καὶ τέσσαρες οὐσίαι, νοηταί, διανοηταί, δοξασταί, αἰσθηταί. φησὶν οὖν, ὡς ἕκαστον ἔχει οὐσίας, οὕτω καὶ ἀληθείας. σύνδρομοι γὰρ αἱ ἐνέργειαι ταῖς οὐσίαις· εἰ τοίνυν αἱ νοεραὶ οὐσίαι θεῖαι ὑπάρχουσι καὶ ἀληθεῖς καὶ ἀεὶ ὡσαύτως ἔχουσαι καὶ ἀναίτιοι, [*](1 αἱ Alex.: om. libri 2. 3 αἲ μὴ θεωρίας χάριν ἐγίνοντο Alex. 3 μόνης Alex.: μόνοι libri πρακτοῖς Alex.: πρακτικοῖς libri περὶ γὰρ Alex. 7 lemma in libris non significatur 11 ἡ om. Α 18 οὕτως γὰρ—αἰτίας (21) Alexandri suut οὐδὲν Alex.: οὐδὲ libri 19 τῶν πρακτῶν desunt Alexandro 22 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 3 23 ἐν τῇ Φυσικῇ] Phys. Α 1 p. 184a14 sqq.)
p. 994a1 Ἀλλὰ μὴν ὅτι γε ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων.
Εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, [*](f.81r) ἥτις διὰ τὴν τῶν αἰτίων γνῶσιν γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστησάμενος ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, ἐπεὶ τὰ αἴτια τοὺ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐκ ἄπειροι ὑπάρχουσιν αἱ ἀρχαὶ οὔτε εἰς εὐθυωρίαν, τουτέστι κατὰ βάθος, ὥστε εἶναι μὲν τόδε τοῦδε αἴτιον, ἄλλου δὲ ἄλλο καὶ τοῦτο ἐπ’ ἄπειρον, οὕτε κατ’ εἶδος, τουτέστι κατὰ πλάτος, ὥστε εἶναι μὲν τὰς ψυχὰς αἰτίας, ταύτας δὲ ἀπείρους ὑπάρχειν. οὔτε γάρ, φησίν, ὡς ἐξ ὕλης τόδε ἐκ τοῦδε δυνατὸν εἶναι ἐπ’ ἄπειρον, οἷον, ὥς φησιν αὐτός, σάρκα μὲν ἐκ γῆς, γῆν δὲ ἐξ ἀέρος, ἀέρα δὲ ἐκ πυρός, καὶ τοῦτο μηδέποτε, φησίν, ἵστασθαι, ἀλλὰ ἄλλην ἄλλης ὕλην γίνεσθαι· πάλιν δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου, οἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δὲ ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας. ὁμοίως δὲ, φησί, καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου οὐ δυνατόν ἐστιν ἀπειρίαν εἶναι, βάδισιν μὲν ὑγείας ἕνεκα, ταύτην δὲ εὐδαιμονίας τὴν δὲ εὐδαιμονίαν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου.
p. 994a11 Τῶν τὰρ μέσων ὧν ἐστιν ἔξω τι ἔσχατον καὶ πρότερον.
Ἐντεῦθεν δείκνυσιν ὅτι οὐ δυνατόν ἐστιν ἐπ’ ἄπειρον γίνεσθαι τὴν πρόοδον τῶν αἰτίων, ἐπεὶ οὕτως οὐκ ἔσται αἴτιον. τῶν γὰρ μέσων, φησίν, αἰτίων, ὧν ἐστιν ἔξω ἔσχατον καὶ πρότερον. εἰ γὰρ λάβωμεν τρία αἴτια, πρῶιον, μέσον, ἔσχατον, ἐρωτηθῶμεν δὲ ποῖον ἐξ αὐτῶν ἐστιν αἴτιον, [*](f.81v) φανερὸν ὅτι τὸ πρῶτον ἐροῦμεν· οὔτε γὰρ τὸ ἔσχατον αἴτιόν ἐστιν, εἴ γε πάντων ἐστὶ τελευταῖον καὶ αἰτιατὸν ἀλλ’ οὐκ αἴτιον , οὔτε δὲ τὸ μέσον δυνατόν ἐστιν εἰπεῖν αἴτιον· ἑνὸς γὰρ μόνου αἴτιόν ἐστι τοῦ ἐσχάτου, ἄλλως τε καὶ αἰτιατόν ἐστι τοῦ πρώτου. εἰ οὖν ἄπειρα τὰ αἴτια, πάντα μέσα, καὶ οὕτως οὐδὲν ἔσται πρῶτον. ταὐτὸ οὖν ἐστι πρὸς τὸ παράδειγμα καὶ ὀλίγα λαβεῖν καὶ πλείονα· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον ἀλλὰ μὴ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις δὲ αἴτιον οὐκ ἔστιν οὐ μόνον πρῶτον ἀλλ’ οὐδὲ [*](5 Εἰπὼν—πρόοδος (11) Alexandri sunt 6 τῆς τι αἰτ. γνώσεως Alex. 7 συστήσας Alex. 8 γνῶσιν] οὔσῃ τἀληθοῦς θεωρητικῇ add. Alex. 16 δυνατὸν scripsi: δύναται libri 17 γῆν] τὴν D 17 ἀέρα] ἄστρα D 25 post μέσων add. φησὶν αἰτίων D)
p. 994a19 Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι τοῦ ἄνω ἔχοντος ἀρχήν.
Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατὸν εἶναι ἐπὶ τὸ ἄνω ἄπειρον τὴν ἀρχὴν τοῦ κάτω ὡρισμένου ὑπάρχοντος, ἐπεὶ οὕτω συμβήσεται ὰναιρεῖσθαι [*](f.82r) τὸ κυρίως αἴτιον τὸ γὰρ κυρίως ἐστὶν αἴτιον τὸ μόνως ὑπάρχον αἴτιον· εἰ δὲ ὑποθώμεθα ἀπείρους τὰς ἀρχάς, ἔσται τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν· τὸ δὲ τοιοῦτον, ὡς εἴρηται, οὐκ ἔστι κυρίως αἴτιον), ταῦτα τοίνυν δείξας διὰ τῶν προλαβόντων, ἐντεῦθεν δείκνυσιν ὅτι πάλιν τῆς ἀρχῆς ὡρισμένης ὑπαρχούσης, ἀδύνατόν ἐστι τὰ ἐξ αὐτῆς προερχόμενα ἄπειρα εἶναι. καἰ μή τις οἰηθείη ὅτι τὰ ἐνταῦθα λεγόμενα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀποδεικτικῇ εἰρημένοις· ἐκεῖσε γὰρ περὶ τῶν κατηγοριῶν τὸν λόγον ἐποιεῖτο δείκνυς ὅτι οὐχ υπαρχουσιν ἄπειροι αἱ κατηγορίαι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, ἐνταῦθα μέντοι γε περὶ τῶν πραγμάτων αὐτῶν ἀποδείκνυσιν ὅτι οὐχ ὑπάρχουσι τὰ πράγματα ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ὡς οὖν εἴρηται, ταῦτα δείξας ὅτι οὐχ ὑπάρχουσιν ἄπειρα ἐπὶ τὸ ἄνω, νῦν δείκνυσιν ὅτι οὐδὲ τῆς ἀρχῆς ὡρισμένης ὑπάρχούσης τὰ ἐξ αὐτῆς προερχόμενα ἄπειρα ὑπάρχουσι. πρὸς δὲ τὴν δεῖξιν ταύτην λαμβάνει ὅτι τὰ ἔκ τινος γινόμενα τριχῶς λέγονται· λέγεται γὰρ τὸ ἐκ τοῦδε γίνεσθαι ἡ κατὰ χρόνον ἢ κατὰ ὕλην ἢ κατὰ τὸ ἀτελὲς καὶ τὸ τέλειον. κατὰ χρόνον μὲν ὡς ἐὰν εἴπω ὅτι μετὰ τὰ Ὀλύμπια γέγονε τὰ Ἴσθμια, καὶ πάλιν ἐκ τῶν Ἰσθμίων τὰ Νέμεα. ἐξ ὕλης δὲ ὡς ἐὰν ὑποθώμεθα ἐξ ἀέρος γίνεσθαι ὕδωρ καὶ ἐξ ὕδατος γῆν, εἰ τύχοι, καὶ ἐκ γῆς πῦρ. καὶ πάλιν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον, ὥσπερ φαμὲν ἐξ ἐμβρύου [*](1 δηλωτικὸν δ’ ἄν εἴη — αἴτιον (4) Alexandri sunt 2 ἐν delevi Alexandrum secutus 3 ἐπὶ Alex.: ἔτι libri 4 ἓν δέ deest Alexandro 13 οὐδέν ἐστιν ex Alexandro addidi 24. 25 ἐν τῇ Ἀποδεικτικῇ Anal. post. Α 19. 20 30 οὔτε libri)
p. 994a19 Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν.
Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν τινὸς αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. τοῦτο οὗν ἐδήλωσεν ἐπὶ τῆς ὕλης παραδείγματι χρησάμενος ὥστε ἐκ πυρὸς μὲν ὕδωρ γίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, καὶ οὕτως αἰεὶ ἄλλο τι γίνεται γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. φησὶν οὖν ὅτι οὐ δυνατὸν πάλιν ἐπὶ τὰ κάτω ἐπ’ ἄπειρον τὴν πρόοδον γίνεσθαι, ὥστε ἐκ πυρὸς μὲν γίνεται ὕδωρ, ἐξ ὕδατος δὲ ἀήρ, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀνακάμπτει γὰρ ἡ πρόοδος διὰ τὴν εἰρημένην αἰτίαν ἐν τῇ θεωρίᾳ.
p. 994a22 Διχῶς γὰρ γίνεται τόδε ἐκ τοῦδε.
[*](f.84r)Κυρίως διχῶς λέγεται γίνεσθαι τόδε ἐκ τοῦδε, ὑλικῶς καὶ πραγματειωδῶς· οὔτε γὰρ κυρίως λέγεται τόδε ἐκ τοῦδε ἐπὶ τοῦ χρόνου, οἷον ἐξ Ἰσθμίων Ὀλύμπια, καὶ διὰ τοῦ εἰπεῖν μὴ ὡς τόδε ἐδήλωσεν ὅτι οὐ κυρίως λέγεται ἐπ’ αὐτῶν τόδε ἐκ τοῦδε. ὡς γὰρ εἴρηται ἐν τῇ θεωρίᾳ, ἐπὶ [*](3 ἐν τῇ Φυσικῇ] E 5. 6 8 οὗτε libii 9 πάντων D 13 ἐν om. D 15 ἐκεῖνος] nescio quis; cf. p. 20,27. 28 20 Δείξας—εἷδος (25) excerpta ex Alexandro 24 πάλιν αὐτὸ αἴτιον Alex. 29 ἀήρ] an γῆ?)
p. 994a25 Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίνεσθαί φαμεν.
Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδείγματος, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα [*](f.84v) γίνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων ἴδιον ἔχει τὸ <ἐκ> τοὐ γινομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τὸ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ τοῦ παιδὸς γέγονεν, ὄντος τε ἤδη καὶ μὴ] ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται, καὶ αὐτοῦ γινομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου· ὁμοίως δὲ καὶ † ἐκ τοῦ μεμαθηκότος καὶ οὐ φθειρομένου ἀλλ’ ὑπομένοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁ γὰρ οὕτω γεγονὼς ἐκ τοῦ γινομένου καὶ ὄντος ἤδη γέγονε καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γινόμενον τὸ συντελούμενόν ἐστιν. εἰπὼν δὲ οὕτως γίνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γινομένου τὸ γεγονός. πῶς εἶπεν ἐκ τοῦ γινομένου δείκνυσι, καὶ ὅτι ἔστι τὸ γινόμενον μεταξὺ <τοῦ> τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὔτε μὴ ὂν οὔτε ὂν ἤδη διὰ γὰρ γενέσεως ἡ ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γινόμενον, οὗ ἐστιν ἡ γένεσις, πρός τε τὸ ἀπλῶς [*](7 τῶν (post ἀτελῶν) om. D 15 ἤδη delevi γινομένου scripai: coll. vv. 22. 28 sqq.: γενομένου libri 18 Δηλώσας—ἀντιφάσεως (p. 125,8) Alexandri sunt 18. 19 διὰ παραδειγμάτων Alex. 22 ἐκ ex Alexandro addidi 24 μὴ delevi Alexandrum secutus 25 εἶδος τό Alex.: ἤδη libri 26 locus ex Alexandro emendandus, qui habet ὁμοίως δὲ καὶ ὁ μεμαθηκὼς ἐκ τοῦ μανθάνοντος καὶ μεταβάλλοντος Alex. 27 τὸ γὰρ οὕτως γεγονὸς Alex. 29 ἐπιτελούμενον Alex. 30 τὸ γεγονός desunt Alexandro 30. 31 πῶς —γινομένου desunt Alexandro 31 τοῦ Alex.: om. libri 32 μεταξὺ — εἰς τὸ εἶναι (34) om. D)
p. 994a27 Ἀεὶ γάρ ἐστί τι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις.
Φησὶν ὅτι μεταξύ ἐστί τι τοῦ ἀτελοῦς τοῦ ὁδεύοντος ἐπὶ τὴν τελειότητα αὕτη ἡ μέλλουσα κατὰ μέρος αὔξησις γίνεσθαι ἤγουν προσθήκη, ὥσπερ ἐστὶ μεταξὺ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις. ἡνίκα γὰρ μέλλει γίνεσθαι ὕδωρ ἐξ ἀέρος, ἔστι μεταξὺ ἡ γένεσις τοῦ μήπω ὄντος, φημὶ [*](f.85r) δὴ τοῦ ὕδατος, καὶ τοῦ μέλλοντος γίνεσθαι αὐτοῦ τοῦ ὕδατος. οὕτως οὖν καὶ τὸ γινόμενον μεταξύ ἐστι τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος. μὴ ὃν δὲ λέγει τὸν ἄνδρα· τὸ γὰρ παιδίον οὔπω ἐστὶν ἀνήρ· ὂν δὲ λέγει αὐτὸ τὸ παιδίον τὸ γινόμενον. διό φησιν ἔστι δὲ ὁ μανθάνων γινόμενος ἐπιστήμων καὶ τοῦτό ἐστιν ὅπερ λέγουσιν, ὅτι γίνεται ἐπιστήμων ἐκ μανθάνοντος, ἡ μεταβολὴ ἡ ἀπὸ ἀγνοίας ἐπὶ γνῶσιν.
p. 994a30 Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ.
Εἰρηκὼς καὶ ἐκθέμενος τὴν μεταβολὴν τὴν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον νὺν ἐκτίθεται τὴν μεταβολὴν τὴν κατὰ γένεσιν. φησὶν οὖν ὅτι τόδε ἐκ τοῦδέ φαμεν γίνεσθαι ὡς ἐξ ἀέρος ὕδωρ φθειρομένου τοῦ ἑτέρου· οὔτε γὰρ ἀὴρ γίνεται ὕδωρ, ἀλλὰ φθειρομένου τοῦ ἀέρος οὕτως γίνεται ὕδωρ. διὸ ἐκεῖνα μὲν τὰ προειρημένα οὐκ ἀνακάμπτουσιν εἰς ἄλληλα. καὶ τὴν αἰτίαν ἐξεθέμεθα ἐν τῇ θεωρίᾳ· οὐ γὰρ γίνεται ἐξ ἀνδρὸς παῖς· οὔτε γὰρ τὸ γινόμενον γίνεται ἐκ τῆς γενέσεως. ὡς γὰρ εἴρηται ἐν τῇ Φυσικῇ, ‘οὐκ ἔστι γενέσεως γένεσις οὔτε κινήσεως κίνησις.’ ἡ γένεσις οὖν τοῦ παιδός ἐστιν, ὅταν γένηται ἀνήρ, γινόμενον δὲ τὸ παιδίον. εἰ οὖν μηδὲν γίνεται ἐκ τῆς γενέσεως, τουτέστιν ἐκ τοῦ τέλους τοῦ ἑαυτοῦ, φανερὸν ὅτι οὐδέποτε, φησί, ἐξ ἀνδρὸς παῖς· οὔτε γὰρ ἔχουσιν ἐναντιότητας, ἵνα καὶ ἀνάκαμψις γένηται ὡς ἐπὶ τῶν στοιχείων· ἀλλ’ ἔστιν ἀνὴρ μετὰ τὴν γένεσιν. οὕτω γὰρ καὶ ἡμέραν φαμὲν γίνεσθαι ἐκ τοὐ ὄρθρου τοῦ [*](1 ἀπλῶς μὴ Alex.: μὴ ἀπλῶς libri 5 τοῦ τε—γινόμενον (6) om. D 6 ὃν τὸ Alex.: ὄντος Α μὴ ὄν Alex.: μὴ ὄντος libri 7 ἔστι γὰρ ἀτελές desunt Alexandro 8 τι ex Alex, scripsi: τὰ libri 12 αὕτη] fort, αὐτὴ 14. 15 exspectes τοῦ μήπω ὄντος ὕδατος, φημὶ δὴ τοῦ ἀέρος 20 ἡ ἀπὸ om. D 22 τὴν ἀπὸ—μεταβολὴν (23) om. D 27 τὴν] τν A: τῖν D 29 ἐν τῇ Φυσικῇ] Ε 2 p. 225b15)
p. 994a32 Οὐ γὰρ γίνεται ἐκ τῆς γενέσεως τὸ γινόμενον ἀλλὰ μετὰ τὴν γένεσιν.
Τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθορᾶς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γινόμενον γίνεται, ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἐξ ὧν λέγεται γίνεσθαι γινόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα), τὰ δὲ τελειούμενα μένοντα καὶ γινόμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ κινούμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προιὸν παῖς καὶ ἀνὴρ γίνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ’ ἐκ τοῦ γινομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίνεται· ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίνεται τὰ οὕτως γινόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίνεται, παρέθετο οὕτως γίνεσθαι καὶ ἡμέραν ἐκ τοῦ πρωί· διὸ ἐκ μὲν τοῦ πρωὶ· ἡμέραν, ἐκ δὲ τῆς ἡμέρας οὐκέτι πρωί, ἐπειδὴ τοῦ χρόνου οὐκ ἔστιν ἡ τοιαύτη ἀναλογία.
p. 994b3 Ἀμφοτέρως ἀδύνατον εἰς ἄπειρον ἰέναι.
Ἐντεῦθεν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν κυρίως τρόπων, καθ’ οὕς φαμεν τόδε ἐκ τοῦδε γίνεσθαι ταῦτα γὰρ κυρίως αἴτια καὶ ἐξ αἰτιῶν γίνονται· τὰ γὰρ τοῦ χρόνου οὐ τοιαῦτα, ἀλλὰ θέσει καὶ μόνῃ ὑπάρχουσι, διὸ καὶ παρῃτήσατο αὐτά· οὔτε γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει οὔτε δὲ συντελεῖ τὰ Ἴσθμια εἰς τὰ Ὀλύμπια), λαβὼν οὖν τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίνεται, δείκνυσι κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην τὴν πρόοδον [*](f.86r) γίνεσθαι. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίνεσθαι, <ἃ> τῆς γενέσεως γίνεσθαι λέγει, οὐκ ἐκ τοὐ γινομένου καὶ ἤδη ὄντος, [*](6 μὴ delevi 11 Τουτέστιν — πρώι (24) Alexaudri sunt 13 τῶν ἔξωθεν γιγνόμενα Alex. 15. 16 ἐκεῖνα ὑπομένοντα καὶ γιγνόμενα· τὰ δὲ τελειούμενα καὶ οὕτως κτλ. Alex. 17 κινούμενον] γιγνόμενον Alex. 22. 23 ὡς καὶ ἡμέρα γίγνεται Alex. 25 ἀμφότερον D 34 ἃ ex Alexandro addidi καὶ ἤδη scripsi: ἡδῆ καὶ libri)
p. 994b6 Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον <ὂν> φθαρῆναι.
Φησὶν ὅτι ἀδύνατόν ἐστι τὴν πρώτην ὕλην ἀίδιον οὖσαν φθαρῆναι, ἐπεὶ οὕτως ἔσται πρὸ τῆς φθορᾶς αὐτῆς ἐφθαρμέν·η, ὅπερ ἀδύνατον· πᾶν γὰρ τὸ φθειρόμενον εἰς ὕλην φθείρεται, καὶ ἔσται ἅμα σωζόμενον καὶ ἐφθαρμένον. ἐπεὶ οὖν, ὡς ἐδείχθη, οὐκ ἔστιν ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, <ἀνάγκη>, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι, οἷον τὸ πῦρ, εἰ τύχοι, ἵνα ὑποθώμεθα ὅτι ἐξ αὐτοῦ πρώτου ἡ γένεσις. εἰ [*](f.86v) οὗν ἐξ αὐτοῦ πρώτου ἐγένετο φθαρέντος, φανερὸν ὅτι οὐκ ἂν ἦν τὸ πρῶτον ἀίδιον. δείξας οὖν κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νὺν καὶ περὶ ἑκάστου ἰδία τῶν αἰτίων δείκνυσιν, ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον αὐτὰ εἶναι· καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστι. συγχρῆται δὲ εἰς τὴν δεῖξιν 〈τούτου τῷ> μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προιόντα τὰ αἴτια, ὃ πρῶτον ἔδειξε· τούτου γὰρ οὕτως ἔχοντος ἀνάγκη τὸ πρῶτον ὑποκείμενον ἀίδιον εἶναι. εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ, ἐξ οὗ ὑποκειμένου ἐγένετο. οὕτως δὲ οὐκέτ’ <ἂν> ἦν πρῶτον· ἐπειδὴ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίνεταί τι, οὐκ ἔστι τοῦτο πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀίδιον. οὔκ ἄρα, φησίν, ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό τι [*](5 εἰς addidi 6 ἐπὶ scripsi: ἐπεὶ libri 12 locus corruptus: legeudum videtur κατ’ εὐθυωρίαν τὰ οὕτως αἴτια. ἐπεὶ οὖν μήτε ἐπὶ τῶν οὕτως κτλ. 16 ὂν ex Aristotele addidi; cf. quae, sequuntur 21 ἀνάγκη ex Aristotele addidi 24 δείξας—ὑπόκειται (p. 128,8) Alexandri sunt 26 ἐπ’ ἄπειρόν τι αὐτῶν εἶναι οἷόν τε Alex. 28 δεῖξιν Alex.: δόξαν libri τούτου τῷ addidi ex Alexandri cod. L, cuius lectionem a vulgata longe diversam libri usque ad ἀίδιον εἶναι (30) exhibent 31 ἐγίγνετο Alex. ἄν ex Alexandro addidi 32 τοῦτο τὸ πρῶτον Alex. 33 δὲ Alex.: γὰρ libri 35 τι] sic etiam Alex.: expunxit Bonitz)
p. 994b9 ἔτι τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα.
Φησὶν ὅτι καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου οὐκ ἐπ’ ἄπειρόν ἐστιν ἡ πρόοδος τοῦ οὕτως αἰτίου. ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, [*](f.87r) αὐτὸ δὲ μηδενός· τὸ δὲ τοιοῦτον ἔσχατον. ὥστ’ εἰ μὲν ἔστι τὸ ἔσχατον αἴτιον ἐν τοῖς φύσει γινομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δὲ ἔστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γινομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γινομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν ·τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γινομένων· τὰ γὰρ ἄλλα ἀγαθοῦ ἕνεκα γίνονται, τουτέστι τοῦ τελικοῦ. καὶ τοῦτο δῆλον ἐκ τῆς ἐπαγωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”, ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων· καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν, “ οὗ πάντα ἐφίεται.” ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γινομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τέλος ἄξειν αὐτό. ὥστ’ εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος, καὶ τὸ τοιοῦτον αἴτιον εἰ μὴ εἴη, οὐδ’ ἄν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ νοῦν * * * γίνεται, οὐδ’ ἄν κατὰ νοῦν τι ἡ φύσιν γίνοιτο. ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἄν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τι τέλος ἁπάντων ·τῶν πρακτῶν, ἀλλὰ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίνοιτο. καίτοι οὐδεὶς ἄν ἐγχειρήσειε. διὰ τῆς ἐναργείας οὖν ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστου τῶν γινομένων τὸ τέλος ὡρισμένον, οὐκ ἄν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προίοι. συστησάμενος οὖν τὸ εἶναι τὴν κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν [*](2 ὅτι γὰρ τὸ Alex. 3 post ὕλης add. γιγνομένων Alex. 6 καὶ εἴη ἄν τὸ λεγόμενον ἴσον τῷ ὁ λέγων κτλ. Alex. ἄνω Alex. 11 οὐκ ἐπ’ ἄπειρον —οὐκ ἄπειρα (p. 129,2) Alexandri sunt 12 τοῦ ὄντως αἰτίου D 13 ἔστιν ἔσχατον Alex. 18 τὸ γὰρ οὖ ἕνεκεν τὰ ἄλλα γίγνεται τὸ ἀγαθόν. τοῦτο δὲ δῆλον κτλ. Alex. 25 εἰ μὴ] sic etiam Alex. L: εἰ τοῦτο μὴ Alex. vulg. 27. 28 κατὰ νοῦν γίνεται] sic etiam Alex. L: vulgata integra est κατὰ νοῦν γινόμενα ἕνεκά τινος γίνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα τὰ κατὰ φύσιν καὶ κατὰ νοῦν γίνεται 28. 29 ἐν τοῖς Ἠθικοῖς] Eth. Nicom. A 1 p. 1094a21 31 ἐναργείας Alex.: ἐνεργείας libri 32 ἐφ’ ἑκάστῳ Alex. 33 συστησάμενος οὖν] sic etiam Alex. L: συστήσας δὲ Alex. vulg.)
p. 994b16 Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμόν.
[*](f.87v)Προέκειτο αὐτῷ δεῖξαι ὅτι οὐχ ὑπάρχουσιν ἄπειρα τὰ αἴτια. δείξας τοίνυν διὰ τῶν φθασάντων ὅτι οὐκ ἔστιν ἐπ’ ἄπειρον τὸ ποιητικὸν αἴτιον, ἐπεὶ οὕτως τὸ αὐτὸ ἔσται καὶ αἴτιον καὶ αἰτιατόν, καὶ ἀναιρεθήσεται τὸ κυρίως ποιητικὸν αἴτιον δεῖ γὰρ τὸ κυρίως αἴτιον μόνον αἴτιον εἶναι, οὐ μέντοι γε καὶ αἰτιατόν· εἰ δὲ οὕτως ὑποθώμεθα, <ἐπ᾿> ἄπειρον ἔσται τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν, καὶ οὕτως, ὡς εἴρηται, ἀναιρεθήσεται τὸ ποιητικὸν αἴτιον), δείξας οὖν ὅτι οὐκ ἔστιν ἄπειρον τὸ ποιητικόν, ἔδειξεν ὅτι οὐδὲ τὸ ὑλικόν, ἐπεὶ οὕτως δεησόμεθα ἑτέρας ὕλης, καὶ ἔσται οὕτως πρὸ τῆς γενέσεως αὐτῆς· εἶτα πάλιν ἔδειξεν ὅτι οὐδὲ τὸ τελικὸν αἴτιόν ἐστιν ἐπ ἄπειρον, ἐπεὶ οὕτως ἀναιρεθήσονται αἱ πράξεις καὶ αἱ τέχναι καὶ ἡ φύσις, καὶ ὁ νοῦς ἔσται ἀνόητος μὴ ἔχων τέλος. ταῦτα τοίνυν δείξας διὰ τῶν προλαβόντων ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ τὸ εἰδικὸν αἴτιόν ἐστιν ἐπ’ ἄπειρον. τὸ γὰρ εἰδικὸν αἴτιον οὐδέν ἐστιν ἄλλο ἢ ὁρισμός, οἱ δὲ ὁρισμοὶ κρατύνονται ἐκ τῶν ἀμέσων προτάσεων. εἰ οὖν ἐπ’ ἄπειρον ὑποθώμεθα εἶναι τοὺς ὁρισμούς, οὐκ ἔσται ἄμεσος πρότασις· εἰ δὲ μὴ ὑπάρχουσιν ἄμεσοι προτάσεις, ἀναιρεθήσεται γνῶσις. ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, μὴ οὔσης προτάσεως ἀναποδείκτου καὶ ἀμέσου οὐδὲν ἔσται ἀποδεικτόν· δεήσει γὰρ πασῶν τῶν προτάσεων ζητεῖν ἡμᾶς ἀποδείξεις ἐπ’ ἄπειρον· τὸ δὲ ἄπειρον ἀδιεξίτητον, ὥστε ἀναιρεθήσεται γνῶσις. εἰ γὰρ τῷ ὄντι ἀπείρους ὑποθώμεθα τοὺς ὁρισμούς, ἀδύνατον δέ ἐστι τὸ ἄπειρον διεξελθεῖν, δεόμεθα δὲ πάντως τῶν ὅρων πρὸς τὸ γνῶναι τὸ πρᾶγμα εἴ γε διὰ τῶν ὁρισμῶν αἱ οὐσίαι δηλοῦνται, δῆλον ὅτι ἀναιρεθήσεται πᾶσα γνῶσις. πρὸς τούτοις εἰ δεόμεθα ἑτέρου ὁρισμοῦ πρὸς τὸ [*](f. 88r) γνῶναι ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, τούτου αὐτοῦ οὐ δυνα- τόν ἐστιν οὐδὲ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι, τοῦ ἀνθρώπου. εἰ γὰρ μὴ ἐφαρμόζει τὸ ζῷον τῷ ἀνθρώπῳ, οὐδὲ ὁ ὁρισμὸς τοῦ ζῴου ἐφαρμόζει αὐτῷ · ὁμοίως δὲ καὶ ἐπὶ τοῦ λογικοῦ καὶ θνητοῦ καὶ τοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ. τῷ ὄντι γὰρ τὰ προσεχῆ μᾶλλον ἐφαρμόττουσι τοῖς πράγμασιν ἤπερ τὰ πορρωτέρω· διὸ ὁ λέγων τὸν Σωκράτην ἄνθρωπον μᾶλλον κατορθοῖ ἤπερ ὁ λέγων αὐτὸν ζῷον. οὕτως οὖν φαμεν καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι μᾶλλον ἐφαρμόττουσιν οἱ προσεχεῖς ὁρισμοὶ τοῖς πράγ- μασιν ἤπερ οἱ πορρωτέρω.
[*](9 ἐπ’ addidi 11. 13 οὔτε libri Ι7 τὸ γὰρ—γνῶσις (23) eadem fere in Alexandri cod. L leguntur: vulgata non habet 20. 21 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 2. 3 29 οὔτε libri 31 νοῦ scripsi: νῦν libri)p. 994b16 Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι.
Ὀ λέγει τοῦτό ἐστιν, ὅτι οὐδὲ τὸ τί ἦν εἶναι, τουτέστι τὸν ὁρισμόν, ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμόν, ὥστε εἶναι ἄπειρον τὸ εἰδικὸν αἴτιον. τὸ δὲ πλεονάζοντα τῷ λόγῳ πάνυ καλῶς προστέθεικε, διότι οἱ ὁρισμοὶ ἀεὶ πλεονάζουσι τῶν πραγμάτων, οἷον ζῷον λογικὸν θνητὸν πλεονάζει τοῦ ἀνθρώπου. εἰ οὖν ἔστι καὶ τούτου τοῦ ὁρισμοῦ ἕτερος ὁρισμός, δῆλον ὅτι ὁ προσεχὴς ὁρισμὸς μᾶλλόν ἐστιν ὁρισμός, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, ὁ δ’ ὕστερος οὐκ ἔστι κυρίως. εἰ οὖν ὁ προσεχὴς ὁρισμὸς ὁ λέγων ζῷον λογικὸν θνητὸν οὐκ ἐφαρμόττει, πολλῷ μᾶλλον οὐδ’ ὁ ἐχόμενος ἐφαρμόσει. δείκνυσιν οὖν καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας τοῦτο γάρ ἐστι τὸ τί ἦν εἶναι) μὴ γινομένην ἐπ’ ἄπειρον τὴν πρόοδον, ὡς ἀεὶ τοῦ ληφθέντος εἴδους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς ἀεὶ τοῦ ὁριστοῦ πλεονάζειν τῷ λόγῳ. οὐ γὰρ ἕν ἐστι τῇ λέξει ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν· ἕκαστον <δὲ> ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. καὶ αὐτὸ τοῦτο ὡς [*](f.88v) ἄτοπον προστέθεικεν· εἰ γὰρ ὁ μὲν ὁρισμὸς πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον δὲ οἱ ὁρισμοὶ γίνοιντο, ἐπ’ ἄπειρον ἄν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὔτε δὲ οἷόν τε τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζῴου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὁρίζεται, ἔλαττον ἀποδώσει <τὸ> τοῦ ἀνθρώπου εἶδος καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. εἰ οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὔτε ὁ δεύτερος οὔτε δὲ ὁ τρίτος. ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἄν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀποδοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἄν ὁ δεύτερος αὐτοῦ εἴη, ἐπεὶ καὶ ὁ πρῶτος ἠδύνατο αὐτοῦ εἶναι. [*](10 δείκνυσιν — εἴη (p. 131,2) Alexandri sunt 14 ἀεὶ deest Alexandro ἓν] ἴσον Alex. 15 δὲ Alex.: om. libri 16 χώραν Alex.: χάριν libri 16. 17 δοκᾶ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προσθεῖναι Alex. 18 ἐπ’ ἄπειρον — γίνοιντο desunt Alexandro 19 οὔτε δὲ οἶόν τε] οὐ δὴ οἷόν τε Alex. vulg. : οὐχ οἶόν τε δὲ Alex, cod. L ante τοῦ add. ἀεὶ Alex. 23 τὸ addidi 25 ὁ δὲ ὕστερος Alex.: ὁ δεύτερος libri 26 ἐφ’ ὧν οὖν Alex. 27 οὐδ’ ἄν ὁ δεύτερος ἢ ὁ τρίτος ἡ ἄλλος τις εἴη Alex. 29 πρῶτον—ὁρισμὸς τὸ (30) om. D 33 ἐπεὶ—εἶναι] εἶναι] ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται, ἦν αὐτοῦ Alex.)
p. 994b20 Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες.
Ὅτι οἱ ὑποτιθέμενοι ἀπείρους εἶναι ὁρισμοὺς ἀναιροῦσι τὴν γνῶσιν· οὐ γὰρ οἷόν τε γνῶναι πρὶν ἢ εἰς τὰ ἄτομα ἐλθεῖν, τουτέστιν εἰς τὰς ἀμέσους προτάσεις. ἐκ γὰρ τῶν ἀμέσων προτάσεων τὸ εἶναι ἔχουσιν οἱ ὁρισμοί· εἰ δὲ ἄπειροι οἱ ὁρισμοί, ἄπειροι καὶ αἱ προτάσεις, καὶ οὕτως οὐκέτι ἔσται γνῶσις. ἡ γὰρ ἀπόδειξις τὸ εἶναι ἔχει ἐκ τῶν ἀμέσων προτάσεων· διό φησιν οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰς ἀμέσους προτάσεις [*](f.89r) ἐλθεῖν. τὰ γὰρ οὕτως ἄπειρα οὐ δυνατὸν νοεῖν· ἡ γὰρ νόησις πεπερασμένου ἐστὶ πράγματος νόησις. οὐ γάρ ἐστιν ὅμοιον ἐπὶ τῆς γραμμῆς, ἥτις ἐπ’ ἄπειρον διαιρεῖται, ὅμως μέντοι γε ἡ νόησις αὐτῆς οὐκ ἐπ’ ἄπειρον γίνεται, πενταχῆ αὐτῆς διαιρουμένης, εἰ τύχοι, ἢ ἑκατονταχῇ ἤ τι ἄλλο τοιοῦτον· διόπερ, φησίν, οὐκ ἀριθμήσει τὰς τομὰς ὁ τὴν ἄπειρον γραμμὴν διεξιών. ἀλλὰ καὶ τὴν ὕλην αὐτήν, ἥτις, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐξ ἀναλογίας γινώσκεται, ὅτι ὥσπερ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα καὶ ξύλον πρὸς κλίνην καὶ θρόνον, οὕτως καὶ ἡ ὕλη ἔχει πρὸς τὰ ἡμέτερα σώματα διὸ καὶ ὁ Πλατῶν νόθῳ λογισμῷ ληπτὴν αὐτὴν εἶναι ἔλεγεν, ἐπειδὴ τῷ οἰκείῳ λόγῳ ἄπειρός ἐστι καὶ ἀόριστος, εἴ γε ἀνείδεος, τὸ δὲ εἶδός ἐστι τὸ περατοῦν αὐτὴν καὶ ὁρίζον) ἡ οὖν νόησις οὐδέποτε τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν γινώσκει, ἀλλ’ ὥς φησιν αὐτός, ἐν κινουμένῳ νοεῖν ἀνάγκη, τουτέστιν ἐν αἰσθητῷ πράγματι· οὔτε γάρ, ὡς εἴρηται, αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην γινώσκει, ἀλλὰ μετά τινος εἴδους ἢ ἀνθρωπείου ἢ ἱππείου, ἢ φυτοῦ ἢ λίθου ἤ τινος ἄλλου τοιούτου.. καὶ ἀπείρῳ. φησίν, οὐδενὶ ἔσται εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. τῷ λέγειν οὐσιῶσθαι τὸ ἄπειρον πέρας αὐτῷ παρέχομεν· ὡς γὰρ μεμαθήκαμεν ἐν Κατηγορίαις, ἄλλο ἐστὶ τὸ ζῷον εἶναι] καὶ ἄλλο τὸ ζῴῳ εἶναι· καὶ ζῷον μέν ἐστι τὸ σύνθετον, ζῴῳ δὲ εἶναι αὐτὸ τὸ εἶδος. εἰ οὖν ὑποθώμεθα λέγοντες ὅτι συνουσίωται τῷ ἀπείρῳ εἶναι, εἶδος αὐτῷ προσάψομεν· εἰ δὲ εἶδος, καὶ πέρας· καὶ οὕτως οὐδὲν ἔσται κατ’ οὐσίαν ἄπειρον τῶν ἐνταῦθα.
p. 994b20 Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες.
Ἐστι καὶ οὕτως ἐξηγήσασθαι τὸ χωρίον. ἄτομα, φησί, λέγει τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶν καὶ ἀμέσων ὑπαρχόντων αἱ [*](f.89v) [*](1 οὐδὲ Alex.: οὔτε libri 2 οὐκ ἄν δεύτερος εἴη Alex. 16 ἐν τῇ Φυσικῇ ἀκροάσει] Α 7 p. 191a8 18 Πλατῶν Tim. p. 52 Β 25 εἰ δὲ μή scripsi ex Aristotele: ἐπειδὴ libri, sed cf. p. 133,10 26 τῷ scripsi: τὸ libri 26. 27 αὐτῷ παρέχομεν scripsi: αὐτοῦ παρεχομένη libri 27 ἐν Κατηγορίαις] c. 5, quamquam verba ipsa illic non leguntur 28 εἶναι delevi 29.30 fort, τῷ ἀπείρῳ τὸ ἀπείρῳ εἶναι 33 ἄτομα διεξιών (132,29) Alexandri sunt 34 προσεχῶς καὶ ἀμέσως Alex.)
p. 994b25 Ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη.
Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται σημεῖον τὸ καὶ τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἀσχημάἐν [*](1 τῇ Ἀποδεικτικῇ] Anal. post. Α 2. 3 3 τοῦ ὁρισμοῦ deest Alexandro συμπληρούμενος Alex.: συμπληρουμένου libri 7 lacuna ex Alexandro explenda, qui haec habet ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι αἰεὶ δὲ] εἰ ἀεὶ Alex. 8 ἄν εἴη scripsi: αἰεί libri: εἴη Alex. ὑπάρξει Alex.: ὑπάρχει libri 9 δὲ αὖ τὸ οὐσία Alex. 12 γίνονται] ἔσονται Alex. 15 τομὴν — ἄπειρον (16) om. D 17 ὁμοίως ἔνεστιν ἐν Alex. 17. 18 ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος Alex. 21 διηρημένην Alex. 22 ἱστῶμεν Alex. 25 τοῦτο γὰρ—νοοῦμεν (26) om. D 26 ὁ Alex.: om. libri 28 ὅσον ex Alexandro addidi αὐτὰς ἦν Alex.: αὐτὰ ἣν Α: αὐτὰ τὴν D 31 Τοῦ τὸ— δοξαστή (p. 133,4) Alexandri sunt 32 τὸ καὶ deest Alexandro)
p. 994b27 εἶδέ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι.
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδός ἐστιν· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἀπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψυχῇ· ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρουσι), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον. ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος. τὸ δὲ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι τὸ] πρᾶγμα ᾧ ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει. [*](f.90v) εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν, ἀλλ’ αὐτός γε ὁ λόγος τοῦ ἀπείρου καθ’ ὃν ἡ γνῶσις αὐτοῦ, οὐκ ἔστιν ἄπειρος.
p. 994b27 Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη.
Δείξας διὰ τῶν φθασάντων ὅτι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω ἄπειρά εἰσι τὰ αἴτια οὔτε τὸ ποιητικὸν οὔτε τὸ τελικὸν οὔτε τὸ εἰδικὸν οὔτε τὸ ὑλικόν, ἐντεῦθέν φησιν ὅτι οὐδὲ αὐτὰ τὰ εἴδη ἄπειρα ὑπάρχουσιν, ἵνα μή τις εἴπῃ ὅτι πλείονα ὑπάρχουσι ποιητικὰ αἴτια, οἷον θεὸς φύσις ἄνθρωπος καὶ ὅσα ἄλλα τοιαῦτα, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου ὅτι πολλὰ ὑπάρχουσι τοῦ ἄνω ὡρισμένου ὄντος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. φησὶν οὖν ὅτι οὐ δυνατόν· εἰ γὰρ ὑποθώμεθα ταῦτα, ἀναιρεῖται πάλιν ἡ γνῶσις· τότε γὰρ εἰδέναι οἰόμεθα, ὅταν πὰ αἴτια γνωρίσωμεν καὶ τὰς ἀρχάς. ἢ] τὸ οὖν ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατ’ ἐνέρἔχομεν] [*](2 κινουμένῳ γάρ τινι γιγνώσκομεν αὐτήν add. Alex. 3 ὁ Πλατῶν φησί] Tim. p. 52B γνωστή Alex. 4 Ἀριστοτέλης] Phys. Α 7 p. 191a8 11 ὃ λέγει— ἄπειρος (23) Alexandri sunt ἀνθρώπῳ Alex.: ἀπείρῳ libri 17 διαφέρει Alex. εἰ καὶ τὸ Alex. 21 τὸ delevi Alexandrum secutus ἐφαρμόζει] τῷ δηλονότι μηδὲν εἶναι ἄπειρον add. Alex. 22 ἐφαρμόζειν τινι Alex. 25 ἐπὶ τὸ ἄνω—αἴτια οὔτε (26) om. D 26 αἴτια scripsi: εἴδη Α 27 ὅτι οὔτε libri 33 ἢ delevi)
p. 994b32 Αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσι.
Κάλλιστον θεώρημα ἐντεῦθεν ἡμῖν παραδίδωσι, πῶς δεῖ εἶναι τὸν μέλλοντα ἀκροᾶσθαι θεολογικῆς πραγματείας καὶ ὁποῖον δεῖ εἶναι τὸν τοιοῦτον ἀκροατήν. καί φησιν ὅτι ὡς ἄν ἔχῃ προπαιδεύσεως, οὕτω καὶ τούτων ἀκροᾶται· εἰ μὲν γὰρ ἤχθη γεωμετρικῶς, δῆλον ὅτι τραφεὶς κατὰ γεωμετρικὴν λεπτουργίαν ἀπαιτήσει τὸν διδάσκοντα ἀποδεικτικῶς αὐτῷ [*](f.91r) ἐξηγήσασθαι· εἰ δὲ ποιηταῖς σχολάσας * * *, φεύγει τὴν ἀκρίβειαν καὶ χαίρει μύθοις μᾶλλον. ὥστε δεῖ μᾶλλον τοὺς μέλλοντας τοιούτων λόγων ἀκροᾶσθαι προπαιδεύεσθαι γεωμετρικὰ θεωρήματα, ἵνα ἱκανοὶ ὧσι παρακολουθεῖν ἀποδείξει καὶ τοιαύτην ἀκρίβειαν ἀπαιτεῖν τὸν ἐξηγούμενον. οἱ γὰρ τοῖς ποιηταῖς σχολάσαντες ἤ τισι μύθοις οὐ χαίρουσιν ἀκριβείᾳ, ἀλλὰ καθάπερ φησὶν ὁ Πλατῶν, ἐοίκασιν οἱ τοιοῦτοι τοῖς διὰ σχεδίας πλέουσιν· οὐ γὰρ ἀκριβῶς οἱ τοιοῦτοι ναυτίλλονται ἀλλ’ ἐπιπολαίως καὶ σφαλερῶς. εἶτά φησιν ὅτι οὐ δεῖ ἐν πᾶσι τὴν αὐτὴν ἀκρίβειαν ἀπαιτεῖν τοὺς διδασκάλους· ἐν μὲν γὰρ γεωμετρίᾳ δεῖ πᾶσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖν, διότι οὐ προσδέονται ὕλης τὰ μαθήματα, καὶ ἐν τοῖς ἀύλοις πᾶσιν· ἐν μέντοι γε τοῖς φυσικοῖς πράγμασιν οὐ δεῖ τοιαύτην ἀπαιτεῖν λεπτουργίαν, ἐπειδὴ μετὰ ὕλης ὑπάρχουσιν, ἡ δὲ ὕλη ἀόριστός ἐστι καὶ ἐπισκοτεῖ διὰ τὴν ἑαυτῆς ἀοριστίαν. διὸ οὔτε τὰ ἐν τοῖς Μετεώροις εἰρημένα δεῖ ἀκριβῶς ἐξετάζειν ἀλλὰ πιθανῶς, καὶ * * ἡνίκα μηδὲν ἔχουσιν ἐναντίον προφανές, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυσικῶν πραγματειῶν.
p. 994b32 Αἱ δὲ ἀκροάσεις.
Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι καθόλου αἱ ἀκροάσεις συμβαίνουσιν ἡμῖν κατὰ τὰ ἔθη· ὡς γὰρ εἰώθαμεν καὶ προεπαιδεύθημεν, οὕτως ἀξιοῦμεν λέγεσθαι ἡμῖν καὶ παρὰ τῶν διδασκάλων, καὶ τὰ λεγόμενα ἡμῖν παρὰ ταῦτα, τουτέστι παρ’ ἃ εἰθίσθημεν καὶ ἐπαιδεύθημεν, οὐχ ὅμοια ἡμῖν φαίνεται, ἀλλὰ καταγέλαστα δοκοῦσιν ἡμῖν εἶναι καὶ ξενικώτερα· παντὶ γὰρ τὸ σύνηθες γνώριμον ὑπάρχει. καὶ τούτου δὲ φέρει κατασκευήν, πῶς [*](1 τὸ μὲν γὰρ—προστίθεσθαι (4) Alexandri sunt 3 καὶ νοηθέντι om. D 15 post σχολάσας lacuna VIII fere litterarum AD: an τύχῃ ? 20 ὁ Πλατῶν] Phaed. p. 85D ἐπὶ σχεδίας Plato 1.1. 23 πᾶσαν scripsi: πάσας libri 24 ἀύλοις om. D 28 καὶ] addendum ἀγαπᾶν)
p. 995a6 οἱ μὲν οὖν ἐὰν <μὴ> μαθηματικῶς λέγῃ τις.
Φησὶν ὅτι οἱ σχολάσαντες γεωμετρικῇ θεωρίᾳ καὶ ἐν τούτοις τραφέντες οὐκ ἀνέχονται τῶν λεγομένων, ἐὰν μὴ μαθηματικῶς λέγωνται ὑπὸ τῶν διδασκάλων, τουτέστι κατὰ γεωμετρικὴν ἀκρίβειαν. ἄλλοι δὲ οὐκ ἀνέχονται, ἐὰν μὴ παραδειγματικῶς λέγωνται, καθάπερ καὶ ὁ Πλατῶν ἐποίει· διὰ γὰρ παραδειγμάτων, φησί, φῶς ἀνάπτει τοῖς λεγομένοις ὑπ’ αὐτοῦ. ἕτεροι δὲ ἀξιοῦσι ποιητὰς παράγεσθαι καὶ παντελῶς φεύγουσι τὴν ἀκρίβειαν. διό φησι καὶ οἱ μὲν πάντα ἀκριβῶς ζητοῦσι καὶ πολυπραγμονοῦσιν, ἐνίους δὲ λυπεῖ τὸ ἀκριβὲς διὰ τομὴ συνείρειν, τουτέστι παρακολουθεῖν, ἢ διὰ τὸ μὴ προπαιδευθῆναι, ὡς εἴρηται, διὰ τὴν μικρολογίαν· τὴν γὰρ ἀκρίβειαν οἱ τοιοῦτοι μικρολογίαν εἶναι ὑποτίθενται, οἷον τὸ εἰπεῖν τὸν Δημοσθένην ̔ μὴ μὴ ἐγκείσθω ὑπὸ τοῦ Φιλίππου τὸ δίδωμι ἀλλὰ τὸ ἀποδίδωμι·’ καὶ πάλιν ὅ φησιν ὁ Ἀριστοφάνης διαβάλλων τοὺς φιλοσοφοῦντας ὅτι σπεύδουσιν ἴχνη ψυλλῶν μετρεῖν τῶν δὲ ἄλλων καταφρονοῦσι. ̔ μισῶ δὲ καὶ Σωκράτη τὸν πτωχὸν ἀδολέσχην, ὃς τῶν ἄλλων μὲν πεφρόντικε, πόθεν δὲ φάγῃ, τούτου κατημέληκεν’, ὡς τῶν ἐν τῷ βίῳ ὄντων μειζόνων. ὁμοίως δὲ καὶ ὁ Καλλικλῆς φησι πρὸς τὸν Σωκράτη ὅτι οὐ δεῖ περὶ τὰ οὕτω σμικρὰ καταγίνεσθαι καὶ ἐντεῦθεν πειρᾶσθαι παράλογα. ἔχει γάρ τι, φησί, τὸ ἀκριβὲς τοιοῦτο, τουτέστι σμικρολόγον, [*](f.92r) καὶ τὴν τῶν πραγμάτων ἀκρίβειαν σμικρολογίαν καλοῦσιν.
p. 995a11 Ὥστε καθάπερ ἐπὶ τῶν συμβολαίων καὶ τῶν λόγων.
Ὃ λέγει, τοῦτό ἐστιν, ὅτι καθάπερ ἐπὶ τῶν συναλλαγμάτων καὶ τῶν λόγων περὶ ἐλάχιστον ὁ καταγινόμενος μέχρι ὀβολοῦ, εἰ τύχοι, ἀνελεύθερος δοκεῖ εἶναι, οὕτω καὶ ἐν τοῖς λόγοις ἀνελεύθερόν ἐστι τὸ καταγίνεσθαι περὶ τὴν τῶν πραγμάτων ἀκρίβειαν. ἀνελεύθερον οὖν ἤδη τισὶ δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ [*](4. 6 Φοινικικὸν scripsi; cf. Plato Reip. 414 C: Φοινικὸν libri 9 μὴ ex Aristotele addidi 20 Δημοσθένην] cf. de Halonn. p. 77. 78; sed verba ipsa illic non leguntur 21 Ἀριστοφάνης] Nub. 145. 831 23 μισῶ κτλ.] Eupolidis fragm. 352 (Comic. Att. fragm. ed. Kock I 351) 25 6 Καλλικλῆς] Plat. Gorg. p. 486 C sq. 26. 27 παράλογα] addendum fort. συνάγειν 29 καὶ ἐπὶ τῶν Aristoteles 33 ἀνελεύθερον — ἐπιδεχόμενα (p. 136,7. 8) Alexandri sunt)
p. 995a14 τὴν δὲ ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον.
῾Ομοίως γὰρ ἔστι, φησὶν ἐν τοῖς Ἠθικοῖς, μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. τοῦτο οὖν λέγει καὶ νῦν, ὅτι [*](f.92v) τὴν ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασι δεῖ ἀπαιτεῖν, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεως. ὥστε οὐ φυσικός ἐστιν ὁ τρόπος ὁ μαθηματικός· ἅπασα γὰρ ἴσως ἡ φύσις ἔχει ὕλην. καλῶς τὸ ἴσως προσέθηκε διὰ τὰ οὐράνια. οὐ γὰρ κυρίως ἐπ’ ἐκείνων ὕλη θεωρεῖται.
p. 995a17 Διὸ σκεπτέον πρῶτον τί ἐστι φύσις.
Διὰ τοῦ εἰπεῖν ̔ δεῖ δεῖ ἡμᾶς πρότερον ἐπισκέψασθαι τί ἐστι φύσις’ ἐπανατρέχει πάλιν ἐπὶ τὰ φυσικὰ καὶ περὶ φύσεως διαλέγεται, καὶ οὐκέτι ἐστὶ θεολογία ἡ πραγματεία. λέγομεν οὖν πρὸς τοῦτο ἢ ὅτι οὐ κυρίως τὸ βιβλίον τοῦτο τῆς Μετὰ τὰ φυσικά ἐστι πραγματείας, ἀλλὰ προγραφόμενον πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἢ ὅτι δεῖ πρότερον προγυμνάζεσθαι εἰς̣ τὰ φυσικὰ θεωρήματα· τότε οὖν δυνατὸν παρακολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. μανθάνοντες γὰρ τί ἐστι φύσις γινώσκομεν καὶ περὶ τίνος ἡ φυσική ἐστι πραγματεία, καὶ εἰ μιᾶς ἐπιστήμης ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστι. καὶ λέγομεν ὅτι μιᾶς ἐπιστήμης θεωρῆσαι τὰ τέσσαρα αἴτια, τὸ ποιητικὸν τὸ τελικόν, τὸ εἰδικὸν τὸ ὑλικόν. οἷον τῆς φυσικῆς τὰ ἄλλα προσεχῆ· τὰ γὰρ πορρωτέρω αἴτια, οἷον περὶ τοῦ ὄντος πρώτου αἰτίου καὶ τῆς ἀνειδέου ὕλης καὶ τοῦ τελικοῦ αἰτίου καὶ τοῦ εἰδικοῦ, τοῦ πρώτου ἐστὶ φιλοσόφου ἔργον θεωρῆσαι.
[*](3 ἀποδεκτέον, ἴσον λέγων τῷ καὶ αὐτῷ ἐν τοῖς Ἠθικοῖς εἰρημένῳ τῷ πεπαιδευμένου γὰρ κτλ. Alex. 4 πεπαιδευμένου κτλ.] Eth. Nicom. Α 1 p. 1094b23 5 ἐνδεικνύμενος Alex. 8 δεῖ—γίνεται (11) Alexandri sunt 15 ἐν τοῖς Ἠθικοῖς] Eth. Nicom. Α 1 p. 1094b23 24 οὐ om. D 32 γὰρ] fort, δὲ)p.995a24 Ἀνάγκη πρὸς τὴν ζητοουμένην ἐπιστήμην ἐπελθεῖν ἡμάς, περὶ ὧν ἀπορήσαι δεῖ.
᾿Ev τῷ μείζονι Α διελέχθη ἡμῖν περὶ τῆς πρώτης φιλοσοφίας, ἥτις καταγίνεται περὶ τὸ ὄντως ὄν, εἶτα πρὸς τούτοις ἐζήτησε περὶ τῶν ἀρχῶν καὶ ἐξέθετο τὰς τῶν παλαιοτέρων δόξας περὶ αὐτῶν, καὶ τἀς μὲν ἤλεγξε, τὰς δὲ ἀπεδέξατο· καὶ ὕστερον ἐπήγαγε τὴν ἑαυτοῦ δόξαν, δεικνὺς ὅτι τέσσαρες ὑπάρχουσιν ἀρχί, ὑλικὸν εἰδικόν, ποιητικὸν τελικόν, καὶ ἐπιστώσατο τὸν λόγον καὶ ἐκ τῶν παλαιοτέρων καὶ ἐκ τοῦ λόγου. ἐφεξῆς ἐν τῷ ἐλάττονι Α ἔδειξεν ὅτι πεπερασμέναι ὑπάρχουσιν αἱ ἀρχαὶ καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω καὶ κατ’ εἶδος. ἐνταῦθα σκοπός ἐστι τῷ προκειμένῳ βιβλίῳ, τουτέστι τῷ Β, ἀπορῆσαι πρὸς τὴν πρώτην φιλοσοφίαν. καὶ ἐκτίθεται πλείστας ὅσας ἀπορίας, φάσκων ὅτι, ὥσπερ οἱ δεδεμένοι οὐ δύνανται προελθεῖν, ἐὰν μὴ πρότερον τὸν δεσμὸν διαρρήξωσι, διαρρῆξαι δὲ οὐ δύνανται τὸν δεσμόν, εἰ μὴ γνῶσι τὸν τρόπον τῆς λύσεως τοῦ δεσμοῦ, οὕτως φημὶ καὶ ἐπὶ τῶν ἀπορούντων, ὅτι οὐ δυνατὸν αὐτοὺς γνῶναι τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, εἰς ἣν ἐπείγονται, εἰ μὴ πρότερον μάθωσι τὰς ἀπορίας τὰς φερομένας κατ’ αὐτῆς τῆς ἐπιστήμη καὶ ἐπτλύσωνται αὐτάς. ἐπιλύσασθαι δὲ αὐτὰς τῶν ἀδυνάτων ἐστίν, εἰ μὴ πρότερον γνῶσιν αὐτὴν τὴν ἀπορίαν καὶ τὸ πρᾶγμα, καθ’ οὗ φέρεται ἡ ἀπορία· ἐκτίθεται οὖν, ὡς εἴρηται, πάσας τὰς ἀπορίας καὶ ἐπιχειρεῖ ἐφ’ ἑκάτερα, καὶ τὰς λύσεις τῶν ἀποριῶν ἐπάγει ἐν τῷ Γ· ἡμεῖς δὲ ἐνίας ἐξ αὐτῶν καὶ [*](f.93v) ἐνταῦθα ἐπιλυόμεθα. φησὶν οὖν ὅτι δεῖ ἐκτίθεσθαι πάσας τὰς ἀπορίας καὶ μὴ ἐρήμην καταψηφίζεσθαι τῆς ἀληθείας, ἀλλὰ τοῦτο ἑλέσθαι ὅπερ ὑπαγορεύει ἡμῖν ἡ τοῦ λόγου ἀλήθεια. ἡ γὰρ ἀπορία συμβάλλεται ἡμῖν καὶ πρὸς τὴν κατάληψιν τῶν πραγμάτων. ὡς γάρ φησιν ὁ Πλατῶν, καθάπερ [*](23 ὁ Πλατῶν] Reip. Δ p. 435 Α)
p. 995a24 Ἀνάγκη πρὸς τὴν ζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς.
Ὁ λέγει τοῦτό ἐστιν. ἀναγκαῖον, φησίν, ἐστὶ πρὸς τὴν εὕρεσιν τῆς ἐπιστήμης ταύτης, τουτέστι τῆς πρώτης φιλοσοφίας, καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων ἐπελθεῖν ἡμᾶς πρῶτον καὶ ἐξαριθμήσασθαι αὐτά, περὶ ὧν δεῖ πρῶτον ἀπορῆσαι. τοῦτο δὲ λέγει, ἐπειδὴ πρῶτον τὰς ἀπορίας ἐκτίθεται. ἔστι δὲ καὶ καθολικώτερον ἀκοῦσαι τοῦ εἰρημένου, ὅτι ἀναγκαῖον πρὸς πᾶσαν ἐπιστήμην ζητουμένην ἐπελθεῖν περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ πρὸς ταύτην.
p. 995a25 Ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασιν τινες.
Εἶναι γάρ φησί τινα περὶ ὧν οὐκ εἰκότως ὑπέλαβον ὄντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως ὑπέλαβον. ταῦτα δὲ μάλιστα ἀπορίαν παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων. κἄν εἴ τι χωρὶς τούτων τυγχάνοι παρεωραμένον, ἐπειδὴ ἐξέθεντο καὶ οἱ παλαιότεροι ἀπορίας κατὰ τῆς πρώτης φιλοσοφίας ἀλλ’ οὐ πάσας. δεῖ οὖν ἡμᾶς ἐκθέσθαι καὶ τὰς ὑπ’ ἐκείνων μὴ τεθείσας. εἶτα ταῦτα εἰρηκὼς καθόλου κατασκευάζει καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία αὐτῶν καὶ ἡ εὕρεσις καὶ ἡ κατασκευὴ ἐκ τῆς λύσεως τῶν ἠπορημένων ἤρτηται. ἔστι δὲ καὶ ἄλλως σαφέστερον τὸ προκείμενον ῥητὸν ἐξηγήσασθαι· ἡ γὰρ λύσις, φησί, τῶν προηπορημένων αἰτία τῆς ὕστερον γινομένης εὐπορίας.
[*](1 πυρία libri 8 αὐτὰ scripsi: αὐτὰς libri 9 αὐτοῖς scripsi: αὐταῖς libri 12 ἀναγ- καῖον — ταύτην (19) pleraque Alexandri sunt 12. 13 τῆς τε ἐπιστήμης αὐτῆς Alex. 20 ἄλλως ex Aristotele scripsi: cf. v. 23: ἄλλοι libri 23 ἡ ὅτι—πραγματευσαμένων (24. 25) Alexandri sunt ἀπορίας Alex. 28 καθόλου—ἤρτηται (31) Alexandri sunt 31 εὑρέσεως Alex. 32 ἡ γὰρ—εὐπορίας (33) Alexandri sunt)p. 995a29 Λύειν δὲ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν.
Φὐσίαν καὶ τὴν πλοκὴν τοῦ δεσμοῦ. ἀλλὰ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὴν τοῦ πράγματος ἀκαταληψίαν· ὅταν γὰρ ἀπορῶμεν περί τινος καὶ ἴσμεν ὅτι ἀποροῦμεν, ἴσμεν ὅτι, ἐν ὅσῳ ἀποροῦμεν, ἀκατάληπτός ἐστιν ἡ τοῦ πράγματος φύσις. καθὸ γὰρ ἀπορεῖ τις, ἔοικε τοῖς δεδεμένοις· οὔτε γὰρ ὁ ἀπορῶν οὔτε ὁ δεδεμένος προέρχεται εἰς τὸ ἐφεξῆς, ἀλλ’ ὁ μὲν σωματικῶς ὁ δὲ ψυχικῶς. διὰ τοῦτο οὖν δεῖ πρότερον θεωρεῖν καὶ ἀνιχνεύειν τὰς δυσχερείας καὶ τὰς ἀπορίας πρότερον τὰς φερομένας κατὰ τοῦ πράγματος, περὶ οὗ τὸν λόγον ποιούμεθα, καὶ ἐπιλύεσθαι αὐτάς. οἱ γὰρ ζητοῦντες ἄνευ τοῦ 〈ἀπορῆσαι〉 ἐοίκασι τοῖς ἀγνοοῦσι ποῖ <δεῖ> βαδίζειν, καὶ διὰ [*](f.94v) τοῦτο οὐδέποτε τοῦ τέλους τυγχάνουσι. δεῖ γὰρ τοὺς βαδίζοντας πρότερον ὁρίζειν τὸν τόπον ἐν ᾧ δεῖ αὐτοὺς ἀπελθεῖν, καὶ λοιπὸν τὰς ὁδοὺς τὰς ἐκεῖσε αὐτοὺς ἀπαγούσας, ποία μέν ἐστι κρημνώδης, ποία δὲ δύσβατος ἢ τελματώδης. δεῖ οὖν εἰδέναι τὴν ὁδὸν ὁποία ποτέ ἐστι, τὴν ἐπὶ τὸ τέλος ἀπάγουσαν, καὶ αἱρεῖσθαι τὴν κρείττονα· εἰ γὰρ μὴ εἰδείησαν τὴν ὁδόν, οὐδέποτε τὸ ζητούμενον τέλος εὑρήσουσιν. ὁ γὰρ τὴν ὁδὸν ἀγνοῶν καὶ τὸ τέλος ἀγνοήσει κυρίως. διό φησιν τὸ γὰρ τέλος τούτῳ μὲν οὐ δῆλον ὑπάρχει, τῷ δὲ προηπορηκότι δῆλον· ὁ γὰρ εἰδὼς τὰ πράγματα καὶ τὰς ἀπορίας τὰς φερομένας κατὰ τοῦ πράγματος καὶ ἐπιλυόμενος αὐτὰς εἴσεται καὶ τὸ τέλος. εἰ τοίνυν ἡ εὕρεσις καὶ ἡ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐκ ἔστι τὸν δεσμόν τινος, εἰ μὴ πρότερον γνῶμεν αὐτόν, τουτέστι καθὸ δέδεται πῶς γὰρ ἄν λύσειέ τις τῷ ὄντι κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία, δεῖ οὗν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλοι τις λύειν αὐτόν· οὐκ ἐᾷ γὰρ προελθεῖν εἰς τὸ ἔμπροσθεν. οἱ οὖν ἀποροῦντες ἐοίκασι τυφλοῦ πορείᾳ· οὐ γὰρ ἔχουσι σκοπὸν χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν· οἷς δὲ ἀγνοεῖται τὸ τέλος, τούτοις οὐδέποτε γίνεται γνώριμον. τοῖς δὲ προηπορηκόσι γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι περί τινων δυναμένων λύσις τὸ τέλος τε καὶ ἡ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν, ὅτι ἀναγκαῖόν ἐστι τὸ προαπορεῖν. γίνεται δὲ τοιαύτη· ὥσπερ γάρ, φησίν, ἐν ταῖς κρίσεσιν ἄμεινον [*](f.95r) κρίνουσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ [*](11 ἀπορῆσαι et δεῖ addidi coll. v. 30. 31 et Metaph. 995a35. 36 21 εἰ—ἀπορία (25) pleraque Alexandri sunt 22 ἤρτηται Alex.: εὕρηται libri 27 οὐ γὰρ - σκοπός (33) magnam partem excerpta ex Alexandro 32 fort. οἷς γὰρ 33 ἡ γὰρ—ζητήσεις (p. 140,8) Alexandri sunt)
p. 995b4 ἔστι δὲ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμενοις διηπορήσαμεν.
Ἐντεῦθεν ἄρχεται ὁ φιλόσοφος ἀπορεῖν πρὸς τὴν πρώτην ἐπιστήμην· καὶ ἔστιν αὕτη πρώτη ἀπορία. ἄξιον γάρ ἐστι, φησίν, ἀπορίας, ἄρα πλείους ἐπιστῆμαι γινώσκουσι τὰ διάφορα αἴτια, ἄλλη μὲν τὸ ποιητικὸν ἄλλη δὲ τὸ ὑλικόν, ἄλλη τὸ εἰδικὸν ἄλλη τὸ τελικόν, ἤγουν μία ἐπιστήμη. πρῶτον τοῦτο ἄξιον ἀπορῆσαι, καὶ οὕτως ἀπορήσας ἐᾷ τὸν λόγον νῦν· ἡμεῖς δέ φαμεν ὅτι μία καὶ μόνη ἐπιστήμη γινώσκει τὰ τέσσαρα αἴτια καθόλου. οὐ γὰρ δυνατὸν διαφόρους ἐπιστήμας εἰδέναι αὐτά, ἐπεὶ οὕτως οὐκ εἴσεται κυρίως τὴν πρώτην φιλοσοφίαν ἡ εἰδυῖα ἕν μόνον αἴτ·ιον· ὥστε οὐδὲ ἐπιστήμη ἐστὶν ἀγνοοῦσα τἀς ἀρχάς. νῦν δὲ καὶ ὑπόκειται ἐπιστήμη εἶναι, καὶ ὡς μὲν τῆς πρώτης φιλοσοφίας τὰς ἀπλῶς ἀρχὰς οἶδεν, ὡς δὲ τῶν μερικῶν τὰ κατὰ μέρος, οἷον ἐπὶ ἰατρικῆς ὅτι ὑλικὸν τὰ ἀνθρώπινα σώματα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ αἰτίων. ἔστιν οὖν, φησίν, ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἠπόρησε γὰρ πρὸς τῷ τέλει τοῦ ἐλάττονος Α, ἡνίκα ἔλεγεν “εἰ [*](f.95v) μιᾶς ἐπιστήμης ἐστὶν] ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστι”. τοῦτο οὖν καὶ ἐνταῦθα λέγει, ὅτι πότερον μιᾶς ἐπιστήμης ἢ πολλῶν ἐστι τὸ θεωρῆσαι τὰς αἰτίας. εἰρήκαμεν δὲ καὶ τὴν λύσιν.
p. 995b6 Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχάς.
Ἐντεῦθεν δευτέραν ἀπορίαν ἐκτίθεται · ἔστι δὲ τοιαύτη ὅτι ἆρά γε τὰς ἀρχὰς μόνας ἐπίσταται τῆς οὐσίας ἡ πρώτη φιλοσοφία τὰς πρώτας τῆς κυρίως, ἧς ὁ νοῦς μόνος θιγγάνει ἁπλαῖς ἐπιβολαῖς, ἢ καὶ τὰς κοινὰς ἐννοίας ἐπίσταται. καὶ λέγομεν ὅτι καὶ τὰς ἀρχὰς οἶδε τῆς οὐσίας τὰς πρώτας καὶ τὰς κοινὰς ἐννοίας. καὶ λοιπὸν ἐξ αὐτῆς λαμβάνουσιν οἱ κατὰ μέρος ἐπιστήμονες, οἷον ὁ φυσικὸς ἔχει κοινὴν ἔννοιαν ταύτην εἰληφὼς ἀπὸ τοῦ πρώτου φιλοσόφου, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος· εἰ γὰρ ὑποθώμεθα γίνεσθαί τι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, [*](4 ἂν Alex.: ἐν libri 5 τῆς ἀληθείας Alex. 6 διαπορεῖν Alex. ἑκάτερα Alex. 7 ἐν τοῖς τοπικοῖς] Α 2 25 ἐστὶν delevi 36 εἰ γὰρ—ὄντος om. D)
p. 995b10 εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσιν.
Ἐντεῦθεν τρίτην ἀπορίαν ἐκτίθεται ὁ φιλόσοφος καί φησιν, ἆρα πάσας τὰς οὐσίας μία ἐπιστήμη γινώσκει ἢ πλείονες; καί φαμεν ἡμεῖς ἐπιλυόμενοι ὅτι καὶ μία καὶ πλείους. κατὰ γὰρ τὸ εἶναι οὐσία μία εἰσὶ πάσαι, κατὰ δὲ τὴν ὑπόστασιν πολλαὶ ὑπάρχουσιν. ὡς οὖν μίαν οὐσίαν οὖσαν μία ἐπιστήμη λαμβάνει αὐτήν ὡς δὲ πλείους οὐσίας πολλαὶ ἐπιστῆμαι. καὶ ἡ γεωμετρία γὰρ περὶ οὐσίαν καταγίνεται καὶ ἡ ἀριθμητικὴ καὶ ἡ ἀστρονομία καὶ ἡ ἰατρική, ὥστε διάφοροι ἐπιστῆμαι ὑπάρχουσι τῶν διαφόρων οὐσιῶν. τετάρτην ἀπορίαν ἐπάγει τοιαύτην λέγων οὕτως, πάλιν ἄξιον ἀπορῆσαι ὅτι, εἰ πλείονές εἰσιν ἐπιστῆμαι, πότερον ἅπασαι συγγενεῖς ὑπάρχουσιν ἀλλήλαις ἢ οὔ; εἰ οὖν τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἢ πλείους εἶεν, πότερον συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ. δὲ ἄλλο τι ἐπιστήμης εἶδος; φαμὲν οὖν ὅτι κυρίως σοφία ἐστὶν ἡ πρωτίστη, συγγενεῖς δὲ αὐτῆς αἱ ἄλλαι ὑπάρχουσιν, ἀλλὰ αἱ μὲν πλησιαίτερον αἱ δὲ πορρώτερον· οἷον ἀριθμητικὴ μᾶλλον πλησιάζει τῇ πρώτῃ φιλοσοφίᾳ ἤπερ γεωμετρία, καὶ γεωμετρία μᾶλλον ἁρμονικῆς, εἰ τύχοι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. αὗται δὲ πᾶσαι ἐπιστῆμαι ὑπάρχουσι.
[*](8 ἡ ἀπόφασις D 25 οὐσίας scripsi: οὐσίαι libri 30 εἰ οὖν — εἶεν (31)] διαφέροι δ’ ἄν αὕτη ἀπορία τῆς πρώτης καὶ τῷ ἐν ἐκείνη μὲν ἀπλῶς περὶ τῶν αἰτίων εἰρηκέναι, οὐ τῶν τῆς οὐσίας, ἐν ταύτῃ δέ, εἰ τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἡ πλείους 〈καὶ εἰ πλείους add. Br.> εἶεν Alex. 31 πότερον πᾶσαι συγγενεῖς Alex. 32 ἐπιστημῶν Alex.)p. 995b13 Καὶ τοῦτο δὲ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι.
Ἐντεῦθεν ἑτέραν ἀπορίαν ἐκτίθεται φάσκων οὕτως, ὅτι ἀναγκαῖόν ἐστι ζητῆσαι, ἆρά γε μόνα τὰ αἰσθητὰ οὐσίαι ὑπάρχουσιν, ἡ καὶ τὰ νοητά. διὸ ὁ πολὺς ἄνθρωπος τὰ μὴ ὄντα αἰσθητὰ οὐδὲ εἶναι ὑπολαμβάνει· [*](f.96v) ὃ δέ φησί τις τῶν φιλοσόφων, ὅτι κυρίως οὐσίαι τὰ νοητὰ μόνα ὑπάρχει· τὰ γὰρ αἰσθητὰ οὐδὲ ὑπάρχουσι, διότι ἐν ῥύσει εἰσί. ̔ τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε.’ καὶ ὁ Πλατῶν πάλιν ἐν τῇ Πολιτείᾳ λαμβάνει μίαν εὐθεῖαν καὶ τέμνει αὐτὴν δίχα εἰς νοητὴν οὐσίαν καὶ αἰσθητήν, καὶ τὴν νοητὴν διαιρεῖ εἴς τε νοητὴν καὶ διανοητήν· καὶ πάλιν τὴν ἄλλην εἰς αἰσθητὴν καὶ εἰκαστήν· εἰκαστὰ δὲ ὑπάρχουσιν οἷον τὰ ἐν ἐσόπτροις φαινόμενα καὶ τὰ ἐν γραφαῖς. φησὶν οὖν ὅτι ὃν λόγον ἔχουσι τὰ αἰσθητὰ πρὸς τὰ εἰκαστά, τὸν αὐτὸν ἔχουσι καὶ τὰ νοητὰ πρὸς τὰ διανοητά· ὥστε κυρίως οὐσίαι τὰ νοητὰ μόνα ὑπάρχουσιν· οὐσίαι γάρ εἰσιν ἀμιγεῖς τινος ἄλλου. τῶν οὖν ἀναγκαίων ἐστὶ τὸ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας μόνας φαμὲν εἶναι ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς, ἢ πλείονα γένη τῶν οὐσιῶν ὑπάρχουσιν, οἷονοἱ ποιοῦντες τὰ εἴδη τὰ παντελῶς χωριστὰ καὶ τὰ μαθηματικά· τὰ γὰρ μαθηματικὰ μεταξὺ τούτων ὑπάρχουσι τῶν πρώτων οὐσιῶν, ὡς πολλάκις εἴρηται, καὶ τῶν αἰσθητῶν. δεῖ οὖν ἡμᾶς, φησί, καὶ περὶ τούτων διαπορῆσαι, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνη ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ᾿ αὑτὰ ταῖς οὐσίαις. εἰδέναι οὖν χρὴ ὅτι ἐν ταῖς πρωτίσταις οὐσίαις οὐ θεωροῦνται τὰ συμβεβηκότα· ἐκεῖναι γὰρ ἐνέργειαι ὑπάρχουσιν ἄνευ δυνάμεως, ὥς φησιν ἀλλαχοῦ, καὶ ὁ νοῦς αὐτὸς θιγγάνων αἱρεῖ αὐτὰ ἁπλαῖς ἐπιβολαῖς, ὥς φησιν ὁ Πλατῶν. τὰ δὲ καθ’ αὑτὸ συμβεβηκότα τοῖς καθόλου ὑπάρχουσιν, οἷον τῷ ἀπλῶς τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας· εἰ γὰρ καὶ τὸ μερικὸν ἔχει, ἀλλὰ οὐ πρώτως· πρώτως γὰρ τὸ καθόλου ἐστὶ τὸ ἔχον. τὰ δὲ μερικὰ συμβεβηκότα οὐκ ἔχουσι καθ’ ὕπαρξιν ἀλλ’ ἐπεισοδιωδῶς, οἷον τὸ καθέζεσθαι, [*](f.97r) τὸ σιμόν, τὸ γρυπὸν καὶ ὅσα ἄλλα τοιαῦτα. ἔχουσι καὶ τὰ οὐράνια, ἀλλὰ κατὰ σχέσιν, διότι ποτὲ τρίγωνον σχῆμα ἀποτελοῦσι πρὸς ἑαυτοὺς οἱ ἀστέρες ἢ τετράγωνον ἢ τι ἄλλο τοιοῦτο. καθ’ ὕπαρξιν δὲ οὐκ ἔχουσι τὰ συμβεβηκότα· οὔτε γὰρ ποτὲ μέν ἐστι σφαιροειδὴς ὁ ἥλιος ποτὲ δὲ οὐκ ἔστιν, ὥσπερ ἐνταῦθα· δυνατὸν γὰρ τὸν γρυπὸν σιμὸν γενέσθαι ἀπὸ πληγῆς τινος, ἢ τὸν καθήμενον ἀναστῆναι. φησὶν οὖν ὁ Πορφύριος ὅτι πρώτως ἐν τοῖς ἀτόμοις θεωροῦνται τὰ συμβεβηκότα, καὶ δεύτερον ἐν τοῖς εἴδεσι. καὶ οὐδὲν οὕτως ἐθαύμαζε τῶν εἰρημένων ἐν τῇ εἰσαγωγῇ Πορφυρίου ὁ Πρόκλος ὡς τοῦτο, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος. τὰ γὰρ εἴδη ὡς ἀσώματα οὐκ ἔχουσιν ἐν ἑαυτοῖς συμβεβηκότα· ὁ γὰρ [*](3 τὸ ζητῆσαι D 6 τί τὸ ὃν κτλ.] cf. Plat. Tim. p. 27 D 7 γιγνόμενον μὲν ἀεί Plato 1. 1. 8 ἐν τῇ Πολιτείᾳ] VI p. 509 D sq. 23 ἀλλαχοῦ] Metaph. Λ 7 24 ὁ Πλατῶν] de Rep. VI p. Β 34 ὁ Πορφύριος] Isag. c. 6 p. 13,20 Busse)
p. 995b20 Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου.
Πάλιν ἐντεῦθεν ἑτέραν ἀπορίαν ἐπάγει τοιαύτην, φάσκων οὕτως, ἀρά γε τὸ ζητεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἐναντιότητος καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων τῶν τοιούτων τῆς πρώτης φιλοσοφίας ἢ ἄλλης τινὸς ἐπιστήμης. καί φαμεν ὅτι οὕτε ὁ γεωμέτρης ζητεῖ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ προτέρου καὶ ὑστέρου οὔτε ὁ ἀριθμητικὸς ἁπλῶς οὔτε ἄλλος τις τῶν κατὰ μέρος ἐπιστημόνων, τουτέστιν ὁ φυσικὸς ἢ ὁ ἰατρός, ἀλλ’ ὁ πρῶτος φιλόσοφος. [*](f.97v) καὶ εἰκότως, ἐπειδὴ σκοπὸν ἔχει ὁ πρῶτος φιλόσοφος περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, ταῦτα δὲ διὰ πάντων τῶν ὄντων διαπεφοιτήκασιν, ἡ ἑτερότης καὶ ἡ ταὐτότης καὶ ἡ ὁμοιότης καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. ἀμέλει τοι καὶ ὁ Πλατῶν πρὸς τῇ οὐσίᾳ τὰ γένη τῶν ὄντων ὑπαγορεύων φησὶν εἶναι ἑτερότητα καὶ ταὐτότητα, ἐπειδὴ διαπεφοιτήκασι διὰ πάντων τῶν ὄντων· ὁμοίως δὲ καὶ ἡ ἐναντιότης. τὸ γὰρ μὴ ὄν, ὥς φησιν ὁ Πλατῶν, οὐκ ἔστιν παρ’ ἔλαττον τοῦ ὄντος, οὐ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἀλλὰ τὸ πῇ μὴ ὄν· πάντα γὰρ τὰ ὄντα ὡς πρὸς ἄλλα παραβαλλόμενα πῇ μὴ ὄντα ὑπάρχουσιν, ὥστε εἰκότως φησὶν ὁ Πλατῶν ὅτι οὐκ ἔλαττόν ἐσ.τι τοῦ ὄντος τὸ μὴ ὄν, πῇ μὴ ὂν δηλονότι. ἀλλὰ καὶ ἡ ἐναντιότης θεωρεῖται ἐν ἅπασι τοῖς οὖσι. τὸ γὰρ μὴ ὂν θάτερόν ἐστιν ἐπιτεινόμενον δὲ τὸ θάτερον ἴσχει ἐναντιότητα. ἀμέλει τοι καὶ τὰς Κατηγορίας ἔγραψεν ὁ Ἀριστοτέλης ὡς πρῶτος φιλόσοφος, ἐπειδὴ διὰ πάντων τῶν ὄντων διαπεφοιτήκασιν ἡ οὐσία τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. τὸ γὰρ περὶ τοιούτων διαλέγεσθαι, ὡς πολλάκις ἡμῖν εἴρηται, τοὺ πρώτου ἐστὶ φιλοσόφου· λοιπὸν οἱ καθ’ ἕκαστα ἐπιστήμονες περὶ τῶν ὑποβεβλημένων αὐτοῖς διαλέγονται. ἠπόρησε δὲ Ἀσκληπιὸς ὁ τῆς ἰατρικῆς τέχνης διδάσκαλος ὁ σὺν ἡμῖν ἐνδιατρίψας τοῖς μαθήμασιν· ̔ εὖ δέ τις ἀπορήσειεν ὅτι καὶ πῶς ἐν τόποις διαλέγεται περὶ ταὐτοῦ καὶ ἑτέρου, ἅτινα λέγομεν πεφοιτηκέναι διὰ πάντων τῶν ὄντων;’ ὁ δὲ ἡμέτερος φιλόσοφός φησι πρὸς αὐτόν, ὅτι ἐπειδὴ ὁ διαλεκτικὸς ὑποδύεται τὸν πρῶτον φιλόσοφον, τούτου χάριν καὶ αὐτὸς διαλέγεται περὶ τῶν διαπεφοιτηκότων διὰ πάντων τῶν ὄντων, ἀλλὰ ἐνδόξως, ὥσπερ ὁ σοφιστὴς σοφιστικῶς· ὁ μέντοι γε f.98r πρῶτος φιλόσοφος ἀληθινῶς καὶ ἀποδεικτικῶς διαλέγεται. προτίθεται οὖν [*](18 ὁ Πλατῶν] Soph. p. 254 E sqq. 21 ὁ Πλατῶν] Soph. p. 258 Β sqq. 32 ἐνδιατρίψας scripsi: ἐνδιατρίψαι libri εὖ scripsi: εἰ libri 33 ἐν τόποις] Top. H p. 151b28 sqq. 38 προτίθεται—ἀποδεικνύουσι (p. 144,6) Alexandri sunt)
p. 995b20 Πρὸς δὲ τούτοις καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου.
Φησὶν ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι τίνος ἐστὶ τὸ ζητῆσαι περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἀπάντων τῶν τοιούτων, περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐξ ἐνδόξων καὶ μόνων ὁρμώμενοι. ἄξιον οὖν ἐστιν ἀπορίας, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων τούτων. καὶ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ ὅτι τοῦ πρώτου φιλοσόφου, ἐπειδὴ περὶ ὧν διαλέγεται πεφοιτήκασι διὰ πάντων τῶν ὄντων.
p. 995b25 ἔτι δὲ τούτοις ὅσα καθ’ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστιν ἕκαστον αὐτῶν.
Φησὶν ὅτι δεῖ ἡμᾶς πρὸς τούτοις ἀπορῆσαι ὅσα καθ’ αὑτὰ συμβέβηκε τούτοις, οἷον εἰ ἄρα τῷ ἑνὶ ἕν ἐστιν ἐναντίον ἢ πολλά, καὶ εἰ δυνατόν ἐστι τὰ ἐναντία ὑπὸ διάφορα γένη ἀνάγεσθαι. φαμὲν οὖν ὅτι ἀδύνατον δύο ἑνὶ ἐναντία εἶναι· οὔτε γὰρ οὕτως ἄδικός ἐστιν ἡ φύσις, καθάπερ ἐν τῷ Περὶ ἑρμηνείας λέγεται, ὥστε δύο ἑνὶ ἀντιτάξαι, ἡνίκα περὶ τοῦ ἀγαθοῦ λόγος ἐγίνετο, ἀλλ’ ἓν ἑνὶ ἐναντίον ἐστί. πάλιν φησὶν ὅτι ἡ δικαιοσύνη καὶ ἀδικία ἐναντία ὑπάρχουσι, καὶ ἡ μὲν δικαιοσύνη ὑπὸ τὴν ἀρετὴν ἀναφέρεται, ἡ δὲ ἀδικία ὑπὸ τὴν κακίαν. λέγομεν οὖν ὅτι καὶ ταῦτα [*](f.98v) ὑπὸ ἓν γένος τελοῦσι τὴν ποιότητα· καὶ ἡ ἀρετὴ γὰρ καὶ ἡ κακία ὑπὸ τὴν ποιότητα τελοῦσιν. εἰ δέ φασιν ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐξῄρηται, φαμὲν ὅτι καὶ αὐτὰ ὑπὸ τὸ ποιὸν τελοῦσι, τὸ <ἀγαθὸν καὶ τὸ〉 κακὸν τὸ ἐνταῦθα, ἐπεὶ ἐν τῷ πρώτῳ οὐκ ἔστι κακόν. ἐν αὐτῷ γὰρ οὔθ’ ἑτερότης θεωρεῖται οὔτε δὲ ταὐτότης· ὑπὲρ τὴν ἑτερότητα γὰρ ἐστι καὶ τὴν ταὐτότητα. διὸ οὐδὲ ἄτομόν τι δεῖ λέγειν τὸν θεόν· τὸ γὰρ ἄτομον ὑπὸ τῆς ὕλης τέμνεται καὶ περιγράφεται, ὁ δὲ θεὸς ἄυλός ἐστιν ὡς καὶ προακτικὸς πάντων. οὕτε δὲ κακία ἐστὶν ἐκεῖσε· ἡ γὰρ κακία ὑπὸ ἀσθενείας τῆς ψυχῆς γίνεται, καὶ τῆς φύσεως ἀσθενούσης γίνεται τὸ κακόν. δείκνυται γὰρ καὶ ἐν τῷ Γοργίᾳ ὅτι τὰ κακὰ ὑπὸ ἀδυναμίας γίνονται. ἐξηγήσατο [*](1 ζητεῖν καὶ περὶ τούτων Alex. 2 πρὸς αὐτοῦ Alex. 3 εἰσι Alex.: οὐσίαι libri 4 οὐσίαι Alex.: αὐταὶ libri 20. 21 ἐν τῷ Περὶ ἑρμηνείας] cf. de Interpr. c. 14, sed verba ipsa illic non leguntur 22 φησὶν] fort, φασὶν 27 ἀγαθὸν καὶ τὸ addidi 29 alterum τὴν om. D 30 οὔτε libri 31. 32 πρακτικὸς D 34 ἐν τῷ Γοργίᾳ] Plato Gorg. p. 468E 470 Α ἐξηγήσατο — ἐστι (p. 145,6) Alexandri sunt)
p. 995b27 Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον.
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἄξιόν ἐστιν ἀπορίας, ἆρά γε] ποῖα γένη ὑπάρχουσι τῶν ὄντων, πότερον αἱ καὶ τὰ στοιχεῖα ἢ εἰς διαιρεῖται ἕκαστον, τουτέστιν ἆρά γε ἡ ὕλη καὶ τὸ εἶδος ἢ τὰ τέσσαρα στοιχεῖα ἢ τὰ πρὸ τῶν πολλῶν εἴδη, τουτέστι τὸ ζῷον αὐτὸ καὶ τὰ ἄλλα τὰ εξῃρημένα εἴδη. καὶ λέγομεν ὅτι ἀμφότερα· ὡς μὲν γὰρ προσεχῆ αἴτια τὰ τέσσαρα στοιχεῖα, μᾶλλον δὲ τὸ εἶδος καὶ ἡ ὕλη, ὡς δὲ ἐξῃρημένα αἴτια [*](f.99r) τὸ αὐτοζῷον * * τὰ πρὸ τῶν πολλῶν γὰρ αἴτια ὑπάρχουσι τῶν τῇδε πάντων πραγμάτων, τουτέστιν οἱ δημιουρηικοὶ λόγοι. ζητεῖ οὖν ἐνταῦθα, εἰ τὰ γένη ἀρχαὶ τούτων ὧν ἐστι γένη δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαὶ) ἢ ταῦτα εἰς ἃ διαιρεῖται ἕκαστον ἐνυπάρχοντα ἐν τοῖς μέρεσιν ἕκαστον γὰρ ἐνυπάρχει ἐν τοῖς ἑαυτοῦ μέρεσιν), ὡς ἡ οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοιχεῖα ἢ ἅπερ ἄν τις ὑποθῆται. εἰς ταῦτα γὰρ διαιρεῖται ἕκαστον ἐξ ὧν καὶ σύγκειται. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσεχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον γένη ὠνόμακεν· οἷον πότερον τὸ ζῷόν ἐστι τὸ γένος ἢ ὁ ανθρωπος ἀρχή τε καὶ μᾶλλόν ἐστι παρὰ τὸ καθ’ ἕκαστον. καί φαμεν ὅτι ἐπὶ μὲν τῶν πρὸ τῶν πολλῶν τὸ ζῷόν ἐστί γένος, ἐπὶ δὲ τοῖς πολλοῖς καὶ ὑστερογενέσι, τουτέστιν ἐν τῇ φαντασίᾳ, ὁ ἄνθρωπος μᾶλλον παρὰ τὸ καθ’ ἕκαστον· ἀκριβέστερον γάρ τις ὁρίζοιτο τὸν Καλλίαν ἄνθρωπον λέγων ἤπερ ζῷον.
[*](1 τε expunxi Alexandrum secutus 2 ἐμπεριέχεται] sic etiam Alex.: οὐ περιέχεται ci. Br. 3 φησὶν εἶναι τὰ καθ’ αὑτὰ συμβεβηκότα οἷον πάσης ἐναντιότητος καθ’ αὑτὸ κτλ. Alex. 4 ἔτι] ἡ οἷόν ἐστι Alex. 5 δεῖ Alex. 7 καὶ (post οὖν) ilelevi 11 ἆρά γε delevi 17 lacunam iiidicavi 19 εἰ τὰ γένη — luvojxaxEv (27) pleraque Alexandri sunt 20 ταῦτα — ἑαυτοῦ μέρεσιν (21) desunt Alexandro 22 ἢ (ante τὰ) Alex. : εἰ libii 23 σύγκειται ἕκαστον πρώτων Alex. 24 πρώτων Alex.: πρῶτον libii 25 φησὶν Alex.: φασὶν libri 30 παρὰ scripsi coll. V. 28: δὲ libri)p. 995b31 Μαλλὸν δὲ ζητητέον καὶ πραγματευτέον.
Φησὶν ὅτι πολλῆς ἄξιόν ἐστιν ἀπορίας καὶ ζητήσεως τὸ τοιοῦτο, ἆρά γε ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ᾿ αὑτὸ ὑπάρχον ἢ οὔ· καὶ τοῦτο ἀρά γε χωριστόν ἐστιν ἢ οὐκ ἔστι· καὶ τοῦτο ἕν ἐστι κατ᾿ ἀριθμὸν ἢ πολλά. φαμὲν οὖν ὅτι ἔστιν ὁμολογουμένως αἴτια χωριστὰ τῆς ὕλης πάντα τὰ νοητὰ τὰ καὶ προακτικὰ τῆς ὕλης ὑπάρχοντα· τὸ γὰρ πρῶτόν ἐστι τὸ κοσμοῦν τὴν ὕλην. διὰ τοῦτο γὰρ ἐλέγομεν καὶ τὴν ὕλην θεόθεν παρῆχθαι· οὐκ ἄν γὰρ ἐκόσμησε τὸ μὴ παραχθὲν ὑπ᾿ αὐτοῦ. ταῦτα οὖν λέγει διὰ τοὺς παλαιοὺς φυσικούς, ἐπειδὴ ἐκεῖνοι τὴν ὕλην καὶ μόνην αἰτίαν [*](f.99v) ἐτίθεντο καὶ τὰ ταύτης πάθη κατὰ συμβεβηκὸς ἐτίθεντο αἴτια. καθ᾿ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤ τι ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο· κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ ἡ πυκνότης, καὶ ἡ σύγκρισις καὶ ἡ διάκρισις. ζητεῖ οὖν, εἰ ἔστιν αἴτιον τι παρὰ τὴν ὕλην, πότερον αὐτὸ καθ᾿ αὑτό ἐστιν ὑφεστὼς κεχωρισμένον τῆς ὕλης, ἢ ἐν τῇ ὕλῃ ἔχει τὸ εἶναι, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοάς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἷναι.
p. 995b34 Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὴ τὸ σύνολον.
Πάλιν ἐντεῦθεν ἑτέραν ἀπορίαν κινεῖ λέγων οὕτως, ὅτι ἆρά γε ἔστι τι, παρὰ τὸ σύνολον, τουτέστι παρὰ τὸ σύνθετον; οἷον κατηγορεῖται τῆς ὕλης τὸ κακὸν καὶ τὸ αἰσχρόν· ἆρα οὖν, φησίν, ἔστι τι αὐτὸ καθ᾿ αὑτὸ τὸ αἰσχρὸν καὶ τὸ κακὸν ἢ οὐδέν ἐστιν αὐτὸ καθ᾿ αὑτὸ ἄνευ τῆς ὕλης; ἢ τῶν μέν ἐστιν ἰδέα, τουτέστι τῶν οὐσιῶν, τῶν δὲ κακῶν οὔκ εἰσιν ἰδέαι· οὐδὲν γὰρ κακὸν παρὰ τῷ δημιουργῷ ὑπάρχει. τὰ γὰρ κακὰ ἐνταῦθα γίνονται ὑπὸ ἀσθενείας τῆς ψυχῆς ἢ τῆς φύσεως· οὔτε γὰρ ἐν αὐτῇ τῇ ψυχῇ θεωρεῖται κακόν (ἀγαθὴ γάρ ἐστιν), ἀλλ᾿ ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα ἀναδέχεται τὸ φερόμενον κακόν. ἐναντίον οὖν ἐστι τὸ κακὸν τῷ ἀγαθῷ τῆς ψυχῆς τῷ θεωρουμένῳ ἐν τῇ ψυχῇ μετὰ τῆς τοῦ σώματος σχέσεως,. οὐκ αὐτῷ τῷ ἀγαθῷ τῷ συνουσιωμένῳ τῇ ψυχῇ· ἐκείνῳ γὰρ οὐδέν ἐστιν ἐναντίον· τὰ γὰρ φαινόμενα κακὰ περὶ τὴν ὕλην θεωροῦνται. οὔτε δὲ Γῶν καθ᾿ ἕκαστα ὑπάρχουσιν αἱ ἰδέαι· αἱ γὰρ ἰδέαι τῶν καθόλου ὑπάρχουσι τῶν διαμενόντων ἀεί. τοῦτο οὖν ζητεῖ, εἰ ἔστι τι χωριστὸν εἶδος παρὰ τὸ κοινὸν ἢ οὐδέν ἐστι παρὰ τὸ κοινόν, ἢ τῶν μέν ἐστι, τῶν δὲ οὐκ ἔστιν, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν εἶναι μήτε τῶν κακῶν μήτε δὲ τῶν τεχνητῶν. σύνολον δὲ λέγει τὸ συναμφοτερον.
[*](f.100r)[*](6 τά om. D 10 καθ᾿ αὑτὸ—διάκρισις (13) Alexundri sunt)p. 996a1 ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι.
Ἐντεῦθεν ζητεῖ περὶ τῶν κυρίως ἀρχῶν, καί φησιν ὅτι αἱ ἀρχαὶ ἆρα ὡρισμέναι ὑπάρχουσι τῷ ἀριθμῷ ἢ τῷ εἴδει; καὶ καταχρηστικῶς εἶπε τὸν ἀριθμόν· ἐπὶ γὰρ τοῦ πρώτου αἰτίου οὔτε μονὰς οὔτε δυὰς θεωρεῖται· ἐπέκεινα γάρ ἐστι καὶ τοῦ ἑνός, εἴ γε παρακτικόν ἐστι τοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τῆς δυάδος. ἰστέον οὖν ὅτι ὥρισται ὁ ἀριθμὸς τῶν νοητῶν καὶ οὐκ ἔστιν ἄπειρος· τὰ γὰρ πλησιαίτερον τῆς πρώτης ἀρχῆς μᾶλλον ἥνωνται, καὶ ὥς φησιν ὁ Πλωτῖνος, ὅτι μία μέν ἐστιν ἀρχή, πολλῶν δὲ προακτικὴ δυνάμενων, καὶ κατὰ τοῦτο θαυμάζεται, καθὸ μείζονα παράγει. καὶ τῷ εἴδει δὲ διάφοροι ὑπάρχουσι κατὰ τὴν ὑπόβασιν, οὐκ ἔστι δὲ ἄπειρα τὰ εἴδη αὐτῶν, ἀλλὰ καὶ αὐτὰ ὡρισμένα ὑπάρχουσι. ζητήσαι οὖν, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτιῶν, εἰ ὑπάρχουσι πεπερασμέναι, πότερον κατ’ εἶδός εἰσι μόνον πεπερασμέναι κατ’ ἀριθμὸν δὲ οὔ, ἢ καὶ κατ’ ἀριθμόν εἰσι πεπερασμέναι, ὡς εἶναι ἓν κατ’ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν τὴν ὕλην καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἡ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένα γε, ὡς ἔδειξεν ἐν τῶ πρὸ τούτου.
p. 996a1 Καὶ εἰ ἐν τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ.
Διπλῆ ἐξήγησις φέρεται τοῦ ῥησειδίου τούτου· μία μὲν τοιαύτη, εἰ ἐν τοῖς λόγοις, τουτέστι τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ. τὸ εἰδικόν, ὑποκείμενον δὲ τὸ ὑλικόν· ἢ ἐν τοῖς λόγοις ταῖς τῶν παλαιῶν δόξις, ὅτι καὶ οἱ παλαιότεροι πεπερασμένας ὑπέθεντο τὰς ἀρχάς, καὶ τὸ ὑποκείμενον δέ. καὶ ἀληθῶς οὕτως ἔχει ὅτι οὐχ ὑπάρχουσιν ἄπειροι αἱ ἀρχαί.
p. 996a2 Καὶ πότερον τῶν φθαρτῶν καὶ ἀφθάρτων.
Ἑτέραν ἀπορίαν κινεῖ ἐντεῦθεν γλαφυρωτάτην λέγων οὕτως, ὅτι ἆρά γε τῶν φθαρτῶν καὶ ἀφθάρτων μία ἐστὶν ἡ ἀρχή, ἢ τῶν μὲν ἀφθάρτων ἄφθαρτος, τῶν δὲ φθαρτῶν φθαρτή. λέγομεν οὖν ἡμεῖς, ὅτι πάντων καὶ τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων κυρίως ἄφθαρτός ἐστιν ἡ ἀρχὴ ἡ πρωτίστη πασῶν· πρώτως γὰρ αὕτη πάντα παράγει, καὶ διὰ μέσου τὰ οὐ. ράνια· τῶν δὲ ἀφθάρτων ὁμολογουμένως ἡ ἀρχὴ ἄφθαρτος, τουτέστι τῶν ψυχῶν καὶ τῶν οὐρανίων, ὥς φησι· προσεχῶς γὰρ ὁ θεὸς ταῦτα παράγει. τῶν δὲ φθαρτῶν καὶ ἄφθαρτός ἐστιν ἡ ἀρχὴ καὶ φθαρτή· ἄφθαρτος μὲν [*](8 ὁ Πλωτῖνος] cf. Enn. VI 9,6 11 ζητῆσαι—πεπερασμένα γε (16) Alexandri sunt 13. 14 καθ᾿ ἀριθμὸν—πεπερασμέναι desunt Alexandre 16 πεπερασμένον γε Alex.: πεπερασμέναι libri 31 ὁμολογουμένως scripsi: ὁμολογουμένων libri)
p. 996a4 ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀποριαν ἔχον·
Φησὶν ὅτι χαλεπωτάτη ἐστὶν ἀπορία καὶ δυσαντίβλεπτος ἡ περὶ τοῦ αὐτοόντος καὶ αὐτοενός, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλατῶν φασὶν εἶναί τι αὐτοὲν καὶ αὐτοόν, οὐχ ἕτερόν τι ἀλλ’ οὐσίαν τῶν ὄντων, ἐξ ἧς τὰ πάντα προάγονται. τοῦτο δὲ αὐτὸ καὶ ὁ Ἀριστοτέλης ὑποτίθεται, ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς τὰ πάντα προάγεσθαι. ὅτι γὰρ πάντα ἐκεῖθεν ἔχουσι τὴν ὑπόστασιν, φανερόν ἐστιν ἐκ τοῦ πάντα ἐπεστράφθαι πρὸς αὐτό· οὐκ ἂν δὲ ἐπεστρέφοντο, εἰ μὴ ἐκεῖθεν προῆλθον. τοῦτο δὲ οὐκ ἔχει ἑτερότητα ἐν ἑαυτῷ, ἀλλὰ ὑπὲρ τὴν ἑτερότητά ἐστι καὶ τὸ ὄν· ἡ γὰρ ἑτερότης ἐν τοῖς τῇδε θεωρεῖται. ἐφεξῆς φησι καὶ περὶ Ἐμπεδοκλέους, ὅτι ὑπετίθετο τὸ νεῖκος καὶ τὴν φιλίαν. τοῦτο δὲ ὡς Πυθαγόρειος· διὰ μὲν γὰρ τῆς φιλίας τὴν ἕνωσιν ἐδείκνυε, διὰ δὲ τοῦ νείκους τὴν διάστασιν, ἐπειδὴ ἐκεῖθεν προέρχεται καὶ ἡ ἕνωσις καὶ τὸ πλῆθος ἄλλοι δὲ ἀρχὰς τῶν ὄντων τὸ πῦρ ὑπετίθεντο, καθάπερ Ἡράκλειτος, διὸ καὶ μεγάλῳ πτώματι περιέπεσεν· ἢ ὕδωρ, καθάπερ Θαλῆς, ἀέρα Ἀναξιμένης.
[*](f.101r.)p. 996a9 λαὶ πότερον αἱ ἀρχαὶ καθόλου εἰσὶν ἡ ὡς τὰ καθ’ εκαστα των πραγμάτων·
Ἐντεῦθεν αὖθις ἑτέραν κινεῖ ἀπορίαν τοιαύτην, ὅτι πότερον ἡ ἀρχὴ καθόλου ἐστὶν ἢ καθ’ ἕκαστα. φαμὲν δὴ ἡμεῖς ὅτι ἡ πρωτίστη ἀρχὴ οὔτε καθ’ ἕκαστά ἐστιν οὔτε δὲ καθόλου. τὸ γὰρ καθ’ ἕκαστα ἐν ὕλῃ ἔχει τὸ εἷναι· ἄτομον γὰρ γίνεται τεμνόμενον ὑπὸ τῆς ὕλης· τὸ δὲ τοιοῦτο ἔνυλον εἶδός ἐστιν· ἡ δὲ πρώτη ἀρχὴ ἄυλος, εἴ γε παρακτική ἐστι τῆς ὕλης. ἀλλ’ οὐδὲ καθόλου ἐστὶν ἡ πρώτη ἀρχή· τὰ γὰρ καθόλου ἢ ἐν τῇ φύσει θεωρεῖται ἤγουν ἐν τῇ ψυχῇ. ἔχει γὰρ ἡ ψυχὴ τοὺς λόγους ἐν ἑαυτῇ τῶν πραγμάτων γνωστικούς, ἡ δὲ φύσις δημιουργικούς· ὁ δὲ θεός ἐστιν ὁ ἐνσπείρων ἐν ταῖς ψυχαῖς καὶ τῇ φύσει τοὺς λόγους τούτους τοὺς καθόλου· ὥστε καὶ ὑπὲρ τὸ καθόλου ἐστί, καὶ οὐδὲν δυνάμει ἐστὶ παρ’ αὐτῷ, ἀλλὰ ἐνέργεια ἄνευ δυνάμεως ἐπὶ τοῦ νοῦ, ἡ δὲ πρωτίστη ἀρχὴ καὶ ὑπὲρ ἐνέργειάν ἐστιν.
[*](1 ἄνθρωπος κτλ.] ef. Phys. B 2 p. 194b13 2 ὁ Τίμαιος] cf. Platonis Tim. p. 42E 4 φησι] foit. φυσικὸν 8 αὐτοέν libii 9 οὐσία libri 13 προσῆλθον D 28 οὔτε libri)p. 996a11 Ἔται δὲ πότερον ἄλλως ἢ κατὰ κίνησιν.
Ἡ πρωτίστη ἀρχὴ ἀρά γε ἀκίνητος ὑπάρχει ἢ κινουμένη; καὶ λέ- γομεν ὅτι τὰ μὲν νοητὰ ἀκίνητα ὑπάρχουσι, τὰ δὲ αἰσθητὰ κινούμενα, τουτέστι τὰ οὐράνια. πρὸς δὲ τούτοις ἄξιόν ἐστιν ἀπορῆσαι πότερον οἱ ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ. οὐ λέγει δὲ τοῦτο ὅτι ἄξιον ἀπορίας, πότερον ταῦτα τῶν ὄντων ἐστὶν ἢ οὔ· ὡμολόγηται γὰρ ὅτι τῶν ὄντων ὑπάρχουσιν· ἀλλὰ ἀπορεῖ ὅτι τὰ ἐν τῇ φαντασίᾳ περὶ ἀριθμῶν καὶ στιγμῶν καὶ τῶν ἄλλων τῶν εἰρημένων ἀρά γε οὐσία ὑπάρχει ἢ οὔ. καὶ φαμὲν ὅτι τὰ μὲν αἰσθητὰ πάντα οὐσίαι ὑπάρχουσι, τὰ μέντοι γε ἐν τῇ φαντασίᾳ οὐχ ὑπάρχουσιν οὐσίαι. καὶ εἰ ὑπάρχουσι, φησίν, οὐσίαι, ἄξιον ἀπορῆσαι πότερον κεχωρισμέναι τῶν αἰσθητῶν ἢ οὔ, ἀλλ’ ἐν τούτοις εἰσί. περὶ τούτων οὖν ἁπάντων οὐ μόνον χαλεπόν [*](f.101v) ἐστι τὸ εὐπορῆσαι λύσεως καὶ ἀληθείας, ἀλλ’ οὐδὲ τὸ ἀπορῆσαι καλῶς περὶ αὐτῶν εὐχερὲς ὑπάρχει.
p. 996a18 Πρῶτον μὲν οὖν περὶ ὧν πρῶτον εἴπομεν, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν.
Ἐκθέμενος τὰς ἀπορίας διὰ τῶν προλαβόντων τὰς περὶ τῆς πρώτης φιλοσοφίας ἐντεῦθεν πειρᾶται ἐφ’ ἑκάτερα ἐπιχειρεῖν καὶ ἀνασκευάζειν αὐτὰς καὶ κατασκευάζειν διὰ τὸ γυμνάσαι τὴν διάνοιαν. δεῖ δὲ ἡμὰς τὰ μὲν ἀληθῶς λεγόμενα ὑπ’ αὐτοῦ κρατῦναι, τὰ δὲ γυμνασίας χάριν διελέγξαι. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι οὐ κατὰ τὴν αὐτὴν τάξιν, καθ’ ἣν ἐξέθετο τὰς ἀπορίας, καὶ τὴν ἐπιχείρησιν ποιεῖται τὴν ἐφ’ ἑκάτερα, ἀλλὰ πολλάκις τὴν τρίτην ἀπορίαν τετάρτην τάττει καὶ τὴν τετάρτην, εἰ τύχοι, δευτέραν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἦν δὲ ἡ πρώτη ἀπορία τοιαύτη ὅτι ἆρά γε τῶν ἀρχῶν πλείους ἐπιστῆμαι ὑπάρχουσιν ἢ μία; δείκνυσιν οὖν ἐντεῦθεν ὅτι καὶ πλείους καὶ μία· πρότερον δὲ ὅτι πλείους δείκνυσι τοῦτον τὸν τρόπον. φησὶν ὅτι αἱ ἀρχαὶ οὐχ ὑπάρχουσιν ἐναντίαι, καθὸ ἀρχαί, καὶ μάλιστα αἱ πρώτισται, οἷον τὸ ποιητικὸν τὸ τελικόν, τὸ εἰδικὸν τὸ ὑλικόν. αἱ οὖν ἀρχαὶ οὐχ ὑπάρχουσιν ἐναντίαι; ἡ δὲ μία ἐπιστήμη τῶν ἐναντίων ἐστί· τῶν ἄρα ἀρχῶν οὐκ ἔστι μία ἐπιστήμη, ἐπειδὴ οὐδὲ ἐναντίαι ὑπάρχουσιν ἀρχαί. πῶς γὰρ δύναται τὸ ποιητικὸν τῷ τελικῷ εἶναι ἐναντίον, εἴ γε καὶ παράγει αὐτό. ἡ τὸ εἰδικὸν τῷ τελικῷ, εἴ γε καὶ συντρέχει αὐτῷ ; οὕτως τοίνυν δείκνυσιν ἁ Ἀριστοτέλης ὅτι πλείους ἐπιστῆμαι ὑπάρχουσι τῶν ἀρχῶν καὶ οὐ μία. φαμὲν δὲ ἡμεῖς συνηγοροῦντες τῇ ἀληθείᾳ κατὰ τὰ ἐπηγγελμένα, ‘ὅτι ὁ παραλογισμὸς γέγονε παρὰ τὴν μείζονα πρότασιν· τῶν μὲν γὰρ ἐναντίων ὁμολογουμένως μία ἐστὶν ἐπιστήμη, [*](f.102r) οὐκέτι δὲ τῶν μὴ ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη· ἐπί τινων γὰρ καὶ [*](30 οὐκέτι D οὔτε libri)
p. 996a18 Πρῶτον μὲν οὖν περιιὼν πρῶτον εἴπομεν.
Δεῖ ἡμᾶς, φησί, πρότερον ἐξετάσαι περὶ ὧν πρότερον ἠπορήσαμεν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων τὸ γινώσκειν πάσας τὰς ἀρχάς. [*](4. 5 ὁ Πλωτῖνος] Eun. 1 3, 3; ceterum illic legitur πίστεως ἀσωμάτου 9 φησι] cf. Plato Tim. p. 34 Α ; verba ipsa non sunt Platonis 10 locus corruptus: exspectes tale quid ὁ νοῦς ὁρῶν ἐν ἑαυτῷ τὰ νοητά κτλ. 11 ἐπεστραμμένον libri 12 ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ] B 5 p. 417 b 19sqq. 17 ἐξῃρημένον fortasse post αἴτιον (16) transferendum 20 φησιν] Metaph. Λ 10 p. 1076a4 21 οὐχ om. D 23 αὐτὸ scripsi cf. v. 30: ἑαυτὸ libri 24 προελθόντα scripsi: προσελθόντα libri 27 τῷ ποιητικῷ καὶ τῷ τελικῷ scripsi: τὸ ποιητικὸν καὶ τὸ τελικὸν libri 29 ἐπὶ δὲ scripsi: ἐπειδὴ libri 31 ἄτε δὴ] οὔτε δὲ D fort. ἑκάστῳ)
p. 996’121 Ἔτι δὲ πολλοῖς ὄντων οὐχ ὑπάρχουσι πᾶσαι.
Ἐντεῦθεν ἕτερον λόγον ἐπιφέρει, δι’ οὗ δείκνυσιν ὅτι τῶν ἀρχῶν οὐ μία ἐστὶν ἐπιστήμη ἀλλὰ πολλαί. καί φησιν οὕτως, ὅτι πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι αἱ ἀρχαί· τὰ γὰρ ἀκίνητα τῶν ὄντων οὐ δεῖται κινητικῆς αἰτίας. ἀκίνητα δὲ λέγει τὰ ἀγένητα καὶ ἄφθαρτα, φησί, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι καὶ τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἐστι, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἂν ἐν τοῖς ἀκινήτοις καὶ ἀγενήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι τὸ ποιητικόν [*](f.104r) αἴτιον. ἀλλ’ οὐδὲ τὸ τελικόν. καὶ τοῦτο ἐδήλωσεν εἰπὼν ἢ τὴν τοῦ ἀγαθοῦ φύσιν πῶς δυνατὸν εἶναι ἐν τοῖς ἀκινήτοις, εἴπερ πᾶν, ὃ ἂν ὑπάρχῃ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, φύσιν, διὰ γὰρ τὸ ἀγαθὸν πάντα τὰ ἄλλα γίνονται, οἷον φλεβοτομία διὰ τὴν ὑγείαν ἀγαθὸν δὲ ἡ ὑγεία) ναυτικὴ διὰ τὸ τρέφεσθαι ἀγαθὸν δὲ τὸ τρέφεσθαι), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων· ὥστε τὸ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τἆλλα γίνονται, αὐτὸ δὲ οὐδενός· τὸ δὲ τοιοῦτο τέλος ἀλλὰ μὴν τὸ τέλος καὶ <τὸ> τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς. ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ὑπάρχει, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἁπλῶς. τοῦτο γὰρ λέγοι ἄν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. διὸ καὶ ἐν τοῖς μαθήμασιν οὐδὲν δείκνυται διὰ ταύτης αἰτίας, τουτέστι τῆς τελικῆς, οὐδέ ἐστιν ἀπόδειξις οὐδὲ μία διότι βέλτιον ἢ χεῖρον, ἀλλ’ οὐδὲ τὸ παράπαν οὐδεὶς οὐδενὸς μέμνηται τῶν τοιούτων.. ποῖον· γὰρ τέλος τὸ λέγειν ὅτι αἱ τρεῖς γωνίαι τοῦ τριγώνου· δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι; καὶ διὰ τοῦτο Ἀρίστιππος ὁ σοφιστὴς προε- πηλάκιζεν, ὥς φησιν αὐτός, τὰ μαθήματα· ἐν μὲν γὰρ ταῖς ἄλλαις τέχναις [*](1 οὐκέτι D 3 ὧν διαφερόντων—ἐτͅιστήarι (9) Alexandri sunt ὄντων delevi Alexandrum secutus 6 ὁ λόγος Alex. 7 τὴν πρώτην εἰλημμένην πρότασιν Alex. 9 ὑγιὲς Alex.: ὑγιὴς libri 14 ἀκίνητα δὲ—κινητικόν (18) Alexandri sunt 17 ἄν εἴη ἐν Alex. 21 αὐτοῦ libri 24 ὡς ἀγαθὸν—εἶπε (31) Alexandri sunt 26 τὸ τινός γάριν Alex.: τίνος χάριν libri 29 et 30 αὐτοῦ libri 30 λέγοι Alex.: λέγει libri)
p. 996b1 Ἀλλὰ μὴν εἴ γε πλείους ἐπιστῆμαι αἰτίων.
Ἐντεῦθεν τῷ ὄντι μαρτυρεῖ καὶ συνηγορεῖ τῇ ἀληθείᾳ δεικνὺς ὅτι μία καὶ μόνη ἐπιστήμη ἐστὶ τῶν ἀρχῶν καὶ οὐ πολλαί. δείκνυσι δὲ τοῦτον τὸν τρόπον, λέγων οὕτως, ὅτι εἰ ὑποθώμεθα πλείους ἐπιστήμας τῶν ἀρχῶν καὶ ἔστιν ἑτέρα ἐπιστήμη ἑτέρας ἀρχῆς, οἷον ἄλλη μὲν τοῦ ποιητικοῦ αἰτίου, ἄλλη δὲ τοῦ τελικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἄδηλον ποία ἐστὶν ἡ σοφία, ἆρά γε ἡ εἰδυῖα τὸ τελικὸν αἴτιον ἢ ἡ εἰδυῖα τὸ ποιητικὸν ἤγουν τῶν ἄλλων τι αἰτίων, ὅπερ ἐστὶν ἄτοπον, καὶ τίς μάλιστά ἐστιν ἐπιστήμων, ὁ εἰδὼς τὸ ποιητικὸν αἴτιον ἢ ὁ εἰδὼς τὸ τελικὸν ἤγουν τῶν ἄλλων <τι> αἰτίων. ἄλλως τε δὴ δυνατόν ἐστι συντρέχειν ἅμα πάντα τὰ αἴτια, ὥστε ἐξ ἀνάγκης γινώσκειν τὸν αὐτὸν πάντα τὰ αἴτια, οἷον ὡς ἐπὶ οἴκου· ἔστι γὰρ καὶ τὸ ὑλικὸν αἴτιον τὰ πηλὰ καὶ οἱ λίθοι, καὶ τὸ εἰδικὸν αὐτὸς ὁ οἶκος, καὶ τὸ τελικὸν τὸ εἶναι σκέπασμα κωλυτικὸν ὄμβρου καὶ φθοράς, καὶ τὸ ποιητικὸν ὁ οἰκοδόμος·· καὶ πᾶσά ἐστιν ἀνάγκη εἰδέναι πάντα τὰ αἴτια, ἐπεὶ οὐκέτι ὁ ·τοιοῦτος ἐπιστήμων ὑπάρχει ἑνὸς τῶν αἰτίων ἀγνοου- μένου, εἴ γε δεῖ συντρέχειν τὰ τέσσαρα αἴτια. ἄλλως τε δὴ τὸ τελικὸν καὶ τὸ εἰδικὸν συντρέχουσι καὶ τῷ ἀριθμῷ· τὰ αὐτὰ ὑπάρχουσι, τῇ δὲ σχέσει διαφέρουσιν· εἰδικὸν μὲν γάρ ἐστιν ὡς πρὸς τὸ ὑποκείμενον, τελικὸν δὲ ὡς πρὸς τὸ ποιητικὸν αἴτιον, οἷον τὸ ζῷον λογικὸν θνητὸν ὡς μὲν πρὸς τὸν Σωκράτη τὸ ὑποκείμενον εἰδικόν ἐστιν αἴτιον, ὡς δὲ πρὸς τὴν φύσιν τελικόν· τοῦτο γὰρ τέλος τῆς φύσεως τὸ παραγαγεῖν τὸν Σωκράτη τοιοῦτον. τὸ δὲ ποιητικὸν τῷ τελικῷ κατ’ εἶδός ἐστι τὸ αὐτό, ἐξήλλακται δὲ κὰτ ἀριθμόν· ἀριθμόν· γὰρ ὁ Σωφρονίσκος τοῦ Σωκράτους κατ’ ἀριθμόν, κατὰ [*](f.105r) μέντοι γε τὸ εἶδος ὁ αὐτὸς ὑπάρχει· αἴτιον δέ φημι τὸ προσεχές. ἀπορεῖ οὖν, ὡς εἴρηται, τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πάντα τὰ αἴτια ἡγεῖσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὖν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τούτων τῶν αἰτίων ἔσται τοῦ πράγματος τοῦ προκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίᾳς ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι τὰ τέσσαρά ἐστιν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται τούτων; ὅπερ ἀδύνατον, διότι ἐπί τινων ἀδύνατον, μᾶλλον δὲ ἐπὶ πάντων, εἶναι ἐπιστήμονα τὸν μὴ γινώσκοντα τὰ [*](3 τὰς δὲ -- κακῶν (5) Alexandri sunt 15 τι addidi 18 τὰ πολλὰ D 28 τῷ τελικῷ scripsi : τοῦ τελικοῦ libH ol τίνα μάλιστα—ἔσται (37) Alexandri sunt 32 λέγεσθαι χρή Alex. 34 ὁ ποῖον εἰδὼς Alex., cf. 36. 37: ὁποῖον εἶὸος libri)
p. 996b8 Ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων.
Ἐντεῦθεν δείκνυσιν ὅτι ἕκαστον αἴτιον ἱκανόν ἐστι σοφίαν ἐμποιῆσαι γινωσκόμενον, ὡς εἴρηται αὐτῷ ἐν τῷ μείζονι Α. τοῦτ’ ἔστιν ὃ λέγει, ὅτι ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων ὲν τῷ μείζονι Α, τίνα χρή καλεῖν σοφίαν, ἔχει λόγον ἑκάστην τῶν ἐπιστημῶν σοφίαν προσαγορεύειν, καὶ τὴν εἰδυῖαν τὸ ποιητικὸν καὶ τὸ τελικὸν καὶ τὸ εἰδικόν. ἡ μὲν γὰρ ἀρχικωτάτη καὶ ἡγεμονικωτάτη, ᾗτινι ἀντειπεῖν τὰς ἄλλας ὥσπερ δούλας οὔσας δίκαιόν ἐστιν, ἡ τελική ἐστιν αἰτία καὶ τοῦ ἀγαθοῦ· ταῦτα γὰρ τὰ ἄλλα τοῦ ἀγαθοῦ ἕνεκα πράττονται, διότι πάντα ἐπέστραπται [*](f.105v) πρὸς τὸ ἀγαθόν. διό φησιν ὅτι καλῶς ἀπεφήναντο τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται. διότι τὴν ὑγείαν τελικόν φαμεν αἴτιον, καὶ πάντα τὰ ἄλλα δι’ αὐτό γίνεται οἷον † ποιμεντάριοι ἔφεσις βοτανῶν διάφορα ὄργανα τρούλλα καὶ ὅσα ἄλλα τοιαῦτα ἕνεκα τοῦ ἰατροῦ παραλαμβάνεται. ἐπειδὴ αὐτὸς ἐργάζεται, φησί, τὸ τελικὸν αἴτιον, τουτέστι τὴν ὑγείαν. ὥστε ἀναγκαῖον εἰδέναι μά· λιστα πάντων τὸ τελικὸν αἴτιον, καὶ ἀδύνατον εἶναι ἐπιστήμονα τὸν μὴ εἰδότα τὸ τελικὸν αἴτιον. ἐφεξῆς δὲ δείκνυσιν ὅτι ἀναγκαῖον εἰδέναι καὶ τὸ εἰδικὸν αἴτιον.
p. 996b13 Ἡ δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ.
Ἥτις, φησί, τῶν πρώτω καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη, τουτέστι τοῦ εἰδικοῦ αἰτίου. πολλαχῶς δυνατόν ἐστι γινώσκειν τὸ αὐτὸ καὶ καταφατικῶς καὶ ἀποφατικῶς· ἀποφατικῶς μέν, ὅταν εἴπω ῾σημεῖόν ἐστιν οὗ μέρος οὐδέν’, καταφατικῶς δὲ ῾εὐθειά ἐστιν ἧς τὰ πέρατα σημεῖα ὑπάρχουσιν. ἀκριβεστέρα τοίνυν καὶ ἀσφαλεστέρα ἐστὶν ἡ καταφατικὴ γνῶσίς τε καὶ ἐπιστήμη τῆς ἀποφατικῆς· αὐτῶν δὲ τούτων τῶν καταφατικῶν κυριωτέρα ἐστὶ γνῶσις ἡ τοῦ τί ἐστι, τουτέστιν ἡ τοῦ εἰδικοῦ· ἐρχόμενοι γὰρ εἰς ταύτην παυόμεθα τῆς ζητήσεως. οἷον διὰ τί μανθάνει ὅδε μουσικήν; ἵνα παιδευθῇ. διὰ τί δὲ ἵνα παιδευθῇ ; ἐπειδὴ λογικὸς ὑπάρχει. διὰ τί δὲ λογικός ἐστιν; ἐπειδὴ ἡ οὐσία αὐτοῦ τοιαύτη ὑπάρχει· καὶ ἐρχόμενοι εἰς τὸν ὁρισμὸν καὶ εἰς τὸ εἶδος ἀποπαυόμεθα τῆς ζητήσεως. ὥστε πᾶσά ἐστιν ἀνάγκη τὸν ἐπιστήμονα γινώσκειν [*](10. 11 ἐν τῷ μείζονι Α] c. 2 16 ταῦτα] fort. πάντα 17 φησιν] Eth. Nicom. A 1 p. 1094a2 18 διότι] fort. διὸ 19 locus corruptus διάφοροι libri 27 τὸ εἰδικὸν αἴτιον libri)
p. 996b22 Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις.
Φησὶν ὅτι καὶ περὶ τὰς γενέσεις τὰς ἄλλας καὶ τὰς πράξεις, καὶ καθόλου καὶ περὶ πᾶσαν μεταβολὴν τότε γινώσκομεν, ὅταν μάθωμεν τὴν ἀρχὴν τῆς κινήσεως, οἷον ὡς ἐπὶ ἰατρικῆς· φησὶ γὰρ ὁ ἰατρὸς ὅτι δεῖ ψῦξαι τοῦτον, ἐπειδὴ θερμὸς χυμὸς ἐνοχλεῖ τῷ μορίῳ, ἤγουν υγρᾶναι ἡ ξηρᾶναι. καὶ διὰ τί δεῖ ψῦξαι; ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. καταντήσαντες οὖν εἰς τὸν ὁρισμὸν παυόμεθα τῆς ζητήσεως. τοῦτο δὲ τὸ εἰδικὸν ἕτερόν ἐστι καὶ ἀντικείμενον τῷ τέλει, ἐπεὶ τὸ τέλος πράξεως ἐστι, τὸ δὲ εἶδος θεωρίας· ὡς πολλάκις δὲ μεμαθήκαμεν, ἡ ἀρχὴ τῆς θεωρίας γίνεται τέλος τῆς πράξεως, καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ τῆς θεωρίας.
p. 996b24 Ὥστε ἄλλης ἄν δόξειεν ἐπιστήμης εἶναι.
Ὁ Ἀλέξανδρος ῾οὐκ ἄλλης᾿ γράφει· φησὶ γὰρ ·ὅτι εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄλλης ἄν δόξειεν εἶναι ἐπιστήμης τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς, ἐπειδὴ ἕκαστον αὐτῶν ἀναγκαῖόν ἐστι καὶ πρὸς τούτοις καὶ συνεζευγμένα ἀλλήλοις ὑπάρχουσι. κἄν μὴ [*](f.106v) γράφηται δὲ ‘οὐκ ἄλλης᾿, δυνατόν ἐστιν ἵστασθαι ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ ἐστὶν ἄτοπον ἵνα ἔξωθεν ὑπακούσωμεν τὸ ὅπερ ἐστὶν ἄτοπον) διὰ τὰ εἰρημένα, ὅτι οὐ δυνατὸν πλείονας εἶναι ἐπιστήμας τῶν ἀρχῶν, ἀλλὰ μίαν, ὡς ὁ λόγος ἔδειξε.
Tούτοις οὖν φησι προσχρώμενος ὡς ἔστι πως καθ’ ἕκαστον αἴτιον επιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν, ὅτι εἰκότως ἕκαστον [*](4 fort. ποιῇ 27 οὐκ ἄλλης Alex. p. 142,10: οὐκ ἄλλη libri 30 συνεζευγμέναι ἀλλήλαις libri 36 ούτοιμαἴτια (p. 157,14) ex Alexandio hie addita sunt, quamquam pleraque ad superiora lemmata peiiiueut προσχρώμενος ὡς Alex.: προσχρωμένους libri)
p. 996b22 Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις.
Δείξας ὅτι δύναται ἡ σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δεί- κνυσιν· ἐν γὰρ πᾶσι τοῖς γινομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ αἰτίου γνῶσις, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν γνῶμεν τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ f.107v αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν τῆς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν, ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια, ὅτι τὸ μὲν προυπάρχει τοιοῦτον γὰρ τὸ ποιητικὸν αἴτιον), τὸ δὲ ὕστερον ἐπιγίνεται. ὥστε οὐκ ἔστιν ἄλλης ἐπιστήμης τὸ θεωρῆσαι περὶ τῶν αἰτίω εἰ μὴ μόνης τῆς σοφίας.
p. 996b26 Ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων.
Ὅπερ ζητεῖ διὰ τῶν νὺν λεγομένων παρ’ αὐτοῦ τοιοῦτόν ἐστιν. ζητεῖ, εἰ ἄρα μία ἐπιστήμη ἐστὶν ἡ γινώσκουσα τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν οὐσιῶν τῶν πραγμάτων, ἤγουν ἄλλη μὲν ἐπιστήμη γινώσκει τὰς οὐσίας τῶν πραγμάτων, ἄλλη δὲ τὰς ἀποδείξεις τὰς δεικνυούσας τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν. εἶτα λοιπὸν ἐφ’ ἑκάτερα ἐπιχειρεῖ κατὰ τὸ εἰωθὸς ἑαυτῷ ὁ φιλόσοφος, δεικνὺς ὅτι καὶ μία καὶ οὐ μία· καὶ πρότερον δείκνυσιν ὅτι οὐ μία. ἰστέον δὲ ὅτι μία ἐστὶν ἐπιστήμη. εἰ γὰρ ὑποθώμεθα ἄλλην μὲν ἐπιστήμην γινώσκειν τὰς οὐσίας τῶν πραγμάτων, ἄλλην δὲ τἀς ἀποδείξεις τὰς περὶ αὐτῶν, πρῶτον μὲν διαμαχήσονται πρὸς ἀλλήλας ἀμφότεραι αἱ ἐπιστῆμαι περὶ τῶν πρωτείων· τῷ ὄντι γὰρ ἄδηλόν ἐστι, ποία πρώτη ἐπιστήμη ὑπάρχει, ἆρά γε ἡ εἰδυῖα τὰς οὐσίας τῶν πραγμάτων ἤγουν ἡ τὰ ἀξιώματα καὶ τὰς ἀποδείξεις τἀς περὶ τῶν οὐσιῶν. ἄλλως τε δὴ εἰ ὑποθώμεθα τὰς μὲν οὐσίας εἰδέναι, τὰς δὲ ἀποδείξεις ἀγνοεῖν τὰς δεικνυούσας τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασι, συμβήσεται ἀνεπιστημόνως τοὺς ἐπιστήμονας γινώσκειν τὰς οὐσίας τῶν πραγμάτων, ἀγνοοῦντας τὰ καθ’ αὑτὸ ὑπάρχοντα ταῖς οὐσίαις. πῶς δὲ [*](f.108r) δυνατόν ἐστι γινώσκειν τὰς οὐσίας ἀγνοοῦντα τὰ ὑπάρχοντα ταῖς οὐσίαις; εἰ δὲ πάλιν ὑποθώμεθα γινώσκειν μὲν τὰς ἀποδείξεις, ἀγνοεῖν δὲ τὰς οὐσίας τῶν πραγμάτων, ἔσται ἡ γνῶσις διὰ κενῆς ὑπάρχουσα. εἰ δὲ αὐταὶ καθ’ αὑτὰς αἱ ἀποδείξεις ἀνύπαρκτοι ὑπάρχουσιν ἄνευ τῶν οὐσιῶν περὶ ὧν διαὅταν [*](10 ‘εἰδῶμεν ὅτι διὰ τὴν Alex. 20 εἰ oin. D 2(3 γινώσκει D 29 ὑπάρχῃ D)
p. 996b26 Ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν.
Ἐνταῦθα οὐ. μνημονεύει τῆς οὐσίας ὡς ἀνωτέρω μνησθείς, καὶ ὑποκατιὼν δὲ μνημονεύει τῶν οὐσιῶν. φησὶν οὖν ὅτι ἔχεται ἀπορίας καὶ ἀμφισβητήσεως περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν καὶ τῶν οὐσιῶν, πότερον μία ἐπιστήμη γινώσκει καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς πράγμασιν, ἤγουν πλείονες ἐπιστῆμαι, οἷον ὅτι ἔστι ψυχὴ καὶ ὅτι ἀθάνατος καὶ ἀίδιος ὑπάρχει ἡ λογικὴ δηλονότι. λέγω δὴ ἀποδεικτικὰς ἀρχὰς τὰς κοινὰς ἐννοίας. καὶ παρατίθεται πρότερον ἀξίωμα τὸ τῆς ἀντιφάσεως, καί φησιν ὅτι ἀδύνατόν ἐστι τὴν ἀντίφασίν ποτε συναληθεύειν ἢ συμψεύδεσθαι· ὡς γὰρ πολλάκις εἴρηται, ἐπὶ πάντων τῶν ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. καὶ ὥς φ·ησιν ὁ Πλατῶν, ὡς ὅτι οὐδὲν τῶν ὄντων καυχήσεται ἐκφυγεῖν τὴν ἀντίφασιν. καὶ ταῦτα μὲν οἱ περὶ τὸν Ἀριστοτέλη· εἰδέναι μέντοι γε χρὴ ὅτι τῶν ἀδυνάτων ἐστί ποτε συναληθεῦσαι τὴν ἀντίφασιν, συμψεύσασθαι μέντοι γε αὐτὴν οὐκ ἔστιν ἀδύνατον· ἐπὶ γὰρ τοῦ πρώτου οὔτε ἡ κατάφασις ἔχει χώραν οὔτε δὲ ἡ ἀπόφασις, εἴ γε ὑπερβέβηκε καὶ τὸ ὂν καὶ πᾶσαν ἔννοιαν ἀνθρωπίνην [*](f.108v) καὶ ἁπλῶς εἰπεῖν νοερὰν ἐνέργειαν. κἄν γὰρ λέγῃ ὁ Πλατῶν ὅτι τί μέν ἐστιν οὐκ οἶδα, τί δὲ οὐκ ἔστιν οἶδα, <οὐκ> ἤδη καὶ περιλαμβάνει αὐτὸ ἡ ἀπόφασις, ἀλλὰ μόνον ἀναίρεσιν δηλοῖ τῆς καταλήψεως, οὐ μέντοι γε λαμβάνεται, ὡς εἴρηται· ὑπὲρ πᾶσαν γάρ ἐστιν ἔννοιαν. εἶτα πάλιν ἕτερον ἀξίωμα τὸ λέγον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ὅτι οὐδὲν γίνεται, φησί, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἐπεὶ οὕτως, φησί, ἔσται πρότερον ἐνεργείᾳ τὸ μηδαμῇ μηδαμῶς ὂν τοῦ ὄντος, καὶ οὕτω κρεῖττόν ἐστι τὸ ἀνύπαρκτον τῆς ὑπάρξεως. καὶ πάλιν ὅτι οὐδὲν μάτην οὔτε ὁ θεὸς οὔτε δὲ ἡ φύσις ποιεῖ, καὶ ὅσα ἄλλα τοιαῦτα ὑπάρχει ἀξιώματα. διὰ μέντοι γε τοῦ εἰπεῖν οἷον ὅτι ἀναγκαῖον ἢ φάναι ἢ ἀποφάναι ἐδήλωσεν ὅτι οὐ δυνατόν ἐστι συμψεύσασθαι τὴν ἀντίφασιν, διὰ δὲ πάλιν τοῦ εἰπεῖν ἢ καὶ ἀδύνατον ἅμα εἶναι καὶ μὴ εἶναι ἐδήλωσεν ὡς ὅτι οὐ δυνατόν ἐστι τὴν ἀντίφασιν ἅμα συναληθεύειν. ἆρα οὖν, φησί, μία ἐστὶν ἐπιστήμη τούτων τῶν ἀξιωμάτων καὶ τῆς οὐ· σίας, ἢ ἑτέρα μὲν ἐπιστήμη τῆς οὐσίας, ἑτέρα δὲ τῶν ἀξιωμάτων; εἰ δὲ μή ἐστι μία ἐπιστήμη ἀλλὰ πλείους, ποίαν δεῖ κυρίως προσαγορεύειν ἐπιστήμην, τὴν γινώσκουσαν τὰς ἀρχὰς ἀγνοοῦσαν δὲ τὰ ἀξιώματα, ἢ τὸ ἀνάπαλιν ;
[*](9 ὑπαρχουσῶν libri 14. 13 ὥς φησιν ὁ Πλάτων] verba apud Platonem non legunlur; fort, respicit ad Soph. p. 258 D sqq. 20 ὁ Πλατῶν] cf. Ep. II p. 312 D sq. 21 οὐκ (ante ἤδη) addidi)p. 996b33 Μιᾶς μὲν οὖν οὐκ εὔλογον εἷναι· τί γὰρ μᾶλλον γεω· μετριας.
Ἐντεῦθεν ἄρχεται ἐπιχειρεῖν καὶ λέγειν ὅτι οὐ δυνατὸν εἶναι μίαν ἐπιστήμην τὴν γινώσκουσαν τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰ ἀξιώματα. αἱ γὰρ ἐπιστῆμαι κατὰ τὴν ἀπόδειξιν οὐ διαφέρουσιν ἀλλήλων· ὥσπερ γὰρ γεωμετρία ἀποδείκνυσιν, οὕτως καὶ ἀριθμητικὴ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. εἰ τοίνυν ὑποθώμεθα μίαν καὶ τὴν αὐτὴν ἐπιστήμην γινώσκειν καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις, ἐπειδὴ οὐ διαφέρουσιν [*](f.109r) ἀλλήλων αἱ ἐπιστῆμαι κατὰ τὰς ἀποδείξεις, συμβήσεται τὴν πρώτην ἐπιστήμην μὴ διαφέρειν τῶν ἄλλων ἐπιστημῶν τῶν κατὰ μέρος φημὶ δὴ γεωμετρίας καὶ ἀριθμητικῆς καὶ ὅσαι ἄλλαι τοιαῦται. εἰ οὖν ἐκεῖναι οὐκ ἴσασι τὰς οὐσίας τῶν πραγμάτων, φανερὸν ὅτι οὐδὲ ἡ πρώτη ἐπιστήμη οἶδε ἁ οὐσίας τῶν πραγμάτων. ἡ γὰρ γεωμετρία οἶδεν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ὅτι τὸ σημεῖον ἀμερές· οὐ μέντοι γε τὰς αἰτίας οἶδε καὶ τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος· ὥστε οὐδὲ ἡ πρώτη ἐπιστήμη. καὶ οὕτως ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν λέγοντες ὅτι τὸ μὲν συνημμένον τοῦ· συλλογισμοῦ ἔρρωται, ἡ δὲ πρόσληψις οὐδαμῶς ὑγιῶς ἔχει· τὸ γὰρ λέγειν ὅτι αἱ ἀποδείξεις, καθὸ ἀποδείξεις ὑπάρχουσιν, οὐδὲν ἀλλήλων διαφέρουσι, καὶ ὅτι ἀποδείξεσι κέχρηνται καὶ αἱ κατὰ μέρος καὶ αἱ πρῶται οὐκ ἄτοπον· τὸ δὲ λέγειν ἀλλὰ μὴν ὅμοιαι διὰ τοῦτο᾿ πάνυ ἐστὶν ἄτοπον. ἡ μὲν γὰρ πρώτη ἐπιστήμη οἶδε καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀρχὰς τῶν ἀποδείξεων, τὰς μὲν οὐσίας δι᾿ ὁρισμῶν, τὰς δὲ ἀποδείξεις διὰ τῶν ἀρχῶν διὰ τὰς εἰρημένας αἰτίας ἐν τῇ θεωρίᾳ· αἱ μέντοι γε κατὰ μέρος ἐπιστῆμαι τὰς μὲν ἀποδείξεις ἴσασι, τὰς δὲ ἀρχὰς οὐκ ἴσασιν· ἀρκοῦνται γὰρ τῇ δόξῃ τῆς πρώτης φιλοσοφίας. τοῦτο οὖν ἐστιν ὃ λέγει ὁ Ἀριστοτέλης, ὅτι εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι πρὸς τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδὲ μία τις τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχάς τε καὶ αἰτίας οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι [*](f.109v) αὐτοῖς. τὸ ἄρα δεύτερον. εἰρήκαμεν δὲ ὅτι ἡ πρόσληψις ἡμάρτηται· οὔτε γὰρ πᾶσαι ὁμοίως αὐτοῖς χρῶνται· ἡ γὰρ πρώτη καὶ τὰ ἀξιώματα οἶδε καὶ τὰς οὐσίας αὐτῶν· διὸ καὶ προϊὼν ἀποδείκνυσι τὴν ἀντίφασιν ἐν τῷ Γ. ἔστι καὶ οὕτως εἰπεῖν. εἰ ὁμοίως πᾶσαι αἱ ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἢ οὐδὲ αὐτῆι ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή (πᾶσαι [*](6 καὶ (post οὕτως) scripsi: γὰρ libri 26 εἰ πᾶσαι—δεύτερον (32) Alexandri sunt 27 κατὰ τὰ Alex. 28 et 29 αὐτοῖς Alex.: αὐταῖς libri 30 καὶ αἰτίας desunt Alexandro 34 αὐτῶν fort, delendum 34. 35 ἐν τῷ Γ] c. 4. 5 35 εἰ ὁμοίωςἂν εἴη (p. 160,5) Alexandri sunt 37 αὐτή (post ὡς) Alex.: αὐταί libri πᾶσαι γὰραὐτή (p. 160,2) om. Alex. vulg. : habet cod. L)
p. 997a3 Τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὄν καὶ νῦν γνωρίζομεν.
Τί σημαίνει ἕκαστον τῶν ἀξιωμάτων φανερὸν ἡμῖν ὑπάρχει. ἐπιστάμεθα γὰρ ἢ δι᾿ ὁρισμῶν ἢ δι᾿ ἀποδείξεως. καὶ τῶν οὖν ἀξιωμάτων [*](f.110r) εἴπερ ἔστιν ἐπιστήμη, ἤτοι τοῦ τί ἐστιν <ἕκαστον> αὐτῶν ἔσται δεικτικὴ ἢ ἀποδεικτικὴ ἢ] περί τινος τῶν ὑπαρχόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν αὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ κατὰ παντὸς <ἢ> ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης ἐπιστημης.
p. 997a5 Εἰ δὲ ἀποδεικτικὴ περὶ αὐτῶν ἐστι, δεήσει τι γένος εἶναι ὑποκειμενον.
Ὅ λέγει τ·οῦτό ἐστιν, ὅτι εἰ ὑποθώμεθα τά ἀξιώματα θηρᾶσθαι διὰ ἀποδείξεων, ἐπειδὴ πᾶν τὸ ὑποπῖπτον ἀποδείξει ἔχει καὶ ὑποκείμενον, ἔχει δὲ καὶ κατηγορούμενον, φανερὸν ὅτι χρεία ἐστὶν ἑτέρου ἀξιώματος πρὸς τὸ γενέσθαι ἀρχὴν ἀποδείξεως τῆς ἀποδεικνύσης τὸ ἀξίωμα, καὶ τοῦτο ἐπ᾿ ἄπειρον· καὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν, καθάπερ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ [*](2 περὶ τῆς οὐσίας Alex. 6 εἶναι τὸ scripsi: ἐστὶ libri 15 et 34 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α ὢ p. 84a1sqq. 19. 20 ἐπιστάμεθα—ἐπιστήμης (27) Alexandri sunt 21.22 ἤτοι—ἀποδεικτικὴ desunt Alexandro 21 ἕκαστον addidi 22 ἢ delevi 24 ἐπὶ παντὸς Alex. . ἢ ex Alexandro addidi 26 διδαξάσης Alex.)
p. 997a11 Ἀλλά μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων.
Ἐντεῦθεν πειρᾶται δεῖξαι τὸ ἀληθές, ὅτι μία καὶ ἡ αὐτή ἐστιν ἐπιστήμη τῶν οὐσιῶν, τουτέστιν ἡ γιν.ώσκουσα καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰ ἀξιώματα, τουτέστι τὰς ἀποδείξεις, καθάπερ ἐν τῇ θεωρίᾳ ἐξείξαμεν. φησὶ γὰρ ὅτι εἰ ὑποθώμεθα ἑτέραν μὲν ἐπιστήμην εἶναι τῶν οὐσιῶν καὶ ἑτέραν τῶν συμβεβηκότων, ταύταις μάχη γενήσεται, ποία ἄρα αὐτῶν ἐστι κυριωτέρα καὶ προτέρα, ἀρά γε ἡ τὰς οὐσίας γινώσκουσα ἤγουν ἡ τὰ συμβεβηκότα ταῖς οὐσίαις. καθόλου γὰρ μάλιστα καὶ πάντων ἀρχαὶ ὑπάρχουσι τὰ ἀξιώματα, ἐπειδὴ καὶ ἀρχαὶ γίνονται ἀποδείξεων. εἰ δὲ μή ἐστι τοῦ φιλοσόφου τοῦ πρώτου θεωρῆσαι περὶ τῶν ἀξιωμάτων καὶ εἰδέναι αὐτά, τίνος ἄρα ἄλλου ἔσται τὸ θεωρῆσαι περὶ αὐτῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; ζητεῖ οὖν ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτέρα καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. ὅτι δὲ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπιχειρεῖ. ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου· τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα κοινὰ πάντων καὶ καθόλου· ὥστε καὶ ἀρχαί, ἐπεὶ τὰ ἄλλα διὰ τῶν ἀξιωμάτων ἀποδείκνυνται. νῦν οὖν δείκνυσιν, ὡς εἴρηται, ὅτι εὔλογον τὸν φιλόσοφον διαλέγεσθαι περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεως ἀρχαί, δι᾿ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς [*](f.111v) πρῶτον δείκνυται. ἄτοπον γὰρ τὸ ἄλλον τινὰ λέγειν περὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. τὸ δὲ περὶ αὐτῶν λέγοιτο ἂν περὶ τῶν προτάσεων· ἐν αὐταῖς γὰρ καὶ τὰ ἀξιώματα. τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψεύδους διαλέγεσθαι παρὰ τὸν φιλόσοφον; ἐνδείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ ἀπλῶς φιλοσόφου γε.
p. 997a15 Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐπιστήμη ἐστὶν ἢ πλείους ἐπιστῆμαι.
Ἐπεὶ τῶν οὐσιῶν αἱ μὲν ὑπάρχουσι νοηταί τε καὶ ἀκίνητοι, αἱ δὲ αἰσθηταί τε καὶ ἐν κινήσει, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς [*](1 ὑπάρχοντα Alex.: ὑπάρχον libri καὶ addidi 7. 8 ἀπεδείξαμεν D 15 ζητεῖ—καθόλου (20) Alexandri sunt κυριωτάτη Alex. 18 εἰ ἡ Alex. 21 δείκνυσιν—γε (29) pleraque Alexandri sunt 22 διαλέγεσθαι deest Alexandre 24 δείκνυται, πραγματεύεσθαι, ὃ ἐνεδείξατο διὰ τοῦ δεῖξαι ὅτι ἄτοπον Alex. 25 ψεύδους πραγματεύεσθαι Alex. 25. 26 ἐν αἷς καὶ Alex. 27 διαλαμβάνειν Alex. δείκνυται Alex. 29 ἀλλὰ τοῦ φ. Alex. 32 ἐπεί—εὔλογον εἶναι (p. 163,4) Alexandri sunt)
p. 997a25 Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα.
Ὅ λέγει τοῦτό ἐστιν, ὅτι ἆρά γε ἡ παροῦσα θεωρία τὰς οὐσίας μόνας ζητεῖ ἢ καὶ τὰ συμβεβηκότα ταῖς οὐσίαις; οἷον εἰ τὸ στερεὸν οὐσία τίς ἐστι καὶ γραμμὴ καὶ ἐπίπεδα, πότερον τῆς αὐτῆς ταῦτα γνωρίζειν ἐστὶν ἐπιστήμης καὶ τὰ συμβεβηκότα περὶ ἕκαστον γένος, περὶ ὧν αἱ μαθηματικαὶ δεικνύουσιν, ἢ ἄλλης; εἰ μὲν γάρ τις ὑποθοῖτο τῆς αὐτῆς εἶναι, συμβήσεται καὶ ἡ τῆς οὐσίας ἐπιστήμη ἀποδεικτικὴ εἶναι, ὅπερ ἐστὶ παρὰ [*](f.113r) τὰ φαινόμενα· οὐ δυνατὸν γὰρ τῶν ὁρισμῶν εἶναι ἀποδείξεις. εἰ δὲ ἑτέρας, τίς ἐστιν ἡ θεωροῦσα περὶ τὴν οὐσίαν τὰ συμβεβηκότα; τοῦτο εὑρεῖν πάνυ χαλεπόν ἐστι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τῆς αὐτῆς ἐστι θεωρῆσαι καὶ τὰς οὐσίας καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, ἀλλὰ τὰς μὲν οὐσίας διὰ τῶν ὁρισμῶν, τὰ δὲ καθ’ αὑτὸ συμβεβηκότα διὰ τῶν ἀποδείξεων. ὁ γὰρ γεωμέτρης οἶδε καὶ τὸ τρίγωνον καὶ τὰ συμβεβηκότα τῷ τριγώνῳ· ὁμοίως [*](1 τὸν περὶ—εἰδέναι om. D οὗ τὸ Alex.: τοῦ A 2 τὰ ταύτῃ ὑπάρχοντα Alex.: τὸ ταύτῃ ὑπάρχον τὰ libri 6 addendum ex Alexandre ὑπάρχειν δεικνύμενα αὐτῷ 8 εἰ ἡ αὐτὴ Alex.: εἴη αὐτῆς libri 9 ἑκατέρα αὐτῶν desunt Alexandre 12 ἐνδεῖ Alex.: ἐν· δεῖ libri 15 ἡ μὲν λαμβάνουσα ὁριστική, ἡ δὲ ἀποδεικνύουσα ἀποδεικτική Alex. 22 τῆ θεωρία libri 28 τὴν αὐτὴν libri 29 ἀποδεικτικὴ corr. D: ἀποδεικτὴ A pr. D 30. ,31 ἕτερον libri)
p. 997a34 Ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον [*](f.113v) ἢ καὶ παρὰ ταύτας ἄλλας.
Ὅπερ ζητεῖ ἐνταῦθα, τοῦτό ἐστιν, ὅτι ἀρά γε αἱ αἰσθηταὶ οὐσίαι μόναι ὑπάρχουσιν ἢ καὶ ἕτεραι παρὰ ταύτας, τουτέστιν νοηταί; καὶ εἰ ὑπάρχουσιν ἕτεραι οὐσίαι παρὰ τὰς αἰσθητάς, πότερον μοναχῶς ἢ πλεοναχῶς; καί φησιν ὅτι πλεοναχῶς· φασὶ γὰρ ὑπάρχειν καὶ νοητὰς οὐσίας καὶ διανοητάς, περὶ ἃς καταγίνονται αἱ μαθηματικαὶ ἐπιστῆμαι. ἡ γὰρ γεωμετρία καταγίνεται περὶ τὸ εἶδος τοῦ κύκλου καὶ τοῦ τριγώνου τοὺ ἁπλῶς· ταῦτα δὲ πάντα διανοητὰ ὑπάρχουσι. διανοηταὶ δὲ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ. ἄμεινον οὖν ἦν αὐτὸν ζητῆσαι, ἆρα ὑπάρχουσιν ἕτεραι οὐσίαι παρὰ τὰς νοητάς· κυρίως γὰρ οὐσίαι αἱ νοηταὶ μόναι ὑπάρχουσι. ῾ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε᾿· ὥστε τὸ ἐναντίον ἔδει αὐτὸν ζητῆσαι, καθάπερ εἴρηται. ὅτι γὰρ ὑπάρχουσι νοηταὶ οὐσίαι φανερὸν ἐντεῦθεν. ὁ γὰρ νοῦς κεχωρισμένην ἔχει οὐσίαν τῶν αἰσθητῶν, ὡς δείκνυται ἐν τῷ Φαίδωνι, ὥστε καὶ χωριστὴν ἐνέργειαν καὶ κρείττονα τῶν αἰσθητῶν. εἰ οὖν μὴ μάτην ἔχει τὴν ἐνέργειαν ὁ νοῦς, δῆλον ὡς ὅτι ἀντιλήψεται τῶν νοητῶν. ὥστε ὑπάρχουσι πολλῷ μᾶλλον τῶν αἰσθητῶν τὰ νοητά. πρὸς τούτοις δέ φαμεν ὅτι καὶ νοηταὶ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ, καθ’ οὓς λόγους ποιεῖ τε πάντα καὶ προάγει· οὔτε γὰρ ἀλόγως ποιεῖ· [*](1 ἀπορήσας—ὑπάρχοντα (7) pleraque Alexaudri sunt 9 οἱ μὲν οὖν—ὑπάρχοντα (12) Alexandri sunt 11 αὐτάς τε ὁρίζεται καὶ τίνα ἐστὶν αὐτοῖς τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδείκνυσιν Alex. 12 ὁρίζεται addidi 25 περὶ scripsi: πρὸς libri 29 τὶ τὸ ὃν κτλ.] Plato Tim. p. 27 D 37 ποιεῖ τε scripsi : ποιεῖται libri)
p. 997a34 Ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον.
Καθάπερ εἴρηται, ἀπορητικῶς προέρχεται καί φησιν ὅτι ἀρά γε τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι δεῖ ὑπολαμβάνειν, ἢ καὶ παρὰ τὰς αἰσθητὰς ἄλλας οὐσίας; καὶ πότερον αἱ ἄλλαι οὐσίαι αἱ παρὰ τὰς αἰσθητὰς μοναχῶς ὑπάρχουσιν, ἢ πλείονα γένη τετύχηκεν ὄντα τῶν οὐσιῶν; οἷον οἱ λέγοντες τά τε εἴδη, τουτέστι τὰ νοητά, καὶ τὰ μεταξύ, τουτέστι τὰ διανοητά, περὶ ἃ διανοητὰ καταγίνονται αἱ μαθηματικαὶ ἐπιστῆμαι. περὶ γὰρ τοῦ εἴδους τοῦ τριγώνου διαλέγονται καὶ τοῦ κύκλου καὶ τῶν ὁμοίων, ἅτινα διανονητὰ ὑπάρχουσι· τὸ γὰρ εἶναι ἐν τῇ ἡμετέρᾳ ψυχῇ ἔχουσι. πότερον οὖν μοναχῶς εἰσιν αὗται, ἢ πλείω γένη τῶν τοιούτων οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς; <κατὰ> ταύτην γὰρ τὴν χώραν τὰ μαθηματικὰ ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καὶ ταῦτα λέγοντες εἶναι ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν οὐσιῶν καὶ τῶν ἰδεῶν.
p. 997b3 Ὡς μὲν οὖν λέγομεν αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις.
Ὡς ἰοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ὁ Ἀριστοτέλης φησὶ τὸ λέγομεν. ἱκανῶς οὖν ἀντείπομεν ἐν τῷ μείζονι Α πρὸς τὰς ἰδέας ἐλέγχοντες ὅτι οὔτε ἀριθμοὺς δυνατὸν λέγειν αὐτὰς οὔτε ἔτερόν τι τοιοῦτο, καὶ ὅσα ἄλλα εἴρηνται ἐν ἐκείνοις. καὶ πρὸς πάντα δὲ ἀπελογησάμεθα, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος, δεικνύντες ὡς ὅτι αἴτια ὑπάρχουσι τῶν τῇδε. οἱ γὰρ λόγοι οἱ δημιουργικοὶ παρακτικοὶ ὑπάρχουσι τῶν τῇδε καὶ οὐσίαι οὖσαι ἐν τῷ δημιουργῷ· οὔτε γὰρ αὐταὶ καθ’ αὑτὰς ὑπάρχουσιν ὥσπερ τὰ αἰσθητά. οὐ γὰρ τοῦτο ἔλεγεν ὁ Πλατῶν ὅτι ἄνθρωπός τίς ἐστιν [*](f.114v) καθ’ αὑτὸν ὑπάρχων ὁ ἔχων ὄνυχας καὶ τρίχας, καὶ ἵππος καὶ ὅσα ἄλλα τοιαῦτα , ἀλλὰ λόγους δημιουρηικοὺς ὑπετίθετο ὄντας ἐν τῷ δημιουρηῷ, καθ’ οὗς λόγους παράγει πάντα ἅπερ παράγει· οὐ γὰρ ἀλόγως ποιεῖ καθάπερ τὰ ἄψυχα. ὁ οὖν Ἀριστοτέλης διαμάχεται τοῖς κακῶς ἐκλαμβάνουσι τὰ τοῦ Πλάτωνος. καὶ ὅτι πρὸς τοὺς λέγοντας εἶναι ἄνθρωπον αὐτὸν καθ’ [*](16 πότερον—ἰδεῶν (21) Alexandri sunt 19 κατὰ addidi τοῖς μαθηματικοῖς Alex. 20 οὐσίας καθ’ αὑτὰς Alex. 21 ἰδεῶν Alex.: ἰδίων libri 22 λέγομεν τὰ εἴδη αἴτιά τε Aristoteles 24 διδασκαλίου D 32 ὁ ἔχων om. D)
p. 997b12 ἔτι δὲ τις παρὰ εἴδη καὶ τὰ αἰσθητὰ τὰ μεταξὺ θήσεται, πολλὰς ἀπορίας ἕξει.
Φησὶν ὅτι πολλὰς ἀπορίας ἕξει ὁ ὑποτιθέμενος παρὰ τὰς νοητὰς οὐσίας καὶ τὰς αἰσθητὰς πάλιν ἄλλας οὐσίας φημὶ δὴ τὰς μεταξύ, τουτέστι τὰς διανοητάς· πρὸς αὐτὰς γὰρ νῦν διαμάχεται. φανερὸν ὡς ὅτι ἔσονται καὶ γραμμαὶ διανοηταὶ καὶ αἰσθηταὶ καὶ νοηταὶ καὶ ἕκαστον τῶν ἄλλων γενῶν. ἐπεὶ οὖν ἡ ἀστρονομία τῶν μαθηματικῶν ἐστιν ἐπιστημῶν, αἱ δὲ μαθηματικαί, ὡς ἀνωτέρω εἰρήκαμεν, καταγίνονται περὶ τὰ διανοητά, δῆλον ὅτι ἔσται τις καὶ οὐρανὸς παρὰ τὸν αἰσθητὸν οὐρανόν, ἕτερος οὐρανὸς διανοητὸς καὶ ἥλιος καὶ σελήνη καὶ τὰ ἄλλα ὁμοίως τὰ κατὰ τὸν οὐρανόν. πῶς δὲ δυνατόν ἐστι τοῖς τοιούτοις λόγοις πιστεύειν; καθὸ μὲν γάρ ἐστιν οὐρανός, δεῖ αὐτὸν κινεῖσθαι, καθὸ δὲ διανοητός, ἔσται ἀκίνητος· ὥστε ὁ αὐτὸς [*](f.116r) καὶ κινούμενος καὶ ἀκίνητος, ὅπερ ἐστὶν ἀδύνατον. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι καὶ αἰσθητός ἐστιν οὐρανὸς ὁ φαινόμενος καὶ διανοητὸς ὁ λόγος τοῦ οὐρανοῦ ὁ ἐν τῇ ψυχῇ ἡμῶν ὑπάρχων· οὗτος δὲ ἀκίνητός ἐστι λόγος ὑπάρχων. ἔτι δὲ καὶ νοητὸς οὐρανὸς ὁ λόγος ὁ ἐν τῷ δημιουργῷ, καθ’ ὃν προήχθη ἐξ αὐτοῦ· ὁμοίως δὲ καὶ ἐπὶ ἡλίου καὶ σελήνης καὶ τῶν [*](1 ἐν τῷ μείζονι Α] c. 9 ὅσα ἐν τῷ πρώτῳ προσηπόρησε τῇ δόξῃ Alex. ἧττον ex Alexandro addidi 3 δὴ Alex.: δὲ libri ὒ. 9 μόνῳ τῷ αὐτὸ διαφέροντες Alex. 10 ἐφαρμόζειν φασὶν αὐτοὺς καὶ τούτοις· διοίσουσι δὲ μόνῳ τῷ ἀίδιοι εἶναι· τούτου γὰρ μηνυτικὸν εἶναι δοκεῖ τὸ προσκείμενον, ὅπερ· ἐστὶ τὸ αὐτό· ὥστε ἔσται κτλ. Alex. 11 πῶς—αἰσθητά desimt Alexandro 13 τὸ ἀίδιον αὐτῶν κατηγοροῦντες Alex. 15 αἰσθητὰ ἐποίουν ἀίδια Alex. ἄνθρωπόν τι ὃν ἡ Alex.)
p. 997b20 Ὁμοίως δὲ καὶ περὶ ὧν ἡ ὀπτικὴ πραγματεύεται.
Φησίν ὅτι καὶ ἡ ὀπτικὴ τῶν μαθηματικῶν ἐστιν ἐπιστημῶν· ὥστε ἔσται οὐ μόνον αἰσθητὴ ὄψις ἀλλὰ καὶ διανοητὴ καὶ νοητή. πῶς δὲ δυνατόν ἐστιν ὑποθέσθαι ὄψιν διανοητὴν ἤγουν αἰσθητήν; φαμὲν οὖν πρὸς τοῦτο ὅπερ αὐτὸς ὁ Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετεώροις, ὅτι οἱ ἐπὶ [*](f.116v) σμικρὸν βλέποντες * * * τῷ ὄντι γάρ ἐστι καὶ αἰσθητὴ ὄψις καθ’ ἣν ὁρῶμεν, ἔστι δὲ καὶ νοητή, καθ’ ἥν φαμεν ῾ νοῦς ὁρῇ καὶ νοῦς ἀκούει᾿· ἄνευ γὰρ νοῦ οὐδὲ τῶν αἰσθητῶν γίνεται ἀντίληψις. ἔστιν οὖν ὁ λόγος ὁ δημιουργικὸς ὁ καὶ εἰς τὸ εἶναι παράγων τὴν ὄψιν, ἔστι δὲ καὶ ὁ λόγος τῆς ὀπτικῆς αἰσθήσεως, καθ’ ἣν πολυπραγμονοῦμεν πῶς ὁρᾷ ὁ ὀφθαλμός. πάλιν τῶν μαθηματικῶν ἐστι καὶ ἡ ἁρμονική. ἔστιν οὖν καὶ αἰσθητὴ ἁρμονική, ἔστι δὲ καὶ διανοητὴ οἱ λόγοι τῆς ἀφράστου ἁρμονίας ἧς ἔχομεν ἐν τῇ ἡμετέρᾳ ψυχῇ· ἔστι δὲ καὶ νοητὴ ἁρμονία, καθ’ ἣν ἐδημιουρηήθη καὶ εἰς συναφὴν ἄκραν συνῆλθον τὰ στοιχεῖα ὑπὸ τῆς ἀφράστου καὶ ἐνθέου ἑνώσεως. λέγεται δὲ πάλιν ἁρμονία νοητὴ καὶ ἐπιστροφὴ τῶν νῶν τῶν κινούντων τὰς οὐρανίας σφαίρας πρὸς τὴν μίαν τῶν πάντων ἀρχήν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον εἶναι καὶ ταῦτα τὰ ἁρμονικὰ παρὰ τὰ αἰσθητὰ διὰ τὰς αὐτὰς αἰτίας, ἐπεὶ οὕτως συμβήσεται τὸ αὐτὸ καὶ κινούμενον καὶ ἀκίνητον, καθάπερ ἐπὶ τοὐ οὐρανοῦ εἴρηται, ὅπερ ἐστὶν ἀδύνατον. εἰ γάρ ἐστιν αἰσθητὰ μεταθὺ καὶ αἰσθήσεις, δὴλον <ὅτι> καὶ ζῷα ἔσονται [*](1 εἰ οὖν—ἀκίνητα εἶναι (11) ex Alexaudro sumpta initio paullum mutato 3 δηλονότι Alex.: δῆλον libri 4 ἕξουσι Alex. 5 ἡ delevi: έν τοῖς μαθηματικοῖς Alex. 8 μ. ἡ ἀστρολόγος Alex. 9 ἢ ἄλλο τι τῶν ἄστρων Alex. 12 δὲ] fort, γὰρ 13 αὐτοῦ libri 20 αἰσθητήν] an νοητήν? 22 lacimam indicavi: fort, respicit ad Meteorol. Γ 373 b 2 sqq. 23 vou; ὁρῇ κτλ.] Epicharm. fragm. v. 253 p. 144 Mullach 24 οὔτε libri 32 κινούντων scripsi: κινουσῶν libri 36 αἰσθήσεις scripsi: αἰσθήσεως libri ὅτι addidi)
p. 997b25 Ἀπορήσειε δ’ ἄν τις καὶ παρὰ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας.
Ἐντεῦθεν πάλιν ἀπορῶν ἕτερον ἔγκλημα ἐπιφέρει τοῖς ὑποτιθεμένοις εἶναι διανοητὰς οὐσίας αὐτὰς καθ’ αὑτὰς ὑπαρχούσας. φησὶν οὖν ὅτι ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ καταγίνεται· διὰ τοῦτο γὰρ καὶ γεωδαισία λέ- γεται, παρὰ τοὺς δασμοὺς τῆς γῆς · ἡ μέντοι γεωμετρία οὐ περὶ αἰσθητῶν διαλέγεται, ἀλλὰ περὶ τῶν ἐξ ἀφαιρέσεως. ἐπεὶ οὖν ἡ γεωδαισία περὶ αἰσθητὰ καταγίνεται, ταῦτα δὲ τὰ αἰσθητὰ φθαρτὰ ὑπάρχουσι, δῆλον ὡς ὅτι φθειρομένων τῶν αἰσθητῶν καὶ ἡ ἐπιστήμη ἡ ἔχουσα περὶ αὐτὰ φθείρεται. λέγομεν τοίνυν ἡμεῖς ὅτι εἰ μὲν περὶ ἓν αἰσθητὸν εἴη ἡ γεωδαισία καὶ ὡς ἐν ὑποκειμένῳ ἐθεωρεῖτο ἡ γεωδαισία, εὖ ἄν εἶχεν· ἐπειδὴ δὲ οὐκ ἔχει περὶ ἕν, ἀλλὰ κἀν τοῦτο φθαρῇ τὸ αἰσθητόν, φανερὸν ὅτι σώζεται ἕτερον, οὐ δεῖ λέγειν ὅτι συμφθείρεται ἡ ἐπιστήμη. τοῦτο οὖν φησιν ὅτι ἄξιόν ἐστιν ἀπορίας· ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας 〈περὶ τὰ〉 μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς γάρ, φησίν, ἔχει ἡ γεωδαισία πρὸς τὴν γεωμετρίαν, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας [*](f.117v) ὅρ·ους συγχεῖσθαι ὑπὸ τῆς τοῦ Νείλου ἀναβάσεως, τὴν δὲ γεωμετρίαν μὴ [*](3 ὁ αὐτὸς αὐτὸς—ζῴων εἶναι (16) Alexandri sunt 4 αὕτη Alex.: αὐτὴ libri 17 lemma in libris non distinguitur 21 et 23 γειωδαισία Α 30 ἐπεὶ—ἰατρικῆς (p. 171,3) Alexandri sunt περὶ τὰ ex Alexandre addidi 32. 33 ὡς δὲ παρὰ τὴν γεωδαισίαν φησὶ τὴν γεωμετρίαν εἷναι Alex. 36 ὅρους κεῖσθαι συγχεῖσθαι Alex.)
p. 997b34 Ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν.
Ὅ λέγει τοῦτό ἐστιν, ὅτι οὐδὲ τῶν αἰσθητῶν μεγεθῶν ἐστιν ἡ γεωμετρία. εἰ γὰρ περὶ τὰ αἰσθητὰ μεγέθη κατεγίνετο, φανερὸν ὅτι οὐκ <ἂν> εἶχεν ἀκρίβειαν λέγουσα ὅτι εὐθεῖα κύκλου κατὰ ἓν σημεῖον ἅπτεται· αἰσθητῶς γὰρ οὐχ ἅπτεται κατὰ ἓν σημεῖον, ἀλλὰ κατὰ πλείονα. ὥστε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν λαμβάνει τὰ εἴδη ἡ γεωμετρία, καὶ οὕτως αὐτὰ ἀκριβῶς πολυπραγμονεῖ. καὶ δῆλον ὅτι οὐκ ἔχει περὶ διανοητά, ὥς φασιν, ἀλλὰ περὶ τὰ ἐξ ἀφαιρέσεως. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν ὅτι ὡς ἔχει τὸ γνωστὸν πρὸς τὸ γνωστόν, οὕτως ἔχει καὶ ἡ γνῶσις πρὸς τὴν γνῶσιν. εἰ τοίνυν τὰ μὲν αἰσθητ·ὰ πρωτουργὰ ὑπάρχουσι, τὰ δὲ ἐξ ἀφαιρέσεως ἐκ τῶν αἰσθητῶν τὸ εἶναι ἔχουσι, κρεῖττον δὲ τὸ [*](f.118r) παράδειγμα τῆς εἰκόνος, φανερὸν ὅτι καὶ αἱ αἰσθήσεις ὡς πρωτουργοὶ κρείττονες ἔσονται τῶν ἐξ ἀφαιρέσεως· ὥστε καὶ ἡ γνῶσις κρείττων ἔσται ἡ καταγινομένη περὶ τὰ αἰσθητὰ τῆς καταγινομένης περὶ τὰ ἐξ ἀφαιρέσεως· καὶ οὕτως κρείττων ἔσται γεωδαισία γεωμετρίας, ὅπερ προφανῶς ἄτοπον. ὅτι γὰρ ἔχομεν τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτοῖς καὶ οὐκ ἐκ τῶν αἰσθητῶν, δῆλον ἐκ τοῦ καταγινώσκειν ἡμᾶς πάντων τῶν αἰσθητῶν, καὶ τοῦ κύκλου τοῦ αἰσθητοῦ καὶ τῶν ἄλλων ὁμοίως ἁπάντων τῶν αἰσθητῶν· εἰ δὲ ἦσαν παραδείγματα τὰ αἰσθητά, οὐκ ἄν ποτε αὐτῶν κατέγνωμεν. ἐφεξῆς οὗν δείκνυσιν ὡς ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· ἀδύνατον γὰρ τὸν περὶ αἰσθητῶν διαλεγόμενον· ἀκριβῶς διαλεχθῆναι· ἀλλὰ δῆλον ὡς ὅτι ἐξ ἀφαιρέσεως. ὁμοίως δὲ καὶ ἐπὶ γραμμῶν· οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦται ὑπάρχουσιν οἵας λέγει ὁ γεωμέτρης· οὐδὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον. ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ αἰσθητοῦ ἐπιπέδου οὐ κατὰ στιγμὴν ἅπτεται, καθάπερ φησὶν ὁ γεωμέτρης, [*](1 ἀλλὰ—εἷναι εἶναι desunt Alexandre 2. 3 οὕτω χρὴ καὶ ἐπὶ Alex. 13 φθειρομένων Aristoteles: φθειρομένη libri IG ἂν addidi 17 λέγουσα scripsi: λέγουσαν libri)
p. 998a7 εἰσὶ δὲ τινες οἵ ·φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν.
Φησὶν ὅτι ὑπάρχουσί τινες οἵτινες ὑποτίθενται διανοητὰς οὐσίας, φασὶ δὲ αὐτὰς εἶναι ἐν τοῖς αἰσθητοῖς. ἐροῦμεν πρὸς αὐτοὺς ὅτι εἰ ἄρα τὰς διανοητὰς οὐσίας ἐναποτίθεσθε ἐν τοῖς αἰσθητοῖς, διὰ τί μὴ καὶ τὰς νοητάς; τί γάρ ἐστι τὸ κωλῦον; πρὸς τούτοις δὲ συμβήσεται πρᾶγμα ἀκίνητον καὶ στερεὸν εἶναι ἐν κινουμένῳ· καὶ οὕτως δύο σώματα ἔσονται ἅμα ἐν τῷ αὐτῷ τόπῳ, ὅπερ ἐστὶν ἀδύνατον, ὁ αἰσθητὸς οὐρανός, εἰ τύχοι, καὶ ὁ διανοητός. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰσὶ δέ τινες οἵτινες λέγουσιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε αἰσθητῶν οὐσιῶν καὶ τῶν νοητῶν λέγει δὲ τὰς διανοητὰς οὐσίας), οὐ μὴν κεχωρισμένα ὑπάρχουσι τῶν αἰσθητῶν ἀλλ’ ἐν τούτοις εἰσίν. οἷς τὰ συμβαίνοντα ἄτοπα καὶ ἀδύνατα, πλείονος δὲ λόγου δεῖται καὶ οὐκ ἔστι τοῦ παρόντος καιροῦ· ἱκανὸν δὲ καὶ τὰ τοιαῦτα θεωρῆσαι καὶ εἰπεῖν. οὄτε γὰρ ἐπὶ τῶν διανοητῶν οὕτως ἔχειν εὔλογον μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν νοητῶν, ὡς ὅτι καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς ἔχουσι τὸ εἶναι. δεῖ γὰρ λόγου τινός, διότι ταῦτα μέν ἐστιν ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. συμβήσεται οὖν δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ εἶναι, τό τε μαθηματικόν ἔστιν γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, <εἰ> ἐκεῖνο ἐν τούτῳ <ἔσται>. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτως. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ ὄντα ἐν τόπῳ, εἴ γε καὶ αὐτὰ μεγέθη καὶ ἐν διαστάσει· καὶ ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ [*](f.119r) τὴν ἑαυτῶν ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν μὲν αὐτὰ εἶναι, [*](4 ἀλλ’ οὐδὲ — πλάτους (7) Alexandri sunt, qui praemittit vv. ἀλλ’ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανὸν 5 τοσαῦται libri addendum ex Alexaudro γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος 6 τὸν ἕλικα libri 8 ἀλλὰ addidi 22 νοητὰς D κεχωρισμέναι libri 27 δεῖ — τόπῳ εἶναι (p. 173,8) ex Alexandre sunt excerpta 30. 31 εἰ et ἔσται ex Alexandre addidi)
p. 998a20 Περί τε τούτων οὖν ἀπορία πολλὴ πῶς δεῖ θέμενον τυχεῖν τῆς ἀληθείας.
Ἐξ ἀρχῆς προέθετο εἰπεῖν περὶ πλειόνων προβλημάτων τοῦ προκειμένου βιβλίου, ἅτινα καὶ ἐξέθετο· καὶ ἐνταῦθα μὲν ἐφ’ ἑκάτερα ἐπιχειρεῖ, τὰς δὲ λύσεις ἐν τῷ Γ ἐπιφέρει. ἦσαν οὖν τῶν προβλημάτων τῶν ἐκτεθέντων ὑπ’ αὐτοῦ καὶ ἡ περὶ ταὐτοῦ ζήτησις καὶ ὁμοίου καὶ ἀνομοίου, παρέλιπε δὲ τὸν περὶ αὐτῶν λόγον ἐνταῦθα· λέγει δὲ ἀκριβῶς περὶ αὐτῶν ἐν τῷ Γ στοιχείῳ καὶ ἐν τῷ I. πρόκειται τοίνυν αὐτῷ ἐνταῦθα ζητῆσαι περὶ τῶν ἀρχῶν· καί φησιν ὅτι ἄξιον ἀπορίας, ποῖαι ἄρα μᾶλλον ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι, πότερον τὰ στοιχεῖα ἢ τὰ γένη. καὶ ἐπιχειρεῖ κατ’ ἀμφοτέρους τοὺς λόγους. εἰδέναι μέντοι γε χρὴ ὅτι καὶ τὰ στοιχεῖα καὶ τὰ γένη δύνανται εἶναι ἀρχαὶ τῶν ὄντων· ἀλλὰ τὰ μὲν στοιχεῖα ὡς ὑλικὰ αἴτια, οἷον τὰ τέσσαρα στοιχεῖα ἀρχαὶ ὑπάρχουσι τῶν σωμάτων ὡς ὑλικὰ αἴτια, τὰ μέντοι γε γένη τὰ πρώτιστα οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ ποιητικοὶ. ὑπάρχουσι καὶ παρακτικοὶ πάντων τῶν ὄντων. ἔχει δὲ καὶ ἡ ψυχὴ τούτους τοὺς λόγους, ἀλλὰ γνωστικῶς μόνον, οὐκέτι καὶ δημιουργικῶς. [*](f.119v) πάλιν ζητεῖ ὅτι εἰ ἄρα τὰ γένη ὑπάρχουσι στοιχεῖα τῶν ὄντων, πότερον τὰ καθόλου ἢ τὰ προσεχῆ. χρὴ μέντοι γε γινώσκειν ὅτι εἰ τὰ ἐπὶ τοῖς πολλοῖς λαμβάνομεν καὶ ὑστερογενῆ, τουτέστι τὰ ἐν τῇ φαντασία, μᾶλλον τὰ προσεχῆ ὑπάρχουσιν ὡς γὰρ εἴρηται ἐν Κατηγορίαις, μᾶλλον ἔστιν ἑλεῖν τὸν Σωκράτη ἐκ τοῦ εἰπεῖν ὅτι ἄνθρωπος ἡ ἐκ τοῦ εἰπεῖν ὅτι ζῷον· δύναται γὰρ καὶ ὁ ἵππος ζῷον εἶναι), εἰ δὲ τὰ πρὸ τῶν πολλῶν, δῆλον ὅτι καὶ ὁ ἀληθὴς λόγος ἔχει οὕτως, ὅτι δεῖ λαβεῖν τοὺς λόγους τοὺς δημιουργικούς, οἷον, εἰ τύχοι, τὸν λόγον τοῦ ζῴου, καθ’ ὃν παράγονται πάντα τὰ ζῷ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
p. 998a20 Περί τε τούτων οὖν ἀπορία πολλὴ πῶς θέμενον.
Φησὶν ὅτι πολλή ἐστιν ἀπορία καὶ περὶ τῶν φθασάντων, εἴτε μόνη ἐστὶν αἰσθητὴ οὐσία εἴτε καὶ ἄλλη τις παρὰ ταύτην, καὶ εἰ ἔστιν ἄλλη, [*](1 εἶναι ex Alexandro addidi 2 γε Alex.: τε libri ὄντα γε καὶ καθ’ αὑτά. ἀλλ ἐπὶ τούτοις τοῖς προειρημένοις Alex, 3. 4 καὶ τούτοις Alex. 11 τοῦ προκειμέ νου—προβλημάτων (13) om. D 28 ἐν Κατηγορίαις] 5 p. 2b31 sqq.)
p. 998a28 ἔτι δὲ τῶν 〈σωμάτων〉 καὶ οἱ πλείω λέγοντες στοιχεῖα.
Ὄτι ἀρχαὶ τῶν ὄντων τὰ στοιχεῖα ὑπάρχουσι, κέχρηται μάρτυρι ’Εμπεδοκλεῖ εἰρηκότι τὰ τέσσαρα στοιχεῖα καὶ τοῖς ἄλλοις φυσιολόγοις τοῖς εἰρηκόσιν ἓν εἶναι στοιχεῖον ἀρχὰς τῶν ὄντων, οἷον ῾Ηρακλείτῳ ἢ ’Αναξιμένει καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι πρὸς τούτοις δὲ τῶν σωμάτων καὶ οἱ οἱ πλείω πλείω λέγοντες εἶναι στοιχεῖα καὶ οἱ ἕν, ἐξ ὧν σύγκειται ται καὶ ἐξ ὧν συνέστηκεν ἀρχὰς λέγουσιν εἶναι, οἷον ’Εμπεδοκλῆς πῦρ καὶ ὕδωρ καὶ τὰ μετὰ τούτων στοιχεῖα, τουτέστιν ἀέρα καὶ γῆν, ἐξ ὧν ἐστι τὰ ὄντα ἐνυπαρχόντων· οὔτε γὰρ ὡς γένη τῶν ὄντων [*](f.120v) ὑποτίθεται αὐτά, ἀλλ’ ὡς στοιχεῖα. πρὸς δὲ τούτοις καὶ τῶν ἄλλων εἴ [*](6 πρώτων Aristoteles: πρῶται libii 14 κενῶς Α 18 καὶ προσεκβληθεισῶν κτλ.] cf. Euclid, elem. Α 5 19 αἱ] μὴ D 21 ἐπὶ τῆς αὐτῆς κτλ.] cf. Euclid, elem. Α 7 22 ἴσαι ἐκατέρα ἑκατέρᾳ οὐ συσταθήσονται πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τἂ αὐτὰ μέρη τἄ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις Euclid. 1. 1. 28 σωμάτων addidi coll. v. 32. 33 29 κέχρηται scripsi: κέχρηνται libri)
p. 998b4 Εἰ δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν.
Δείξας ὅτι ἀρχαὶ τῶν ὄντων τὰ στοιχεῖα, ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι μᾶλλον τὰ γένη ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων. εἰ γάρ, τῇσί, τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοὶ τὸ εἶναι ἔχουσιν ἐκ γενῶν καὶ διαφορῶν, δῆλον ὅτι τὰ γένη ἀρχαὶ εἶεν ἂν τῶν ὄντων. χρὴ μέντοι γε γινώσκειν ὅτι εἰ μὲν τὰ πορρωτέρω γένη λέγει, τῷ ὄντι ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ, οἱ λόγοι οἱ δημιουργικοὶ οἱ ἐξῃρημένοι· ἐπεὶ δυνατὸν εἰπεῖν ὅτι καὶ τὸ γένος καὶ ἡ διαφορὰ στοιχεῖα τοῦ ὁρισμοῦ ὑπάρχουσιν, ἐπειδή ἐξ αὐτῶν σύγκειται ὁ ὁρισμός. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν αὐτῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν ὑπάρχουσιν, ἀνάγκη πᾶσα καὶ τῶν ὁριστῶν ἀρχὰς εἶναι τὰ γένη· ἕκαστον γὰρ γνωρίζομεν διὰ τῶν ὁρισμῶν. ἡ οὖν ἐπιχείρησις. δυνάμει τοιαύτη ἐστίν. εἰ ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα [*](f.121r) ἐκείνου ἀρχή κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ καὶ αὐτὰ εἰδέναι) ἐκ δὲ τῶν ὁρισμῶν γινώσκομεν ἕκαστον τῶν ὄντων, οἱ ὁρισμοὶ ἄρα ἀρχαί. ἀλλὰ μὴν πάλιν αὐτῶν τῶν ὁρισμῶν τὰ γένη ἀρχαί· ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. ὥστε καὶ τῶν ὁριστῶν ἀρχαὶ τὰ γένη ὑπάρχουσι.
p. 998b6 Κἂν εἰ ἔστι τὴν τῶν ὄντων λαβεῖν ἐπιστήμην.
Ἐπιστήμονες γινόμεθα τῶν πραγμάτων τὰ εἴδη θηρῶντες· ἕκαστον γὰρ τῶν ὄντων κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται, τὸ δὲ εἶδος οὐκ ἔστιν ἑλεῖν ἄνευ τοῦ γένους, ὡς εἴρηται ἐν τῇ εἰσαγωγῇ Πορφυρίου, εἴ γε τῶν πρός τι ὑπάρχουσιν· ὥστε καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι τὰ γένη ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τότε γινώσκομεν τὰ ὄντα, ὅταν λάβωμεν τὴν τῶν εἰδῶν ἐπιστήμην, ἐπειδὴ κατὰ τὰ εἴδη τὰ [*](2 ὁ ἐστι δίποδας] fort. ἐξ ὧν ἐστιν, πόδας 3 ἐκ] ἐπὶ libri 5 καὶ γὰρ—γένηται (10) Alexandri sunt 22 ἡ οὖν—λῆψις (27) pleraque Alexandri sunt 23 εἰ deest Alexandro 26 ἀλλὰ μὴν — γένη ἀρχαί desunt Alexandre, qui post λῆψις (27) habet ὥστε τὸ γένος ἀρχή 27 ἀρχὴ scripsi : ἀρχαὶ libri 32 ἐν τῇ εἰσαγωγῇ Πορφυρίου] p. 15,16 sqq. Busse)
p. 998b9 Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα.
Ὅτι γένη ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων, μάρτυρα παράγει Πλάτωνα καὶ τοὺς Πυθαγορείους. φησὶ γὰρ ὅτι ἀρχὰς τῶν ὄντων ἔλεγον ἐκεῖνοι τὸ ἓν τὸ ὂν καὶ τὴν δυάδα, καὶ γένη ταῦτα ὑπετίθεντο. δῆλον δὲ ὅτι συμβολικῶς τὸ μὲν ἓν ὡς προακτικὸν τῶν πάντων, τὸ δὲ ὂν ὡς αἴτιον τῆς τῶν πάντων ὑποστάσεως, τὴν δὲ δυάδα ὡς αἰτίαν τῆς προόδου. τοῦτο [*](f.121v) οὖν ἐστιν ὃ λέγει, ὅτι φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι. κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖ ὁ Πλατῶν τὸ ἓν καὶ τὴν δυάδα καὶ τὸ ὄν. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων τοιοῦτον δὲ κατὰ τὸ εἶδος), τὸ ἓν αὐτοῦ καὶ τὸ ὃν κατηγορεῖ· καθ’ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ παρὰ τοῦ ὑποκειμένου ἐστί, παρὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρὸν αὐτοῦ κατηγορεῖ.
p. 998b11 Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν ἀρχάς.
Ἀδύνατον διχῶς ὑποτίθεσθαι ἀρχάς καὶ λέγειν ὅτι καὶ γένη καὶ στοιχεῖα· ἡ γὰρ ἀρχὴ ἕν τι πρᾶγμά ἐστιν, οὐ δυνατὸν δὲ ἑνὸς πράγματος δύο ὁρισμοὺς ἀποδοῦναι. ὁ γὰρ κυρίως ὁρισμός, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς, εἷς ἐστι. λέγομεν δὲ ἡμεῖς ὅτι τῷ ὄντι κατὰ ταὐτὸν οὐ δυνατὸν πράγματος εἶναι δύο ὁρισμούς, κατ’ ἄλλο μέντοι γε ᾇ ἄλλο οὐδέν ἐστιν ἄτοπον· ἑτέρα γάρ ἐστιν ἡ ὑλικὴ ἀρχὴ καὶ ἕτερος ὁ ὁρισμὸς ὅτι ἐκ ξύλων καὶ λίθων, καὶ ἕτερος πάλιν ὁρισμὸς ὁ ἐκ τοῦ εἴδους, τὸ σκέπασμα κωλυτικὸν ὄμβρου καὶ φθορᾶς. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι οὐ δυνατόν ἐστι διχῶς ὑποτίθεσθαι τὰς ἀρχάς. ὁ μὲν γὰρ λόγος τῆς οὐσίας τοῦ πράγματος εἷς ἐστιν, ἕτερος δέ ἐστιν ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν καὶ ὁ λέγων ἐξ ὧν ἐστιν ἐνυπαρχόντων, τουτέστι καὶ ἕτερος ὁ τῶν στοιχείων ὡς αρχων· ὥστε ἔσονται του αὐτοῦ πράγματος ουο ὁρισμοὶ, ὅπερ ἐστὶν ἀδύνατον.
[*](15 γένεσιν ex Aristotele scripsi; γενέσθαι libri 17 καθ’ ὅσον—μικρὸν (20) Aleandri sunt 18 κατηγορεῖται Alex. 19 μεταβολῇ ἑώρα τὸ ὑποκείμενον, κα τοῦτο κτλ. Alex. 24. 25 ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς] Alexandrum secutus ad Anal, post, transfert, quae Top. Z 4 p. 141 a35 leguntur; cf. Bouitz ad Alex. p. 159 29. 30 ἀδύνατον D)p. 998b14 Πρὸς δὲ τούτοις εἰ καὶ ὅτι μάλιστα.
Κἂν ὑποθώμεθα τὰ γένη ἀρχὰς εἶναι τῶν ὄντων, πάλιν ἔτι ἄπορος τὰ πρῶτα καὶ ἐξῃρημένα, ἤγουν τὰ ἔσχατα καὶ προσεχῶς κατηγορούμενα τῶν ἀτόμων. καὶ δῆλον ὅτι κυρίως τὰ πρῶτα, τουτέστι τοὺς λόγους τοὺς δημιουργικούς, τὸ ἀπλῶς ζῷον. ἄξιον οὖν ζητήσεως πότερον τὰ ἀνωτάτω [*](f.122r) γένη χρὴ τίθεσθαι ἀρχὰς καὶ τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ τὰ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἅπερ ἄτομα εἴδη καλεῖται. γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει.
p. 998b17 Εἰ μὲν γὰρ ὅτι τὰ καθόλου μᾶλλον ἀρχαί.
Φησὶν ὅτι ἐὰν ὑποθώμεθα ἀρχὰς εἶναι τῶν ὄντων τὰ καθόλου, δῆλον ὡς ὅτι τὰ ἀνωτάτω λαμβάνομεν τῶν γενῶν· ταῦτα γὰρ λέγεται κατὰ πάντων, καὶ ἐφ’ ὅσων λέγονται τὰ προσεχῆ, λέγονται καὶ ταῦτα, ἐφ’ ὅσων δὲ ταῦτα, οὐ λέγονται τὰ προσεχῆ· ὥστε μᾶλλον ταῦτα γένη ὑπάρχουσι τὰ πορρωτάτω. τοσαῦταί ἄρα ἔσονται ἀρχαί, ὅσα καὶ γένη πρῶτα· οἷον εἰ δέκα γένη τῶν κατηγοριῶν, φανερὸν ὅτι καὶ δέκα ἀρχαὶ ἔσονται τῶν ὄντων. ὥστε ἔσται τε ὂν καὶ τὸ ἓν ἀρχὴ καὶ οὐσία· ταῦτα γὰρ κατὰ πάντων μάλιστα λέγεται τῶν ὄντων, ὡς ἐδείξαμεν. εί γὰρ εἴη ταῦτα πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη. ταῦτα ἄν εἶεν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων.
p. 998b22 οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε ἓν οὔτε τὸ ὄν.
Ἐζήτῃσεν ἄρα πόσα δεῖ καλεῖν ἀρχὰς τῶν ὄντων, πότερον τὰ γένη ἢ τὰ στοιχεῖα· καὶ ἐπεχείρησεν ἐφ’ ἑκάτερα δεικνὺς ὅτι οὔτε τὰ γένη οὔτε δὲ τὰ στοιχεῖ, γυμναστικῶς προσάγων τὸν λόγον. ἐντεῦθεν οὖν πάλιν ζητεῖ, εἰ ἄρα τὰ γένη ὑποθώμεθα ἀρχὰς τῶν ὄντων, πότερον τὰ πορρωτάτων γένη δεῖ ἡμᾶς ὑποτίθεσθαι ἢ τὰ προσεχῆ. καὶ πρότερον γυμναστικῶς προιὼν ἐπιχειρεῖ δεικνύναι ὅτι οὐ δυνατὸν τὰ πόρρω, ἔπειτα δὲ ἀναιρεῖ κ·αὶ τὰ προσεχῆ. καὶ ὕστερον αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος δείκνυσιν ὅτι μᾶλλον τὰ πορρωτάτω ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων· τέως δ’ οὖν ὅτι οὔκ εἰσιν ἐπιχειρεῖ δεῖξαι. καὶ προάγει τὸν λόγον τοῦτον τὸν τρόπον. φησὶν ὅτι εἰ ὑποθώμεθα τὰ πορρωτάτω γένη ἀρχὰς εἶναι τῶν ὄντων, πᾶσά ἐστιν ἀνάγκη, ὅσα τὰ γένη ὑπάρχουσι, τοσαῦται καὶ αἱ [*](f.122v) ἀρχαί· εἰ δέκα τὰ γένη, καθάπερ αὐτός φησι, δέκα καὶ αἱ ἀρχαί. ποῖα οὖν μᾶλλον δοκεῖ γένη εἶναι τῶν ὄντων., φανερὸν ὅτι τὸ ἓν καὶ τὸ ὄν, ἐπειδὴ ταῦτα διὰ πάντων τῶν ὄντων πεφοιτήκασι· πάντα γὰρ τὰ ὄντα [*](6 πότερον—λέγει (9) Alexaudri sunt 18 εἰ γὰρ—ὄντων (20) Alexandri sunt)
p. 998b22 οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε τὸ ἓν ουτε το ὂν.
Oὐκ ἐκ παραλλήλου λέγει τὸ ἕν, ἀλλὰ δεῖ προσυπακούειν τὸ κοινόν· οὐ δυνατόν, φησί, τῶν ὄντων ἓν κοινὸν γένος εἶναι τὸ ὂν καὶ τὸ ἕν, καθάπερ καὶ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ἀνάγκη μὲν γὰρ τὰς διαφορὰς ἑκάστου γένους καὶ εἶναι καὶ μίαν εἶναι ἑκάστην· πᾶσα γὰρ διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ·ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ αἱ τοῦ ὄντος διαφοραί, εἰ γένη ταῦτα τό τε ὂν καὶ τὸ ἕν, ταῦτα] καὶ ἑκάστη αὐτῶν ἔσται ἓν καὶ ὄν. ἀλλ’ εἰ ὂν καὶ ἓν ἑκάστη τοῦ ὄντος διαφορά, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνὸς κατηγοροῖτο ἄν τῶν οἰκείων διαφορῶν τὰ γένη αὐτῶν καθ’ αὑτῶν. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι. καθόλου δὲ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὃν εἶδος πολλαχῶς γὰρ τὸ εἶδος) τῆς οἰκείας κατηγορεῖται διαφορᾶς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὥσπερ τὸ λογικὸν τοῦ ἀνθρώπου, τὸ δὲ ἐπ’ ἔλαττον λεγόμενον τοὐ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι. διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερον, ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. [*](f.124r) ἔτι μόριον ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ καὶ ἑκάστη τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ [*](23 πᾶσα γὰρ—μερῶν (p. 180,1) Alexandri sunt 25 ἔσται ex Alexandro scripsi, qui habet εἰ γένη ταῦτα, καὶ ἓν ἑκάστη αὐτῶν καὶ ὃν ἔσται: πᾶσι libri ταῦτα delevi 26 εἰ τὸ ὃν καὶ ἓν ἑκάστῃ Alex. 27 αὐτῶν καθ᾿ αὐτῶν desuut Alexandro)
p. 998b26 Ὥστε εἴπερ τὸ ὂν γένος.
Φησὶν ὅτι εἰ ὑποθώμεθα τὸ ὃν ἢ τὸ ἓν γένος, οὐδεμία διαφορὰ οὔτε τὸ] ὂν οὔτε τὸ] ἓν ἔσται, ἐπεὶ συμβήσεται εἶναι αὐτὰς καθ’ αὑτάς, τουτέστι τὴν λογικότητα καὶ τὰς ἄλλας διαφοράς, ὅπερ ἐστὶν ἀδύνατον· καθ’ αὑτὰς γὰρ αἱ διαφοραὶ οὖσαι ἀνύπαρκτοί εἰσιν. εἰ οὖν ταῦτα ὑποθώμεθα γένη, οὐκ ἔσονται διαφοραί. αἱ οὖν τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄνια οὔτε ἑκάστη αὐτῶν ἓν ἔσται, τουτέστιν οὐδὲ μία διαφορὰ οὔτε ὃν οὔτε ἓν ἔσται (πᾶσαι ὄντος ἔσονται), ὅπερ ἄτοπον. εἰ οὖν μὴ ἀνῄρηνται αἱ διαφοραί, οὐ γένη ταῦτα ὑπάρχουσιν.
p. 998b27 Ἀλλὰ μὴν εἰ μὴ γένη, οὐδὲ ἀρχαὶ ἔσονται.
Ἐντεῦθεν δείκνυσι συλλογιζόμενος ἐν δευτέρῳ σχήματι ὅτι εἰ μὴ γένη ταῦτα, οὐδὲ ἀρχαὶ ὑπάρχουσιν· αἱ ἀρχαὶ γένη, τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, οὐκ ἄρα ἀρχαὶ τὸ ὂν καὶ τὸ ἕν. λέγομεν οὖν ὅτι ἡμάρτηται ἡ καταφατικὴ [*](f.124v) πρότασις ἡ λέγουσα ὅτι αἱ ἀρχαὶ γένη. τὶς γὰρ ἀρχή ἐστι γένος· οὔτε γὰρ πᾶσαι ἀρχαὶ γένη· οὐδέπω γὰρ καὶ ἡ ὑλικὴ ἀρχὴ γένος ὑπάρχει.
p. 998b28 Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα.
Ἀσθενὴς ἡ ἐπιχείρησις ἡ δεικνύουσα νῦν ὅτι οὐ γένη τό τε ἓν καὶ τὸ ὄν. τὸν δὲ λόγον οὕτως προφέρει. φησὶ γὰρ ὅτι τὰ μεταξὺ συλλαμβανόμενα γένη ὑπάρχουσιν, οἷον τὸ ζῷον πτηνὸν καὶ τὸ πεζὸν δίπουν· ὥστε εἰ ὑποθώμεθα γένος τὸ ὂν καὶ τὸ ἕν, ἔσονται καὶ αἱ διαφοραὶ αὐτῶν γένος μετ’ αὐτῶν μέχρι τῶν ἀτόμων, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὁρῶμεν τὸ τοιοῦτο γινόμενον· νῦν δὲ τὰ μὲν δοκεῖ ἐν τούτοις ἔχειν, τὰ δὲ οὐ δοκεῖ. οὐδὲ γὰρ καὶ ἐπὶ τῶν στερήσεων, οἷον τὸ δίπουν ζῷόν ἐστι γένος, οὐδέπω δὲ καὶ τὸ ἄπουν ζῷον· στέρησις γάρ ἐστι τὸ ἄπουν. φαμὲν οὖν [*](1 ἀλλ’ οὐδὲ—κατηγορεῖν (8) Alexandri sunt 3 περιέχωνται Alex. 5 τε etiam Alex.: γε recte Bonitz 12 τὸ utrobique delevi coll. v. 17 15 αἱ οὖν—ἄτοπον (18) Alexaudri sunt 17 ἔσται Alex.: ἐστὶ libri 24 αἱ om. D 26 τὰ om. D)
p. 998b30 Πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη.
Πάλιν ἑτέρα κατασκευὴ ὅτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ὑπάρχουσιν ἤπερ τὰ γένη. αἱ γὰρ διαφοραί, φησίν, εἴδει ἀναλογοῦσι, τουτέστι τὸ λογικόν, τὸ δὲ γένος ὕλῃ ἀναλογεῖ, ὡς εἴρηται ἐν̣ τῇ εἰσαγωγῇ Πορφυρίου· μᾶλλον δὲ τὸ εἶδος ἀρχὴ ἤπερ ἡ ὕλη, ὥστε μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ὑπάρχουσιν ἤπερ τὰ γένη. εἰ δὲ ὑποθώμεθα ἀρχὰς εἶναι τὰς διαφοράς, ἄπειροι ἔσονται αἱ ἀρχαί· ἄπειροι γάρ εἰσιν αἱ διαφοραί, ἄλλως τε κἄν τις ἀρχὴν ὑποθῆται εἶναι τὴν πρώτην, τουτέστι τὸ ὂν ἤγουν τὸ ἕν. οὕτως γὰρ ἄπειροι τῷ ὄντι ἔσονται ἀρχαί, ἐάν τις ὑποθῆται διαφορὰς πάντων τῶν ἐμψύχων, τουτέστι βοτανῶν μυρίαι ὅσαι ὑπάρχουσι, καὶ ἀψύχων πάλιν ὁμοίως. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι τὸ γένος τὸ ἐξῃρημένον ἕν [*](f.125r) ἐστι καὶ οὐκ ἄπειρον, ἐξ οὗ τὰ ἄλλα πάντα προέρχονται· λοιπὸν ἐκεῖθεν προερχόμενα ἄπειρα γίνονται, καὶ ἔστι θαυμάσαι τὴν ἀέναον πηγὴν ἐκείνην τὴν ἀεὶ μὲν χορηγοῦσαν καὶ μηδέποτε ἐπιλείπουσαν· τοῦτο δὲ αὐτῇ προσγίνεται ἐκ περιουσίας δυνάμεως. καλῶς δὲ προστέθεικεν ὁ Ἀριστοτέλης εἰπὼν ἄλλως τε κἄν τις πρῶτον γένος ἀρχὴν τιθῇ. ἐὰν γὰρ λάβωμεν προσεχὲς γένος, οὐ γίνονται ἄπειροι αἱ διαφοραί, οἷον τὸ προσεχὲς τὸ ζῷον· ὀλίγαι γάρ εἰσιν ὑπ’ αὐτὸ διαφοραί· ὁ δὲ Ἀριστοτέλης ὡς πρὸς τὸ ὂν τὴν ἐπιχείρησιν ἐποίησεν. εἴρηται δὲ ὅτι καὶ τὸ γένος, ὅπερ ἐστὶν ἀρχή, τὸ ἐξῃρημένον ἕν ἐστι· λοιπὸν ἐξ αὐτοῦ προιᾶσιν αἱ διαφοραὶ ἄπειροι οὖσαι. ὥστε οὐκ ἄπειροι αἱ ἀρχαί, ἐπεὶ τῷ ὄντι οὕτως οὐκέτι ἔσονται ἀρχαί.
p. 999a1 Ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν.
Ἑτέρα ἐπιχείρησις, καί φησιν ὅτι μᾶλλον ἀρχοειδές ἐστι τὸ ἕν, ἓν δὲ κυρίως ἐστὶ τὸ ἀδιαίρετον· μᾶλλον οὖν τὸ εἶδος ἀρχὴ ὡς ἀδιαίρετον ἤπερ τὸ γένος· ὁ γὰρ ἄνθρωπος οὐ διαιρεῖται ὥσπερ τὸ ζῷον εἰς τὰς οἰκείας διαφοράς. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι καὶ κατὰ τοῦτο ἔστι θεάσασθαι τὴν δύναμιν τοῦ γένους καὶ τὴν ὑπερβολὴν τῆς δυνάμεως τῆς οὐσίας, ἐπειδὴ οὐ δαπανᾶταί τι ἐξ αὐτοῦ τοσούτων ἀπογεννωμένων καὶ προεχρομένων ἐξ αὐτοῦ. ἐξ οὗ δέ τι ἀπογεννᾶται καὶ προέρχεται, ἐκεῖνο μᾶλλον γένος θετέον ἤπερ τὸ μηδὲν ἀπογεννῶν. ἅπαν οὖν, [*](2 γενῶν om. D 3 ἐλέγετο κτλ.] cf. Alex. p. 161,21 Bz. qui tamen alio spectat 9 ἐν τῇ εἰσαγωγῇ Πορφυρίου] p. 11,12 sqq. Busse 10 ἀρχαὶ scripsi: γένη libri 18 ἀένναον Α corr, D 22 οἷον—διαφοραί (23) om. D)
p. 999a6 Ἔτι ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν, οὐχ οἷοντε.
Ὅπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. τοῦτο οὖν λέγει ὁ Ἀριστοτέλης, ὅτι [*](f.125v) ἐν οἷς τοπρότερον καὶ τὸ ὕστερον κατηγορεῖται, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα, τουτέστι τὸ κοινῶς κατηγορούμενον τούτων οὐκ ἔστιν γένος. οἷον ἐπειδὴ ἡ δυὰς πρώτη ἐστὶ τῶν ἀριθμῶν, καὶ ἡ τριὰς καὶ ἐφεξῆς, οὐκ ἔστι τις ἀριθμὸς παρὰ τὰ εἴδη τῶν ἀριθμῶν, <ὃς> γένος ὑπάρχει τῶν ἀριθμῶν, 〈ἐπεὶ〉 τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖται ἐν τοῖς ἀριθμοῖς. ὁμοίως δὲ οὐδὲ σχῆμά ἐστι παρὰ τὰ εἴδη τῶν σχημάτων, ἐπειδὴ καὶ ἐν αὐτοῖς θεωρεῖται τὸ πρότερον καὶ τὸ ὕστερον· φαμὲν γάρ, εἰ τύχοι, πρότερον εἶναι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ ἐφεξῆς. εἰ τοίνυν ἐπὶ τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, σχολῇ γε ἐπὶ τῶν ἄλλων, τουτέστιν οὐδαμῶς ἐπὶ τῶν ἄλλων, τὸ κοινῶς κατηγορούμενον γένος ἐπεὶ ἐπεὶ τούτων μᾶλλον δοκοῦσιν εἶναι γένη, τουτέστι τῶν σχημάτων καὶ τῶν ἀριθμῶν. ἐν δὲ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον· οὔτε γὰρ ἵππον πρότερόν φαμεν ἀνθρώπου ἢ ἄνθρωπον ἵππου· καὶ διὰ τοῦτο τὸ κοινῶς κατηγορούμενον γένος ἐστί, τουτέστι τὸ ζῷον.
p. 999a13 Ἔτι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, ἀεὶ τὸ βέλτιον πρότερον.
Ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι οὐδὲ τὰ κυρίως νομιζόμενα γένη ὑπάρχουσι, τουτέστι τὸ ζῷον ἤ τι τοιοῦτο. ὅπου μὲν γὰρ θεωρεῖται τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, αὐτὸ τὸ βέλτιον πρότερον, ὥστε πρότερος ὁ ἄνθρωπος τοῦ ἵππου· ἐν οἷς δὲ τὸ πρότερον καὶ ὕστερον θεωρεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ὥστε οὐδὲ τοῦτο ἂν εἴη γένος. οὐκ ἄρα ἔστι δὲ] γένος τὸ ζῷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου· ἔστι γὰρ προτέρου τρόπος καὶ τὸ βέλτιον, <ὡς> ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἐδείχθη· ἐν πᾶσι δὲ τοῖς γένεσιν ἔστι τὸ μὲν βέλτιον, τὸ δὲ χεῖρον τῶν εἰδῶν. ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον τὰ ἄτομα <εἴδη>, ἐπειδὴ τῶν ὑπ’ [*](f.126r) αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον.
[*](1 διαιρετόν libri 12 καὶ] fort, εἶτα 13. 14 ὃς et ἐπεὶ addidi 29 τὸ δὲ—τὸ βέλτιον om. D πρότερον D 32 δὲ delevi ἔστι—ὕστερον (36) Alexandri sunt 33 ὡς addidi ἐν Κατηγορίαις] 12 p. 14b4 35 ἀρχή Alex. vulg.: ἀρχαί libri et Alex. cod. L, qui tamen antea οὐδὲ habet εἴδη ex Alexandre addidi)p. 999a14 Ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ατομων.
Ἐκ τῶν εἰρημένων λόγων μᾶλλον φαίη ἄν τις τὰ ἐπὶ τῶν ἀτόμων τᾶι ἐν τοῖς ὑπ’ αὐτὰ ἀτόμοις τὸ πρότερον καὶ τὸ ὕστερον.
p. 999a16 Πάλιν δὲ πῶς αὖ δεῖ ταύτας ὑπολαβεῖν ἀρχάς, οὐ ῥᾴδιον.
Ἐντεῦθεν αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος δείκνυσιν ὅτι μᾶλλον τὰ γένη ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι, τὰ ἐξῃρημένα δῆλον· καὶ τοῦτο σαφῶς ἐνδείκνυται. τί γάρ; φησὶν ὅτι δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν εἶναι κεχωρισμένην παρὰ τὰ πράγματα, ὧν ἐστιν ἀρχή, καὶ δύνασθαι χωριζομένην εἶναι αὐτῶν· τοῦτο δέ ἐστι τὸ παρὰ τὰ καθ’ ἕκαστα ὑπάρχον, τουτέστι τὸ καθόλου. καὶ δεῖ σημειώσασθαι ὅτι φησὶ ῾δεῖ τὴν ἀρχὴν τὴν παρακτικὴν κεχωρίσθαι τῶν πραγμάτων, ὧν ἐστιν ἀρχή᾿· ὥστε οἶδε καὶ αὐτὸς τὰς ἰδέας καὶ τοὺς λόγους τοὺς δημιουργικοὺς τῶν πραγμάτων ἐξῃρημένους καὶ χωριστοὺς ὄντας. τί γάρ; φησὶν ὅτι δεῖ εἶναι τὴν ἀρχὴν καθόλου καὶ κεχωρίσθαι τῶν αἰσθητῶν· εἰ δὲ τοῦτο, τί ἄν τις ὑπολάβοι πλὴν ὅτι καθόλου κατηγορεῖται καὶ κατὰ πάντων; ἀλλὰ μὴν εἰ διὰ τοῦτό ἐστιν ἀρχή, διὰ τὸ καθόλου κατηγορεῖσθαι καὶ κατὰ πάντων τὸ εἶδος, τὰ μᾶλλον καθόλου καὶ προσεχῆ ὄντα τῇ μιᾷ τῶν πάντων ἀρχῇ μᾶλλον θετέον ἀρχάς· ὥστε κυρίως ἀρχαὶ τὰ πρῶτα ἂν εἴησαν γένη ὡς κατὰ πλειόνων κατηγορούμενα μᾶλλον καὶ προακτικὰ τῶν πάντων καὶ προσεχῆ τῇ μιᾷ τῶν πάντων ἀρχῇ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενόν ἐστιν ἡ [*](f.126v) γνῶσις, ὅπερ καθόλου εἰ μὴ εἴη, οὐδ’ ἄν γνῶσις αὐτῶν δύναται γενέσθαι. εἰ δὲ ἡ ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναι τὸ κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσονται. τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἡ τὸ πρῶτον, ὃ γένος ἐστίν.] ἐντεῦθεν, ὡς εἴρηται, ἐπιχειρεῖ λέγων ὅτι οὐδὲ τὰ ἄτομα δύνανται εἶναι ἀρχαί. ἡ δὲ ἐπιχείρησίς ἐστι τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τὸ οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς εἶναι ἐκείνου, οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δυνατὸν εἶναι καθ’ αὑτὸ καχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστα. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ αὑτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, [*](12 ὑπάρχον scripsi: ὑπάρχειν libri 23 εἰ μὲν οὖν—ἐστίν (30) Alexandri sunt, qui ea verba proximo lemmati subicit: eademque fere infra (p. 184,6 sqq.) iterum leguntur 30 fort, ante ἐντεῦθεν lemma πάλιν δὲ—ῥᾴδιον repetitura erat 31 ἡ δὲ ἐπιχείρησις — κατηγορεῖται (p. 184,2) Alexandri sunt 33 οὐ Alex.: οὐκ libri)
p. 999a24 Ἔστι δὲ ἐχομένη τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη.
Ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι οὐχ ὑπάρχουσι μόνα τὰ αἰσθητὰ πράγματα. εἰ γὰρ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητὰ ἐν τοῖς οὖσιν, ἐπειδὴ ἄπειρα ταῦτα ὑπάρχουσι, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις, φανερὸν ὡς ὅτι ἀναιρεθήσεται γνῶσις καὶ ἐπιστήμη, εἰ μή τις κατὰ τὸν Πρωταγόραν εἰς τὸ αὐτὸ περιαγάγοι τὴν αἴσθησιν καὶ τὴν ἐπιστήμην. τῶν γὰρ καθόλου ἐστὶν ἡ γνῶσις καὶ ἡ ἐπιστήμη καὶ οἱ ὁρισμοί, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· τὰ δὲ καθόλου οὐκ ἔστιν αἰσθητὰ ἀλλὰ μᾶλλον νοητά. ὥστε εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, ἀναιρεῖται γνῶσις καὶ ἐπιστήμη, ὡς εἴρηται. πρὸς τούτοις δὲ καὶ μάτην ἔσται ὁ νοῦς, εἴ γε ὁ νοῦς τῶν καθόλου ἀντιλαμβανεται. ὥστε ἀναγκαῖον εἶναί τι παρὰ τὰ καθ᾿ ἕκαστα [*](f.127r) τὰ γένη ἤτοι τὰ ἔσχατα ἢ τὰ πρῶτα. τοῦτο δέ, φησί, ὅτι ἀδύνατον εἶναι ἄρτι διηπορήσαμεν. καὶ καλῶς προσέθηκε τὸ διηπορήσαμεν· τῷ ὄντι γὰρ ἠπόρησε μέν, οὐκ ἤλεγξε δέ· τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται.
p. 999a24 Ἔτι δὲ ἐχομένη τούτων ἀπορία.
Ἐμνήσθη καὶ ταύτης τῆς ἀπορίας ἀνωτέρω· οὐκ ἐφεξῆς δὲ αὐτῶν μνησθεὶς ἐνταῦθα συνέταξεν αὐτὰς εἰκότως, ὡς ἔχονται ἀλλήλων, ὥς φησιν αὐτός· μετὰ γὰρ τὸ διαπορῆσαι περὶ τῶν γενῶν τῶν πόρρω καὶ τῶν ἐσχάτων, ἐφεξῆς ἀπορεῖ καὶ περὶ τῶν αἰσθητῶν. ἡ οὖν ἐχομένη, φησί, τούτων ἀπορία πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη εἰς τὸ θεωρῆσαι, περὶ ἧς ὁ λόγος τῆς προσεχῶς εἰρημένης, ὅτι κυρίως γένη τὰ πόρρω ὑπάρχουσιν. εἰ γὰρ μηδὲν ὑποθώμεθα εἶναι παρὰ τὰ καθ᾿ ἕκαστα, ταῦτα δὲ ἄπειρα ὑπάρχουσιν, ἀναιρεθήσεται ἐπιστήμη, ἐπειδὴ τὰ καθ᾿ ἕκαστα, ὡς εἴρηται, ἄπειρα ὑπάρχουσι, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις. καθὸ γὰρ ἕν τι καὶ ταὐτὸν ὑπάρχει, καὶ ᾗ καθόλου ὄντα τὰ πράγματα, οὕτως αὐτὰ γνωρίζομεν, οἷον τὸν καθόλου ἄνθρωπον ὡς ἕν τι γνωρίζομεν, καὶ τὸν καθόλου ἵππον πάλιν ὡς ἕν τι γνωρίζομεν. ὡς γὰρ εἴρηται, ἡ ἐπιστήμη τῶν καθόλου ὑπάρχει, καὶ καθὸ ἕν τί ἐστι τὰ πράγματα, οὕτως αὐτὰ γνωρίζομεν. ἡ οὖν γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ᾿ ἕκαστα γίνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτό ἐστι πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὃ εἰ μὴ εἴη, οὐδ᾿ ἄν γνῶσις αὐτῶν δύναται γενέσθαι. εἰ δὲ εἴη ἐπιστήμη, δῆλον ὡς ὅτι καὶ τὰ καθόλου ὑπάρχουσιν. εἰ οὖν τοῦτο ἀναγκαῖόν ἐστι καὶ δεῖ τι εἶναι παρὰ τὰ καθ᾿ ἕκαστα, ἀναγκαῖον [*](9 γὰρ om. D 10 ἡ (post καὶ) om. D 34 καὶ ταὐτὸ Alex.: καθ᾿ αὑτὸ libri)
p. 999a32 Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης.
Ὅπερ ἀπορεῖ διὰ τῶν ἐνταῦθα λεγομένων, τοιοῦτόν ἐστιν, ὅτι εἰ ὑποθέμεθα εἷναι χωριστὸν εἶδος αὐτὸ καθ’ αὑτὸ χωρὶς τοῦ συνθέτου, πᾶσά ἐστιν ἀνάγκη ἢ πάντων εἶναι χωριστὰ ειοη τί) γενητῶν, καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν καὶ τῶν κακῶν ἀπλῶς, ἤγουν τινῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ. καὶ ο.ὐκ ἔστι παρὰ ταῦτα, καὶ τῷ ὄντι ἐστὶν ἄφυκτος ἡ διαίρεσις. φαμὲν τοίνυν ἡμεῖς ὅτι μόνων τῶν κατὰ φύσιν ὑπετίθεντο εἶναι ἰδέας. ὡς γὰρ εἴρηται ἐν τῷ μείζονι Α, οὔτε τῶν κακῶν λόγους ὑπετίθεντο οὔτε δὲ τῶν παρὰ φύσιν οὔτε τῶν τεχνητῶν. οὐ γὰρ ἔλεγον εἶναι εἶδος κλίνης αὐτὸ καθ’ αὑτὸ παρὰ τῷ δημιουργῷ· τοῦτο γὰρ καταγέλαστον ὑπάρχει. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ἔστι τι παρὰ τὸ σύνολον, τουτέστιν τὸ σύνθετον, εἶδος αὐτὸ καθ’ αὑτὸ κεχωρισμένον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅπερ ὡς χωριστὸν ὑπάρχον κατηγορεῖται τῆς ὕλης, πότερον, εἰ ἔστιν εἶδος κεχωρισμένον, ἄρα πάντων τῶν πραγμάτων ἐστὶν ἢ τινῶν, ἤγουν τινῶν μέν ἐστι τινῶν δὲ οὐκ ἔστιν, ἢ οὐδενός ἐστιν. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα, οὐδὲν ἄν εἴη νοητόν, ἀλλὰ πάντα αἰσθητά, καὶ οὕτως οὐδενὸς ἔσται ἐπιστήμη· ἀναιρεῖται γάρ, εἰ μή τις ὑποθῆται τὴν αἴσθησιν εἶναι ἐπιστήμην, καθάπερ ἔλεγε Πρωταγόρας.
p.999b3 Ἔτι οὐδὲ ἀίδιον οὐδὲν οὐδὲ ἀκίνητον.
Φησὶν ὅτι εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, οὐδὲν ἔσται ἀίδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται, ἅτε δὴ ἐν κινήσει ὑπάρχει· πᾶσα δὲ κίνησις καὶ πέρας ἔχει, ὥστε καὶ φθοράν. καὶ δοκεῖ [*](f.128r) ἐνταῦθα ἑαυτῷ πως ἐναντιοῦσθαι ὁ Ἀριστοτέλης· εἰ γὰρ πάντα τὰ αἰσθητὰ φθείροντι, φανερὸν ὡς ὅτι καὶ ὁ οὐρανὸς φιεὀρεται· αἰσθητὸς γὰρ ὑπάρχει. πῶς οὖν ἐν ἄλλοις αὐτὸς ἡμᾶς ἐδίδαξεν ὅτι ἄφθαρτός ἐστι καὶ ἀίδιος ὁ οὐρανός; τί οὖν ἐνταῦθα ἑαυτῷ ἐναντιοῦται; καί φασιν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, ἀλλὰ καὶ ἐνταῦθα ἀκολουθεῖ τοῖς εἰρημένοις ἐν τῷ Τιμαίῳ. κατ’ οὐσίαν μὲν γὰρ φθαρτός ἐστιν ὁ οὐρανός· διό φησιν ἐν ἐκείνοις ὁ Πλατῶν ὡς ἀπὸ τοῦ θεοῦ λέγοντος πρὸς τὰ οὐράνια, ὅτι ἀθάνατα μὲν οὐκ ἐστέ, ἐπεὶ ὅλως ἐγένεσθε, ἔσεσθε δὲ ἄφθαρτα καὶ ἀγήρω ἐμοῦ γε ἐθέλοντος. [*](10 τῶν (post εἴδη) scripsi: καὶ libri 11 fort, ἢ τινῶν, ἤγουν, cf. v. 21 12 post οὔ fort, addendum ἡ οὐδενός; cf. v. 21 27 ἄτε δὲ libri 28 ὑπάρχει] volebat ὑπάρχοντα 31 ἐν ἄλλοις] de Caelo Α lOsqq. 34 φησὶν ἐν ἐκ. ὁ Πλατῶν] cf. Tim. p. 41 Α sqq.)
p. 999b5 Ἀλλὰ μὴν εἴγε γε ἀίδιον μή ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν.
Εἰ μόνα τὰ αἰσθητὰ ὑπάρχουσιν, οὐδὲν ἔσεται ἀίδιον, ἐπειδὴ πάντα [*](f.129r) τὰ αἰσθητὰ ἐν φθορᾷ ὑπάρχουσιν. εἰ δὲ μηδέν ἐστιν ἀίδιον, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γινόμενον ἕτερόν τι πρὸ τῆς γενέσεως αὐτοῦ, οἷον σπέρμα πρὸ τοῦ ἀνθρώπου ἐπειδὴ γάρ, φησίν, οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος), καὶ ἐξ οὗ γίνεται, τουτέστι τὸ ὑλικὸν αἴτιον. ἔδειξε δὲ ὁ λόγος, πῶς πᾶσά ἐστιν ἀνάγκη προϋφίστασθαι τὸ ὑλικὸν αἴτιον· διό φησι καὶ τούτων τῶν γινομένων τὸ ἔσχατον, τουτέστι τὸ ὑλικὸν αἴτιον, πᾶσά ἐστιν ἀνάγκη εἶναι ἀεί, εἴπερ ἵστανταί τε καὶ οὐκ ἐπ’ ἄπειρον ὑπάρχουσιν αἱ ἀρχαὶ οὔτε ἐπὶ τὰ κάτω οὔτε δὲ ἐπὶ τὰ ἄνω, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι Α, καὶ ὅτι οὐδέν ἐστι δυνατὸν γενέσθαι ἐκ τοὐ μηδαμῇ μηδαμῶς ὄντος, ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξεν. ἔτι δὲ γενέσεως οὔσης πᾶσά ἐστιν ἀνάγκη καὶ πέρας εἶναι, ἐπειδὴ ἡ γένεσις οὐκ ἄνευ κενήσεως δέδεικται ἐν τοῖς τελευταίοις λόγοις τῆς Φυσικῆς ἀκροάσεως, οὐκ ἔστι δὲ ἄπειρος οὐδὲ μία κίνησις ἀλλὰ πάσης ἐστὶ τέλος. εἰ γὰρ μὴ ἔχει τέλος, πᾶσά ἐστιν ἀνάγκη ἄσκοπον αὐτὴν εἶναι, οὕτως δὲ μάτην ἔσται· οὐδὲν δὲ μάτην οὕτε ὁ θεὸς οὔτε δὲ ἡ φύσις ποιεῖ ὄργανον οὖσα θεοῦ. ἔστιν οὖν αὐτὸ καὶ συλλογίσασθαι τοῦτον τὸν τρόπον. ἡ πεπερασμένη κίνησις δύναται γενέσθαι· πᾶν τὸ δυνάμενον γενέσθαι μόνον γίνεται· ἡ πεπερασμένη ἄρα κίνησις μόνη γίνεται, καὶ οὐχ ἡ ἄπειρος. δῆλον δὲ ὅτι καὶ ἡ οὐρανία κίνησις πεπερασμένη ἐστίν· ἀεὶ γάρ ἐστιν ἐν πέρατι καὶ ἐν τέλει, καὶ πᾶν ὃ ἂν λάβοις αὐτῆς καὶ πέρας ἐστὶ καὶ ἀρχή· ἐπὶ γὰρ τοῦ κύκλου <οὐ> δυνατόν διακρῖναι τὸ πέρας τῆς ἀρχῆς, εἰ μήτι γε ἄρα θέσει. ὥστε οὐκ ἔστιν ἄπειρος οὐδεμία κίνησις διὰ τοὺς εἰρημένους λόγους, ἀλλὰ πάσης ἐστὶ τέλος διὰ τὸ ἔχειν σκοπὸν <τοῦ> γενέσθαι. δυνατὸν οὖν ἐστι τὸ δυνάμένον γενέσθαι, τὸ δὲ γεγονὸς ἀνάγκη εἶναι, ὅτε πρῶτον γέγονεν· ὅτε γὰρ γέγονεν ὁ Σωκράτης, δῆλον ὡς ὅτι ὑπῆρχε. φησὶν οὖν ὁ Ἀλέξανδρος ὅτι [*](f.129v) ἡνίκα φησὶ πάντα τὰ αἰσθητὰ φθαρτὰ εἶναι, κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν ταῦτα λέγει, καθ’ οὗς ἐδόκει πάντα τὰ αἰσθητὰ γενητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γάρ, φησίν, εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι· ἐπεὶ τῷ Ἀριστοτέλει κινεῖσθαι μὲν δοκεῖ πάντα τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα ἀγέννητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, φησίν, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ. οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλά τε εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις τὸ καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μὴ εἴη τι παρὰ [*](1 post μή lacuna VIII litterarum AD 3 ἔσεται] sic libri 5 γινόμενον scripsi coll. p. 188,2. 3. 9sqq.: γενόμενον libri 9 διό φησι—αἴτιον (10) om. D 19 κίνησις—πεπερασμε΄νη (20) om. D 23 οὐ addidi 26 τοῦ addidi 28 ὁ Ἀλέξανδρος] p. 167, 1(3. sqq. Bz. 30 καὶ ·καθ’ οὓς Alex.)
p. 999b12 Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ ἔτι μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν.
Δείξας, φησί, διὰ τῶν φθασάντων ὅτι ἀίδιός ἐστιν ἡ ὕλη, φησὶν ὅτι [*](1 τούτῳ Alex.: τοῦτο D, ex τούτω corr. Α 6 εἴδη deest Alexandre 8 τι ἀίδιον Alex.: τις ἀίδιος libri 10 τούτου Alex.: τοῦτο libri 11 ὃ γίνεται ἄνθρωπος Alex. 14 ante πλείω add. τούτων ὑποκειμένων ἐξ ὧν γίνεται τὰ γινόμενα Alex. 16 δὴ Alex. ἀνάγκη delevi 17 ἐστὶν Alex.: εἶναι libri 20 ἢ Alex.: καὶ ἐκ libri 21 ἀδύνατα Alex.: ἀδύνατον libri 23 αὐξάμενον libri 24 ὥσπερ δὲ Alex. 27 ἐπ’ ἄπειρον Alex.: τε ἄπειρον libri 28 γενέσθαι Alex.: γίνεσθαι libri 29 κἀν Alex.: καὶ libri τὸ addidi 30 τὸ γὰρ γεγονὸς Alex. 31 ἐν τῷ Ζ τῆς Φυσικῆς] c. 5 ἡ om. D)
p. 999b20 Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται.
Ὅ ζητεῖ διὰ τῶν τῶν ἐνταῦθα τοιοῦτόν ἐστι. φησὶν ὅτι εἰ ὑποτιθέμεθα εἴδη χωριστά, ἆρά γε ἑκάστου εἴδους μία ἐστὶν οὐσία ἢ διάφορος; οἷον ἀνθρώπων μία οὐσία καὶ πάλιν ἐστὶν ἵππων μία οὐσία, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ διάφορος; εἰ μὲν γὰρ ὑποθώμεθα μίαν εἶναι οὐσίαν, πόθεν ἡ διαφορὰ τοῖς ἐνταῦθα ἐφήκει; ἔδει γὰρ πάντας ἀνθρώπους ὁμοίους εἶναι ἀλλήλοις κατὰ μηδὲν διαφέροντας. εἰ δὲ πάλιν ὑποθώμεθα διάφορον εἶναι τὴν οὐσίαν ἐκείνην, καὶ οὕτως πάλιν ἄτοπόν τι ἕψεται τῷ λόγῳ· ἡ γὰρ διαφορὰ τοῖς πράγμασιν ἐκ τῆς ὕλης βλαστάνει· τὰ γὰρ νοητὰ πάντα ἀδιάφορα ἀλλήλοις ὑπάρχουσι. καὶ οὕτως μὲν προέρχεται ἡ ἀπορία· ἡμεῖς δέ φαμεν ὅτι πρῶτον μέν, καθὸ ἄνθρωποι, οὐδὲν ἀλλήλων διαφέρουσι· πρὸς δὲ τούτοις τὸ κατατεταγμένον εἶδος τὸ κατ’ ἀριθμὸν ὑπάρχον διάφορόν ἐστιν. ἄλλο γὰρ εἶδος τοῦ Σωκράτους καὶ ἄλλο τοῦ Πλάτωνος), τὸ δὲ ἀκατάτακτον ὡς ἐξῃρημένον ἕν ἐστι καὶ μονοειδές, καὶ διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, κἂν· μονοειδὲς ὑπάρχει, διάφορα καὶ πολλὰ ἀπογεννᾷ. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πότερον ἡ οὐσία μία πάντων ἐστίν, οἷον ἀνθρώ [*](f.131r) πων; ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἓν ἅπανατα ὑπάρχουσιν, ὧν ἐστιν ἡ οὐσία μία. ἀλλὰ πολλὰ καὶ διάφορα; διαφέρουσι γὰρ ἀλλήλων οἱ ἄνθρωποι. ἀλλὰ καὶ τοῦτο ἄλογον τὸ ὑποτίθεσθαι διαφορὰν ἐν τῷ νοητῷ· ἡ γὰρ διαφορὰ ἐκ τῆς ὕλης βλαστάνει. τὴν δὲ λύσιν ἡμεῖς εἰρήκαμεν.
p. 999b23 Ἅμα δὲ καὶ πῶς γίνεται ἡ ὕλη τούτων ἕκαστον.
Πάνυ δριμυτάτην ἀπορίαν κινεῖ ἐνταῦθα ὁ Ἀριστοτέλης, ἥντινα ἐζήτησε [*](6 τὰ] τῶν D 7 αὐτῷ D 11 θείη μὲν libri 13 οὔτε libri 15 τεχνητοῦ D ἓν γενόμενον Α 30 κἄν scripsi: καὶ libri)
p. 999b24 ἔτι δὲ καὶ περὶ τῶν αρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις.
Πάλιν ἑτέραν ἐκτίθεται ἀπορίαν, ἣν ἀνωτέρω ἠπόρησε· φησὶ γὰρ ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι περὶ τῶν ἀρχῶν, πότερον εἴδει ὑπάρχουσιν ἓν ἢ ἀριθμῷ. ἀμφοτέρως γὰρ ἄτοπα ἕπεται τῷ ὄντι, εἰ ὑποθώμεθα τὴν πρώτην ἀρχὴν ἢ εἴδει μίαν εἶναι ἢ ἀριθμῷ. εἰ μὲν γὰρ εἴδει μία ἐστί, συμβήσεται καὶ τὰ ἐκ τῆς ἀρχῆς γινόμενα εἴδει ἔχειν τὸ ἓν καὶ οὐκέτι ἀριθμῷ, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἕκαστον γὰρ τῶν ὄντων ἀριθμῷ ἔχει τὸ ἕν, οἷον Σωκράτης Πλάτων, Βαλίος Ξάνθος, καὶ ὅσα ἄλλα τοιαῦτα ὑπάρχουσιν αἰσθητά. πρὸς τούτοις δὲ οὐκ ἔσται οὐδεμία ἀρχή· τὸ γὰρ εἶδος πολλὰ ἔχει ἐν ἑαυτῷ καὶ οὐχ ὥσπερ τὸ ἀριθμῷ ἓν αὐτὸ τοῦτο ἕν ἐστιν, [*](f.131v) οὕτως καὶ τὸ ἓν τῷ εἴδει ἕν ἐστιν, ἀλλὰ πολλά. συμβήσεται δὲ ἀναιρεῖσθαι καὶ τὴν ἐπιστήμην. ἡ γὰρ ἐπιστήμη θεωρεῖται ἐπὶ τῶν κατὰ πλειόνων λεγομένων, τουτέστι τῶν καθόλου· τῶν οὖν ἀτόμων μὴ ὄντων οὐκέτι ἔσται τὸ κατὰ πλειόνων κατηγορούμενον· κατὰ τίνος γὰρ ἔχει κατηγορηθῆναι; ὥστε καὶ ἐπιστήμη ἀναιρεῖται, εἰ ὑποθώμεθα τὴν ἀρχὴν τῷ εἴδει ἔχειν τὸ ἕν. πάλιν δὲ εἰ ὑποθώμεθα τὴν ἀρχὴν τῷ ἀριθμῷ ἔχειν τὸ ἕν, καὶ οὕτως πολλὰ ἔσεται ἄτοπα· συμβήσεται γὰρ μὴ θεωρεῖσθαι διαφορὰν ἐν τοῖς πράγμασιν, ὅπερ πάλιν ἐστὶ παρὰ τὴν ἐνάργειαν, ὡς δείξει προϊὼν ὁ λόγος. οἷον γινέσθω ἡμῖν τὸ παράδειγμα ὡς ἐπὶ τῶν κδ στοιχείων. ἐὰν γὰρ ὑποθώμεθα τὰ ἐν διαφόροις συλλαβαῖς ἄλφα βα γὰ δα καὶ ὅσα ἄλλα τοιαῦτα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἀριθμῷ τὰ αὐτὰ ὑπάρχειν καὶ μὴ εἴδει, δῆλον ὡς ὅτι τοσαῦτα ἔσονται τὰ γράμματα, ὅσα καὶ τὰ σοιχεῖα, εἴτε ἐφεξῆς λαμβάνεται τὰ κδ στοιχεῖα εἴτε καὶ διαφόρως· ὥστε μία ἔσται σύνθεσις καὶ τὸ ἄλφα ἅπαξ συντίθεται, εἴ γε τὰ διάφορα τὰ αὐτὰ ὑπάρχουσι τῷ ἀριθμῷ. ὁ γὰρ Πλατῶν πολυειδῶς θεωρεῖσθαι οὐ δύναται, ἐπειδὴ ἄτομόν τι ὑπάρχει, ὁ δὲ ἄνθρωπος, ἐπειδὴ εἶδος θεωρεῖται [*](1 ἐν τῷ Φαίδωνι καὶ ἐν τῷ Παρμενίδῃ] Phaed. p. 100 B sqq. Parmen. p. 131 A sqq. 5 ἐν τῷ Φαίδωνι] immo ad Parmen. p. 131 Β respicit 8 ἄλλους] fort, αὐτοὺς vel ἄλλους καὶ ἄλλους 11 ἡ om. D 14 περὶ] παρὰ margo D 15 ἀμφοτέρω D 18 ὅπερ scripsi: ἅπερ libri 20 οὔτε μία libri 21 τὸ scripsi: τῷ libri 26 εἴδει—ἀρχὴν τῷ (27) om. D)
p. 999b24 ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις.
Φησὶν ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι περὶ τῶν ἀρχῶν. εἰ μὲν γὰρ εἴδει ὑπάρχουσιν ἕν, δῆλον ὡς ὅτι καὶ τὰ ἐξ αὐτῶν γινόμενα εἴδει ἔσονται ἕν, καὶ οὕτως οὐδὲν ἔσεται ἀριθμῷ ἕν, οὔτε δὲ λοιπὸν ἔσται ἡ φύσις τοῦ ἑνὸς καὶ τοὺ ὄντος, ἐπεὶ κυρίως τὸ ἓν ἐπὶ ἀριθμοῦ λέγεται. ἄλλως τε δή, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἀναιρεθήσεται καὶ ἡ ἐπιστήμη, εἰ μή τι ἔσται ἓν κατὰ πλειόνων κατηγορούμενον, περὶ ὃ ἔχουσι τὸ εἶναι αἱ ἐπιστῆμαι. τῶν δὲ ἀριθμῷ ἓν ἀναιρεθησομένων οὐκέτι ἔσται τὸ κατὰ πλειόνων κατηγορούμενον· οὕτε γὰρ ὑπάρχουσιν ἐκεῖνα ὧν κατηγοροῦνται. καθάπερ οὖν εἴρηται, ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, τοῦτό ἐστι, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατ’ ἀριθμόν, οἷον εἰ ἡ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ <εἰ> εἶδος ἕν, ἀριθμῷ εἴτ’ οὖν εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γινομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἂν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, φανερὸν ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἐν. ᾦ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αύτοὲν καὶ αὐτοὸν ἓν κατ’ ἀριθμὸν ἔσεσθαι, ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο <οἱ> τὰς ἰδέας ἀρχὰς εἶναι λέγοντες. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ [*](f.132v) ἀριθμόν, τούτου δὲ μετουσίᾳ πᾶν ἐστιν ἕν, οὐδ’ ἄν τῶν ἄλλων τι ἓν κὰτ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῷ εἴδει [*](14 καὶ τόδε scripsi coll. p. 190,12: καίτοι libri 20 ὃ scripsi coll. p. 192,4. 23. 24 πότερον—ἀρχῶν (p. 192,3) Alexandri sunt 24 ex Alexandro correxi: ἕκαστον γίνεται αὐτῶν καὶ εἴτε libri 26 εἶ ex Aiexaudro addidi 33 ᾧ Alex.: ὡς libri 34 οἱ ex Alexandro addidi)
p. 999b27 Ἀλλὰ μὴν εἰ ἀριθμῷ πάντα ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν.
Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, μὴ τῷ ἀριθμῷ, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ᾿ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἀπάγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν <ὡς> ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κατ᾿ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσονται. ὡς γὰρ [αἱ] κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν οὔ, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται [αἱ] κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατ᾿ εἶδος ὄντα τὰ αὐτά, γίνονται, οὕτως, εἰ μὴ εἴη κατ᾿ ἀριθμὸν τὰ στοιχεῖα πολλά, ἀλλ᾿ ἓν εἴη κατ᾿ ἀριθμὸν β καὶ ἁ ἕν, ἀνάγκη καὶ συλλαβὴν ἐξ αὐτῶν τούτων συντιθεμένων γίνεσθαι μίαν, οὐδὲ ἔσται πλείω λαβεῖν συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστιν ἀριθμῷ τὸ β, ἀλλὰ μόνη ἔσται ἡ βα συλλαβὴ ἔχουσα τὸ β, οὔτε δὲ ἡ βݲεݲ οὔτε ἡ βݲηݲ ὅλως γὰρ ἐν οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρξει, <εἰ> ἓν ὄν ἐστιν ἐν τῇ βݲαݲ συλλαβῇ. ὡς οὖν ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ᾿ ἀριθμὸν τὰ στοιχεῖα (οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτως καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ [*](f.133r) ἀρχαὶ κατ᾿ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τὸ ἀριθμῷ ἓν τί ἐστιν, ὅτι τὸ καθ᾿ ἕκαστον, καὶ τί τὸ καθόλου, ὅτι τὸ ἐπὶ τοῖς καθ᾿ ἕκαστον κοινὸν λαμβανόμενον· τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ τὸ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταποδέδωκε τὸ οὕτως δὲ καὶ ἐπὶ τῶν ὄντων, καὶ τὸν ἀριθμὸν τὸν τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔστι, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ᾿ ὡς γνωρίμου τῆς [*](2 ἔσται Alex. 3 ὧν addidi 10 δείζας—ἔχει (p. 193,4) Alexandri sunt 12 ἀπάγει Α: ἐπάγει D: ἄγει Alex. 13 ὡς ex Alexandro addidi 16 ὡς γὰρ Alex.: γὰρ ὡς libri 16. 17 αἱ (aute κατὰ) delevi Alexandium secutus 17 οὔ] ἄπειροι Alex. οὐ, τῷ scripsi: οὔ οὐ τῷ Α: οὔ. οὕτω D 28 ἄλλως γὰρ Alex. ἄλλῳ Alex.: ἄλλων libri εἰ ex Alexandro addidi ἒν ὃν Alex.: ἐνόν libri ἐστὶν ἢ ἐν Alex. 27 τὸ scripsi: τῷ libri 33 τὸν ἀριθμὸν τὸν Alex. cod. L: τοῦ ἀριθμοῦ Alex, vulg.: τῶν ἀριθμῶν τῶν libri)
p. 1000a5 οὐθενὸς δὲ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον.
Ἣν ἀναγκαίαν φησὶν οὖσαν ἀπορίαν κατευθυνθῆναι, ἐπειδὴ πάντες οἱ πρὸ αὐτοῦ παραλελοίπασί τι εἰπεῖν περὶ αὐτῆς. εἴρηται μὲν οὖν καὶ αὕτη <ἡ> ἀπορία κατ’ ἀρχὰς τοῦ βιβλίου, ὥσπερ οὗν καὶ αἱ ἄλλαι πᾶσαι. πάνυ δέ ἐστιν ἀξιόλογος ἡ παροῦσα ἀπορία καὶ ἀξία οὖσα ζητήσεως. ζητεῖ γὰρ πότερον αἱ αὐταὶ ὑπάρχουσιν ἀρχαὶ τῶν τε φθαρτῶν καὶ ἀφθάρτων, ἢ ἄλλαι μὲν τῶν φθαρτῶν ἄλλαι δὲ τῶν ἀφθάρτων. εἰ μὲν γὰρ ὑποθώμεθα τὰς αὐτὰς εἶναι ἀρχὰς τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων, τῷ ὄντι ἄπορος ὑπάρχει ὁ λόγος· δι’ ἣν γὰρ αἰτίαν αἱ αὐταὶ οὖσαι καὶ ἄφθαρτοι τὰ μὲν ἄφθαρτα παράγουσι τὰ δὲ φθαρτά. εἰ δὲ ὑποθώμεθα [*](8 ὥσπερ ἐπὶ ex Aristotele scripsi: ·ὡς πέρας libri 9 εἴδη libri 10 τῆς γݲαݲ libri 12 ἀλλ’ αἱ ex Aristotele scripsi: ἀλλὰ libri ’I’l οὕτως scripsi: ὡς libri 23 εἰ scripsi: καὶ libri 28 ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐτοῦ παραλελεῖφθαι, εἴρηται μὲν καὶ αὕτη Alex. 29 αὐτῆς scripsi: αὐτῶν libri 29. 30 αὕτη ἡ scripsi: αὕτη Alex.: αὐτὴ libri 36 τὰ (ante μὲν) om. D)
p. 1000a5 οὐθενὸς δὲ ἐλάττων ἀπορία παραλέλειπται.
Φησὶν 〈ὅτι〉 οὐδενός ἐστιν ἐλάττων ἡ ἀπορία ἡ νῦν λεγομένη παραβαλλομένη πρὸς τὰς ἄλλας ἀπορίας, ἥτις ἀπορία παραλέλειπται καὶ τοῖς νῦν οὖσι καὶ τοῖς προτέροις, πότερον αἰ αὐταὶ ἀρχαὶ ὑπάρχουσι τῶν τε φθαρτῶν καὶ ἀφθάρτων, ἢ ἕτεραι μὲν ἀρχαί εἰσι τῶν φθαρτῶν ἕτεραι δὲ τῶν ἀφθάρτων. εἰ μὲν γὰρ αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι, διὰ τί τὰ μὲν ἄφθαρτα παράγουσι, τὰ δὲ φθαρτά, καὶ διὰ ποίαν αἰτίαν ταῦθ’ οὕτως ἔχει; οἱ μὲν οὖν περὶ ‘Hσίοδον καὶ ἄλλοι θεόλογοι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὐτούς, τουτέστι τὰ δόξαντα αὐτοῖς εἰρήκασι, περὶ δὲ τοῦ διδάξαι ἡ·μᾶς οὐδὲν ἐφρόντισαν· θεοὺς γὰρ ὑπετίθεντο εἶναι τὰς ἀρχὰς καὶ ἐκ θεῶν γεγονέναι, καὶ τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας φασὶ θνητὰ γενέσθαι, διὰ τὸ μὴ προσεχῶς ἀπολαύειν τῆς τοῦ θεοῦ ἐλλάμψεως ἀλλὰ διὰ μέσων τῶν οὐρανίων. ταῦτα δὲ τὰ ὀνόματα ἴσως αὐτοῖς θεμένοις γνώριμα ὑπάρχουσιν, ἡμῖν δὲ ἄγνωστα. καὶ περὶ αὐτῆς δὲ προφορᾶς τῶν ὀνομάτων ὑπὲρ ἡμᾶς εἰρήκασιν· εἰ μὲν γὰρ ἡδύτητα αὐτοῖς προσάπτει ἡ ἀμβροσία καὶ τὸ νέκταρ καὶ ἡδονήν, οὔκ εἰσιν αἴτια τοῦ εἶναι· οὐδὲ γὰρ ἡ ἡδονὴ αἰτία τοῦ εἶναι τοῖς ἐνταῦθα, ἀλλὰ καὶ πολλάκις βλάπτει· εἰ δὲ τοῦ ἁπλῶς εἶναι αὐτοῖς αἰτία [*](f. 136r) ἐστὶν ἡ ἀμβροσία καὶ τὸ νέκταρ, τουτέστιν ἡ τροφή, πῶς δυνατὸν αὐτοὺς εἶναι ἀιδίους τοὺς δεομένους τροφῆς πρὸς τὸ σώζεσθαι; εἰ γὰρ ἐλλείψοιεν τροφαί, ἀπόλλυνται, φησίν. οὐ δεῖ οὖν τὰ μυθικῶς λεγόμενα μετὰ σπουδῆς ἐξετάζειν, τουτέστι τὰ παρ’ ἐκείνων μυθάρια, δεῖ δὲ ἐκείνους πολυπραγμονεῖν καὶ ἐρωτᾶν τοὺς σπουδάζοντας μετὰ ἀποδείξεως λέγειν ἅπερ λέγουσι, διὰ ποίαν αἰτίαν ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν πάντα τὰ μὲν τῶν γινομένων ἀίδια ὑπάρχουσι τὰ δὲ φθαρτά, ἐπειδὴ οὔτε αἰτίαν περὶ τούτου λέγουσιν οὔτε δὲ εὔλογον οὕτως ἔχειν· ὥστε οὐδὲ αἱ αὐταὶ ἀρχαὶ καὶ αἰτίαι πάντων εἶεν τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων, ἀλλὰ ἕτεραι μὲν τῶν φθαρτῶν, ἕτεραι δὲ τῶν ἀφθάρτων. εἰ οὖν, φησί, μήτε αἰτίαν τινὰ [*](9 κλίνειν utrobique D 12 ὅτι addidi 18 post εἰρήκαμεν lacuna V litterarum AD: addendum ex Aristotele μόνον 26 εἰ ex Aristotele scripsi: ἡ libri 36 αἱ om. D)
p. 1000a24 Καὶ γὰρ ὅνπερ οἰηθείη λέγειν ἄν τις μάλιστα ὁμολογουμένως.
Μετὰ τὸ.ἐλέγξαι τὸν Ἡσίοδον μετέρχεται ἐπὶ τὸν Ἐμπεδοκλέα. ἀκόλουθα μὲν ἑαυτῷ λέγει καὶ αὐτός οὐ συμφωνεῖ δὲ τῇ φύσει τῶν πραγμάτων. ἀκόλουθα μὲν γὰρ ἑαυτῷ λέγει, διότι ἐξ ἀφθάρτων ἀρχῶν τοῦ νείκους καὶ τῆς φιλίας φησὶ γεννᾶσθαι πάντα φθαρτά, καὶ οὐ τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα· οὐχ ἕπεται δὲ τῇ φύσει τῶν πραγμάτων, ἐπειδὴ ὑποτίθεται φθορᾶς μὲν αἴτιον τὸ νεῖκος, γενέσεως δὲ τὴν φιλίαν· ἑκάτερον δὲ αὐτῶν ἐστιν ὤτιον καὶ φθορᾶς καὶ γενέσεως, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ νεῖκος φθείρει μὲν τὸν σφαῖρον, γεννᾷ δὲ τὸν αἰσθητὸν κόσμον, καὶ πάλιν ἡ φιλία φθείρει μὲν τὸν αἰσθητὸν κόσμον, γεννᾷ δὲ τὸν σφαῖρον. ἄλλως τε δή, φησίν, ἐπειδὴ πρὸ τῆς δυάδος εἶναι τὴν μονάδα ὁ· ὁ ὔ ὁ Ἐμπεδοκλῆς, τί ἐστιν αἴτιον τῆς ἁπλῶς κινήσεως; οὐ γὰρ δεῖ λέγειν ἁπλῶς ὅτι οὕτως πέφυκεν, ἐπεὶ οὕτω πάντα ῥᾷστα ἐπιλύεσθαι. λέγομεν οὖν ὃ πολλάκις εἴρηται, ὅτι πάντα ταῦτα [*](f. 136v) συμβολικῶς ἔλεγεν ὁ Ἐμπεδοκλῆς· οὔτε γὰρ τὸν σφαῖρον ὑπετίθετο φθείρεσθαι, ρεσθαι, ὥς φησιν, οὔτε δὲ τὸν αἰσθητὸν κόσμον, ἀλλὰ διὰ τούτων ἐδήλου τὴν ἄνοδον καὶ τὴν κάθοδον τῆς ψυχῆς. διὸ ἔλεγεν “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκει αἰθομένῳ πίσυνος’’. ἔστι γὰρ καὶ ἐν τῷ σφαίρῳ διάκρισις, εἴ γε πολλὰ νοητά, ἀλλὰ καλύπτεται ὑπὸ τῆς ἀφράστου ἑνώσεως. καὶ ἐν τῷ αἰσθητῷ δέ ἐστιν ἕνωσις, ἀλλὰ μᾶλλον ἐπικρατεῖ ἡ διάκρισις. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι ἐκεῖνος, ὃν μάλιστα ὑπολάβοι τις σύμφωνα ἑαυτῷ λέγειν, τουτέστιν ὁ Ἐμπεδοκλῆς, καὶ οὗτος τὸ αὐτὸ πέπονθε. τῆς φθορᾶς γὰρ αἴτιόν φησιν εἷναι τὸ νεῖκος, ὡς δόκει τὰ παρ’ αὐτοῦ λεγόμενα ἔχειν· οὐ μὴν ἀλλὰ φαίνεταί γε καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν. τοῦ δὲ εἶναι καὶ τῆς γενέσεως αἴτιον [οὐ] λέγει τὴν φιλίαν· καὶ αὐτὴ δὲ αἰτία ἐστὶ φθορᾶς. ὅτι γὰρ γενέσεως ὑποτίθεται αἴτιον τὸ νεῖκος, φανερὸν ἐντεῦθεν· πάντα γὰρ ἐκ τούτου ἀπογεννᾷ πλὴν τῆς φιλίας ἣν καλεῖ θεόν. φησὶν οὖν ὅτι πάντα καὶ τὰ γενόμενα καὶ τὰ μέλλοντα γίνεσθαι ἐξ αὐτοῦ ἐβλάστησαν. φησὶ γὰρ οὕτως ὅτι “δένδρεά τ’ ἐβλάστησαν καὶ ἀνέρες ἠδὲ γυναῖκες, θῆρές τ' οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς, καί· τε θεοὶ δολιχαίωνες”. καὶ χωρὶς δὲ τῶν ἐπῶν φανερὸν ὡς ὅτι γενέσεως ἐστιν αἴτιον τὸ νεῖκος· εἰ γὰρ μὴ ἦν διάκρισις τοῖς πράγμασιν, ἔμελλε πάντα ἓν εἶναι. διό φησιν, [*](11. 12 ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς] Β 6 15 post μονάδα lacuna VII fere litterarum AD: addendum τίθεται 20 ὡς καὶ ἐγὼ κτλ. Empedocl. fragm. v. 10 Mullach 24 ὃν scripsi: ὢ Α: ᾦ D 29 οὐ delevi 33 ὅτι scripsi: τί libri δένδρεα τ’ ἐβλόστησον κτλ.] Empedocl. fragra. v. 129 sqq.)
p. 1000b3 Διὸ καὶ συμβαίνει τὸν εὐδαιμονέστατον θεόν.
Ὅπερ εἷπεν ἐν τῇ Περὶ ψυχῆς, τοῦτο λέγει καὶ ἐνταῦθα, ὅτι συμβαίνει κατ’ αὐτὸν τὸν εὐδαίμονα θεόν, τουτέστι τὴν φιλίαν, ἧττον εἶναι φρόνιμον τῶν ἄλλων· οὔτε γὰρ γνωρίζει πάντα τὰ στοιχεῖα, ἐπεὶ μήτε ἔχει τὸ νεῖκος ἐν ἑαυτῷ , ἡ δὲ γνῶσις τοῦ ὁμοίου τῷ ὁμοίῳ· “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον”. φαμὲν οὖν ὅτι ἐκεῖνος ὡς ἐξῃρημένα οὐ δεῖται ταῦτα ἔχειν, ἵνα οὕτως αὐτὰ γνῷ, ἀλλ’ ὡς παρακτικά· οὕτως αὐτὰ γινώσκει, οὐχ ὡς ὅμοια.
p. 1000b9 Ἀλλ’ ὅθεν γε ὁ λόγος, τοῦτό γε φανερόν.
Ὁ λόγος ἦν αὐτῷ , διὰ τί τῶν γινομένων τὰ μὲν φθαρτὰ ὑπάρχουσι, τὰ δὲ ἄφθαρτα, εἰ ὑπὸ ἀφθάρτου αἰτίας γίνονται· εἶτα ἐξετράπη ἐντεῦθεν ἐπὶ τὸν Ἐμπεδοκλέα. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανατρέχει καί φησιν ἀλλ’ ὅθεν γε ὁ λόγος, τοῦτο φανερόν, ὅτι συμβαίνει αὐτῷ τὸ ωεῖκος ὥσπερ τῆς φθορᾶς, οὕτω καὶ τῆς γενέσεως αἴτιον. εἴ γε πάντα τὰ αἰσθητὰ ἀπογεννᾷ. ὁμοίως δὲ καὶ ἡ φιλία· συνάγουσα γὰρ εἰς τὸ ἓν πάντα φθείρει τὰ αἰσθητά. πρὸς τούτοις δὲ τῆς ἁπλῶς μεταβολῆς οὐ λέγει τί ἐστι τὸ αἴτιον ἀλλ’ ὅτι οὕτως πέφυκεν, ὅπερ εὐχερές, φησίν, ἐπὶ πάντων λέγειν.
p. 1000b14 Ἀλλ’ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέρθη.
Πάλιν ἔπη παρατίθεται Ἐμπεδοκλέους. ἰστέον οὖν ὅτι ἡ μονὰς αἰτία ἐστὶ τῆς ἑνώσεως καὶ συνεχείας τῶν πραγμάτων, ἡ δὲ δυάς τῆς προόδου· τό οὖν ἁπλῶς αἴτιον τῆς ἑνώσεως καὶ τῆς προόδου τὸ ἔχον ἀμφότερα Πυθαγόρας καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς ὡς Πυθαγόρειοι χρόνον ἐκάλουν, ἐπειδὴ ὥσπερ ὁ χρόνος μετρητικὸς καὶ περιοριστικὸς ὑπάρχει τῶν ὑπὸ τὸν χρόνον, οὕτως καὶ τὸ πρῶτον μετρητικὸν καὶ περιοριστικὸν τῶν πάντων ὑπάρχει. ἔλεγε δὲ α̣ὐτὸν καὶ ὅρκον ὡς περατοῦντα καὶ συνέχοντα πάντα. τοῦτο οὖν φησιν ὁ Ἐμπεδοκλῆς, ὅτι 'ἡνίκα τὸ νεῖκος ἐπεκράτησε καὶ ὥρμησεν εἰς τιμὰς προελθὸν ἐκ τοῦ χρόνου, ὅς σφιν ἀμοιβαῖος [*](f.137v) πλατέος παρελήλατο ὅρκου’ · καὶ πλατὺν αὐτὸν ἐκάλεσεν ὡς πάλιν χορηἐξ [*](1 ἔσχατον κτλ.] Empedocl. fragm. v. 162 3 καὶ καὶ — αἰτίαν (5. 6) Alexandri sunt 4 αἴτια] sic etiam Alex. cod. L: αἰτίαν Alex. vulg. 8 ἐν τῇ Περὶ ψυχῆς] Α 5 p. 410b4sqq. 11 γαίῃ κτλ] Empedocl. fragm. v. 378 sqq. 24 Ἀλλ’ ὅτε κτλ.] Empedocl. fragm. 177 sqq.)
p. 1000b21 Ὅτι μὲν οὖν οὐκ ἂν εἴησαν αἱ αὐταὶ ἀρχαί.
Συμπεραίνεται τὰ εἰρημένα λέγων οὕτως. ὅτι μὲν οὗν οὐχ ὑπάρχουσιν αἱ αὐταὶ ἀρχαὶ τῶν φθαρτῶν καὶ ἀφθάρτων, τοσαῦτα ἡμῖν εἰρήσθω. εἰ δὲ πάλιν ὑποθώμεθα ἑτέρας ἀρχάς, πάλιν ·ἀναφύεται ἀπορία, πότερον ἄφθαρτοι καὶ αὐταὶ ἔσονται ἢ φθαρταί. εἰ μὲν γὰρ φθαρταί, φανερὸν ὡς ἀναγκαῖον καὶ τὰς ἀρχὰς ἐξ ἄλλων εἶναι ἀρχῶν, ἐπειδὴ πάντα τὰ φθειρόμενα εἰς ἐκεῖνα φθείρονται ἐξ ὧν καὶ συνεστήκασιν, ὥσπερ τὰ ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα· ὥστε εἰ φθαρταὶ ὑπάρχουσιν, ἔσονται καὶ αὐτῶν ἀρχαί, ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας ἀρχὰς εἶναι προτέρας. τοῦτο δὲ ἀδύνατον ὑπάρχει, καὶ εἰ ὑποθώμεθα ἵστασθαι τὰς ἀρχὰς καὶ εἰ εἰς ἄπειρον βαδίζειν. τὸ μὲν γὰρ ἄπειρον κατ’ ἐνέργειαν εἶναι οὐ δυνατόν· πάλιν δὲ ἀρχῆς ἀρχὴν εἶναι ἀδύνατον, εἰ ἄρα ἔστιν ἀρχή, ὥσπερ ἐπὶ τῆς ὕλης ἐλέγομεν, ἐπεὶ φθείρεται καὶ οὕτως ἔσται ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς, ὡς δέδεικται ἐν τῷ πρώτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅπερ [*](f.138r) ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ τῶν ἀρχῶν φθαρτῶν οὐσῶν καὶ φθειρομένων πῶς ἔσονται τὰ φθαρτά; τί οὖν ἐστιν αἴτιον ἀεὶ εἶναι τὰ φθαρτά; εἰ δὲ πάλιν ἀφθάρτους ὑποθώμεθα τὰς ἀρχάς, διὰ τί ἐκ μὲν τούτων ἀφθάρτων οὐσῶν φθαρτὰ ὑπάρχουσι τὰ γινόμενα ἐξ αὐτῶν, ἐκ δὲ τῶν ἀφθάρτων τῶν ἄλλων ἄφθαρτα; τοῦτο γὰρ οὐκ εὔλογον, μᾶλλον δὲ ἀδύνατον ἢ πολλοῦ λόγου δεῖται εἰς τὸ δεῖξαι τοῦτο. καλῶς εἶπεν ὅτι ὁ λόγος δεῖται ὡς εἰδὼς ὅτι <οὐκ> ἀδύνατόν ἐστι τούτου ἀποδοῦναι αἰτίαν, ἣν ἡμεῖς φθάσαντες ἀνωτέρω εἰρήκαμεν, ὅτι τὰ ὑπὸ ἀκινήτου οὐσίας γινόμενα καὶ ἀφθάρτου ἀίδια, τὰ δὲ ὑπὸ κινουμένου καὶ ἀφθάρτου φθαρτά, ἐπειδὴ φθαρτὰς ἔχει τὰς ἐνεργείας. πρὸς τούτοις δέ φησιν ὅτι οὐδὲ ἐπεχείρησεν οὐδεὶς ἑτέρας λέγειν ἀρχάς, ἀλλὰ τὰς αὐτὰς πάντων εἶναι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων· καὶ λοιπὸν τὸ πρῶτον ἀπορηθὲν ἀποτρώγουσιν, ὥσπερ οἱ μύες οἱ ἐσθίοντες ἄρτον καὶ φθείροντες δέει τοῦ ἁλῶναι πρὶν ἢ ὅλον καταφάδέον] [*](6 δὲ ὃν libri 14 ἀρχαὶ om. D 21 ἀδύνατον scripsi: δυνατὸν libri 25 τῆς Φυστκῆς ἀκροάσεως] Α 9 p. 192α32 sqq. 31 ὁ λόγος] imiiiO πολλοῦ λόγου 32 οὐκ acldidi 34 αἴτια D καὶ ἀφθάρτου scripsi coll. p. 194,29: καὶ φθαρτοῦ libri 38 φθείροντες scripsi: φθείρουσι libri δέει scripsi: δὲ εἰ libri)
p. 1001 a4 Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον.
Ἐντεῦθεν ζητεῖ περὶ τοῦ ὄντος καὶ τοῦ ἑνός, εἴτε αὐτὰ καθ’ αὑτὰ ὑφίστανται εἴτε γὰρ αὐτό ἐστιν ὃν καὶ αὐτοέν) εἴτε ἐν ὑποκειμένοις τὸ εἶναι ἔχουσιν. ἐπιχειρεῖ δὲ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις κατ’ ἀμφότερα, καί φησιν ὅτι ἡ περὶ τούτου ζήτησις χαλεπωτάτη ἐστί, καὶ πρὸς τὸ γνῶναι τὴν περὶ τούτου ἀλήθειαν ἀναγκαιότατόν ἐστι πρᾶγμα. ζητεῖ οὖν, ὡς εἴρηται, εἴ γε αὐτὸ καθ’ αὑτό ἐστι τὸ ἓν καὶ τὸ ὂν αὐτοὲν καὶ αὐτοόν, εἴτε ἐν ἄλλῳ ὑποκειμένῳ ἔχουσι τὸ εἶναι οὐχ] ἕτερα ὄντα, ὥσπερ ἐπὶ τοῦ Σωκράτους φαμέν· ὁ γὰρ Σωκράτης ἕτερόν τι ὄν ἐστι ζῷον· οὐ γὰρ ᾗ Σωκράτης ὑπάρχει ζῷον, ἐπεὶ οὕτως ἔδει τὸν Σωκράτη μόνον εἶναι ζῷον. [*](3 ὑποθέμενοι—ἀλλοιωτή (16) Alexandri sunt 5 σημαίνει D 16 ἀδύνατον—ἀρχή (20) Alexandri sunt 17 οὐ γὰρ ex Alexandre addidi ἐκ Alex.: δὲ libri τινος Alex.: τινὰς libri 18. 19 ὑποτεθεισῶν Alex.: ἀποτεθεισῶν libri 19 προίοιεν ἀεὶ Alex.: προ·ιέναι ἡ libri 20 ἐκείνη scrips!: ἐκείνης libri 22 lacunam indicavi; quae sequunfur ad Metaph. p. 1000b3—9 pertinent, cf. Alex. ρ. 17(5,4 Bz. 33 οὐχ delevi coll. v. 34)
p. 1001a4 Πάντων δὲ θεωρῆσαι χαλεπώτατον.
Ἡ ἀπορία ἣν χαλεπωτάτην ὥς] φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, τοιαύτη ἐστίν. ἆρά γε, φησί, τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄντων ὑπάρχουσι, τουτέστιν ἀρχαὶ τῶν ὄντων, αὐτὸ τουτο [*](8 κείνους D 10 ἔχει D 11 γόνιμον scripsi coll. v. 19 et 206,19: μόνιμον libri 14 ὁ Πλατῶν φησὶ] Tim. p. 27 D 16 οὐ γὰρ ἔην κτλ.] Parmen. fragm. V. 61 Mullach 18 μεσσόθεν ἰσοπαλές Parmen. fragm. v. 104: ἐσοπαγές libri 21. 22 γενομένων D 26 μέρει] μερου (sic) libri 34 ἡ ἀπορία—οὐσίᾳ (p. 203,17) pleraque Alexandri sunt ὡς delevi 36 αὑτὸ Alex.: αὐτοῖς libri)
p. 1001a5 Πότερόν ποτε τὸ ὂν.
’́Eδει ἡμᾶς ζητῆσαι πότερον τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄνΤων καὶ ἀρχαὶ ὑπάρχουσιν αὐτοὸν ὄντα καὶ αὐτοέν, καὶ οὐχ ἕτερόν τι ὂν τὸ μέν ἐστιν ὄν, τὸ δὲ ἕν, καθάπερ ἐπὶ τοῦ Σωκράτους εἰρήκαμεν, ὅτι οὐχ ᾗ Σωκράτης ἐστὶ ζῷον, ἀλλὰ καθ’ ἕτερόν τι, καθὸ οὐσία ἔμψυχος αὐσθητική. οὕτως ἔδει ζητεῖν καὶ ἐπὶ τοῦ ὄντος καὶ τοῦ ἑνὸς † ὅτι ἕτερα [*](f. 141r) ὄντα οὕτως εἰσὶν ὂν καὶ ἕν, ἤγουν αὐτοόν ἐστι καὶ αὐτοέν , ἢ πάλιν δεῖ ἡμᾶς ζητεῖν τί ποτέ ἐστι τὸ ὂν καὶ τὸ ἓν ὡς ὑποκειμένης ἄλλης φύσεως, [*](1 τὸ delevi 5 τί ἐστι Alex. 7 δὲ (post ὧν) Alex.: δὶς libri 13 et 21 ποτε] πότε libri 15 τι ex Aristotele scripsi: τὸ libri καὶ ὄντων delevi 17 οὐσίαι Alex.: οὐσία libri 21 περὶ τοῦ ἀπείρου ἔδειξε διαφερομένους τοὺς εἰρηκότας Alex. 21. 22 ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως] immo Γ 4; idem vitium habent Alexandri codices 24 ταὐτοῦ] τοῦτο αὐτὸ p. 204,6, sed cf. quae proximo seqiiuntiir 29 ὄντα om. D μέν scripsi: ἓν libri 32 ὅτι ἕτερα] legendum, lit videtur, πότερον οὐχ ἕτερα 34 ὑποκειμένης ex Aristotele scripsi: ὑποκείμενα libri)
p. 1001a19 Συμβαίνει δὲ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν.
Ἐντεῦθεν ὑπερηγορεῖ τῆς Πλάτωνος δόξης δεικνὺς ὅτι πάντῃ πάντως δεῖ εἶναι. αὐτοὲν καὶ αὐτοὸν αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα καὶ μὴ δεόμενα ἑτέρου πρὸς ὕπαρξιν. εἰ τοίνυν, φησί, μὴ λέγοι τις τὸ ὂν καὶ τὸ ἓν οὐσίας εἶναι καὶ αὐτὰς καθ' αὐτὰς ὑπάρχειν καὶ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, συμβήσεται μηδὲ ἄλλο τι τῶν κοινῶν καὶ καθόλου οὐσίαν λέγειν. μάλιστα [*](f.141v) γὰρ πάντων καθόλου τε καὶ κατὰ πάντων κατηγορεῖται τὸ ὂν καὶ τὸ ἕν· ἄνθρωπος γὰρ κατὰ ἀνθρώπου μόνον, ὁμοίως δὲ καὶ ζῷον, τὸ δὲ ὂν καὶ τὸ ἓν κατὰ πάντων· πάντα γὰρ μετέχει τοῦ ὄντος καὶ τοῦ ἑνός, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. εἰ τοίνυν τὰ μάλιστα καθόλου μὴ ὑπάρχουσι, πολλῷ μᾶλλον οὐδὲ τὰ ἄλλα, ὥστε οὐδὲ τὰ καθ’ ἕκαστα· καὶ οὕτως συμβήσεται πάντα ἀναιρεῖσθαι.
p. 1001a24 Ἔτι δὲ μὴ ὄντος τοῦ ἑνὸς οὐσίας.
Φησὶν ὅτι εἰ μὴ ὑποθώμεθα τὸ ἓν οὐσίαν εἶναι καὶ ἀρχὴν αὐτὴν καθ’ αὑτὴν οὖσαν, οὐδὲ ἀριθμὸς ἔσται αὐτὸς καθ’ αὑτὸν ὡς κεχωρισμένος καὶ καθ’ αὑτὸ ὑπάρχων, ὡς ἐδόκει τοῖς Πυθαγορείοις τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις. καὶ λέγει τὴν αἰτίαν· ὁ γὰρ ἀριθμός, φησί, μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν [*](1 θεωρουμένων scripsi: θεωρούμενα libri 2 ἐχόντων scripsi : ἔχουσι libri 7 εἶναι scripsi: εἰσὶν libri 9 οἱ δὲ—καὶ ὄν (17) pleraque Alexandri sunt 14 ὃ γὰρ Alex.: ὧν libri 33 ὡς ἐδόκει — συμβεβηκός (p. 205,3) Alexandri sunt δοκεῖ Alex.)
p. 1001a29 Ἀλλὰ μὴν εἴ γε ἐστὶ τὸ αὐτοὸν καὶ αὐτοέν, πολλὴ ἀπορία·
Δείξας διὰ τῶν προλαβόντων ὅτι τὸ ὂν καὶ τὸ ἓν αὐτοὸν ὑπάρχει καὶ αὐτοὲν καὶ οὐ θεωροῦνται ἐν ἄλλῳ ὄντι, ἐντεῦθεν εἰς τὸ ἐναντίον ἐπιχειρεῖ δεικνὺς ὅτι ἐν ἑτέρῳ δεῖ ἔχειν αὐτὰ τὸ εἶναι. τί γάρ; φησὶν ὅτι [*](f.142r) εἰ ὑποθώμεθα αὐτοὸν εἶναι καὶ αὐτοέν, πάλιν μεγίστη ἡμῖν ἀπορία ἀναφύεται, λέγω δὴ πῶς ἔσται πλείω ἑνὸς τὰ ὄντα. τὸ γὰρ ἕτερον τοῦ ὄντος οὐκ ἔστι· τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε, τοῦτο δὲ τὸ ὂν ὑπῆρχε τὸ ἐν· ὥστε ὅπερ ἂν παρὰ τὸ ἓν ὑπῆρχε, τοῦτο οὐκ ἔστι. τὸ γὰρ αὐτὸ γίνεται καὶ παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἕν, τοῦτο δὲ ὡς τοῦ αὐτοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὰ δὲ παρὰ <τὸ> ἓν παρὰ τὸ ὂν ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἔστι. τοῦτο γὰρ συμβαίνει, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο μόνον ἔσται τὸ ὄν.
p. 1001b1 Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ εν οὐσια.
Φησὶν ὅτι ἀμφότεροι οἱ λόγοι δυσχερεῖς ὑπάρχουσι· κἀν γὰρ ὑποθώμεθα τὸ ἓν καὶ τὸ ὂν οὐσίαν εἶναι αὐτὴν καθ’ αὑτὴν καὶ αὐτοέν, κἄν τε δὲ μὴ ὑποθώμεθα αὐτὴν καθ’ αὑτὴν· ἀλλὰ συμβαίνειν ἅτε δὴ ἐν ἄλλῳ ὄντι ἔχουσαν τὸ εἶναι, ἀδύνατον τὸν ἀριθμὸν εἶναι οὐσίαν. ἐὰν μὲν οὖν μὴ ὑπάρχῃ τὸ ἓν οὐσία καὶ αὐτοέν, δῆλον ὡς ὅτι οὐδὲ ὁ ἀριθμὸς ἔσται οὐσία· ἐκ μονάδων γὰρ σύγκειται ὁ ἀριθμός, ὡς ἐλέγομεν· ἐὰν δὲ ὑπάρχῃ τὸ ἓν οὐσία καὶ αὐτοέν, ἡ αὐτὴ πάλιν ἀπορία ἀναφύεται καὶ περὶ τοῦ ὄντος, τουτέστι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὅ καὶ περὶ τοῦ ὄντος· [*](4 ὄν addidi 7 ὄντι scripsi: ὄν καὶ τὶ libri 8 ἕτερον addidi 9 γὰρ addidi 15 τί γὰρ — ειναι (16) om. D 17 πλείω ex xVristotele scripsi: πάλιν libri 18 τὸ μὲν γὰρ — τὸ ὄν (25) Alexandri simt 22 τὸ ex Alexandre addidi 23 οὐσίαι εἰσὶ Alex.: οὐσία τι ἐστὶ libri 25 τοῦτο τὸ ἓν Alex. 29 καθ’ αὐτὴν om. Α 34 τὸ αὐτὸ - ἀριθμὸς (p. 206,7) Alexandri sunt)
p. 1001b7 Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν.
Φησὶν ὅτι εἰ ὑποθώμεθα τὸ ἓν αὐτοὲν εἶναι καὶ ἀδιαίρετον, οὐδέν ἐστι, καθάπερ Ζήνων ἐδόκει λέγειν. σπουδάζει γὰρ ἀναιρεῖν τὰ ἀδιαίρετα κεχρημένος λόγῳ τοιούτῳ. ὅπερ μήτε προστιθέμενον μήτε δὲ ἀφαιρούμενον μεῖζον ἢ ἔλαττον ποιεῖ, τοῦτο οὐκ ἔστιν. εἰ τοίνυν τὸ σημεῖον τοιοῦτο, δῆλον ὡς ὅτι οὐκ ἔστι, καὶ ἔτι πᾶν ἀδιαίρετον. πάλιν τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν πῇ μὲν ὄντα ἔλεγε πῇ δὲ οὐκ ὄντα. ἡ μὲν γὰρ γραμμὴ κατὰ μῆκος προστιθεμένη ποιεῖ αὔξησιν καὶ μείωσιν, κατὰ δὲ πλάτος οὐκέτι. ὁμοίως δὲ ἡ ἐπιφάνεια κατὰ πλάτος προστιθεμένη καὶ ἀφαιρουμένη ποιεῖ αὔξησιν καὶ μείωσιν, κατὰ δὲ βάθος οὐκέτι. τὸ μέντοι γε σῶμα κατὰ πάσας διασιάσεις καὶ αὔξησιν καὶ μείωσιν ὑπομένει. διὰ ταῦτα. τοίνυν [*](f.143r) τὴν μὲν ἐπιφάνειαν καὶ τὴν γραμμὴν ἔλεγε τῆι μὲν εἶναι ὄντα τῆι δὲ οὐκ ὄνια. ὁ τοίνυν Ἀριστοτέλης φορτικὴν ἀποκαλεῖ τὴν ἀπορίαν αὐτοῦ. ὅσον γὰρ ἐπὶ τούτῳ, ἀναιροῦνται πάντα τὰ ἀσώματα, ἐπειδὴ οὗτε μεῖζον ποιοῦσιν ᾧ προστίθενται οὔτε δὲ ἔλαττον ἀφαιρούμενα. τὸ οὖν σημεῖον αὐτὸ καθ’ αὑτὸ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τῇ γραμμῇ τὸ εἶναι ἔχει. ἄλλως [*](3 ἄλλο ἐξ οὗ Alex. cod. L: ἀλλ’ ἐξ οὗ libri 4 οὐσία ἐστι Alex. 5 παρ’ ἐκεινων] sic etiain Alex.: exspectes παρ’ ἐκεῖνο 7 ἀεί] ἃ εἰ μὴ εἶεν, οὔτ’ ἄν πολλὰ οὔτ’ ἂν ἀριθμὸς εἴη Alex. εἰ γὰρ — γίνεται (12) pleraque Alexandri sunt 8 ἄλλο ἓν προσγενέσθαι Alex. 10 τὸ μὴ ἓν] sic etiara Alex. cod. L: τὸ μὴ ὗν Alex. yulg. 24 καὶ χρήμενος D)
p. 1001b19 Ἀλλὰ μὴν καὶ 〈εἴ〉τινες οὕτως ὑπολαμβάνουσι.
Κἂν ὑποθώμεθά τινα οὕτως ὑπολαμβάνειν ὥστε γίνεσθαι, καθάπαρ τινές φασιν, ἐκ τοῦ ἑνὸς αὐτοῦ, τουτέστιν ἐκ τῆς μονάδος, καὶ τῆς δυάδος, τουτέστιν ἐκ· τῆς φύσεως καὶ τῆς ὕλης. τὴν γὰρ ὕλην δυάδα καλεῖ διὰ τὸ διῃρημένον αὐτῆς· ὥσπερ γὰρ ἡ δυὰς πρώτη ἔσχε τὸ ποθέν ποι, οὕτως καὶ ἡ ὕλη τοὺς δημιουργικοὺς λόγους ἡνωμένους μερίζει πανταχοῦ· ἡ δὲ μονὰς ἡ φύσις ὡς ἓν οὖσα καὶ προάγουσα. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι εἰ καὶ ὑποθώμεθα γίνεσθαι τὸν ἀριθμὸν ἐκ τῆς μονάδος καὶ τῆς δυάδος, οὐδὲν ἧττον ἄξιόν ἐστιν ἀπορῆσαι, διὰ τί ποτὲ μὲν ἀριθμὸς γίνεται ἐντεῦθεν, ποτὲ δὲ μέγεθος, εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης ἐστὶ καὶ ἀεὶ ἡ αὐτὴ φύσις ἐστίν· οὔτε γὰρ πῶς ἐκ τῆς μονάδος καὶ ταύτης τῆς δυάδος, οὔτε πάλιν πῶς ἐξ ἀριθμοῦ τινος καὶ ταύτης τῆς δυάδος γίνονται τὰ μεγέθη, φανερὸν ὑπάρχει. ἐκεῖνο οὖν ἄξιον ἀπορῆσαι, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· ἐγίνοντο γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς [*](15 πλειόνων scripsi: πλεῖον libii 19 ἐκεῖνοι scripsi: ἐκείνην libri 21 εἰ ex Aristotele addidi 27 ἓν οὖσα scripsi: ἐνοῦσα libri 30 εἴπερ ex Aristotele scripsi: εἰ περὶ libri 33 ἐχεῖνο — γεννᾶσθαι (p. 208,17) Alexaudri sunt 36 γίνονται Alex.)
p. 1001b26 τούτων δὲ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώuατα καὶ τὰ ἐπίπεδα.
Καὶ ταύτην τὴν ἀπορίαν ἐξέθετο κατ’ ἀρχὰς τοῦ παρόντος βιβλίου· ζητεῖ γὰρ εἰ ὄρα τὰ σημεῖα καὶ αἱ γραμμαὶ καὶ αἱ ἐπιφάνειαι οὐσίαι ὑπάρχουσιν, εἴτε οὐχ ὑπάρχουσιν, ἐπεὶ οὐδέποτε αὐτὰ καθ’ αὐτὰ ὑφίστανται. οὐ δυνατὸν γάρ ἐστιν εὑρεῖν ἕν τι τούτων αὐτὸ καθ’ αὑτὸ ὑφιστάμενον, ἀλλ’ ἐν ἑτέροις τὸ εἶναι ἔχουσι, τουτέστιν ἐν τοῖς σώμασιν· ὥστε οὐχ ὑπάρχουσιν οὐσίαι. αἱ γὰρ οὐσίαι θέλουσιν αὐθυπόστατοι εἶναι καὶ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, ὡς μεμαθήκαμεν ἐν Κατηγορίαις· ὥστε οὐχ ὑπάρχουσιν οὐσίαι. εἰ τοίνυν μὴ ὑπάρχουσιν αὗται οὐσίαι, φανερὸν ὡς [*](f.144v) ὅτι πᾶσα οὐσία ἀναιρεθήσεται, καὶ ἁπλῶς οὐδὲν ἔσται ἐν τοῖς οὖσιν, εἴ γε ταύτα μὴ ὑπάρχουσιν, ἅτινα μᾶλλον δοκοῦσιν εἶναι οὐσίαι. ὅτι γὰρ μᾶλλον τῶν σωμάτων δοκοῦσιν εἶναι οὐσίαι, φανερὸν ἐντεῦθεν, εἴ γε τὰ σώματα ὁρίζουσι καὶ περατοῦσι καὶ συνέχουσι; τὰ δὲ ὁρίζοντα ἇι περατοῦντα εἴτοῦ [*](1 ἀριθμοῦ Alex.: τοὺς ἀριθμοὺς libri 2 μὴ ἑνός scripsi: μηδενός libri 7 ἀλλὰ καὶ τὰ μεγέθη ἐξ ἐκείνων κατ' αὐτόν. εἰ γὰρ ἡ ἀνισότης Alex. 8 φύσει Alex. 12 ἀριθμῶν ἤγουν ἐξ om. D 16 ἦν scripsi: ἡ libri πῶς γὰρ ἐκ Alex. 20 ἐπειδὴ scripsi: εἶναι δὴ libri αὐτὰ om. D 30 αὐθυπόστατοι scripsi: ἀνθυπόστατοι libri 31 ἐν Κατηγορίαις] c. 5)
p. 1001b26 τούτων δὲ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα.
Δειξας, φησί, δι' ὧν ων ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαί, δηλονότι καὶ #<αἱ> ἐπιφάνειαι καὶ αἱ γραμμαί, οὐσίαι ὑπάρχουσιν ἢ οὐχ ὑπάρχουσιν· εἰ γὰρ μὴ ταῦτα ὑπάρχουσιν οὐσίαι, οὐδ’ ἂν ὅλως [*](f.145v) εἴη τις οὐσία· διό φησι διαφεύγει τί τὸ ὄν. τίνες γὰρ ἔσονται οὐσίαι τῶν ὄντων; τὰ γὰρ ἄλλα πάθη οὐσίας ἐστὶ καὶ οὐκ οὐσία, οἷον λευκότης λεύκανσις, ἡ τοιάδε σχέσις καὶ οἱ ὁρισμοὶ τούτων· ταῦτα γὰρ πάντα ἐν οὐσίᾳ τὸ εἶναι ἔχουσιν, οὐκ οὐσίαι ὑπάρχουσιν. αἱ οὖν ποιότητες ταῦτα γὰρ λέγει 〈τὰ〉πάθη καὶ τὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱδιαθέσεις, ἃ καὶ αὐτὰ ποιότητες, καὶ οἱ λόγοι λόγους δὲ τοὺς ὁρισμοὺς καλεῖ) ἐν οὐσίᾳ. ὡς εἴρηται, θεωροῦνται, ἀλλ’ οὐκ αὐτὰ οὐσίαι ὑπάρχουσι. τὸ δὲ οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὔκ εἰσν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς ἐννέα κατηγορίας οὐκ οὐσία· πάντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδὲ ἔστι τι αὐτῶν ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτὸ ὄν. ἃ δὲ μάλιστα δοκοῦσι δηλοῦν οὐσίαν, ταῦτά ἐστιν ὕδωρ καὶ πῦρ καὶ γῆ καὶ ἀήρ, ἐξ ὧν τὰ σύνθετα σώματα συνεστήκασι. τούτων οὖν θερμότης μὲν καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης καὶ τὰ τοιαῦτα πάθη, οὐκ οὐσίαι ὑπάρχουσιν, ἅ γε ἐν ἄλλοις ὑποκειμένοις ἔχουσι τὸ εἶναι · τὸ δὲ σῶμα, τουτέστι τὸ τριχῇ διαστατὸν τὸ δεχόμενον ταῦτα μόνον ὑπομένει ὡς ὄν τι καὶ οὐσία τις οὖσα, διότι, φησί, αὐιὸ καθ’ αὑτὸ ὑφέστηκεν. ἀλλὰ πάλιν τὸ σῶμα ἧττόν ἐστιν οὐσία τῆς ἐπιφανείας, ἐπειδὴ ἡ μὲν περατοῖ, τὸ δὲ περατοῦται, τὸ δὲ περατοῦν εἴδους λόγον ἐπέχει, τὸ δὲ περατούμενον ὕλης, τὸ δὲ εἶδος μᾶλλόν ἐστιν οὐσία τῆς ὕλης· ὥστε μᾶλλον οὐσία ἡ ἐπιφάνεια τοῦ σώματος. εἰ τοίνυν μᾶλλον οὖσα οὐσία οὐκ ἔστι. φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστι, καὶ οὔτως ἀναιρεθήσονται αἱ οὐσίαι ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν ἄνευ σώματος δυνατὸν εἶναι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, τὸ δὲ σῶμα ἄνευ τούτων εἶναι οὐ δυνατόν· ὥστε μᾶλλον ταῦτα οὐσία. εἰ δὲ τὸ μᾶλλον [*](f.146r) οὐσία ὑπάρχον οὐκ ἔστι, φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστι τὸ ἧττον [*](1 καθ’ ὃν scripsi: καθ’ ἣν libri ἀντυπόστατος libri 6 δείξας — οὐσία (10) Alexandri sunt 8 δηλονότι Alex.: δῆλον libri αἱ (ante ἐπιφ.) acldidi 10 τις Alex.: τί libri 13 αἱ οὖν ποιότητες — καθ' αὑτὸ ὄν (21) pleraque Alexandri sunt 14 τὰ (ante πάθη) addidi παθητικὰς κινήσεις Alex. 14. 15 ἁ καὶ αὐτὰ Alex.: καὶ αὐτῶν libri 18 ἐννέα] δέκα Alex. 20 αὐτὰ Alex.: αὐτὸ libri 21 καθ’ αὑτό] ὃν δὲ τὴν ouatav νῦν λέγει pergit Alex. 24 οὐσία D ἅ γε] ὅ γε libri 26 διότι scripsi: διό libri 32 ἀναιρεθήσονται scripsi : διαιρεθήσονται libri)
p. 1002 α 18 Ἔτι φαίνεται ταῦτα παντα διαιρέσεις ὄντα τοῦ σώματος.
Πάλιν ἕτερον λόγον ἐπάγει κατασκευαστικὸν τοῦ ὅτι οὐχ ὑπάρχουσιν οὐσίαι γραμμὴ καὶ ἐπιφάνεια καὶ σημεῖον, εἴ γε οὐδὲ ὑφίστανται αὐτὰ καθ’[*](f. 147r) αὑτά. τί γὰρ;φηςὶν ὅτι διαιρέσεις αὖται ὑπάρχουσι τοῦ σώματος, αἱ δὲ διαιρέσεις τὸ εἶναι ἔχουσιν ἐν ἐκείνοις, ὦν ὑπάρχουσι διαιρέσεις. διαιρέσεις οὖν ὑπάρσχουσιν εἰς βάθος μὲν ἡ ἐπιφάνεια, εἰς πλάτος δὲ ἡγραμμή, εἰς μῆκος δὲ τὸ σημεῖον. πρὸς δὲ τούτοις ὁμοίως ἐστὶν ἐν τῷ στερεῷ ἕν ἔκαστον σχῆμα. δυνάμει γάρ ἐστιν ὁ χαλκὸς ἀνδριὰς καὶ πρόβατον καὶ ἵππος, μέχρις ὅτε γένηται. ἡνίκα δὲ γὲνηται, τότε λοιπὸν ἐνεργείᾳ ἐστίν. οὕτως οὖν, φησί, καὶ ἐπιφάνεια δυνάμει ἐστὶν ἐν τῷ κύβῳ * * * ἡνίκα τμηθῇ δίχα ὁ κύβος. εἰ μὴ γὰρ ἦν δυνάμει, ἔδει αὐτὴν φαίνεσθαι καὶ πρὸ τῆς τομῆς. φαμὲν οὖν ὅτι καὶ δυνάμει ἐστὶν ἡ τμηθεῖσα, ἔστι δὲ καὶ ἡ ἔξω ἐπιφάνεια πάντων, εἴπερ δέδεικται μὴ ὂν ἄπειρον σῶμα. ὥστε ἐξ ἀνάγκης ἐστὶ καὶ ἐπιφάνεια ἐνεργείᾳ καὶ γραμμὴ καὶ σημεῖον. φηςὶν ολὖν ὁ Ἀριστοτέλης ὄτι ὁ αὐτὸς λόγος ἐπὶ γραμμῆς καὶ μονάδος. ὥστε εἰ μάλιστα μὲν οὐσία τὸ σῶμα ὑπάρχει, τούτου δὲ μᾶλλον ταῦτα, μήὑπάρχουσι δὲ ταῦτα οὐσίαι, ἐκπεφεύγασι τῶν ὄντων αἱ οὐσίαι.
Ἀλλὰ μὴν οὑδὲν τούτων ἐστὶν ἐν τοῖς αὐσθητοῖς. ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον. οὐδέν, φησίν, ἔστι λαβεῖν <ἐν> αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὑδὲ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν οὑσίαι, ἦν ἄν ἐν τοῖς σώμασι τοῖς αὐσθητοῖς. [*](1 ὁρισμοῖς Αlex.: ἀριθμοῖς libri 3 ἔχει ex Alex. addidi 9 σωματώτεροι D 15 οὔτε libri 18 εἰς βάθος μὲν—εἰς πλάτος δὲ scripsi: εἰς πλάτος μὲν—εἰς βάθος δὲ libri 22. 23 κύβῳ et κύβος scripsi: κύκλῳ et κύκλος libri 22 lacunam indicavi: addendum μέχρις ὅτε τμηθῇ, ἐνεργείᾳ δ’ἐστὶν vel tale aliquid 30 ἀλλὰ μὴν—αἰσθητοῖς] falso Aristoteli tribuit quae Alexandri sunt; pertinent autem ea verba ad Metaph. p. 1002 a17 ὁ Ἀλέξανδρος] ρ. 186,7 sqq. Bz. 31 ἐν ex Alexandro addidi 32 μῆκος παντάπασι Αlex.: μὴ ὡς πάντα πᾶσι libri 33 εἴ δὴ Αlex.: εἴδει libri ὄντα μὲν οὑσίαι] sic etiam Alexandri codices plerique: ὄντα μὲν ἦσαν καὶ οὐσίαι ceteri ἄν ἐν Alex.: μὲν libri)
p. 1002a28 Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθοράν.
Ἰστέον ὅτι πᾶσα οὐσία τῶν ἐν γενέσει καὶ φθορᾷ διὰ γενέσεως ἔρχεται ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ διὰ φθορᾶς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὅν. ἐὰν οὖν, φησί, ταῦτα ὑποθώμεθα εἶναι οὐσίας, συμβήσεταί τινα οὐσίαν ἔρχεσθαι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν οὐ διὰ γενέσεως καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν οὐ διὰ φθορᾶς, ὅπερ ἐστὶν ἀδύνατον. οἷον ἐὰν γάρ τις λάβῃ εὐθεῖαν καὶ τέμῃ αὐτὴν καυληδόν, ἔσονται δύο στιγμαὶ ἀχρόνως γενόμεναι, ὥστε οὐ διὰ γενέσεως γέγονεν ἡ οὐσία, τουτέστιν ἡ στιγμή· οὔτε γὰρ δυνατόν ἐστιν εἰπεῖν ὅτι ἡ ἀδιαίρετος στιγμὴ διαιρέσεις ἐποίησε τὰς δύο. καὶ πάλιν συνερχομένων τῶν εὐθειῶν χωρεῖ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν οὐ διὰ φθορᾶς. ὥστε εἰ μὴ δυνατὰ ταῦτα, οὐχ ὑπάρχουσιν οὐσίαι τὰ τοιαῦτα. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πρὸς τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἔσονται ἄλογα. δοκεῖ μὲν γάρ, ἐπὰν ἡ οὐσία μὴ οὖσα πρότερον γένηται, ἢ πρότερον οὖσα ὕστερον μηκέτι ἔσται, διὰ γενέσεως καὶ φθορᾶς ταῦτα ὑπομένειν ἤγουν πάσχειν· τὰς δὲ στιγμὰς καὶ τὰς γραμμὰς καὶ τὰς ἐπιφανείας οὐκ ἐνδέχεται οὔτε γίνεσθαι οὔτε φθείρεσθαι, ὁτὲ μὲν οὔσας ὁτὲ δὲ οὐκ οὔσας. ὅταν γὰρ ἅπτηται ἤγουν διαιρῆται τὰ σώματα, ἅμα ὁτὲ μὲν μέα γίνεται στιγμὴ ἁπτομένων τῶν εὐθειῶν ἀλλήλων, ὁτὲ δὲ δύο στιγμαὶ γίνονται διαιρομένων τῶν εὐθειῶν· ὥστε οὔτε συντιθεμένων τῶν εὐθειῶν εἰσιν αἱ δύο στιγμαί, ἀλλ’ ἔφθαρται ἡ μία οὐ διὰ φθορᾶς, διαιρεθεισῶν δὲ πάλιν τῶν εὐθειῶν εἰσιν αἱ στιγμαὶ αἱ πρότερον μὴ ὑπάρχουσαι οὔτε γὰρ δυνατόν ἐστιν εἰπεῖν ὅτι αὕτη ἡ ἀδιαίρετος στιγμὴ διῃρέθη εἰς δύο στιγμάς· εἰ γὰρ ἀδιαίρετός ἐστι, δῆλον ὡς ὅτι οὐ διαιρεῖται. ἄλλως τε δή, εἰ γίνονται καὶ [*](f.148v) φθείρονται, χρείαν ἔχουσι καὶ ὕλης, περὶ ἣν ὄντα γίνονται καὶ φθείρονται· ποίαν δὲ δυνατόν ἐστιν ὕλην ὑποθέσθαι ἐπὶ τοῦ σημείου ; ὁμοίως δὲ ἔχει καὶ περὶ τὸ νῦν τὸ ἐν τῷ χρόνῳ, καθάπερ ἐλέγομεν ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ἔτι καὶ τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὑπάρχουσι, τῇ δὲ σχέσει διαφέρουσι. μεταβάλλουσι γὰρ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄνευ φθορᾶς καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄνευ γενέσεως· οὔτε γάρ ἐστιν ὕλη ἐπ’ αὐτῶν, ἵνα καὶ γίνωνται καὶ φθείρωνται· πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀχρόνως γίνονται. ὅμως ἕτερόν τι δοκεῖ εἶναι, ὡς οὐκ οὐσία τις οὖσα. ὁμο·ίως δὲ ἔχει καὶ περὶ τὰς στιγμὰς καὶ γραμμὰς καὶ τὰ ἐπίπεδα, <ἃ> οὔτε γίνονται οὔτε φθείρονται· ὁ γὰρ αὐτὸς λόγος· ἅπαντα γὰρ ὁμοίως ἢ πέρατα ὑπάρχουσιν ἢ διαιρέσεις εἰσίν, ὥστε οὐκ οὐσία ὑπάρχουσι.
[*](3. 4 ἔρχεται scripsi; cf. v. 5. 6: ἄρχεται libri 4 ἐκ τοῦ ὄντος — ὑποθώμεθα (5) om. D 12 δυνατὰ scripsi: δυνατὸν libri . 15 ἢ scripsi: ἡ libri 19 διαιρῆται ex Aristotele scripsi: ἀνήρηται libri 24 διῃρέθη ex Aristotele scripsi: διαιρεθῆ libri 28. 29 τῆς Φυσικῆς ἀκροάσεως] Δ 10 sqq.: τῆς φωνῆς ἀκρ. D 29 ante ἔτι videntur aliqua excidisse 34 ἃ addidi)p. 1002a28 Πρὸς γὰρ τοῖς εἰρημένοοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθοράν.
O Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον, ὅτι καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσία τὰ πέραια τοῦ σώματος, ἃ μᾶλλον οὐσίας ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ μὴ οὖσαι πρότερον, εἶτα ὕσιερον οὖσαι διὰ γενέσεως εἰς τὸ εἶναι προΐασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι, εἶτα μὴ οὖσαι 〈εἰς τὸ μὴ εἶναι〉 διὰ φθορᾶς. ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται· ταύτα δὲ [τὰ] ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μέν ἐστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ κωρὶς μὲν μία ἁπτομένων ὁτὲ δὲ δύο διαιρουμένων γίνονται τοῦ χωρὶς γενέσεως ἐστι δηλωτικόν· ἁπτομένων μὲν γὰρ εὐθὺς ἅμα ἐστὶ μία, διαιρουμένων δὲ πάλιν ἢ καὶ χωριζομένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μέν εἰσιν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς γενέσεως καὶ φθορᾶς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα [*](f.140r) ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν· ὅταν δὲ αὖ πάλιν χωρισθῇ, αἱ δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μέν ἐστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅτε μ·ὴ ἅπτεται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, κἄ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλὰ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομενας τῆς ἁφῆς, οὔτε τὴν ἐπιφάνειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἐκ τινος ὑποκειμένου γίνεται· ταύτα οε ἐκ τινος ἔρει τις ὐποκειμένου γίνεσθαι; οὐκ ἔστιν· ὥστε εἰ ἅπαν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ, οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα. εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μέν ἐστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ οὐσί διὰ τὰ προκείμενα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας, τὸ δὲ γραμμῆς, τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. [*](3 ὁ Ἀλέξανδρος] p. 187,15 ssqq. Bz. καὶ αὑτη—οὐσίαι ταῦτα (p. 216, 10) Alexandri sunt 5 οὖσαι Alex.: οὐσίαι libri εἶτα — οὖσαι desuut Alexandro 6 αἱ πρότερον Alex.: ἀτοπώτερον libri 6. 7 εἶτα μὴ οὖσαί desimt Alexandre 7 μὴ quod erat post πρότερον (6) transtvUi post εἶτα εἰς τὸ μὴ εἶναι ex Alexandro addidi 8 τὰ delevi 15 διιστῆται Alex.: διίστανται libri IG ἓν τὰ Alex.: ὄντα libri 20 αὐτῆς Alex.: αὐτῇ libri διῃρέθη Alex. cod. L: διαιρέθη libri 21 ἀλλὰ Alex.: καὶ libri 24 ἀπολυομένας] sic etiam Alex. cod. L : ἀπολυομένης Alex, viilg. 29 οὐκ οὐσία διὰ] οὐκ ἐστι Alex. 30 προειρημένα Alex. 33 ἢ scripsi: ἡ libri)
p. 1002b12 Ὅλως δὲ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλα ἄττα παρὰ τὰ αἰσθητὰ καὶ μεταξύ.
Καὶ ταύτην τὴν ἀπορίαν ἐξέθετο ἐν τοῖς προλαβοῦσιν. ὃ δὲ λέγει τοῦτό ἐστι. τὴν αἰτίαν πειρᾶται ἀποδοῦναι δι’ ἣν οἱ περὶ Πλάτωνα ἐπρέσβευσαν τὰς ἰδέας. καὶ 〈φησὶν ὅτι〉 βουλόμενοι ἑαυτοὺς ἀναγαγεῖν ἐκ τοῦ πλήθους ἐπὶ τὰς μονάδας, ἐπειδὴ καὶ τὰ αἰσθητὰ πολλὰ ὑπάρχουσιν, ἄνθρωπος, ἵππος καὶ ἄλλα μυρία, ὁμοίως δὲ καὶ τὰ μαθηματικὰ πολλὰ ὑπάρχουσιν· εἰ γὰρ καὶ δοκοῦσ·ι διαφέρειν τῶν αἰσθητῶν τῇ τε ἀυλίᾳ καὶ τῇ ἀκριβείᾳ, ἀλλ’ οὖν γε πολλὰ ὑπάρχουσι. φησὶ γοῦν ὁ γεωμέτρης, 'ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς δυσὶν πλευραῖς ἴσας ἔχῃ’, καὶ λαμβάνει πλῆθος. ὥστε βουλόμενοι ἑαυτοὺς ἀναγαγεῖν ἐκ τοῦ πλήθους εἰς μονάδα ἐπρέσβευσαν τὰς ἰδέας. χρὴ μέντοι γε γινώσκειν ὅτι οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ ἡ μονάς ἐστι τῶν πάντων προακτική, μᾶλλον δὲ ἡ ἑνάς, τούτου χάριν ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὰς ἰδέας, τουτέστι τοὺς δημιουργικοὺς λόγους, καθ’ οὓς πάντα τὰ ὄντα παράγονται· οὐ γὰρ ἀλόγως παράγονται τὰ παραγόμενα ὑπὸ θεοῦ παραγόμενα. εἶτα λοιπὸν ἀντιλέγει πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης φάσκων οὕτως ὅτι τὰ εἴδη ταῦτα ἢ ἀριθμῷ ἔχουσι τὸ <ἓν> εἶναι ἢ εἴδει. ἀλλ’ εἰ μὲν οὖν εἴδει τὰ αὐτὰ ὑποθώμεθα αὐτὰ εἶναι, συμβήσεται πάντα τὰ ἐνταῦθα ὁμοειδῆ εἶναι, εἴ γε καὶ τὰ παράγοντα τὸ αὐτὸ εἶδος ἔχουσιν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἄλλο γὰρ εἶδος ἀνθρώπου [*](f.150r) καὶ ἄλλο ἵππου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων· εἰ δὲ πάλιν ἀριθμῷ αὐτὰ ὑποθώμεθα, ἔσονται ἄτομα, οὕτως δὲ ἔνυλα ἔσονται· τὸ γὰρ ἄτομον τέμνεται καὶ μερίζεται ὑπὸ τῆς ὕλης. ἔπειτα δὲ συνέβαινε καὶ ἓν ἀριθμῷ εἶναι πάντα τὰ ὄντα· τὰ γὰρ ὑπὸ ἑνὸς ἀριθμῷ παραγόμενα ἓν ἐστι καὶ αὐτό. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτόν, ὅτι ταῦτα ἐπὶ τῶν ἐνταῦθα γινομένων χώραν ἔχουσι· τὰ γὰρ ἐξ ὁμοειδῶν [*](1 εἰ Alex.: δεῖ libri πᾶσι Alex.: παντὶ libri 2 οὖσιν addidi, sed fort, duce Alexandre legendum est τῆς αὐτῆς γε οὖσι φύσεως 3 πᾶσα Alex.: πάσης libri 4 φθορά· ὥστε Alex.: φθορᾶς τε libri 7 καὶ—μόρια ex Alexandre addidi 15 φησὶν ὅτι addidi 20 πλευραῖς scripsi: ὀρθαῖς libri 22 γε om. D 27 ἓν addidi 34 ἀριθμῶ (post ἑνὸς) scripsi: ἀριθμοῦ libri)
p. 1002b 12 Ὅλως δ’ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλα ἄττα.
Ἄξιόν ἐστιν ἀπορίας, δι’ ἣν αἰτίαν ζητοῦμεν ἄλλα τινὰ παρὰ ταῦτα τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, τουτέστι τὰ μαθηματικά, οἷον τὰ εἴδη. εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ τῶν δεῦρο, φημὶ δὴ τῶν ἐνταῦθα, ἄλλῳ μέν τινι διαφέρει, τουτέστι τῇ ἀυλίᾳ καὶ τῇ ἀκριβείᾳ, ὡς καὶ ἀνωτέρω εἴρηκε διὸ καὶ ἡ παροιμία 'γραμμικαῖς ἀνάγκαις’), κατὰ δὲ τὸ εἶναι πολλὰ καὶ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ οὐδὲν ἀλλήλων διαφέρουσιν· ὥστε εἰ πλῆθος θεωρεῖται ἐν αὐτοῖς, οὐχ ὑπάρχουσιν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἀφωρισμέναι, τουτέστιν ὡρισμέναι, εἴγε πλῆθος ὑπόκειται, ὥσπερ οὐδὲ τῶν ἐνταῦθα γραμμάτων, τουτέστι τῶν κδ στοιχείων, ἀριθμῷ μὲν πάντων οὔκ εἰσιν αἱ ἀρχαὶ ὡρισμέναι, εἴδει δὲ ὡρισμέναι ὐπάρχουσιν, 〈ἐὰν〉 μὴ ὑποθώεθα τὸ ἁ τὸ κατὰ μόνην τηνδὶ συλλαβήν, τουτέστι τὴν βα· τότε γὰρ ἀριθμῷ ἕν ἐστι τὸ α· εἰ δὲ καὶ ἐπὶ ἄλλων λέξεων θεωρήσομεν τὸ ἁ, τότε οὐκ ἀριθμῷ ἕν ἐστιν ἀλλὰ εἴδει· οὔτε γὰρ τὸ αὐτὸ ἁ ἐστὶ κατ’ ἀριθμὸν ἐν τῇ βα συλλαβῇ καὶ τῇ γݲαݲ, εἴ γε καὶ τὸ σημαινόμενον διάφορον ὑπάρχει. διό φησιν τούτων δὲ ἔσονται καὶ ἀριθμῷ ἀρχαὶ ὡρισμέναι, τουτέστι τῆς βα μόνης συλλαβῆς αὐτῆς καθ’ αὑτήν. [*](f.151r) ὁμοίως δὲ καὶ ἐπὶ τῶν μαθημάτων· ἄπειρα γὰρ καὶ ἐν αὐτοῖς ὑπάρχουσι τὰ ὁμοειδῆ. εἰ τοίνυν μὴ ἔστι παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ ἔτερά τινα ἓν ὑπάρχοντα τῷ ἀριθμῷ, οἶά περ τὰ εἴδη, οὐκέτι ἔσται μία οὐσία τῷ ἀριθμῷ καὶ τῷ εἴδει, οὐδὲ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλὰ εἴδει. εἰ τοίνυν ἀναγκαῖον εἶναι εἴδει <καὶ> ἀριθμῷ μίαν ἀρχήν, εἴ γε τὰ πάντα ἐκ μονάδων προέρχεται, ἀναγκαῖον διὰ τοῦτο καὶ τὰ εἴδη εἷναι. παριστάμενος οὖν τῇ δόξῃ ταύτῃ φησὶ τὰ γὰρ μαθηματικὰ εἰ καὶ [*](1 φησι addidi 5 πρακτικά D 6 post οὐσία fort, addeudum τοῦ ζώου καὶ 20 αὐτοῖς scripsi: αὐτῷ libri αὐτῶν ex Aristotele scripsi: τὸ ὧν D: iucertum Α 24 ἐὰν ex Aristotele addidi 32 οἷαπερ scripsi: παρὰ libri 34 καὶ addidi 36 παριστάμενος — ἐρεῖ (p. 219,13) pleraque Alexaudri sunt)
p. 1002b32 Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι.
Ἡ ἀπορία πάνυ ἐστὶ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα δυνάμει ὑπάρχουσιν ἢ ἐνεργείᾳ· διὰ γὰρ τοῦ εἰπεῖν ἤ τινα ἕτερον τρόπον τὸ ἐνεργείᾳ ἐδήλωσεν. εἰ μὲν γὰρ ἄλλως πως, τουτέστιν εἰ ὑποθώμεθα τὰς ἀρχὰς ἐνεργείᾳ εἶναι, ἔσται τῶν ἀρχῶν ἄλλο τι πρότερον· πρότερον γὰρ τὸ δυνάμει τοῦ ἐνεργείᾳ· ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις προτέρα ἔσται, τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργ.εία εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει, ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται, φησίν, ἡ δύναμις καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἠρμήνεθσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκεινως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, τοῦ ἐνεργείᾳ. εἰ δέ τις ὑποθοῖτο τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως [δυνατὸν] εἶναι· δύναται γὰρ εἶναι καὶ τὸ μηδέπω ὄν, ὥστε αἱ ἀρχὶ εἰ δυνάμει ὑπάρχουσι, δύνανται μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἶεν, οὐδὲ τὰ ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὄν, οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι τοῦτο γὰρ εἶπε διὰ τοῦ γίνεται μὲν γὰρ τὸ μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίνεται τῶν εἶναι ἀδυνάτων.
p. 1003a5 ταύτας τε οὖν τὰς ἀπορίας ἀναγκαῖον ἀπορῆσαι περὶ τῶν ἀρχῶν.
Πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας, πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα, ἤγουν τὰ καθ’ ἕκαστα. καὶ προστίθησιν ἄλλην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν. εἰ μὲν [*](f.153r) γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι· ἡ μὲν γὰρ [*](4 συμβέβηκε τὰ ἀδύνατα scripsi: συμβεβηκότα ἀδύνατον libri 8 ἡ ἀπορία — ἀδύνατων (27) pleraque Alexandri sunt 13 γε Alex.: τε libri 18 τὸ δὲ] sic etiam Alex.: τὸ τὸ δὲ recte Bouitz ἐκείνως ex Aristotele et Alexandro scripsi: ἐκεῖ πῶς libri 20 ἀρχῆς ἥτις ἦν κατ’ ἐνέργειαν Alex. 21 δυνατὸν Alexandrum seciitus delevi 24 μὴ ὄν Alex.: μὲν libri 26 δὲ (post τὸ) delevi 30 πάλιν μέμνηται — ὑπέκειτο (p. 221,10) Alexandri sunt)
p. 1003a21 ἐστιν ἐπιστήμη ἣ θεωρεῖ τὸ ὂν ᾗ ὃν καὶ τὰ τούτῳ ὑπάρχοντα·
Ὁ σκοπὸς τοῦ προκειμένου βιβλίου ἐστὶν ἐπιλύσασθαι τὰς πολλὰς τῶν ἀποριῶν τῶν εἰρημένων ἐν τῷ δευτέρῳ, τουέστιν ἐν τῷ Β. ζητεῖ δὲ καὶ περὶ τῆς ἀντιφάσεως; εἴτε αὐτόπιστός ἐστι κρείττων οὖσα πάσης ἀποδείξεως, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις ἀληθεύει, εἴτε δυνατόν ἐστιν ἀποδεῖξαι τοῦτο αὐιό, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις ἀληθεύει. πρὸς ἐπὶ τούτοις δὲ ζητεῖ καὶ περὶ τῆς ἀκαταληψίας μαχόμενος πρὸς τοὺς καλουμένους ἐφεκτικούς, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν ἀκαταληψία ἀλλὰ καταληπτὰ ὑπάρχουσι τὰ πράγματα. εἶτα λοιπὸν κατὰ τὸ προοίμιον ζητεῖ τοῦτο, ἐπειδὴ ἠπόρησεν ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητῶν εἰ ἄρα ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ πασῶν τῶν οὐσιῶν, τοῦτο αὐτὸ ἐνταῦθα ἐπιλύεται δεικνὺς ὅτι περὶ πασῶν τῶν οὐσιῶν διαλέξεται ὁ πρῶτος φιλόσοφος, πολυπραγμονῶν καὶ τὰς αἰτίας αὐτῶν καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτοῖς, οἷον, εἰ τύχοι, περὶ ὁμοιότητος καὶ ἀνομοιότητος καὶ ἑτερότητος καὶ ταὐτότητος. αἱ δὲ ἄλλαι καὶ κατὰ μέρος ἐπιστῆμαι μέρος τι τοῦ καθόλου ἀποτεμόμεναι περὶ τούτου θεωροῦσιν, οἷον γεωμετρία περὶ μεγεθῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς μεγέθεσιν, οἷον τοῖς τριγώνοις, εἰ τύχοι, τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ὁμοίως ’δὲ καὶ ὁ ἀριθμητικὸς περὶ ἀριθμῶν καὶ ὁ ἀστρονόμος περὶ σχημάτων ἀστέρων μεγεθῶν κινήσεων, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. προθέ- [*](f.154v) μένος οὖν ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, ἣν καὶ Σοφίαν καὶ Πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ Θεολογίαν αὐτὴν καλεῖ, περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν [*](12 ἐφεκτικοὺς ex ἐφεστκοὺς corr. Α 24. 25 προθέμενος—πρὸς ἓν (p. 223,28) Alexandri sunt 56 ἔτι δὲ D θεολογικὴν ἔθος αὐτῷ καλεῖν Alex. 27 δείξας Alex.: δεῖξαι libri)
p. 1003a21 ἐστιν ἐπιστήμη τις, ἣ θεωρεῖ τὸ ὂν <ᾖ ὂν> καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτό.
Λαμβάνει πρῶτον μὲν τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, τουτέστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὸ ὑπαρχόντων [ἀποδεικτικήν]. διό φησιν ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὄν, καθὸ ὄν ἐστι, καὶ τὰ ὑπάρχοντα ἰῷ ὄντι καθ’ αὑτό. καὶ τὸ μὲν εἶναί τινα τὴν ἐπιστήμην περὶ τὸ ὃν προϊὼν δείκνυσι· νῦν δὲ προστίθησιν ὡς ὅτι ἡ τοιαύτη ἐπιστήμη θεωροῦσα καθόλου τὸ ὄν, ἡ ὅν ἐστι, διαφέρει τῶν ἄλλων πασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἐστὶν ἡ σοφία, περὶ ἧς νῦν ἡμῖν ἐστιν ὁ παρὼν λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεως τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως· τοῦ γὰρ ὄντος ᾗ ὂν αἱ τοιαῦται ἀρχαί.
p. 1003a23 οὐδὲ μία γὰρ τῶν ἄλλων ἐπιστημῶν.
Ὅτι τοίνυν οὐκ ἔστιν ἡ πρώτη σοφία ἡ αὐτὴ ταῖς ἄλλαις ἐπιστήμαις, δείκνυσιν ἐντεῦθεν. φησὶ γὰρ ὅτι οὐδεμία τῶν ἄλλων ἐπιστημῶν ἐπισκοπεῖ καθόλου τοῦ ὄντος, ᾗ ὄν ἐστιν, ἀλλὰ περί τι ὂν καὶ μέρος τοῦ ὄντος ἀποτεμομένας πραγματεύεσθαι. ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινές τι ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν τρόπον καὶ ἑκάστη τῶν ἄλλων ἐπιστημῶν περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ τὸ γὰρ συμβεβηκὸς τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς [*](3 περὶ ταῦτα Α1 7 διὰ πιθανῶν — ἐπιστημονικῶς om. D 9 καὶ ψευδῆ D 13 ᾖ ὂν addidi coll. vv. 15 et 18 15 λαμβάνει—ἀρχαί (25) pleraque Alexandri sunt 16 καθ' αὐτ·ὰ Alex. 17 ἀποδεικτικήν delevi 21 αὕτη Alex.: αὐτὴ libri 24 τινος Alex.: τινας libri 26 ἄλλων ex Avistotele scripsi: ὄντων libri 30 ἡ μὲν γὰρ — ἐκείνων εἴη (p. 225,4) Alexandri snnt 34 τὸ γὰρ ᾖ συμβεβηκότα Α1)
p. 1003a21 ἔστιν ἐπιστήμη τις, ἣ θεωρεῖ τὸ ὂν ᾗ ὄν.
Τὸ προκείμενον βιβλίον, ὡς εἴρηται, ὑφηγηματικὸν ὑπάρχει, τὸ δὲ πρὸ αὐτοῦ ἀπορητικόν. διὰ τοῦτο τοίνυν τὰς ἀπορίας τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐπιλύεται καὶ ζητεῖ περὶ τῶν ἀρχῶν πάσης τέχνης. εἶτα ὕστερον ζητεῖ καὶ περὶ τῆς ἀντιφάσεως καὶ πολυπραγμονεῖ αὐτὴν ζητῶν εἴτε αὐτόπιστός ἐστιν εἴτε καὶ ἀποδείξει ὑποβάλλεται· καὶ πειρᾶται ἀποδεῖξαι αὐτήν. καὶ ἔστιν ἁπλῶς εἰπεῖν ἡ παροῦσα θεωρία λογικωτάτη.
p. 1003a21 Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὃν καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτά.
Διὰ τῶν νῦν λεγομένων ὁ Ἀριστοτέλης βούλεται ἡμῖν δεῖξαι ὅτι ἔστι τις ἐπιστήμη ἡ τοῦ ὄντος, καθὸ ὄν ἐστιν, ἀντὶ τοῦ κυρίως ὄνιος· ὅπερ κυρίως ὂν ἀγαθόν φησι καὶ πρῶτον καὶ ἔχον γόνιμον δύναμιν, καὶ ἐξ αὐτοῦ πάντα τὰ ἄλλα προερχόμενα. αἱ γὰρ ἄλλαι ἐπιστῆμαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι οὕτως διελέχθησαν περὶ αὐτοῦ; οἷον ὥσπερ αἱ μαθηματικαὶ ἐπιστῆμαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, ἡ δὲ γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ τῶν οὐρανίων σωμάτων· ἡ δὲ φυσιολογία περὶ τῶν φυσικῶν πραγμάτων. ζητεῖ οὖν εἰ ἔστιν ἐπιστήμη τοῦ κυρίως ὄντος· καὶ τέως μὲν ὅτι ἔστιν ὡς ὁμολογούμενον λαμβάνει, προιὼν δὲ δείκνυσιν τοῦτο. ἐὰν οὖν τις εἴποι ὅτι οὐκ ἔστι τὸ ὂν αὐτὸ καθ’ αὑτό, ἀλλὰ ἢ ἐν ψυχῇ θεωρεῖται ἢ ἐν νῷ ἢ ἐν ἄλλῳ ζῴῳ ἤγουν ἐν ἄλλῳ πράγματι, ἐροῦμεν πρὸς αὐτὸν ὅτι οὐχ ᾗ νοῦς ἐστιν ὄν ἐστιν, ἐπεὶ οὕτως ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι· νυνὶ δὲ ὁρῶμεν ὅτι καὶ ψυχαὶ ὄντα εἰσὶ καὶ τὰ σώματα ὑπάρχουσιν. ὥσπερ καὶ τὸν Σωκράτη φαμὲν ἄνθρωπον εἶναι λευκόν. οὐ καθὸ δὲ. ἄνθρωπός ἐστι, λευκός ἐστιν, ἀλλὰ ἕτερον ὑπάρχων παρὰ τὸ λευκὸν οὕτως ἔστι λευκός· οὕτως οὖν φημι καὶ ἐπὶ τοῦ [*](f.156v) νοῦ καὶ τῶν ἄλλων τῶν ὄντων ὅτι οὐχ ᾗ νοῦς ἐστιν ὄν ἐστιν, ἐπεί, ὡς εἴρηται, ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι, ὥσπερ λέγομεν τὸ τρίγωνον, καθὸ τρίγωνόν ἐστι, τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν , καὶ τὸ μὴ ὂν τρίγωνον οὐκ ἔχει τὸ σύμπτωμα. ὥστε οὐχ ᾗ νοῦς ἐστιν, ὄν ἐστι. τὸ μέντοι κυρίως ὂν ἐν αὐτῷ τῷ ὄντι τὴν ὕπαρξιν ἔχει καὶ τὰ μὴ [*](1 μὴ περὶ Alex.: περὶ μὴ libii 2 ἡ — φιλοσοφία (3) desunt Alexandro 3 διὸ καὶ τά τινα ὄντα ὄντα καὶ τοῦτο ὑποκείμενον Alex. vulg. : διὸ καὶ οὐ τά τινα ὄντα ὄντα υποκεύμενον Alex. cod. L 5 τὸ ὂν ᾖ ὄν] τὸ μὴ ὄν libri 25 ἐστιν ὄν ἐστιν scripsi: ἐστι τουτέστιν libri 28. 29 ὑπάρχων ex ὑπάρχει corr. A 29 ἔστι λευκόν D 30 ὄν ἐστιν om. D)
p. 1003a21 Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα·
Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, πρῶτον λαμβάνει ὡς ὁμολογούμενον ὅτι ἔστιν ἁπλῶς ὂν καὶ ὕστερον· ἐφεξῆς δὲ αὐτὸ προϊὼν δείκνυσι. φησὶν οὖν ὅτι ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ·ὂν καθὸ ὄν, ἀντὶ τοῦ τοῦ ἀπλῶς ὄντος, ἐξ οὗ τὰ ἄλλα τὸ εἶναι ἔχουσιν. εἰ γὰρ τῶν κατὰ μέρος ὄντων εἰσὶν αἱ ἐπιστῆμαι, ὡς μεμαθήκαμεν ἐν τῇ θεωρία, πολλῷμᾶλλόν ἐστι τοῦ ἀπλῶς ὄντος ἐπιστήμη. διὰ τοῦτο οὖν φησιν ὅτι ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὂν καθὸ ὄν ἐστιν· οὐ γὰρ ἄλλο τι ὑπάρχον οὕτως ἐστὶν ὄν, ὥσπερ ὁ νοῦς καὶ τὰ τούτῳ ὑπάρχοντα. δείκνυσιν οὖν ἡμῖν ἐντεῦθεν ὅτι δεῖ τὸν ἐπιστάμενον τὰς οὐσίας διαλέγεσθαι καὶ περὶ τῶν καθ' αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις. ἡ τοίνυν ἐπιστήμη περὶ τὸ κυρίως ὂν καταγινομένη οὐκ ἔστιν ἡ αὐτὴ ταῖς ἄλλαις ἐπιστήμαις ταῖς περὶ τὰ μερικὰ καταγινομέναις. οὐδεμία γὰρ τῶν ἄλλων ἐπιστημῶν θεωρεῖ καθόλου περὶ τοῦ κυρίως καὶ ἀπλῶς ὄντος, ἀλλὰ καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ τούτου θεωροῦσι τὸ συμβεβηκός, καθάπερ αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν· οἷον ἀριθμητικὴ τὰ συμβαίνοντα περὶ τοὺς ἀριθμούς, γεωμετρία τὰ συμβαίνοντα περὶ τὰ μεγέθη, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
p. 1003a26 ἐπειδὴ τὰς ἀρχὰς καὶ τὰς ἀκροτάτας αἰτίας ζητοῦμεν.
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἐπειδὴ νῦν ζητοῦμεν τἀς ἀρχὰς καὶ τὰς αἰτίας τῷ ὄντι τὰς ἀκροτάτας τί γὰρ μεῖζον τοῦ ἀπλῶς ὄντος;) φανερὸν ὅτι τὰς τοιαύτας αἰτίας φάσεώς τινος ἀναγκαῖον εἶναι αὐτὰς καθ’ αὑτάς. εἰ γὰρ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τοὺς φυσικούς φημι, οἵτινες καὶ ὠλίσθησαν, οἱ μὲν λέγοντες πῦρ, οἱ δὲ ἀέρα, οἱ δὲ ὕδωρ καὶ τὸ μεταξύ, [*](f.158r) καὶ δεδώκασιν εὐθύνας ἐν τοῖς φυσικοῖς λόγοις) εἰ οὖν καὶ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τοιαύτας ἀρχὰς ἐζήτουν , τουτέστι καθ’ αὑτό , πᾶσά ἐστιν ἀνάγκη καὶ τὰ στοιχεῖα τοῦ κυρίως ὄντος μὴ εἶναι κατὰ συμβεβηκὸς ἀλλὰ καθὸ ὄν. ἐπεὶ οὖν περὶ τοῦ κυρίως ὄντος ἡμῖν νῦν ὁ λόγος ἐνέστηκε, δεῖ ἡμᾶς τοῦ ὄντος, ᾗ ὄν ἐστι, τὰς πρώτας αἰτίας ζητῆσαι. αὕτη δέ ἐστιν ἡ πρωτίστη οὐσία, ἥτις γόνιμον δύναμιν ἔχουσα πάντα παράγει τὰ ἄλλα. δεῖ οὖν, φησί, τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας, ἃς νῦν [*](5 τὴν om. D 10 ὕστερον] fort, κυρίως 29 αὐτὰς καθ' αὐτάς] καθ’ αὑτὴν Aristot., cf. p. 288.2.6 35 ἡμῖν—ὄντος (36) om. D 38 δεῖ—ἀρχαί (p. 228,33) Alexandri sunt)
p. 1003a33 To δὲ ὂν λέγεται μὲν πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν οὐχ ὁμωνύμως.
Eἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς [*](2 καθ’ αὑτὸ Alex., corr. A: καθ’ αὑτὴν D 7 τούτων αἱ ἀρχαὶ πρῶται Alex. 8 ἄλλαι et ἀρχαί Alex. ἑκάστου Alex.: ἑκάστη libii 11 αἴτια ex Alexaiidro addidi 11. 12 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 3 12 τά δὴ Alex. 24 τὰ ὄντα] sic etiam Alex. cod. L: τὰ ὄντα τὰ Alex. vulg. : τὸ ὄν · τὰ recte Bouitz 26. 27 λαβὼν Alex. 28 ἢν ζητοῦμεν Alex. 30 αὐτῶν (post ἦν) Alex.: αὐτοῦ libri 32 τοιαῦτα ζητεῖν ἃ Alex. 30 εἰπὼν— ἐπιστήμη ὢ 229.3.4) Alexandri sunt)
p. 1003b4 Ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα.
Καὶ ἄλλα ἐστὶν ὁμοίως τούτοις πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ὁρισμός. ὁμοίως φησὶ τούτοις ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ [*](f.159v) ὁμωνύμως· οὐ γὰρ μόνα τὰ ὁμώνυμα πολλαχῶς λέγεται, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνός τινος καὶ πρὸς ἕν, ὡς ἔχει τά τε προειρημένα καὶ τὸ· ὄν. ὂν γὰρ κυρίως λέγεται ἡ οὐσία, λέγεται δὲ οὐδὲν ἧττον ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβηκότα, ἅπερ ἐστὶ τὰ ἐννέα γένη. οὐ μὴν· αὐτὸς νῦν κέχρηται τοῖς [*](8. 9 λεγόμενα scripsi: ἑπόμενα liliri 11 ὂν scripsi: ἓν libri 13 αἰτίαν— συντεταγμένον (26) Alexaudri sunt 18 τῷ Alex.: τὸ libri 20 ὥστε Alex.: ὡς libri 22 τῷ Alex.: τὸ libri 23 ἀναλαβεῖν Alex. 24 τετμῆσθαί τι Alex. τὸ δὲ ὡς θεώρημα desunt Alexandro 26 βιβλίον ex Alexandro addidi 28 καὶ ἄλλα— βούλεται (p. 330,2) Alexaudri sunt 28. 29 λεγόμενα λαβεῖν Alex. 29 ὁ ἀριθμός Alex. 33 τινος om. D Alex. 35 νῦν] γε D)
p. 1003b6 Τὰ μὲν γὰρ ὅτι οὐσίαι ὄντα λέγεται.
Ἐντεῦθεν βούλεται δεῖξαι ὅτι ἐκ τοῦ κυρίως ὄντος πάντα προῆλθον. πάντα γὰρ μετέχουσι τοῦ ὄντος· τὰ μὲν γὰρ ὄντα λέγονται, ἐπειδὴ οὐσίαι ὑπάρχουσι, τὰ δὲ ὄντα λέγονται, ὅτι συμβεβήκασι ταῖς οὐσίαις, ὡς θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες, τὰ δὲ ὅτι ὁδὸς εἰς οὐσίαν, ὄντα λέγονται· οὕτως καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολὰς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ λείωσις καὶ ἡ φθορά, καὶ ὅτι ἡ φθορὰ ἄλλου ἐστὶ γένεσις. καὶ ἡ στέρησις· ἡ γὰρ τυφλότης οὐσίας τι· στέρησις γάρ, τῶν ὄντων δέ εἰσι καὶ αἱ στερήσεις. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα. καλῶς δὲ εἶπε ποιητικὰ ἢ γεννητικὰ οὐσίας· ἀπὸ γὰρ τῆς θερμότητος ποιότης γίνεται σῆψις, ἐκ δὲ τῆς σήψεως οὐσία τίκτεται. ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων εἴρηκεν, ἵνα εἴπῃ τὰ πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. ἐνδείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τι ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας εἰσὶ] καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως ἐπειδὴ σχέσιν τινὰ ἔχουσι πρὸς οὐσίαν, ὄντα εἰσίν. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἄν ὄν τι ἦν· οὕτως δὲ οὐδὲ αἱ ἀποφάσεις· ὄντος γάρ τινός ἐστιν ἡ ἀπόφασις. διὰ τοῦτο καὶ αὐταὶ ὄντα. οὕτως καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, τοῦ μὴ [*](f.160r) ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες, ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι.
p. 1003b11 Καθάπερ οὖν καὶ τῶν ὑγιεινῶν πάντων μία ἐπιστήμη εστι.
Δείξας ὅτι τὸ ὂν οὕτως λέγεται ὡς τὸ ὑγιεινὸν καὶ τὸ ἰατρικόν (πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν), κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν πάντων θεωρεῖν), οὕτῶν [*](2 ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ δι’ αὐτὴν λεγομένων ποιεῖται Alex. 8 οὔτως—σχήματα (13) Alexandri sunt 10 τί ἐστιν Alex.: τί τί ἐστιν Alex.: τί τίς ἐστιν corr. Α2 10, 11 μείωσις καὶ τὸ γῆρας Alex. 11 καὶ ὅτι—γένεσις desiint Alexandio ὁμοίως καὶ Alex. 12 τῶν ὄντων — στερήσεις desunt Alexandro 14 ante ποιότης lacuna VI litterarum Α fort, ἡ σῆψις 16. 17 ἐνδείκνυται—μία (p. 231,7) Alexandri sunt 17 post γὰρ add. ὑπάρχοντα D 18 εἰσὶ delevi 20 τι ἦν] τι οὖν D 21 ἡ om. D 26 Καθάπερ κτλ.] lemma in libris non distinguitur)
p. 1003b12 Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς.
Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τελουντα γένος. οὐ μόνον δὲ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα μία ἐστὶν ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον γάρ τινα καὶ τὰ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅ·σον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὐτή, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως καλεῖται, εἰ καὶ μὴ ὁμοίως αὐτῆς καὶ ἐπ’ ἴσης πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ· δεκτικῷ ὑγεία ἐστὶν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστήμης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ μιᾶς [*](f.160v) ἐστιν ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως.
p. 1003b16 Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη.
Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἐξῆς δείκυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσι, τουτέστιν ἐν πᾶσιν ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ·ἔχει ἐν τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φυσιν καταγινομενη ἐπιστήμη, πρὸς ἣν καὶ τὰ ἄλλα συντελεῖ. ἡ γοῦν ἰατρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα ὑγείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς φύσεως ἐστι τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα περὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ καὶ τὰ ἄλλα ὄντα. τοιαύτη δὲ καὶ ἡ οὐσία· ἐκ ταύτης γὰρ ἤρτηται τὸ εἶναι τῶν ἄλλων, καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν 〈ἄρα τὰς〉 ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ, ᾧ ἡ πραγματεία [*](8 Οὐ γὰρ κτλ.] lemma non distiiiguuut codices 10 καθ’ ἓν—γύσεως (20) Alexaiidri sunt 12 καὶ ταῦτα D Alex. 14 αὐτή Α1: αὕτη Alex.; αὐτῆς D corr. Α3 22 Λαβὼν—τὶ ὄν (p. 232,6) Aiexandii sunt 31 αὕτη Alex.: αὐτὴ libri ἐπὶ τοῦ Alex. 34 ἄρα τἀς ex Alexandre addidi)
p. 1003b19 Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστημη, οἶον γραμματικὴ·
Τρία προέθηκεν ἐξ ἀρχῆς ζητῆσαι, πρῶτον μὲν εἰ τῷ ὄντι περὶ τὸ ὄντως ὂν καταγίνεται ὁ πρῶτος φιλόσοφος καὶ γινώσκει πάντα τὰ ὄντα, δεύτερον δὲ εἰ γινώσκει τὰ καθ’ αὐτὸ ὑπάρχοντα τοῖς πράγμασι, τρίτον εἰ καὶ τὰς οὐσίας τῶν ὄντων γινώσκει ὁ πρῶτος φιλόσοφος. τὸ μὲν οὖν πρῶτον λεληθότως ἐπελύσατο τοῖς προλεχθεῖσιν· ἐζήτησε γὰρ τὸ ὄντως ὂν πῶς κατηγορεῖται τῶν ὄντων, πότερον ὁμωνύμως ἢ συνωνύμως ἤγουν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καθάπερ καὶ ὁ ἀληθὴς ἔχει λόγος, καὶ ἔδειξεν ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται πάντων τῶν ὄντων τὸ ὄντως ὄν· ὥστε πάντα τὰ ὄνια μετέχουσι τοῦ ὄντος, καὶ κατὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, ὡς εἴρηται, ἐν ἐκείνοις πάντα παράγει. εἰ οὖν ἐδείχθη ὅτι περὶ τὸ ὄντως ὂν καταγίνεται ὁ πρῶτος φιλόσοφος, τούτου δὲ πάντα τὰ ὄντα μετέχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, δῆλον ὅτι περὶ πάντων τῶν ὄντων διαλέξεται ὁ πρῶιος φιλόσοφος. τὸ γὰρ ὑγιεινὸν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται· ἔστι δὲ ὑγιεινὸν σμιλίον φάρμακον καὶ οὖρον, καὶ οὐδέπω ἄλλος μὲν διαλέξεται περὶ τοῦ ὑγιεινοῦ σμιλίου,. ἄλλος δὲ περὶ φαρμάκου ἤγουν περὶ οὔρου, ἀλλὰ εἷς καὶ ὁ αὐτός. οὕτως οὖν καὶ ἐνταῦθα περὶ τοῦ ὄντως ὄντος ὁ πρῶτος ·καὶ μόνος φιλόσοφος διαλέξεται. περὶ μέντοι γε τοῦ τρίτου διελέχθη ἡμῖν ἐν τῇ Φυσικῇ πραγματείᾳ· ἀρχόμενος γὰρ ἐκείνης τῆς πραγματείας ἔλεγεν ὅτι 'ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰ στοιχεῖα’ * * * αί οὐσίαι γνωρίζονται τῶν ἀρχῶν γινωσκομένων, τὰς δὲ ἀρχὰς πασῶν δείκνυσιν ὁ πρῶτος φιλόσοφος, φανερὸν ὅτι καὶ τὰς [*](1 ταύτης ἀρχαὶ Alex.: τούτοις ἀρχαὶ D: ταυτοαρχαὶ Α1: ταὐτοῖς ἀρχαὶ corr. Α3 ἂν παντὸς Alex. D corr. Α2. ἅπαντος Α1 4 post καθόλου add. καὶ Α3 10 οὐσίαν scripsi: οὖσαν libri 18 ἐπελύσατο scripsi: ἐπέκλυσα ’D: ἐπέλυσεν Α3 22 -avra scripsi: παρὰ libri 27 σμιλίον· om. D 31 ἐν τῇ Φυσικῇ πραγματεία̣] A1 p. 184a10 34 post στοιχεῖα lacuna VII litteranim AD: fort, addendum εἴ τοίνυν post οὐσίαι add. δὲ Α3)
p. 1003b22 Εἰ δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν.
Οτι εἰ τὸ . ὂν ὂν καὶ τὸ ἓν ταὐτόν ἐστι ἀντακολουθοῦσιν ἀλλήλοις ὅπου γὰρ τὸ ὄν, καὶ τὸ ἕν, καὶ πάντα μετέχουσι τοῦ ὄντος καὶ τοῦ ἑνός, τουτέστιν ὑπάρξεως καὶ συνεχείας), εἰ οὖν ταῦτα ἀκολουθοῦσιν ἀλλήλοις, ὥσπερ καὶ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον ἀκολουθοῦσιν ἀλλήλοις· διὰ τοῦτο ἐλέγομεν ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι ταὐτὰ λέγει εἶναι στοιχεῖον καὶ ἀρχήν· φησὶν οὖν ὅτι εἰ ἀκολουθοῦσι ταῦτα ἀλλήλοις καὶ τὸ ὂν καὶ τὸ ἕν, οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα, ἀλλὰ ἔχοντα διάφορον ὁρισμόν, καθάπερ ἡ ἀνάβάσις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ [*](f.164r) διαφέρουσιν. ἐν τούτοις οὖν καὶ τὸ ὂν καὶ τὸ ἓν τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὑπάρχουσι, κατὰ δὲ τὸν λόγον ἔχουσι τὴν διαφοράν. ὅμως μέντοι γε οὐδὲν διαφέρει, κἂν μὴ ὑποθώμεθα κατὰ τὸν λόγον διαφέρειν αὐ·τὰ ἀλλὰ κοινωνεῖν· τοῦτο γὰρ καὶ ἀσφαλέστερον μᾶλλον ὑπάρχει. τὸ αὐτὸ γάρ ἐστιν εἰπεῖν εἷς ἄνθρωπος καὶ ὢν ἄνθρωπος· εἷς γὰρ καὶ ὁ αὐτός ἐστιν ὁρισμὸς καὶ ὁ τοῦ ἑνὸς ἀνθρώπου καὶ ὁ τοῦ ὄντος ἀνθρώπου. ὥστε καὶ τὸ ἓν καὶ τὸ ὂν κοινωνοῦσι καὶ κατὰ τὸν λόγον· οὐκ ἔτερον γάρ τι δηλοῖ κατὰ τὴν λέξιν ἐπαναδιπλουμενον τὸ ἔστιν εἷς ἄνθρωπος καὶ ἄνθρωπος καὶ ὢν ἄνθρωπος. δῆλον οὖν ὅτι οὐ κωρίζονται ταῦτα ἀπ' ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε δὲ καὶ ἐπὶ φθορᾶς· οἷον γίνεται [εἷς] ἄνθρωπος, γίνεται ὢν ἄνθρωπος, φθείρεται [εἷς] ἄνθρωπος, φθείρεται ὢν ἄνθρωπος· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός. φανερὸν ἄρα γέγονεν ἐκ τῶν εἰρημένων ὅτι ἡ πρόσθεσις τοῦ τοιούτου ἀνθρώπου τὸ αὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον παρὰ τὸ ἓν καὶ τὸ ὄν. ὥστε ὁμολογουμένως ἀκολουθοῦσι ταῦτα ἀλλήλοις, τὸ ἕν φημι καὶ τὸ ὄν. ἄλλως τε δὴ ἡ ἑκάστου οὐσία ἕν ἐστι καθ’ αὑτό· οὐ γὰρ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ ὄν. ὥστε ὅσαπερ εἴδη τοῦ ἑνὸς ὑπάρχουσι, τὰ αὐτὰ καὶ τοῦ ὄντος, εἴ γε πάντα μετέχουσι καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος· περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐστιν ἐπιστήμης θεωρῆσαι, λέγω δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων. ἑνότης γὰρ κὰτ οὐσίαν τὸ ταὐτόν· ἓν γὰρ καὶ τὸ ταὐτόν, καθὸ ταὐτόν· καὶ † ὅμοιον ὁμοίῳ [*](1 ἔστι δὲ—λεγομένων (6) Alexandri sunt ἡ περὶ Alex.: ὑπὸ libri 2 φυσικὴ ὁ περὶ Alex. ἐν οἷς ἤδη κίνησις Alex. 3 πρακτῶν Alex.: πρακτικῶν libri 4 πραγματευομένη Alex. Α3: πραγματεία Α1: πραγματεία καὶ D 15 ἡ (post καὶ) om. ’ 21 ὁ (ante τοῦ ὄντος) ora. D 25. 26 εἷς utrobique delevi 27 πρόθεσις D 28 τοῦ τοιούτου] exspectes τοιαύτη τοῦ παρὰ τὸ ἓν καὶ] τὸ ἓν παρὰ Aristoteles 34 ἑνότης—τούτου (p. 237,4) Alexandri sunt ἑνότης Alex. cf. p. 237,1: ἑνότητος libri 35 καὶ τὸ ὅμοιον κκαθὸ ὅμοιον· ἑνότης γὰρ ἐν ποιότητι· ὁμοίως καὶ τὸ ἴσον κτλ. Alex.)
p. 1003b36 Σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἄρχην ταύτην·
Ἀρχὴν λέγει τὴν ἐναντίωσιν τὸ ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον, τοῦτο δέ ἐστι τὸ πλῆθος· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθος καὶ [*](f.164v) πλήθει. ὁμοίως δὲ καὶ τὸ ὅμοιον ἕν τι, τὸ δὲ ἀνόμοιον ἐν πλήθει θεωρεῖται, καὶ τὸ ἴσ·ον ὑπὸ τὸ ἓν θεωρεῖται, τὸ δὲ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀνάγει δὲ ἡμάς περὶ τὸ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος, εἰς τὴν Ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρω Περὶ τοῦ ἀγαθοῦ.
p. 1004a2 Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαιπερ αἱ οὐσίαι.
Ἐπεὶ τοῦ ὄντος τὸ μὲν κυρίως ἐστὶν ὂν καὶ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν, πανταχοῦ δὲ ἀναγκαῖον εἶναί τινα πρώτην φιλοσοφίαν, ἐν οἷς οὖν ἡ τάξις αὕτη, κυρίως ἐστὶν ἐπιστήμη τοῦ πρώτου καὶ ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ λέγονται, ἡ δὲ φιλοσοφία περὶ τὸ ὄν, εἴη ἂν κυρίως ἡ φιλοσοφία ἐπιστήμη περὶ οὐσίαν· αὕτη γὰρ κυρίως ὄν. καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, πλείους καὶ αἱ ἐπιστῆμαι τῶν οὐσιῶν, οἷον φυσικὴ ἀριθμητικὴ γεωμετρία, καὶ ἄλλαι ὅσαι, ὥστε πάντων ἀναγκαῖον εἶναί τινα πρώτην ἐπιστήμην καὶ ἐχομένην αὐτῶν· αὕτη δέ ἐστιν ἡ σοφία ἡ περὶ τὸ ὄντως ὂν καταγινομένη καὶ τὸ ἕν, ἥτις οἶδε καὶ τὰς ἄλλας ἐπιστήμας.
p. 1004a4 Ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἕν.
Τουτέστι πᾶσαι αἱ ἄλλαι ἐπιστῆμαι καταγίνονται περὶ ἐπιστητὰ ἔχοντα τὸ ὂν καὶ τὸ ἕν. ὥστε καὶ αὐτὰ οἶδεν ἡ πρώτη φιλοσοφία. διό, φησίν, αἰ ἐπιστῆμαι ἀκολουθοῦσι τούτοις. ἔστι γὰρ ὁφιλόσοφος ὥσπερ [*](3. 8 καὶ αὐτῷ ἐζητεῖτό τε καὶ ἠπορεῖτο Alex. vulg.: ὃ καὶ αὐτὸς ἐζήτει τότε κτλ. Alex, cod. L 7 ἀρχὴν λέγει—τοῦ ἀγαθοῦ (14) pleraque Alexandri sunt 10 θεωρεῖται fort, deleudum 11 ἀναπέμπει Alex. περὶ τοῦ Alex. 16 ἐπεὶ — οὐσίαι (22) ex Alexandro petita, mutato tamen veiboruin et sententiarum uexu 19 ἀναγκαῖον—φιλοσοφίαν desunt Alexandro αὕτη Alex.: αὐτὴ libri 19.20 οἷς ἡ τάξις αὕτη, ἡ περὶ αὐτὰ ἐπιστήμη κυρίως τοῦ πρώτου Alex. 21 ὄν scripsi: ἓν libri ἡ δὲ φιλοσοφία ἐπιστήμη περὶ οὐσίας αὐτὴ γὰρ κυρίως ὄν) Alex. 29 αὐτὰ scripsi: αὐτὸ libri)
p. 1004a9 ἐπειδὴ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι.
Ἐπεὶ μιᾶς ἐστιν ἐπιστήμης τὸ θεωρῆσαι τὰ ἀντικείμενα· ὡς δὲ πολ- λακὶς μεμαθήκαμεν, τῶν ἀντικειμένων μία καὶ ἡ αὐτή ἐστιν ἐπιστήμη.
p. 1004a10 τῷ τε ἑνὶ ἀντίκειται πλῆθος, ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι.
Τουτέστι κατάφασιν καὶ ἀπόφασιν καὶ ἕξιν καὶ στέρησιν. ὁ γὰρ εἰδὼς τὴν ἀπόφασιν οἶδε πολλῷ μᾶλλον καὶ τὴν κατάφασιν· προτέρα γὰρ φύσει ἡ κατάφασις τῆς ἀποφάσεως· καὶ ὁ εἰδὼς πάλιν τὴν στέρησιν οἶδε καὶ τὴν ἕξιν. οἷον ὁ εἰδὼς τὴν τυφλότητα οἶδε καὶ τὴν ὄψιν· ἡ γὰρ τυφλότης πρὸς ὄψιν λέγεται· καὶ ὁ εἰδὼς τὸ οὐκ ἀγαθὸν οἶδε καὶ τὸ ἀγαθόν.
p. 1004a11 Διὰ τὸ ἀμφοτέρως θεωρεῖσθαι τὸ ἕν.
ἐπειδή, φησί, τὸ ἓν καὶ τὸ ὂν θεωροῦνται καὶ ἐν τῇ καταφάσει, ὡς εἴρηται, καὶ ἐν τῇ ἀποφάσει· πάντα γὰρ μετέχουσι τοῦ ὄντος. ὁμοίως [*](f.165v) δὲ καὶ ἐν τῇ στερήσει καὶ τῇ ἕξει θεωρεῖται τὸ ὂν καὶ τὸ ἕν.
p. 1004a12 Οὗ ἡ ἀπόφασις ἢ ἡ στέρησις ἡ ἁπλῶς λεγομενη.
Ὡς συντόμως φάναι, ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἡ μὲν ἀπόφασις [*](1 μαθητικὸς libri 2 τις scripsi: τῆς libri 9 ἦν δὲ — λαμβάνει (15) Alexandri sunt 11 ὅτι πλείονες ἀλλ’ ὡς ὑπὸ μίαν πᾶσαι τῷ γένει τὴν φιλοσοφίαν Alex. 12 πάντα — ὄντος desunt Alexandro 15 τὸ κυρίως ὃν Alex. 16 ἐπεὶ δὲ Α2: leimua codices non distinguimt 17 τὸ om. D δὲ] fort, γὰρ)
p. 1004a13 ἔνθα μὲν οὖν τῷ ἑνὶ διαφορὰ πρόσεστιν.
Ἰστέον ὅτι διαφορὰν καλεῖ τὴν οὗ ἀπόφασιν, ἐπειδὴ αὕτη προστιθεμένη ποιεῖ ἀντὶ καταφάσεως ἀπόφασιν. ὃ οὖν λέγει τοῦτό ἐστιν ὅτι ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι, τοῦτο πάντα ἐστὶ παρὰ ἐν τῇ ἀποφάσει· τὸ γὰρ οὐκ ἄνθρωπος πάντα ἐστὶ παρὰ τὸν ἄνθρωπον, καὶ τὸ οὐ λίθος πάντα ἐστὶ χωρὶς τοῦ λίθου. διό φησι ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστί, τουτέστιν ἀναιρετικὴ ἦς καταφάσεως μόνης τὸ οὐκ ἄνθρωπος· ὥστε πάντα, φησί, τὰ ὄνια περιλαμβάνει ἡ ἀντίφασις. ἐν δὲ τῇ στερήσει καὶ ὑποκειμένη τις φύσις γίνεται, καθ’ ἣν λέγεται ἡ στέρησις. τουτέστιν οὐκ ἐπὶ πάντα τὰ ὄντα τρέχει, ἀλλ’ ἐπὶ τὰ πεφυκότα μὲν ἔχειν, μὴ ἔχοντα δὲ ὅτε δεῖ ἔχειν, ὡς ἐπὶ τοῦ κυνιδίου εἰρήκαμεν. ὁ γὰρ λίθος οὐ λέγεται εἶναι τυφλός. ἐὰν γὰρ εἴπω ὅτι τῶν ὄντων τὰ μὲν βλέπουσι τὰ δὲ τυφλὰ ὑπάρχουσιν, οὐ περιλαμβάνω πάντα τὰ ὄντα· οὔτε γὰρ λέγονται τυφλὰ τὰ μὴ ὅλως πεφυκότα ἔχειν ὄψιν. τῷ δὲ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρη- [*](f.166r) μένοις, τό τε ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα, τουτέστιν * * *, ἢ κατὰ τὸ ἓν καὶ κατὰ τὸ πλῆθος. τὸ μὲν γὰρ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον ὑπὸ τὴν ἑνάδα, τὸ δὲ ἀνόμοιον καὶ ἄνισον καὶ ἕτερον ὑπὸ τὸ πλῆθος. ταῦτα οὖν πάντα ἔργον ἐστὶ γνωρίζειν τῆς πρώτης φιλοσοφίας, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. διὸ καὶ ὁ Ἀριστοτέλης ὁ πρῶτος φιλόσοφος εἶπεν ἐν Κατηγορίαις ὅτι τὸ μὲν ἴσον καὶ ἄνισον ἐν ποσῷ θεωρεῖται, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐν ποιῷ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον ἐν τῇ οὐσίᾳ. ὑπὸ ταῦτα οὖν τελεῖ καὶ ἡ ἐναντιότης. ἐν τούτοις γάρ ἐστι καὶ ἡ ἐναντιότης· διαφορὰ γάρ τίς ἐστιν ἡ ἐναντιότης, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος, ἡ δὲ διαφορὰ ἑτερότης ἐστίν. ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, ἢ ὡς ἴσον ἢ ὡς ὅμοιον ἢ ὡς ταὐτόν, καὶ [*](2 ὧς φησι· Πλάτων] fort, ad Soph. p. 258D sqq. respicit; cf. p. 158,14. 15 ἐκφυγεῖν seripsi: ἐκφυγὸν libri 5 δὲ τότε A: δέ ποτε D: οὐδέποτε margo D IG ἐστὶ scripsi: ἐπὶ libri 24 τῷ — ἀντίκειται (25) repetit Α 27 τουτἐστιν] addendum τὸ ταὐτὸν καὶ τὸ ἕτερον, τὸ ἴσον καὶ τὸ ἄνισον 31 fort. lb; πρῶτος φ., cf. p. 143,26. 27 ἐν Κατηγορίαις] 6 p. 6a26, 8 p. 11a15)
p. 1004a25 ἐπειδὴ πάντα πρὸς τὸ πρῶτον ἀναφέρεται.
Φησὶν ὅτι πάντα πρὸς τὸ πρῶτον ἀναφέρονται, οἷον ὅσα ἓν λέγονται· ἐξ ἐκείνου γὰρ τοῦ πρώτου πάντα καὶ ἰῆς ἑνώσεως μετέχουσι καὶ τοῦ ὄντος. ὁμοίως οὖν δεῖ λέγειν ἓν καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων· καὶ ταῦτα γὰρ πάντα μετέχουσιν ἑνώσεως καὶ ὑπάρξεως. ὥστε διελόμενον ποσαχῶς λέγεται ἕκαστον, ·οὕτως αποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται. τὰ μὲν γὰρ τῷ μετέχειν τοῦ ὄντος, ὥσπερ <ἀὴρ καὶ πῦρ> λέγονται θερμὰ τῷ μετέχειν ἀμφότερα θερμόιητος, τὰ δὲ τῷ ποιεῖν, ὥσπερ [*](6 μήτε om. D 11 κατηγορεῖτο scripsi: κατηγορεῖται libri τὸ ὄν sciipsi: τῷ Α1: ’: τὶ ὃν Α2: τὸ ὄντι D 15 πρῶτον om. D 19 ὁ Ἀλέξανδρος] p. 210,10 Bz. 23 τὸ πικρὸν — διακριτικὰ om. D 25 κατὰ om. D 27 ἀπόρησις D 34 διελόμενον ex Aristotele scripsi: διελόμενοι libri 36 ἀὴρ καὶ πῦρ aildidi 37. p. 241,1 ὥσπερ — τῷ ποιεῖν om. D)
p. 1004b1 Εἲ γὰρ μὴ τοῦ φιλοσόφου.
Εἰ μὴ τοῦ φιλοσόφου ἔργον ἐστὶ τὸ περὶ πάντων τῶν ὄντων θεωρεῖν, τίς ἔσται ὁ ἐπισκεψόμενος, εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος κατὰ μὲν γὰρ τὸ ὑποκείμενον τὸ αὐτό ἐστι Σωκράτης καὶ Σωκράτης καθήμενος, κατὰ δὲ τὸ συμβεβηκὸς ἕτερον) ἢ εἰ ἓν ἑνὶ ἐναντίον ἐνταῦθα φανερὸν ὅτι ἕν· οὐ γὰρ ἄδικος ἡ φύσις 〈ὥστε〉 δύο ἑνὶ ἀντιτάξαι, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας), ἢ τί ἐστι τὸ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα, <ἢ> ποσαχῶς λέγεται τὰ ἐναντία, ὅτι διχῶς, τὰ μὲν ὡς μετέχοντα τὰ δὲ ὡς μετεχόμενα; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων. ἐπεὶ τοίνυν τοῦ ἑνὸς καθὸ ἕν ἐστι καὶ τοῦ ὄντος καθὸ ὄν ἐστι ταῦτα πάθη ὑπάρχουσι τὸ ταὐτὸν καὶ ἕτερον καὶ ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον καὶ ὅσα ἄλλα, ἀλλ’ οὐχ ᾗ ἀριθμοὶ ἢ γραμμαὶ ἢ πῦρ εἰ γὰρ καθ’ αὑτὰ ὑπάρχουσι τοῖς [*](f.168r) ἀριθμοῖς τὸ ὂν ἡ ὂν καὶ τὸ ἀνόμοιον, ἤγουν τοῖς μεγέθεσιν, ἔδει αὐτοῖς μόνον ὑπάρχειν· νῦν δὲ ὁρῶμεν ταῦτα διήκοντα ἐπὶ πάντα τὰ ὄντα), φαωερὸν ὡς ὅτι τοῦ ὄντος ὑπάρχουσι πάθη καθ’ αὑτά, καὶ ἐκείνης τῆς πρώτης φιλοσοφίας ἐστὶν ἔργον γνωρίσαι καὶ τὰς οὐσίας αὐτὰς καὶ τὰ συμβεβ·ηκότα αὐτοῖς, ταὐτὸν καὶ ἕτερον καὶ ὅσα ἄλλα.
p. 1004b8 Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοπούμενοι ὡς οὐ φιλοσοφοῦντες.
Πρόκειται αὐτῷ δεῖξαι ὅτι ὁ πρῶτος φιλόσοφος περὶ πάντων τῶν ὄντων διαλέγεται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι. καὶ ἤδη μὲν φθάσας διὰ πλειόνων ἐπιχειρημάτων τοῦτο ἔδειξε, καὶ νῦν δὲ τοῦτο αὐτὸ δείκνυσι διὰ χαριεστάτου πάνυ θεωρήματος. τί γάρ; φησὶν ὅτι ὁ διαλεκτικὸς καὶ ὁ σοφιστικὸς ὑποδύονται τὸν πρῶτον φιλόσοφον. εἰ τοίνυν οὗτοι οἱ ὑποδυόμενοι τὸν πρῶτον φιλόσοφον περὶ πάντων τῶν ὄντων διαλέγονται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι, πολλῷ μᾶλλον αὐτὸς ὁ πρῶτος φιλόσοφος, ὃν ὑποδυόμενοι ταῦτα λέγουσι, περὶ πάπων τῶν ὄντων διαλέξεται καὶ τῶν’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν. ὁ μὲν γὰρ διαλεκτικός ἣν καὶ ἀδολεσχίαν ἐκάλεσεν ἐν τοῖς τόποις) ἐξ ἐνδόξων [*](4 ἐπιστημῶν Alex.: ἐπιστήμης libri 12 ὥστε addidi 13 ἐν τῷ Περὶ ἑρμηνείας] c. 7. 14 τὸ om. D 14 ἡ addidi 16 ἄλλων τῶν om. D 31 εἰ—φιλόσοφον (32) om. D 34 αὐτοῖς D 36 ἐν τοῖς τόποις] quem locum respiciat non video)
p. 1004b8 Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοποῦντες.
Ὃ λέγει τοῦτό ἐστιν ὅτι οὐ κατὰ τοῦτο ἁμαρτάνουσιν οἱ διαλεκτικοὶ καὶ οἱ σοφισταί, καθὸ περὶ πάντων τῶν ὄντων διαλέγονται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσι, καὶ μάλιστα οἱ σοφισταί· οὐχ ἁμαρτάνουσιν οὖν ὡς κατὰ τοῦτο φιλοσοφοῦντες, ἀλλὰ ἁμαρτάνουσι, καθὸ οὐκ εἰδότες τὸ κυρίως ὂν καὶ τὴν κυρίως οὐσίαν ὁποία τίς ἐστιν, ἀποφαίνονται περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ πράγματι, ὅπερ ἀγνοοῦσι. διό φησιν ἀλλ’ ὅτι προτέρα ὑπάρχει οὐσία τῶν καθ' αὑτὸ ὑπαρχόντων αὐτῇ, περὶ ἧς οὐσίας οὐδὲν γινώσκουσιν. ὥσπερ γάρ ἐστι καὶ ἀριθμοῦ καθὸ ἀριθμὸς ἴδια πάθη, οἷον περιττὸν καὶ ἄρτιον, συμμετρία ἰσότης, ὑπεροχὴ ἔλλειψις, καὶ ταῦτα καὶ καθ' ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ὑπάρχουσι τοῖς ἀριθμοῖς, καθ’ ἑαυτοὺς μὲν τὸ περιττὸν καὶ ἄρτιον, πρὸς ἀλλήλους δὲ ὑπεροχὴ ἔλλειψις, συμμετρία ἰσότης, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ, ὁμοίως δὲ καὶ στερεῷ σώματι καὶ ἀκινήτῳ καὶ κινουμένῳ ἀβαρεῖ τε καὶ βάρος [*](2 φησίν] Metaph. Λ 1076a4 5 ὁ om. D 11 καὶ προς—ἑνός om. D 14 περὶ—μεγέθεσιν om. D 15 εἶτα τὰ] εἰ τὰ D1: ἡ τὰ corr. D 19 exspectes τῆς θεωρουμένης)
p. 1004b27 ἔστι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις.
Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖος τῷ φιλοσόφῳ ὑπάρχει. φησὶν οὖν ὅτι δύο συστοιχίας ἐποίουν οἱ Πυθαγόρειοι, καὶ τὴν μὲν κρείττονα πρὸς τὸ εἶδος ἀνῆγον, τὴν δὲ χείρονα πρὸς τὴν στέρησιν, ἃ ἦν φῶς καὶ σκότος τὸ μὲν τοῦ εἴδους, τὸ φῶς, τὸ δὲ τῆς στερήσεως, τὸ σκότος), ἀγαθὸν καὶ κακόν, λευκὸν καὶ μέλαν , ἄπειρον καὶ πέρας, θερμὸν καὶ ψυχρόν· δέκα δὲ ἐποίουν τὰς συστοιχίας. τῶν οὖν, φησίν, ἐναντίων ἑτέρα συστοιχία στέρησις· ἔστι δὲ ἑτέρα εἶδος. ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἴς τε τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ εἰς τὸ ἕν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις, τὸ δὲ ἓν καὶ τὸ ὂν εἶδος· οἷον ἡ μὲν στάσις τοὐ ἑνός, ἡ δὲ κίνησις τοῦ πλήθους, καὶ πάλιν τὸ φῶς πρὸς τῷ ἑνί, τὸ δὲ σκότος τοῦ πλήθους ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
p. 1004b29 Τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων.
Διὰ ταύτης τῆς ἐπιχειρήσεως ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐστιν ἐπιστήμης τὸ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἄν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐναντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων. πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων· ἐναντίαι μὲν αἱ ἀρχαί, ἐξ ἐναντίων δὲ τὰ σύνθετα, οἷον ἐκ θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ ξηροῦ. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰδέναι. μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου [*](1 τοῖς ex Alexaiidro addidi 5 ἄλλα δὲ τῷ κυκλοφορικῷ τῷ πέμπτῳ σώματι Alex. 7 γὰρ scripsi: δὲ libri 8 πειραστική ex Aristotele addidi 13 ἔστι] ἔτι Arist. 14. 15 διὰ τοὑτων—φιλοσόφῳ Alexaudri sunt 27 Διὰ—θεωρία (p. 247,1) pleraque Alexandri sunt 33 ἐναντίαι μὲν—ξηροῦ (34) desunt Alexandro)
p. 1004b34 εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν.
Ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ δεδειγμένα. πολλὰ γάρ εἰσι τὰ ἐναντία, ὡς εἶπεν ἀνωτέρω, ὡς εἴρηται ἡμῖν ἐν τῇ περὶ τῶν ἐναντίων ἐκλογῇ· ἐκεῖσε γὰρ τοῦτο δείκνυσι διεξερχόμενος περὶ πάντων τῶν ἐναντίων. φησὶν οὖν ὅτι αἰ ἀρχαὶ αἱ παρὰ τῶν ἄλλων εἰρημέναι ὡς εἰς γένη ταῦτα πίπτουσι, τουτέστι τὸ ἓν καὶ τὸ πλῆθος.
p. 1005a2 Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς.
Εἰπὼν ὅτι τε τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ τὸ πλῆθος ἀναφέρονιαι, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ, λαβὼν δὲ καὶ ὅτι τῶν ὄντων καὶ τῆς οὐσίας στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοί, πάντα δὲ τὰ ἐναντία ἀνάγετα̣ι ὑπὸ τὸ ἓν καὶ τὸ ὂν] καὶ τὰ πολλά, μιᾶς δὲ ἐπιστήμης τὸ περὶ τούτων θεωρεῖν τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη), ὥστε μιᾶς ἄν εἴη ἐπιστήμης ἡ περὶ πάντων τῶν ὄντων θεωρία· κἄν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ἡ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι [*](f. 172r) τῆς γνώσεως τῶν ἐξ ὧν ἐστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἐστι γνώσει εἴη ἄν γνῶσις τούτων. τῶν δὲ ἐναντίων ἀρχὴ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε οὗ περὶ ἑνὸς καὶ πλήθους ἐστὶ θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπὸ ταῦτα. ταῦτα δέ ἐστι πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἡ ἐναντία ἢ ἐξ ἐναντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος.
p. 1005a5 Ταῦτα δὲ μιᾶς ἐπιστήμης.
Εἰ πάντα ἀναφέρονται ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, τὸ δὲ ἓν καὶ τὸ πλῆθος ἀντικείμενα, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, πάντα δὲ τὰ [*](15 ταῦτα ex Aristotele scripsi: ta atTia libri 16 cpavspov ex φαμὲν corr. A: φαμὲν D 17 Εἰπὼν—πλῆθος (31) Alexandri sunt 18. 19 περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσ(??) μενος, λαβὼν δὲ κτλ. Alex. 23 καὶ τὸ ὃν Alexandrum secntus delevi 24 ὥσ deest Alexandro 29 ὐπ’ αὐτά Alex. 30 ἐστι] ἐπὶ D)
p. 1005a8 Καὶ διὰ τοῦτο εἰ καὶ μή ἐστι.
Κἂν μὴ ὑποθώμεθα καθόλου, τουτέστι συνωνύμως, κατηγορεῖσθαι πάντων τῶν ὄντων τό τε ἓν καὶ τὸ ὄν. εἰ καὶ μή ἐστι, φησί, γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε, οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς τὰς ἰδέας εἰσάγουσιν. οὐ γὰρ μόνον τῶν τοιούτων τῶν καθ’ ἓν οὕτως λεγομένων ἐπιστήμη <μία> ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ [*](f. 172 v) εἶναι εἶπε χωριστήν τινα οὐσίαν, ἐπειδὴ οὐ πρόκειται αὐτῷ νῦν τοῦτο δεικνύναι, οὔτε δὲ συντελεῖ αὐτῷ τι ἐνταῦθα. δύναται τ·ὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τό τε ὂν καὶ τὸ ἕν, ἀλλ’ ὡς ἐπιφέρει,. τὸ μὲν πρὸς ἕν, τὸ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα, ·ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοὐ ἑνὸς οὕτως λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδείχθη * * * σαφέστερον δὲ εἰπεῖν τοῦτο λέγει, ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι καθόλου, τουτέστιν οὐ κατηγοροῦνται τῶν ὄντων συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἢ χωριστὸν δὲ εἶπεν, ἵνα δηλώσῃ τὸ γέὑπὸ [*](1 πάντα D 3 ὁ om. D 4 εἰ καὶ—οὐσία (7) Alexandri sunt 7 τὰ delevi 11 εἰ καὶ—ἐδείχθη (25) Alexandri suut 16 μία ex Alexandro addidi 18 οὐσίαν] φύσιν superscr. Α 2 19 ὥσπερ Arist. Alex.; cf. etiam p. 249,2: ὅπερ libri 22 τὰ δὲ libri, sed cf. 249,2 23 ὄντα Α 2 Alex.: om. Α 1 D 24 τι A 2 Alex.: τὸ A 1 D 25 ἐδείχθη] lacunam indicavi: τὰ δὲ ἐφεξῆς κατὰ τοῦτό ἐστι τῶν πολλαχῶς λεγομένων μόνον, ὅτι τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δὲ δεύτερον· οὐ γὰρ τῷ τῇ δυάδι ὑπάρχειν ἡ συντελεῖν τι εἰς δυάδα ἁ τρία καὶ τέσσαρα καὶ ὄι ἐφεξῆς εἰσιν ἀριθμοί· τοὐναντίον γὰρ τὸ οὕτως πρῶτον τοῖς μετ’ αὐτᾶι συντελεῖ. διὸ ἐπὶ μὲν τῶν οὕτω πολλαχῶς λεγομένων τὰ ὕστερα τελειότερα, ἐπὶ δὲ τῶν πρὸς ἓν τὸ ἕν, πρὸς ὃ τὰ ἄλλα ἀναφέρεται. δύναται τὸ τὰ δὲ ἐφεξῆς δηλωτικὸν εἶναι τοῦ ἀφ’ ἑνός· διεῖλε γὰρ τὰ οὕτως λεγόμενα πολλαχῶς εἴς τε τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἐν· εἰπὼν δὲ ὅτι τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἐστὶ ταῦτα καὶ τῶν ἐχόντων τὸ πρότερον καὶ ὕστερον (ταῦτα γὰρ τὰ ἐφεξῆς), περὶ ὧν ἡ θεωρία τῷ φιλοσόφῳ, διὰ τὸ πρὸς τὸ πρῶτον καὶ κυρίως λέγομεν τἆλλα τὴν ἀναφορὰν ἔχειν, περὶ οὗ τῷ. φιλοσόφῳ τὸ θεωρεῖν, διὸ καὶ περὶ τούτων ἐστι γὰρ τὸ πρῶτον ἡ οὐσία) ex Alexandro in marg. adscr. Α 2 omisso tamen initio τὰ ὑγιεινὰ τὰ ἰατρικὰ τὰ ὄντα et exitu οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆσαι περὶ αὐτῶν οὔτε ἄλλου τινός, ἀλλὰ τοῦ φιλοσόφου: ceterum ue his quidem supplemcntis nexus orationis restituitur)
p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης περί τε ·τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων.
Ἐζήτησε τοῦτο καὶ ἐν τῷ βݲ στοιχείῳ, πότερον ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ· πασῶν τῶν οὐσιῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις· καὶ ἔδειξεν ὅτι ὁ πρῶτος φιλόσοφος προσεχῶς διαλέξεται περὶ αὐτῶν. πρὸς δὲ τούτοις ἐζήτησε καὶ περὶ τῶν ἀξιωμάτων, εἴτε τοὐ καθ ἕκαστα ἐπιστήμονός ἐστι διαλεχθῆναι περὶ αὐτῶν ἤγουν τοῦ πρώτου φιλοσόφου τοῦ ἔχοντος περὶ τὸ ἀπλῶς ὂν ᾗ ὄν ἐστιν. ἐνταῦθα τοίνυν δείκνυσιν ὅτι τοὐ ἀπλῶς φιλοσόφου ἐστὶ τὸ διαλεχθῆναι περὶ τῶν ἀξιωμάτων, τουτέστι τῶν κοινῶν ἐννοιῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν ἀρχῶν τῶν ἀποδείξεων, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ὁ ·γὰρ γεωμέτρης κέχρηται τούτῳ τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἀλλὰ καὶ ἀριθμητικὸς καὶ μουσικὸς καὶ φυσικός· ἀλλ’ ὁ μὲν γεωμέτρης ἐπὶ μεγεθῶν, οὐκέτι δὲ [*](2 post τοῦ videntur aliqua excidisse 7 addendum ἀλλ’ ἢ ex Aristotele vel quod habet Alex., ἀλλ’ τοῦτο δέ—οὐσίᾳ (16) Alexandri sunt 9 ἡ λαβὼν—ὑποθέμενος om. D 15 ἑκάστων A 1 D 17 μέρους ex Aristotele scripsi: μέχρι littii 35 ἐν τῇ Ἀποδεικτικῇ πραγηατείᾳ] Anal, poist. Α 2 p. 72a16 sq.)
p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης.
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι δεῖ ζητῆσαι, πότερον μιᾶς ἐστιν ἐπιστήμης τῆς ἐχούσης περὶ πάντα τὰ ὄντα ἤγουν ἑτέρας καὶ ἑτέρας διαλεχθῆναι περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς κυρίως [*](f. 177r) οὐσίας. ἐζήτησε γὰρ καὶ τοῦτο ἐν τῷ Β, εἴτε ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ τῶν οὐσιῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις καὶ τῶν ἀξιωμάτων πάντων ἤγουν οἱ κατὰ μέρος ἐπιστήμονες. καὶ ἐνταῦθα ἐπικρίνει καί φησιν ὅτι φανερόν ἐστιν ὅτι περὶ τῶν ἀξιωμάτων μιᾶς ἐστιν ἐπιστήμης διαλεχθῆναι· τοῦ γὰρ πρώτου φιλοσόφου ἐστὶ καὶ ἡ περὶ τούτου σκέψις. καὶ λοιπὸν καιασκεύαζει αὐτό· ἅπασι γὰρ τοῖς οὖσιν ὑπάρχει τὰ ἀξιώματα καὶ οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων, οἷον γεωμετρίᾳ μόνῃ ἢ ἀριθμητικῇ μόνῃ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. εἰ γὰρ μιᾷ ἐπιστήμῃ μόνῃ ὑπῆρχεν, αὐτὴ περὶ αὐτῶν τῶν ἀξιωμάτων διελέγετο· εἰ τοίνυν πᾶσιν ὑπάρχει, περὶ δὲ πάντων ἡ π·ρώτη φιλοσοφία διαλέγεται, δῆλον ὡς ὅτι καὶ περὶ τῶν ἀξιωμάτων ἡ πρώτη φιλοσοφία διαλέγεται ἡ περὶ τὸ ὂν ᾗ ὂν καταγινομένη. τὸ δὲ ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν εἶπεν οὐκ ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα διὰ πασῶν τῶν κατηγοριῶν πεφοίτηκε μόνου γὰρ τοῦ ποσοῦ ταῦτα ὑπάρχουσιν), ἀλλ’ ὅτι περὶ πάντα τὰ μόρια τοῦ ποσοῦ θεωρεῖται, καὶ περὶ τὸ συνεχὲς καὶ διωρισμένον· διὸ καὶ γεωμετρία κέχρηται περὶ τὸ συνεχὲς ἔχουσα καὶ ἀριθμητικὴ δὲ περὶ τὸ διωρισμένον. φησὶν οὖν ὅτι πᾶσαι ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι τούτοις, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, γεωμετρία ἀριθμητικὴ ἀστρονομία ὀπτικὴ καὶ αἱ ἄλλαι, ἐπειδὴ ἕκαστον αὐτῶν τοῦ ὄντος ἐστί, καθὸ ὂν ὑπάρχει· ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ’ ὅσον αὐταῖς ἱκανόν, τουτέστι γεωμετρία μὲν ἐπὶ μεγεθῶν, ἀριθμητικὴ δὲ ἐπὶ ἀριθμῶν, καὶ αἱ ἄλλαι ὁμοίως. διό φησι τοῦτο δέ ἐστιν, ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις, ὥσπερ γεωμετρία ἐπὶ [*](f. 177v) μεγεθῶν φέρουσα τὰς ἀποδείξεις· διὸ καὶ ἐπ’ αὐτῶν μόνων κέχρηται τοῖς ἀξιώμασιν, ὁμοίως δὲ καὶ ἀριθμητικὴ ἐπὶ ἀριθμῶν. ἐπεὶ τοίνυν, καθὸ ὄντα ὑπάρχει ταῦτα, πᾶσιν ὑπάρχουσι τὰ ἀξιώματα, ὡς εἴρηται τοῦτο γὰρ αὐτοῖς τοῖς ἀξιώμασίν ἐστι τὸ κοινόν, τὸ ἐν ἅπασι θεωρεῖσθαι), κοινῶς [*](2 ὡς addidi 21 μιᾷ ἐπιστήμῃ μόνῃ scripsi: μία ἐπιστήμη μόνη libri 25 τὰ] fort. τὸ τὰ 31 ὀπτικὴ, quod erat post ἄλλαι, ante καὶ posui 35 ὥσπερ—ἀποδείξεις (36) om. D)
p. 1005b2 Ὅσα δὲ ἐγχειροῦσι τῶν λεγόντων τινές.
Ὃ λέγει τοῦτό ἐστιν· οἱ ἐπιχειροῦντες τὰ ἀξιώματα ἀποδεικνύναι ὑπ’ [*](13 ἐστὶν ἡ οὐσία D 17 ἐκεῖνοι scripsi: ἐπεὶ libri διημάρτανον—οὐσίας (27) Alexandri sunt μηδένα D 20 ἓν ex Avistotele scripsi: καὶ· libri 22 τοῦ μουσικοῦ Α1 26 ἡ Alexandmm secutus clelevi 34 τούτῳ scripsi: τούτων libri)
p. 1005b5 Ὅτι μὲν οὖν τοὐ φιλοσόφου.
Ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ τῶν ἀξιωμάτων οὐχ ὡς ἀποδεικνύων αὐτὰ ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίνονται καὶ πῶς αὐτοῖς χρηστέον, καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς περὶ ἀποδείξεως πραγματεύονται. ὥσπερ γὰρ ὁ περὶ ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτως καὶ ὁ περὶ ἀποδείξεως, οὐ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ ἐν τίνι γένει τῶν περὶ τὰς ἐπισιήμας ὑπάρχει. ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἡ ἀπόδειξις περὶ τὰ οἰκεῖα τῆς ἐπιστήμης, ᾗ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀποδεικνύναι χρὴ λαβών.
p. 1005b5 Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάση.
Ἤτοι περὶ περὶ τῆς οὐσίας εἶπεν ἀντὶ τοῦ περὶ παντὸς τοῦ ὄντος [*](2 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 3 4 ἔσται om. D 9 λέγει—ζητήσαντες (24) Alexaudri sunt 11 ἐν τοῖς Υστέροις ἀναλυτικοῖς] Α 3 14 πάντα—καὶ desiiut Alexandro 15. 16 πᾶσα κτλ.] Anal. post. Α 1 p. 71a1 16 καὶ Alex.: ἁ libri 22 ἐν τῷ Ἀλκιβιάδῃ] Alcib. I p. 106 D 36 Ἤτοι—λέγεται (p. 257. 16) Alexandri sunt)
p. 1005b8 Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα.
[*](f. 179v)Ὠσπερ ἕκαστον ἐπιστήμονα δεῖ γνωρίζειν τὰς οἰκείας ἀρχὰς καὶ βεβαίας αὐτὰς ἔχειν, οἷον τὴν γεωμετρίαν ὅτι ἀμερὲς τὸ σημεῖον, τὸν ἰατρὸν ὅτι ἐκ τεσσάρων στοιχείων ὑπάρχουσι ἰὰ σώματα, οὕτως οὖν δεῖ καὶ τὸν πρῶτον φιλόσοφον τὸν διαλεγόμενον περὶ πάντων τῶν ὄντων βεβαιοτάτας ἔχειν τὰς πάντων ἀρχάς. εἰ γὰρ ἀγνοεῖ τις τὰς οἰκείας ἀρχάς, οὐδ’ ἄν ἐπιστήμην ἔχοι τοῦ πράγματος. οὕτως οὖν ἀνάγκη τὰς πάντων ἀρχὰς εἰδέναι τὸν πρῶτον φιλόσοφον. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τώ μὴ περί τι ὂν μηδὲ περί τι γένος, ἀλλὰ καθόλου περὶ τὸ ὂν ἢ πᾶν ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον ἔχοντι τὴν πραγματείαν ἀνάγκη τἀς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἶτά φησι τίς̣ ἐστιν ἡ βεβαιοτάτη ἀρχή· ἡ περὶ ἣν ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν τῶν ἀρχῶν βεβαιοτάτη. τὸ γὰρ βέβαιον ἀσάλευτον καὶ ἀκίνητον θέλει εἶναι· εἰ δὲ έστιν ἀσάλευτον, οὐ δυνατὸν οὕτως καὶ μὴ οὕτως ἔχειν. φησὶν οὗν ὅτι τὴν τοιαύτην ἀρχὴν πᾶσα ἀνάγκη γνωρίμην εἶναι περὶ ἐκεῖνα γὰρ οἱ ἄνθρωποι ἀπατῶνται, περὶ ἃ μὴ γινώσκουσιν, οἷον εἰ ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ), καὶ ἀνυπόθετον· τὴν γὰρ ἐξ ὑποθέσεως οὐκ ἀναγκαῖον εἰδέναι [*](10 συλλογιστικὰς—ἀποδεικτικάς om. D 11 αἱ γὰρ καθ’ ἑκάστην ἐπιστήμην οἰκεῖαι τ. ἁ. ἀρχαί τε καὶ προτάσεις τοῦ κ. ἑ. ἑ. ἀποδεικτικοῦ, καὶ τούτων τὸ ταύτας εἰδέναι Alex. 14 ἐκ τῶν πῶς] sic etiam Alex.: πῶς ἐκ τῶν recte Bonitz 1.5 γὰρ Alexandrum secutus delevi 18 ὥσπερ—φιλόσοφον (24) ueglegenter ex Alexandro excerpta 19 volebat τὸν γεωμέτρην post γεωμετρίαν lacuna VI litterarum Α 23 ἔχει D: ἔχη Α 24 εἰ γὰρ—εἰδέναι (28) Alexandii sunt περί τινος καταγινομένῳ Alex. 26. 27 ἢ πᾶν ὃν desunt Alexandro 34 τὸν γὰρ D)
p. 1005b19 Τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἀδύνατον τῳ αὐτῷ·
Ἐντεῦθεν λοιπὸν κρατύνει τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως, καί φησιν ὅτι τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῶν ἀδυνάτων ἐστὶ τῷ αὐτῷ ὑποκειμένῳ καὶ κατὰ λόγον τὸν αὐτὸν κατηγορούμενον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα πρὸς τὰ λογικὰ δυσχερῆ, καθάπερ σαφέστερον ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, οἷον ἵνα κατὰ τὸν αὐτὸν χρόνον, κατὰ τὸ αὐτὸ ὑποκείμενον, ἵνα τὸ αὐτὸ ἓν κατηγορούμενον, μὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καὶ κατὰ τὸ αὐτὸ μέρος. ἐὰν οὖν ταῦτα πάντα προσδιορίσωμεν, οὐδέποτε συντρέχουσιν ἀλλήλαις ἡ καταφατικὴ καὶ ἡ ἀποφατική. αὕτη οὖν ἡ ἀντίφασις βεβαιοτάτη ἐστὶ πασῶν τῶν ἀρχῶν, ἐπεὶ καὶ τὰ ἄλλα ἀξιώματα εἰς αὐτὴν ἀναλύονται. ἔχει γὰρ τὸν εἰρημένον διορισμόν, ὅτι γνωριμωτάτη ἐστὶ καὶ δεῖ αὐτὴν εἰδέναι τὸν ὁτιοῦν μανθάνοντα, † ὥστε κυρίως ἀξιώματά ὑπάρχουσιν. [*](f. 180v) ἀδύνατον οὖν τινα ὑπολαμβάνειν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι μετὰ τῶν οἰκείων προσδιορισμῶν, οἷον τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον, ὅταν ἔστιν ἄνθρωπος, καθάπερ τινὲς ὑπολαμβάνουσι λέγειν τὸν Ἡράκλειτον, ἐπεὶ ἔλεγε πάντων ἕνα εἶναι ὁρισμόν, ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, καὶ τὰ πράγματα τὰ αὐτά· ὥστε τὸ ἀγαθὸν ἔσεται τὸ αὐτὸ τῷ οὐκ ἀγαθῷ. ἰστέον οὖν ὅτι οὐ πάντως, ἅ τις λέγει, ταῦτα καὶ ὑπολαμβάνει· οὐκ ἀληθῶς οὖν οὕτω διέκειτο ὁ Ἡράκλειτος. εἴρηται γὰρ ἐν τῇ θεωρίᾳ ὅτι συμβολικῶς ταῦτα ἔλεγεν ἢ ὅτι γυμναστικῶς, καθάπερ, φησίν, [*](10 τὰ] τὰς D: τὰν ex τὴν corr. Α 11 ἡ om. D 21 τὸν αὐτὸν scripsi: τὸ αὐτὸ libri 30 ὥστε κτλ.] fort, οἴα τὰ)
p. 1006a5 Ἀξιοῦσι δὲ καὶ τοῦτο ἀποδεικνύναι τινὲς διὰ ἀπαιδευσίαν.
Φησὶν ὅτι τινὲς ἀπαιδεύτως φερόμενοι πειρῶντι ἀποδεικνύναι τὸ ἀξίωμα τὸ τῆς ἀντιφάσεως. τῷ ὄντι γὰρ ἀπαιδευσία ἐστὶ τὸ μὴ γινώσκειν, τίνων ἐστὶν ἀπόδειξις, καὶ τίνων δεῖ ἡμᾶς ζητεῖν ἀποδείξεις καὶ τίνων οὐ δεῖ. ὅλως μὲν γὰρ ἁπάντων ἀδύνατον εἶναι ἀπόδειξιν· εἰς ἄπειρον γὰρ ὁ τοιοῦτος βαδίζει καὶ οὐδέποτε γινώσκει τὰς ἀρχάς, ἀπείρων οὐσῶν, ὥστε οὐδὲ τὰ ἐκ τῶν ἀρχῶν γνώσεται. ὥστε συμβήσεται παντελῶς μὴ εἶναι ἀπόδειξιν, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. εἰ δ’ οὖν ἀπέδειξεν ὁ λόγος ὅτι ἐνίων οὐκ ἔστιν ἀπόδειξις, τουτέστι τῶν ἀξιωμάτων, οὐκ ἄν ἔχοιεν εἰπεῖν κρείττονα ἀρχὴν τῆς ἀντιφάσεως, ἐπειδὴ εἰς αὐτὴν πάντα τὰ ἄλλα ἀξιώματα ἀναλύονται καὶ ἀποδείκνυνται, ὅτι ἀρχῇ αὐτῇ χρώμεθα, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ. ὥστε ἀναπόδεικτός ἐστιν ἡ ἀντίφασις, ἅτε δὴ κυριωτάτη ἀρχὴ ὑπάρχουσα. ἔστιν οὖν ἀποδεῖξαι τὴν ἀντίφασιν ἐλεγκτικῶς, [*](17. 18 ὑπάρχον libri 21 lacunam indicavi: addendum ἄλλα δὲ τῷ ποιεῖν ἐναντία 23 ὁ Ἀλέξανδρος] ad liinic locum nihil tale affert 28 τὸ (ante τῆς) om. D)
p. 1006a18 Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα.
Ὁ λέγει τοῦτό ἐστιν, ὅτι ἀρχὴ δὲ πρ·ὸς ἅπαντα τὰ τοιαῦτα * * * τουτέστιν ὁ βουλόμενος κρατῦναι τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως οὐκ ἐρεῖ ὅτι ἔστιν ἀντίφασις, ἐπειδή ἐστι, φησί, κατάφασις καὶ ἀπόφασις, καὶ ταῦτα ἀλλήλοις οὐ συντρέχουσιν· ὁ γὰρ τοιοῦτος πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖ· ίαι, ὡς προσεχῶς ἐδείξαμεν. δεῖ οὖν τά παρὰ τοῦ προσδιαλεγομένου λεγόμενα εἶναι σημαντικὰ καὶ σημαίνειν τι τὸ λεγόμενον ὑπὸ αὐτοῦ περὶ τῆς ἀντιφάσεως καὶ αὐτῷ ἄλλῳ τῳ τῷ προσδιαλεγομένῳ. πᾶσα γὰρ ἀνάγκη τοῦτο γίνεσθαι, εἴπερ λέγοι, τουτέστιν εἴπερ διαλέγεται. εἰ γὰρ μὴ κέχρηται σημαντικαῖς λέξεσι καὶ ὡρισμέναις μήτε πρὸς ἑαυτὸν μήτε δὲ πρὸς ἄλλον, οὐκ ἂν εἴη τῷ τοιούτῳ λόγος οὔτε αὐτῷ πρὸς αὑτὸν οὔτε δὲ πρὸς ἄλλον· τρόπον γάρ τινα πάλιν οὐδὲν διαλέγεται μηδὲν δηλῶν. ἐὰν δέ τις τοῦτο διδῷ καὶ κέχρηται σημαντικαῖς λέξεσι καὶ ὡρισμέναις, ἔσται ἀπόδειξις· ἤδη γάρ τι ἔσται ὡρισμένον, καθάπερ ἐν τῇ θεωρίᾳ [*](f. 182r) εἴρηται, οἷον ὅτι ὁ ἄνθρωπος μόνον τὸν ἄνθρωπον δηλοῖ· ὥστε οὐ συντρέχει τὸ οὐκ ἄνθρωπος, ἐπεὶ οὐκέτι ἔσται ὡρισμένον τὸ ἄνθρωπος, εἴ γε τὸ μὲν οὐκ ἄνθρωπος ἄπειρα δηλοῖ πάντα γὰρ τὰ παρὰ τὸν ἄνθρωπον), τὸ δὲ ἄνθρωπος μίαν οὐσίαν τὴν τοῦ ἀνθρώπου. αἴτιος οὖν τοῦ εἶναι τὴν ἀντίφασιν οὐχ ὁ κρατύνων αὐτὴν καὶ ἀποδεικνύς, ἀλλὰ ὁ ὑπομένων· ἀναιρῶν γὰρ λόγον ὑπομένει λόγον, τουτέστι πειρώμενος ἀνατρέψαι τὴν ἀντίφασιν τίθησιν αὐτήν, ἐκ τῶν παρ’ αὐτοῦ λεγομένων ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας. πρῶτον μὲν οὖν ἀληθὲς ὑπάρχει ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι ἤγουν μὴ εἶναι τοδί, τουτέστι τὸ εἶναι ἄνθρωπον ἢ μὴ· εἶναι ἄνθρωπον· ὥστε οὐκ ἂν πᾶν καὶ οὕτω καὶ οὕτως ἔχοι, τουτέστιν οὐ πᾶσα ἀντίφασις [*](6 ἡ γὰρ D 12 ἐπ’ fort, deleudum 16 lacunam indicavi; addendum ex Aristotel οὐκ ἔστι τὸ ἀξιοῦν ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι 17 οὐκ—ἀντίφασις (18) om. D 32 εἶναι] fort. ἀποδεικτὸν εἶναι)
p. 1006a31 Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο ζῷον δίπουν.
Ἔτι τοῦ αὐτοῦ πλείονα ἐπιχειρήματα τίθησι κατασκευαστικὰ καί φησιν οὕτως. εἰ ὡμολογήσαμεν ὅτι τὸ ἄνθρωπος ὄνομα ἕν τι δηλοῖ ὡρισμένον, ὡς ἔδειξεν ἡ διαίρεσις ἐν τῇ θεωρίᾳ, ἔστω τοῦτο τὸ σημαινόμενον ζῷον δίπουν, ὃ σημαίνει τὸ τοῦ ἀνθρώπου ὄνομα. λέγω δὴ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτό ἐστιν ἄνθρωπος, ἄν ὅλως ᾖ τι ἄνθρωπος, τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, ζῴῳ δίποδι. πάλιν δὲ εἴ τις εἴποι τὸ ὄνομα ὁμώνυμον καὶ πλείονα δηλοῦν πεπερασμένα δέ, οὐδὲν διαφέρει· τεθείη γὰρ ἄν ἐφ’ ἑκ·άστῳ λόγῳ ἕτερον ὄνομα. οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον μὴ σημαίνειν ἓν ἀλλὰ πολλά, καθάπερ κύων φωνή, ὧν [ἄνθρωπος] ἑνὸς μὲν ἀφωρισμένος εἷς λόγος ἐστὶ τὸ ζῷον δίπουν, ὥσπερ καὶ τοῦ χερσαίου κυνὸς τὸ ζῷον ὑλακτικόν οὕτως γὰρ διαιροῦμεν αὐτὸ ἐκ τῶν ἄλλων κυνῶν, οὐρανίου [*](f. 182v) ρανίου φημὶ καὶ θαλαττίου) ὑπάρχουσι δὲ δαὶ ἕτεροι ἄνθρωποι πλείους, ὡρισμένοι μέντοι γε κατὰ τὸν ἀριθμόν. τίθεται γὰρ ἴδιον ὄνομα καθ’ ἕκαστον λόγον, ὥσπερ ἐπὶ τοῦ κυνὸς εἴρηται, καὶ οὕτως ἔσται πάλιν ὡρισμένον καὶ οὐκέτι συντρέχει ἡ ἀπόφασις ἐπεὶ οὕτως οὐκέτι ἔσται πάλιν ὡρισμένον]. εἰ δὲ μὴ τεθείη ὡρισμένον ὄνομα, ἀλλ’ εἴποι ἐκεῖνο ἄπειρα δηλοῦν τὸ ὄνομα, φανερὸν ὅτι οὐκέτι ἔσται πάλιν λόγος· τὸ γὰρ μὴ ἓν σημαίνειν ἀλλὰ ἄπειρα οὐδὲν σημαίνειν ἐστίν, εἴ γε οὐκ ἔστι τῆς ἡμετέρας φύσεως τὰ ἄπειρα νοεῖν, καὶ ταῦτα ἐν πεπερασμένῳ χρόνῳ. μηδὲν οὗν δηλούντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ διαλέγεσθαι πρὸς ἀλλήλους· κατὰ δὲ τὴν ἀλήθειαν ἀναιρεῖται καὶ τὸ διαλέγεσθαι πρὸς ἑαυτόν. οὐκ οἶδε γάρ τις τὰ ἄπειρα· οὔτε γὰρ δυνατόν ἐστι νοεῖν τι τὸν μηδὲν νοοῦντα· πως δὲ δύνατον εστι νόησαι απαρα; εἰ δὲ ενοεχεται νοεῖν, ἐξ ἀνάγκης τεθείη ὄνομα τούτῳ τῷ πράγματι, ἓν ὡρισμένον μέντοι γε. ἔστω οὖν, κατ’ ἀρχὰς ὥσπερ εἴρηται, δηλοῦν τι τὸ ὄνομα καὶ σημαίνειν ἕν, ἐπειδὴ διαλέγεσθαι βουλόμεθα.
p. 1006b13 Οὐ δὴ ἐνδέχεται τῷ ἀνθρώπῳ εἶναι.
Φησὶν ὅτι τῶν ἀδυνάτων ἐστὶ δηλοῦν τῷ ἀνθρώπῳ εἶναι τὸ μὴ ἀνθρώπῳ εἶναι, τουτέστιν οὐ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, εἴπερ τὸ ἄνθρωπος ὄνομα μὴ μόνον δηλοῖ τὸ καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν. καὶ τὸ μὲν καθ’ ἑνὸς πλειόνων ἐστὶ δηλωτικόν· λέγεται γὰρ καθ’ ἑνὸς τοῦ Σωκράτους καὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ μουσικόν· τὸ δὲ ἓν μίαν φύσιν [*](8 ἡ om. D 8. 9 ζῷον δήπου D 14 ἄνθρωπος delevi 20 legendum τῇ καταφάσει ἡ ἀπόφασις ἐπεὶ—ὡρισμένον (21) delevi)
p. 1006b34 Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον.
Δείξας ὅτι οὐ συντρέχει τῇ καταφάσει ἡ ἀπόφασις, ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ τῇ ἀποφάσει ἡ κατάφασις. ἔστι δὲ ἡ αὐτὴ ἐπιχείρησις. διὰ τοῦτο οὖν λέγει ὅτι ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον, [*](f. 183v) φημὶ δὴ ἐπὶ τῆς ἀποφάσεως. τὸ γὰρ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ ἕτερον σημαίνει, εἴπερ καὶ τὸ λευκὸν εἶναι καὶ τὸ ἄνθρωπον εἶναι ἐδείξαμεν ἕτερα ἀλλήλων· οὐ γὰρ ταὐτὸν λευκὸν καὶ ἄνθρωπος, ἐπεὶ τὰ παρὰ τὸν ἄνθρωπον οὐκ <ἄν> ἦσαν λευκά. εἰ οὖν πλέον ἀντίκειται τὸ οὐκ ἄνθρωπος τῷ ἀνθρώπῳ ἤπερ τὸ λευκόν, ἕτερον δὲ τὸ λευκὸν τοῦ ἀνθρώπου, πολλῷ μᾶλλον ἕτερον ἔσται τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου. εἰ δὲ ἔστιν, οὐδέποτε αὐτῷ συνυπάρχει· εἰ δὲ μὴ συνυπάρχει, οὐ συντρέχει ἡ ἀντίφασις. εἰ δέ τις εἴποι ὅτι τὸ λευκὸν τὸ αὑτὸ δηλοῖ τῷ ἀνἐνργειαν [*](4. 5 D 20 ἄπειρα scripsi: ἕτερα libri 23 ὅτι D 25 ἀδύνατον A 2: δυνατὸν A 1 D 35 ἄν addidi 36 τῷ ἀνθρώπῳ scripsi: τοῦ ἀνθρώπου libri ἤπερ scripsi: ἧπερ libri)
p. 1007a20 Ὅλως δὲ ἀναιροῦσιν <οἱ> τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τίην εἶναι.
Ἔτι ὁ λόγος αὐτῷ περὶ τῆς ἀντιφάσεως ὑπάρχει, καὶ ἀντιλέγει πρὸς τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν. φησὶν οὖν ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων χώραν ἔχει τοῦτο τὸ λέγειν συναληθεύειν τὴν ἀντίφασιν, καὶ αὐτὴν οὐχ ἁπλῶς ἀλλὰ κατ’ ἄλλον καὶ ἄλλον χρόνον. δυνατὸν γάρ ἐστι τὸ αὐτὸ εἶναι καὶ λευκὸν καὶ οὐ λευκόν, ἀλλ’ ὡς εἴρηται κατ’ ἄλλον καὶ ἄλλον χρόνον, ἐπὶ μέντοι γε τῶν οὐσιῶν ἀδύνατον τὸ τοιοῦτο ὑπάρὅτι [*](6 addidi 7 ὁ om. D 8 καὶ ἄνθρωπος—οὐ λευκόν (9) duce Alexandro scripsi, cf. etiam v. 21: καὶ ἄνθρωπός ἐστι καὶ οὐ λευκὸν λευκὸν (alterum λευκὸν om. D) οὐκ ἄνθρωπος libri 13 τὸ ex Aristotele scripsi: καὶ libri 16 μέγα] μέλαν corr. D 24 αὐτῷ scripsi: αὐτῶν libri 30 οἱ addidi coll. p. 264,5. 9. 10)
p. 1007a20 Ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες.
Οἱ τοῦτο ὑποτιθέμενοι καὶ λέγοντες συναληθεύειν τὴν ἀντίφασιν ἀναι- ροῦσι τὴν οὐσίαν καὶ τοὺς ὁρισμούς, καθάπερ ἐν τῇ· θεωρίᾳ εἰρήκαμεν. πάντα γὰρ ἀνάγκη λέγειν αὐτοὺς συμβεβηκότα, ἐπειδὴ ὅλως ἐπὶ τῶν συμβεβηκότων χώραν ἔχει τὸ συναληθεύειν τὴν ἀντίφασιν, καὶ ἐν αὐτοῖς δὲ κατ’ ἄλλον καὶ ἄλλον χρόνον, καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι, εἴ γε συντρέχει αὐτῷ ἡ ἀπόφασις αὐτοῦ ἀναιρετικὴ αὐτοῦ ὑπάρ- χουσα. εἰ γὰρ ὅλως ἐστὶν ἐν ὑποστάσει ἡ κατάφασις ἡ λέγουσα ἀνθρώπῳ εἶναι, τοῦτο οὐκ ἔσται μὴ ἀνθρώπῳ εἶναι, ἵνα εἴπῃ τὴν ·ἀόριστον κατάφασιν), ἤγουν μὴ εἶναι ἀνθρώπῳ, τουτέστιν οὐ συντρέχει αὐτῷ ἡ ἀπόφασις αὐτοῦ· αὗται γὰρ ἀποφάσεις τούτου ὑπάρχουσιν, * * * ἡ λέγουσα ὅτι οὐκ ἔστιν ἄνθρωπος ἀπόφασίς ἐστι τῆς καταφάσεως τῆς λεγούσης ‘ἔστιν ἄνθρωπος.’ ἓν γάρ τι δηλοῖ καὶ μίαν οὐσίαν ἡ κατάφασις· ἡ λέγουσα ὅτι ἔστιν ἄνθρωπος, καὶ ἔστι τοῦτο τινὸς οὐσία, ὥς φησιν, οἷον· ἀνθρώπου ἢ ἵππου ἢ ἄλλου τινὸς τοιούτου. τὸ δὲ οὐσίαν σημαίνειν τοῦτο δηλοῖ, ὅτι οὐκ ἄλλο τί ἐστι παρὰ τὴν οὐσίαν, ἣν δηλοῖ. εἰ δὲ ὑποθώμεθα ταὐτὸν εἶναι καὶ ταὐτὸν δηλοῦν τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἡ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ <μὴ> εἷναι ἀνθρώπῳ, τότε οὐκέτι τὸ αὐτὸ δηλοῖ, ἀλλὰ ἄλλο. εἰ γὰρ ὡμολόγηται ὅτι ἡ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ τὴν οὐσίαν μόνην τοῦ ἀνθρώπου δηλοῖ, συντρέχει δὲ ταύτῃ τῇ καταφάσει ἡ οἰκεία ἀπόφασις καὶ συναληθεύει αὐτῇ, ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν’, [*](f. 185r) οὐκέτι ἡ κατάφασις ἓν πρᾶγμα δηλοῖ, ἀλλὰ καὶ ἄλλα πλείονι τὸ γὰρ οὐκ ἄνθρωπος δηλοῖ καὶ τριήρη καὶ κύνα, ὥστε ἔσται ὁ ἄνθρωπος καὶ τριήρης καὶ κύων, καὶ ἄλλα πλεῖστα, καὶ διὰ τοῦτο οὐχ· ἓν πρᾶγμα δηλοὶ. κἂν μὴ βούλωνται ἄρα ἀναγκάζονται λέγειν ὅτι οὐδὲ μιᾶς οὐσίας ἐστὶν ὁρισμός, ἀλλὰ πάντα κατὰ συμβεβηκός. τούτῳ γὰρ διώρισται οὐσία καὶ τὸ συμβεβηκός, ὅτι ἡ μὲν οὐσία αὐθυπόστατόν ἐστι πρᾶγμα, τὸ δὲ συμβεβηκὸς ἐν ἑτέρῳ θεωρεῖται. διό φησι τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ συμβέβηκεν, ὅτι ἔστι μὲν λευκὸς ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ὅπερ λευκόν, τουτέστιν οὐκ οὐσίωται ἐν τῷ λευκῷ.
[*](17 μὴ ἀνθρώπῳ om. D 19 lacunam indicavi; res videtur tale quid postulare ἥ τε γὰρ λέγουσα ὅτι οὐκ ἄνθρωπός ἐστιν, κυρίως κατάφασις ἀόριστος οὖσα καὶ ἡ λέγουσα κτλ. 26 μὴ ex Aristotele aildidi 33 κἂν seripsi: ἐὰν libri 37 λευκὸν ὁ D)p. 1007a33 Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται.
Εἰ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, ἀναιρεθήσονται οὐσίαι, ὡς ἐδείξαμεν, καὶ μόνα ἔσονται τὰ συμβεβηκότα. εἰ δὲ πά·ντα κατὰ σθμβεβηκὸς βηκὸς λέγεται, οὐδέν ἐστι πρῶτον καθόλου. τί δέ ἐστι καθόλου, εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ὅτι τὸ κατὰ παντὸς καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ὡς ἐπὶ τοῦ τριγώνου ἐλέγομεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι· τοῦτο γάρ ἐστι καὶ κατὰ παντὸς τριγώνου καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό. εἰ οὖν ἀναιροῦνται οὐσίαι, ἀνωιπεθήσεται καὶ τὸ καθόλου· τῶν γὰρ οὐσιῶν ἐστι τὸ καθόλου. οὔτε γὰρ τὰ σθμβεβηκότα κατὰ παντὸς ὑπάρχουσι καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ἀλλὰ αἱ οὐσίαι ἄμεσοι προτάσεις· τῶν δὲ ἀμέσων προτάσεων ἀναιρουμένων ἐπ’ ἄπειρον ἔσονται αἱ κατηγορίαι, καὶ οὕτως ἢ οὐδενὸς ἔσται ἀπόδειξις, ὡς εἴρηται ἐν ἐκείνοις, ἢ πάντα ἔσονται ἀποδεικτά., ταὐτὸν δὲ εἰπεῖν πάλιν ὅτι οὐδὲν ἔσται ἀποδεικτόν. εἰ οὖν πάντα πάντα κατὰ συμβεβηκὸς οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ δὲ ἀεὶ τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου τινὸς· σημαίνει τὴν κατηγορίαν, ἀνάγκη εἰς ἄπειρον ἰέναι, ἐπειδὴ οὐ θεωρεῖται ἄμεσος πρότασις ἐπὶ τῶν συμβεβηκότων. ἀλλὰ ἀδύνατόν ἐστιν [*](f. 185v) ἀπείρους εἶναι τὰς προτάσεις· ·οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν. καὶ ὁ μὲν Ἀλέξανδρος τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν ὑπολαμβάνει τοῦτο λέγειν τὸν Ἀριστοτέλην, <ὅτι> οὐδέποτε πλείονα τ·ῶν δύο συμβεβηκότων ἅμα κατηγοροῦνται· οἷόν φαμεν ὅτι ὁ Ἱπποκράτης ἄριστος ἰατρός ἐστι, καὶ μόνα δύο συμβεβηκότα κατηγορήσαμεν τοῦ ὑποκειμένου, καὶ πλείονα ἀδύνατον. ὥστε, φησίν, οὐ δυνατὸν εἶναι ἀπείρους τὰς κατηγορίας· εἰ δὲ μὴ ὑπάρχουσιν ἄπειροι * * * συμβεβηκότα ἀλλὰ καὶ οὐσίαι· εἰ δὲ οὐσίαι ὑπάρχουσιν, εἰσὶ καὶ ὡρισμένα πράγματα καὶ οὐ συναληθεύει ἡ ἀντίφασις. ὁ μέντοι γε ἡμέτερος φιλόσοφος Ἀμμώνιός φησιν ὄπ οὐ καλῶς λέγει ὁ Ἀλέξανδρος ἐξηγούμενος τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν τοῦτο λέγειν τὸν Ἀριστοτέλην ὅτι ἀδύνατον πλείονα τῶν δύο συμβεβηκότων κατηγορεῖσθαι τοῦ ὑποκειμένου· δυνατὸν γάρ ἐστι πλείονα τῶν δύο συμβεβηκότων κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ἐὰν εἴπω οὕτως ὁ ἱπποκράτης ἰατρὸς χειρουργὸς ἄριστός ἐσιιν, ἤγουν ἰατρὸς διαιτητικὸς ἄριστός ἐστιν, ἤγουν κλινικὸς καὶ ἄλλα μυρία. ἄλλως τε δὴ ἡνίκα τὸ μέν ἐστι γένος τὸ δὲ εἶδος, τὸ ἓν κατηγορεῖται, οἷον ἐὰν εἴπω ὅτι ὁ Ἱπποκράτης ἰατρὸς ἄριστός ἐστιν ἔστι γὰρ τὸ μὲν ἰατρὸς γένος, τὸ δὲ ἄριστος εἶδος, ὥστε ὡς ἕν τι κατηγορεῖται), πάλιν ἐὰν εἴπω ζῷον δίπουν· περιέχει γὰρ ἐν ἑαυτῷ τὸ ζῷον [*](5 ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ] Anal. post. Α 4 p. 73b26 7 ὑπάρχουσαι D 12. 13 ἐν ἐκείνοις] Anal. post. Α 2. o 19 Ἀλέξανδρος] p. 245,2 sqq. Bz. 20 ὅτι addiili .22 κατηγοροῦμεν D 23. 24 ἀπείρους libri 24 duce Alexaudro haec ita fere restituenda sunt εἰ δὲ μὴ ὑπάρχουσιν ἄπειροι, δεῖ δὲ ἐπ’ ἄπειρον γίγνεσθαι τὰς κατηγορίας, εἰ μόναι εἶεν αἱ κατὰ τὸ συμβεβηκός, οὐ μόνον εἰσὶ συμβεβηκότα ἀλλὰ κτλ.; cf. Alex. p. 245,31 sqq. 27 τὸ sciipsi: τε libri δυσὶ libri 34 ὡς om. D)
p. 1007b2 Τὸ γὰρ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός.
Ὁ λέγει τοῦτό ἐστιν, ὅτι τὸ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός, εἰ μὴ ἄρα ὅτι ἀμφότερα ἐν ὑποκειμένῳ συμβεβήκασιν. οἷον τὸ λευκὸν μουσικὸν καὶ τοῦτο λευκόν, ὅτι ἀμφότερα τῷ ἀνθρώπῳ συμβεβήκασι, καὶ τὸ λευκὸν καὶ τὸ μουσικόν. ἀλλ’ οὐ διὰ τοῦτο καὶ ὁ μουσικὸς Σωκράτης ἑτέρῳ τινὶ συμβέβηκεν, ἐπειδὴ ταῦτα οὕτω συμβεβήκασι, τὸ λευκὸν καὶ τὸ μουσικόν· ταῦτα μὲν γὰρ ὡς ὑπάρχοντα συμβεβηκότα συμβεβήκασιν, ὁ δὲ Σωκράτης οὐσία ὑπάρχων οὐ συμβέβηκεν ἑτέρῳ τινί.
p. 1007b6 ἐπεὶ τοίνυν τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως λέγεται.
Ἐπειδὴ τῶν συμβεβηκότων τὰ μὲν λέγονται συμβεβηκότα ὡς ἀλλήλοις ἐπισυμβαίνοντα καὶ θεωρούμενα ἅμα ἀεὶ τῇ οὐσίᾳ, ὡς τὸ λευκὸν καὶ μουσικόν καὶ καλεῖ παρὰ φύσιν τὴν τοιαύτην κατηγορίαν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ), τὰ δὲ πάλιν λέγονται κατὰ φύσιν συμβεβηκότα ὡς τὸ λευκὸν κατὰ τοῦ Σωκράτους, ὅσα οὖν, φησίν, οὕτως λέγεται ὡς τὸ λευκὸν τῷ Σωκράτει, οὐκ ἐνδέχεται εἰς ἄπειρον ἰέναι, ὡς τῷ ἀνθρώπῳ τῷ λευκῷ οἷον τῷ Σωκράτει οὐχ ὑπάρχει ἕτερόν τι συμβεβηκός· οὐ γὰρ γίωεταί τι ἓν ἐξ ἁπάντων. ὡς γὰρ εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας, οὐκέτι ἐστὶν ἡ τοιαύτη πρότασις μία. εἰ δὲ μή ἐστι μία πρότασις ἀλλὰ πολλαί, ἄδηλον ποῖόν ἐστι τὸ ἀποδεικνύμενον. ὥστε ἀνάγκη εἰς ἄμεσον πρότασιν ἐλθεῖν. εἰ δὲ· τοῦτο, καὶ οὐσίαι ὑπάρχουσιν· εἰ δὲ οὐσίαι, οὐδέποτε συναληθεύσει ἡ ἀντίφασις. οὔτε δὲ πάλιν τῷ λευκῷ δυνατὸν ἕτερόν τι ὑπάρξαι συμβεβηκός, οἷον τὸ μουσικόν· οὐδὲν γὰρ μᾶλλον ἐκεῖνο τούτου ἤγουν τοῦτο ἐκείνου κατηγορεῖται. διωρισάμεθα περὶ τούτου, ὅτι τὰ μὲν οὕτως συμβέβηκεν ὡς τὸ λευκὸν μουσικόν, τὰ δὲ ὡς τὸ μουσικὸν τῷ Σωκράτει· ὅσα δὲ οὕτως συμβέβηκεν ὡς τὸ μουσικὸν τῷ Σωκράτει, οὐ συμβεβηκότι συμβέβηκε συμβεβηκός, οὐσίᾳ δέ, ἀλλ’ ὅσα ἐκείνως, τουτέστιν [*](f. 186v) [*](2 ἐστι scripsi: ἐπὶ libri 2 et 24 ἐν τῷ Περὶ ἑρμηνείας] c. 11 p. 20b18 sqq. 7 φησὶν] Anal. pr. Alp. 24b16 13 οὕτω. sciipsi: ὦ libri 19. 20 ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ] fort, respicit ad Anal. post. Α 22 p. 83a9 sqq., quamquam verba ipsa illic non leguntur 22 εἰς ἄπειρον—οὐχ ὑπάρχει (23)] ἄπειρα εἶναι ἐπὶ τὸ ἄνω, οἷον τῷ Σωκράτει τῷ λευκῷ Aristoteles ὡς τῷ scripsi: ὡς τὸ libri 32 ὅσα—Σωκράτει om. D)
p. 1007b18 ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ.
Πάνυ δριμυτάτην ἐπιχείρησιν τίθησι καὶ γέμουσαν ἀγχινοίας, δεικνὺς ὅτι ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. εἰ γάρ, φησίν, ὑποθώμεθα αὐτὴν συναληθεύειν, πάντα ἓν ἔσονται· οἷον ἐπειδὴ γὰρ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστι’ συναληθεύει ἡ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’, τὸ δὲ ‘ἄνθρωπος οὐκ ἔστι’ δηλοῖ καὶ ὅτι τριήρης ἐστί τὸ γὰρ οὐκ ἄνθρωπος καὶ τριήρης ἐστί) καὶ θάλασσά ἐστι καὶ ἵππος ἐστὶ καὶ πάντα ἀπλῶς τὰ παρὰ τὸν ἄνθρωπον, εἰ τοίνυν συναληθεύει ἡ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστι’, δῆλον ὡς ὅτι ἔσται ἄνθρωπος καὶ τριήρης καὶ θάλασσα καὶ ἵππος, ὅπερ εἰρήκαμεν πάντα ἓν ἔσται. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ἀληθεῖς ὑπάρχουσιν αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, φανερὸν πάντα ἓν ἔσται· τὸ γὰρ αὐτὸ ἔστα.ι καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος καὶ ἄγγελος καὶ θεός, ὡς ἐδείξαμεν.
p. 1007b21 Εἰ κατὰ παντός τι καταφῆσαι ἢ ἀποφῆσαι ἐνδέχεται.
Καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον. ἔλεγε γὰρ ἐκεῖνος ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἔστιν ἀληθές· εἰ οὖν δοκεῖ τινι εἶναι τριήρης ὁ ἄνθρωπος, ἔστι τριήρης, ὡς ἔδειξεν, εἰ δὲ ἵππος, ἔσται ἵππος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ὥστε καὶ ἔστι τριήρης [*](f. 187r) καὶ οὐκ ἔστιν, εἴπερ ἡ ἀντίφασις † καὶ ἡ ἀληθὴς ὑπάρχει. ἐπειδὴ θάλασσά ἐστιν, οὐκ ἔστι τριήρης· πάλιν δ’ ἐπειδὴ οὐκ ἔστιν ἄνθρωπος, ἡ δὲ τριήρης οὐκ ἔστιν ἄνθρωπος, ἔστιν ὁ ἄνθρωπος τριήρης, καὶ εἰσάγεται Ἀναξαγόρειος δόξα λέγουσα ‘ὁμοῦ πάντα χρήματα’ καὶ ἐνεργείᾳ, εἴ γε πάντα ἓν δείκνυται. ὥστε μηδὲν ἀληθὲς ὑπάρχειν, εἴ γε πάντα ἐστὶ τὸ αὐτό, ὡς εἴρηται· δύναται γὰρ τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι. ἐοίκασιν οὖν, καθάπερ καὶ ὁ Ἀναξαγόρας ἔπασχε, τὴν ὕλην περιφανταζόμενοι ταῦτα λέγειν, ἐπειδὴ ἡ ὕλη πάντων ἐσ·τὶ δεκτική, καὶ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα πάντα. ἀλλ’ ἡ μὲν ὕλη ἐνεργείᾳ μέν ἐστιν, εἰ τύχοι, ἄνθρωπος, δυνάμει δὲ τὰ ἄλλα πάντα· οὐ γὰρ κατὰ ταὐτὸν ἔχει τὰ ἐναντία, ἀλλὰ ἐνεργείᾳ καὶ δυνάμει. τὸ ἀόριστον οὖ.ν, φησίν, ἐοίκασι περιφαντάζεισθαι, [*](1 οὐ ex εἰ corr. Α 2 16 ἀντίφασις libri 22 Εἰ ex Aristotele scripsi: ἢ libri ἐπειδὴ ἡ] post ἡ lacuna V litterarum A: fort, legeudum κατ’ ἐκεῖνον ἀληθὴς fort. ἔτι ἐπειδὴ)
p. 1007b29 Ἀλλὰ μὴν λεκτέον αὐτοῖς..
᾿Ο λέγει τοῦτό ἐστιν, ὅτι εἰ ἐπὶ παντὸς πράγματος συντρέχει ἡ κατά. φάσις τῇ οἰκείᾳ ἀποφάσει ἡ μάλιστα μαχομένη, πολλῷ μᾶλλον συνδραμοῦνται καὶ αἱ ἄλλαι ἀποφάσεις αἱ μὴ μαχόμεναι· ἄτοπον γὰρ τὸ ὐποτίθεσθαι τὴν ἑκάστου μὲν ἀπόφασιν συντρέχειν, τὴν δὲ ἀλλοτρίαν μὴ συντρέχειν. τρέχειν. εἰ οὖν ἀληθὲς εἰπεῖν τὸν ἄνθρωπον ὅτι οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ οὐ τριήρης. εἰ μὲν οὖν ἡ κατάφασις ὑπάρχει, ἀνάγκη καὶ τὴν ἀπόφασιν φασιν ὑπάρχειν· εἰ δὲ μὴ ὑπάρχει ἡ κατάφασις ἡ ἰῆς τριήρους, ἥ γε ἀπόφασις ἡ οὐ τριήρης ὑπάρξει μᾶλλον τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστιν’ <ἢ> ἡ οἰκεία ἀπόφασις ἡ λέγουσα ‘ ἄνθρωπος οὐκ ἔστιν’, ἐπειδὴ μᾶλλον μάχεται. εἰ οὗν κἀκείνη ὑπάρχει ἡ πρότασις ἡ λέγουσα [*](f. 187v) ‘ἄνθρωπος οὐκ ἔστι’ καὶ συντρέχει τῇ οἰκείᾳ καταφάσει, ὑπάρξει καὶ συνδραμεῖται αὐτῇ καὶ ἡ ἀπόφασις τῆς τριήρους ἡ οὐ τριήρης· εἰ δὲ αὕτη, καὶ ἡ κατάφασις αὐτῆς ὑπάρξει ἡ λέγουσα τριήρης· ὥστε ὁ ἄνθρωπος ἔσται καὶ οὐκ ἄνθρωπος καὶ τριήρης καὶ οὐ τριήρης. ταῦτα οὖν τὰ ἄτοπα ἕπονται τοῖς λέγουσι συντρέχειν τὴν ἀντίφασιν.
p. 1008a3 Καὶ ὅτι οὐκ ἀνάγκη ἢ φάναι ἀποφάναι.
Πάλιν ἄλλο ἐπιχείρημα τίθησι δεικνὺς ὅτι οὐ δυνατόν· ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔστι γὰρ ὡρισμένη ἀντίφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ καὶ ‘ ἄνθρωπος οὐκ ἔσιι’, καὶ πάλιν ἀόριστος ἡ λέγουσα ‘οὐκ ἄνθρωπός ἐστιν, οὐκ ἄνθρωπος οὐκ ἔστιν’. εἰ τοίνυν συντρέχει ἡ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ τῇ οἰκείᾳ ἀποφάσει ἰὴ λεγούσῃ ‘ἄνθρωπος οὐκ ἔστιν’, ἐπειδὴ τὸ ‘οὐκ ἄνθρωπός ἐστι’ δηλοὶ πάντα τὰ παρὰ τὸν ἄνθρωπον, δῆλον ὡς ὅτι δηλοὶ καὶ τὸ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’. ὥστε πάλιν τὸ ‘ἄθρωπός ἐστι’ συνδραμεῖται τῷ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’ ἀντὶ τοῦ ‘ἄνθρωπός̣ ἐστιν’. ὥστε τὸ ‘ἄνθρωπός ἐστι’ καὶ ‘ἄνθρωπος οὐκ ἔστι’ καὶ ‘οὐκ ἄνθρωπός ἐστιν’, , ὅπερ ἐστὶν ἀδύνατον. διό φησι τοῖν γὰρ δυοῖν καταφάσεων δύο ἀποφάσεις ὑπάρχουσιν· εἰ δὲ μία ἐξ ἀμφοτέρων γίνεται ἡ ὡρισμένη ὡς συντρεχουσῶν, δῆλον ὡς ὅτι καὶ ἡ ἀντικειμένη, τουτέστιν ἀόριστος, μία ἔσται πάλιν ὡς καὶ αὐτὴ συντρέχουσα.
p. 1008a7 Ἔτι ἤτοι ἅπαντα οὕτως ἔχει.
Πάλιν ἄλλο ἐπιχείρημά φησιν ὅτι ἢ καθόλου περὶ πάντων τῶν ὄντω,ν συντρέχουσιν αἱ ἀποφάσεις ταῖς καταφάσεσι, καὶ οὕτως ἔσται πάντα ἕνἢ [*](13 addidi 26 fort, τὸ ἄνθρ. οὐκ ἔστι 27 οὐκ (ante ἔστιν) fort, delendum 28 post τοῦ fort, addendum οὐκ 29 οὐκ (ante ἔστι) add. Α 2 30 καὶ—οὐκ ἔστιν addidi)
p. 1008a18 Εἰ δὲ ὀμοίως καὶ ὅσα ἀποφῆσαι φάναι ἀνάγκη.
Πάλιν ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστόν. φησὶ δὲ τοῦτο ὅτι εἰ ὁμοίως ἐπὶ πάντων συντρέχει ἡ ἀπόφασις τῇ καταφάσει, ἤτοι ἀληθές ἐστι διαιροῦντα λέγειν ὅτι τόδε λευκόν ἐστι καὶ πάλιν ὅτι οὐ λευκόν, ἡ ἅμα λέγειν ὅτι τὸ αὐτὸ λευκὸν καὶ οὐ λευκόν. καὶ εἰ μὲν μὴ εἴη ἀληθὲς διαιροῦντα λέγειν, ἀλλὰ ἅμα λέγειν ὅτι λευκὸν καὶ οὐ λευκόν, ὁ τοιοῦτος οὐδὲν λέγει. καθὸ μὲν γὰρ λέγει ὅτι λευκόν ἐστιν, οὐκ ἔστι λευκόν· καθὸ δὲ πάλιν φησὶν ὅτι οὐκ ἔστι λευκόν, οὐ λέγει τὸ ἔστι λευκόν· ἀναιρεῖ γὰρ αὐτὸ διὰ τῆς ἀποφάσεως. ὥστε οὔτε λέγει τι οὔτε δὲ ἔστι· καθὸ [*](f. 188v) μὲν γάρ φησι τὸ λευκὸν οὐ λευκόν, ἀναιρεῖ αὐτὸ καὶ τὴν θέσιν τὴν οἰκείαν ἀνατρέπει ὁ τ·οιοῦτος. ὥστε οὔτε ἔστι τι οὔτε δὲ λέγει τι. τὰ δὲ μὴ ὄντα πῶς ἄν τις φθέγξαιτο ἢ βαδίσαι; ὥστε ὁ τοιοῦτος οὐ διαλέγεται ἀλλὰ ἄφωνός ἐστιν, οὔτε δὲ βαδίζει· πάντα γὰρ ἀναιρεῖ. καὶ πάντα ἔσονται καὶ ἓν καὶ οὐδέν, ὥσπερ πρότερον εἴρηται εἰ γὰρ ὁ ἄνθρωπος οὐκ ἄνθρωπός ἐστι, τῷ ὄντι οὐκ ἔστιν ἄνθρωπος· εἰ δὲ πάλιν οὐκ ἄνθρωπος ἄνθρωπός [*](3 οὖν scripsi: ὅτι libri 4 μηδὲν] lacunam iiulicavi: legendum tale aliquid μηδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις τὸ ἀληθὲς cf. Alex. p. 250,8 Bz. 8 γίνεται scripsi: γίνονται libri 12 et καὶ καθ’ ὅσον D 14 post πάγιον lacuna VII fere litterarum AD: fort, ἔσται πάγιον καὶ ὡρισμένον 16 δόξα ὅτι scripsi cf. Metaph. p. 1008a16: δὲ lilterarum) τὸ A: eadem sine lacuna D 27 οὐδὲ D 28 καθὸ δὲ—οὐκ ἔστι λευκόν om. D 29 ὥστε οὕτω D 32 βαδίσαι scripsi: βαδίση libri)
p. 1008a28 Πρὸς δὲ τούτοις ὅτι πάντες ἂν ἀληθεύοιεν.
Πάλιν περὶ τοῦ αὐτοῦ ἐπιχειρήματος· καί φησιν ὅτι κατὰ τοῦτον οὖν τὸν λόγον καὶ πάντες ἀληθεύσουσι καὶ ψεύσονται. καθὸ μὲν γὰρ λέγουσι τὸν ἄνθρωπον εἶναι ἄνθρωπον, ἀληθεύουσι· καθὸ δὲ πάλιν φασὶν ὅτι ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστι, ψεύδονται. καὶ αὐιὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι λέγων συντρέχειν ἰὴν ἀντίφασιν. οὕτως γάρ ἐστιν ἀκαταληψία ἐν τοῖς οὖσι, καὶ οὐ δύναται ὁ τοιοῦτος διαλέγεσθαι· λέγων οὖν συντρέχειν τὴν ἀντίφασιν ὡς περὶ ὡρισμένου πράγματος διαλέγεται, ἀλλὰ αὐτὸς ἀόριστα εἰσάγει πρεσβεύων τὰ τοιαῦτα· ὥστε αὐτὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι. καὶ οὐδὲν περὶ οὐδενός ἐστι πρὸς τὸν τοιοῦτον σκέψις· ὁ γὰρ λέγει οὔτε οὕτως οὔτε οὐχ οὕτως, τουτέστιν οὔτε <λευκὸν> οὔτε οὐ λευκόν· συναληθεύοντα γὰρ ἀναιρετικά εἰσιν, ὥστε οὐδὲν διαλέγεται, οὔτε περὶ πράγματος ποιεῖται τὴν σκέψιν πάντα ἀναιρῶν, καὶ τὴν οἰκείαν θέσιν. οὐδὲν [*](f. 189r) οὖν πρὸς τούτων διαλέγεσθαι, ὥσπερ ἐπὶ τοῦ Πρωταγόρου. ἔλεγε γὰρ ‘πᾶς ὁ λέγων περὶ παντός τινος πράγματος ἀληθῶς λέγει’. ἡμεῖς δὲ λέγομεν πρός σε ταῦτα πρεσβεύοντα, ὦ Πρωταγόρα, ὅτι ψεύδῃ. εἰ μὲν οὖν ἀληθεύομεν, ὁμολογουμένως ψεύδῃ, ὦ Πρωταγόρα, λέγοντες σὲ ψευδόμενον· ἀληθεύομεν γὰρ τοῦτο εἰπόντες· εἰ δὲ ψευδόμεθα, πάλιν ψεύδῃ, διότι λέγεις ὅτι πᾶς ὁ λέγων τι ἀλήθειαν λέγει· ὥστε καὶ ὑμεῖς ὁμολογεῖτε ψεύδεσθαι λέγοντες συντρέχειν τὴν ἀντίφασιν. εἰ δὲ τοῦτο, οὐδὲ διαλέγεσθε. πάντα γὰρ ἀκατάλληλα ὑποτίθεσθε· ὁμολογουμένως οὖν ψεύδεσθε ὡς περὶ ὡρισμένων διαλεγόμενοι. ὥστε οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν, οὔτε ὂν οὔτε οὐκ ὄν. συναληθεύοντα γὰρ ἀναιροῦσιν ἄλληλα, ὥστε οὔτε οὕτως ἔχει οὕτε οὐχ οὕτως· εἰ γὰρ μὴ ὑποθώμεθα τοῦτο, ὡρισμένον μέν τι δίδοται καὶ οὐκέτι συναληθεύει ἡ ἀντίφασις.
p. 1008a34 Ἔτι εἰ ὅταν ἡ φάσις ἀληθὴς ᾖ, ἡ ἀπόφασις ψευδής.
Πάλιν ἕτερον ἐπιχείρημα τίθησι τοῦ αὐτοῦ κατασκευαστικὸν περὶ τοῦ μὴ συναληθεύειν τὴν ἀντίφασιν, καθάπερ τινὲς ὑπελάμβανον, καί φησιν οὕτως ὅτι εἰ ἡ κατάφασις ἀληθὴς ὑπάρχει, πάντως καὶ ἡ ἀπόφασις ψευδής [*](2 καὶ ὁ ἄνθρωπος D 5 διαιροῦντα ex Aristotele scripsi: ἀναιροῦνται libri 5 λέγοντα scripsi: λέγονται libri 9 ἀληθεύουσι D 17 λευκὸν (post οὔτε) addidi 18 fort, γὰρ ἀλλήλων ἀναιρετικά, of. v. 29 20 πρὸ τούτων διαλέγεται D 33 περὶ τὸ D)
p. 1008b2 ἔτι ἆρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων.
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἴπατε ἡμῖν, ἆρα χωρὶς λεγομένη ἡ κατάφασις ψεύδεται καὶ χωρὶς ἡ ἀπόφασις, καὶ πάλιν ἅμα λεγόμενα· ψεύδονται ὁ ἄνθρωπος ζῷον καὶ οὐ ζῷον, ἢ χωρὶς μὲν καὶ χωρὶς λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ συναληθεύονσιν. ἀλλ’ εἰ μὲν εἴπωσιν ὅτι καὶ χωρὶς λεγόμεναι ψευδεῖς ὑπάρχουσι καὶ ἅμα δέ, πρός τοὺς τοιούτους οὐ δεῖ ἡμᾶς παντελῶς διαλέγεσθαι· παντάπασι γὰρ οἱ τοιοῦτοι οὐδὲν λέγουσιν. εἰ δὲ πάλιν φῶσιν ὅτι χωρὶς μὲν λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ συναληθεύονσι, δῆλον ὡς ὅτι οἷόν τε εἶναι κατάληψιν ἐν τοῖς οὖσιν. εἰ μὴ γὰρ ἦν κατάληψις, πόθεν ἐδυνήθησαν διαγνῶναι ὅτι χωρὶς μὲν ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ λεγόμεναι ἡ ἀντίφασις συναληθεύει. εἰ οὖν ἐστι κατάληψις, καὶ ὥρισται τὰ πράγματα· εἰ δὲ ὥρισται, φανερὸν ὅτι οὐ συνδραμεῖται τὸ ἄνθρωπος τῷ οὐκ ἄνθρωπος, ὥστε οὐ συναληθεύσει ἡ ἀντίφασις. ἄλλως τε δὴ ἡνίκα λέγουσιν ὅτι ἡ ἀντίφασις συναληθεύει, κατάφασιν λέγουσι· τὸ γὰρ ὅλον τοῦτο κατάφασίς ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἡ ἀντίφασις συναληθεύει’. εἰ τοίνυν συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, δῆλον ὡς ὅτι ἀληθὴς ἔσται καὶ ἡ ἀπόφασις ἡ λέγουσα ‘ἡ ἀντίφασις οὐ συναληθεύει’. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι ἵνα τὸ ὁ ἄρθρον λάβωμεν), ἆρα οὖν ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν, δηλώσῃ ὅτι ἆρα χωρὶς ἡ κατάφασις καὶ ἡ ἀπόφασις λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ὁ δὲ ἅμα λέγων αὐτὰς ἀληθεύει; εἰ γὰρ μὴ ἀληθεύει ἡ ἀντίφασις κατ’ αὐτοῦ, ὡς μήτε ἅμα λεγόμεναι μήτε χωρίς, τί ἐστι τὸ λεγόμενον ὑπ’ αὐτῶν ὡς ὅτι τοιαύτη [*](f. 190r) ἐστὶν ἡ φύσις τῶν ὄντων, ὥστε συντρέχειν τὴν κατάφασιν τῇ ἀποφάσει, καθάπερ φασὶν οἱ θεοχόλωτοι Μανιχαῖοι; τούτῳ γὰρ τῷ ὀνόματι προσηγόρευσεν αὐτοὺς ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος. ἡνίκα γὰρ λέγομεν πρὸς αὐτοὺς ὅτι ἐχθρὸν παρέχετε τῷ θεῷ καὶ ἄσπονδον καὶ αἰώνιον * * σπουδαῖος ἄνθρωπος οὐκ ἔχει ἐχθρόν, φασὶν ὅτι πόθεν οὖν τὰ κακά; τοιαύτη γάρ, [*](1 lacunam indicavi: addeudum ἀληθής ἐστιν οἷον ἡ λέγουσα τὸν ἄνθρωπον οὐκ εἶναι πτερωσυναληθεύει 22 D 27 post ὅτι lacuua VI vel VII litterarum Α 28 post μὴ ἔχειν lacuna III litterarum Α 35 post αἰώνιον lacuna IV litterarum Α: fort, addendum ἀλλὰ vel ὁ δὲ)
p. 1008b7 Εἰ δὲ ὁμοίως ἅπαντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσιν.
Εἰ ὑποθώμεθα τὴν ἀντίφασιν συναληθεύειν καὶ ὁμοίως ἅπαντας καὶ ψεύδεσθαι καὶ ἀληθεύειν, οὐδὲν ἔστιν οὕτε φθέγξασθαι οὔτε λέγειν. τί γὰρ ἔχει εἰπεῖν τις, ἡνίκα ψεύδεται καὶ πάλιν ὁ αὐτὸς ἀληθεύει; ὁ γὰρ τοιοῦτος ἅμα ταῦτα λέγει καὶ οὐ ταῦτα, οἷον ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος. εἰ οὖν μηδὲν ὑπολαμβάνει βέβαιον εἶναι, ἀλλ’ ὁμοίως οἴεται ὅτι ἔστι τὸ πρᾶγμα καὶ πάλιν οὐκ οἴεταί τι, οὕτως οὐ διαφέρει τῶν φυτῶν· κἀκεῖνα γὰρ οὐδὲν ὑπολαμβάνουσιν. ἀμέλει τοι εἰ καὶ λέγουσι ταῦτα [*](f. 190v) ἀκαταληψία ἐστὶν ἐν τοῖς οὖσι καὶ οὐδεὶς οὐδὲν ὑπολαμβάνει, οὐ διάκεινται ὡς λέγουσιν, οὔτε οἱ λέγοντες οὔτε οἱ ἄλλοι. καὶ τοῦτο δῆλον ἐντεῦθεν· διὰ τί γὰρ πορεύεται εἰς Μέγαρα καὶ μὴ ἡσυχάζει οἰόμενος βαδίζειν, κἄν μὴ βαδίζοι; οὔτε δὲ πάλιν ἔνθεν πορεύεται εἰς φρέαρ ἤγουν εἰς κρημνὸν ἤγουν εἰς πῦρ; ἢ ῥίπτει ἑαυτὸν κατὰ πετρῶν ἤγουν κατὰ θαλάττης; φανερὸν ὡς ὅτι εὐλαβούμενος οὐ ποιεῖ ταῦτα, ἐπειδὴ οὐχ ὁμοίως ὑπολαμβάνει ἀγαθὸν εἶναι τὸ ἐμπεσεῖν ὥσπερ τὸ μὴ ἐμπεσεῖν. ὥστε ὁ τοιοῦτος τὸ μὲν βέλτιον ὑπολαμβάνει, ὅπερ καὶ αἰρεῖται, τὸ δὲ οὐ βέλτιον, ὅπερ καὶ φεύγει. <εἰ δ’> οὖν τοῦτο, καὶ· τὸ μὲν ἄνθρωπον τὸ δὲ οὐκ ἄνθρωπον, καὶ τὸ μὲν γλυκὺ τὸ δὲ οὐ γλυκὺ ἀνάγκη ὑπολαμβάνειν. οὐ γὰρ ἐξ· ἴσου, ὡς ὁ λόγος· ἔδειξεν, ἅπαντα ζητεῖ καὶ ὑπολαμβάνει, ὅταν οἰηθείη βέλτιον εἶναι τὸ πιεῖν ὕδωρ καὶ θεάσασθαι ἄνθρωπον· οὔτε γὰρ ἀπέρχεται διψήσας ὅπου ἐστὶ πῦρ, ἀλλ’ ὅπου ὕδωρ, οὔτε δὲ ζητῶν ἄνθρωπον ἀπέρχεται ὅπου ἡμίονοι· δῆλον ὡς ὅτι οἴεται εἶναι ὡρισμένην φύσιν τῶν πραγμάτων. καίτοι ἔδει γε βουλόμενον ὑδρεύσασθαι ἀπελθεῖν ὅπου ἐστὶ πῦρ, εἰ ταὐτὸν ὑπῆρχεν [*](1 φασίν scripsi: φησίν libri 3 ἴση scripsi: ἴσα libri 3. 4 ἐκ τοῦ μέτρου D 6 ἀποδεικτικῶν D 8 ἀληθεύειν libri ὁ ἐκείνως Aristoteles 11 καθάπερ οὐκ ἀληθὲς (12) om. D 24 κἀν scripsi: καὶ libri 25 ἔνθεν] ἕωθεν Aristoteles 29 αἱρεῖται scripsi: ἀναιρεῖται libri 30 εἰ δ’ addidi: ante οὖν lacuna V litterarum AD τὸ (ante μὲν ἄνθρωπον) om. D)
p. 1008b31 Ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως.
Αὖθις ἐντεῦθεν ἕτερον ἐπιχείρημα τίθησι καὶ τοῦ αὐτοῦ κατασκευαστικόν· ἐκ τοῦ μᾶλλον δέ ἐστι τὸ ἐπιχείρημα. φησὶν οὖν ὅτι εἰ καὶ ὑποθώμεθα πάντα οὕτως ἔχειν καὶ οὐχ οὕτως, ἀλλὰ τό γε μᾶλλον καὶ τὸ ἧττόν ἐστιν ἐν τῇ φύσει τῶν πραγμάτων· οὐ γὰρ ὁμοίως φήσομεν τὰ δύο ἄρτια καὶ τὰ τρία, ἀλλὰ μᾶλλον τὰ δύο, οὔτε δὲ ὁμοίως διέψευσται ὁ εἰρηκὼς ἤγουν ὁ οἰόμενος τὰ τέσσαρα πέντε εἶναι καὶ (6) χίλια, ἀλλὰ μᾶλλον ἀληθεύει ὁ οἰόμενος τὰ τέσσαρα πέντε εἶναι ἤπερ ὁ οἰόμενος χίλια αὐτὰ εἶναι. εἰ τοίνυν ταὐθ’ οὕτως ἔχει καὶ θεωρεῖται τὸ μᾶλλον ἀληθές, φανερὸν ὅτι καὶ τὸ ὄντως ἀληθὲς ὑπάρχει καὶ τὸ κυρίως, ἐξ οὗ ἔχει χώραν καὶ τὸ μᾶλλον λέγεσθαι. διό φησιν εἰ οὖν τὸ μᾶλλον ἐγγύτερον, εἴη ἄν τι ἀληθὲς οὗτινος ὄντος ἀληθοῦς ἐγγύτερον ὑπάρ·χει τὸ μᾶλλον ἀληθές. καὶ εἰ μή ἐστι τὸ ἀληθές, ἀλλ’ οὖν γέ ἐστι βεβαιότερον καὶ ἀληθινώτερον. ὥστε πάντως ἀληθὲς καὶ τὸ ὄντως βέβαιόν ἐστιν, ἐξ οὗ καὶ τούτοις τὸ εἶναι ὑπάρχει. καὶ ἐντεῦθεν ἀπαλλαττόμεθα τοῦ λόγου τούτου ἀκράτου, τουτέστι τοῦ μηδὲν ἔχοντος κεκραμένον καὶ ὡρισμένον, τοῦ λέγοντος ὅτι οὐδέν ἐστιν ὡρισμένον ἐν τῷ παντί· διό φησι καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι.
p. 1009a6 Ἔστι δὲ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος.
Τοῖς αὐτοῖς ὑποπίπτει ἐγκλήμασι καὶ ὁ Πρωταγόρου λόγος ὁ ὑποτιθέμενος [*](f. 191v) πᾶν ὃ λέγει τις ἀληθῶς λέγειν. ἐνταῦθα γὰρ ἐνίσταται κοινῶς πρὸς τοῦτον μετὰ τῶν οἰομένων συναληθεύειν τὴν ἀντίφασιν· προ·ιὼν δὲ ἀντερεῖ πρὸς αὐτὸν μόνον. φησὶν οὖν ὅτι ἀπὸ τῆς αὐτῆς ἐννοίας προἐρχεται καὶ ὁ τοῦ Πρωταγόρου λόγος· καὶ γὰρ ἀνάγκη ὁμοίως ἀμφοτέρους τοὺς λόγους τόν τε λέγοντα τὴν ἀντίφασιν συναληθεύειν καὶ τὸν λέγοντα [*](2 τὰ δὲ scripsi: τὸ δὲ libri 18 ὁ ex Aristotele addidi 25. 26 ἐξ οὗ scripsi: ἐξ ὦν libri 29 ὁρίσαι ex Aristotele scripsi: ὡρῶμεν libri 33 τοῦτον scripsi: τὸν libri 34. 35 φησιν—προέρχεται om. D)
p. 1009a15 Ὅτι μὲν οὖν ἀπὸ τῆς αὐτῆς εἰσι διανοίας.
Δείξας εἰς ἓν συντρεχούσας ἀμφοτέρας τἀς δόξας τήν τε Πρωταγόρειον καὶ τὴν οἰομένην συναληθεύειν τὴν ἀντίφασιν, συμπεραίνεται τοὺς λόγους καὶ λέγει ὅτι φανερὸν ἡμῖν γέγονεν ὅτι ἀπὸ τῆς αὐτῆς διανοίας ὑπάρχουσιν ἀμφότεροι οἱ λόγοι. <ἔστι δὲ> οὐχ ὁ αὐτὸς τρόπος πρὸς ἅπαντας τῆς ἐντεύξεως, τουτέστι τῆς ἀντιλογίας· οἱ μὲν γὰρ τῶν ἀντιλεγόντων πειθοῦς [*](f.192r) δέονται, οἱ δὲ βίας. ὅσοι μὲν γὰρ τῷ ὄντι ἀποροῦντες οἴονται οὕτως, τούτων ἡ ἄνοια ῥᾳδίως ἰατρεύεται· ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, οὐ πρὸς· τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν. ἴσασι γὰρ ὅτι οὐκ ἔρρωται ὁ λόγος ὃν προβάλλονται· ὅμως μέντοι γε ἀποποῦσι κατὰ τὴν διάνοιαν καὶ βούλονται τὴν ἀπορίαν αὐτῶν ἐπιλυθῆναι. ὅσοι δὲ λόγου χάριν λέγουσι τοῦ δόξαι κρατεῖν ἐπὶ τῶν πολλῶν οὗτοι δέ εἰσιν οἵτινες ἴσασι μὲν τὸ ἀληθές, μάχονται δὲ. πρὸς αὐτὸ διὰ τὸ δόξαι κρατεῖν), τούτων ἴασίς ἐστιν ἔλεγχος, ἵνα ἐλέγξωμεν τὸν λόγον ὃν προβάλλονται ὡς κακῶς λεγόμενον. διό φησι τοῦ ἐν τῇ φωνῇ λόγου, τοῦ προφορικοῦ· ἴσασι γὰρ τὴν ἀλήθειαν. * * * τῇ φ·ωνῇ λόγον λέγει τὸν ἀποφαντικόν· διὸ ἐπήγαγε καὶ τοῦ ἐν τοῖς ὀνόμασιν, ἐπεὶ ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται ὁ ἀποφαντικὸς λόγος, εἰώθασι δὲ καὶ τὰ ῥήματα ὀνόματα καλεῖν.
p. 1009a22 Ἐλήλυθε δὲ τοῖς διαποροῦσιν αὕτη ἡ δόξα ἑκτῶν αἰσθτῶν.
Ἐντεῦθεν τὴν αἰτίαν ἡμῖν λέγει, πόθεν ἀπατηθέντες οἱ πολλοὶ ταύτην [*](15 εἰσι ex Aristotele scripsi: εἴη libri 17 συναληθεύειν Α 19 ἐστι δὲ ex Aristotele addidi: post λόγοι lacuna V vel VI litterarum AC 22 ἄγνοια Aristoteles 22. 23 ἐν τῇ Ἀποδεικτικῇ πραγματεία] quem locum respiciat, nescio 26 λέγουσι] ἔχουσι D 30 post ἀλήθειαν lacuna XI vel Xll litterarum AD: fort, addendum xov τοίνυν ἐν)
p. 1009a36 Ἔτι δὲ ἀξιώσομεν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην οὐσίαν.
Ἐπειδὴ ἐκ τῶν αἰσθητῶν ἠπατήθησαν, ἔδει αὐτοὺς ἐννοῆσαι ὅτι ύπάρχουσι καὶ ἄλλαι οὐσίαι καὶ τῶν νοητῶν, ἐφ’ ὧν οὐ θεωρεῖται τὸ δυνάμει, ἀλλ’ ἐκεῖσε ἐνέργειαι ὑπάρχουσιν ἄνευ δυνάμεως, καὶ οὐκ ἔστιν ἐκεῖσε τὸ ὂν καὶ οὐκ ὄν. ἔδει οὖν αὐτοὺς ἐξ ἐκείνων μᾶλλον δοῦναι ὡρισμένην φύσιν τοῖς πράγμασι, καὶ μὴ ἐντεῦθεν ἐκ Τῶν ἐλαττόνων ἀποψηφίσασθαι. ἀξιώἀπάτης [*](f.193r) [*](1 αὐτῆς D: ἀπὸ τῆς αὐτῆς Α 1 5 ἐν τῇ Φυσικῇ ἀκροάσει] Phys. Α 8 p. 191b33 6 αὕτη Aristoteles 1. 1.: αὐτὴ libri ἔλυσεν αὐτῶν πᾶσαν τὴν ἄγνοιαν Aristoteles 20 δὲ addidi post ἀτόμους lacuna VII vel VIII litt. Α, V litt. D: res postulat καὶ μεμιγμένας vel tale aliquid 21 γὰρ] μὲν οὖν Aristoteles ὅτι cm. D 24 τὶ om. D γὰρ τῶν D post τοῦ lacuna V litt. Α, XII litt. D: fort, legendum ἐκ γὰρ τοῦ ἐνεργείᾳ μὴ ὄντος 28 γὰρ delevi 32 τὸ oin. D 35 τῶν scripsi: τῷ libri)
p. 1009b9 Ποῖα οὖν τούτων ἀληθῆ.
Ἔτι ὡς ἁπάντων προέχει τὸν λόγον, καί φησιν ὅτι ποῖα τῶν πραγμάτων ἀληθῆ ὑπάρχουσιν ἄδηλον, ἐπειδὴ καὶ τὰ ζῷα διαφωνοῦσι πρὸς [*](f. 193v) ἄλληλα, ὡς ἐπὶ τῶν ἀνθρώπων εἰρήκαμεν καὶ τῶν ὀρτύγων, καὶ αὐτὸς δὲ πρὸς ἑαυτόν, ἡνίκα τι πάθοι τὸ αἰσθητήριον ἤγουν τὸ αἰσθητόν. * * * διὰ ταῦτα οὖν, φησίν, ἔλεγεν ὁ Δημόκριτος ‘ἤτοι οὐδὲν παντελῶς ἐστιν ἀληθές, ἢ εἴπερ ἔστιν ἀληθές, ἡμῖν ἄὸηλον ὑπάρχει’ . ὑπελάμβανε μὲν <γὰρ> τὴν φρόνησιν αἴσθησιν εἶναι καὶ συνελογίζετο <τοῦτον> τὸν τρόπον· ἡ φαντασία ταὐτὸν τῇ αἰσθήσει, ἡ αἴσθησις πάντων ἀληθῶς ἀντιλαμβάνεται, ἡ ἄρα φαντασία πάντων ἀληθῶς ἀντιλαμβάνεται. τούτων ἡ μὲν μία πρότασις παντελῶς ψευδὴς ὑπάρχει· οὔτε γὰρ ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, εἴ γε ἡ μὲν φαντασία αὐτὴ καθ’ αὑτὴν ἐνεργεῖ δεξαμένη, ἡ δέ γε ‘αἴσθησις‘ δεῖται τῶν ἐκτός. πάλιν δὲ καὶ ἡ δευτέρα πρότασις ψευδὴς ὑπάρχει, ἀλλ’ οὐχ ὁμοίως· οὔτε γὰρ πάντων ἀληθῶς ἀντιλαμβάνεται ἡ αἴσθησις, ἐὰν μὴ [*](5 φασίν scripsi: φησίν libri 6 ὁ Πλατῶν] Tim. p. 47 Α οὖν om. D 7 lacunam indicavi: addendum πλήθει κρίνεσθαι καὶ ὀλιγότητι πλησίων D 14 οἱ (post μὲν) om. D 21 ἐν TTj Περὶ ψυχῆς πραγματείᾳ] Β 7 sqq. 27 post αἰσθητόν lacuna XII litt. Α, X litt. D 29 γάρ addidi 30 τοῦτον addidi 35 τῶν scripsi: τῆς libri)
p. 1009b33 Ἢ καὶ χαλεπώτατον συμβαῖνόν ἐστιν.
Ὅτι ἐκ τῶν δοξῶν τούτων οἱ ἐγχειροῦντες φιλοσοφεῖν ἀθυμοῦσι λέγοντες ὅτι εἰ οἱ τηλικοῦτοι ἄνδρες οὐκ ἐδυνήθησαν καταλαβεῖν τὸ ἀληθές, πολλῷ μᾶλλον ἡμεῖς οὐ δυνησόμεθα μαθεῖν. * * * ὅτι ἐντεῦθεν χαλεπόν τι ἀκολουθεῖ· εἰ γὰρ οἱ μάλιστα τὸ ἐνδεχόμενον ἀληθὲς ἑωρακότες (οὖτοι δέ εἰσιν οἱ μάλιστα ζητοῦντες αὐτὸ καὶ φιλοῦντες) οὗτοι τοιαύτας ἔχουσι δόξας καὶ τοιαῦτα ἀποφαίνονται περὶ τῆς ἀληθείας, πῶς οὐκ ἄξιον ἀθυμῆσαι τοὺς φιλοσοξεῖν ἐγχειροῦντας; ὁμοίως γάρ ἐστι τὸ ζητεῖν τὴν ἀλήθειαν τοῖς τὰ ἱπτάμενα διώκουσιν. ὥσπερ γὰρ ἐκεῖνα οὐ καταλαμβάνονται, οὕτως οὐδὲ ταῦτα κατ’ ἐκείνους. φησὶν οὖν ὅτι τῆς ἀπάτης ταύτης αἴτιον αὐτοῖς ἐγένετο, ὅτι κατὰ μὲν ἀλήθειαν ἐσκόπουν περὶ τῶν ὄντων πάντων, τάδε ὄντα ὑπελάμβανον εἶναι τὰ αἰσθητὰ μόνον. ἐν δὲ τούτοις τοῖς αἰσθητοῖς πολλή ἐστιν ἡ τοῦ ἀορίστου φύσις καὶ τοῦ οὕτως ὄντος, ὥσπερ εἴπομεν, τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. διὸ εἰκότως μὲν λέγουσιν ὅτι τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ οὐκ ὄν, οὐκ ἀληθῶς λέγοντες· οὔτε γὰρ ἐνεργείᾳ, καθάπερ καὶ ὑπολαμβάνουσι, τὸ αὐτό ἐστι καὶ οὐκ ἔστιν, ἀλλὰ δυνάμει. οὕτω γὰρ μᾶλλον δεῖ εἰπεῖν πρὸς αὐτοὺς <ἢ> ὥσπερ Ἐπίχαρμος (6) κωμικὸς ὑβριστικῶς προῆλθεν εἰς τὸν Ξενοφάνη. ἄλλως τε δὴ ὁρῶντες ταύτην τὴν φύσιν τῶν αἰσθητῶν κινουμένην καὶ ἐν μεταβολῆ οὖσαν, κατὰ δὲ τοῦ μεταβάλλοντος μηδὲν εἶναι ἀληθὲς ἔλεγον, εἴ γε ἐν ῥύσει πάντα ὑπάρχουσι, λέγοντες <ὅτι> ἀδύνατόν ἐστιν ἀληθεύειν περὶ τὸ πάντη πάντως μεταβάλλον. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν, καὶ οἵαν Κρατύλος εἶχεν, ὃς τὸ τέλος οὐδὲ φθέγγεσθαι ἠνείχετο οἰόμενος [*](f. 195r) θᾶττον τῆς φωνῆς ῥεῖν τὰ πράγματα, ἀλλὰ τῷ δακτύλῳ κατένευε καὶ ἀνένευε, καὶ ἐπετίμα τῷ Ἡρακλείτῳ λέγοντι ὅτι οὐ δυνατὸν δὶς εἰς τὸν ποταμὸν παρελθεῖν διὰ τὸ ῥευστόν· οὐδὲ γὰρ μένει ὁ αὐτός· καὶ ἔλεγεν ὅτι οὐδὲ ἅπαξ δυνατόν ἐστι τὸν αὐτὸν ποταμὸν διελθεῖν εἴ γε ἐν ὅσῳ κινούμεθα παρέρχεται τὸ ὕδωρ. ἡ μὲν * * * φαμὲν πρὸς αὐτόν, ὅτι τὸ μὲν μεταβάλλον, ἡνίκα μεταβάλλει, ἔχει τινὰ [*](1 ἐποίησε] in Iliade haec non leguntur; cf. Trendelenb. de An. Α 2 p. 404 a 29 τὴν (ante τοῦ) ouq. D 5 ὄντα ex Aristotele addidi εἴ γε ἔχειν om. D 9 οἱ om. D 10 ante ὅτι addendum τοῦτο οὖν λέγει 16. 17 ταύτης scripsi: αὐτῆς libri 17 κατὰ] τὴν Aristoteles 20 οὕτως om. D 23 ἢ ex Aristotele addidi 24 ὁ addidi 26. 27 fort. ἀληθὲς λέγοντες et ἔλεγον ὅτι ἀδύνατον 27 ὅτι addidi ἀδύνατον scripsi: δυνατὸν libri 34 εἴ γε scripsi: ἐγ sequente vacuo spatio libri παρέρχεται scripsi: παρέχεται libri 35 post ἡ μὲν lacuna Χ litt. libri; fort, legeiidum est ἡ μὲν οὖν δόξα αὕτη, ἡμεῖς δέ φαμεν)
p. 1010b1 Περὶ δὲ τῆς ἀληθείας ὡς οὐ τᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν·
Ἐντεῦθεν πρὸς τὴν Πρωταγόρειον δόξαν ἐνίσταται τὴν λέγουσαν πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι, καὶ ῾τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἀληθές ἐστιν.᾿ ἐκέχρητο δὲ ὁ Πρωταγόρας τοιούτῳ συλλογισμῷ πρὸς τὴν σύστασιν τῆς οἰκείας δόξης, λέγων οὕτως ὅτι ἡ φαντασία ταὐτόν ἐστι τῇ αἰσθήσει, πᾶσα [*](f. 196r) αἴσθησις ἀληθὴς ὑπάρχει, ἡ φαντασία ἄρα ἀληθὴς ὑπάρχει· καὶ τούτῳ ἐσπούδαζε δεικνύναι ὅτι πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθές, καὶ ὅτι ὃ δοκεῖ κατὰ τὴν φαντασίαν ἀληθές, τοῦτο καὶ ἔστιν ἀληθές. ἰστέον δὲ ὅτι τούτων τῶν προτάσεων ἡ μὲν ἐλάττων πρότασις παντελῶς ψευδὴς ὑπάρχει· οὔτε γὰρ ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, εἴγε ἡ μὲν αἴσθησις δεῖται τῶν ἐκτὸς πρὸς τὸ ἐνεργῆσαι, ἡ δὲ φαντασία οὐ δεῖται τῶν ἐκτός· διὸ καὶ παθητικὸν νοῦν προσαγορεύει ταύτην ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ. ἀλλ᾿ οὔτε γὰρ πᾶσα αἴσθησις ἀληθής, ἀλλὰ ἡ τοῦ οἰκείου αἰσθητοῦ, καὶ οὐ τοῦ ἀλλοτρίου· οὔτε γὰρ δύναται γεῦσις κρῖναι τὰ χρώματα· ὥστε χρεία ἐστὶ καὶ τοῦ οἰκείου αἰσθητοῦ, καὶ ἵνα ὑγιαίνῃ τὸ αἰσθητήριον, καὶ τὸ αἰσθητὸν ἵνα μὴ εἴη πόρρω, καὶ ὅσα ἄλλα προσδιώρισται ἀκριβέστερον ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ.
p. 1010b1 Περὶ δετῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον.
Περὶ δὲ τῆς ἀληθείας, περὶ ἧς καὶ τὸν λόγον ποιούμεθα, ὡς οὐ πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθὲς κατὰ Πρωταγόραν. φησὶν οὖν ὅτι κἄν ὑποθώμεθα, ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου αἰσθητοῦ, * * * ἡ αἴσθησις ἀληθὴς ὑπάρχει· ἡ <δὲ> ἐλάττων πρότασις οὐκ ἔρρωται ἡ λέγουσα ὅτι ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν.
p. 1010b13 Eἶτα ἄξιον θαυμάσαι, εἰ τοῦτο ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη.
Ἄξιον ἐστιν αὐτοὺς θαυμάσαι, πῶς ὅλως φασὶν ὅτι πᾶσα αἴσθησίς ἐστιν ἀληθής. ἡνίκα γάρ τις πόρρωθεν θεωρεῖ ὄρος μέγα, μικρὸν αὐτῷ πάνυ δοκεῖ εἶναι διὰ τὸ διάστημα τῆς ὄψεως ἐξασθενούσης, καὶ ὥσπερ [*](2 sententia tale quid postulat ὥστε οὐ δεῖ φάναι ὅτι κύκλος ἐστὶ καὶ οὐ κύκλος· ὁμοίως δὲ καὶ κτλ. 11 καὶ ὅτι—ἔστιν ἀληθές (12) om. D 12 ὅτι om. D 12. 13 τούτων scripsi: τούτω libri 16. 17 ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ] cf. Γ 5 21 ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ] Β 7 sqq. 25 lacunam indicavi: fort, legendum ἀλλ᾿ οὐχ ἁπλῶς πᾶσα αἴσθησις 26 δὲ addidi 30 φασὶν scripsi: φησὶν libri)
p. 1010b11 Ἔτι δὲ περὶ τοῦ μέλλοντος, ὥσπερ καὶ Πλατῶν λέγει.
Βούλεται· αὐτοὺς ἐλέγξαι καὶ ἐκ τοὐ μέλλοντος χρόνου, καθάπερ kaὶ [*](f. 197r) Πλατῶν φησίν. ὁρᾷ. γὰρ τὸν † ἀσθενοῦν * * * τὸν αὐτὸν ὁρᾷ καὶ λέγει ὅτι οὐ πυρέξει καὶ ὅτι τεθνήξεται καὶ οὐ τεθνήξεται· ὥστε ὁ αὐτὸς καὶ πυρέξει καὶ οὐ πυρέξει, καὶ τεθνήξεται καὶ οὐ τεθνήξεται, ὅπερ ἐστὶν ἀδύνατον. τοῦτο οὖν φησιν ὅτι περὶ τοῦ μέλλοντος χρόνου οὐ δήπου ομοιως κυρία ἡ τοῦ ἰατροῦ δόξα καὶ ἡ τοῦ ἀγνοοῦντος, οἷον περὶ τοὐ μέλλοντος ἔσεσθαι ὐγιοῦς ἢ μὴ μέλλοντος. μέλλοντος. ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου. ἡ μὲν [*](3. 4 τὰ πόρρωθεν κτλ.] haec verba nou in libris de Anima, sed Meteor. Γ 4 p. 374b14 leguntur 6 ἐν τῷ Θεαιτήτῳ] p. 157E sq. 7 καὶ delevi 8 τῆς Ἀττικῆς—τὸ ᾠδεῖον (9) om. D 14 καὶ addidi 17 ἰσχύουσι scripsi: κάμνουσι libri 28 Πλάτων φησίν] Theaet. p. 178B sqq. post ἀσθενοῦν lacuua V litt. Α, XII litt. D: exspectes tale aliquid τὸν ἀσθενοῦντα ἰατρός, καὶ ἰδιώτης τὸν αὐτὸν ὁρᾷ, καὶ ὁ μὲν ἰδιώτης λἐγει ὅτι πυρέξει καὶ τεθνήξεται, ὁ δὲ ὁμοία οὔ φησιν 29 ὥσετ—οὐ τεθνήξεται (30) om. D 31 ὁμοίως Aristoteles: ἰατρὸς libri)
p. 1010b18 Ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέποτέ φησιν ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχειν.
Ἰστέον ὅτι ἡ ἀπάτη γίνεται ἢ παρὰ τὴν ἐξάλλαξιν τῶν· αἰσθητῶν ἢ παρὰ τὴν ἐξάλλαξιν τῶν αἰσθήσεων ἢ παρὰ τὴν διαφορὰν τῶν μορίων.. παρὰ μὲν τὴν ἐξάλλαξιν τῶν αἰσθητῶν, ἐὰν ὁ οἶνος μεταβάλοι ὁ γλυκὺς εἰς ὄξος ἡμῶν γὰρ λεγόντων εἶναι αὐτὸν γλυκύν, καθάπερ καὶ ἡ τῶν πραγμάτων φύσις ἔχει, μετέβαλεν)· ἢ παρὰ τὴν ἐξάλλαξιν τοῦ αἰσθητηρίου γινομένη τοιόσδε γὰρ χυμὸς συρρεύσας περὶ τὴν γλῶτταν ἐποίησεν αὐτὸν ὑπολαβεῖν τὸ μέλι πικρόν, ὡς ἐπὶ τῶν ἀσθενούντων), ἢ παρὰ τὴν διαφορὰν τῶν μορίων· τῶν γὰρ μορίων, εἰ τύχοι, τὰ μέν ἐστι θερμότερα τὰ δὲ ψυχρότερα ἤγουν ξηρότερα ἢ ὑγρότερα. τοῦτο οὖν φησιν ὅτι τῶν οἰκείων [*](f. 197v) αἰθητῶν ἡ ἑκάστου αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ περὶ ταὐτὸ οὐδέποτε ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχει, κατ’ ἄλλον δὲ καὶ ἄλλον χρόνον· δύναται γὰρ καὶ τὸ λευκὸν ὕστερον γενέσθαι μέλαν καὶ τὸ πικρὸν γλυκύ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. οὕτως δὲ καὶ περὶ τὸ αὐτό· περὶ γὰρ ἄλλο καὶ ἄλλο οὐ πάντως τὰ αὐτὰ ἐρεῖ. περὶ μέντοι γε τὸ πάθος, τουτέστι περὶ τὴν γλυκύτητα οὐδ’ ἐν ἑτέρῳ χρόνῳ ἀμφισβητεῖ ἀεὶ γὰρ τὸ γλυκὺ γλυκύ ἐστι, καὶ ἡ φύσις τοῦ γλυκέος, καθὸ γλυκύ, ἡ αὐτή ἐστιν), ἀλλὰ περὶ ἐκεῖνο ἀμφισβητεῖ, περὶ ὃ συμβέβηκε τὸ πάθος· οἷον ὁ μὲν αὐτὸς οἶνος δόξειεν ἂν μεταβάλλων ἢ τοῦ σώματος μεταβάλλοντος, τουτέστι τοῦ αἰσθητηρίου, διά τινα χυμὸν συρρεύσαντα ἐκεῖσε ποτὲ μὲν εἶναι γλυκὺς ποτὲ δὲ οὐ γλυκύς· ἀλλ’ οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅτ.αν ὑπάρχῃ γλυκύ, οὐδέποτε μετέβαλεν, αὐτὴ ἡ φύσις τοῦ γλυκέος καθόλου· ὡρισμένον γάρ ἐστι καὶ τὴν οὐσίαν ἔχει ἐν τῇ γλυκύτητι. διό φησιν ἀλλὰ ἀληθεύει περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης <τὸ> ἐσόμενον γλυκὺ τοιοῦτο, τουτέστιν οὐσιωμένον κατὰ τὴν γλυκύτητα.
[*](2 post ἀληθεύει add. περὶ τὰ χρώματα D 3 τοῦ (post καὶ) om. D post τοῦ lacuna VI litterarum Α: item post καὶ D τοῦ αὐτῆς Metaph. p. 1010b16; Asclepius fort. ἄποθεν legit; cf. Bonitzii comm. in Metaph. p. 206 4 ἀληθεύει D 5 συνενεργοῦσα scripsi: συνενεργὴς ἡ Α: συωεργὰς ἡ D 10 οὕτω Aristoteles, cf. v. 21: αὐτῷ libri ἔχειν Aristoteles: ἔχει libri 12 ἡ παρὰ τὴν ἐξάλλαξιν—τῶν αἰσθητῶν (13) om. D 15. IG γινομένη scripsi: γινόμενος libri 2(3 ἡ αὐτή scripsi: αὕτη libri 31 αὐτὴ scripsi: αὐτὸ libri)p. 1010b26 Καίτοι τοῦτο ἀναιροῦσιν οὗτοι οἱ λόγοι ἅπαντες.
Ὃ λέγει τοῦτό ἐστιν ὅτι οἱ λόγοι οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν καὶ ὅτι πᾶς ὁ λέγων ἀλήθειαν λέγει ἀναιροῦσι τὰς οὐσίας τῶν πραγμάτων. εἰ γὰρ ἐν τῇ σχέσει τῇ πρὸς τὴν αἴσθησιν ἔχοιεν τὸ εἶναι τὰ αἰσθητά, αὐτὰ καθ’ αὑτὰ ἀνυπόστατα ὑπάρχουσιν, οἷον τὸ λευκόν, τὸ γλυκύ· οὔτε γὰρ ἔχουσιν <οὐσίαν> ὡρισμένην ὡς πρᾶγμα, καθάπερ φασὶν ἐκεῖνοι οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν ·καὶ πανία ἀληθῆ λέγειν· καὶ γὰρ ὁ λέγων ἄνθρωπος ἀληθεύει καὶ ὁ μὴ λέγων, ὥστε οὐδέν ἐστιν. ἀναιροῦνται δὲ καὶ προτάσεις αἱ ἀναγκαῖαι. τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν· εἰ δὲ πάντες ἀληθεύουσι, δῆλον ὡς ὅτι σχήσει [*](f. 198r) ἄλλως καὶ ἄλλως. πρὸς ἐπὶ τούτοις δὲ ἀναιρεθείη καὶ ἀπόδειξις, τῶν ἀρχῶν μὴ οὐσῶν ὡρισμένων. ἄλλως τε δὴ εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, μὴ ὄντων τῶν ἐμψύχων οὐδὲν ἔσεται, ἐπειδὴ πᾶσα αἴσθησις ἐκ ψυχῆς προέρχεται, τὰ δὲ αἰσθητὰ ἐν τῇ σχέσει τὸ εἶναι ἔχουσι τῶν αἰσθήσεων. * * * τοίνυν καθ’ ὑπόθεσιν, ἐὰν ἀνέλωμεν τὰ ζῷα. εἰ γοῦν καθευδήσουσιν, οἴχεται πάντα καὶ οὐδέν ἐστιν οὔτε θεός ἱλήκοι) οὔτε ἄγγελος οὔτε ἄλλο τι <τῶν> ὄντων κατ’ αὐτούς, ὅπερ ἐστὶ καὶ τὸ λέγειν ἐπικίνδυνον. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι οἱ τούτων λόγοι ἀναιροῦσι τὸ μηδενὸς εἶναι οὐσίαν μήτε δὲ εἶναί τι ἐξ ἀνάγκης. τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν· ὥστε εἰ ἔστι τὰ ἐξ ἀνάγκης, ὥσπερ καὶ ἔστι, καθάπερ φαμὲν ἐξ ἀνάγκης τὸν ἥλιον ἀνατέλλειν καὶ τὸν ἄνθρωπον ζῷον εἶναι καὶ ἄλλα μυρία, καὶ τὸν θεὸν ἀγαθόν, οὐχ οἷόν τε οὕτως τε καὶ οὐχ οὕτως, ἀλλ’ ἀεὶ ὡρισμένη φύσις τῶν πραγμάτων. ἄλλως τε, φησίν, εἴ γε ὑποθώμεθα τὸ αἰσθητὸν μόνον, οὐθὲν ἂν εἴη παντελῶς μὴ ὄντων τῶν ἐμψύχων· αἴσθησις γὰρ οὐκ ἄν εἴη, ὡς εἰρήκαμεν. τὸ μὲν οὖν μήτε τὰ αἰσθητὰ εἶναι ὡς αἰσθητὰ μήτε τὰς αἰσθήσεις ὡς αἰσθήσεις ἄνευ ἀλλήλων τῶν πρός τι γὰρ ταῦτα ὑπάρχουσιν) ἴσως τὸ τοιοῦτο ἀληθὲς ὑπάρχει τοῦ γὰρ αἰσθανομένου πάθος τοῦτό ἐστι τὸ τῆς αἰσθήσεως)· τόδε λέγειν ὅτι οὐδὲ τὰ ὑποκείμενά εἰσι, τουτέστιν αὐτὰ τὰ πράγματα, ἄνευ τῶν αἰσθήσεων, ἄτοπόν τί ἐστι καὶ ἀδύνατον. ὡς μὲν γὰρ αἰσθητὰ τῷ ὄντι οὐχ ὑπάρχουσιν ἄνευ τῶν αἰσθήσεων, ὥσπερ καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοὐ υἱοῦ φαμεν ὅτι ὡς μὲν πατὴρ οὐ προυφέστηκε τοῦ υἱοῦ, ὡς δὲ ἄνθρωπος προὐφέστηκεν αὐτοῦ· οὕτως οὖν φημι καὶ ἐπὶ τῶν αἰσθητῶν καὶ τῆς αἰσθήσεως, ὅτι ὡς μὲν αἰσθητὰ οὐ προϋπάρχουσι τῶν αἰσθήσεων, ὡς [*](f. 198v) πράγματα προϋπάρχουσιν, ἐπειδὴ καὶ κινοῦσι, φύσει δὲ πρότερα ὑπάρχουσι τὰ κινοῦντα τῶν κινουμένων. διότι φησὶ τὸ δὲ τὰ ὑποκείμενα μὴ [*](6 οὐσίαν addidi φησὶν Α 10 σχήσει scripsi: : σχέσει libri 11 ἀναιρεθείη scripsi: ἀναιρεθῇ libri 15 lacunam iadicavi: fort, addendum ἀναιρεθήσεται 17 τῶν addidi 19 τι scripsi: τῆς libri 24 γε scripsi: τε Α: τι D 25 γὰρ οὐκ ἄν ex Aristotele scripsi: οὐ γὰρ κἄν libri 28 τοῦτο γὰρ D 29 οὔτε libri 32 φαμεν—υὑοῦ om. D 33 οὖν om. D 35 πράγματα scripsi coll. p. 284,7: αἰσθητὰ libri)
p. 1011a3 Eἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων.
Ἐντεῦθεν ἕτερον ἐπιχείρημα τίθησι καί φησιν ὅτι εἰσί τινες οἷς μὲν ἀρέσκει τὰ παρ’ ἡμῶν λεγόμενα, ὅτι οὐκ ὀρθῶς λέγουσιν οἱ περὶ Πρωταγόραν * * * παρ’ ἐκείνων λόγος ταράττει αὐτούς. φασὶν γὰρ ἐκεῖνοι ὅτι ἐπειδὴ καὶ ὁ νοσῶν ὑπολαμβάνει τὸ μέλι πικρὸν καὶ ὁ ὑγιαίνων γλυκύ, τίνι κριτέον αὐτά; κἂν γὰρ εἴποι ὁ ὑγιαίνων ὅτι ἐγὼ καλῶς λέγω, οὐδὲν ἧττον ἐρεῖ ὁ νοσῶν ὅτι ἐγὼ μᾶλλον καλῶς λέγω· πόθεν γὰρ δῆλον ὅτι οὐ μᾶλλον ἐγὼ ἀληθεύω ἤπερ σύ; καὶ πάλιν ἐπειδὴ τῷ μὲν δοκεῖ τόδε εἶναι, τῷ δὲ τόδε, τίνι κριτέον ἅπαντα ταῦτα; φησὶν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ὁ Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα ἀπορήματα ὅμοια ὑπάρχουσι τῷ ἀπορεῖν, πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν. τὰ γὰρ ὁμολογούμενα οὐ δεῖ ζητεῖν· οἱ γὰρ τοιοῦτοι, ὥς φησιν ἐν τοῖς τόποις, αἰσθήσεως ἢ κολάσεως δέονται. ἄλλως τε δὴ οὐ δεῖ τὰς ἀρχὰς τῶν ἀποδείξεων ἀποδεικνύναι, ἐπεὶ οὕτως, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, πάντα ἔσονται ἀποδεικτὰ καὶ οὕτως οὐδὲν ἔσται ἀναπόδεικτον. τοῦτο οὖν φησιν ὅτι εἰσὶ δέ τινες οἵτινες ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων ὅτι καλῶς [*](f. 199r) λέγομεν, καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων ὑφορῶνται ἀποροῦντες δι’ αὐτούς, καθάπερ εἰρήκαμεν· ζητοῦσι γὰρ τίς ἐστιν ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ τὸν νοσοῦντα, ἡνίκα ὁ μὲν λέγει ὅτι πικρόν ἐστι τὸ μέλι, ὁ δὲ γλυκύ (ἀμφότεροι γὰρ οὐ πείθονται ἀλλήλοις), καὶ πάλιν ἡνίκα ὁ μὲν φαίη τόνδε πυρέττειν ὁ δὲ μὴ πυρέττειν. ζητοῦσι γὰρ τίνι κριτέον ταῦτα, καὶ ὅλως τὸν περὶ ἕκαστα κρινοῦντα ὀρθῶς, ἐπειδὴ ἀλλήλοις οὐ πείθονται. φησὶν οὗν ὁ Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα ἀπορήματα ὅμοιά ἐστι τῷ ἀπορεῖν, πότερον καθεύδομεν ἢ ἐγρηγόραμεν νῦν. δύνανται δὲ αἱ ἀπορίαι αἱ τοιαῦται πᾶσαι τὸ αὐτό, πότερον ἐσθίομεν ἢ οὐκ ἐσθίομεν, καὶ πότερον λουόμεθα, εἴ γε μὴ πείθονται ἀλλήλοις οἱ λέγοντες. οἱ τοίνυν post γὰρ ΙΙ litterae desunt A: ἥ γ’ ex Aristotele addidi ἑαυτῆς Aristoteles: ἑαυτῶν libri post τουτέστι VII litterae desuut Α: fort, addendum οὐ γὰρ ἐν 5 γὰρ addidi [*](6 τὰ delevi αἱ αἰσθήσεις Α 12 aute ὁ lacuna VI litt. Α, IV litt. D: addendum videtur ἀλλ’ ὅμως 16 τῷ μὲν· et 17 τῷ δὲ scripsi: τὸ μὲν et τὸ δὲ libri 20 ev τοῖς τόποις] Top. Α 11 p. 105a3 sqq. 22 ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ] Αnal. post. Α 3 24 ἀποροῦσι—λέγομεν (25) om. D 29 τόνδε scripsi: τὸν μὲν libri ὁ δὲ scripsi: τὸν δὲ libri)
p. 1011a13 οὗτοι μὲν οὖν ῥᾳδίως ἄν τοῦτο πεισθεῖεν.
Ἀποροῦντες μόνον ῥᾳδίως ἂν πεισθεῖεν, ἐπειγομένης αὐτοῖς τῆς ἀπορίας· ἴσασι γὰρ ὅτι καὶ ὡς ἡμεῖς ἐλέγομεν, ὁ δὲ παρὰ τῶν Πρωταγορείων λόγος ταράττει αὐτούς· διό φησιν ἔστι γὰρ οὐ χαλεπὸν τὸ λαβεῖν [*](f. 199v) καὶ λῦσαι τὰς ἀπορίας αὐτῶν. οθ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες καὶ λέγοντες ὅτι ἀδύνατον ἄλλως εἶναι πᾶς γὰρ ὁ λέγων ἀληθῆ λέγ·ει, ἐπειδὴ οὕτως ἔχει ἡ φύσις τῶν πραγμάτων, καθάπερ φασὶν οἱ ἄθεοι Μανιχαῖοι) οἱ οὖν τοιοῦτοι ἀδύνατόν τι ζητοῦσι· βούλονται γὰρ πεσεῖν εἰς ἀντίφασιν καὶ ἐναντία ἑαυτοῖς εἰπεῖν, καὶ οὕτως δυσωπηθῆναι μετὰ τὸν ἔλεγχον. φερόμενοι οὖν εἰς ἀντίφασιν ἐροῦσι πάλιν ὅτι καὶ ἡμεῖς αὐτὸ τοῦτό φαμεν, ὅτι ἡ ἀντίφασις συναληθεύει, καὶ οὐδὲν ἄτοπον δεδώκαμεν. πῶς οὖν δυνατόν ἐστι τοὺς τοιούτους διελέγχειν; διό φησιν ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν εὐθὺς ἐναντία λέγοντες. εἰ οὖν μή ἐστι πάντα πρός τι, ὡς ὁ λόγος ἔδειξε καὶ δείξει, ἀλλ’ ἔνια ὑπάρχει αὐτὰ καθ’ αὑτά, ὡς ἄνθρωπος ἵππος καὶ πᾶσα οὐσία, οὐκ ἂν εἴη ἅπαν τὸ φαινόμενον μενον ἀληθές, καθάπερ φασὶν οἱ Πρωταγόρειοι. τὸ γὰρ φαινόμενόν τινί ἐστι φαινόμενον· ὥστε ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ ἅπαντα ποιεῖ τὰ ὄντα πρός τι, ἐπειδὴ οὐκ ἔστιν † ὡς φαίνονται, ἀλλὰ πρὸς τὴν δόκησιν μέν ἐστι τουτέστι λευκόν, πρὸς δὲ τήνδε οὔ μέλαν· ὥστε πρός τί ἐστι πρὸς ἄλλο καὶ ἄλλο. πάντα οὗν πρός τι ὑπάρχουσι κατ’ αὐτούς.
p. 1011a21 Διὸ καὶ φυλακτέον τοῖς τὴν βίαν ἐν λόγῳ ζητοῦσιν.
Ἐντεῦθεν ὥσπερ ἀκριβεστέραν αὐτὴν ἑαυτῆς βούλεται ποιήσαι τὴν δόξαν τὴν τοῦ Πρωταγόρου, καί φησιν ὅτι ἔδει ταῦτα παραφυλάττεσθαι [*](2 τούτων D 3 γὰρ scripsi: δὲ libri 4 καταντήσομεν sciipsi: καταντήσωμεν libii 10 οὔτε scripsi: ὥστε libri 22 ἡ ἀντίη ἀντίφασις Α 25 ἔνια Aristoteles: ἐναντία libri 29 sententia haec fere flagitat ἐπειδὴ οὐκ ἔστιν ἀπλῶς τὰ φαινόμενα, ἀλλὰ τὸ λευκὸν πρὸς τήνδε τὴν δόκησιν μέν ἐστι τοιοῦτο, τουτέστι λευκόν, πρὸς δὲ τήνδε οὔ, ἀλλὰ μέλαν 33 αὐτὴν ἑαυτῆς scripsi: αὐτῆς ἑαυτὴν libri)
p. 1011a28 ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας.
Ὃ λέγει τοῦτό ἐστιν , ὅτι <πρὸς> τοὺς λέγοντας διὰ τὰς πάλαι αἰτίας ἅπαν τὸ φαινόμενον εἶναι ἀληθές, ἐπειδὴ <ὃ> ἐδόκει ἑκάστῳ, τοῦτο καὶ ἔστιν [*](8. 9 ἐν τοῖς Μετεώροις] Meteor. Γ 4 p. 374a20 sqq. 13 εἰ καὶ—εἰρήκαμεν (14) om. D 14 ἐκείνως scripsi: ἐκεῖνος libri 15 post εἰ fort, addendum γὰρ 19 ἐὰν ὁ D 22 ἐν τῇ Περὶ ψυχῆς] Γ 1 p. 425a22 sqq. 24 ξανθὸν ὑπάρχον γλυκύ scripsi: γλυκὺ ὑπάρχον ξανθόν libri 31 ὑπομένη D 36 πρὸς addidi 37 ὅ addidi)
p. 1011a28 ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάντα ὁμοίως ψευδῆ καὶ ἀληθῆ.
Ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον. λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις· ἔξωθεν γὰρ αὐτὸ πορσυπακουστέον· πρὸς δὲ τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάντα ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ ῥᾳδία ἡ ἀπάντησις· ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι πάντα ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ. καὶ διὰ τί τοῦτο, ἐπιφέρει. οὔτε γὰρ πᾶσι τὰ αὐτὰ φαίνεται· διὰ [*](6 τὴν—διαφοράν scripsi coll. p. 282,12. 17: τῆς—διαφορᾶς libri 7 γὰρ addidi 8. 9 ἐπιπλέξωμεν scripsi: ἐπιπλήξομεν A: ἐπιπλήξομεν D 18 λέγειν scripsi: λέγον libri 20 οὐκ ἄτοπον scripsi: οὐ κατὰ τόπον libri 24 γίνονται scripsi: γινώσκουσι libri 26 ἐπεὶ πρός γε scripsi: ἔτι πρός τε libri 29 Ἀλέξανδρος] p. 278,18 sqq. Bz. 30 διὰ τὸ ἀπορῆσαι Alex.: διαπορῆσαι libri)
p. 1011b1 Ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγχη λέγειν τοῖς μὴ δι’ ἀπορίαν.
Ὁ λέγει τοῦτό ἐστιν, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, ποίας χρὴ τὰς ἀληθείας τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν ὁμοίως εἶναι ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἅτινα μεταπείσαι ἂν αὐτοὺς ταύτης δόξης· τοῖς δὲ μὴ διὰ ἀπορίαν ἀλλὰ λόγου χάριν λέγουσι ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προοριζομένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι. τρέπεσθαι.· τούτου γὰρ χάριν τῆσδε τῆς δόξης προἵστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες· οὐδεὶς γὰρ ἄν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δέ, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσι τὸ μὴ ἁπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερον εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντι , εἴ γε ἐν τῇ σχέσει ἐκείνων τὸ εἶναι ἔχουσιν. εἰ τοίνυν ἡ φύσις τῶν ὄντων ἁπάντων πρός τι, καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὐκ ἔστι τί τινι, ὃ μὴ δοξάζει τις εἶναι. ὥστε οὔτε γέγονεν οὔτε ἔσται οὐδὲν μηδενὸς προδοξάσαντος, καὶ ἀνῄρηται τὸ λέγειν “καὶ τὸ δοκηθὲν οὐκ ἐτελέσθη, [*](f. 202v) τῶν δ’ ἀδοκήτων πόρον εὗρε θεός’’. οἷς οὖν τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι γίνεται, καὶ τὸ γεγονέναι ἐν τῷ δοξάζεσθαι γεγονέναι· ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίνεται. ἀλλ’ οὐδὲ ὅλως γίνεταί τι, εἴ περ μὴ δοξάζεται γίνεσθαι, καὶ ἕκαστον ἕως τότε ἐστίν, ἕως ὅτε δοξάζεται, εἴ γε τὴν ὑπόστασιν ἐν τῇ δόξῃ ἔχει· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ δοξαζόμενα καὶ φαινόμενα κατ’ αὐτούς. δείξας οὖν ὅτι ἐξ ἀνάγκης οἱ τοιοῦτοι πάντα πρός τι ποιοῦσι, πειρᾶται σαλεύειν τὸν λόγον καὶ τὴν πρόσληψιν κατασκευάζειν τοὐ λόγου, δεικνὺς ὅτι εἰ μὴ πάντα τὰ ὄντα πρός τι, τουτέστιν ‘εἰ δὲ εἴη τι γεγονὸς ἢ ἐσόμενον ἄνευ τοῦ δοξασθῆναι, οὐκ ἄν εἴη ἅπαντα πρός τι’· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθές. πολλὰ γὰρ γίνονται παρ’ ἐλπίδας καὶ παρ’ ὑπόνοιαν ἀνθρώπων. ἄτοπον γὰρ τὸ λέγειν ὅτι εἰ μὴ προεδόξασεν ὁποιονοῦν [*](1 διὰ om. D 2 ὅτι—ἴσας (p. 290,8) pleraque Alexandri sunt ποίας] πῶς Alex. 4 ἀληθῆ Alex.: ἀλήθειν libri περ·ιφανῆ D 6 προτιθέναι D αὐτῶν Alex.: αὐτοῦ libri 8 τῆσδε ora. D 8. 9 ὑπολαμβάνοντες οὕτως· οὐδεὶς Alex. 9 δὴ Alex. 10 εἰρημένα D 14 ἀναφέροντι Alex.: ἀναιροῦντι libri 15 εἶναι λέγοντι Alex.: ὄντι libri 18 οὔτε (ante γέγονεν) om. D 19 προδοξάσαντος] πρὸς δοξάσαντος libri 19. 20 καὶ—θεός] Eurip. Bacch. 1390 sq. 19 τὰ δοκηθέντ’ οὐκ Eurip. 21 καὶ δοξάζεσθαι εἶναι, τούτοις καὶ τὸ γίγνεσθαι ἐν τῷ δοξάζεσθαι. εἰ δὲ τὸ γίγνεσθαι, καὶ τὸ γεγονέναι· ὥστε κτλ. Alex. 22 γίνεται Alex.: γινώσκει libri 23 εἴ περ] εἰπαρ sequente lacuna III litterarum Α 27 πρόληψιν D 30 ἀληθῆ ἐστι D: ἀληθὲς ἔτι Alex. post ἐλπίδας add. καὶ ἐπὶ ἐλπίδας D 31 προεδόξασεAlex.: προεδἐξασθε Α: προσεδέξασθε D Comment. Arist. VI 2 Asclep. in Molaph.)
p. 1011b7 Ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον.
Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποιοῦσιν ἅπαντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσι καὶ τοιοῦτον ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγεταί τε καὶ [*](f. 203r) ἔστι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχοι τὰ ὄντα πάντα; δεδειγμένον ἄν εἴη ὅτι μὴ πρός τί ἐστιν. ἰστέον ὅτι τῶν πρός τι ἕκαστον ἤτοι πρὸς ἓν λέγεται, ἢ εἰ καὶ <πρὸς> πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν. ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται. καὶ γὰρ <εἰ> πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην σχέσιν πρὸς ὡρισμένον τι λέγεται καὶ ταὐτὸν ἢ εἴδει ἢ γένει. εἰ γοῦν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται καὶ γὰρ καὶ πρὸς ἴσον καὶ πρὸς ἥμισα καὶ πρὸς διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον· οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε δὲ διπλάσιον πρὸς ἄλλο τι ἡ πρὸς ἥμισυ, καὶ ἥμισυ ἀεὶ ὡς πρὸς διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστόν γε πρὸς ὡρισμένον. εἰ δὲ ὑποθώμεθα πᾶν τὸ φαινόμενον ἀληθές εἶναι, ἕπεται ἐντεῦθεν, ὡς ὁ λόγος ἔδειξε, πάντα πρός τι εἶναι. εἰ δὲ πάντα πρός τι, οὐκέτι ἔσεται ὡρισμένη φύσις ἡ τῶν πρός τι· τὸ γὰρ αὐτὸ ἴσον οὐ μόνον πρὸς ἴσον ἔσται ἀλλὰ καὶ πρὸς ἥμισυ κατὰ τὸ αὐτό, ἐπειδὴ τὸ ἴσον οἷον τὸ δεκάπηχυ πρὸς τὸ δεκάπηχυ, ἀλλά φησιν ἔχειν <ὡς> τὸ πεντάπηχυ πρὸς δεκάπηχυ· ὥστε ὁ μέν φησι τὸ ἴσον, ἐπειδὴ πρὸς ἴσον, ὁ δὲ τὸ ἴσον πρὸς ἴσον ὡς διπλάσιον πρὸς ἥμισυ λαμβάνει, ἐπειδὴ οὕτως αὐτῷ ὤφθη. ὥστε οὐκ ἔσται ὡρισμένη ἡ φύσις τῶν πρός τι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν [*](1 post ἐγίνετο addendum, ut videtur, οὔτε ὁ πόλεμος ἔδει Alex.: δεῖ libri εἰ Alex.: εἰς libri 3 ἔσεσθαι Alex.: ἕπεσθαι libri γίνεσθαι Alex.: γινώσκουσι libri 5. 6 μὴ συναναιρεῖσθαι κτλ.] Alexander haec habet ῥᾴδιον δέ, ὅτι μὴ έστιν ἐν τῷ φαίνεσθαι τοῖς οὖσι τὸ εἶναι, καταμαθεῖν καὶ ἐκ τοῦ τὰ μὲν πρός τι ἅμα εἶναι τῇ φύσει, μὴ συναναιρεῖσθαι δὲ κτλ. 10 Δείξας—ὡρισμένον (24. 25) Alexandri sunt 11 ποιούμενος Alex.: ποιουμένων libri 15 πρὸς ex Alexandro addidi 17 εἰ ex Alexandro addidi τι Alex.: τίς libri 23 ἀεὶ scripsi: εἰ libri 28 exspectes ἐπειδὴ ὁ μὲν λέγει τὸ ἴσον οἶον—δεκάπηχυ, ἄλλος δέ φησιν κτλ. 29 ὡς addidi 30 πρὸς scripsi: τὸ libri τὸ ἴσον πρὸς scripsi: πρὸς ἴσον πρὸς τὸ libri)
p. 1011b13 Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν.
Δείξας διὰ πάνυ πολλῶν ἐπιχειρημάτων ὅτι οὐ δυνατὸν συναληθεύειν τὴν ἀντίφασιν, οὕτε δὲ πᾶν τὸ φαινόμενον εἶναι ἀληθές, συμπεραίνεται τὸν περὶ τῆς ἀντιφάσεως λόγον καί φησιν ὅτι ἱκανῶς ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν τὴν ἀντίφασιν συναληθεύειν. τοῦτο γὰρ ὑπέκειτο αὐτῷ δεῖξαι, ὅτι γνώριμον καὶ ἐναργὲς τὸ ἀξίωμά ἐστι τῆς ἀντιφάσεως, ὅπερ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπονται τοῖς τοῦτο φάσκουσιν εἴρηκε, καὶ τί τὸ κινῆσαν αὐτούς, ὅτι ἡ ὕλη, ἐπειδὴ ἑώρων τὰ ἐναντία ἐκ τοῦ αὐτοῦ γινόμενα, καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν.
p. 1011b15 ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἀληθεύεσθαι ἅμα κάτα του αὐτοῦ.
Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατὸν συντρέχειν καὶ συναληεἰ [*](f. 204r) [*](1 τὸ δοξάζον—δοξάζεσθαι (11) Alexandri sunt ἐπεὶ Alex. 2 ἑκάστῳ Alex.: ἕκαστον libri 3 ἐπεὶ—δοξάζεσθαι ex Alexanilro addidi 9 προηπορημένου Alex. 10 λέγοιεν Alex.: λέγοι libri οὗτοι scripsi: οὐ τῶν libri 13 τε om. D 17 καθὸ—δοξζόμενα om. D 21 πάνυ scripsi: πολὺ libri 23 ἱκανῶς — ὅτι (24) om. D 25 γνώριμον—αὐτῶν (29) pleraque Alexandri sunt γνωριμώτατον καὶ ἐναργέστατον Alex. δέδειχε Alex.: δέδωκε libri 26 εἴρηται Alex. εἴρηκε—ἐπειδὴ (27) om. D)
p. 1011 b 15 ἐπειδὴ ἀδύνατον τὴν ἀντίφασιν ἀληθεύεσθαι ἅμα κατὰ τοῦ αὐτοῦ./
El ἱκανῶς ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν τὴν ἀντίφασιν συναληθεύειν κατὰ τοῦ αὐτοῦ, ὥστε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ εἶναι λευκὸν καὶ οὐ λευκόν, φανερὸν ὅτι οὐδὲ τὰ ἐναντία ἐνδέχεται ὑπάρχειν τῷ αὐτῷ. τῶν μὲν γὰρ ἐναντίων τὸ ἕτερον, τουτέστι τὸ χεῖρον, στέρησίς ἐστιν ἢ οὐχ ἧττον τῆς στερήσεως (τὸ γὰρ μέλαν τὸ χεῖρον τῶν ἐναντίων στερήσει ἔοικε, καὶ τὸ ψυχρὸν ὁμοίως), ἡ δὲ στέρησις ἀπό- φασίς τίς ἐστι· τὸ γὰρ μέλαν οὐ λευκόν ἐστι. καλῶς δὲ ἐπήγαγε τὸ [*](f.205r) ἀπό τινος ὡρισμένου γένους· τὰ γὰρ ἐναντία τελοῦσι ὑπὸ ὡρισμένον γένος, οἷον ὑπὸ τὸ ποσόν, ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, ἡ μέντοι γε ἀντίφασις διήκει διὰ πάντων τῶν ὄντων. εἰ τοίνυν ἀδύνατον ἅμα ὑπάρχειν, τουτέστιν ἅμακαταφῆσαι καὶ ἀποφῆσαι, ἀληθῶ ἀλύνατόν ἐστι καὶ τὰ ἐναντία ἅμα ὑπάρχειν, ὡς ἔδειζεν ἡ θεωρία, ἀλλ' ἢ πῇ ἄμφω, τουτέστιν ἀμφότερα δυνάμει συντρέχουσι γάρ· τὸ γὰρ σῶμα τοῦ πυρός, εἰ τύχοι, δονάμει καὶ λευκόν ἐστι καὶ μέλαν), ἢ θάτερον μὲν πῇ θάτερον δὲ ἁπλῶς, τουτέστι τὸ ἕτερον μὲν δυνάμει τὸ δὲ ἕτερον ἐνεργείᾳ· τὸ γὰρ τοῦ Σκύθου σῶμα ἐνεργείᾳ μέν ἐστι λευκὸν δυνάμει δὲ μέλαν. ἢ κατὰ μόριον εἶπε τὸ πῇ, ὡς ἐπὶ τοὐ Αἰθίοπος· ὁ γὰρ Αἰθίοψ κατὰ μὲν τοὺς ὀδόντας λευκὸς ὑπάρχει, κατὰ δὲ τὸ ἄλλο μέρος τοῦ σώματος μέλας ἐστίν
p. 1011b23 Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι.
Δείξας ἐναργέστατον ὂν τὸ ἀξίωμα τῆς ἀντιφάσεως διὰ τοῦ μὴ δύνασθαι αὐτὴν συναληθεύειν, καὶ ἐντεῦθεν δείξας ὅτι οὐ δυνατὸν συντρέχειν ἀλλήλοις ἐναντία, πάλιν ἕτερόν τι δείκνυσιν ἐντεῦθεν ὅτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. φησὶν οὖν ὅτι οὐκ ἐνδέχεται εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἀλλὰ ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι ἓν καθ’ ἑνὸς ὁτιοῦν. οὐ γάρ ἐστι μεταξύ τι αὐτῶν, ὥσπερ μεταξὺ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὸ φαιόν. ὥστε ἓν καθ’ ἑνὸς ἀνάγκη φάναι ἢ ἀποφάναι, οἷον λευκόν ἐστιν, οὐκ ἔστι λευκόν, ἐπειδὴ τῶν ἐναντίων καὶ δύο, ὅτι καὶ μέλαν ἐστὶ καὶ φαιὸν.
p. 1011b25 Δῆλον δὲ πρῶτον μὲν ὁρισαμένοις <τί> τὸ ἀληθές.
Ὀτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως, πρῶτον μὲν δῆλον ὑπάρχει ὁρι- σαμένοις τί τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος. τὸ μὲν γὰρ λέγειν τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, καθάπερ εἴρηται ἐν τῷ nspl ἑρμηνείας, ἀληθὲς ὑπάρχει· πάλιν δὲ τὸ λέγειν τὸ μὴ ὑπάρχον ὡς [*](f.205v) [*](10 ὡρισμένου ἄρτιον καὶ (11) om. D 11 οἷον scripsi: καὶ Α 14 ἀλλ’ ἡ πῇ ex Aristotele scripsi: ἀλλ’ ἐπὶ libri 31 τί addidi coll. v. 33 34. 35 ἐν τῷ Περὶ ἑρμηνείας] c. 9)
p. 1011b29 Ἔτι ἤτοι μεταξὺ ἔσται τῆς ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ.
Ὅπερ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, τὸ αὐτὸ νῦν λέγει, ὅ, εἰ ἔστι τι μεταξύ, ἡ ἀλλότριόν ἐστιν ἢ † αὐτῶν γένεσις. εἰ οὖν ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως, ἤτοι ἔσται ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ, ὅπερ ὠτὶ στγγενές, ἢ ὡς τὸ μηδέτερον, τουτέστι τὸ ἀλλότριον, ἀνθρώπου κα ἵππου λίθος. εἰ ἁ οὖν οὕτως ἔσται τὸ μεταξὺ ἐπὶ τῆς ἀντιφάσεως ὡς τὸ ἀλλότριον, οὐκ ἂν γένοιτο μεταβολή· ἡ γὰρ μεταβολὴ λίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν συγγενῶν, οἷον ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐν τοῦ ἀγαθοῦ εἰς μὴ ἀγαθόν, εἰ τόχοι πρᾶγμά τι εἶναι μὴ ἀγαθόν, ὕστερον δὲ γένηται αγαθόν. νῦν δὲ οὐ φαίνεται ἐξ ἀλλοτρίου μεταβολή· οὐ γὰρ δυνατὸν ἐκ λίθου ἀμέσως ἄνθρωπον γενέσθαι. διό εἶναι μὴ γάρ ἐστι μεταβολὴ εἰ μὴ εἰς τὰ ἀντικείμενα καὶ τὰ μεταξύ, ὥσπερ ἡνίκα ἐκ λευκοῦ γίνεται μεταβολὴ ἢ εἰς τὸ μέλαν τὸ ἀντικείμενον, ἢ εἰς τὸ φαιόν τὸ μεταξύ. οὐκ ἄρα δυνατὸν ἐπὶ τῆς ἀντιφάσεως θεωρεῖσθαί τι μεταξὺ ὡς ἀλλότριον. ἀλλ’ οὐδὲ ὡς συγγενές. διό φησιν εἰ δὲ ἔστι μεταξύ, καὶ οὕτως εἴη ἄν τις εἰς λευκὸν ἐξ οὐ μὴ λευκοῦ γένεσις, ταὐτὸν δὲ εἰπεῖν ἐκ λευκοῦ εἰς λευκόν, ὅπερ ἐστὶν ἀδύνατον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. εἰ γάρ ἐστί τι μεταξὺ τοῦ λευκοῦ [*](f.206r) καὶ οὐ λευκοῦ, οὐχὶ οὐ λευκὸν * * * ἔσται τῷ λευκῷ· τὸ γὰρ οὐχὶ οὐ λευκὸν λευκόν ἐστι. πρὸς τούτοις δὲ πάλιν μεταξὺ τούτων ἔσται τι ἄλλο, ὀπῷ καὶ αὐτὸ δεῖται ἀποφάσεως καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύει ὁ λόγος.
p. 1012a2 Ἔτι πᾶν ιανοητον καὶ.
Πάντα τὰ νοητὰ ἡ διάνοια γινώσκει ἢ καταφάσκουσα ἢ ἀποφάσκουσα. ἐὰν μὲν γὰρ οὕτως εἴπῃ ὅτι ὁ θεὸς ἀγαθός, ἀληθεύει, εἰ δὲ τὸ ὅτι οὐ προνοεῖται (ἱλήκοι), ψεύδεται παντελῶς. δεῖ οὖν εἰπεῖν πρὸς αὐτοὺς ὅτι ἀποκρίνεσθε ἡμῖν ἢ οὔ; εἷ μὲν οὖν μὴ ἀποκρίνεσθε, φυτοῖς ἐοίκατε· εἰ ἒ [*](2 post ψευδές add. δὲ D 3 lacrmam indieavi; addendum ἡ τὸ μὴ ὃν μὴ εἶναι ἀληθές· εἰ τοίνυν ἀδύνατον 11 αὐτῶν γένεσις] legendum ταὐτὸν γένει vel συγγενές 14 post ἵππου fort, addendam οἷον 24 τις ex Aristotele scripsi: τι libri 27 post Xeuxov lacuna VIII vel IX litt. A, VII litt. D: addendam έσται, ὃ ταὐτὸ .31 τὰ] γὰρ D 32 ἤτι οὐ D)
p. 1012a5 Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις.
Ἡ ἐπιχείρησις αὕτη ·βραχέως μὲν καὶ αὐτὴ εἴρηται, ἔστι δὲ ὁ νους τοιοῦτος. εἰ τῆς ἀντιφάσεως καθόλου ἐστί τι μεταξύ, οὐ τῆσδε μέν ἐστι τι μεταξύ, τῆσδε δὲ οὐκ ἔστιν ἀποκληρωτικὸς γὰρ ὁ τοιοῦτος λόγος, τουτέστιν ἐριστικός), ἀλλὰ πάσης ἔσται τι μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο [*](2 εἰ scripsi: ἡ libri λέγετε Α 3 οὐκ delevi 5 εἰ πᾶν—ἔθηκεν (29) Alexandri sunt 6 ὡς (ante otavoTixdv) iu litura VIII litt. A 2 7 etii D ἐν Alex: εἰ libri 13 OTi in litura V litt. A 2 15 εἰ πᾶν] εἰπεῖν A 16 q aTtoWjatv cm. D 19 εἴη in litura A 2 20 ὅτι—ἀπόφησι (21) add. A 2 25 συλλογιζομένη Alex. 26 ἢ Alex.: xal libri 28 εἶπον Alex.: εἶπεν libri 29 αὐτῇ Alex.: ἑαυτῇ libri 31 ἡ ἐπιχείρησις — ἄτοπον (p. 296,5) Alexandri sunt 32 καθόλου deest Alexandre ou iu litura A 2 32. 33 ἔσται μεταξύ Alex. 33 oux ’axai Alex. ἀποκληρωτικὸς — ἐριστικός (34) desiint Alexandre)
p. 1012a7 Καὶ παρὰ τὸ ὂν καὶ μὴ ὂν ἔσται.
[*](f.207r)Εἱ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος, ἡ εἰς τὸ μεταξὺ τούτων μεταβολὴ οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή, ὅπερ ἐστὶν ἀδύνατον· οὔτε γὰρ εἰς ὂν. ἔσται οὔτε εἰς μὴ ὄν, οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος· ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά.. ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἢ κατὰ ποιότητα ἢ κατὰ ποσὸν οὔτε κατ’ οὐσίαν μεταβολαὶ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτο ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὐτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τούτων.· δεῖ δὲ προσθεῖναι ἤγουν προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν ἢ τὸ μεταξὺ γενέσεως τε καὶ φθορᾶς.
p. 1012a9 ἔτι ἐν οἷς γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει.
ἐλέγετο ἐν Κατηγορίαις ὅτι τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὑπάρχουσιν, ὥσπερ περιττὸν καὶ ἄρτιον, νόσος καὶ ὑγεία, τὰ δὲ ἔμμεσα, ὥσπερ λευκὸν καὶ μέλαν. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι εἰ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως, <καὶ> ἐν οἷς γένεσιν καὶ ὑποκιμένοις ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει. τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, κὰ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμὸς ὃς οὔτε περιττός ἐστιν οὔτε ἄρτιος. ἀλλὰ τοῦτο ἀδύνατον, ὡς δηλοῖ ὁ ὁρισμός· ὃν γὰρ ἄν λάβωμεν καὶ προχειρίσωμεν, οὗτος ἢ ἄρτιός ἐστιν, ὁ καὶ δίχα διαιρούμενος, ἢ περιττός, ὁ μὴ δίχα διαιροὔμενος. πρὸς τούτοις δὲ καὶ εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον [*](f.207v) ἔσονται τὰ ὄντα ἡμιόλια ἀλλὰ καὶ πλείω. εἰ γὰρ ἐστι τοῦ λευκοῦ καὶ [*](2 καὶ—ἀληθεύειν om. D τις libri 8 καὶ τὸ μὴ ὃν D 9 ἔσται τις—φθορᾶς (20) Alexandri sunt 12 οὔτε γένεσις — μεταβολή (13) D Alex.: in margine add. ’-’ 13 ὅπερ - ἀδύνατον desunt Alexandre 18 προσθεῖναι ἤγουν desunt Alexandro 21 ἐπιφέρει —ἐναντίων (22) om. D 22 ἐν Κατηγορίαις] c. 10 p. 12 a 1 25 καὶ addidi 26 τὸ γὰρ—περιττός (31) Alexandri sunt 27 καὶ (post τι) om. D 29 ὃς Alex.: ὃ libri 31 ὁ καὶ—διαιρούμενος desunt Alexandro)
p. 1012a15 Ἔτι ὅταν ἐρομ·ένου εἰ λευκόν ἐστιν εἴπῃ ὅτι οὔ, οὐθὲν ἄλλο † ἀπεφήνατο εἶναι.
Ὀταν τις ἔρηται ὅτι εἰ λευκός ἐστι Σωκράτης, καὶ ὁ μὲν εἴπῃ ὅτι ναί, ὁ δὲ ὅτι οὔ, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ εἶναι ἀποφάσκει, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατάφασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῆς ἀποκρίσεως σημαίνεται ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι, ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως. οὕτω γὰρ παρὰ τὸ ἀρνητικὸν μόριον· ἔδει εἶναι ἄλλην τρίτην ἀπόκρισιν, ὅπερ οὐκ ἔστιν οὔτε γὰρ ἐπινοῆσαι δύναται), ἢ εἰ μή ἐστιν, οὐκ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως.
p. 1012a17 ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα ὥσπερ καὶ αἱ ἄλλαι τῶν παροδόξων.
ἐντεῦθεν τὴν αἰτίαν λέγει, φησί, δι’ ἣν ἐπὶ ταύτην ἦλθον τὴν δόξαν οἱ παλαιοὶ καὶ εἰρήκασιν εἶναί τι μεταξὺ. τῆς ἀντιφάσεως. τὴν δὲ αὐτὴν f.208r εἶναι λέγει, ἥπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων, ἃ τίθενταί τινες, διὰ τὸ μὴ δύνασθαι λῦσαι τὸν ἐριστικὸν λόγον· ἐρωτώμενοι γ·ὰρ περὶ τούτων καὶ μὴ δυνάμενοι λῦσαι ἐνδιδόασι καὶ δοξάζουσιν οὕτως, ὥσπερ καὶ ἄλλοι ἐν- δόντες παραδόξους θέσεις εἰρήκασιν, ὅτι οὐκ ἔστι κίνησις, διὰ τὸν Ζήνωνος λόγον τὸν ἀναιροῦντα κίνησιν· ἐπειδὴ οὐ δύνανται συνορᾶν τὸ ἐν τοῖς λαμ- βανομένοις λόγοις ψεῦδος, ταράττουσι καὶ ἀπορεῖν ποιοῦσι, μήποτε οὐκ ἔστι κίνησις, οὕτως ἐναργές τε καἰ ἐν πάσι πράγμασι. τοιοῦτον δέ τινες καὶ τῶν μεταξύ τι τῆς ἀντιφάσεως θεμένων ἔπαθον. οὐ γὰρ δυνηθέντες [*](2 οὐκ — καὶ om. D 7 ante ἔσται δὲ add. καὶ οὕτω τῷ ὄντι ἐπ’ ἄπειρον D ἔσται scripsi: ἔστι libri 11 ἐρομένου ex Aristotele sciipsi: ἐρόμενος libii 12 ἀπεφήνατο elvai] legendum ἀπέφησεν (vel ἀποφάσκει) ἢ τὸ εἶναι; cf. Bonitzii commeut. in Metaph. p. 215 14 καὶ ὁ μὲν εἶναι—ἀπόκριστν (20) Alexaiidri sunt 19 οὕτω γὰρ scripsi: οὐ γὰρ libri: εἰ γὰρ ἦν Alex. 20 ἔδει Alex.: δεῖ libri 25 τὴν δὲ αὐτὴν — ὕδωρ (p. 298,13) ex Alexandre excerpta sunt 26 ἥνπερ Alex.)
p. 1012a21 Ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ.
Ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν. ἐὰν γὰρ συγχωρήσωσι τὰ ὀνόματα σημαίνειν τι, ὅπερ ἀναγκαῖον αὐτοῖς διδόναι, εἰ διαλέγοιντο καὶ χρῶνται χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ ψευδοῦς τῶν ὀνομάτων, οἶς χρῶνται, λαμβάνειν· οἵτινες λόγοι ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς· ὥστε διὰ τοῦ διδόναι σημαί- νειν τι δι’ ὧν λέγουσι συγχωροῦσι καὶ τὸ ὁρισμοὺς εἶναι. ἂν δὲ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ <τὸ> ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὃν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὃν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν ἄλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις, τὰ δὲ ἀποφάσεις, οὐδὲν ἂν ἀληθὲς ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ ταῦτα; οὐδ’ ἂν μεταξὺ αὐτῶν τι ἔσται. Ἡράκλειτος δὲ λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθησι, καὶ πάντα εἶναι ἀληθῆ ἀποφαίνεται. Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς· ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἱ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ἀγαθόν, ὁμοίως δὲ πάλιν οὔτε κακὸν οὔτε οὐ κακόν· διὸ πάντα ψευδῆ, ἐπειδὴ πάντα ἐν πᾶσι, καὶ λέγει καὶ τὰ ἀντικείμενα ἐν ἀλλήλοις.
[*](5. 6 ὥστε οἶνον Α 9 ἔπεσι Α 10 ἀντιφάσεως — κατάφασιν μήτε τὴν om. I) 13 φησί scripsi: φασί libii 18 ἐὰν γὰρ συγχωρήσωσι — οὐ κακόν (33) Alexandri sunt 20 τοῦ (ante ἀληθοῦς) Alex.: τὸ libri 22 ὥστε] ὅτε Alex. vulg. : ὁ Alex. cod. L 23 ἂν δὴ Alex. 24 τὸ alterum ex Alexandro addidi 24. 25 τὸ semel D 26 κατάφασις et ἀπόφασις D 33 πάντα (post διὸ) ex Ari- Stotele scripsi: τὰ libri)p. 1012a29 Διορισμένων δὲ τούτων.
Προδεδειγμένων τούτων φανερὸν ὑπάρχει ὅτι καὶ τὰ μοναχῶς λεγόμενα, ὅτι πάντα ἀληθῆ ἢ ὅτι πάντα ψευδῆ, καὶ κατὰ πάντων ἀδύνατον ὑπάρχειν, ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν ἀληθὲν λέγοντες εἶναι, ὥσπερ Ἀναξαγόρας οὐδὲν γὰρ κωλύει οὕτως ἅπαντα εἶναι, ὥσπερ τὸ τὴν διάμετρον σύμμετρον εἶναι· ἐδείχθη γὰρ ἐν τῷ I βιβλίῳ ὅτι οὐ δυνατόν, ἐπεὶ οὕτως ἔσται ὁ αὐτὸς τρόπος περιττὸς καὶ ἄρτιος)· οἱ δὲ περὶ Ἡράκλειτόν φασι πάντα ἀληθῆ εἶναι. σχεδὸν γὰρ [*](f.209r) οὗτοι οἱ λόγοι οἱ αὐτοὶ ὑπάρχουσι τῷ Ἡρακλείτου. ὁ γὰρ λέγων ὅτι πάντα ἀληθῆ καὶ πάν τα ψευδῆ καὶ χωρὶς λέγει τῶν λόγων ἑκάτερον τούτων. αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις τὰς ἀποφάσεις * * * ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ κατὰ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ <τὸ> ψευδῆ. ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα, τὸ χωρὶς πάντα ἀληθῆ εἶναι καὶ πάντα ψευδῆ, καὶ ταῦτα ἀδύνατον εἶναι, τὸ ἅμα πάσας καὶ ἀληθεῖς εἶναι καὶ ψευδεῖς.
p. 1012a2 Ἔτι δὲ φανερῶς ἀντιφάσεις εἰσίν.
Εἰ ἐπὶ ἐνίων ἀντιφάσεων ἀκριβῶς πεπείσμεθα ὅτι οὐ δυνατὸν αὐτὰς συναληθεύειν, φανερὸν ὅτι καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει· οὔτε γὰρ δυνατὸν λέγειν ὅτι καὶ κινεῖται ὁ ἥλιος καὶ οὐ κινεῖται, καὶ ὅτι φωτίζει καὶ οὐ φωτίζει. ἐπὶ μὲν γὰρ τῶν γενητῶν καὶ φθαρτῶν ἴσως ἡ ὅλη ἠπάτησεν αὐτούς, ἐπὶ δὲ τῶν οὐρανίων ἀδύνατον τὸ τοιοῦτο. διό φησιν ἔτι δὲ φανερῶς ἀντιφάσεις ὑπάρχουσιν, ἅστινας οὐ δυνατὸν εἶναι ἅμα ἀληθεῖς καὶ ψευδεῖς· καίτοι ὅσον ἐκ τῶν λόγων τούτων ἔδει καὶ ταύτας συναληθεύειν. ὅπερ οὖν εἴρηται, δεῖ πρὸς ἅπαντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐπάνω λόγοις, οὐχὶ εἶναί τι ἢ μὴ εἶναι, ἀλλὰ σημαίνειν τι τὸ ὄνομα ὅπερ λέγουσιν· ὥστε δεῖ αὐτοὺς διαλέγεσθαι ῥήματα σημαίνοντα πράγματα λαβόντας, τί σημαίνει τὸ ἀληθὲς ἢ τὸ ψεῦδος· εἰ δὲ σημαίνουσι καὶ τὸ μέν ἐστιν ἀληθὲς τὸ λέγον ‘ἄνθρωπος περιπατεῖ’ ἡ δὲ ἀπόφασις ψευδὴς ἡ λέγουσα ‘ἄνθρωπος οὐ περιπατεῖ’, δῆλον ὡς ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις. διό φησιν εἰ δὲ μηδὲν ἄλλο ὑπάρχει τὸ [*](2 δεδειγμένων D 6. 7 ἐν τῷ I βιβλίῳ] unus de diainetro locus est p. 1053 al 7, sed illic lion demoiistratur, quod dicit: cf. Anal. pr. A 23 p. 41a26 9 Ἡρακλείτου Aristo- teles: ἡρακλείτῳ libri 10 καὶ (post ἀληθῆ) Aristoteles: ὅτι libri 11 ἑκάτερον Aristo- teles: ἑκάτερος libri 11. 12 τὰς ἀποφάσεις ψευδεῖς ποιοῦσιν, αἱ δὲ ἀποφάσεις τὰς κατα- φάσεις. τούτῳ δὴ τῷ λόγῳ τῷ κατὰ πάντων ἄμφω κατηγοροῦντι σχεδόν φησι τοὺς αὐτοὺς ἐκείνους ἀμφοτέρους εἶναι τοὺς μοναχῶς ἑκάτερον κατηγοροῦντας, καὶ δείκνυσι πῶς εἰσιν οἱ αὐτοί· ὅτι γὰρ ὁ λέγων Alex. Alex. 12 ἑκάτερον Alex.: ἑκατέρου libri 13 τὸ ex Alexandro addidi 14 ἀδύνατα Aristoteles: δυνατὸν libri τὸ scripsi: τὰ libri 18 ἐπὶ τῶν—ὅτι καὶ (19) om. 1) 26 τι Aristoteles: ὅτι libri 27 σημαίνῃ D: incertus Α ἢ τὸ—ἀληθὲς (28) om. D)
p. 1012a13 Συμβαίνει δὲ καὶ τὸ θρυλλούμενον πᾶσι τοῖς τοιούτοις λόγοις.
Πρὸς ἐπὶ τούτοις δὲ οἱ ταῦτα λέγοντες ἑαυτοὺς ἀναιροῦσιν, ὡς εἷπε καὶ ὁ Πλατῶν ἐν τῷ Θεαιτήτῳ πρὸς τὸν Πρωταγόραν, * * * ἔλεγεν ὅτι πᾶς ἀληθῆ λέγει. ὁ οὖν Πλάτων ἔλεγεν ‘ὦ Πρωταγόρα, ἡμεῖς λέγομέν σε ψεύδεσθαι. εἰ οὖν ψευδόμεθα, οὐ πᾶς λέγει ἀλήθειαν ὁ λέγων· εἰ δὲ μὴ ψευδόμεθα, σὺ ψεύδῃ’, ὥσπερ ἐκεῖνός φησιν ὅτι Ἀλέξανδρος τὸ ὄναρ εἶδεν ὀνείρῳ μὴ πιστεύων. φησὶν οὖν ὅτι οὗτοι ἑαυτοὺς ἀναιροῦσιν· ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων καὶ τὸν ἐναντιούμενον αὐτῷ λόγον ἀληθῆ ποιεῖ, ὥστε τὸν ἑαυτοῦ οὐκ ἀληθῆ ποιεῖ (ὁ γὰρ ἐναντίος αὐτῷ οὔ φησιν αὐτὸν ἀληθῆ λόγον λέγειν, ὃν ἐκεῖνος ὑποτίθεται εἶναι λόγον ἀληθῆ), ὁ δὲ πάντα λέγων ψευδῆ πάλιν αὐτὸς ἑαυτὸν ἀναιρεῖ· καὶ αὐτὸς γὰρ ψεύδεται, ὥστε οὐκ] ἔστιν ἡ ἀπόφασις αὐτοῦ ἀληθής. περὶ τούτου ἐάν μοι εἴποι ὁ Πρωταγόρας, εἰ τύχοι, ὅτι πᾶς ὁ λέγων ἀληθὲς λέγει χωρὶς τοῦ μαχο- μένου μοι, καὶ οὕτως ἄτοπον· οἱ γὰρ ἐπαινοῦντες τὸν μαχόμενον αὐτῷ ψεύδεσθαι αὐτόν φασι, καὶ οἱ ἀποδεχόμενοι αὐτόν. πάλιν δὲ ἐὰν εἴποι πάντας ψεύ- δεσθαι λέγων χωρὶς ἐμοῦ, ὁ λέγων αὐτὸν ἀληθεύειν οὐ ψεύδεται· ὥστε οὐ γίνεται ψεῦδος. τοῦτο οὖν ἐστιν ὃ λέγει, ἐὰν δὲ χωρίζωσιν ἐπὶ τούτου ὁ μὲν πάντα ἀληθῆ λέγων τὸ ἐναντίον, ὡς οὐκ ἀληθεύει ἐκεῖνος ἐνατιούμενός μοι, πάλιν δὲ ὁ πάντας λέγων ψεύδεσθαι χωρὶς ἑαυτοῦ, οὐδὲν ἧττον ἀπείρους αὐτοῖς συμβαίνει αἰτιᾶσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς. ὁ γὰρ λέγων τὸν ἀλγθῆ λόγον ἀληθὴ καὶ ἐπαινῶν αὐτὸν ἀληθεύει καὶ ὁ δεχόμενος. τοῦτο δὲ εἰς ἄπειρον βαδιεῖται.
p. 1012b12 Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες.
Οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθὴ λέγουσιν, οὔτε δὲ οἱ πάντα κινεῖσθαι. ἡ λέξις δὲ αὕτη οὐ φέρεται ἔν τισιν ἀντιγράφοις, [*](f.210r) ἐπειδὴ οἰκεία μᾶλλόν ἐστι τῇ φυσικῇ. οὐ μὴν ἀλλ’ ἐπειδὴ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἂν εἴη παντάπασιν ἀλλοτρία τῶν προκειμένων. εἰ οὖν, φησίν, ἠρεμεῖ πάντα, καὶ οὐκ ἔστι μεταβολή, συμγὰρ [*](2 om. D o εἰ πᾶν Aristoteles: εἰπ libii 10 Πλάτων ἐν τῷ Θεαίτητῳ] p. niAsqq. lacimam indicavi: addendum καὶ γὰρ ἐκεῖνος 12 πᾶς scripsi: -av libri 19 οὐκ delevi 21 αὐτῷ scripsi: αὐτοῦ libri 22 εἴποι scripsi coll. v. 20 εἴπω libri 24 ὅ oin. D χωρίζωσιν ἐπὶ τούτου scripsi: χωρὶς ὦσι ἐπὶ τοῦ libri 33 οὐ μὴν—προκειμένων (35) Alexandri sunt 35 προειρημένων Alex.)
p. 1012b34 Ἀρχὴ δὲ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος
ἐλέγομεν ἀρχόμενοι τῆς προχειμένης πραγματείας ὅτι ὁ πρῶτος φιλόσοφος περὶ τὸ ὄντως ὂν καταγίνεται, ἥντινα καὶ σοφίαν προσηγορεύομεν, λέγοντες ὅτι ὁ πρ·ῶτος φιλόσοφος περὶ τοῦ ἁπλῶς ὄντος διαλέγεται τοῦ ἁπλῶς ἐν ἅπασι τοῖς οὖσι θεωρουμένου, εἶτα καὶ περὶ ταὐτότητος καὶ ἑτερότητος καὶ τῶν ἄλλων πάντων τῶν ἐν ἐκείνοις εἰρημένων, καὶ ὅτι προσεχῶς περὶ τῆς ἀντιφάσεως διαλέξεται ὁ πρῶτος φιλόσοφος, οὐ τῆς ἐν ὕλῃ τινὶ θεωρουμένης ἀλλὰ περὶ τῆς ἁπλῶς λοιπὸν γὰρ οἱ καθ’ ἕκαστα ἐπιστή- μονες διαλέξονται περὶ τῆς ἀντιφάσεως τῆς ἐν τοῖς μεγέθεσιν ἢ τῆς ἐν ἀριθμοῖς ἤγουν ἐν μουσικῇ), ὥσπερ πάλιν καὶ περὶ τοῦ ἁπλῶς ὄντος διαλέξεται ὁ πρῶτος φιλόσοφος καὶ περὶ τοῦ ἀπλῶς ζῴου, τουτέστι * * * καὶ περὶ τῆς ἁπλῆς οὐσίας, λοιπὸν δὲ οἱ καθ’ ἕκαστα διαλέξονται περὶ τοῦ τινὸς ὄντος, οἷον ὁ μὲν γεωμέτρης περὶ τοῦ ὄντος τοῦ ἐν τοῖς μεγέδεσιν, ὁ δὲ ἀριθμητικὸς περὶ τοῦ ἐν τοῖς ἀριθμοῖς, ὁμοίως δὲ καὶ ἐπὶ· τῶν ἄλλων πάντων. οὕτως οὖν καὶ περὶ τοῦ ἀπλῶς ζῴου, ὡς εἴρηται, διαλέξεται ὁ πρῶτος φιλόσοφος, τοῦ διήκοντος ἐν πᾶσι τοῖς οὖσι καὶ οὗ ἡ ζωὴ διὰ πάντων τῶν ζῴων πεφοίτηκεν. ὁ γὰρ διαλεγόμενος περὶ τοῦ ἀνθρωπείου ζῴου οὐ περὶ τοῦ ἁπλῶς ζῴου διαλέγεται· οὔτε γὰρ τὸ ἀνθρώ- πειον ζῷον μεταδίδωσι τοῖς ἄλλοις ζωῆς. ὁμοίως ὒ καὶ περὶ τῆς ἁπλῆς οὐσίας ὁ πρῶτος φιλόσοφος διαλέξεται. οἱ δὲ καθ’ ἕκαστα περὶ τῆς τινὸς οὐσίας. καὶ διὰ τοῦτο παγκάλως εἴρηται ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, τουτέστι δείκνυσι μερικὴν οὐσίαν καὶ κατασπᾷ ἐκ τῆς f.211r καθόλου οὐσίας μερικήν τινα οὐσίαν καὶ ποιοῖ αὐτήν· ἡ γὰρ μερικὴ οὐσία καὶ ποιοτήτων μετέχει καὶ τῶν ἄλλων ἁπάντων, ἐπεὶ παντελῶς ἡ οὐσί [*](14 lacunam indicavi; cf. v. 19. 20 22 ζωῆς] ζωοῖς D 24 ἐν Κατηγορίαις] 6 p. 3b20 26 ποιοῖ scripsi: ποιεῖ libri)
p. 1012b34 Ἀρχὴ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος κινηθείη.
Φησὶν ὅτι λέγεται ἀρχὴ ὁ τόπος, ἐξ οὗ τις πρῶτον ἄρχεται τῆς κινή- σεως, οἷον ὡς τοῦ μήκους καὶ τῆς ὁδοῦ ἐντεῦθεν αὕτη ἀρχή, οἷον ἀπὸ Ἀθηνῶν εἰς Θήβας, ἐξ ἐναντίας δὲ ἡ ἑτέρα, τουτέστιν ἡ ἀπὸ Θηβῶν ἐπὶ Ἀθήνας. λέγεται δὲ πάλιν ἀρχὴ καὶ ὅθεν ἄν κάλλιστα γένοιτο, οἷον ὡς ἐπὶ τῆς μαθήσεως, καθάπερ εἴρηται ἐν τῇ [*](2 ἀλλ’ ἐστὶ I) 6 αἱ addidi 8 ἑκάστου κτλ.] locus, iit videtur, corruptus: ex- spectes ἁ ὑπάρχει ἑκάστη κατὰ τὴν ὑπ. αὐτῇ ὕλην 11 καὶ ὅτι—ὁμώνυμοι oin. D 16 οὐδὲ scripsi: οὔτε libri δύναται D 22 alterum ἡ om. D 23 ἥτις κτλ.] legendum videtur ἥτις ἀρχὴ καὶ πέρας δύναται γενέσθαι 31 δὲ ora. 1) 35 ὡς om. D 35. p. 304,1 ἐν τῇ Φυσικῇ] Α 1 p. 184a16 sqq.)
p. 1012a10 Ἡ δέου προαίρεσιν κινεῖται τὰ κινούμενα.
[*](f.212r)Ἔλεγον ἐν Κατηγορίαις ἓν σημαινόμενον εἶναι τοῦ ἔν τινι τὸ ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι καὶ ἐν τῷ βασιλεῖ τὰ τῶν βασιλευομένων. φησὶν οὖν ὅτι λέγεται καὶ ἄλλον τρόπον ἀρχὴ οὗ τινος κατὰ προαίρεσιν κινεῖται τὰ κινούμενα καὶ μεταβάλλει τὰ μεταβάλλοντα, ὥσπερ αἱ ἐν ταῖς πόλεσι δυναστεῖαι καὶ βασιλεῖαι. ἀρχαὶ λέγονται καὶ αἱ τέχναι καὶ τούτων αἱ ἀρχιτεκτονικαὶ μάλιστα. πάλιν δὲ λέγεται ἀρχὴ ὅθεν γνωστὸν τὸ πρᾶγμα γίνεται; ἐκ τῶν ὁρισμῶν· τὰ γὰρ πράγματα ἐκ τῶν ὁρισμῶν γινώσκονται, οἱ δὲ ὁρισμοὶ τὰ εἴδη ὑπάρχουσι. διὰ γοῦν τοῦ εἰπεῖν ὅθεν γνωστὸν τὸ πρᾶγμα πρῶτον, καὶ αὕτη ἀρχὴ λέγεται ἐδήλωσε τὸ εἰδικὸν αἴτιον· οἷον τῶν ἀποδείξεων αἱ ὑποθέσεις καὶ ἡ πρότασις ἢ οἱ ὁρισμοί. καὶ εἰ μὲν τὰς προτάσεις τις ἐκδέξαιτο, τὸ ὑλικὸν αἴτιον λέγει, εἰ δὲ τοὺς ὅρους, τὸ εἰδικόν· δεῖ δὲ μᾶλλον τὸ εἰδικὸν ἐκδέχεσθαι, ἐπειδὴ ἀνωτέρω ἐμνημόνευσε τοῦ ὑλικοῦ αἰτίου
p. 1013a16 Ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται
Ἰστέον ὅτι κατὰ τοὺς πολλοὺς ἀνθρώπους ὁσαχῶς λέγονται αἱ ἀρχαί, τοσαυταχῶς καὶ τὰ αἴτια, κατὰ δὲ τὴν ἀλήθειαν οὐχ οὕτως ἔχει· ἐπὶ · πλέον γάρ ἐστιν ἡ ἀρχὴ τοῦ αἰτίου, διὸ καὶ προέταξε τὴν ἀρχὴν τοῦ αἰτίου. εἴ τι μὲν γὰρ αἴτιον, τοῦτο καὶ ἀρχή· οὐκ εἴ τι δὲ ἀρχή, τοῦτο καὶ αἴτιον. ἡ γὰρ ἀρχὴ ἡ θέσει καὶ ἡ κατὰ τὴν ὁδὸν ἀρχὴ μέν ἐστιν, αἴτιον δὲ εἶναι οὐ δύναται. ὡς οὖν· πρὸς τοὺς πολλοὺς εἶπεν ὁ φιλόσοφος, ὅτι ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται· πάντα γὰρ τὰ αἴτια ἀρχί.
[*](15 Ἔλεγον ἐν Κατηγορίαις] καὶ ἐν τῷ δ (διὰ D) τῆς φυσικῆς τοῦτό φησιν Ἀριστοτέλης margo AD, cf. Phys. Ao p. 210a21: ceterum qui haec adscripsit, legisse videtur ἔλεγεν)p. 1013a17 Πασῶν μὲν οὖν κοινὸν τῶν ἀρχῶν.
Ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ταῦτα ὑπάρχουσι, τουτέστιν οὔτε * * αἱ ἰδιότητες, σαφῶς δὲ ἐδήλωσεν ὁ Ἀριστοτέλης κοινωνίαν αὐτῶν δούς. [*](f.212v) φησὶ γὰρ ὅτι πᾶσαι αἱ ἀρχαὶ κοινὸν τοῦτο ἔχουσι τὸ εἶναι αὐτὰς πρώτας. διὰ δὲ τοῦ εἰπεῖν ὅθεν ἔστι τὸ ποιητικὸν ἐδήλωσεν αἴτιον, διὰ δὲ τοῦ ἢ γίνεται τὸ ὑλικόν, διὰ δὲ τοῦ γινώσκεται τὸ εἰδικόν. τούτων δὲ τῶν ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι, φημὶ δὴ τὸ ὑλικόν, εἴγε μέρος γίνεται τοῦ συνθέτου, καὶ τὸ εἰδικόν, αἱ δὲ ἐκτὸς ὑπάρχουσιν, οἷον τὸ ποιητικὸν καὶ τὸ τελικόν. διὸ ἥ τε φύσις ἀρχὴ καὶ στοιχεῖον· στοιχεῖον δὲ λέγει τὸ ὑλικόν· ἐν γὰρ τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς τὴν φύσιν ὕλην ἔλεγε, μᾶλλον δὲ τὸ εἶδος φύσιν τῆς ὕλης. καὶ ἡ διάνοια, τουτέστι τὸ εἰδικόν· κατὰ γὰρ τὴν διάνοιαν συλλογιζόμενοι θηρῶμεν τὰ πράγματα· γνωστὸν δὲ τὸ εἶδος τῶν πραγμάτων. διὰ δὲ τῆς προαιρέσεως τὸ ποιητικὸν ἐδήλωσε· κατὰ γὰρ τὴν προαίρεσιν πράττομεν ἃ πράττομεν. διὰ δὲ τῆς οὐσίας τὸ τελικὸν ἐδήλωσεν αἴτιον. πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τἀγαθὸν καὶ κακόν· δεῖ γὰρ ἡμᾶς γινώσκειν τὸ ἀγαθὸν πρὸς τὸ διώκειν αὐτὸ καὶ τὸ κακὸν πρὸς τὸ ἐκκλίνειν ἀπ’ αὐτοῦ.
p. 1013a24 Αἴτιον λέγεται ἕνα μὲν τρόπον.
Τὰ ῥητὰ ταῦτα μετενήνεκται ἐνταῦθα ἐκ τῆς Φυσικῆς ἀκροάσεως· ἔλεγον γάρ ὅτι τινὰ παραπώλοντο, καὶ μὴ δυνηθέντες μιμήσασθαι ἐκ τῶν αὐτοῦ ἐφήρμοσαν. ἀμέλει τοι καὶ τὸ Κ στοιχεῖον ὅλον ἐκ τῶν ἄλλων αὐτοῦ ἐστιν ἀκροάσεων. αἴτιον οὖν λέγει ἕνα μὲν τρόπον τὸ ὑλικόν, ὅπερ μέρος γίνεται τοῦ συνθέτου, οἶον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης, καὶ τὰ τούτων γένη, ὥσπερ τὰ πορρωτέρω, ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα καὶ τὰ πόρρω, οἷον τοῦ διαπασῶν τὰ δύο πρὸς ἓν καὶ ὅλως ὁ ἀριθμὸς καὶ τὰ μέρη τὰ ἐν τῷ ἀριθμῷ. τρίτον αἴτιον τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς τῆς κινήσεως καὶ ἠρεμήσεως, οἷον τοῦ τέκνου ὁ πατὴρ καὶ ὅλως τὸ ποιοῦν τοῦ γινομένου. πρὸς τούτοις δὲ καὶ τὸ τελικὸν αἴτιον, οἷον τοῦ περιπατεῖν ἡ ὑγεία· διὰ τοῦτο γὰρ βαδίζει, [*](f.213r) ἵνα ὑγιάηῃ, καὶ ὅσα καὶ κινήσεως ἄλλου μεταθὺ γίνεται τοῦ τέλους, οἶον τῆς ὑγείας ἡ ἰσχνασία <ἢ> ἡ κάθαρσις· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκα παραλαμβάνονται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὰ μὲν ὄργανα ὑπάρχουσι [*](2. 3 lacunam indicavi: fort, legendura οὔτε ὁμώνυμοί εἰσιν οὔτε συνώνυμοι αὗται αἱ ἰδιότητες σαφῶς ἐδήλωσεν, cf. p. 303,10 8. 9 καὶ τὸ εἰδικόν D 10 τῆς Φυσικῆς] Β 1 p. 193a28. b6 12 γνωστὸν scripsi: γνωστικὸν libri 14 οὐσίας] fort, addendum -xat τοῦ οὗ ἕνεκα 15 τοῦ Aristoteles: τοῦτο libri IT τὸ ἐκκλίνειν—τρόπον (18) cm. D 19 ἐκ τῆς Φυσικῆς] B 3 p. 194b23 sqq. 20 ἔλεγον κτλ.] cf. p. 4,12 sqq. 21 ἀμελεῖτο D 24 ἄλλον δὲ—πόρρω (25) om. D 26 ὁ om. D ἐν τῷ λόγῳ Aristoteles: foit. legendum ἐν τῷ ὁρισμῷ 31 ἡ addidi Coranieiit. Arist. VI 2 Asclep. in Metaph. JU)
p. 1013b29 τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί.
Ἰστέον ὅτι τῶν αἰτίων τὰ μὲν ὑπάρχουσι καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν πόρρω τὰ δὲ προσεχῆ, καὶ ἁπλᾶ καὶ σύνθετα, καὶ δυνάμει καὶ ἐνεργείᾳ· ὥστε ἑξήκοντα τέσσαρας τρόπους γίνεσθαι. πολλαχῶς [*](f.213v) οὖν λέγεται καὶ αὐτῶν τῶν ὁμοειδῶν, προτέρως καὶ ὑστέρως, τουτέστι προσεχὲς καὶ πόρρω, ποιητικὸν αἴτιον καὶ ὑλικὸν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥσπερ ὑγιείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης πορρωτέρω, καὶ τοῦ διὰ πασῶν προσεχὲς τὸ διπλάσιον, πορρωτέρω δὲ ὁ ἀριθμός. ἔτι ὡς τὸ συμ- βεβηκὸς καὶ τὰ τούτων γένη, τουτέστι τὰ πόρρω, οἷον ἀνδριάντος ἄλλως ὁ Πολύκλειτος καὶ ἄλλως ὁ Πολύκλειτος ἀνδριαντοποιός, ἐπειδὴ συνέβη οὕτως καλεῖσθαι τὸν ἀνδριαντοποιόν· καὶ τὰ περιέχοντα τὸ συμ- βεβηκός, οἷον ὁ ἄνθρωπος αἴτιος ἀνδριάντος καὶ ὅλως τὸ ζῷον. καὶ ἐπὶ τῶν συμβεβηκότων δέ ἐστι τὸ προσεχὲς καὶ τὸ πόρρω, οἷον εἰ ὁ Πολύκλειτος καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοὐ ἀνδριάντος, ἀλλὰ μὴ μόνον Πολύκλειτος καὶ ἄνθρωπος. ἔτι δυνάμει καὶ ἐνεργείᾳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν αἰτιατῶν ὁ οἶκος αἴτιος τοὐ λέγεσθαι τὸν οἰκοδόμον ποιητικὸν αἴτιον. ὁμοίως δὲ καὶ συμπλεκόμενα καὶ ἁπλᾶ ὄντα τὰ αἴτια, οἷον Πολύκλειτος καὶ ἀνδριαντοποιὸς καὶ ὅλον τοῦτο Πολύκλειτος ἀνδριαντοποιός. * * * οὖν ὑπάρχει τὸ πλῆθος, λέγονται δὲ διχῶς· ἢ γὰρ ὡς τὸ καθ’ αὑτὸ καὶ τὸ γένος, τουτέστιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἢ ὡς τὸ γένος τοὐ συμβεβηκότος, τουτέστι τὸ [*](17 ἀγαθὸν] deest tale quid καὶ τοῦτο ἡ ὄντως ἀγαθὸν ἡ φαινόμενον ἀγαθόν 21 ἐναργείᾳ D 22 προτέρως καὶ ὑστέρως Arisfoteles: προτέρων καὶ ὑστέρων libii 24 ὡς περὶ D 35 ante οὖν duae vel tres litterae desiuit AD: ἅπαντά γε ταῦτ’ ἐστὶ τὸ μὲν πλῆθος ἐξ Arisfoteles 36 ὡς τὸ καθ’ ἕκαστον Aristoteles 36. 37 τουτέστιν—αὑτό corrupta sunt)
p. 1014a26 Στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος.
Καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ οὕτως ὡρίσατο τὸ στοιχεῖον. ἰστέον γὰρ ὅτι καὶ ὁ Ἐμπεδοκλῆς πρῶτα λέγων τὰ τέσσαρα στοιχεῖα τὰ [*](f.214r) πολυθρύλλητα προσηγόρευεν αὐτὰ στοιχεῖα. φησὶν οὖν ὅτι στοιχεῖόν ἐστιν ἐξ οὗ σύγκειται τὸ γιννόμενον πρώτου ἐνυπάρχοντος ἐν ᾧ γίνεται, ἀδιαιρέτου τῷ εἶδει εἰς ἕτερον εἶδος. τὸ γὰρ στοιχεῖον τῶν ἀδυνάτων διαιρεῖσθαι εἰς ἕτερον εἶδος, καὶ καλὴ ἡ πρόσθεσις αὕτη· κατὰ μεγέθη γὰρ δυνατὸν διαιρεῖσθαι, οἷον τὸν ἀέρα καὶ τὸ ὕδωρ διελεῖν εἰς διάφορα μεγέθη, οὐκέτι μὴν εἰς διάφορα εἴδη· τὸ <γὰρ> μέγεθος τοῦ ὕδατος ἔστ᾿ ἂν ᾖ ὕδωρ, οὐκ ἔστιν ἀὴρ ἀλλ᾿ ὕδωρ. ὁ μέντοι γε Δημόκριτος τὰ στοιχεῖα λέγων ἀμεγέθη καὶ τὰς ἀτόμους, ἀδιαίρετα αὐτὰ ὑπετίθετο οὐ μόνον κατ᾿ εἰδος. οἷον τῆς φωνῆς ὕλη ἐστὶ τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται ἡ φωνὴ καὶ εἰς ἃ διαιρεῖται ἔσχατα. λέγει δὲ τοὺς φθόγγους καὶ τὰς ἀπηχήσεις αὐτῶν· αἱ γὰρ συλλαβαὶ στοιχεῖα τῶν ὀνομάτων ὑπάρχουσι. τὰ οὖν στοιχεῖα τῶν φωνῶν οὐκέτι διαιροῦνται εἰς ἄλλας φωνὰς ἑτέρας τῷ εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῶν τᾶι τὰ μόρια, εἰς ὁμοειδῆ διαιροῦνται, οἷον τὸ μόριον τοῦ ὕδατος ὕδωρ ὑπάρχει, ἀλλ᾿ οὐ τῆς συλλαβῆς τὸ μόριόν ἐστιν ὕδωρ. ὁμοίως δὲ καὶ τῶν σωμάτων των στοιχεῖα λέγουσι φάσκοντες εἶναι, εἰς ἃ διαιρεῖται ἔσχατα τὰ σώματα, ἐκεῖνα δὲ τὰ στοιχεῖα οὐκέτι εἰς ἄλλα εἴδει διαφέροντα σώματα, εἴτε ἓν εἴτε καὶ πλείονα ὑποτίθεται τὰ στοιχεῖα. ὁμοίως δὲ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεται καὶ ὅλως τὰ τῶν ὰποδείξεων· αἱ γὰρ πρῶται ἀποδείξεις καὶ ἐν πλείοσιν ἀποδείξεσιν ἐνυπάρχουσαι, αὗται λέγονται στοιχεῖα τῶν ἀποδείξεων. συμβάλλονται ἐν τοῖς στερεοῖς τὰ ἐν τῷ δεκάτῳ βιβλίῳ, ἀλλὰ μᾶλλον τὰ ἐν τῇ ἀρχῇ, ἐπειδὴ πρὸς πᾶσαν γεωμετρίαν συμβάλλονται. ταῦτα οὖν στοιχεῖα καλεῖται τὰ ἐπὶ πάντα [*](f.214v) διήκοντα. [διὸ καὶ τὸ ζῷον μᾶλλόν ἐστι γένος τῆς διαφορᾶς, ἐπειδὴ ἐπὶ πλέον ζή [*](2 καθ᾿ ἕκαστον Aristoteles 3 ἢ εἰ scripsi: τῆ D: πη Α οὐδέ addidi 5 μένει repetit Α 9 ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ] c. 3 p. 302 a 15 sqq. 14 πρόσθεσις scripsi: πρόθεσις libii κατὰ μεγέθη scripsi: καὶ ἀμεγέθη libri 16 γὰρ addidi μέγεθος] fort. μέρος οὔτ᾿ ἄν D 17 αμεηέθη scripsi: τὰ μεγέθη libri 22 φωνὰς om. 1) 23 ὑπάρχει scripsi: πάσχει libri ἐστιν ὕδωρ] legendum ἐστι συλλαβή 26 εἴδει scripsi : εἴδη libri 28 αἱ Aristoteles: καὶ libri 29. 30 ἐνυπάρχουσαι Aristoteles: ἐνυπάρχουσιν libri 30 ante συμβάλλονται nonnulla videntur intercidisse 32 οὖν scripsi: οὐ libri καλεῖται scripsi: καλεῖσθαι libri 33 διὸ—ὄλογον (p. 308,1) delevi; pertinent ad ea quae infra p. 308,10 leguutur: ceterum v. 33 μᾶλλόν ἐστι στοιχεῖον legendum est)
p. 1014b16 Φύσις δὲ λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις.
εἰρηκὼς περὶ ἀρχῶν καὶ αἰτίων καὶ τῶν ἄλλων τῶν εἰρημένων ὑπ’ αὐτῶν, ἅτινα ἐν πάσαις ταῖς ἐπιστήμαις θεωροῦνται, ἐντεῦθεν λέγει ἡμῖν καὶ περὶ ἑτέρων τινῶν, περὶ ἃ πᾶσαι αἱ ἐπιστῆμαι καταγίνονται καὶ ταῦτα δὲ ὑπάρχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οἷον περὶ φύσεως. καί φησιν ὅτι λέγεται φύσις καὶ ἡ ἔκφυσις ἡ ὁδὸς αὐτὴ ἡ ἐπὶ τὸ τέλος ἀπάγουσα, τουτέστιν ἡ ὁδὸς αὐτὴ ἡ ἐπὶ τὸ εἶδος ἀπάγουσα, καθάπερ ἔλεγε καὶ ἐν τῇ Φυσικῇ. λέγεται δὲ φύσις καὶ αὐτὴ ἡ ὕλη· διὸ ἔλεγε καὶ ἐν τῇ Φυ- σικῇ περὶ τοῦ Ἀντιφῶντος περὶ τῆς κλίνης, εἰ λάβοι βλαστόν. πάλιν κυρίως λέγεται φύσις αὐτὸ τὸ εἶδος, εἴ γε πάντα τὰ πράγματα χαρακτηρίζονται κατὰ τὰ οἰκεῖα εἴδη· πάντα γὰρ κοινωνοῦσι κατὰ τὴν ὕλην, διαφέρει δὲ κατὰ τὸ εἶδος. πάλιν λέγεται φύσις καὶ τὸ ποιητικὸν αἴτιον, καὶ τοῦτο [*](f.215r) εἰκότως· εἰ γὰρ ἐδείξαμεν ὅτι μᾶλλον τὸ εἶδός ἐστιν ἡ φύσις, τὰ δὲ εἴδη γίνονται ἐκ τῶν ποιητικῶν αἰτίων ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος· τὰ γὰρ ποιοῦντα προσεχῆ αἴτια ὁμοειδῆ ὑπάρχουσι), φανερὸν ὅτι εὐλόγως ἄν λέγοιτο φύσις καὶ τὸ ποιητικὸν· αἴτιον. διὰ τοῦτο γὰρ καὶ ἐπὶ θεοῦ καὶ ἀγγέλου καὶ πασῶν τῶν τοιούτων δυνάμεων φερόμενον τὸ τῆς φύσεως ὄνομα, καθὸ εἴδη ἔχουσι. κατὰ δὲ τὸ εἶδος ἡ φύσις ἐχαρακτη- ρίζετο.
ταῦτα εἰρηκὼς περὶ τῆς φύσεως μετέρχεται ἐπὶ τὸν λόγον τοῦ ἀναγ- καίου λέγων ὅτι τῶν ·ἀναγκαίων τὰ μὲν ὑπάρχουσιν ὡς συναίτια τὰ δὲ ὡς τελικὰ τὰ δὲ ἐκ βίας. οἷον συναίτιόν ἐστιν ἀναγκαῖον τὸ ἀναπνεῖν· οὔτε γὰρ δυνατόν ἐστι ζῆν ἄνευ ἀναπνοῆς ἢ ἄνευ τροφῆς. τὸ μέντοι γε εἶδος οὐκ ἔστιν ἀναγκαῖον· οὔτε γὰρ ἔστιν εἰπεῖν ὅτι ἀναγκαῖον xtu ἀνθρώπῳ [*](3. 4 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. pr. Α 7 p. 29b1 sqq. 5 ᾖ] ὃν Aristoteles 11. 12 ἑκά- στου τὸ scripsi: τὸ καὶ τοῦτο libri 19 τέλος—ἐπὶ τὸ (20) om. D 20. 21 ἐν τῇ Φυσικῇ] Β 1 p. 193b12 22 περὶ τοῦ Ἀντιφῶντος] Phys. Β 1 p. 193a12 29 ἀλόγων D)
Ταῦτα εἰρηκὼς ἐφεξῆς λέγει περὶ τοῦ ἑνός, καί φησιν ὅτι ἓν λέγεται ἡ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς λέγεται· ἕνα μὲν τρόπον ὅταν ἓν συμβεβηκὸς κατηγορήσωμεν οὐσίας, ὅταν εἴπω ὁ Κορίσκος μουσικός· δεύτερον δὲ τρόπον, ὅταν συμβεβηκὸς κατὰ συμβεβηκότος κατηγορήσωμεν, οἷον ὁ δίκαιος μουσικός. τρίτος δὲ τρόπος, ὅταν δύο συμβεβηκότα οὐσίας κατηγορήσωμεν· ὁ Κορίσκος δίκαιος μουσι- κός. πάλιν τὰ καθ’ αὑτὰ τὰ μὲν λέγεται εἶναι συνεχῆ τὰ δὲ οὔ, καὶ τὰ μὲν φύσει ὑπάρχουσι συνεχῆ τὰ δὲ τέχνῃ. οἷον τέχνῃ μὲν ὑπάρχουσι συνεχῆ, οἷον φάκελος τῷ δεσμῷ καὶ τὰ ξύλα τῇ κόλλῃ, οἷον ὥσπερ ἡ ναῦς μία λέγεται εἶναι τῇ συνεχείᾳ καὶ ἡ θύρα. κυρίως δὲ ἓν λέγεται τῇ συνεχείᾳ ἐπὶ τῆς φύσεως, ὅταν μὴ δυνατὸν ᾖ κινεῖσθαι τὸ μέρος χωρὶς τοῦ ἑτέρου, οἷον ἡ κνήμη οὐ λέγεται συνεχὴς τῷ μηρῷ, ἐπεὶ δυνατόν [*](f.216r) [*](1 ζῴῳ] addendum, ut videtur, λογικῷ θνητῷ εἶναι, cf. v. 8. 9 5 θνητὸν delevi 6. 7 θνητὸν et 7 λογικὸν scripsi: θνητὸς et λογικὸς libri 11 ὑπάρχει scripsi: ὑπάρχειν libri 15 ὁ Πλωτῖνος] fort, respicit ad Enn. Ill 8, 10 p. 351, YI 9, 7 p. 765 23 φησὶ κἀκεῖνος] U. Z 85 25 οὔτε libri 26 αὐτὸ D 35 οἷον (ante ὥσπερ) om. D φάκελλος libri)
p. 1014b16 Φύσις δὲ λέγεται ἕνα μὲν τρόπον.
Καθ’ ἕνα μὲν τρόπον φύσις λέγεται ἡ γένεσις τῶν φυομένων, τουτέστιν ἡ ὁδὸς ἡ ἐπὶ γένεσιν, οἷον εἴ τις ἐπεκτείνας λέγοι τὸ ὒ στοιχεῖον φωνῆεν· εἰ μὲν γὰρ εἴποι τις ἔκφυσις, μακρόν ἐστι τὸ ὒ, εἰ δὲ φύσις, βραχύ. πάλιν κατ’ ἄλλον τρόπον λέγεται φύσις ἡ ὕλη, ἐξ οὗ γίνεται τὸ γινόμενον ἐνυπάρχοντος ἐν τῷ γίνεσθαι. ὁ μὲν γὰρ λέβης γίνεται ἐκ τοῦ χαλκοῦ καὶ ἐνυπάρχει ὁ χαλκὸς τῷ λέβητι. εἶτα λέγεται φύσις καὶ τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς ὑπάρχον ἐν ἑκάστῳ τῶν φύσει ὄντων, καθὸ αὐτὸ ὑπάρχει, ἐπειδὴ ὁμοειδές ἐστι τὸ ποιητικὸν αἴτιον τῷ γινομένῳ ἐξ αὐτοῦ (ἄνκνῆσαι [*](1 libri 4 οἱ om. D 11 μὴ om. D 15 laeunam indicayi: fort, addendum πάλιν οἱ χυμοὶ πάντες λέγονται ἕν, cf. Metaph. p. 1016 a 22 16 ἐν τοῖς Μετεώροις] Meteorol. Bop. 358b19 sqq. 21 ἐν τῇ Περὶ οὐρανοῦ] Α 2 p. 269a20 23 τοῦ ἑνὸς om. D 30 φυομένων Aristoteles : δύο μερῶν libri 36 φύσεως)
Ὅ λέγει τοῦτό ἐστιν ὅτι ταῦτα λέγεται φύεσθαι πρὸς ἄλληλα καὶ συμφύσθαι, τὰ μεταδιδόντα ἀλλήλοις ζωῆς τινος. οὕτω γὰρ λέγεται τὸ βρέφος συμφύεσθαι τῇ μητρί, εἴ γε τρέφεται ἐκ τῆς μητρός, ὁμοίως δὲ καὶ τὸ φυτὸν ἐκ τῆς γῆς· καὶ αὐξάνονται δέ. τοῦτο οὖν φησιν ὅτι φύεσθαι δὲ λέγονται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ·ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὥσπερ τὰ ἔμβρυα. ἡ δὲ σύμφυσις διαφέρει τῆς ἁφῆς. ἐπὶ μὲν γὰρ τῆς ἁφῆς οὐδέν ἐστιν ἕτερον παρὰ τὴν ἁφήν· ἐν δὲ τοῖς συμπεφυκόσιν ἐστὶν ἓν τὸ αὐτὸ ἐν ἀμφοῖν, ὅπερ ποιεῖ ἀντὶ τοῦ ἅπτεσθαι συμπεφυκέναι καὶ ἓν εἶναι, αὐτὴ ἡ κοινὴ ζωή. ἕν οὖν ὑπάρχει κατὰ τὸ συνεχὲς καὶ τὸ ποσόν, ἀλλὰ μὴ κατὰ τὸ ποιόν· διάφορα γὰρ τὰ εἴδη ὑπάρχει· ἄλλο [*](f.217r) γὰρ εἶδος φυτοῦ καὶ ἄλλο γῆς. εἶτά φησι πάλιν περὶ τοῦ ὑλικοῦ αἰτίου τοῦ πορρωτέρω· ἀνωτέρω γὰρ τὸ προσεχὲς ὑλικὸν αἴτιον ἔλεγε. φησὶν οὖν ὅτι φύσις λέγεται ἐξ οὗ πρώτου γίνεται τὰ φυσικὰ πράγματα, ἀρρυθμίστου οὔσης τῆς πρώτης ὕλης, φημὶ δὲ ἀνειδέου καὶ ἀμεταβλήτου ἐκ τῆς δυνάμεως τῆς αὑτοῦ· οἷον ἀνδριάντος καὶ τῶν χαλκῶν σκευῶν ἡ φύσις ὁ χαλκός ἐστιν ὡς ὑλικὸν αἴτιον ἡ φύσις, τῶν δὲ ξυλίνων ξύλον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐκ τούτων γάρ ἐστι τῶν ἄλλων ἕκαστον διασωζομένης τῆς πρώτης ὕλης, εἴγε ὑπόκειται. διὰ ταῦτα γὰρ καὶ τὰ στοιχεῖα φύσιν προσηγόρευσαν οἱ λέγοντες αὐτὰ εἶναι ὑλικὰ αἴτια, οἱ μὲν πῦρ οἱ δὲ γῆν οἱ δὲ ἀέρα οἱ δὲ ὕδωρ, οἱ δὲ τὸ μεταξύ, οἱ δ’ ἔνια τούτων πῦρ καὶ γῆν. οἱ δὲ πάντα ὥσπερ Ἐμπεδοκλῆς.
p. 1014b35 Ἔτι δὲ ἄλλον τρόπον λέγεται ἡ φύσις ἡ τῶν ὄντων φύσει οὐσία.
Ὁ Ἀλέξανδρος οἴεται περὶ τοῦ συνθέτου λέγειν αὐτὸν ἐνταῦθα· ὅσον δὲ ἐκ τῶν λεγομένων ὑπ’ αὐτοῦ, περὶ τοῦ εἴδους λέγει. τί γάρ ; φησὶν ὅτι κατ’ ἄλλον τρόπον λέγεται φύσις ἡ οὐσία, τουτέστι τὸ εἶδος· τὸ γὰρ ἑκάστου εἶδος οὐσία αὐτοῦ ἐστιν. οἶον οἰ λέγοντες τὴν φύσιν εἶναι τὴν πρώτην σύνθεσιν, ὥσπερ καὶ ὁ Ἐμπεδοκλῆς· τὸ γὰρ εἶδος ἔλεγεν ἐπιγίνεσθαι ἐκ τῆς τῶν στοιχείων μίξεως, καὶ ἔλεγεν ὅτι ‘φύσις δὲ ἐπὶ τούτοις τοῖς στοιχείοις ὀνομάζεται τοῖς ἀνθρώποις.’ ὁ δ’ Ἀριστοτέλης ἀνατρέπει τὴν δόξαν ταύτην φάσκων οὕτως διὸ καὶ ὅσα φύσει ἐστίν ἢ γίνεται, [*](1 λέγει] fort, addendum ἀρχὴν κινητικήν o Φύεσθαι] lemma in libris non di- stinguitiir 1.5 ἀνωτέρω om. D 27. ὁ Ἀλέξανδρος] p. 318,7 Bz. 30 οἷον om. D 32 τῆς om. D 32. 33 φύσις δὲ κτλ.] Empedocl. fragm. v. 101 Mullach: μύσις δ’ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν)
p. lOlynT) Φύσει μὲν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστί.
Μεμαθήκαμεν καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι φύσις μὲν λέγεται [*](f.217v) ὑπ’ αὐτοῦ τὸ εἶδος, φύσει δὲ· τὸ σύνθετον· διό φησι φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν. φησὶν οὖν ὅτι ἔστι φύσις καὶ ἡ πρώτη ὕλη, καὶ αὕτη διχῶς, ἢ ἡ πορρώτερον ἡ ἡ προσεχής πορρωτέρω μὲν τὸ ὕδωρ, εἰ τύχοι, προσεχὴς δὲ ὁ χαλκός), καὶ τὸ εἶδος καὶ ἡ οὐσία φύσις ἐστί. τοῦτο δέ ἐστι τὸ τέλος τῆς γενέσεως· τούτου γὰρ βούλεται τυχεῖν ἡ φύσις, τοῦ ποιῆσαι τέλειον ζῷον οἷον τὸ γεννῶν. ἐντεῦθεν γὰρ μεταφορικῶς καὶ πάσα οὐσία φύσις λέγεται διὰ ταῦτα, ἐπειδὴ ἡ οὐσία καὶ τὸ εἶδος φύσις τίς ἐστιν. ἐκ γοῦν τῶν λεχθέντων συνάγεται ὅτι ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς, καθὸ αὐτὰ ὑπάρχουσιν. ἡ γὰρ ὕλη κατὰ τοῦτο λέγεται φύσις, καθὸ δεκτική ἐστι τοὐ εἴδους, ὅπερ εἶδος κυρίως φύσις ὑπάρχει. ὁμοίως δὲ καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ τέλος ἄγουσα φύσις ὑπάρχει. ἐνυπάρχουσά πως ἡ δυνάμει ἢ ἐντελεχείᾳ, δυνάμει μὲν τὸ ὑλικὸν αἴτιον, ἐντελεχείᾳ δὲ τὸ ποιητικόν.
p. 1015a20 Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν.
ἐντεῦθεν περὶ τοῦ ἀναγκαίου ἡμῖν διαλέγεται πληρώσας τὸν περὶ τῆς φύσεως λόγον, καί φησιν ὅτι ἀναγκαῖόν ἐστιν, οὗ ἄνευ ζῆν ἡμᾶς μὴ ἐνδέ- χεται, ὥσπερ τὸ ἀναπνεῖν καὶ ἡ τροφή· δυνατὸν γὰρ ζῆν ἡμᾶς οὔτε μὴ ἀναπνέοντας οὔτε μὴ τρεφομένους. καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται εἶναι ἢ γενέσθαι, ἢ τὸ κακὸν ἀποβαλεῖν ἢ στερηθῆναι, οἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον διὰ τὴν ὑγείαν, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν διὰ τὸ χρηματίσασθαι. πάλιν ἀναγκαῖον λέγεται τὸ βίαιον καὶ ἡ βία· τοῦτο δέ ἐστι τὸ ἀναγκάζεσθαί τι παρὰ τὴν ὁρμὴν ποιεῖν καὶ τὴν προαίρεσιν. τὸ γὰρ βίαιον ἀναγκαῖον λέγει· διὸ καὶ λυπηρὸν τὸ βίαιον, ὥσπερ ἔλεγεν Εὔηνος ὁ σοφιστὴς ‘πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα λυπηρὸν ὑπάρχει’. [*](f.218r) καὶ ἡ βία ἀνάγκη ἐστίν, ὥσπερ καὶ Σοφοκλῆς ἔλεγεν ὅτι ‘βία με ἀναγκάζει ταῦτα ποιεῖν.’ καὶ δοκεῖ ἡ βία ἀμετάπειστος εἶναι, ἐπειδὴ ἐναντία ἐστὶ τῇ [*](1 ἤδη ὑπάρχοντος ἐξ οὗ πέφυκε γίγνεσθαι ἢ εἶναι Aristoteles 3 τὴν τούτων D 4 conicio οὐ τὸ περατοῦν ἀλλὰ <τὸ φυσικόν, οἷον ἡ ἀνθρώπου φύσις κατὰ> τὸ ζῷον λογικὸν θνητόν: οὐ τὸ περίθετόν [cf. Porphyr. in cat. p. 55,23], ἀλλὰ τὸ <οἷον> ζ. λ. θ’. Diels: cf. p. 319,18 sqq. 6 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 1 p. 193b2 sqq. sqq. 17 δεικτική libri 18 ὁμοίως — ὑπάρχει (19) om. D 29 καὶ τὴν om. D 31 ἀνιαρὸν ἔφυ Aristoteles 32 Σοφοκλῆς] El. 256 ἀλλ’ ἡ βία γὰρ ταῦτ’ ἀναγκάζει με δρᾶν)
p. 1015b6 Ἔτι ἡ ἀπόδειξις τῶν ἀναγκαίων.
Καὶ ἐπὶ τῆς ἀποδείξεως τῆς ἀναγκαίας οὐκέτι ἐνδέχεται ἄλλως ἔχειν, <οῖον> τὴν σεληνιακὴν ἔκλειψιν, εἰ ἀποδέδεικται ἀπλῶς· τούτου δὲ αἴτια τὰ πρῶτα, τουτέστιν προτάσεις, εἰ ἀδύνατον ἄλλως ἔχειν ἐξ ὧν ὁ συλλογισμός. τῶν μὲν δὴ συμπερασμάτων ἕτερόν ἐστιν αἴτιον, τουτέστιν αἱ προτάσεις, τῷ εἶναι αὐτὰς ἀναγκαίας, τῶν δὲ προτάσεων οὐδέν ἐστιν ἕτερον αἴτιον, ἀλλὰ διὰ ταῦτα τὰ ἄλλα. ὥστε τὸ πρῶτον καὶ κυρίως ἀναγκαῖον τὸ ἁπλοῦν ἐστι, καθάπερ εἰρήκαμεν· τοῦτο γὰρ οὐκ ἐνδέχεται πλεοναχῶς ἔχειν, ὥστε οὐδὲ ἄλλως καὶ ἄλλως· εἰ γὰρ ἔχει ἄλλως καὶ ἄλλως, οὐκέτι λέγεται [*](f.218v) ἀπλοῦν. ὥστε ἐπειδὴ ἁπλᾶ ἐστι καὶ ἀίδια καὶ ἀκίνητα, οὐδέν ἐστιν ἐν ἐκείνοις βίαιον οὐδὲ παρὰ φύσιν, εἴ γε ἄφραστος ἁπλότης θεωρεῖται ἐν αὐτοῖς. πῶς δὲ τὸ βίαιον καὶ ποικίλον θεωρηθείη ἄν ἐν τῷ ἁπλῷ;
p. 1015b16 Ἕν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθ’ αὑτό.
Πληρώσας τὸν περὶ τοῦ ἀναγκαίου λόγον ἐντεῦθεν λέγει περὶ τοῦ ἑνός, καί φησιν ὅτι τὸ ἓν ἢ κατὰ συμβεβηκὸς λέγεται ἢ καθ’ αὑτό· κατὰ συμ- βεβηκὸς μὲν οἷον Κορίσκος καὶ τὸ μουσικὸν ὅν ἐστι, καὶ οὐδὲν διαφέρει τὸ εἰπεῖν ὅτι τῷ Κορίσκῳ συμβέβηκε τὸ μουσικὸν καὶ τὸ ὁ Κορίσκος μουσικὸς καὶ τὸ μουσικὸς Κορίσκος· καὶ τὸ δεύτερον τὸ δίκαιον καὶ τὸ μουσικόν, τρίτον * * * καὶ δίκαιος Κορίσκος. ταῦτα γὰρ ἓν πάντα λέγονται, κατὰ συμβεβηκὸς μέντοι γε, τὸ μὲν δίκαιον καὶ μουσικόν, ἐπειδὴ μιᾷ οὐσίᾳ συμ- βέβηκε τῷ Κορίσκῳ, τὸ δὲ μουσικὸν καὶ Κορίσκος, ὅτι θάτερον τῶν μο- ρίων θατέρῳ συμβέβηκε κατὰ φύσιν ἡ παρὰ φύσιν. ὁμοίως δὲ τρόπον τινὰ καὶ ὁ μουσικὸς Κορίσκος τῷ Κορίσκῳ ἕν καλῶς δὲ προσέθηκε τρόπον [*](4 τό τε γὰρ βίαιον ἀναγκαῖον Aristoteles 11 exspectes τὸ ἀναπνεῖν πρὸς τὸ ζῆν καὶ TO φάρμακον πρὸς τὴν ὑγίειαν 14 οἷον addidi 16 ὁ om. D 22 ἀπλοῦν scripsi: aTiXw; libri 24 ἁπλῶς D 30 τὸ μουσικόν scripsi: ὁ μουσικός libri 31 addendum μουσικός 34 ἡ scripsi: καὶ libri 35 καὶ om. D)
p. 1016b6 Td μὲν οὖν πλεῖστα ἓν λέγεται τῷ ἕτερόν τιὴ ποιεῖν ἢ πάσχειν.
Τὰ πλεῖστα ἓν λέγονται τῷ ἕτερόν τι ποιεῖν ἢ πάσχειν οὕτως γάρ f.220r φαμεν τὴν πάπυρον καὶ τὴν δρῦν καὶ τὴν δάφνην ἕν τι εἶναι, ἐπειδὴ ἅμα πάντα ἓν πῦρ ποιοῦσιν καὶ ὁμοίως καίουσι, καὶ ὁμοίως ἔχουσι τόδε τὸ πρᾶγμα), ἢ διὰ τὸ ὁμοίως πάσχειν ἢ πρός τι εἶναι τὰ δὲ πρώτως λεγόμενα ἕν ὧν ἡ οὐσία μία. μία δὲ ἢ συνεχείᾳ ἢ εἴδει ἢ λόγῳ· λόγῳ· καὶ γὰρ ταῦτα ἀριθμοῦνται ὡς πλείονα, ἢ τὰ μὴ συνεχῆ, ἢ ὧν μὴ ἓν τὸ εἶδος, ἢ ὦν ὁ λόγος μὴ εἶς.
p. 1016b11 ἐπεὶ δὲ ἔστι μὲν ὡς ὁτιοῦν ἓν συνεχείᾳ φαμὲν εἶναι.
Ὁ Ἀλέξανδρός φησι θέλειν τὸ ‘ἔτι δέ’, ἐπειδὴ οὐδαμοῦ ἀνταποδίδωσιν ὑποκατιών. δύναται δὲ εἶναι] ἀνταπόδοσις τὸ ἀρχὴ εἶναι, ‘ἐπειδὴ ἔστιν, ἀρχὴ ’ ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ πολλάκις φαμὲν ἓν εἶναι, ἂν ᾖ ποσὸν καὶ συνεχές, ἔστι δὲ ὅτε οὐ λέγομεν, ἐὰν μή τι ὅλον ὑπάρχῃ, τοῦτο δὲ ἄν μὴ τὸ εἶδος ἓν ἔχῃ, οἷον οὐκ ἄν εἴποιμεν ἓν εἶναι τὸ [*](7 τὰ Aristoteles: τῶν libri 11 μέντοι προσφορικός D 15 νοεῖ τὴν] νοητὴν D 19 λέγεται] fort. ἓν λέγεται 25 ἔχουσι] fort. πάσχουσι 26 πάσχειν] fort. ἔχειν 30 ἐπειδὴ D 31 ὁ Ἀλέξανδρός φησι] p. 328,3 srjq. Bz. 32 εἶναι delevi 33 πολλάκις — ἔστι δὲ (34) om. D)
p. 1016b31 ἔτι δὲ τὰ μὲν κατ’ ἀριθμόν ἐστιν ἕν.
Πάλιν τὰ αὐτὰ ἀναλαμβάνει καί φησιν ὅτι τὰ μὲν ἓν λέγονται τῷ ἀριθμῷ, [*](f.220v) τὰ δὲ κατ’ εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατὰ ἀναλογίαν. καὶ ἀριθμῷ μὲν ἕν λέγεται εἶναι ὧν ἡ ὕλη μία, εἴδει δὲ ὧν ο λόγος εἷς ὑπάρχει, γένει δὲ ὧν τὸ αὐτὸ σχῆμα τῶν κατηγοριῶν (κοινῶς γὰρ κατηγορεῖται ἵππου καὶ ἀνθρώπου τὸ ζῷον, ὡς ἓν ταῦτα ὑπάρχει τῷ γένει), κατὰ ἀναλογίαν δὲ ὡς τρόπις πλοίου, οὕτως ζῴου καρδία ἀρχὴ ὑπάρχει. ἀεὶ δὲ τὰ ὕστερα τοῖς ἔμπροσθεν ἀκολουθεῖ, οἷον ὅσα ἀριθμῷ ἓν ὑπάρχει, καὶ εἴδει εἰσὶν ἕν · ὅσα δὲ εἴδει εἰσίν, οὐ πάντα ἀριθμῷ ἕν. ἀλλὰ γένει ἕν, ὅσαπερ καὶ εἴδει· οὐχ ὅσα δὲ γένει, πάντως καὶ εἴδει· ὁ γὰρ ἄνθρωπος καὶ ὁ ἵππος ἓν λέγεται τῷ γένει, εἴδει δὲ οὐχ ὑπάρχουσιν ἕν. ὅσα δὲ ἓν ἀναλογίᾳ, οὐ πάντα γένει· ἓν γάρ ἐστι κατ’ ἀναλογίαν τρόπις καὶ καρδία, οὐκ ἤδη δὲ καὶ γένει ἓν ὑπάρχουσι. φανερὸν οὖν ὅτι πολλὰ ἀντίκειται τῷ ἑνί. ὁσαχῶς οὖν τὸ ἕν, τοσαυταχῶς καὶ τὰ πολλὰ λεχθήσεται· τὰ μὲν γὰρ τῷ μὴ συνεχῆ εἶναι, τὰ δὲ τῷ διαιρετὴν ἔχειν τὴν ὕλην κατὰ τὸ εἶδος ἢ τὴν πρώτην ἢ τὴν πόρρω, τάδε τῷ ἔχειν λόγους πλείους ἀντὶ τοῦ ἑνός.
p. 1017a7 Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὐτὸ.
εἰπὼν περὶ τοῦ ἑνὸς ὅτι λέγεται κατὰ συμβεβηκὸς καὶ καθ’ αὑτό, καὶ κατὰ συμβεβηκὸς μὲν τριχῶς, ἢ ὅταν τὸ συμβεβηκὸς κατηγορῆται τοῦ ὑποκειμένου, ἢ ὅταν συμβεβηκὸς συμβεβηκότος, ἢ ὅταν παρὰ φύσιν γίνηται ἡ κατηγορία τῆς οὐσίας κατηγορουμένης τοῦ συμβεβηκότος, ἐντεῦθέν φησι καὶ περὶ τοῦ ὄντος, καὶ λέγει ὅτι καὶ τὸ ὂν λέγεται καθ’ αὑτὸ ἢ κατὰ [*](11 ἡ μονὰς ὑπάρχει] τὸ μὲν πάντῃ καὶ ἄθετον λέγεται ἡ μονὰς Aristoteles 12 πάν καὶ θέσιν ἔχον Aristoteles 15 πάλιν] πάντα D 33 κατηγορῆται—συμβεβηκός (34) om. D)
Εῖτα οὕτω περὶ τοῦ ὄντος διαλεχθεὶς ἐφεξῆς διαλέγεται ἡμῖν καὶ περὶ τῆς οὐσίας, καί φησιν ὅτι τετραχῇ λέγεται ἡ οὐσία, οἷον πάντα τὰ ἁπλᾶ σώματα, οἷον πῦρ ὕδωρ γῆ ἀὴρ καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαίμονες· ὥστε καὶ τοῖς δαίμοσι σῶμα ἀφορίζει ὁ Ἀριστοτέλης. πάλιν λέ- γεται οὐσία τὸ αἴτιον τοῦ ὑπάρχειν τὰ σώματα, εἴτε φύσις τοῦτο εἴη εἴτε ψυχὴ τὸ πρῶτον συνεκτικὸν τῶν σωμάτων εἴτε ἕτερόν τι. πάλιν λέγεται οὐσία τὸ κατὰ τὸ εἶδος καὶ τὴν μορφήν. οὐ γὰρ δυνατὸν εἶναι ἄνευ ἐπιπέδου σῶμα, τουτέστι ἐπιφανείας, ἤγουν ἄνευ γραμμῆς. πάλιν λέγεται εἶναι οὐσία ὁ ἑκάστου ὁρισμός. τὰ δὲ τέσσαρα σημαινόμενα εἰς δύο ἀνα- φέρονται, εἴς τε τὸ ὑποκείμενον καὶ εἰς τὸ εἶδος, ὅπερ ἐστὶ χωριστὸν ἢ τῇ ἐπινοίᾳ, ὡς τὸ ἐπίπεδον, ἢ κατ’ ἐνέργειαν, ὡς ἡ ψυχή.
[*](f.221v)Πάλιν λέγει ἡμῖν καὶ περὶ τοῦ ταὐτοῦ ὅτι τὸ ταὐτὸν ἢ κατὰ συμβεβηκὸς ὑπάρχει ἢ καθ’ αὑτό, καὶ ὁσαχῶς λέγεται τὸ ἓν καὶ τὸ ὄν, τοσαυ- ταχῶς καὶ τὸ ταὐτόν. ἐφεξῆς λέγει ἡμῖν καὶ περὶ τῶν ἑτέρων ὅτι τὰ ἕτερα πάντῃ διεστήκασιν ἀλλήλων, ὥσπερ λίθος καὶ ἄνθρωπος. ἐπὶ τούτων δὲ οὐ πάντων ἑτερότης θεωρεῖται, ἀλλ’ ἔχουσί τι καὶ κοινόν, ὥσπερ ἵππος καὶ ἄνθρωπος· κοινωνοῦσι γὰρ κατὰ τὸ ζῷον. ἐπὶ τούτοις λέγει ἡμῖν καὶ περὶ ὁμοίων καὶ ἀνομοίων καὶ ἀντικειμένων· τὴν δὲ λεπτουργίαν τὴν περὶ τούτων ἐν τῷ ῥητῷ λέξομεν.
p. 1017a7 Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ
Τὸ ὂν λέγεται καὶ κατὰ συμβεβηκὸς καὶ καθ’ αὑτό, κατὰ συμβεβηκὸς μέν, οἷον τὸ δίκαιον μουσικὸν εἶναί φαμεν ἰδοὺ ἐνταῦθα συμβεαἱ [*](6. 7 δὲ κατηγορίαι D 34 τούτων D 36 ἐπὶ D λέγομεν D)
p. 1017a22 Καθ’ αὑτὸ δὲ εἶναι λέγεται.
εἴπων περὶ τοῦ συμβεβηκότος τοὺ ἐπὶ τοῦ ὄντος, ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ καθ’ καί φησιν ὅτι καθ’ αὑτὸ εἶναι λέγεται ὅσαπερ ση- μαίνει τὸ σχῆμα τῆς κατηγορίας· ὁσαχῶς γὰρ λέγονται αἱ κατηγορίαι, τοσαυταχῶς τὸ ὂν ὑπάρχει. ἐπεὶ οὖν τῶν κατηγοριῶν ἡ μέν ἐστιν οὐσία καὶ σημαίνει οὐσίαν, ἡ δὲ ποσόν, ποιόν, πρός τι, ποιεῖν, πάσχειν, ποῦ, ποτέ, ἑκάστῃ τούτων τῶν κατηγοριῶν τὸ εἶναι τὸ αὐτὸ δηλοῖ, εἴ γε πᾶσαι αἱ κατηγορίαι ὄντα ὑπάρχουσιν. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι οὐ πάντα ὄντα ἐστί, φησὶν ὅτι οὐδὲν γὰρ διαφέρει τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἢ τὸ ἄνθρωπος ὑγιαίνει, ἢ τὸ ἄνθρωπος βαδίζων ἐστὶν ἢ βαδίζει· ὥστε ὄντα πάντα ὑπάρχουσιν. ἔτι τὸ † ὂν ὅπερ δηλοῖ, τοῦτό ἐστιν ἀληθὲς ὑπάρχει, τὸ δὲ μὴ εἶναι ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος. ὁμοίως ἐπὶ καταφάσεως καὶ ἀποφάσεως, οἷον ὅτι ἔστι Σωκράτης μουσικὸς ἀληθὲς τοῦτο διό φησι καὶ ὄν ἐστι), τὸ δὲ λέγειν ὅτι οὐκ ἔστιν ἡ διάμετρος ἀσύμμετρος ψεῦδος. ἐπὶ τούτοις σημαίνει τὸ ὂν τὸ μὲν δυνάμει τὸ δὲ εντελεχείᾳ· ἔνια γὰρ τῶν ἀντιγράφων τὸ δυνάμει ἔχουσιν, ἄλλα δὲ τὸ ῥητόν, ὥσπερ καὶ· τὰ ἐνταῦθα. τὸ αὐτὸ δὲ δηλοῖ· ῥητὸν γάρ ἐστι τὸ δυνάμενον λέγεσθαι. ὁρᾶν γὰρ λέγομεν καὶ τὸ σκυλάκιον τὸ δυνάμενον ὁρᾶν καὶ τὸν ἤδη κατ’ ἐνέρ- γειαν ὁρῶντα· ὁμοίως δὲ καὶ <ἐπίστασθαι> τὸν δυνάμενον χρῆσθαι τῇ ἐπι- στήμῃ καὶ τὸν χρώμενον κατὰ τὸ δεύτερον ἐνεργείᾳ, καὶ τὸ ἠρεμοῦν κατὰ [*](13 οὕτω Aristoteles: οὐ τὸ libri τὰ σχήματα Aristoteles γὰρ Aristoteles: 51 libri 23 προσέτι D 28 ἔτι—ὑπάρχει (29)] ἔτι τὸ εἷναι σημαίνει καὶ τὸ ἔστιν oTt ἀληθές Aristoteles, eademque legisse Asclepiiim vel ex iis quae proxime sequmitnr conicias 36 ἐπίστασθαι ex Aristotele addidi)
p. 1017b10 οὐσία λέγεται τά τε ἁπλᾶ σώματα.
Πολλαχῶς λέγεται ἡ οὐσία. λέγεται γὰρ οὐσία καὶ τὰ ἀπλᾶ σώματα, οἶον γῆ πῦρ καὶ ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαιμόνια καὶ τὰ μόρια τούτων· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι ὑπάρχουσιν. ἅπαντα δὲ ταῦτα λέγονται οὐσίαι, ἐπειδὴ οὐ καθ’ ὑπο- κειμένου λέγονται, καθάπερ εἴρηται ἡμῖν ἐν Κατηγορίαις, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα ὡς αὐθυποστάτων· τοιοῦτον δὲ ἡ οὐσία ὑπάρχει. ἄλλον δὲ τρόπον λέγεται οὐσία ὅπερ αἴτιόν ἐστι τῆς τῶν σωμάτων συστάσεως τε καὶ ὑποστάσεως, ἐν αὐτοῖς ὑπάρχον, ὅσα μὴ καθ’ ὑποκειμένου λέγεται, ὥσπερ τὸ εἶδος, οἷον αἱ ψυχαὶ τῶν ζῴων· αὗται γὰρ ζῳοποιοῦσι καὶ συνιστῶσι τὰ σώματα. πάλιν τρίτον λέγεται οὐσία τὰ μόρια τὰ ἐνυπάρχοντα ἐν τοῖς σώμασι καὶ ὁρίζοντα αὐτά λέγει δὲ τὸ εἶδος τὸ κατὰ τὴν μορφὴν τὸ † περὶ θεόν), ὧν ἀναιρουμένων ἀναιρεῖραι τὸ ὅλον. εἰ γάρ τις ἀνέλοι τὸ έπιπεδον, ἀναιρεῖται καὶ τὸ σῶμα, ἤγουν τὴν γραμμήν· οὐ γὰρ δυνατὸν εἶναι σῶμα ἄνευ ἐπιφανείας ἢ γραμμῆς, ὥσπερ καὶ τοῖς Πυθαγορείοις δοκεῖ εἶναι τοιοῦτος τρόπος, ὡς ἡμεῖς μεμαθήκαμεν. οὗτοι γὰρ τοὺς ἀριθμοὺς οὐσίας ὑπετίθεντο ὡς μετρητικούς, φασί, τῶν σωμάτων. τέταρτον σημαινόμενον τῆς οὐσίας· ὁ ὁρισμὸς ἑκάστου, οἷον τὸ ζῷον λογικὸν θνητόν. οἱ τοίνυν τέσσαρες τρόποι, καθ’ οὓς λέγεται ἡ οὐσία, εἰς δύο συνάγονται· διό φησι συμβαίνει δὲ κατὰ δύο τρόπους τὴν οὐσίαν λέγεσθαι, τό τε ὑποκείμενον ἔσχατον, ὅ μηκέτι κατ’ ἄλλου λέγεται * * εἶὸος, ὅπερ f.223r ἐστὶ χωριστὸν κατ’ ἐνέργειαν, ὥσπερ ἡ λογικὴ ψυχή, ἢ κατ’ ἐπίνοιαν, ὥσπερ ἡ φύσις. ἢ μᾶλλον λέγει περὶ τοῦ κατὰ μορφὴν εἴδους.
p. 1017b27 Ταὐτὰ δὲ λέγεται τὰ μὲν κατὰ συμβεβηκός.
Πληρώσας τὸν περὶ τῆς οὐσίας λόγον, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν ταὐτῶν ποῖα ὑπάρχουσι, καί φησιν ὅτι ταὐτὰ λέγονται τὰ μὲν κατὰ συμβεβηκός, οἷον τὸ λευκὸν καὶ τὸ μουσικὸν ταὐτὰ λέγονται, ἐπειδὴ ἑνὶ καὶ τῷ αὐτῷ πράγματι συμβεβήκασι, τουτέστι τῷ Σωκράτει ἢ ἄλλῳ τινὶ τοιούτῳ. πάλιν ταὐτὰ λέγονται καὶ ἄνθρωπος καὶ μουσικός, ἐπειδὴ θάτερον θατέρῳ [*](6 ἐν τῷ Θ κτλ.] c. 7 12 ἐν Κατηγορίαις] 5 p. 2a11 13 ἀνθυποστάτων libri 18. 19 περὶ θεόν] fort. περατοῦν: περίθετόν Diels: of. p. 312,4 20 καὶ om. D 25 καθ’. ohi sciipsi: καθὼς libri 27 lacuBam iudicavi: addeiiduin καὶ ὃ ἂν τόδε τι καὶ χωριστὸν ᾖ· τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ)
p. 1018a9 Ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη.
Πληρώσας τὸν περὶ ταὐτοῦ λόγον ἐνταῦθα βούλεται διδάξαι πῶς λέ- γονται τὰ ἕτερα, καί φησιν ὅτι τὰ πάντῃ διεστηκότα ἀλλήλων ἕτερα ὑπάρχουσιν, ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη ἢ ὁ λύγος τῆς οὐσίας, οἶον ὥσπερ ἐπὶ ξυλίνου σκεύους καὶ χρυσοῦ, ἵνα τὸ μὲν ὑποθώμεθα εἶναι λέβητα, τὸ δὲ ἀβάκιον· τοῦ μὲν γάρ ἐστιν ἡ ὕλη χρυσὸς τοῦ δὲ ξύλον, καὶ τοῦ μὲν εἶδος λέβης τοῦ δὲ ἀβάκιον. ἐπὶ τούτοις δὲ ἄλλος ὁρισμὸς λέβητος καὶ ἄλλος ἀβακίου ὑπάρχει. φησὶν οὖν ὅτι ἀντικειμένως λέγεται τῷ ταὐτῷ τὸ ἕτερον. ἐκ γοῦν τῆς κοινωνίας τῆς ταὐτότητος ἔστιν ἡμᾶς ἑλεῖν τὴν ἑτερότητα.
[*](1 φύσει scripsi: : φησὶ libii 2 τῷ addidi 3 ἡμῶν scripsi: ἡμῖν libri 5 τούτῳ] sic etiam Metaph. p. 1017b31 unus liber: τοῦτο cum plerisque recte Bekk. 6 ἐκείνῳ scripsi: ἐκείνων libri 8 μουσικὸς scripsi: μουσικὸν libri καὶ τῷ addidi 12 κα- λῶς] ἀπλῶς Aristoteles 16 ὧν om. D 19 μὴ ἄλλο scripsi: τ’ ἄλλο liljri 25 αὑτῶ ex Aristotele addidi)p. 1018a12 Διάφορα δὲ λέγεται ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα.
Μετὰ τὸ εἰπεῖν περὶ ἑτερότητος ἐντεῦθεν βούλεται ἡμῖν εἰπεῖν περὶ διαφορᾶς, καί φησιν ὅτι οὐ κατὰ πάντα διεστήκασιν ἀλλήλων τὰ διάφορα τοῦτο γὰρ ἐπὶ τῶν ἑτέρων θεωρεῖται), ἀλλ’ ἔχουσί τινα καὶ κοινωνίαν πρὸς ἄλληλα. διό φησι διάφορα λέγεται ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, τουτέστι κατά τι κοινωνοῦντα, μὴ μόνον ἀριθμῷ, ἀντὶ τοὐ κἄν μὴ μόνον ἀριθμῷ, ὥσπερ ὁ Ἀλέξανδρος καὶ ὁ Πάρις· ταῦτα γὰρ δοκοῦσι † πολλὴν ἔχειν κοινωνίαν ὀνόματι, καὶ ἐν τούτοις ἔστι τις διαφορὰ κατ’ αὐτὸ τὸ ὄνομα. ὁμοίως δὲ λέγεται διάφορα καὶ τὰ εἴδει ἢ γένει ἢ ἀναλογία, οἷον ὁ ἵππος διαφέρει ἀνθρώπου κατ’ εἶδος, καὶ ἔχει τινὰ κοινωνίαν πρὸς αὐτὸν κατὰ τὸ ζῷον. πάλιν διαφέρει ὁ ἄνθρωπος τοῦ f.224r τοῦ κατὰ γένος καὶ ἔχει κοινωνίαν κατὰ τὸ ἔμψυχον. ὁμοίως ἡ ναῦς τοῦ ζῴου διαφέρει καὶ ἔχει κοινωνίαν κατὰ ἀναλογίαν· ὡς γὰρ ἐπὶ τῆς νεώς ἐστι τρόπις, οὕτως ἐπὶ τοῦ ζῴου καρδία. διό φησιν ἔτι ὧν ἕτερον τὸ γένος, διάφορα ὑπάρχει· ὅμως κοινωνοῦσι κατὰ ἀναλογίαν. φησὶν οὖν ὅτι καὶ τὰ ἐναντία διάφορα λέγονται, καὶ ὄσα ἔχει ἐν τῇ οὐσίᾳ τὴν ἑτερότητα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν διάφορα ὑπάρχουσι καθὸ ἐναντία, κοινωνοῦσι δὲ καθὸ ἀμφότερα χρώματα. καὶ ἔχουσι πάλιν ἐν. τῇ οὐσίᾳ ἑτερότητα τὸ πῦρ καὶ τὸ ὕδωρ· τὸ μὲν γάρ ἐστι θερμὸν καὶ ξηρόν, τὸ δὲ ὑγρὸν καὶ ψυχρόν· ὥστε διάφορα μέν ·εἰσι κατὰ τὰς ποιότητας, κοινωνοῦσι δὲ καθὸ οὐσία ἀμφότερα.
p. 1018a15 Ὅμοια λέγεται.
Ἐντεῦδεν περὶ τῶν ὁμοίων ἡμῖν διαλέγεται, καί φησιν ὅτι ὅμοια λέγονται τὰ τὸ αὐτὸ πεπονθότα, τουτέστι τὰ κοινωνοῦντα κατὰ τὴν ποιότητα· οἷον ὁμοία λέγεται ἡ χιὼν τῷ λευκῷ ἱματίῳ, ἐπειδὴ ἀμφότερα λευκὰ ὑπάρχουσι, χοῦσι, καὶ πάλιν ἡ ἔβενος τῷ Αἰθίοπι κατὰ γὰρ τὸ χρῶμα), καὶ πάλιν τὸ πῦρ τῷ ἀέρι διὰ τὸ εἶναι ἄμφω θερμά, καὶ ἡ γῆ τῷ ὕδατι διὰ τὸ ψυχρόν. ἀντικειμένως δὲ τοῖς ὁμοίοις τὰ ἀνόμοια λέγονται, οἷον τὸ λευκὸν τῷ μέλανι.
p. 1018a20 Ἀντικείμενα λέγεται ἀντιφάσεις καὶ τὰ ἐναντία καὶ τὰ πρός τι καὶ στέρησις καὶ ἕξις καὶ ἐξ ὧν.
ἐντεῦθεν περὶ τῶν ἀντικειμένων ποιεῖται τὸν λόγον, καί φησιν ὅτι ἀντικείμενα ὑπάρχουσιν, ὡς καὶ ἐν Κατηγορίαις μεμαθήκαμεν, αἱ ἀντιφάσεις καὶ τὰ ἐναντία καὶ τὰ πρός τι καὶ αἱ ἕξεις καὶ αἱ στερήσεις καὶ ἐξ ὧν [*](2 ἑτερότητος—περὶ om. D 7. 8 senteutia videtur postulare δοκοῦσι πάντῃ ἔχειν κοινωνίαν πλὴν ὀνόματι 27 ἡ yfj scripsi : ἥν γῆν libii 33 ἐν Κατηγορίαις] 10 p. 11b16 sqq. Comment. Aiist. VI 2 Asclep. in Metajih.)
p. 1018a35 ἐπειδὴ τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται.
Ὁ λέγει τοῦτό ἐστιν· ἐπειδὴ μεμαθήκαμεν ὅτι τὸ ἓν καὶ τὸ ὂν πολ- λαχῶς λέγονται, εἴ γε κατὰ πασῶν τῶν κατηγοριῶν φέρονται, ἀνάγκη καὶ [*](f.225r) τὸ ταὐτὸν ἀκολουθεῖν τούτοις καὶ πολλαχῶς λέγεσθαι. ὅπου γὰρ τὸ ἓν καὶ τὸ ὄν, ἐκεῖσε πάντως ὑπάρχει καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἐν- αντίον, ὥστε εἶναι ἕτερον καθ’ ἑκάστην κατηγορίαν, εἴ γε μὴ ὅν ἐστι τὺ ὄν, ὡς Παρμενίδης ὑπελάμβανεν.
p. 1018a38 Ἕτερα δὲ τῷ εἴδει λέγεται.
Ταῦτα λέγονται καὶ εἶναι ἕτερα τῷ εἴδει ὅσα ταὐτοῦ γένους ὑπάρχοντα μή εἰσιν ὑπάλληλα, ὥσπερ τὸ πτηνὸν ζῷον καὶ τὸ χερσαῖον καὶ τὸ ἔνυδρον· ὑπὸ γὰρ τὸ αὐτὸ γένος τελοῦντα τὸ ζῷον οὐχ ὑπάρχουσιν ὑπάλληλα. [*](6 ὡς delevi 11 ὅσα scripsi: ὅμως libri 12 ὥσπερ—δύναμιν (13) om. D 17 καὶ τὸ μὴ ὄν addidi 19 τὰ δ’ ἄλλα ἐναντία λέγεται Aristoteles τῷ Aristo- teles: ᾧ libri 28 λέγονται sciipsi Aristotelein secutus: λύσανται D: incertus Α)
p. 9 Πρότερα καὶ ὕστερα λέγεται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, ἐγγύτερον.
ἐντεῦθεν περὶ προτέρου ἡμῖν ποιεῖται τὸν λόγον, καί φησιν ὅτι τὸ πρότερον ἢ ἁπλῶς λέγεται ἢ πρὸς ἡμᾶς καὶ πρὸς τὴν ἡμετέραν θέσιν· [*](f.225v) καὶ ἀπλῶς ἢ φύσει ἢ γένει ἢ χρόνῳ. γένει μέν, οἷον ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλω. κατηγοριῶν, καὶ τὰ πλησίον τῆς οὐσίας πρότερα ὑπάρχουσι τῶν πορρωτέρω, οἷον πρότερόν ἐστι τὸ ἔμψυχον τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ λογικοῦ, ἐπειδὴ τὸ μὲν ἔμψυχον πλησίον ἐστὶ τῆς οὐσίας, τὸ δὲ ζῷον πορρωτέρω, καὶ πάλιν τὸ ζῷον πλησίον, τὸ δὲ λογικὸν πορρωτέρω. φύσει δὲ· ὁ πατὴρ τοῦ υἱοῦ πρότερος ὑπάρχει καὶ ὁ υἱὸς τοῦ ἐκγόνου, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον τοὐ πατρός. χρόνῳ δὲ ὅτι πρότερα ὑπάρχουσι τὰ Τρωικὰ τῶν Μηδικῶν. τόπῳ δὲ ὅτι προτέρα ἐστὶν ἡ ἀπλανὴς τῶν πλανωμένων, ἐπειδὴ μᾶλλον πλησιάζει τῇ ἀνάστρῳ. ὁμοίως δὲ καὶ κατὰ κίνησιν θεωρεῖται τὸ πρότερον· τὸ γὰρ ἐγγύτερον τοὐ πρώτου κινήσαντος πρότερόν φαμεν εἶναι. οὕτως λέγομεν πρότερον τὸν υἱὸν τοῦ ἐκγόνου, οἷον τὸν Ὀδυσσέα τοῦ Τηλεμάχου, ἐπειδὴ πλησίον ἐστὶν ὁ Ὀδυσσεὺς τῷ Λαέρτῃ μᾶλλον ἤπερ ὁ Τηλέμαχος. πάλιν λέγονται πρότερα εἶναι κατὰ δύναμιν· τὸ γὰρ δυνατώτερον καὶ ὐπερέχον τῇ δυνάμει πρότερον λέγομεν, οἷον οὕτως φαμὲν τὸν βασιλέα πρότερον εἶναι, καὶ τὸν μᾶλλον πλησίον τοῦ βασιλέως τοῦ πορρωτέρω ὄντος πρότερον εἶναί φαμεν. καὶ πάλιν ἐν τῇ τάξει θεωρεῖται τὸ πρότερον, ὡς πρὸς τὴν ἡμετέραν θέσιν· οὕτως γὰρ πρό- τερόν φαμεν τὸν παραστάτην τοῦ τριτοστάτου καὶ τὴν παρανήτην τῆς νήοὔ [*](5 γε scripsi: οὖν γε libri 6 ὅσα] sic etiam Metaph. p. 1018b4 dno codices, rectum est ὅσων, quod in reliquis legitur λόγοι repetuut libri 7 ἄνθρωπος καὶ ἴππος Aristoteles: ἀνθρώπου καὶ ἵππου libri 10 τῇ scripsi: τὴν libii 21 τοῦ ζῴου—ἔμψυχον (22) om. D 23 καὶ πάλιν —πορρωτέρω cm. D 35 ὡς πρὸς — πρότερον (36) om. I))
ταύτα εἰρηκὼς περὶ τῶν προτέρων ἐφεξῆς λέγει ἡμῖν περὶ τῆς δυ- νάμεως, καί φησιν ὅτι ἡ δύναμις τετραχῶς λέγεται. ἕνα μὲν τρόπον τὸ ποιητικὸν αἴτιον· δύναμιν γάρ φαμεν ἔχειν τὸ δυνάμενόν τι ποιεῖν· οὕτως φαμὲν τὸ πῦρ δύναμιν ἔχειν καυστικήν. δεύτερον δὲ σημαινόμενον τὸ δυ- νάμενον πάσχειν· οὕτως γάρ φαμεν τὸ ξύλον δύναμιν ἔχειν τοῦ πάσχειν καὶ φθείρεσθαι ὑπὸ τοῦ πυρός. χρὴ μέντοι εἰδέναι ὅτι τὸ τοιοῦτον μᾶλλον ἀδυναμίας ἐστὶν ἤπερ δυνάμεως. ὡς γάρ φησιν ὁ Πλάτων, ἡ δύναμις σω- στικὴ μᾶλλον ὑπάρχει ἢ φθαρτική. τὸ γοῦν πάσχειν, ὡς εἴρηται, ἀδυναμίας ἐστὶ μᾶλλον ἤπερ δυνάμεως. κυρίως οὖν λέγεται δύναμις ἐπὶ τῶν δυ- σχερῶς τι ὑπομενόντων ἢ οὐδὲ ὅλως, ὥσπερ λέγομεν τὸν ἀδάμαντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν, καὶ ἐπὶ τῶν τελειωτικὰ πάθη ὑπομενόντων, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν· πάσχων γὰρ ὁ ὀφθαλμὸς καὶ διακρινόμενος ἢ συγκρινόμενος ἀντιλαμβάνεται τῶν αἰσθητῶν. τοῦτο δὲ τὸ πάθος τελειωτικόν ἐστιν· οὐ γὰρ φθείρει τὸ ὄμμα, ἀλλὰ τῆς κατὰ φύσιν αὐτοῦ ἐνεργείας [*](f.226v) ὑπηρέτης γίωεται. καταχρηστικῶς δὲ λέγεται δύναμις καὶ ἐπὶ τῶν δύναμιν ἐχόντων πρὸς τὸ πάσχειν τὸ σημαινόμενον τῆς δυνάμεως, καθὸ εὐκόλως τις δύναται δέχεσθαι καὶ ποιεῖν τόδε τὸ πρᾶγμα· οἷον τὸν ἔχοντα εὐφυῶς πρὸς τὰ γραμματικὰ θεωρήματα λέγομεν δυνάμει εἶναι γραμματικόν, τὸν δὲ μὴ ἔχοντα οὔ φαμεν, εἰ μὴ ἁπλῶς συμπεριλαμβάνοι αὐτῷ τὸ καθόλου [*](5 μᾶλλον addidi 12 συναιροῦντα μὲν μὴ συναιρούμενα δέ D 13 ὁ Πλατῶν] in eius libris, qui extant, nihil tale occurrit; cf. Bonitzii comm. in Metaph. p. 251 17 ἐν τῇ Περὶ ψυχῆς] Γ 7 p. 431 a3 22 δυνάμει D 26 δυνάμεως scripsi coll. v. 28: δύναμις libri ὥς φησιν ὁ Πλατῶν] fort, respicit ad Protag. p. 320 Ε 30 τελειωτικὰ—ἐπὶ τῶν (31) oin. I) 36 τὸ oin. D 38 fort. συμπεριλαμβάνοιτο)
p. 1018b19 Πρότερα καὶ ὕστερα λέγεται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου.
Ὁ λέγει τοῦτό ἐστιν, ὅτι πρότερα καὶ ὕστερα λέγονται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει καὶ πράγματι. τὸ γὰρ ἐγγύτερον καὶ πλησίον μᾶλλον τῆς ὡρισμένης ἀρχῆς πρότερον λέγεται, κααὐτὴ [*](8. 9 ἡ scripsi: αὕτη οἱ libri 13 lacunam iudicavi: addendum tale aliquid ἀδυναμία δ’ ἐστὶ στέρησις δυνάμεως 17 λέγεται κτλ.] res postiilare videtur λέγεται δὲ τὸ ἀδύνατον ἄλλον τρόπον οὐκέτι τὸ ἀντικείμενον κτλ. 19 σύμμετρον om. D 22. 23 ἐν τῷ δεκάτῳ λόγῳ τῶν Ἐὐκλείδου] fort, respicit ad Eucl. X, 73 ἐὰν ἀπὸ ῥητῆς ῥητὴ ἀφαιρεθῇ, δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, ἡ λοιπὴ ἄλογός ἐστι. καλείσθω δὲ ἀποτομή 26 δυνάμει scripsi: δυνάμεις Α: δύναμις D 28 λέγεται scripsi: λέ- γονται libri δὲ addidi post καὶ deest τὸ λέγειν vel ὁ λόγος 32. 33 ὃ λέγει—πρὼτου om. D)
p. 1018b14 Τὰ δέκατά χρόνον.
Καὶ ἐπὶ τοῦ χρόνου θεωρεῖται τὸ πρότερον· τὰ μὲν γὰρ τῷ πορρω- τέρω τοῦ νῦν, οἷον ἐπὶ τῶν γενομένων * * * πρότερον γὰρ ὑπάρχουσι τὰ Νέμεα τῶν Πυθίων, ἐπειδὴ ἐγγύτερα ὑπάρχουσι τοὐ νῦν, τῷ νῦν ἀρχῇ καὶ πέρατι χρησαμένων ἡμῶν, καθάπερ εἴρηται καὶ ἐν τῇ θεωρίᾳ. πάλιν καὶ ἐν τῇ χινήσει θεωρεῖται τὸ πρότερον. τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερόν φαμεν εἶναι, οἷον ὁ παῖς τοῦ ἀνδρὸς καὶ ὁ υἱὸς τοῦ ἐκ- γόνου, ἐπειδὴ πλησίον ἐστὶ τοῦ πατρὸς τοὐ πρώτου κινήσαντος· ἀρχὴ δὲ καὶ αὕτη τις ὑπάρχει ἁπλῶς. πάλιν δὲ λέγεται πρότερον κατὰ δύναμιν. τὸ γὰρ ὑπερέχον τῇ δυνάμει καὶ ἰσχυρότερον ὑπάρχον λέγεται εἶναι πρότερον· τοιοῦτον δέ ἐστιν οὗ τινος κατὰ προαίρεσιν ἀνάγκη ἀκολουθεῖν τὸ ἕτερον καὶ τὸ ὕστερον, ὡς ἐπὶ τοῦ βασιλέως εἰρήκαμεν· ὁ γὰρ πλησίον αὐτοῦ ὑπάρχων τοῦ πόρρω πρότερος ὑπάρχει, ὥστε κατὰ τὴν ἐκείνου βού- λησιν πάντα πράττειν καὶ κινεῖσθαι καὶ μὴ κινεῖσθαι. τὰ δὲ πρότερα ὑπάρχοντα κατὰ τάξιν· ταῦτα δὲ ὑπάρχουσιν ὅσα πρός τι ὑπάρχον ἓν ὡρι- σμένον διέστηκε κατὰ. τὸν λόγον· οἷον ὁ παραστάτης πρότερός ἐστι τοῦ τριτοστάτου καὶ ἡ παρανήτη τῆς νήτης, ἐπειδὴ τὸ μὲν πλησιαίτερόν ἐστι τῷ κορυφαίῳ, τὸ δὲ τῇ μέσῃ ἀρχὴ. ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγονται τὸν τρόπον.
p. 1018b30 Ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον.
Ποιησάμενος τὴν μίαν διαίρεσιν τοῦ προτέρου τὴν κατὰ τὸ ἀπλῶς ἐν- τεῦθεν ἐπὶ τὴν προτέραν μετέρχεται τὴν πρός τι θέσει, καί φησιν ἄλλον δὲ τρόπον λέγεται πρότερον τὸ τῇ γνώσει πρότερον ὡς ἁπλῶς [*](2 post ἡ desunt VII litterae AD: ἢ ὑπό τινων Aristoteles 13 lacunam indicavi: πρότερα γὰρ τὰ Τρωϊκὰ τῶν Μηδικῶν, ὅτι πορρώτερον ἀπέχει τοῦ νῦν, τὰ δὲ τῷ ἐγγυτέρω τοῦ νῦν, οἷον ἐπὶ τῶν μελλόντων Aristoteles πρότερα D 14 τῷ νῦν om. D 25 ὑπάρχον scripsi: ὑπῆρχεν libri 25.26 ὡρισμένον Aristoteles: ἁ σμένως libri 32 προτέρα D)
p. 1018b34 Καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον.
Ὁ λέγει τοιοῦτόν ἐστιν, ὅτι κατὰ τὸν ὁρισμὸν τὸ συμβεβηκὸς πρότεροω [*](f.228r) τοῦ ὅλου ἐστίν, εἴ γε οἱ ὁρισμοὶ πρότεροι ὑπάρχουσι τῶν πραγμάτων, ὧν εἰσιν ὁρισμοὶ ὡς δηλοῦντες τὰς οὐσίας αὐτῶν καὶ τὰς φύσεις, οἷον τοῦ συνθέτου. βούλομαι ὁρίσασθαι τὸ σύνθετον τῷ Σωκράτει ὡς μουσικόν, καὶ λέγω ὅτι ζῷον λογικὸν θνητὸν εἰδὼς κιθαρίζειν τοιώσδε. ὥστε πρότερον ὑπάρχει τὸ συμβεβηκὸς τῆς οὐσίας κατὰ τὸν λόγον, καίτοι ἐν τῇ οὐσίᾳ θεωρουμένου τοῦ συμβεβηκότος. διὰ τοῦτο οὖν φησιν ὅτι κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον ὑπάρχει, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου· οὐ γὰρ δυνατὸν ὅλον τὸν ὁρισμὸν γενέσθαι τοῦ συνθέτου ἄνευ τοῦ μέρους τοῦ ὁρισμοῦ τοῦ μουσικόν. καίτοι ἀδύνατον εἶναι μουσικὸν μὴ ὄντος μουσικοῦ τινος, ἐν ᾧ θεωρεῖται τὸ μουσικόν, τουτέστι προυπάρχει ἡ οὐσία τῶν συμβεβηκότων. ἔτι πρότερα λέγονται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος, καθάπερ εἴργται ἐν τῇ θεωρίᾳ· τὸ μὲν γὰρ γραμμῆς ἐστι πάθος, τὸ δὲ ἐπιφανείας. πάλιν τὰ κατὰ φύσιν πρότερα ὑπάρχουσι τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δέ, ὥσπερ τὸ ζῷον καὶ ὁ ἄνθρωπος. τοιαύτῃ δὲ διαιρέσει καὶ ὁ Πλατῶν ἐχρήσατο.
p. 1019a4 ἐπεὶ δὲ τὸ εἶναι πολλαχῶς, πρῶτον μὲν τὸ ὑποκείμενον.
Ὁ λέγει τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πολλαχῶς λέγεται τὸ εἶναι καὶ τὸ ὑπάρχειν, πρῶτον λέγεται τὸ ὑποκείμενον· διὸ ἡ οὐσία προτέρα τῶν ἄλλων κατηγοριῶν ὡς συναναιροῦσα καὶ μὴ συναναιρουμένη, εἴ γε ἐν αὐτῇ ἔχουσι τὸ εἶναι αἱ ἄλλαι πᾶσαι κατηγορίαι. ἔπειτα ἄλλως πρότερα τὰ κατὰ δύναμιν καὶ ἄλλως κατ᾿ ἐντελέχειαν· τὰ μὲν γὰρ κατὰ δύναμίν ἐστι πρότερα, τὰ δὲ κατ᾿ ἐντελέχειαν, οἷον κατὰ δύναμιν μὲν ἡ ἡμίσεια τῆς ὅλης γραμμῆς, ἵνα ὡς γενομένην παραδεξώμεθα τὴν γραμμήν, καὶ τὸ μόριον [*](f.228v) τοῦ ὅλου πρότερον γὰρ τὸ μόριον τοὺ ὅλου ὡς γενόμενον) καὶ ἡ ὕλη τῆς οὐσίας (δεῖ γὰρ παραληφθῆναι τὴν ὕλην πρὸς γένεσιν τῆς οὐσίας), κατ᾿ ἐντελέχειαν δὲ ὕστερον· πρότερον γάρ ἐστι τὸ ὅλον τῶν μερῶν. ἐν γὰρ τῇ [*](1 post δὲ V litterae desunt Α: res poslulare videtur τοῦτο δὲ διχῶς· ποτὲ μὲν γὰρ κτλ. 9 τῷ Σωκράτει ex τοῦ Σωκράτους corr. A 1 10 κιθαρίζει D 17 προϋπάρχει scripsi: προσυπάρχει libri ἔτι Aristoteles: ἐπὶ libri 21 ὁ Πλάτων] cf. p. 324, 13 23 ἐπειδὴ D 27 συναιρουμένη D 33 δεῖ γὰρ—οὐσίας om. D)
p. 1019a15 Δύναμις λέγεται ἡ μὲν ἀρχὴ κινήσεως ἢ μεταβολῆς.
Πληρώσας τὸν περὶ τοῦ προτέρου λόγον ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς δυνάμεως, καί φησιν ὅτι ’δύναμις δὲ λέγεται ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον), ἡ ἐν ἑτέρῳ θεωρουμένη, καθὸ ἕτερόν ἐστιν· οἷον ἡ οἰκοδομικὴ δύναμίς ἐστιν, ἥτις δύναμις οὐ θεωρεῖται ποιη- τικὴ οὖσά ἐν τῷ οἴκῳ τῷ οἰκοδομουμένῳ· οὐ γὰρ ὁ οἶκος δημιουργεῖ. ἡ μέντοι γε ἰατρικὴ δύναμις οὖσα θεωρεῖται ἐν τῷ ἰατρευομένῳ’ κατὰ συμ- βεβηκός, εἰ τύχοι, ἐὰν ὁ ἰατρευόμενος ἅμα εἴη καὶ ἰατρός, ὡς εἴρηται ἐν τῇ Φυσικῇ· διό φησιν ἀλλ’ οὐχ ἡ ἰατρευόμενος. ἡ οὖν ἀρχὴ τῆς μεταβολῆς καὶ τῆς κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ θεωρεῖσθαι, καθὸ ἕτερον ὑπάρχει. καὶ πάλιν τὸ πάσχον ὑφ’ ἑτέρου πάσχειν, καθὸ ἕτερόν ἐστι· καθ’ ἣν γὰρ δύναμιν τὸ πάσχον πάσχει τι, φαμὲν αὐτὸ δύναμιν ἔχειν παθητικήν, καθὸ δύναται πάσχειν. κυρίως δὲ ἡ δύναμις οὐ κατὰ πᾶν πάθος λέγεται, ἀλλ’ ὅταν ἐπὶ τὸ βέλτιον, τουτέστιν ὅταν τελειωτικὸν [*](f.229r) πάθος ὑπομείνῃ. κυρίως γάρ, ὥς φησι Πλατῶν, ἡ δύναμις σώζει, τὸ δὲ φθείρεσθαι ἀδυναμία μᾶλλον ὑπάρχει. ἔτι δύναμις λέγεται καὶ τὸ καλῶς τοῦτο ἐπιτελεῖν ἤγουν κατὰ προαίρεσιν· πολλάκις γὰρ τοὺς μόνον πορευθέντας ἢ εἰρηκότας, μὴ καλῶς δὲ ἢ βαδίσαντας ἢ εἰρηκότας, καθάπερ ὑπέσχοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν, ἐπειδὴ τὴν δύναμιν νῦν ὑπεθέμεθα ἐπὶ τὸ βέλτιον ἄγειν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν δεῖ τὴν δύναμιν κατὰ τὸ τελειωτικὸν πάθος προσδέχεσθαι, οὐ κατὰ τὸ φθαρτι- κόν. ἔτι δυνάμεις λέγονται ὅσαι ἕξεις, καθ’ ἃς δυνάμεις ἀπαθῆ ὅλως γίνονται τὰ γινόμενα ἢ ἀμετάβλητα ἢ μὴ ῥᾳδίως φερόμενα ἐπὶ τὸ χεῖρον. κλᾶται μὲν <γὰρ> καὶ συντρίβεται καὶ κάμπτεται καὶ ὅλως φθείρεται οὐ κατὰ δύναμιν, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ, ἀλλὰ κατὰ ἀδυναμίαν. ἀπαθῆ [*](4 κατὰ ταῦτα λέγεται Aristoteles 7 ante ἐπειδὴ fort, exciderunt τὰ δὲ κατὰ φθοράν 14 εἴποι D ἡ—θεωρουμένη scripsi: ἢ—θεωρούμενον libri 16 οἰκοδομουμένου libri 18. 19 ἐν τῇ Φυσικῇ] Β I p. 1921123 sqq. 19 ἡ Aristoteles: εἰ libri 20 ante ἐν fort, addendum ἥν φησιν καθό scripsi: καθ’ liliri 25 Πλατῶν] cf. p. 324, 26 32 δυνάμεις scripsi: δυνάμει libri ὅσαι Aristoteles: ὡς αἱ libri ἀπαθῆ Aristoteles: τὰ πάθη libri 34 γὰρ ex Aristotele addidi)
p. 1019a32 Λεγομένης τῆς δυνάμεως τοσαυταχῶς.
Δείξας ποσαχῶς λέγεται ἡ δύναμις λέγει ὅτι ὁσαχῶς λέγεται ἡ δύναμις, τοσαυταχῶς λέγεται καὶ τὸ δυνατόν. ἕνα μὲν οὖν τρόπον λεχθήσεται τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τουτέστι ποιητικὸν αἴτιον. καλῶς δὲ προσέθηκεν ἡ μεταβολῆς, ἐπειδή, ὡς εἴρηται ἐν τοῖς τελευ- ταίοις λόγοις τῆς Φυσικῆς, φέρεται ἡ μεταβολὴ οὐ μόνον ἐπὶ κινήσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἄνευ κινήσεως μεταβαλλόντων, ὡς ἐπὶ τῆς γενέσεως ἔλεγεν ἐκεῖσε καὶ τῆς φθορᾶς. διό φησι καὶ γὰρ τὸ στατικὸν δυνατόν τι ἐν ἑτέρῳ θεωρεῖσθαι, καθὸ ἕτερον ὑπάρχει, τουτέστιν οὐ μόνον κινήσεώς ἐστιν ἄλλοις αἰτία τὸ δυνατόν, ἀλλὰ καὶ ἠρεμίας καὶ στάσεως. [*](f.229v) φησὶν οὖν ὅτι λέγεται τὸ δυνατὸν καὶ ὡς ποιητικὸν αἴτιον, λέγεται δὲ καὶ ὡς παθητικόν, καὶ τοῦτο ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἕνα δὲ ἄλλον λέγεται, ἂν ἔχῃ τι αὐτοῦ ἄλλο δύναμιν τοιαύτην, τουτέστι παθητικήν. λέ- γεται δυνατὸν καὶ τὸ ἔχον δύναμιν μεταβλητικήν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον· διό φησι καὶ γὰρ τὸ φθειρόμενον δοκεῖ δυνατὸν εἶναι φθείρεσθαι, ἐπεὶ οὐχ ὡς φθαρῆναι ἀδύνατον νῦν ἔχει τινὰ διάθεσιν καὶ αἰτίαν καὶ ἀρχὴν τοῦ τοιοίτου πάθους, τοῦ δύνασθαι φθείρεσθαι. ποτὲ μὲν τὸ ἔχειν τι δοκεῖ, ποτὲ δὲ τὸ ἐστερῆσθαι τοιοῦτον εἶναι. ἐπεὶ δὲ τὸ ἔχειν ἐπὶ ἕξεως κυρίως λέγεται, αὐτὸς δὲ τὸ τοιοῦτον καὶ ἐπὶ στερή- σεως ἤγαγεν, ἀπολογούμενος ὑπὲρ τοῦ τοιούτου φησὶν <ὅτι> καὶ τὴν στέρησιν ἔχειν λέγομεν· οὐ γάρ ἐστιν ἡ στέρησις τῶν μὴ ὄντων, οὔτε δὲ ἀπόφασις, ἀλλὰ καταφατικῶς κατηγορεῖται τοῦ πράγματος, λεγόντων ἡμῶν τόνδε τυφλότητα ἔχειν καὶ καθ’ ἕξιν ἔχειν τόδε τὸ πάθος, οἷον τὸ τοῦ πυρετοῦ ἢ ἄλλου τινὸς τοιούτου. διό φησιν εἰ δὲ ἡ στέρησις ἕξις πως, πάντα λέγονται τῷ ἔχειν, καὶ ἡ στέρησις καὶ ἡ ἕξις, ὁμωνύμως λεγομένου τοὐ ὄντος, ὥστε τό τε ἔχειν ἕξιν τινὰ τὴν κυρίως ἕξιν δυνατὸν λέγεται καὶ τὸ ἔχειν στέρησιν, εἰ ὅλως ἐνδέχεται ἔχειν στέρησιν. τρίτον δὲ τὸ μὴ ἔχειν δύναμιν φθαρτικὴν ὑπὸ ἄλλου, καθὸ ἄλλο ἐστίν, ὥσπερ ἐπὶ τοὐ ἀδάμαντος ἐλέγομεν. πάντα οὖν ταῦτα ἢ τῶν δυναμένων μόνον γενέσθαι ὑπάρχει ἢ τῶν μὴ δυναμένων γενέσθαι, ἢ τῶν καλῶς. καὶ γὰρ ἐν τοῖς ἀψύχοις ἔνεστιν ἡ τοιαύτη δύναμις, οἷον ἐν τοῖς ὀργάνοις· φασὶ γὰρ τὴν μὲν καλῶς δύνασθαι φθέγγεσθαι λύραν, τὴν δὲ οὐ καλῶς, ἂν μὴ εὔφωνος ὑπάρχῃ.
[*](2 τὴν (post κατὰ) cm. D 8 τῆς Φυσικῆς] E 1 12 ἄλλοις αἰτία scripsi: ἀλλ’ ὡς αἰτίαν libri 14 ἄλλον scripsi: ἄλλο libri 18 ἀδύνατον scripsi: δυνατὸν libri: pro ἔπεὶ—ἔχει Metaph. p. 1019b4 legitur ἢ οὐκ ἄν φθαρῆναι, εἰ ἦν ἀδύνατον· νῦν δὲ ἔχει 19. 20 ποτὲ μὲν δὴ Aristo- teles 20 τὸ ἔχειν — εἶναι ex Aristotele scripsi : τὸ ἔχειν τὸ δοκεῖν, ποτὲ δὲ τὸ ἐστερῆσθαι τούτων εἶτα libri 20.21 ἐπεὶ δὲ scripsi: ἐπειδὴ libri 22 ὅτι addidi 23 λέγομεν scripsi: λέγω μὲν libri 28 τό τε ὢ καὶ τὸ] sic etiam Metaph. p. 1019b8. 9 unus codex; τῷ τε et καὶ τῷ ceteri 30 ἐν ἄλλῳ Aristoteles 33 φασὶ Aristoteles: φησὶ libri)p. 1019a15 Ἀδυνμία δὲ ἐστι στέρησις δυνάμεως.
ἐπεξελθὼν τῷ δυνατῷ ἐντεῦθεν ἡμῖν φησι περὶ ἀδυναμίας, καὶ ὁσα- χῶς λέγεται ἡ δύναμις, τοσαυταχῶς δῆλον ὅτι καὶ ἡ ἀδυναμία. διό φησιν [*](f.230r) ἀδυναμία δέ ἐστι στέρησις δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς ἄρνησις, ἢ ὅλως τῷ μὴ πεφυκότι ἔχειν. ὡς εἰρήκαμεν, ἢ τῷ πεφυκότι ἔχειν καὶ ὅτε πέφυκεν ἔχειν. οὐ γὰρ ὁμοίως ἂν φαίημεν ἀδύνατον εἶναι γεννᾶν παῖδα καὶ ἄνδρα καὶ εὐνοῦχον· ὁ μὲν γὰρ μὴ πεφυκὼς ἔχειν οὐδέποτε ἴσχει ὁ εὐνοῦχος, ὁ δὲ παῖς τέως οὐ πέφυκεν, ὁ δὲ ἀνὴρ ἔχει πρὸς τοῦτο. ὡς δὲ καθ’ ἑκατέραν δύναμίν ἐστιν ἀδυναμία ἀντικειμένη τῇ τε μόνον κινητικῇ καὶ τῇ καλῶς κινητικῇ. καὶ ἀδύνατα δὲ τὰ μὲν κτὰ τὴν ἀδυναμίαν ταύτην λέγονται τὴν ὄδη εἰρημένην ὑφ’ ἡμῶν, τὰ δὲ ἄλλον τρόπον, οἷον δυνατόν τε καὶ ἀδύνατον. ἀδύνατον μὲν οὗ τὸ ἐναντίον, ὡς ἐν προτάσει, οὐκ ἔστι δυνατόν, ἀληθὲς δὲ ἐξ ἀνάγκης, οἷον τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἀδύνατόν ἐστιν, ἐπειδὴ ψεῦδος ὑπάρχει τὸ τοιοῦτον, οὗτινος τὸ ἐναντίον οὐ μόνον ἀληθὲς ὑπάρχει, ἀλλὰ καὶ ἐξ ἀνάγκης τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ· ὥστε τὸ σύμμετρον οὐ μόνον ψεῦδος, ἀλλὰ καὶ ἐξ ἀνάγκης ψεῦδός ἐστι. τὸ δὲ ἐναντίον τούτῳ τὸ δυνατόν, ὅταν μὴ ἀναγκαῖον ὑπάρχῃ τὸ ἐναντίον ψεῦδος εἶναι, οἷον τὸ καθῆσθαι ἄνθρωπον δυνατόν· οὐ γὰρ ἐξ ἀνάγκης τὸ μὴ καθῆσθαι ψεῦδος ὑπάρχει. τὸ τοίνυν δυνατὸν καθ’ ἕνα μὲν τρόπον, ὥσπερ εἰρήκαμεν, τὸ μὴ ἐξ ἀνάγκης ψεῦδος δηλοῖ, ὡς εἴρηται προσεχῶς, ἄλλον δὲ τὸ ἀληθὲς εἶναι, ἄλλον δὲ τὸ ἐνδεχόμενον ἀληθὲς ἄδη. κατὰ μεταφορὰν δὲ ἦέν τῇ γεωμετρίᾳ λέγεται εἶναι δύναμις ὡς ποιητικὴ πᾶσα, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ τὰ ἐν λόγοις οὐ κατὰ δύναμιν ὑπάρχοντα, ἀλλὰ τὰ ἐν τοῖς πράγμασι. τὰ μέντοι γε πράγματα τὰ λεγόμενα κατὰ δύναμιν πάντα λέγονται πρὸς τὴν πρώτην ἀρχὴν ἢ [*](f.230v) τὴν μίαν ἀντὶ τῆς πρώτης· διττὴ γὰρ φέρεται ἡ γραφή. αὕτη δέ ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ, καθὸ ἄλλο, ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον. ἰὰ γὰρ ἄλλα λέγονται δυνατὰ τῷ ἔχειν ἄλλο τι τοιαύτην δύνα· μιν τὰ δὲ τῷ μὴ ἔχειν, ὁμοίως δὲ καὶ τὰ ἀδύνατα. ὥστε ὁ κυρίως ὅρος τῆς πρώτης δυνάμεως εἴη ἂν τὸ μεταβλητικὸν ἐν ἄλλῳ, τουτέστι τὸ ποιητικόν· κυρίως γὰρ τὸ ποιοῦν λέγεται δύναμιν ἔχειν.
p. 1020a7 Ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἑκά- τερον ἢ ἕκαστον ἕν τι καὶ τόδε πέφυκεν εἶναι.
Ἐντεῦθεν περὶ τοῦ ποσοῦ ἡμῖν διαλέγεται, καί φησιν ὅτι τὸ ποσὸν διαιρετόν ἐστι κατ’ ἐνέργειαν, καὶ οὐχ ὥσπερ τὸ γένος. διαιρετὰ μὲν γὰρ [*](8 ante ἴσχει fort, addendum τὴν δύναμιν 9 ἑκατέραν Aristoteles: ἑτέραν libri 36 γὰρ om. D)
Ταῦτα εἰρηκὼς μετέρχεται ἐπὶ τὸν λόγον τῶν πρός τι, καί φησιν [*](f.232r) ὅτι τριχῶς λέγονται τὰ πρός τι· τὰ μὲν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, τὰ δὲ ὡς τὸ ποιητικὸν καὶ τὸ παθητικόν, τὰ δὲ ὡς τὸ κρῖνον καὶ τὸ κρινόμενον. καὶ εἰκότως τὰ τοιαῦτα εἶπε· τῶν πρός τι, εἰ καὶ ἑπταχῶς διαι- ροῦμεν ἐν Κατηγορίαις, ἐπειδὴ κυρίως ταῦτα ὑπάρχουσιν. ἡ μὲν γὰρ ὑπεροχὴ καὶ ἔλλειψις θεωρεῖται ἐν τοῖς νοητοῖς, περὶ ὧν τὸν λόγον ποιεῖται ὁ ἐπιστήμων· τὰ μὲν γὰρ ὑπερέχουσι, τὰ δὲ ἐλλείπουσι. πάλιν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ τὰ μὲν ποιοῦσι τὰ δὲ πάσχουσι. καὶ τὸ κρῖνον καὶ τὸ κρινόμενον ὡς ἐπιστήμη καὶ ἐπιστητόν, ἄνευ δὲ ἐπιστήμης οὐ δύ- ναταί τι τούτων εἰδέναι. εἶτα λοιπόν φησιν ὅτι τῶν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τὰ μὲν ὡρισμένα ὑπάρχουσι, τὰ δὲ ἀόριστα· ὡρισμένα δὲ ἐν ἀριθμοῖς. τὰ δὲ οὐδὲ ἐν ἀριθμοῖς ὡρισμένα, οἷον διπλάσιον καὶ ἥμισυ ὡρισμένα ὑπάρχουσι κατὰ ὑπεροχὴν καὶ ἔλλειψιν ὄντα. τὸ δὲ πολλα- πλάσιον ἀόριστόν ἐστιν· οὐκ ἴσμεν γὰρ πόσον ἐστίν, εἴτε διπλάσιον εἴτε τριπλάσιον ἢ καὶ ἄλλως πως· ὅμως δὲ ἐν ἀριθμοῖς ἔχει τὸ εἶναι. τὸ μέν- τοι γε ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον ὅλως ἀόριστον ὑπάρχει κατ’ ἀριθμόν, καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν. εἰ γὰρ δῶμεν αὐτῷ μέτρον ὡρισμέκατηγορεῖ [*](2 D 4 ἔχειν D 5 ἐδεέτο] sic libri fort. ἐπεὶ δὲ 8 ἐν Κατηγοράις] c. 5 p. 3b20 9 καὶ ἔστι—ἄλογον (11) om. D 12 ᾗ σύνθετοι scripsi: ἡ σύνθετος libri Ι7 λευκότης om. D 29 πάλιν—ποιοῦσι (30) om. D 34 οὐδὲ scripsi: οὔτε libri)
p. 1020a7 Ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἑκάτερον ἢ ἕκαστον.
Ὅ λέγει τοῦτό ἐστιν, ὅτι τοσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρ- χοντα, τουτέστι κατ’ ἐ·νέργειαν, ὧν ἑκατερον ἢ ἕκαστον (ταὐτὸν γὰρ δηλοῖ, εἴτε ἑκάτερον εἴποις εἴτε ἕκαστον) ὧν οὖν ἑκάτερον ἢ ἕκαστον ἕν τι δηλοῖ καὶ τόδε τι πέφυκεν εἶναι. τὸ οὖν πλῆθος ποσόν τι ὑπάρχει, ἐὰν ἀριθμη- τὸν ὑπάρχῃ, τουτέστι διωρισμένον, μέγεθος δὲ συνεχές, ἐὰν μετρητόν. διὸ ἑαυτὸν ἐπεξηγούμενός φησιν ὅτι λέγεται δὲ πλῆθος μὲν τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ μεγέθη οἱ γὰρ δέκα ἵπποι πλῆθος ὄντες f.233r διῃρημένοι μεγέθει ὑπάρχουσι) μέγεθος δὲ τὸ εἰς συνεχῆ μεγέθη. με- γέθους δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς λέγεται εἶναι μῆκος, τὸ δὲ ἐπὶ δύο πλάἢ [*](1 τριπλάσιον om. D 10 τῆς et καὶ om. D 12 ἐπὶ—ἐπιστητὸν (13) om. D 13 ἐπιστητόν scripsi: ἐπιστητῶν libri 15 ἀλλ’ οὕτως ἐν ἐκείνῃ θεωρουμένου scripsi: ἀλλ’ ὡς ἐν ἐκείνω θεωρουμένη libri 28 ἐνυπάρχοντα Avlstoteles: ἐνυπάρχον libri)
p. 1020a14 Ἔτι τὰ μὲν λέγεται αὑτὰ ποσὰ ἄττα.
ἐντεῦθεν ἑτέραν ἡμῖν διαίρεσιν τοῦ ποσοῦ παραδίδωσι, καί φησιν ὅτι τῶν ποσῶν τὰ μὲν λέγονται καθ’ αὑτά τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ μὲν γραμμὴ λέγεται ποσόν τι καθ’ αὑτό, τὸ δὲ μουσικὸν κατὰ συμβεβηκός, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.
p. 1020a17 Τῶν δὲ καθ’ αὑτό.
Τοῦ πρώτου ἡ ἐπιδιαίρεσις· τῶν καθ’ αὐτὸ ποσῶν τὰ μὲν κατ’ οὐσίαν ὑπάρχουσιν, ὑπάρχουσιν, οἷον ἡ γραμμὴ ποσόν τι (ἐν γὰρ τῷ λόγῳ τῷ τί ἐστι λέγοντι, τουτέστι τῷ δηλοῦντι τὴν οὐσίαν τοῦ πράγματος, τὸ ποσὸν ὑπάρχει), τὰ δὲ πάθη καὶ ἕξεις τῆς τοιαύτης οὐσίας ὑπάχουσιν, οἷον τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν, βαρὺ καὶ κοῦφον, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρόν, καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, καὶ καθ’ αὑτὸ καὶ πρὸς ἄλληλα λεγόμενα τοῦ ποσοῦ καθ’ αὑτά. μεταφέρονται μεντοι γε καὶ ἐπ’ ἄλλα ταῦτα τὰ ὀνόματα. φαμὲν γὰρ μεγάλην εἶναι τὴν πρὰξιν καὶ μέγαν τὸν πυρετόν, ὡς ἐν Κατηγορίαις ἐλέγετο ὅτι λέγομεν τὸ λευκὸν πολὺ εἶναι τῷ τὴν ἐπιφάνειαν πολλὴν εἶναι ἐν ᾗ θεωρεῖται. τὸ δὲ κατὰ συμβεβηκὸς λεγόμενον ποσὸν τὸ μὲν οὕτως λέγεται, ὥσπερ ἐλέχθη ὅτι τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, τῷ εἶναι ποσόν τι ᾧ ὑπάρχουσι πράγματι (λέγομεν γὰρ τὸν ἄνθρωπον λευκὸν κατὰ συμβεβηκός, ἐπειδὴ συμβέβηκε τῷ ποσῷ τὸ λευκὸν ὥσπερ καὶ τὸ μουσικόν), τὰ δὲ ὡς κίνησις καὶ χρόνος· καὶ ταῦτα f.233v καὶ ποσὰ εἶναι λέγονται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι τὰ μεγέθη, ὧν μεγεθῶν πάθη ταῦτα ὑπάρχουσι. λέγω δὴ οὐ τὸ κινούμενον, οἷον τὴν λεύκανσιν, ἀλλ’ ὃ ἐκινήθη, τοῦτο εἶναι διαιρετόν, τουτέστι τὸ μέγεθος· τῷ γὰρ ποσὸν εἶναι ἐκεῖνο τὸ μέγεθος λέγεται εἶναι ποσὴ καὶ ἡ κίνησις, ὁ δὲ χρόνος τῷ τοιαύτην εἶναι τὴν κίνησιν, διὰ μέσης τῆς κινήσεως, ὡς εἴρηται ἐν Κατηγορίαις.
p. 1020a33. Τὸ ποιὸν λέγεται ἕνα μὲν τρόπον ἡ διαφορὰ τῆς οὐσίας.
Πληρώσας τὸν περὶ τοῦ ποσοῦ λόγον καὶ κάλλιστα ἡμῖν τεχνολογήσας αὐτὸν μετέρχεται ἐντεῦθεν ἐπὶ τὸν περὶ τοῦ ποιοῦ λόγον, καί φησιν ὅτι τὸ [*](1 πεπερασμένον Aristoteles: πεπερασμένους libri 3 ἔτι Aristoteles: ἐπεὶ libri 8 lemma usque ad πρώτου (9) extendunt libri τῶν δὲ scripsi: cf. quae proximo sequuntur v. 9 et Metaph. 1020a17 14 τὰ (ante τοιαῦτα) om. D 16 λεγόμενα Aristoteles: λέγομεν libri 18 ἐν Κατηγορίαις c. 6 p. 5b1 29 ἐν Κατηγορίαις] immo Phys. A 11 p. 219a11 sqq.)
p. 1020b8 ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν.
ἐντεῦθεν ἐπὶ τὸ τρίτον μετῆλθε σημαινόμενον τῆς ποιότητος, καί φησιν ὅτι ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν, οἷον θερμότης ψυχότης, λευκότης μελανία, βαρύτης κουφότης, καὶ ὅσα τοιαῦτα, καθ’ ἃς ποιότητας καὶ ἀλλοιοῦνται τὰ σώματα, μεταβαλλουσῶν τῶν ποιοτήτων τούτων. ἔτι κατ’ ἀρετὴν καὶ κακίαν καὶ ὅλως τὸ κακὸν καὶ τὸ ἀγαθόν. οὗτοι δὲ οἱ τέσσαρες τρόποι εἰς δύο ἀναφέρονται τοὺς καθολικωτάτους, καὶ τούτων ἕνα τὸν κυριώτατον. πρώτη γὲν γὰρ ποιότης ἐστὶν ἡ τῆς οὐσίας διαφορά, ταύτης δ’ ἐστὶ καὶ ἡ ἐν τοῖς ἀριθμοῖς ποιότης μέρος· δια- φορὰ γὰρ καὶ αὕτη τις οὐσιῶν, <ἀλλ’ ἢ οὐ> κινουμένων ἢ οὐχ ᾗ κινούμενα· οὔτε γὰρ τὰ ἀριθμητὰ ποιότητα ἔχουσιν ἐν ἑαυτοῖς, καθὸ κινούμενα ὑπάρχουσι * * * καὶ αἱ τῶν κινήσεων διαφοραί, οἷον κυκλοτερὲς κατ’ εὐθύ. ἀρετὴ μέντοι γε καὶ κακία τῶν παθημάτων μέρος τι ὑπάρχουσι· διαφορὰς γὰρ δη- λοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, καθ’ ἃς ποιοῦσιν ἣ πάσχουσι καλῶς ἢ φαύλως τὰ ἐν κινήσει ὄντα πράγματα· τὸ μὲν γὰρ τοῶσδε δυνάμενον κι- νεῖσθαι ἢ ἐνεργεῖν ἀγαθὸν λέγεται, οἷον τὸ βαδίζειν ὀξέως, τὸ δὲ ἐναντίως μοχθηρόν. μάλιστα δὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐπὶ τῶν ἐμψύχων τὸ ποιὸν [*](2 ποιόν τι Aristoteles: ποιητικόν libri 3. 4 ἀγώνιον Aristoteles: ἀμίνιον libri 5 περὶ οὐσίαν κτλ.] Categ. 5 p. 3 b 20 G ἡ oiii. D 9 μὴ μόνον ex Aristotele addidi 9. 10 ἐφ’ Sv ovxe? Aristoteles: ἐμφαίνοντες libri 14 ὃ παρὰ τὸ ποσὸν Aristoteles 16 οὐκέτι D 18 τρὶς τρεῖς D 24 ἔτι Aristoteles: τὸ libri 27 ἡ cm. I) 28 ἀλλ’ ἡ οὐ ex Aristotele addidi οὐχ ᾖ Aristoteles: οὐχὶ libri 29 excidit τὰ δὲ πάθη τῶν κινουμένων ᾖ κινούμενα 31 μαθημάτων libri 32 καλῶς Aristoteles: κακῶς liltri)
p. 1020b26 Πρός τι λέγεται τὰ μὲν ὡς διπλάσια πρὸς ἥμισυ.
Πληρώσας τὸν λόγον τὸν περὶ τοὐ ποιοῦ, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν πρός τι, καί φησιν οὕτως, ὅτι πρός τι λέγεται τὸ μὲν ὡς διπλάσιον [*](f 234v) πρὸς ἥμισυ, καὶ τριπλάσιον πρὸς τριτημόριον, καὶ ὅλως τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὅπερ καὶ ἄδηλόν ἐστι, καὶ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον, τὰ τρία εἴδη τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως. τὰ δὲ ὡς τὸ θερμαντικὸν πρὸς τὸ δερμαντόν, ὥσπερ πῦρ πρὸς λίθον, καὶ τμητικὸν πρὸς τὸ τμητόν, ὥσπερ σίδηρος καὶ σῶμα, καὶ ὅλως τὸ ποιητικὸν πρὸς τὸ παθητικόν. τὰ δὲ ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν. λέγοντι οὖν τὰ μὲν πρῶτα κατ’ ἀριθμὸν ἢ ἀπλῶς ἢ ὡρισμένως πρὸς αὐτὸν ἢ πρὸς ἔνια· τὸ μὲν διπλάσιον πρὸς ἓν ἀριθμὸς ὡρισμένος] ὑπάρχει ὡρισμένος, τὸ δὲ πολλαπλάσιον πρὸς ἓν κατ’ ἀριθμὸν λέγεται, οὐ μέντοι γε ὡρισμένον, οἷον τόνδε ἢ τόνδε. πάλιν δὲ τὸ ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον, τουτέστι τὰ ἓξ πρὸς τὰ τέσσαρα, κατ’ ἀριθμὸν λέγεται πρὸς ἀριθμὸν ὡρισμένον· τὸ δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατὰ ἀόριστον· οὔτε γὰρ καταμετρεῖ τὸ ὅλον ὑπὸ μεγέθους, ἐπειδὴ οὐκ ἀπαρτίζει εἰς τέλειον· κατὰ ἀόριστον δὲ ὡς τὸ πολλαπλάσιον πρὸς τὸ ἕν. τὸ μέντοι γε ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ὅλως ἀόριστον ὑπάρχει κατ’ ἀριθμόν· ὁ γὰρ ἀριθμὸς σύμμετρος ὑπάρχει, κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται. τὸ γὰρ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν τέ ἐστι καὶ <ἔτι>, τοῦτο <δ’> ἀόριστον· ὁπότερον γὰρ ἔτυχεν ἔστιν, ἢ ἴσον ἢ οὐκ ἴσον· σαφῶς δὲ τοῦτο ἐν τῇ θεωρίᾳ ἐξεθέμεθα.
p. 1021a8 Ταῦτα οὖν τὰ πρός τι πάντα κατ’ ἀριθμὸν λέγεται.
θησὶν ὅτι ταῦτα πάντα τὰ πρός τι εἰρημένα κατ’ ἀριθμὸν λέγονται καὶ ἀριθμοῦ πάθη· φησὶν δὲ ὅτι καὶ τὸ ἴσον καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λέγονται, κατ’ ἄλλον μέντοι γε τρόπον. θεωρεῖται γὰρ τὸ ἓν καὶ ἐν τῷ ἴσῳ καὶ ἐν τῷ ὁμοίῳ· ἴσα γὰρ λέγονται κατὰ τὸ ἓν καὶ ὅμοια, καθὸ f.235r ἕν τι ἔχουσιν ἐν ἑαυτοῖς, τὸ δὲ ἓν τοῦ ἀριθμοῦ ἐστιν ἀρχή. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι καὶ τὸ ἴσον καὶ τὸ ὅμοιον κατ’ ἄλλον τρόπον λέγονται εἶναι τοῦ ἀριθμοῦ· κατὰ γὰρ τὸ ἓν λέγεται. ταὐτὰ μὲν γὰρ πάντα ὑπάρχου- σιν ὧν * * * ἕν ἐστι τὸ ποσόν· τὸ δὲ ἓν τοῦ ἀριθμοῦ ἐστιν ἀρχὴ [*](3 πρὸς ἥμισυ scripsi coll. v. 6 et Metaph. p. 1020 b 26: τόδε ὡς libri 8 τὰ τρία] fort, ταῦτα τὰ τρία 15 ἀριθμὸς Aristoteles: ἀριθμῷ libri ὡρισμένος delevi 19 fort. καταμετρεῖται 20 κατὰ scripsi coll. v. 18.19 et Metaph. p. 1021a3: καὶ τὸ libri 22 κατ’ ἀριθμὸν ὑπάρχει om. D 24 ἔτι et δ’ ex Aristotele addidi 33 ταὐτὰ scripsi: ταῦτα libri 34 addendum ex Aristotele μία ἡ οὐσία, ὅμοια δὲ ὧν ἡ ποιότης μία, ἶσα δὲ ὧν)
p. 1021a14 Τὰ δὲ ποιητικὰ καὶ παθητικά.
Ὅ λέγει τοῦτό ἐστιν ὅτι τὰ ποιητικὰ καὶ παθητικὰ κατὰ δύναμιν λέγονται ποιητικὴν καὶ παθητικὴν καὶ ἐνέργειαν τῶν δυνάμεων, οἷον τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον, ὅτι δύναται, καὶ τὸ τέμνον πρὸς τὸ τεμνόμενον ὡς ἐνεργοῦν. τῶν δὲ κατ’ ἀριθμὸν οὔκ εἰσιν ἐνέργειαι, καθὸ ἀριθμοὶ ὑπάρχουσι· ποία γάρ ἐστιν ἐνέργεια τοῦ ἀριθμοῦ, καθὸ ἀριθμός ἐστιν; ἀλλὰ καθ’ ὃν τρόπον ἔχουσιν ἐνέργειαν, ἐν ἑτέροις εἴρηται. λέγει δὲ ἀυτῶν τῶν ἀριθμῶν ἐνεργείας, καθὸ ὅλως νοούμενα ὑπάρχουσι· τὴν οὖν νόησιν τὴν περὶ περὶ αὐτῶν ἐνέργειαν ἐκάλεσεν· ἢ ὅτι ἔχουσιν ἐνέργειαν καὶ οἱ ἀριθμοί, καθάπερ φασὶν οἱ Ποθαρόρειοι, διὸ καὶ δρῶσιν ἡ ἑβδόμη καὶ ἡ τετάρτη. καὶ ἐν τοῖς νοήμασι καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρῶμεν τὰ τοιαῦτα γινόμενα· αἱ μέντοι γε κατὰ κίνησιν ἐνέργειαι οὐχ ὐπάρχουσιν· οὔτε γὰρ κινοῦνται οἱ ἀριθμοὶ καθὸ ἀριθμοί. τῶν δὲ κατὰ δύναμιν καὶ κατὰ χρόνον ἤδη λέγονται πρός τι, οἴοντό πεποιηκὸς πρὸς τὸ πεποιημένον ὡς ἐπὶ τοῦ παρελθόντος χρόνου, καὶ τὸ ποιῆσον πρὸς τὸ ποιησόμενον. οὕτως γὰρ λέγεται καὶ πατὴρ υἱοῦ πατήρ· τὸ μὲν γὰρ πεποιηκός ἐστι, τὸ δὲ πεπονθός τι. ἔτι δὲ ἔνια λέγονται καταστέρησιν δυνάμεως, ὥσπερ τὸ ἀδύνατον καὶ ὅσα οὕτως λέγεται, οἷον τὸ ἀόρατον πρὸς τὸ ὁρατόν. τὰ τοίνυν κατ’ ἀριθμὸν καὶ δύναμιν λεγόμενα πρός τι πάντα ὑπάρχουσι [*](f.235v) πρός τι τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅπερ ἐ.στίν, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο· ἔστι γὰρ ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκέτι πρὸς ἄνθρωπον, εἰ τύχοι. τὸ δὲ μετρητὸν καὶ τὸ ἐπιστητὸν καὶ τὸ διανοητὸν τῷ ἄλλα πρὸς αὐτὰ λέγεσθαι πρός τι λέγονται· τό τε γὰρ διανοητὸν δηλοῖ ὅτι ἔστιν αὐτοῦ διάνοια, οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστι διάνοια, τουτέστι πρὸς τὸν διανοούμενον ἄν- θρωπον, ἀλλὰ πρὸς τὸ διανοητὸν αὐτό. εἰ γὰρ πρὸς τὸν ἔχοντα τὴν διάνοιαν ἐλέγετο, δὶς ἄν ταὐτὸν εἰρημένον ὑπῆρχε, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. ὁμοίως δὲ καὶ τίνος ἐστὶν ἢ ὄψις; οὐχ οὗ ἐστιν ἡ ὄψις. καίτοι ἀληθὲς τοῦτο εἰπεῖν ὅτι οὗ ἐστιν ὄψις, ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον, τουτέστι πρὸς τὸ ὁρατόν. ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχθήσεται, καθάπερ εἴρηται, ὅτι ἔστιν ἡ ὄψις οὗ ἐστιν ὄψις.
p. 10211)3 Τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα πρός τι.
Td μὲν οὕτω λέγονται ὥσπερ πατὴρ καὶ υἱός, τὰ δὲ ἐὰν τὰ γένη αὐκαὶ [*](4 παθητικὰ om. D 7 ὡς ἐνεργούντων δὲ libri ἐνέργειαι Aristoteles: ἐνεργεία libii 9 ἐν ἑτέροις] v. Bonitzii comin. in Metaph. p. 261 9. 10 λέγεικ—ὑπάρχουσι] cf. Alex. p. 370,8 Bz. 17 μετελθόντος D 18. 19 πεπονθός τι ex Aristotele scvipsi: πεπονθότι libri 22 ὅπερ (post τῷ) Aristoteles: ἅπερ libri 23 ἔστι scripsi: εἰ libri Comment. Arist. VI 2 Asclep. in Metaph.)
p. 1021b12 τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν f.236r μηθὲν μόριον.
ἐντεῦθεν περὶ τοῦ τελείου ἡμῖν λέγει, καί φησιν ὅτι τέλειόν ἐστιν ἐκεῖνο οὗ μηθὲν ἔστιν ἔξω λαβεῖν, ὥσπερ ἐπὶ τοῦ χρόνου τέλειος χρόνος ἑκάστου ἐστὶν οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν. οἷον, εἰ τύχοι, ὥρισται ὁ τῶν ἀνθρώπων βίος μέχρι τῶν ἑκατὸν εἴκοσιν ἐνιαυτῶν· οὗτος τοίνυν ὁ χρόνος τέλειός ἐστιν ἐπὶ τῶν ἀνθρώπων· οὐδὲν γὰρ ἔστιν ἔξω αὐτοῦ λα- βεῖν· οὐ γὰρ δυνατόν ἐστι τὴν ἀνθρωπίνην φύσιν ἐν τῷ νῦν βίῳ ὑπερβῆναι τὰ ἑκατὸν εἴκοσιν ἔτη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων ἄλλος χρόνος. οὐ μόνον δὲ ἐπὶ χρόνου τὸ τοιοῦτον ὑπάρχει, ἀλλὰ καὶ ἐπὶ μεγε- θῶν· τέλειον γάρ ἐστι μέγεθος οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν. οἷον, εἰ τύχοι, ὥρισται τὸ ἀνθρώπειον μέγεθος μέχρι τεσσάρων πήχεων ἢ καὶ πέντε· τέ- λειον οὖν ἐστι μέγεθος τὸ τῶν πέντε· πήχεων· ἀδύνατον γάρ ἐστιν ὑπερβῆναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεγεθῶν. οὕτως εἰρηκὼς ἐπὶ τοῦ ποσοῦ τὸ τέλειον ἐφεξῆς μετέρχεται καὶ ἐπὶ τὸ ποιόν, καί φησιν ὅτι καὶ ἐπὶ τοῦ ποιοῦ θεωρεῖται τὸ τέλειον, οἷον ὥσπερ ἐπὶ ἀρετῆς τέλειον λέγεται τὸ ἔχον εἰς ἄκρον τὴν οἰκείαν ἀρετήν. οὕτως γὰρ τέλειος λέγεται καὶ ἄνθρωπος καὶ ἵππος καὶ κύων καὶ ἄψυχα, ἡνίκα ἔχουσιν εἰς ἄκρον τὰ οἰκεῖα πλεονεκτήματα, ὥστε μὴ δύνασθαι ἔξω τι τούτων λαβεῖν. λέγεται δὲ πάλιν τέλειον καὶ ἐπὶ τῆς ἀνθρώπου ἀρετῆς μόνου, ἐπειδὴ τὸ ἀκρότατον τῶν ἀρετῶν ἐν τοῖς ζῴοις ὁ ἄνθρωπος ἔχει· καὶ ἔστι ταὐτὸν τῷ ὑποκειμένῳ τῷ προτέρῳ, τῇ δὲ ἐπινοίᾳ δοκεῖ διαφέρον. τέλειος γὰρ λέγεται ἄνθρωπος ὁ εἰς ἄκρον ἐληλακὼς ἀρετῆς, οἷον Παρμενίδης ἢ εἴ τις ἄλλος, φησί, τοιοῦτος. εἶτα λοιπὸν ἐντεῦθεν μεταφέροντες μεταφορικῶς καὶ ἐπὶ τῶν κακῶν ἁρμόττομεν τὸ τοιοῦτο, ἐπειδὴ τὸ τέλειον ἑκάστου τὸ ἀγαθόν ἐστιν· εἰς τοῦτο γὰρ ἕκαστον σπεύδει. μεταφορικῶς γάρ φαμεν f.236v συκοφάντην τέλειον καὶ κλέπτην τέλειον καὶ κακὸν τὸν μὴ καταλελοιπότα [*](1 ἐν Κατηγορίαις haec non leguntur 3. 4 λέγεται πρός τι ex Avistotele addidi 6 συμβήσεται 1) 7 αὐτὴ D 8 ὅτι—πρός τι (9) om. D 10 ὁ ἄνθρωπος καὶ addidi 17 μέχρι τῷ libri)
Ταῦτα εἰρηκὼς περὶ τοῦ τελείου ἐφεξῆς μετέρχεται· ἐπὶ τὸ πέρας, καί φησιν ὅτι πέρας ἐστὶν οὗ ἔξω μηδὲν ἔστι λαβεῖν, καὶ τὸ πάντα περιέχον ἔνδον ἐν ἑαυτῷ· οὕτως γάρ φαμεν τὴν ἐπιφάνειαν πέρας εἶναι σώματος, ἐπειδὴ οὐδὲν ἔστιν ἔξω λαβεῖν τῆς ἐπιφανείας ἐπὶ τῶν σωμάτων, ὅτι πάντα περιέχει ἔνδον ἑαυτῆς ἡ ἐπιφάνεια. θεωρεῖται δὲ τὸ πέρας καὶ ἐπὶ τῶν τεσσάρων αἰτίων, ὑλικοῦ, ποιητικοῦ, εἰδικοῦ, τελικοῦ. οἷον τελι- κὸν αἴτιον, ὥσπερ ἐπὶ τοῦ θανάτου· πέρας γάρ ἐστιν ἑκάστου, διὸ καὶ ὁ σοφώτατος Δημοσθένης φησὶ ‘πέρας μὲν γὰρ πάντων ὁ θάνατος, κἄν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας.’ λέγεται δὲ πέρας καὶ ἡ ὕλη ὡς ἔσχατον καὶ τρὺξ καὶ ὑποστάθμη τοῦ παντός. λέγεται δὲ πάλιν πέρας καὶ τὸ εἰδικὸν αἴτιον· ὁ γὰρ ὁρισμὸς ἑκάστου ἡ οὐσία ἑκάστου ἐστί, πέρας δὲ ἑκάστου τὸ ἀπολαβεῖν τὴν οἰκείαν ὁλότητα, ὡς εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ τῷ δύνασθαι ποιεῖν οἷον αὐτό. λέγεται πάλιν πέρας καὶ τὸ ποιητικὸν αἴτιον ὡς ἀρχή· θέλει γὰρ ἡ ἀρχὴ τοῦ πράγματος ὡρισμένη εἶναι, τὸ δ’ ὡρίσθαι πέρατός ἐστι. διὸ οὐ πᾶσα ἀρχὴ γίνεται αἰτία τοῦ πράγματος, οἷον εἴ τις βούλοιτο λευκᾶναι τι, οὐκ ἂν λευκαίνοι αὐτὸ ἀρχὴν [*](f.237r) ποιησάμενος τὸ βαδίζειν ἢ τὸ ἀναγινώσκειν· ὥστε ὥρισται ἡ ἀρχή.
Ταῦτα εἰρηκὼς περὶ τοῦ πέρατος μετέρχεται καὶ λέγει ἡμῖν λοιπὸν περὶ τοῦ· καθό, καί φησιν ὅτι καὶ τὸ καθὸ πολλαχῶς λέγεται· ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷόν φαμεν τὸν Σωκράτη ὅτι καθὸ ἀγαθός, ἀγαθός ἐστιν· οὐ γὰρ καθὸ Σωκράτης, ἐπεὶ οὕτως ἔδει τὸν μὴ ὄντα Σωκράτην μὴ εἶναι ἀγαθόν. λέγεται δὲ καθὸ καὶ ἐν ᾧ πρώτως πέφυκε γίνεσθαί τι, ὥσπερ ἐν τῇ ἐπιφανείᾳ τὸ χρῶμα· φαμὲν γὰρ ὅτι κατὰ τὴν ἐπιφάνειάν ἐστι τὸ χρῶ·μα, καθὸ πρώτως ὁμιλεῖ τῇ ἐπι- φανείᾳ. † καθό ἐστι τοῦτο ἐπὶ τοῦ εἴδους. λέγεται δὲ τὸ καθὸ καὶ ἐπὶ τῆς ὕλης. διὰ τί οὐκ ἔστι ποικιλόμορφον ζῷον ὁ ἄνθρωπος; καθὸ τοιαύτης ἐστὶ κράσεως. λέγεται δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου, ὅτι τεκταίνεται τὴν οἰκίαν, καθὸ οἰκοδόμος, οὐ καθὸ φαλακρὸς ἢ σιμός, ὡς εἴρηται ἐν τῇ Φυσικῇ. λέγεται δὲ καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου· ἕκαστον γὰρ ἐπὶ τὸ οἰκεῖον - τέλος ἐπείγεται, καθὸ τὸ ἀγαθὸν τὸ ἑκάστου ὄντος τέλος αὐτοῦ ὑπάρχει. [*](10 ἐν αὐτῷ D πέρας sciipsi: μέρος libri 12 περιέχον D 15 Δημοσθένης φησὶ] de Cor. p. 258,20 19. 20 ἐν τῇ Φυσικῇ πραγματείᾳ] nihil tale legitur, nisi forte ad Phys. Δ 2 p. 1 sqq. respicit 21 θέλει scripsi: θέσει libri 22 τὸ δ’ ὡρίσθαι scripsi: τῶ ὡρίσθαι libri 23 Λευκανοὶ libri 26 πολλαχῶς Aristoteles: πολλάκις libri 32 καθὸ κτλ.] fort, τοῦτο μὲν οὖν τὸ καθό ἐστιν ἐπὶ τοῦ εἴδους 35. 36 ἐν τῇ Φυσικῇ] Β 5 p. 196b26)
Εἶτα λοιπὸν λέγει ἡμῖν καὶ περὶ διαθέσεως, καί φησιν ὅτι διάθεσις λέγεται τοῦ ἔχοντος μέρη ἡ τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ’ εἶδος. κατὰ τόπον μέν, ὅτι τέτακται μὲν ἡ γὴ, εἰ τύχοι, πρὸς τῷ κέντρῳ, τὸ δὲ πῦρ ἀνωτέρω· τοιάνδε γὰρ θέσιν δηλοῦσι ταῦτα. ὁμοίως καὶ ἐπὶ τῆς δυνάμεως, ὡς ἐπὶ τῶν ψυχικῶν δυνάμεων, ἡνίκα κρατεῖ ὁ λόγος τῶν παθῶν, τοιάδε διάθεσις καὶ θέσις θεωρεῖται. καὶ ἐπὶ τῆς μορφῆς, ὅτι θέσις τίς ἐστιν, ὥστε εἶναι τὸ μὲν στόμα κοῖλον, τὴν δὲ ῥῖνα κυρτήν, καὶ τῶν αἰσθητηρίων τὰ μὲν εἶναι ἀντροειδῆ τὰ δὲ κυρτά.
p. 1021b12 τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν.
τέλειόν ἐστιν ἓν μὲν οὗτινος μὴ ἔστι λαβεῖν ἔξωθεν μηθὲν μόριον, οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου· οὐ γὰρ δυνατόν ἐστι τὸ ἀνθρώπειον ζῶον ἔξω τῶν ἑκατὸν εἴκοσιν ἐνιαυτῶν λαβεῖν χρόνον τινὰ καὶ εἰπεῖν ὅτι μέρος τῶν ἑκατὸν εἴκοσιν ἐτῶν· οὔτε γὰρ ὑπερβῆναι, φησί, δυνατόν ἐστι τὰ ἑκατὸν εἴκοσιν ἔτη. τέλειον δέ ἐστι καὶ τὸ κατ’ ἀρετὴν καὶ τὸ μὴ ἔχον ὑπερβολὴν τοῦ καλῶς ἔχοντος πρὸς τὸ γένος, οἷον τέλειος λέγεται ἰατρὸς f.238r [*](15 οὐ oui. I) 18 καὶ τὸ—καθ’ αὑτὸ (19) om. D 28 καὶ θέσις—θέσις (29) oin. D 32 μηθὲν om. D)
p. 1022a4 Πέρας λέγεται τὸ ἔσχατον ἑκάστου.
εἰπὼν περὶ τοῦ τελείου ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ πέρατος,, καί φησιν ὅτι πέρας λέγεται τὸ ἑκάστου ἔσχατον καὶ οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν πρώτου, καὶ οὗτινος πρώτου ἔνδον πάντα ὑπάρχει, ὡς ἐπὶ τῆς ἐπιφανείας εἴρηται· καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους ἵνα εἴπῃ περὶ τοῦ ἑκάστου σχήματος) ἢ ἔχοντος μέγεθος (ἵνα εἴπῃ περὶ τῆς μορφῆς) καὶ τὸ τέλος ἑκάστου. διό φησι τοιοῦτον δὲ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις, τουτέστι τὸ τελικὸν αἴτιον· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶσα πρᾶξις ἐπὶ τὸ αὐτὸ ἐπεί- γεται, τοιοῦτον (03) ἐστιν τὸ ἐφ’ ὃ καὶ οὐ τὸ ἀφ’ οὗ, τουτέστιν ἡ ἀρχή. ἔστι δ’ ὅτε ἀμφότερα γίνονται πέρατα, καὶ τὸ τέλος καὶ ἡ ἀρχή, ὡς ἐδείὅτι λέγεται πέρας καὶ τὸ εἰδικὸν αἴτιον, τουτέστιν ἡ [*](3 post γὰρ add. οὐ D 6 τότε] τὸ D 9 ἐλλείπῃ Aristoteles 10 ἔτι ex Aristotele addidi 18 ἔχει — ἐγένετο] cf. Phys. Β 2 p. 194a31, Bonitzii Ind. Arist. p. 607b26 οὕνεκ’ ἐγένετο Aristoteles 1. I. 20 post ἀρετὴν lacuna AD: addendum μηδ’ ἔχειν ὑπερβολὴν μηδὲ ἔξω τι λαβεῖν, τὰ δ’ ὅλως κατὰ τὸ μὴ ἔχειν Aristoteles : ἔχει libri 34 δέ addidi)
p. 1022a14 <Τὸ καθὸ λέγεται πολλαχῶς> ἕνα μὲν οὖν] τρόπον.
Πληρώσας τὸν περὶ τοῦ πέρατος λόγον ἐντεῦθεν διαλέγεται ἡμῖν περὶ τοῦ καθό, καί φησιν ὅτι καὶ τὸ καθὸ πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷον καθὸ ἀγαθὸς ὁ ἀνήρ, καθὸ ἀγαθός ἐστιν· ἕνα δὲ πάλιν ἐν ᾧ πέφυκε πρώτῳ γίνεσθαι, οἷον τὸ χρῶμα ἐν τῇ ἐπιφανείᾳ· πρώτως γὰρ ἐν θεωρεῖται. τὸ μὲν οὖν πρώτως λεγόμενον καθὸ τὸ εἶδός ἐστιν, ὥσπερ ἐπὶ τοῦ ἀγαθοῦ εἴρηται· [*](f.239r) δεύτερον δὲ ὡς ἡ ὕλη ἑκάστου καὶ τὸ ὑποκείμενον ἑκάστῳ, ὡς ἐδείξαμεν. φησὶν οὖν ὅτι ὁσαχῶς λέγεται τὰ αἴτια, τοσαυταχῶς καὶ τὸ καθό, ὥστε τετραχῶς, καὶ ἔτι κατὰ τὴν θέσιν. λέγομεν γὰρ ὅτι κατὰ τί ἐλήλυθε, καθὸ τοῦ τέλους ἐφίεται, καὶ κατὰ τί παραλελόγισται ἢ συλλελόγισται, καθὸ τὸ αἴτιον τοῦ συλλογισμοῦ τοιοῦτόν ἐστιν ἢ τοῦ παραλογισμοῦ. λέγεται γὰρ τὸ καθὸ τὸ κατὰ τὴν θέσιν, ὡς εἴρηκε, καθὸ ἕστηκεν ἐν τῷδε τῷ μέρει ὁ ἀνδριὰς ἢ καθὸ βαδίζει· πάντα γὰρ ταῦτα τόπον καὶ θέσιν σημαί- νουσιν. εἰ οὖν τὸ καθὸ πολλαχῶς, δῆλον ὅτι καὶ τὸ καθ’ αὑτό· ἐκ γὰρ τοῦ καθὸ προῆλθεν. ἕνα μὲν οὖν τρόπον λέγεται τὸ καθ’ αὑτὸ * * * τουτέστιν ὁ ὁρισμὸς ἑκάστου καὶ τὸ εἶδος ἑκάστου, οἷον Καλλίας καὶ τὸ τί ἦν εἶναι Καλλίᾳ· καθ’ αὑτὸ γὰρ ὑπάρχει τῷ Καλ·λίᾳ ὁ ὁρισμὸς αὐτοῦ. ἔτι δὲ καθ’ αὑτὸ λέγεται καὶ ὅσα ἐν τῷ ὁρισμῷ τοῦ πράγματος παραλαμβάνεται, οἷον * * * καθ’ αὑτὸ ὑπάρχει· ἐν γὰρ τῷ ὁρισμῷ παραλαμβάνεται τὸ ζῷον. πάλιν δὲ λέγεται * * * οἷον αὐτῷ ὑπάρχει πρώτῳ ἤγουν τῶν * * * οἷον ἡ ἐπιφάνεια λευκὴ καθ’ αὐτήν, ἐπειδὴ πρώτως αὐτῇ ὑπάρχει τὸ λευκόν, καὶ πάλιν ζῇ ὁ ἄνθρωπος καθ’ [*](3 — 7 locus ad hunc fere modum restituendus est εἰ δὲ τῆς γνώσεως ἐστι πέρας τὸ εἶδος, φανερὸν ὅτι καὶ τοῦ πράγματος· τῶν γὰρ πραγμάτων αἱ γνώσεις ἀκόλουθοι. φανερὸν οὖν ὅτι ὁσαχῶς λέγεται ἡ ἀρχή, τοσαυταχῶς καὶ τὸ πέρας, εἴ γε ἐδείχθη καὶ ἡ ἀρχὴ πέρας οὖσα. πρὸς τούτοις δὲ καὶ τὸ πλεῖον τῆς ἀρχῆς πέρας ἐδείχθη· λέγεται γὰρ πέρας ἡ ἀρχή, τὸ δὲ πέρας οὐ πᾶν ἀρχὴ λέγεται 8 To καθὸ—πολλαχῶς ex Aristotele addidi οὖν delevi 11. 12 καθὸ ἀγαθός] conicias αὐτὸ τὸ ἀγαθόν; sed cf. p. 339,27. 28: fort. καθὸ (post οἷον) delendum 20 γὰρ] fort. πάλιν ἐν om. D 20. 21 exspectes καθὸ ἕστηκεν ὁ ἀνδριάς, ἐν τῷδε τᾦ μέρει 22 τὸ (post καὶ) scripsi: τὰ libri 23 ad- ut videtur, τὸ τί ἦν εἶναι ἑκάστῳ 26 ὅσα ex Aristotele scripsi: τὰ libri 27 οἷον] lacuna XVII litt. Α, X litt. D: addendum ζῷον ὁ Καλλίας 28 λέγεται] XII litt. desunt Α, IX D: fort, τὸ δεκτικόν τινος, εἰ ἐν αὐτῷ κτλ. 29 τῶν] lacuna XII litt. AD: addendum αὐτοῦ τινι)
p. 1022b1 Διάθεσις λέγεται τοῦ ἔχοντος μέρη.
Διάθεσίς ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰδύναμιν ἢ κατ’ εἶδος, ὥσπερ ἐπὶ τῆς γῆς καὶ τοῦ πυρὸς καὶ τῶν ψυχικῶν δυνάμεων τὴς μορφῆς. διό φησι <θέσιν> γὰρ δεῖ τινα εἶναι, ὥσπερ τοὔνομα δηλοῖ ἡ διάθεσις f καὶ τὸ μέρος, ὥσπερ τοὔνομα καὶ τὴν f. 239b θέσιν οὐχ ἁρμόττει ἐπὶ τῶν ψυχικῶν δυνάμεων οὔτε γὰρ κεῖνται αὗταί που) ἀλλ’ εἰ ἄρ, ἐπὶ τόπου καὶ τῆς μορφῆς.
p. 1022b4 Ἕξις δὲ λέγεται ἕνα μὲν τρόπον οἷον ἐνέργειά τις τοῦ ἔχοντος καὶ ἐχομένου.
Ἐντεδθεν περὶ τῆς ἕξεως ἡμῖν λέγει, καί φησι πολλαχῶς λέγεσθαι τὴν ἕξιν. καὶ λέγει ὅτι λέγεται ἕξις ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου, τουτέστιν αὐτὴ ἡ σχέσις, ὥσπερ τοὐ ἀνδρὸς καὶ τῆς ἐσθῆτος· ἔχει γὰρ ὁ ἀνήρ, ἔχεται δὲ ἡ ἐσθής. λέγεται οὖν ἕξις αὕτη ἡ σχέσις τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου, ὥσπερ τὸ μεταξὺ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου λέγεται π·οίησις καὶ πάλιν τὸ μεταξὺ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου λέγεται κίνησις. οὐκέτι μέντοι, λέγει, ἡμεῖς αὐτοὶ πρὸς τὴν σχέσιν λεγόμεθα ἔχειν σχέσιν· οὕτως γὰρ ἐπ’ ἄπειρον προερχόμεθα. πάλιν, φησίν, ἄλλον τρόπον λέγεται ἕξις ἡ διάθεσις, καθ’ ἣν εὖ καὶ κακῶς διάκειται τὸ διακείμενον ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο. πρὸς ἑαυτὸ μέν, ὥσπερ ἐπὶ τῆς ὑγιείας· ἡνίκα γάρ τις ἔρρωται, λέγεται ἔχειν ἕξιν τὴν ὑγίειαν, καὶ ἡνίκα ἀσφαλής ἐστιν ἡ φιλία, λέγεται ἔχειν ἕξιν τὴν φιλίαν. μεμαθήκαμεν δὲ ἐν Κατηγορίαις ὅτι λέγεται ἡ διάθεσις κατὰ ἰῆς ἕξεως.. λέγεται δὲ ἕξις καὶ ἡ τῶν μερῶν ἀρετή· οὕτως γάρ φαμεν ἔχειν ἕξιν τὸν ὀφθαλμὸν τὸν καλῶς ἐνεργοῦντα καὶ ποιοῦντα τὰς οἰκείας ἐνεργείας.
Ταῦτα περὶ τῆς ἕξεως εἰρηκὼς λοιπὸν μετέρχεται καὶ λέγει ἡμῖν περὶ τοῦ πάθους, καί φησιν ὅτι ἕνα μὲν τρόπον πάθος λέγεται ἡ ποιότης, καθ’ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκαίνεσθαι, τὸ μελαίνεσθαι, τὸ γλυκαίἀλλὰ [*](3. 4 καὶ] ἀλλ’ ὅμως Anstoteles 6 καὶ addidi 11 θέσιν ex Aristotele addidi δεῖ Aristoteles: ἔδει libri 12 καὶ τὸ μέρος κτλ.] locus depravatus: sententia tale aliquid postulat τὸ δ’ ἔχειν μέρη, ὥσπερ τοὔνομα δηλοῖ, κατὰ τὴν θέσιν οὐχ ἁρμόττει κτλ. 14 εἰ scrips!: ἡ libri 20 ἔχεται scripsi: ἔχει libri 26 μὲν om. D 29 ἐν Κατηγορίαις] c. 8 p. 9 a 10)
Ταῦτα εἰρηκὼς καὶ περὶ τοῦ πάθους ἐφεξῆς μετέρχεται καὶ λέγει ἡμῖν περὶ τῆς στερήσεως, καί φησιν ὅτι στέρησις λέγεται καὶ ἐπὶ τοῦ μὴ πεφυκότος ἔχειν· οὕτως γάρ φαμεν στέρησιν ἔχειν τὸ φυτὸν ὀφθαλμοῦ· καίτοι οὐ πέφυκεν ἔχειν ὀφθαλμοὺς τὸ φυτόν, ἀλλὰ καθὸ τὰ ἐν γενέσει καὶ φθορᾷ πεφύκασιν ἔχειν, κατὰ τοῦτο λέγεται καὶ τοῦτο ἐστερῆσθαι ὡς ὑπάρχον τῶν ἐν γενέσει καὶ φθορᾶ. ἀμέλει τοι ἐπὶ τῶν ἀιδίων οὐκ ἄν τις εἴποι τὸ τοιοῦτον, ἐπειδή, φησί, παντελῶς οὐ πεφύκασιν οὕτω διωργανῶσθαι τὰ ἀίδια. πάλιν λέγεται ἐστερῆσθαι καὶ οὗ τὸ γένος πέφυκεν ἔχειν· οὕτως γὰρ λέγεται ὁ ἀσπάλαξ ἐστερῆσθαι ὀφθαλμῶν κατὰ γένος, οὐχ ὅτι αὐτὸς πέφυκεν ἔχειν, ἀλλ’ ὅτι τὸ γένος αὐτοῦ, τουτέστι τὸ ζῷον. ἀμέλει τοι ὁ ἵππος ὁ μὴ ἔχων ὀφθαλμοὺς καθ’ αὑτὸ λέγεται ἐστερῆσθαι, ἐπειδὴ αὐτὸς πέφυκεν ἔχειν. πάλιν δὲ ἐστερῆσθαι λέγεται καὶ τὸ μὴ πεφυκὸς ἔχειν κατ’ ἐκεῖνον τὸν χρόνον, ὥσπερ ἐπὶ τοῦ σκυλακίου εἴρηται ἐν Κατηγορίαις· ἡ γὰρ τυφλότης στέρησίς τίς ἐστιν, ἀλλὰ τυφλὸς οὐ κατὰ πᾶσαν ἡλικίαν, ἀλλ’ ἡνίκα τεχθῇ, ἐπὶ ὀλίγας ἡμέρας. ἔτι ἡ βιαία ἑκά- στου ἀφαίρεσις στέρησις λέγεται, οἷον ἡνίκα τύραννος ἢ λῃσταὶ βιασάμενοί τινα ἀφέλωνταί τι ἐξ αὐτοῦ, λέγεται ὁ τοιοῦτος στέρησιν ἔχειν τοῦ πράγματος οὗ ἀπώλεσε καὶ πάντα· τὰ διὰ τοῦ ἁ στερητικοῦ ἐστερῆσθαι [*](f. 240v) λέγεται, οἷον ἄφιλος ὁ μὴ ἔχων φίλους, ἄνισον τὸ μὴ ἔχον ἰσότητα, καὶ ἄπουν τὸ μηδ’ ὅλως ἔχον πόδας, ὡς ἐπὶ ὄφεως, ἢ τὸ κακοὺς ἔχον. πάλιν ἄτμητον ἢ τὸ ὅλως μὴ τεμνόμενον, ὥσπερ ὁ ἀδάμας, ἢ τὸ μὴ ῥᾳδίως, ὥσπερ ὁ λίθος. ἔτι τὸ πάντῃ μὴ ἔχον· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμος, ἀλλ’ ὁ παντελῶς μὴ ἔχων. εἰ μὲν γὰρ μὴ ἔχων δύο ὀφθαλμοὺς εὐθέως τυφλότητα εἶχεν ἐν στερήσει τῷ ὄντι ἐλέγετο εἶναι καὶ ὁ ἑτερόφθαλμος· νῦν δὲ ἔστιν ὁρᾶν καὶ τῷ ἑνὶ ὀφθαλμῷ. διὸ οὐ πᾶς λέγεται ἀγαθὸς εἶναι ἢ κακός, ἐπειδὴ οὐκ ἔστιν ἄμεσος ἡ ἀντίθεσις αὕτη, ἀλλ’ ἔστι καὶ μέση ἕξις, ὡς ἐπὶ τῶν παιδίων· οὔτε γὰρ δίκαια λέγονται οὔτε ἄδικα.
Ταῦτα εἰρηκὼς περὶ τῆς στερήσεως μ·ετέρχεται ἐπὶ τὸ ἔχειν, καί φησιν ὅτι καὶ τὸ ἔχειν πολλαχῶς λέγεται, ἢ τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν τὸ πρᾶγμα ἐν ᾧ ἐστιν, ἢ τὸ ἄγειν κατὰ τὴν αὑτοῦ ὁρμήν· οὕτως γὰρ λέγεται ἔχειν ὁ πυρετὸς ἐκεῖνον, ἐν ᾧ ἐστιν, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄγει αὐτὸν θερμαίνων αὐτόν. πάλιν λέγεται ὁ τύραννος ἔχειν τὴν πόλιν, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ὁρμὴν ἄγει τὴν πόλιν, ὡς βούλεται πάλιν [*](5 fort. τὸ ἀμέτρως θερμαίνεσθαι; cf. 347,20 21 ἐν Κατηγορίαις haec non inveniuntur: sed cf. Cat. 10 p. 12a32 sqq.)
Ταῦτα καὶ περὶ τοῦ ἔν τινι εἰρηκὼς μετέρχεται ἐφεξῆς καὶ λέγει ἡμῖν περὶ τοῦ ἔκ τινος, καί φησιν ὅτ·ι τὸ ἔκ τινος λέγεται ὡς τὸ ἐξ οὗ, τουτέστιν ὡς ἐξ ὕλης· οὕτως γάρ φαμεν τὸν ἀνδριάντα ἐκ τοῦ χαλκοῦ· εἶναι κατὰ τὸ ὕστατον, ἢ κατὰ τὸ πρῶτον γένος, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς ἐκ τοῦ ὕδατός ἐστιν, ὡς εἴρηται ἐν τοῖς Μετεώροις. καὶ πάλιν ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς, οἷον ἐκ τίνος γέγονεν ἡ μάχη; ἐκ τῆς λοιδορίας· αὕτη γὰρ γέγονεν ἀρχὴ τῆς μάχης. πάλιν δὲ λέγεται ἐξ οὗ καὶ τὸ ἐκ τοῦ συνθέτου, οἷον ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὰ ἔπη ὡς ἐξ ὅλου μέρος, οἷον εἰπέ μοι ἐκ τῆς Ἰλιάδος τόνδε τὸν στίχον, καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι. πάλιν τὰ μὲν ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τουτέστι τὸ ὅλον ἐκ τῶν μερῶν, οἷον ἄνθρωπός ἐστιν ἐκ τοῦ δίποδος καὶ τοῦ δύο ἔχειν χεῖρας καὶ εἶναι ὀρθοπεριπατητικὸν πλατυώνυχον. τὰ δὲ πάλιν ἐὰν κατὰ μέρος τι τούτων ὑπάρχῃ. λέγεται γὰρ τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ τῆς μητρός, ἐπειδὴ ἡ μὲν μήτηρ ἔχει τὸ καταμήνιον, ὁ δὲ πατὴρ τὸ σπέρμα· καὶ πάλιν ἐκ [*](f. 241v) τῆς γῆς τὸ φυτόν, ἐπειδὴ μέρος συντελεῖ ἡ 77;. πάλιν λέγεται τὸ ἐξ οὗ καὶ τὸ κατὰ χρόνον· οὕτως γάρ φαμεν ἐξ ἡμέρας γίνεσθαι νύκτα καὶ ἐκ νυκτὸς ἡμέραν. πάλιν δὲ λέγεται ἐξ οὗ, ἵνα μὴ ὑποθώμεθα ἐκ τῆς φθορᾶς ἐκείνου τὴν ἄλλου γίνεσθαι γένεσιν, ὥσπερ ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς εἰρήκαμεν, οἷον ἡνίκα φαμὲν ὅτι ἐξ ἰσημερίας ἐγένετο πλοῦς, ἀντὶ του μετὰ τὴν ἰσημερίαν.
Ταῦτα εἰπὼν περὶ τοῦ ἐξ οὗ λοιπὸν λέγει ἡμῖν περὶ τοῦ μέρους ὅτι ἕνα μὲν τρόπον λέγεται μέρος τὸ καταμετροῦν τὸ ὅλον, ὥς φησι γεωμέτρης. οὕτως φαμὲν τῶν δέκα μέρος εἶναι τὰ πέντε ὡς καταμετροῦν τὸ [*](8 ἔτι Aristoteles: ἐπεὶ libri 9 ’jtw yap XEyaxai om. D 12 φάκελλος libri 21 ἐν Tot? MsTEwpot;] Meteorol. Γ 6 p. 378a32 29 πλατυόνυχον libri 32 ἐξ om. I) 36 ἐσημερίας Aristoteles: ἧς ἡμέρας libri)
ταῦτα εἰπὼν περὶ τοὐ μέρους ·ἐφεξῆς λέγει ἡμῖν περὶ τοῦ ὅλου ὅτι καὶ αὐτὸ πολλαχῶς λέγεται. κυρίως γὰρ ὅλον λέγεται, οὗ τῶν μερῶν μηδὲν ἄπεστιν· οὕτως γὰρ ὁ τέλειος ἄνθρωπος λέγεται ὅλον, ἐπειδὴ οὐδὲν λείπει τῶν μερῶν αὐτοῦ. πάλιν καὶ τὸ περιέχον τὰ περιεχόμενα ὅλον λέ- γεται, † ταὐτὸν δέ ἐστιν. οὕτως γάρ φαμεν ὅλον τὸν οἶκον εἶναι ὡς περιέχοντα πάντα τὰ μόρια ἐν ἑαυτῷ ἐξ ὧν σύγκειται. καὶ ἐντεῦθεν ἔστιν [*](f. 242r) ἑλεῖν ὅτι οὐχ ἁπλῶς τὰ μόριά ἐστιν τὸ ὅλον, ἀλλὰ ἄλλο τι ἔξωθεν προσγινόμενον, ὅπερ πρᾶγμα οὐ προσγίνεται ἄνευ τῆς τῶν μορίων συνθήκης· † ἔπειτα μόριον ὂν ἂν ἦν τὸ ὅλον καὶ ἂν ἐπλήρουν τὰ μόρια τὸ ὅλον μόνα, οὐκέτι ἓν πρᾶγμα ὑπῆρχεν ἀλλὰ πολλά, καθὸ ἐκ τῆς τῶν πολλῶν συνδρομῆς γέγονεν. ὥστε ἕτερόν τι ἐπιγίνεται, ὅπερ ποιεῖ τὸ ὅλον ἄλλο ὑπάρχειν παρὰ τὰ μόρια, οὐ μέντοι γε παραγίνεται ἄνευ τῆς τῶν μορίων συν- δρομῆς. εἶτά φησιν ὅτι τῶν πραγμάτων τὰ μὲν ὅλα λέγονται, τὰ δὲ πάντα, <τὰ> δὲ ἀμφότερα. οἷον ὅλον λέγεται, ὃ διαιρούμενον καὶ ἀφαιρούμενον οὐ μένει τὸ αὐτό· ὁ μέντοι γε ἀὴρ ἢ τὸ πῦρ ἢ τὸ ὕδωρ διαιρούμενα μένουσι τὰ αὐτά· ὥστε ταῦτα πᾶν λέγονται. συναμφότερα δὲ ὡς τὸ ἱμάτιον καὶ ὁ κηρός· καθὸ μὲν γὰρ τὸ αὐτὸ ἱμάτιόν ἐστι, πᾶν λέγεται, καθὸ δὲ τείνεται καὶ συστέλλεται, οὐ μένει τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τοὐ κηροῦ· καθὸ γὰρ ὁ αὐτὸς κηρὸς μένει, πὰν λέγεται, καθὸ δὲ διαφορὰν δέχεται * * * εἶτά φησιν ὅτι καὶ πάντα λέγονται τὰ πλείονα, οἷον πολλὰ ὕδατα, ὥσπερ καὶ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον πᾶς ἀριθμός, ἐπειδὴ ὁ ἀριθμὸς καθὸ ἀριθμὸς εἰς ἐστιν, αἱ μέντοι γε μονάδες πᾶσαι, ἐπειδὴ διαφέρουσιν ἀλλήλων. ὥστε ἐνταῦθα φαίνεται ἑπόμενος τοῖς Πυθαγορείοις καὶ τῷ Πλάτωνι· κἀκεῖνοι γάρ φασιν ὅτι ἕτερός ἐστιν ὁ ἀριθμὸς παρὰ τὰς μονάδας· τῇ γὰρ σωρείᾳ τῶν μονάδων ἕτερός τις ἐπιγίνεται ἔξωθεν ἀριθμός, ὥστε ἕτερός ἐστιν ἀριθμὸς παρὰ τὴν τῶν μονάδων σωρείαν.
[*](8 παραλαμβανόμενον scripsi: παραλαμβανομένου libri 14 ταὐτὸν δέ ἐστιν] locus depravatus: apud Aristotelem sequuutur haec τοῦτο δὲ διχῶς· ἡ γάρ ὡς ἕκαστον ἓν ἢ ὡς ἐκ τούτων τὸ ἕν οἶκον scripsi coll. p. 350,18: οἰκοδόμον libri 15 τὰ om. D ἐξ ὧν om. D 18 ἔπειτα κτλ.] Jegendum, ut videtur, ἐπεί, εἰ τὰ μόρια μόνα ἦν τὸ oXov καὶ συνεπλήρουν et infra v. 19 ὑπῆρχεν ἄν 23 πάντα repetit Α τὰ addidi 24 ἀὴρ] ἀνὴρ libri 29 post δέχεται lacuua XIII litt. Α, X litt. D: addendum tale quid μορφῆς, ὅλος ἐστίν)p. 1022b4 Ἕξις λέγεται ἕνα μὲν τρόπον.
Ἕξις λέγεται ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἔχοντος καὶ τοῦ ἐχομένον, τουτέστιν ἡ σχέσις αὐτή, ὥσπερ πρᾶξίς τις ἢκίνησις. ὥσπερ γὰρ f. 242v ἡνίκα τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καὶ ἐπὶ πυρὸς καὶ ξύλου ἐστὶ ποίησις μεταξύ, οὕτως καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος ἐστί τις μεταξὺ ἕξις. ταύτην μὲν οὖν τὴν ἕξιν φανερὸν ὅτι οὐκ ἐνδέχεται ἔχειν, ἵνα ὑποθώμεθα καὶ τὴν σχέσιν αὐτὴν πρὸς ἡμᾶς εἶναι σχέσιν, ἐπεὶ οὕτως εἰς ἄπειρον βαδιούμεθα, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν. πάλιν κατ’ ἄλλον τρόπον λέγεται ἕξις διάθεσίς τις, καθ’ ἣν εὖ ἢ κακῶς τις διάκειται, καὶ ἢ καθ’ αὑτὸ ἢ πρὸς ἄλλο· οἷον ἡ ὑγεία ἡ φιλία ἕξεις τινὲς ὑπάρχουσιν, ἀλλ’ ἡ μὲν ὑγεία πρὸς ἑαυτήν, ἡ δὲ φιλίκ πρὸς ἕτερον. πάλιν λέγεται ἕξις καὶ ἐπὶ μορίου εὒ ἔχοντος· διὸ καὶ ἡ τῶν μορίων <ἀρετὴ> ἕξις τίς ἐστιν, ὥσπερ ἡ καλλίστη τοῦ ὀφθαλμοῦ ἐνέργεια.
p. 1022b15 Πάθος δὲ λέγεται μὲν τρόπον.
εἰπὼν περὶ τῆς ἕξεως τί ἐστιν, ἐντεῦθεν καὶ περὶ πάθους λέγει, καί φησιν ὅτι πάθος λέγεται καθ’ ἕνα μὲν τρόπον ποιότης τις, καθ ἣν ἐνδέχεται ἀλλοιοῦσθαι, οἷον τὸ λευκὸν τὸ μέλαν, τὸ γλυκὺ καὶ πικρόν, ἡ κουφότης καὶ ἡ βαρύτης, καθάπερ ἐν τῇ θεωρίᾳ εἴ- ρηται. ἔτι δὲ καὶ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις, καὶ τούτων μᾶλλον αἱ βλαβεραί, οἷον τὸ κακῶς ἀλλοιοῦσθαι, οἷον τὸ ἀμέτρως θερμαίνεσθαι ἢ ψύχεσθαι. πρὸς τούτοις δὲ καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται τῷ ἴσχειν πάθος ἐν σώματι.
p. 1022b22 Στέρησις λέγεται ἕνα μὲν τρόπον.
εἰπὼν περὶ τοῦ πάθους ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς στερήσεως, καί φησιν ὅτι στέρησις λέγεται καθ’ ἕνα μὲν τρόπον, ἐὰν μὴ ἔχῃ τι τῶν πεφυκότων ἔχεσθαι, κἂν μὴ αὐτὸ ὑπάρχῃ πεφυκὸς ἔχειν, οἰον λέγεται τὸ φυτὸν ὀμμάτων ἐστερῆσθαι. κυρίως δὲ τὸ τοιοῦτον οὐκ ἔστι στέρησις, ἀλλὰ μᾶλλον ἀπόφασις, ἐπειδὴ ἡ στέρησις ἔχει καὶ τὴν ἐναντίαν ἕξιν· ἀλλὰ [*](f. 243r) μόνον λέγεται μὴ ἔχειν ὀφθαλμούς· ὥστε κυρίως ἀπόφασίς ἐστι τὸ τοιοῦτον. πάλιν δὲ λέγεται στέρησιν ἔχειν, ἐὰν πεφυκὸς ἔχειν ἢ αὐτὸ ἢ τὸ γένος αὐτοῦ μὴ ἔχῃ, οἷον ἄλλως ὁ τυφλὸς ἵππος καὶ ἄλλως ὁ ἀσπάλαξ ἐστέρηται. ὁ μὲν γὰρ ἀσπάλαξ διὰ τὸ γένος λέγεται ἔχειν τὴν στέρησιν, ἐπειδὴ τὸ ζῷον πέφυκεν ἔχειν ὄψιν. πάλιν λέγεται στέρησις, ἐὰν πεφυκὸς ἔχειν, ὅτε πέφυκεν ἔχειν, μὴ ἔχῃ· ἡ γὰρ τυφλότης στέρησίς· τίς ἐστιν· [*](3 αὐτὴ scripsi; coll. p. 343,1 19: αὕτη libri 7 res postulat πρὸς τὴν σχέσιν αὑτὴν ἡμᾶς ἔχειν σχέσιν; cf. p. 343,23.24 12 post μορίων desunt V litterae A: ἀρετὴ ex Aristotele addidi 27 οὐκέτι D 29 ἀπόφανσις Α)
p, 1023a8 Τὸ ἔχειν δὲ λέγεται πολλαχῶς, ἕνα μὲν τὸ ἄγειν.
Πληρώσας τὸν περὶ τῆς στερήσεως λόγον ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ ἔχειν, καί φησιν ὅτι καὶ τὸ ἔχειν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἤγουν κατὰ τὴν αὑτοῦ ὁρμήν· διὸ λέγεται πυρετὸς ἔχειν τὸν ἄνθρωπον καὶ ὁ τύραννος τὴν πόλιν καὶ τὴν ἐσθῆτα οἱ ἐνδεδυμένοι. ἄλλον δὲ τρόπον λέγεται ἔχειν ἐν ᾧ ἄν τι ὑπάρχῃ ὡς δεκτικῷ· λέγεται γὰρ ὁ χαλκὸς ἔχειν τὸν ἀνδριάντα, ἐπειδὴ ἐν αὐτῷ ἐστιν ὁ ἀνδριάς, ὁ ἵππος τὴν νόσον. ἄλλον δὲ τρόπον ὡς τὸ περιέχον τὰ περιεχόμενα· ἐν ᾧ γάρ ἐστι περιέχοντι, ὑπὸ τούτου ἔχεσθαι λέγεται, οἷον τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν, ἐπειδὴ περιέχει καὶ τὴν πόλιν ·ἀνθρώπους, καὶ τὴν ναῦν ναύτας. οὕτω δὲ καὶ τὸ ὅλον λέγεται ἔχειν τὰ μέρη ὡς ἐν τῷ ὅλῳ θεωρούμενα αὐτά. ἔτι λέγεται ἔχειν τὸ κωλῦον κατὰ τὴν ὁρμὴν αὐτοῦ κινεῖσθαί τι ἢπράττειν, οἷον οἱ κίονες τὰ ἐπικείμενα βάρη, ἐπειδὴ συνέχουσιν αὐτά, καὶ ὡς οἱ ποιηταὶ ποιοῦσι τὸν Ἄτλαντα βαστάζειν τὸν οὐρανὸν ὡς συμπεσόντα ἄν ἐπὶ τὴν γῆν, εἰ μὴ ἀνείχετο, καὶ ὡς οἱ φυσικοὶ ποιοῦσι τὴν δίνησιν ἀνέχειν αὐτόν. ὁμοίως λέγεται ἔχειν καὶ τὸ συνέχειν, ὥσπερ ὁ φάκελος τὰ λάχανα· λυθέντος γὰρ αὐτοῦ διασκορπίζονται. ἰστέον δὲ ὅτι καὶ τὸ ἔν τινι τοσαυταχῶς λέγεται, ὁσαχῶς καὶ τὸ ἔχειν, ὡς ἐδείξαμεν.
[*](1 τυφλὸς δ’ οὐ κατὰ πᾶσαν κτλ. Aristoteles 7 ἁ Aristoteles: πρώτου libri 8 om. D 15 ἔτι Aristoteles: ὅτι libri 21 τοῦ ἔχειν scripsi: τῆς στερήσεως libri 22 αὐτοῦ utrobique libri 23 πυρετὸς ’ πυρετὸν libri 23. 24 οἱ ἐνδεὃυμένοι —ἔχειν oui- t) 26 ὁ om. D 35 φάκελλος libri)p. 1023a26 Τὸ ἔκ τινος εἶναι λέγεται.
ἐντεῦθεν περὶ ἰοῦ ἔκ τινος ποιεῖται ἡμῖν τὴν τεχνολογίαν καί φησιν αὐτὸ ποσαχῶς λέγεται. ἕνα μὲν τρόπον ἐξ οὗ ἐστι ὡς ὕλης, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸ πρῶτον γένος ἢ κατὰ τὸ ὕστατον εἶδος, οἷον κατὰ τὸ πρῶτον ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, κατὰ δὲ τὸ ὕστερον ὡς ἐκ χαλκοῦ ὁ ἀνδριάς. καὶ πάλιν ἐκ τῆς πρώτης κινησάσης [*](f. 244r) χῆς, οἷον ἐκ τίνος γέγονε * * * πάλιν δὲ λέγεται τὸ ἔκ τινος καὶ ὡς ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὰ ἔπη καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι· τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τὸ τέλος. τὰ δὲ ὥσπερ λέγεται ἐκ τῶν μερῶν εἶναι τὸ ὅλον, οἷον ὁ ἄνθρωπος ἐκ τοῦ δίποδος, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ, καὶ ἡ συλλαβὴ ἐκ τῶν στοιχείων· ἄλλως γὰρ τούτων τὸ μέν ἐστι τεχνικὸν τὸ δὲ φυσικόν, ὥσπερ ὁ ἀνδριὰς ἐκ τοῦ χαλκοῦ· διό φησιν ἑκτῆς συνθετῆς ὕλης ἡ συνθετὴ οὐσία, ἀλλ’ ἡ μὲν φυσική, ἡ δὲ τεχνητή. ἀλλὰ καὶ τὸ εἶδος λέγεται ἑκτῆς τοὺ εἴδους ὕλης, ὥσπερ ὁ ἄνθρωπος ἐκ τοῦ δίποδος· ἀμφότερα δὲ εἴδη ὑπάρχουσι καὶ τὰ μέρη καὶ τὸ ὅλον. πάλιν λέγεται ἐξ οὗ ἐκ τῶν κατὰ μέρος, οἷον ἐκ πατρὸς καὶ μητρὸς τὸ τέκνον, ἐπειδὴ μέρος τι ἀμφότεροι συντελοῦσι, καὶ πάλιν ὅτι ἐκ τῆς γῆς φυτόν, ὅτι ἔκ τινος μέρους αὐτῆς ἐστι. πάλιν λέγεται τὸ ἔκ τινος καὶ ἐπὶ τοῦ χρόνου, οἷον ἐξ ἡμέρας νὺξ καὶ ἐξ εὐδίας χειμών, ὅτι τοῦτο μετὰ τοῦτο. τούτων δὲ τὰ μὲν τῷ ἔχειν μεταβολὴν εἰς ἄλληλα οὕτως λέγονται μεθ' ὅ, ὥσπερ καὶ τὰ νῦν εἰρημένα, τὰ δὲ τῷ κατὰ χρόνον ἐφεξῆς μόνον, οἷον ἐξ ἰσημερίας ἐγένετο ὁ πλοῦς, ὅτι μετὰ ἰσημερίαν ἐγένετο, καὶ ἐκ Διονυσίων Θαργήλια ἑορτὴ γίνεται τῷ Θαργηλιῶνι μηνί.
p. 1023b12 Μέρος λέγεται.
ἐντεῦθεν περὶ μέρους ἡμῖν διαλέγεται, καί φησιν ὅτι μέρος ἐστὶ καθ’ ἕνα μὲν τρόπον εἰς ὃ ἄν διαιρεθῇ τὸ ποσὸν ὁπωσοῦν, καταμετροῦν μέρος εἴτε καὶ μή· ἀεὶ γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ, τουτέστι τοῦ δεκαπήχου ξύλου, καθὸ ποσόν ἐστι, μέρος λέγεται, εἴτε μετρεῖ εἴτε [*](f. 244v) οὔ. οἷον τῶν τριῶν τὰ δύο μέρος λέγεταί πως μὴ μετροῦν. ἄλλον δὲ τρόπον λέγεται τὸ μετροῦν· διὸ τὰ δύο τῶν τριῶν καὶ μέρος λέγεται καὶ οὐ λέγεται μέρος * * * ὡς δὲ ἐξ αὐτοῦ ὑπάρχον μέρος. ἔτι εἰς ἃ τὸ εἶδος, τουτέστι τὸ γένος, διαιρεῖται ἄνευ τοῦ ποσοῦ, καὶ ταῦτα μέρη αὐτοῦ [*](5 ὕστερον] immo ὕστατον 7 lacunain indicavi: ἐκ τίνος ἡ μάχη; ἐκ λοιδορίας, ὅτι ’jTTj ἀρχὴ τῆς μάχης Aristoteles 10 ἔχειν D 11 ἐκ τοῦ μέρους τὸ εἶδος Aristoteles 14 συνθετῆς] ἁ αἰσθητῆς Aristoteles IGosom. D 17 καὶ κατὰ μέρη D 20 τὸ om. D 21 εὐδείας libri 25 Θαργηλιῶνι μηνί seripsi: θαργηλίω μηνίας libii 31 λέγεταί πως Aristoteles: λέγει ποσῶς liliri 33 lacunam iudicavi: addendum ὡς μὲν γὰρ οὐ καταμετροῦν οὐ λέγεται μέρος)
p. 1023b26 Ὅλον λέγεται οὗ μηθὲν ἄπεστι μέρος.
ἐντεῦθεν τὴν περὶ τοῦ ὅλου τεχνολογίαν παραδίδωσιν ἡμῖν, καί φησιν ὅτι ὅλον λέγεται οὗ μηδὲν ἄπεστι μέρος, ἀλλὰ τὸ πᾶν τελειόν ἐστιν, ἐξ ἐξ ὥν λέγεται τὸ ὅλον φύσει, ὡς ὁ τέλειος ἄνθρωπος, καὶ τὸ περιέχον τὰ περιεχόμενα, ὡς ἕν τι εἶναι ἐκεῖν, ὥσπερ ὁ οἶκος εἶς λέγεται τῷ πάντα; τᾶ συμπληροῦντα αὐτὸν περιέχειν. τοῦτο δὲ διχῶς λέγεται· ἢ γὰρ ὡς ἕκαστον ἕν, <ἢ> αὐτὴ ἡ ὁλότης ἡ ἐπιγινομένη, ὡς ἐκ τούτων τὸ ἓν [*](f. 245r) τῆς τῶν μερῶν συνθέσεως· ἄλλα γὰρ τὰ μέρη καὶ ἄλλο τὸ ἐπιγινόμενον εἶδος. τὸ μὲν γὰρ καθόλου καὶ τὸ ὅλως λέγομεν, ὡς ὅλον τι ὂν τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου καὶ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον, καθ' ὧν κατηγορεῖται. οἷον τὸ ζῷον κατηγορεῖται ἀνθρώπου, ἵππου, βοός, κυνός, καὶ πάντα ἕν τι ὑπάρχουσι καὶ ὅλα, ἄνθρωπος, ἵππος, βοῦς, κύων, διότι πάντα ταῦτα ζῷα ὑπάρχουσι. τὸ δὲ συνεχὲς καὶ πεπερασμένον, ὅταν ἕν τι ἐκ πλειόνων ᾖ ἐνυπαρχόντων, μάλιστα μὲν δυνάμει, ὡς ἐπὶ τῆς γραμμῆς, εἰ δὲ μή, ἐνεργείᾳ πως· ἐν γὰρ τῇ γραμμῇ τὰ σημεῖά πως δυνάμει ὑπάρχουσιν, ἐν ἡμῖν δὲ τὰ μέρη ἐνεργείᾳ, καθὸ οἰκεῖον ἕκαστον τούτων ἔχει εἶδος καὶ οἰκείαν περιγραφήν, <ἣν> δύνανται λέγειν εἶναι ἐνεργείᾳ. μᾶλλον δὲ τὰ φυσικὰ μετέχουσι τῆς ἑνώσεως, τουτέστι τὸ ὕδωρ, ἤπερ τὰ τεχνητά, τουτέστι θύρα, ὥσπερ καὶ * * * ἑνότητός τινος.
p. 1024a1 Ἔτι τοῦ ποσοῦ.
Ἔντεῦθεν περὶ τοῦ παντὸς λέγει ἡμῖν, καί φησιν ὅτι ἐπὶ τοῦ ποσοῦ, [*](7 ἢ addidi 8 ἐν ᾖ Aristoteles: ἓν δὲ libii 10 τούτων κτλ] locus depravatus: fort, legeiidum τούτων γὰρ ἓν ὑπάρχον τὸ γένος τοῦ εἴδους ἐστὶ καὶ μέρος, quamquam his verbis facile carere possumiis 11 δὲ delevi 18 ἕν τι εἶναι ἐκεῖνα Aristoteles: έν τινι εἶναι ἐκεῖνο Hbri 20 ἢ addidi ἐπιγενομένη D 27 ᾖ Aristoteles: ἢ libri 30 ἣν addidi δύναται D 32 τεχνικά D 32 ὥσπερ καὶ] addeuduiu ἐπὶ τοῦ ἑνὸς λέγομεν ὡς οὔσης τῆς, ὁλότητος)
p. 1024a11 κολοβὸν δὲ λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ υεοιστόν τε δεῖ αὐτὸ εἶναι καὶ ὅλον.
ἐντεῦθεν περὶ κολοβοῦ διδάσκει ἡμᾶς τί ἐστι καὶ τὸν τρόπον, καθ’ ὃν λέγεται τὸ κολοβόν· οὔτε γὰρ λέγει ἡμῖν, ποσαχῶς λέγεται τὸ κολοβόν, ἐπειδὴ μοναχῶς μόνον λέγεται. καί φησιν ὅτι τὸ κολοβὸν περὶ τὸ ποσὸν θεωρεῖται· οὔτε γὰρ δυνατόν ἐστι λέγειν κολοβὸν τὸ ἀμερές, ὥστε ἐν ποσῷ θεωρεῖται τὸ κολοβόν. καὶ οὐκ ἐν παντὶ ποσῷ· οὐ γὰρ ἐν τῷ διωρισμένῳ, ἀλλ’ ἐν τῷ συνεχεῖ, καὶ ἐν τῷ συνεχεῖ οὐ παντί· οὐ γὰρ ἐν τῳ ὁμοιομερεῖ ἀλλ’ ἐν τῷ ὀργανικῷ. οἷον οὐ λέγομεν κολοβὸν τὸν τέσσαρα ἀριθμὸν ἀφαιρεθείσης μονάδος ἐξ αὐτοῦ· οὐκέτι γὰρ φυλάττει τὸ αὐτὸ εἰδος· θέλει δὲ τὸ αὐτὸ εἶδος φυλάττεσθαι ἐπὶ τῶν κολοβῶν, παντελῶς δὲ ἕτερον εἶδός ἐστι τοῦ τρία ἀριθμοῦ παρὰ τὸν τέσσαρα ἀριθμόν. ὥστε οὐ δυνατόν ἐστιν ἐπὶ τοῦ διωρισμένου ποσοῦ θεωρεῖσθαι τὸ κολοβόν, ἀλλ’ ἐπὶ τοὐ συνεχοῦς, ὡς ἐπὶ κύλικος· ἐὰν γὰρ ἀφαιρεθῇ τὸ οὖς τῆς κύλικος, κολοβὸν λέγεται εἶναι ἡ κύλιξ· ἔτι γὰρ μένει τὸ εἶδος τῆς κύλικος. ὁμοίως καὶ ῥινὸς ἀφαιρεθείσης ἡ χειρὸς καὶ ἐπὶ πάντων τῶν ὀργανικῶν μέρους τινὸς ἀφαιρεθέντος λέγεται εἶναι τὸ καταλειφθὲν κολοβόν, ἐπειδή, ὡς εἴρηται, μένει πως τὸ αὐτὸ εἶδος· εἰ μέντοι γε καὶ ἡ κεφαλὴ ἀφαιρεθείη, οὐκέτι λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὔτε ὑφέστηκεν ὅλως ἀλλ’ ἔφθαρται· δεῖ δὲ περισώζεσθαι τὰ μέλλοντα λέγεσθαι εἶναι κολοβά. οὔτε δὲ ἐπὶ τῶν ὁμοιομερῶν, ὡς εἴρηται, λέγεται εἶναι τὸ καταλειφθὲν κολοβόν, οἷον ἐὰν ἀπὸ λίθου μέρος τι ἀφαιρεθείη, οὐ λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὐδὲν ἧττον ἐν ἄλλῳ τόπῳ ἐστὶν ὁ λίθος [*](f. 246r) ὁ αὐτὸς ὑπάρχων τῷ ἀφαιρεθέντι. διὸ τὸν φαλακρὸν οὐκ ἄν εἴποιμεν κολοβὸν εἶναι, ἐπειδὴ ἐν ἄλλῳ μέρει τοῦ σώματος αὐτοῦ φύο.νται τρίχες· ἐὰν μέντοι γε ἡ χεὶρ ἀφαιρεθείη, λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὐ δυνατόν, εἰ τύχοι, ἄλλην δεξιὰν γενέσθαι.
ταῦτά εἰρηκὼς περὶ τοῦ κολοβοῦ ἐφεξῆς λέγει ἡμῖν καὶ περὶ τοῦ γένους, καί φησιν ὅτι τὸ γένος τετραχῶς λέγεται, ἕνα μὲν τρόπον, καθ’ ὅν [*](4 μεταθέσει Avistoteles 5 πάντα δὲ καὶ] senteutia postiilat ταὐτὰ ·μένει 10 πλείονα scripsi: πλεῖστα libri)
Ταῦτα εἰρηκὼς ἐφεξῆς λέγει ἡμῖν περὶ τοῦ ψεύδους, καί φησιν ὅτι τὸ ψεῦδος διχῶς λέγεται· ἢ γὰρ ἐν πράγμασί θεωρεῖται ἢ ἐν λόγῳ. καὶ f. 246v ἰδοὺ ἐνταῦθα ἄντικρυς ὁμολογεῖ ὅτι τὸ ψεῦδος οὐκ ἐν μόνοις τοῖς λόγοις θεωρεῖται, ἀλλὰ καὶ ἐν τοῖς πράγμασι. καί φησιν ὅτι τὸ ψεῦδος τὸ ἐν τοῖς πράγμασιν ἁπλοῦν ἐστι, καὶ οὐχ ὥσπερ ἐν τοῖς λόγοις περὶ σύνθεσιν καὶ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖται, ὡς εἴρηται ἐν Κατηγορίαις· πάντως γὰρ χρεία ἐστὶν ἄλλο ἄλλου καταφῆσαι ἢ ἀποφῆσαι, ἵνα οὕτως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρηθείη. ἐπὶ μέντοι γε τῶν πραγμάτων, ὡς εἴ- ρηται, ἁπλοῦν ἐστιν, οἷον αὐτὸ τὸ μὴ ὂν καὶ ἡ ἀνυπαρξία τοῦ πράγματος, ὥσπερ ἐπὶ τῆς διαμέτρου φαμὲν ὅτι ἡ διάμετρος σύμμετρός ἐστι τῇ πλευρᾷ ἢ τὸ σὲ καθῆσθαι· τούτων γὰρ τὸ] ψεῦδος τὸ μὲν ἀεί ἐστι, φησίν, ὡς ἐπὶ τῆς διαμέτρου, τὸ δὲ ποτέ, ὡς ἐπὶ τοῦ καθῆσθαι· δυνατὸν γὰρ ὕστερον καθῆσθαι τὸν νῦν μὴ καθήμενον. φαίνεται δὲ καὶ ἐπὶ πραγμάτων τὸ ψεῦδος, ἐφ’ ὧν πέφυκε φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἃ μή ἐστιν, οἷον ὡς ἐπὶ τῆς σκιαγραφίας· εἰ γὰρ σκιαγραφήσει τις τὸν Σωκράτη, ἐπειδὴ ἔχει τινὰ ὁμοιότητα πρὸς τὸν Θεαίτητον, δόξει ἡ σκιαγραφία τοῦ Θεαιτήτου εἶναι, ἐπειδὴ ἔχει τι αὐτοῦ· οὐκ ἔστι δὲ αὐτοῦ. ἐπὶ μέντοι γε τῶν ὀνείρων παντελῶς ἐστιν ἐξαλλαγὴ τοῦ πράγματος· ὁρᾷ γάρ τις ἑαυτὸν πολλάκις ἱπτάμενον, ὅπερ οὐδὲ ὅλως ἔχει τὴν τῶν πραγμάτων ἀλήθειαν. ταῦτα [*](3. 4 ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου] p. 6,2 sqq. Busse 5 lacunam iudicavi: addeudum, ut videtur, καὶ ἀπὸ τοῦ τόπου ἐν ᾧ τις γέγονεν, cf. Porphyr. Isag. p. 2, 1 Busse 7 τῶν addidi 8 παραλαμβανομένων—γένος om. D 11 γένους scripsi: τέλους libri πρὸς τὰ om. D 12 ἀσαφὲς scripsi: σαφὲς libri 23 ἐν Κατηγορίαις] c. 1( p. 131)2 sqq. 24 πάντως scripsi: πάντων libri (p. 354,5) eadem in cod. L Alexandri leguntur libri 28 τὸ delevi 34 οὐκέτι D 26 ἀπλοῦν ἐστι—ψευδομένου 27 σύμμετρος Aristoteles: ἀσύμμετρος)
ἐστι τὸ ἐπ’ ἔλαττον, οἷον ἐπὶ τοῦ εὑρηκότος θησαυρὸν ἐν τῷ ὀρύττειν· πάντα γὰρ τὰ τοιαῦτα τῶν ὡς ἐπ’ ἔλαττον ὑπάρχουσι· καὶ ὅταν δι’ ἄλλο τις προελθὼν περιτύχοι φίλῳ τινὶ ᾧ μὴ προσεδόκα. καὶ ἀπλῶς οὐκ ἔστι κυρίως ὡρισμένον τὸ αἴτιον τοῦ συμβεβηκότος. λέγεται καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχει ἑκάστῳ καθ’ αὑτὸ τῷ πράγματι, οἷον τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ταῦτα μὲν οὖν ἀίδιά φησι, τὸ δὲ τοῦ θησαυροῦ οὐκ ἀίδιον.
p. 1024a11 Κολοβὸν τῶν ποσῶν οὐ τὸ τυχόν.
Ὅ λέγει τοῦτό ἐστιν, ὅτι κολοβὸν λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ δεῖ αὐτὸ μεριστὸν εἶναι. ἄνευ γὰρ τοῦ ποσοῦ οὐ θεωρεῖται τὸ κολοβόν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ· ἐπὶ δὲ τοῦ ἀριθμοῦ οὐ θεωρεῖται τὸ κο- λοβόν. τά τε γὰρ δύο οὐ λέγονται κολοβὰ θατέρου ἀφαιρουμένου (οὐ γάρ f. 248r ἐστιν ἴσον τὸ κολόβωμα καὶ τὸ λοιπόν), οὐδὲ ὅλως ἀριθμὸς οὐδείς, ἐπειδὴ ὑπὸ τὸ διωρισμένον ποσὸν τελεῖ, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ. καὶ γὰρ τὴν οὐσίαν καὶ τὸ εἶδος δεῖ μένειν τοῦ γινομένου κολοβοῦ, οἷον εἰ ‘κύλιξ κολοβὸς εἴη, δεῖ μένειν τὴν κύλικα· ὁδὲ ἀριθμὸς οὐκέτι ὁ αὐτὸς μένει, εἰ καὶ ἀνομοιομερὴς ὑπάρχει ὁ ἀριθμός· διάφορα γὰρ τὰ τρία τῶν δύο, ἐπειδὴ ἐναλλάττεται τὸ εἶδος ἐπ’ αὐτῶν. καθόλου οὖν, ὧν ἡ θέσις οὐ ποιεῖ διαφοράν, ταῦτα οὐ λέγονται εἶναι κολοβά, οἷον ὕδωρ, πῦρ· ταὐτὸ γάρ ἐστιν ὕδωρ τὸ ἀφαιρούμενον τῷ καταλιμπανομένῳ, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πυρός· διό φησιν ἀλλὰ δεῖ τοιαῦτα εἶναι, ἃ κατὰ τὴν οὐσίαν θέ.σιν ἔχει. πρὸς δὲ τούτοις δεῖ αὐτὰ εἶναι καὶ συνεχῆ· ἡ γὰρ ἁρμονία ἐξ ἀνομοιομερῶν μὲν ὑπάρχει καὶ θέσιν ἔχει, κολοβὸς δὲ οὐ λέγεται φθειρομένης, εἰ τύχοι, τῆς νήτης· τελείως γὰρ ἀπόλλυται ἡ ἁρμονία πᾶσα, δεῖ δὲ σώζεσθαι τὸ εἶδος ἐπὶ τῶν κολοβῶν. πρὸς δὲ τούτοις οὐδὲ ὅσα ἄλλα, οὐδὲ ταῦτα στερήσει τοῦ τυχόντος μορίου κολοβὰ γίνονται· οὐ γὰρ δεῖ οὔτε τὰ κυρίως μόρια τῆς οὐσίας ἀφαιρεῖν, οἷον κεφαλήν, ἐπεὶ φθείρεται τὸ πᾶν καί πως τὸ μὴ ὂν λεχθείη ἄν κολοβόν, οὔτε δὲ τὰ ὁπουοῦν ὑπάρχοντα, οἷον ἄν σχοίη <τρύπημα> ἡ κύλιξ, οὐ λέγεται εἶναι κολοβός, ἐπειδὴ οὐκέτι ποιεῖ τὰ τῆς κύλικος ἐκχεῖται γὰρ τὸ πόμα), ἀλλ’ ἐὰν τὸ οὖς ἀκρωτηριασθῇ. καὶ ὁ ἄνθρωπος οὐκ ἐὰν σάρκα ἢ τὸν σπλῆνα ἀφαιρεθείη, ἀλλ’ [*](2. 3 τὸ Φ. ψεῦσμα] cf. Platon. Reip. Γ p. 414 C 3 εἰπόντων scripsi: εἴπομεν libri 22 δεῖ μένειν om. D 29 μὲν om. D 31 ἄλλα] sic etiam Metaph. iinus liber; ceteri ὅλα 34 ὁπουοῦν Aristoteles: οὔπω lihri 35 post σχοίη desunt VII litterae AD: τρύπημα addidi)
p. 1024a29 Γένος λέγεται τὸ μὲν ἐὰν ἡ γένεσις συνεχής.
Ἐντεῦθεν περὶ τοῦ γένους λέγει ἡμῖν ποσαχῶς λέγεται, καί φησιν ὅτι γένος λέγεται, ἐὰν ἡ γένεσις ᾖ συνεχὴς τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἄν * * * ἡ γένεσις αὐτῶν συνεχής. δεύτερον δὲ τὸ ἀφ’ οὗ ἂν ὦσιν πρώτου κινήσαντος εἰς τὸ εἶναι· οὕτω γὰρ οἱ μὲν λέγονται Ἕλληνες εἶναι τὸ γένος, οἱ δὲ Ἴωνες τῷ τοὺς μὲν ἀπὸ Ἕλληνος κατάγεσθαι, τοὺς δὲ ἀπὸ Ἴωνος τοῦ πρώτου γεννήσαντος. μᾶλλον δὲ λέγονται ἀπὸ τοῦ ἄρρενος τοῦ ποιητικοῦ ἤπερ ἀπὸ τῆς θηλείας τοῦ ὑλικοῦ αἰτίου, οἷον ἀπὸ Πύρρας. τρίτον σημαινόμενόν ἐστι τοῦ γένους, καθ’ ὅ φαμεν ὅτι τὸ ἐπίπεδον τῶν σχημάτων γένος ὡς ὑποκείμενον, καὶ τὸ στερεὸν τῶν στερεῶν· ἕκαστον δὲ τῶν σχημάτων τὸ μὲν ἐπίπεδον τοιονδί, τὸ δὲ στερεὸν τοιονδί· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον ταῖς διαφοραῖς. τέταρτον σημαινόμενον ὡς ἐν τοῖς λόγοις τὸ πρῶτον ἐνυπάρχον, ὃ λέγεται ἐν τῷ τί ἐστι, τουτέστι τῶν παραλαμβανομένων εἰς τὸν ὁρισμόν, οὗτινος αἱ διαφοραὶ ποιότητες λέγονται. ὥστε τοσαυταχῶς λέγεται τὸ γένος, τὸ μὲν κατὰ γένεσιν συνεχῆ τοὐ αὐτοῦ εἴδους, τὸ δὲ κατὰ τὸ πρῶτον κινῆσαν ὁμοειδές. ὡς ἐπὶ του πατρός, τὸ δὲ ὡς ἡ ὕλη, τουτέστι τὸ ὑποκείμενον.
p. 1024b9 Ἕτερα δὲ τῷ γένει λέγεται.
ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν ἑτερογενῶν, καί φησιν ὅτι ἕτερα δὲ τῷ γένει λέγονται εἶναι ὧν ἕτερόν ἐστι τὸ πρῶτον ὑποκείμενον καὶ μὴ ἀναλύεται θάτερον εἰς θάτερον, ὡς ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ κρυστάλλου εἰρήκαμεν, μηδὲ ἄμφω εἰς ταὐτόν, φησὶν αὐτός, οἷον τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα τῷ γένει ὑπάρχουσιν· οὔτε γὰρ ἀναλύονται εἰς ἄλληλα. καὶ ὅσα ὑπὸ διαφόρους τελοῦσι κατηγορίας· τῶν γὰρ ὄντων τὰ μὲν οὐσίας δηλοῦσι, τὰ δ.ὲ ποσόν, τὰ δὲ ποιόν, ὡς διῄρηνται ἐν Κατηγορίαις· οὔτε γὰρ εἰς ταὐτὰ ἀναλύονται, οὔτε εἰς ἄλληλα οὔτε εἰς ἕν τι· τὸ γὰρ ὂν [*](f. 249r) ὁμωνύμως αὐτῶν κατηγορεῖται.
[*](1 ἀκρωτηρισθῆ libri 10 laciinam indicavi: addendum ἀνθρώπων γένος ᾖ, ὅτι ἕως ἂν ᾖ 11 TrpcoTou ex Aristotele scripsi coll. vv. 13.23: w; toj libri γὰρ ὑποκείμενον £tp.£vov scrips!: ὑποκειμ.ένων libri 17 OTspeov twv om. D Ixotarov τῶν Aristoteles 19 ὡς Aristoteles: ὦν libri 20 o Aristoteles: ’j libri xiov D: incertus A 31. 32 ’joe yip raii-a Aristoteles Id)p. 1024b17 Τὸ ψεῦδος λέγεται ἐν μὲν τρόπον ὡς τὸ] πρᾶγμα.
ἐντεῦθεν περὶ τοῦ ψεύδους λέγει ἡμῖν, καί φησιν ὅτι τὸ ψεῦδος λέγεται ἕνα μὲν τρόπον ὡς πρᾶγμα ψεδδος· καὶ τούτου τὸ μὲν τῷ μὴ σογκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι (ἁπλῆν γὰρ φύσιν δηλοῖ τὸ ψεδδος ἐπὶ τῶν πραγμάτων), ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι σύμμετρον ἢ τὸ σὲ καθῆσθαι. τούτων γὰρ τὸ μὲν ἀίδιον ψεῦδος τὸ τῆς διαμέτρου, τὸ δὲ οὐκ ἀίδιον τὸ τοῦ καθῆσθαι· οὕτω γὰρ ὑπάρχουσι ταῦτα οὐκ ὄντα. τὰ δὲ λέγεται εἶτιν ψευδῆ, ὅσα ἐστὶ μὲν ὄντα, πέφυκε μέντοι φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἅτινα παντελῶς μή ἐστιν, οἷον ἡ σκιαγραφία καὶ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι ἀλλ'οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν, τουτέστιν οὐκ ἀληθῆ ὑπάρχουσιν· οὔτε γὰρ ὁ θεώμενος ἑαυτὸν εἶναι] ἐν ὕπνοις ἱπτάμενον ἤδη παὶ πτερὰ ἔχει. τὰ μὲν οὖν οὕτω λέγονται εἶναι ψευδῆ, ἢ τῷ μὴ εἶναι αὐτὰ παντελῶς, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν μὴ ὄντως εἶναι, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. λόγος δέ ἐστι ψευδὴς ὁ τῶν μὴ ὄντων, καθὸ ψευδὴς ὑπάρχει· εἰ γὰρ ἀναιρεῖ τὸ μὴ ὄν, οὐκ ἔστι ψευδής, διὸ προσέθηκε τὸ καθὸ ψευδὴς ὑπάρχει. ὅθεν ὁ] πᾶς λόγος ψευδὴς ἑτέρου παρ’ ἐκεῖνον, ἐφ’ οὗ καὶ ἀληθής ἐστιν, οἷον ὁ τοῦ κύκλου ἀληθὴς λόγος ψευδὴς γίνεται ἐπὶ τριγώνου. ἑκάστου δὲ πράγματος λόγος ἔστιν ὡς εἷς ἐστιν ὁ ὁριστικὸς αὐτοῦ λόγος, ἔστι δ’ ὡς πολλοί, ἐπεὶ τὸ αὐτό ἐστι καὶ ἡ οὐσία ἅμα τοῖς συμβεβηκόσιν, ὅπερ ἐκάλεσε πεπονθὸς, οἷον Σωκράτης καὶ Σωκράτης μουσικός. ὁδὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος· διὸ καὶ Ἀντισθένης, φησίν, ἀνοήτως ὑπελάμβανε μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῶ λόγῳ ἓν ἐφ' ἑνός· συνέβαινε μὴ εἶναι ἀντιλέγειν κατ’ αὐτόν, σχεδὸν δὲ μηδὲ ψεύδεσθαι, εἴ γε ψεῦδος ὑπάρχει ὅπου ἀντιλογία· θάτερον γὰρ ἀνάγκη ἐστὶν ἀληθεύειν. ἔστι δὲ ἕκαστον λέγειν περί τινος οὐ μόνον ἐν] τῷ αὐτοῦ λόγῳ, τουτέστιν ἀληθῶς [*](f. 249v) περὶ τοῦ πράγματος, ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ παντελῶς, ἔστι δὲ ὡς καὶ ἀληθῶς, ὥσπερ τὰ ὀκτὼ διπλάσια ὑπάρχουσι τῷ τῆς δυάδος λόγῳ. τὰ μὲν οὖν οὕτως λέγονται ψευδῆ· ἄνθρωπος δὲ κυρίως λέγεται ψευδὴς ὁ εὐχερὴς προαιρετικὸς τῶν τοιούτων λόγων μὴ δι’ ἕτερόν τι, οἷον διὰ κέρδος ἢ διὰ φιλοτιμίαν, ἀλλὰ καὶ δι’ αὐτὸ τὸ ψεύ- δεσθαι, ἵνα ὑποθώμεθα αὐτὸν καὶ πλάττεσθαι τὸ ψεῦδος διὰ τὸ χαίρειν τῷ ψεύδει, ὥσπερ φαμὲν καὶ πράγματα ψευδῆ εἶναι, ἐμποιεῖ φαντασίαν ψευδῆ, ὡς ἐπὶ τῆς σκιαγραφίας. διὸ ὁ ἐν τῷ Ἱππίᾳ λόγος παραλογίζεται ὅτι ὁ αὐτὸς ψευδὴς καὶ ἀληθὴς ὑπάρχει· τὸν δυνάμενον γὰρ ψεύσασθαι [*](1 τὸ delevi 2 τὸ ψεῦδος λέγεται—φρόνιμος (p. 357,1) eadem in Alex. cod. L occurrunt II εἶναι delevi Ι3 ὄντος Alex. cod. L 16 ψευδὴς Arist. et Alex. cod. L: ψευδὲς libri ὁ delevi 17 ἐκεῖνο scripsi: ἐκεῖνον Α: ἐκείνου D 18 ἔστιν—πολλοὶ (19) om. D CO? εἷς Aristoteles: ὅτι εἷς libri 19 ὁριστικὸς scripsi: κριτικὸς libri ἐπεὶ Aristoteles: ἐπὶ libri post ἐστι fort, excidit αὐτὴ ἡ οὐσία 26 ἐν delevi 34 ὁ ἐν τῷ Ἱππίᾳ λόγος] Platon. Hipp. min. p 373C sqq.)
p. 1025a14 Συμβεβηκὸς λέγεται.
ἐντεῦθεν ·λέγει ἡμῖν περὶ τοῦ συμβεβηκότος, καί φησιν οὕτως ὅτι συμβεβηκὸς λέγεται, ὅπερ δυνατόν ἐστι καὶ ἀληθεύειν, οὐ μέντοι γε ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, οἷον ἐάν τις ἐν τῷ ὀρύττειν καὶ φυτεύειν εὕρῃ θησαυρόν· οὔτε γὰρ ἐξ ἀνάγκης ἐστὶ τὸ τοιοῦτο οὔτε ὡς ἐπὶ τὸ πολὺ ὀρύττων τις περιτυγχάνει θησαυρῷ. ἐπεὶ οὖν οὔτε ἐξ ἀνάγκης τοῦτό ἐστιν οὔτε ὡς ἐπὶ τὸ πολύ, συμβεβηκέναι αὐτὸ λέγομεν. ὥστε ἐπειδὴ ἔστιν ὑπάρχον τι καὶ τινί, καὶ ἔνια τούτων καὶ ποδ καὶ ποτέ, ὅτι ἂν ὑπάρχῃ μέν ἀλλὰ μὴ διότι ἢ νῦν ἢ ἐνταῦθα, τὸ τοιοῦτο [*](f. 250r) συμβεβηκός ἐστιν, ὥσπερ ἐπὶ τοῦ προελθόντος δι’ ἕτερόν τι πρᾶγμα καὶ περιτυχόντος φίλῳ, ὃν οὐ προσεδόκα θεάσασθαι. ἄλλως τε δὴ οὐδέν ἐστιν αἴτιον ὡρισμένον τοῦ συμβεβηκότος, ἀλλὰ τυχόν, ὥσπερ τοῦ θέρους, εἰ τύχοι, τὸ εἶναι τὸν ἥλιον ἐν καρκίνῳ· τοῦτο δὲ ἀόριστον. συνέβα τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἀφίκετο, ἀλλ’ ὑπὸ χειμῶνος ἀναγκασθεὶς ἐκεῖσε παρεγένετο. ὥστε γέγονε τοῦτο καὶ ἔστι συμβεβηκός, ἀλλ’ οὐχ ᾗ αὐτὸ ἀλλὰ καθὸ ἕτερον· ὁ γὰρ χειμὼν αἴτιος τοῦ μὴ ὅπου ἔπλει ἐλθεῖν. λέγεται δὲ καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχουσιν ἑκάστῳ καθ’ αὑτὸ μὴ ἐν τῇ οὐσίᾳ ὄντα, οἷον τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἔχειν ἴσας· οὔτε γὰρ εἰς τὸν ὁρισμὸν τοῦ τριγώνου παραλαμβάνεται. καὶ ταῦτα μέν, φησίν, ἀίδια ὑπάρχουσιν, ἐκεῖνα δὲ οὐκ ἀίδια τὸ περὶ Αἰγίνης καὶ τοῦ θησαυροῦ. ἐν τῷ δευτέρῳ δὲ τῶν Ἀποδεικτικῶν λέγεται ἀκριβέστερον περὶ τούτων.
[*](1 οὗτος Aristoteles: οὕτως libri ὁ τὸ ἀληθὲς εἰδὼς μάλιστα Alex. cod. L 7 lacunam indicavi: addendum ἔχει· τὸ δὲ ἑκόντα χωλαίνειν τὸ μιμεῖσθαι ὁ delevi 14 ἐξ ·ἀνάγκης τοῦτό ἐστιν D 15 ἀρύττων—πολύ (IG) oin. 1) 17 ἔνια τούτων Aristoteles: ἑνὶ αὐτοῦ τε τῶν libri 22 τοῦτο δὲ ἀόριστον Aristoteles: τοῦ δ’ ἀορίστου libri 23 τὸ] sic etiam Metaph. duo codices: τῳ cum reliquis Bekk. 30. 31 ἐν τῷ δευτέρῳ τῶν Ἀποδεικτικῶν] Anal. post. B Ι2. 13)p. 1025b3 Αἱ ἀρχαὶ τὰ αἴτια ζητεῖται ὄντων· δῆλον γὰρ ὁτιὴ ὄντα.
Σκοπός ἐστι τῷ Ἀριστοτέλει εἰπεῖν ἐν τῷ E περὶ τοῦ κατὰ συμβεβηκὸζ ὄντος. ἐπειδὴ δὲ τῆς πρώτης φιλοσοφίας ἐστὶν ἔργον διαλεχθῆναι περὶ πάντων τῶν ὄντων, καθὸ ὄντα ἐστί, δῆλον ὅτι οὐ διαλέξεται περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ ἀπερίληπτον), εἰ μήτι γε ἄρα ἄλλῳ τινὶ γένοιτο καθ’ αὑτὸ τὸ ἄλλῳ ὑπάρχον κατὰ συμβεβηκός, ὁ γοῦν πρῶτος φιλόσοφος διαλέξεται περὶ τοῦ καθ’ αὑτὸ ὄντος. τοῦτο δὲ τὸ καθ’ αὑτὸ ὄν, ὡς καὶ ἀνωτέρω εἴρηται, θεωρεῖται καὶ ἐν οὐσίᾳ καὶ ἐν ποσῷ καὶ ἐν ποιῶ καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις. οὔτε δὲ περὶ τοῦ ὡς ἀληθοῦς διωρισμένου καὶ ψευδοῦς ὄντος διαλέξεται ἡ πρώτη φιλοσοφία, ἐπειδὴ περὶ τοῦ ἁπλῶς ὄντος διαλέγεται, τουτέστι τοῦ ἁπλουστάτου, ἡ δὲ ἀλήθεια καὶ τὸ ψεῦδος, τὸ ἐνταῦθα δηλονότι, περὶ σύνθεσιν καὶ διαρεσιν θεωρεῖται. οὔτε δὲ περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ ὄντος, ἀλλ’ ὡς εἴρηται πολλάκις, περὶ τοῦ ἁπλῶς ὄντος, τουτέστι τοῦ καθ’ αὑτὸ ὄντος. ἐπεὶ δὲ ἑκάστη τέχνη καὶ ἐπιστήμη πρότερον περὶ τῶν αἰτίων διαλέγεται, καὶ τότε περὶ τῶν ὑποβεβλημένων αὐτῇ πραγμάτων, οἷον γεωμετρία πρότερον λέγει ἡμῖν τί ἐστι σημεῖον καὶ τί ἐστι γραμμή, ὁμοίως καὶ ἀριθμητικὴ τί μονάς, ὡσαύτως καὶ ἰατρικὴ ὅτι ἐκ τεσσάρων στοιχείων τὰ σώ· μάτα συνεστήκασι, καὶ ὅτι τέσσαρες χυμοὶ ὑπάρχουσιν, ὡσαύτως δὲ καὶ οἰκοδομικὴ καὶ αἱ ἄλλαι πᾶσαι, οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησιν ὅτι δεῖ διαλεχθῆναι τὴν πρώτην φιλοσοφίαν καὶ θείαν περὶ τῶν [*](f. 251r) ἀρχῶν πρότερον, τουτέστι τῶν ἐξῃρημένων πάντων τῶν ὄντων κατὰ φύσιν. καὶ οὐκ ἔστιν ἡ φυσιολογία ἡ αὐτὴ τῇ πρώτῃ φιλοσοφίᾳ, ὡς ἄν τις ὑπολάβοι, ἐπειδὴ περὶ πάντων τῶν φυσικῶν διαλέγεται· οὔτε γὰρ περὶ πάντων ἀπλῶς τῶν ὄντων διαλέγεται, ἀλλὰ περὶ μόνων τῶν ἐν κινήσει ὑπαρχόντων, ἡ δὲ πρώτη φιλοσοφία ἀπλῶς περὶ πάντων τῶν ὄντων. διαλέγεται οὖν ἐνταῦθα περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος δεικνὺς ὅτι οὐ διαἀληθοῦς [*](12 scripsi; ἀληθῶς libri 17 ἐπειδὴ D 26 οὔτε] οὐ τῶν D)
p. 1025b3 Αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων ζητεῖται.
Ἀνιχνεῦσαι βουλομένη ἡ πρώτη φιλοσοφία τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν ὄντων, καθὸ ὄντα ἐστίν. οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ πᾶσα ἐπιστήμη. οἷον ἐπὶ ἰατρικῆς ἔστι τι αἴτιον ὑγιείας καὶ εὐεξίας τὸ ἔχειν τοὺς χυμοὺς ἄριστα κεκραμένους, δῆλον ὅτι ἐναντίους νόσου. ὁμοίως δὲ καὶ τῶν μαθημάτων εἰσὶν ἀρχαί, οἷον γεωμετρίας, ὅτι ἀμερὲς τὸ σημεῖον καὶ ὅτι ἡ γραμμὴ ἀπλατὴς ὑπάρχει, καἰ καθόλου φάναι πᾶσα ἐπιστήμη διανοητική, τουτέστιν ἡ λόγῳ μόνῳ χρωμένη, ὥσπερ γεωμετρία. ἢ μετέχουσά τι διανοίας, ὥσπερ ἡ λογικὴ ἢ καὶ ἔργῳ χρωμένη, τουτέστιν αἰσθήσει, [*](f. 251v) καθάπερ ἡ ἁρμονική κέχρηται γὰρ καὶ ἀκοῇ πρότερον) περὶ ἀρχὰς καταγινομένη ἢ ἀκριβεστέρα καὶ ὥσπερ λόγῳ μόνῳ χρωμένη, ἢ ἁπλουστέρα ὡς λόγῳ καὶ αἰσθήσει. πᾶσαι δὲ αὗται αἱ τέχναι περὶ μερικόν τι ὂν καταγίνονται, οἷον ἡ ἰατρικὴ περὶ τὸ ἀνθρώπινον σῶμα ἀστρονομία περὶ τὸ οὐράνιον σῶμα, γεωμετρία περὶ τὰ μεγέθη· περὶ δὲ τοῦ ἁπλῶς ὄντος οὐδεὶς ἐξ αὐτῶν, φησίν, οὐδὲ καθὸ ὄν, οὔτε δὲ πάλιν τοῦ τί ἐστι λόγον ποιοῦνται, οἷον ὁ γεωμέτρης οὐκ ἀποδείκνυσι τὴν οἰκείαν ἀρχήν· οὐ λέγει γὰρ τί ἐστι σημεῖον, ἀλλ’ ὁμολογούμενον αὐτὸ λαμβάνει ὅτι ἀμερὲς ὑπάρχει· ὁμοίως δὲ καὶ ἰατρικὴ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. καὶ εἰκότως τοῦτο ποιοῦσιν· οὐδὲ γὰρ δυνατόν ἐστι τὰς ἀρχὰς ἀποδεῖξαι, ἐπεὶ κἀκεῖναι ἔσονται ἀποδεικταί, καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύσομεν, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ. τὰς ἀρχὰς οὖν αἱ μὲν τῶν ἐπιστημῶν ἐξ αἰσθήσεως ποιοῦνται δήλας, ὥσπερ ὁ ἀστρονόμος ὅτι σφαιρικόν ἐστι τὸ σχῆμα τοῦ οὐρανοῦ ἐκ τοῦ ὁρᾶν τοὺς ἀστέρας ἐκ τῶν αὐτῶν τόπων ἀεὶ ἀνατέλλοντας καὶ δύνοντας, καὶ ὅσα εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Μεγάλης συντάξεως· ἄλλαι δὲ ὑπόθεσιν λαβοδσαι τὸ τί ἐστιν, ὥσπερ γεωμετρία ὅτι ἀμερὲς τὸ σημεῖον, οὕτω λοιπὸν τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῷ γένει, τουτέστι τῷ ὑποκειμένῳ περὶ οὗ διαλέγονται, τὰς ἀποδείξεις ποιοῦνται, ὡς γεωμετρία ἀποδείκνυσιν ἐν τῷ πρώτῳ θεωρήματι καὶ δευτέρῳ καὶ τοῖς ἐφεξῆς, ἢ ἀναγκαιό- τερον, ὥσπερ αἱ λόγοις χρώμεναι, ἢ μαλακώτερον, ὥσπερ αἱ λόγῳ καὶ αἰσθήσει. καὶ ἐκ ἰῆς τοιαύτης ἐπαγωγῆς οὐκ ἔστιν ἀπόδειξις οὔτε [*](2 τοῦ addidi 11 ὄντα Aristoteles: αὐτὰ libri 16 ἡ scripsi: ἢ libri 19 ἀκριβεστέρας—ἁπλουστέρας Aristoteles 26 αἱ om. D 28. 29 ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ] Anal. post. Α 3 32 τῆς Μεγάλης συντάξεως] Ptolem. Μ. σ. Α 3 37 αἱ (ante λόγῳ) scripsi: ἦ Α, om. D)
p. 1025b18 18 ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι του ὄντος.
Ἐντεῦθεν ἀποδείκνυσιν ὅτι οὐ δυνατὸν εἶναι τὴν φυσιολογίαν καὶ πρακτικην οὔτε δὲ ποιητικήν, ἀλλὰ μόνον θεωρητικήν· καί φησιν ὅτι ἐπὶ τῶν ποιητικων καὶ πρακτικῶν τὰ ποιητικὰ αἴτια ἔξωθεν ὑπάρχουσιν, οἷον. ποιητικὸν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, καὶ οὐκ ἔστιν ἐν αὐτῷ τῷ οἴκῳ ἀλλ’ ἔξωθεν. ὁμοίως ὁ στρατηγὸς ποιητικός ἐστι τῆσδε τῆς μάχης, καὶ οὐκ ἔστιν ἐν αὐτῇ τῇ πράξει ἀλλ’ ἔξωθεν. εἰ οὖν ἡ φύσις ἐν αὐτῷ ἐστι τῷ ἔργῳ ἐν ᾧ καὶ ποιεῖ (περὶ γὰρ τὴν τοιαύτην ἐστὶν οὐσίαν, ἐν ᾗ ἡ ἀρχὴ τῆς κινήσεως καὶ στάσεως ἐν αὐτῇ), δῆλον ὅτι οὔτε πρακτική ἐστιν οὔτε δὲ ποιητική. τῶν τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντί ἐστιν ἡ ἀρχὴ ἢ νοῦς ἢ τέζνη ἢ δύναμις ἑτέρα· τῶν δὲ πρακτικῶν ἡ προαίρεσις ἐν τῷ πράττοντι. εἰ οὖν πᾶσα διάνοια ἢ πρακτική ἐστιν ἢ ποιητική, δῆλον ὁτι ἡ φύσις θεωρητική τις ἄν εἴη, ἀλλὰ θεωρητικὴ περι τοιοῦτον ὂν ὅ ἐστι δυνατὸν κινεῖσθαι περὶ γὰρ τῶν ἀκινήτων ἡ πρώτη φιλοσοφία διαλέξεται), καὶ περὶ οὐσίας διαλέξεται κυρίως τῆς [*](f. 252v) κατὰ τὸ εἶδος, ἥτις ἐστὶν ἀχώριστος· τὰ γὰρ φυσικὰ εἴδη ἔνυλα ὑπάρχουσι. διαλέγεται δὲ καὶ περὶ τῆς ὕλης ἔστιν ὅτε διὰ τὸ εἶδος αὐτό.
p. 1025b28 Δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, ὡς ἄνευ γε τούτου τὸ ζητεῖν μηδὲν ποιεῖν ἐστιν.
Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ καταγίνεται ἡ φυσικὴ περὶ πάντα τὰ ὄντα ὄντα περὶ μόνα τὰ ἐν κινήσει ὑπάρχοντα οὐ γὰρ δήπου διαλέγεται καὶ περὶ τῶν ἀύλων καὶ ἀκινήτων, ὥστε οὐ μόνη ἐστὶν ἡ φυσιολογία), ἐντεῦθεν λοιπὸν ἀποδίδωσι τὴν διαφορὰν τῆς πρώτης φιλοσοφίας καὶ τῆς φυσιολογίας καὶ τῆς μαθηματικῆς· αἱ τρεῖς γὰρ αὗται ἐπιστῆμαι θεωρητικαὶ ὑπάρχουσι μόναι· καί φησιν ὅτι ἡ πρώτη φιλοσοφία καταγίνεται [*](10 ἀποδείξαντος D 11 ἐπειδὴ D 19 ἡ om. D 21 ἡ ἀρχὴ om. D 23. 24 post ποιητικὴ addendum ἢ θεωρητική 30 ἐστὶ ποιεῖν D ’ 33 ἀύλων] αὐτῶν D)
p. 1025b28 28 Δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν.
Δεῖ δὲ τὸν φυσικὸν εἰδέναι τὸν ὁρισμὸν τοῦ πράγματος, περὶ οὗ ποιεῖλέγει [*](14 libri 21 νοηθῆναι] legendiim χωρισθῆναι 25 τῶν om. D)
p. 1026a6 Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική ἐστι, δῆλον ἐν τούτων.
ἐντεῦθεν συνάγει τὰ εἰρημένα καί φησιν ὅτι φανερὸν ἡμῖν γέγονεν ὅτι ἡ φυσικὴ θεωρητικὴ ἐπιστήμη ἐστίν· οὔτε γὰρ πρακτικὴ δύναται εἶναι οὔτε ποιητική, ὡς καὶ τῇ προτεραίᾳ εἴρηται· ἡ μὲν γὰρ ἔξωθεν ἔχει τὰ ποιητικὰ αἴτια, ἡ μέντοι γε φυσικὴ ἐν ἑαυτῇ, ἀρχὴ κινήσεως καὶ ἠρεμίας ὑπάρχουσα. δῆλον δ’ ὅτι καὶ ἡ μαθηματικὴ θεωρητική ἐστιν ἡ κυρίως· οὐδὲν γὰρ πράττει, εἰ μήτι γε αἱ ὑποβεβηκυῖαι αὐτήν, οἷον μηχανικὴ καὶ ὅθι τοιαῦται ὑπάρχουσιν. ἡ μέντοι γε μαθηματικὴ εἰ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν ἀκίνητα, οὔπω δῆλον, ἐπειδὴ μέλλει προϊὼν [*](5 ποτε—δυνάμενοι (6) om. D 9 ὑπάρχον scripsi: ὑπάρχοντα libri 13 κοιλότητος scripsi: κοινότητος libri οὗτος scripsi: οὕτως libri 13. 14 fort. ἐὰν ydip 14 προσχρησάμενος scripsi: προχρησάμενος libri 17 ἐν om. D 25 τὴν φυσικήν scripsi: τῆς φυσικῆς libri 31 θεωρητικὴ scripsi: θεωρία libri)
p. 1026a9 Ὅτι μέντοι ἔνια μαθήματα.
Φησὶν ὅτι περὶ τὰ εἴδη ἡ μαθηματικὴ θεωρία, καθὸ ἀκίνητα ὑπάρχουσι καὶ χωριστά, ὥσπερ γεωμετρία καὶ ἀριθμητική. αὐτὸ γὰρ τὸ εἶδος ἐπισκοπεῖ τοῦ κύκλου ὡς χωριστόν, ὅπερ ἐστὶν ἀκίνητον, καὶ τὸ εἶδος τοῦ ἀριθμοῦ ὁ ἀριθμητικός. ὀπτικὴ μέντοι καὶ μηχανικὴ οὐκέτι ὁμοίως· [*](f. 254v) περὶ κινητὰ γὰρ καταγίνονται καὶ ἔνυλα. τὸ γοῦν διαλεχθῆναι περὶ ἀι- δίων καὶ ἀκινήτων πρόσκειται † ἔν τισι) θεωρητικῆς φιλοσοφίας ἐστὺ τῆς πρώτης, οὐ μέντοι φυσιολογίας· αὕτη γὰρ περὶ κινητῶν πραγμάτων διαλέγεται, τουτέστιν ἐν κινήσει τὸ εἶναι ἐχόντων. οὔτε δὲ ἡ μαθηγατικὴ περὶ τῶν παντάπασι χωριστῶν διαλέγεται καὶ ἀκινήτων τῶν ἐχόντων τὴν οὐσίαν αὐτὴν καθ’ αὑτὴν ἄνευ ὕλης, ἀλλ’ ἡ προτέρα τούτων, τουτέστιν ἡ θεολογική, διαλέγεται περὶ τούτων. ἡ μὲν γὰρ φυσιολογία διαλέγεται περὶ ἀχωρίστων εἰδῶν ἀλλ’ οὐκ ἀκινήτων· τῆς δὲ μαθηματικῆς ἔνια περὶ ἀκίνητα, ὥσπερ γεωμετρία καλῶς δὲ εἶπεν ἔνια διὰ τὴν ὀπτικήν), οὐ χωριστὰ δὲ ἴσως. πάλιν δὲ τὸ ἴσως προστέθεικε διὰ τοὺς Πλατωνικοὺς ὡς μέλλων δεικνύναι ὅτι οὐκ ἔστιν αὐτογραμμὴ ἐνυπόστατος ἢ ὑπάρχουσα αὐτὴ καθ’ αὑτήν, οὔτε δὲ αὐτοζῷον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων· ἐν ὕλῃ γὰρ τὸ εἶναι ἔχουσι ταῦτα, οἱ δὲ μαθηματικοὶ τῇ ἐπινοίᾳ αὐτὰ χωρίζουσιν. ἡ δὲ πρώτη φιλοσοφία καὶ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν παντάπασιν ἀκίνητα· λέγει δὲ τοὺς νόας.
p. 1026a16 Ἀνάγκη δὲ πάντα μὲν τὰ αἴτια ἀίδια εἶναι.
Φησὶν ὅτι πᾶσα ἀνάγκη τὰ αἴτια ἀίδια εἶναι. εἰ γὰρ ὑποθώμεθα τὴν ἀρχὴν φθείρεσθαι, εἰς ἄλλην ἀρχὴν φθαρήσεται, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε πᾶσα ἀνάγκη, φησί, τὰ αἴτια ἀίδια εἶναι, μάλιστα δὲ τὰ πρῶτα καὶ αἴτια τῶν οὐρανίων, τουτέστι τὰς ἀρχὰς τῶν ἀρχῶν, φημὶ δὴ τὰς νοητὰς δυνάμεις. ὥστε τρεῖς καὶ μόναι ὑπάρχουσι θεωρητικαὶ φιλοσοφίαι, μαθηματική, φυσική, θεολογία. καὶ εἰκότως τὸ θεωρητικὸν εἰς τρία διῄρηται ταῦτα, ὅτι προφανές ἐστι τοῦτο, ὅτι εἰ ἄρα που λέγεται εἶναι τὸ θεῖον, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, τουτέστι τῇ ἀύλῳ καὶ ἀκινήτῳ· ὥστε [*](1 διαλέγεσθαι L) 2 fort. αὐτόκυκλον 4 ante λόγον exciderunt VII litterae Α, IV D: exspectes δημιουργικοὺς (vel θείους) λόγους τινὰς 11 κινητὰ scripsi coll. V. 19: ἀκίνητα libri 12 πρόσκειται — θεωρητικῆς D, in margine add. A 2 ἐν τισιν] fort. εἴ τί ἐστι; cf. Metaph. p. 1026 a 10 21 ἢ om. D 27 Φησὶν—εἶναι om. D)
p. lU26a23 Ἀπορήσειε γὰρ ἄν τις, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία.
τὴν ἀπορίαν δι’ ἣν τὴν θεωρίαν ἐκίνησε ταύτην λέγει. φησὶ γὰρ ἆρά γε ἡ πρώτη φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται ἢ περί τι γένος καὶ φύσιν μία. οὔτε γὰρ ἐν ταῖς μαθηματικαῖς ἐπιστήμαις ὁ αὐτὸς τρόπος ἐστίν· ἡ μὲν γὰρ καθόλου μαθηματικὴ περὶ πάντα τὰ μαθηματικὰ καταγίνεται, ἡ δὲ μερικὴ περὶ μίαν φύσιν, οἷον, ὥς φησιν αὐτός, γεωμε τρία καὶ ἀστρολογία περί τινα φύσιν μερικὴν ὑπάρχει, ἡ μὲν περὶ μεγέθη, ἡ δὲ περὶ ἀστρα, ἡ δὲ καθόλου κοινή ἐστι πασῶν, ὡς εἴρηται. οὕτως οὖν καὶ ἡ πρώτη φιλοσοφία ὡς ἔχουσα τὰς ἀρχὰς τῶν ὄντων περὶ πάντων ἀπλῶς διαλέγεται.
p. 1026a27 Εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία.
Εἰ μηδέν ἐστιν ἔξωθεν τῶν φυσικῶν πραγμάτων καὶ τῶν ἐν κινήσει ὄντων, ἡ φυσικὴ φιλοσοφία ἐστὶ πρώτη φιλοσοφία· εἰ δὲ καὶ ἔστι τις οὐσία ἀκίνητος, ὥσπερ καὶ ἔστιν, αὕτη ἐστὶ προτέρα φιλοσοφία καὶ πρώτη, καὶ διὰ τοῦτο καθόλου, ἐπειδὴ πρώτη, ἅτε δὴ πάντων ἔχουσα τὰς ἀρχὰς ἐν ἑαυτῇ· καὶ διὰ τοῦτο περὶ τοὺ ἁπλῶς ὄντος αὕτη διαλέγεται, καὶ τί ἐστι καὶ τὰ ὑπάρχοντα αὐτῷ, καθὸ ὄν ἐστιν, οἷον ὅτι ἐστὶ θεὸς καὶ προνοεῖται πάντων καὶ ὅτι οὐκ ἔστι στέρησις κυρίως.
p. 1026a33 Ἀλλ' ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λέγεται καὶ πολλαχως.
Τὸ ἀπλῶς ὂν πολλαχῶς λέγεται, ἓν μὲν τὸ κατὰ συμβεβηκός, ὥσπερ φαμὲν τὸν φαλακρὸν οἰκοδομεῖν· οὐ γὰρ ᾗ φαλακρὸς οἰκοδομεῖ, ἀλλ’ ᾗ f. 255v οἰκοδόμος. ἕτερον δὲ ὂν τὸ ὡς ἀληθὲς καὶ τὸ μὴ ὂν ὡς τὸ ψεῦδος· ὡς γὰρ πρὸς τὸ ἀληθὲς μὴ ὄν ἐστιν, οἷον ὅτι ἔστι Σωκράτης ὄντος αὐτοῦ ἀληθές, μὴ ὄντος δὲ ψεῦδος. παρὰ ταῦτα δέ ἐστι τὸ καθ’ αὑτὸ ὂν τὸ [*](2 τιμιώτερον D τὸ om. D 9 πότερον Aristoteles: πρότερον libri 11 δι’ tjv scripsi; δ’ ἢν libri 14 πάντα—περὶ (15) om. D 15 οἶον om. D αὐτῷ, καθὸ ὄν scripsi: αὐτῇ καθὸ ὄντα libri 32 τὸ (ante ψεῦδος) om. D)
p. 1026b12 Καὶ τοῦτο εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ συμβεβηκός ἐστιν.
ἐπειδὴ ἡ σοφία διαλέγεται περὶ τοῦ ὄντος, πολλαχῶς δὲ τὸ ὂν λέγεται [*](f. 256r) (ἔστι γὰρ τὸ ὂν τὸ κατὰ τὴν ἀλήθειαν καὶ τὸ κατὰ τὴν δύναμιν καὶ τὸ κατ’ ἐνέργειαν καὶ τὸ καθ’ αὑτὸ ὂν τὸ θεωρούμενον ἐν ταῖς δέκα κατηγορίαις), φησὶν ὁ Ἀριστοτέλης ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ ὄντος ἡ σοφία διαλέγεται χωρὶς τοῦ κατὰ συμβεβηκὸς ὄντος· τοῦτο γὰρ ἀόστόν ριστόν ἐστι καὶ τρόπον τινὰ ἀναίτιον, καὶ οὔτε ὑπὸ θεοῦ οὔτε ὑπὸ φύσεως παραγόμενον προηγουμένως. τὰ γὰρ θεῖα τὰ ἀεὶ ὡσαύτως ἔχοντα παράγουσι, καὶ ἡ φύσις τὰ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς τῶν ὡς ἐπ ἔλαττον ὑπάρχει· οἷον ἀεὶ ὁ ἄνθρωπος ζῷον, καὶ ὡς ἐπὶ τὸ πολὺ πενταδάκτυλος, ἑξαδάκτυλος δὲ κατὰ συμβεβηκός· οὔτε γὰρ ἀεί ἐστι τοῦτο καὶ ἐξ ἀνάγκης οὔτε δὲ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ τύχη αἰτία τούτου καὶ αὐτό- ματον, ὡς εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. διὸ οὔτε γένεσις λέγεται κυρίως τοῦ συμβεβηκότος οὔτε φθορά, ἀλλ’ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν, ὡς εἴρηται, οὔτε προηγουμένως ὑπὸ τῆς φύσεως γίνεται. οἷον τὸ χρῶμα κατὰ συμβεβηκὸς καὶ παρακολούθημα ὑπάρχει τῆς φύσεως· τῆς γὰρ φύσεως προηγουμένως ποιούσης τήνδε τὴν κρᾶσιν ἐπακολουθεῖ τὸ τοιγενόμενον] [*](5 γινόμενον Α: γεννώμενον D margo A 2 6 ἐπειδὴ ἣν om. D 24 τὸ (post ὃν) oin. D 33. 34 αὐτόματον scripsi: αὐτὸ καθ’ αὑτό libri 34 τῆς Φυσικῆς ἀκροάσεως] Β 5. 6 35 εἰ ἔστιν libri)
p. 1026b12 Καὶ τοῦτο εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μονον.
Φησὶν ὅτι καλῶς οὐδεμία τέχνη διαλέγεται περὶ τοῦ κατὰ συμβεβη- κὸς ὄντος· ὄνομα ·γὰρ μόνον ἐστίν, ἐπεὶ μήτε ἔχει ὕπαρξιν βεβαίαν καὶ αὐθυπόστατον, ἀλλ’ ἐν ἄλλοις ἔχει τὸ εἶναι καὶ παρακολούθημά ἐστι. διὸ καὶ ἀποδοχῆς ἄξιος ὁ Πλατῶν τὴν σοφιστικὴν περὶ τὸ μὴ ὂν τάξας, ὕλην ἔχουσαν τὸ ψεῦδος. πῶς δὲ τοῦτο ὑποθώμεθα ἐν ὑποστάσει; ὁ γὰρ τῶν σοφιστῶν λόγος περὶ τὸ συμβεβηκὸς καταγίνεται, πότερον ταὐτὸν <ἢ> ἕτερον μουσικὸς καὶ γραμματικός, ὡς εἴρηται, καὶ πότερον ταὐτὸν ἢ ἕτερον μουσικὸς καὶ μουσικὸς Κορίσκος, <καὶ εἰ> πᾶν ὃ ἄν νῦν μέν ἐστι, πρῴην δὲ οὐκ ἦν, τοῦτο γέγονεν, ὥστε εἰ μουσικὸς ὢν μὴ ὑπῆρχε γραμματικός, καὶ νῦν φαμεν ὅτι γέγονε γραμματικὸς πρῴην μὴ ὤν. ὥστε φαίνεται τὸ συμβεβηκὸς ἐγγὺς τοῦ μὴ ὄντος.
p. 1026b22 Δῆλον δἐ καὶ ἐκ τῶν τοιούτων λόγων.
Ἔστι καὶ ἐντεῦθεν ἑλεῖν ὅτι οὐχ ὑπάρχουσι κυρίως τὰ συμβεβηκότα· τῶν μὲν γὰρ κατ’ ἄλλον τρόπον ὄντων, τουτέστι τῶν καθ’ αὑτὰ τῶν [*](7 εἰ γὰρ D 8 καὶ (post ἔσται) om. D 10 τοῦ om. D 11 ὁ μουσικός D 12 ὄντος—ἁπλῶς μὴ (13) om. D 13 οὐκέτι D 19 εὐλόγως Aristoteles, cf. etiam p. 365,21: εὔλογον libri 23 αὐθυπόστατον scripsi: ἀνθυπόστατον libri 24 ὁ Πλάτων] Soph. p. 2.34 Α cf. p. 237 Α sqq. 26 ἡ addidi 28 καὶ εἰ ex Aristotele addidi)
p. 1026b24 24 Ἀλλ' ὅμως λεκτέον περὶ τοῦ συμβεβηκότος.
Φησὶν ὅτι δεῖ ἡμᾶς ἀνιχνεῦσαι τὴν φύσιν τοῦ συμβεβηκότος, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι τῶν ὡς ἐπ’ ἔλαττον· ἅμα γὰρ ἐντεῦθεν φανερὸν ἡμῖν γίνεται καὶ διὰ τί οὐδεμία ἐπιστήμη καταγίνεται περὶ τὸ συμβεβηκός, [*](f. 258r) ἐπειδὴ αἱ τέχναι ἢ περὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων διαλέγονται ἢ περὶ τῶν ὡς ἐπὶ τὸ πολύ. ἐφεξῆς διαίρεσιν ποιεῖται ἀνιχνεῦσαι βουλόμενος τὸ ζητούμενον, καί φησιν οὕτως ὅτι ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχουσιν, οἷον τὰ θεῖα, καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ὁ γὰρ θεὸς ἐξ ἀνάγκης ἀγαθὸς οὐ τῆς βιαίας, καθάπερ ἐπὶ προαιρέσεως θεωρεῖται, ἡνίκα λέγομεν τὸν αἰχμάλωτον ἐξ ἀνάγκης δουλεύειν, ἀλλὰ θείας οὐσίας· διό φησιν ἀλλ’ ἣν λέγομεν τὸ μὴ ἐωδέχεσθαι ἄλλως ἔχειν), ἢ ὅτι ὁἄνθρωπος ζῷόν τὰ δὲ τῶν πραγμάτων οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ λέγομεν ὅτι ὡς ἐπὶ τὸ πολὺ ὁ ἄνθρωπος πενταδάκτυλός ἐστι. τὰ δὲ ὡς ἐπ’ ἔλαττον ὑπάρχουσι· καὶ αὕτη ἐστὶν αἰτία καὶ ἀρχὴ τοῦ συμβεβηκότος, τὰ ὡς ἐπ’ ἔλαττον· ὃ γὰρ ἄν ἐστιν μήτε ἀεὶ μήτε δὲ ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν εἶναι συμβεβηκός. οἷον, ὥς φησιν αὐτός, ἐὰν ὑπὸ κύνα χειμὼν γένηται καὶ πάγος, τοῦτο κατὰ συμβεβηκός φαμεν, ἐπεὶ οὔτε ἀεὶ. τοῦτο γίνεται, οὔτε ὡς ἐπὶ τὸ πολύ, σπανιάκις δέ· ἐὰν δ’ ὑπὸ κύνα ἀλέα γένηται, οὔ φαμεν τοῦτο συμβεβηκὸς εἶναι, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ γέγονε. καὶ πάλιν τὸν ἄνθρωπον λευκὸν εἶναι συμβέβηκεν· οὔτε γὰρ ἀεὶ τοῦτο γίνεται οὔτε ὡς ἐπὶ τὸ πολύ· ζῷον δὲ οὐ κατὰ συμβεβηκός, ἐπεὶ ἀεὶ τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. καὶ πάλιν ἡνίκα ὁ οἰκοδόμος ὑγείαν ποιήσει, κατὰ συμβεβηκός φαμεν εἶναι τὸ τοιοῦτον, ἐπειδὴ τῶν σπανίων· ὁ γὰρ ἰατρὸς πέφυκεν ὑγείαν ποιεῖν, οὐχ ὁ οἰκοδόμος· συνέβη οὖν ἰατρὸν εἶναι τὸν οἰκοδόμον. καὶ πάλιν ἡνίκα ὀψοποιὸς τέλος ἔχων τὴν ἡδονὴν ποιήσει τινὶ ὑγείαν· οὐ γὰρ κατὰ τὴν οψοποιητικήν. διὸ καὶ τοῦτο συνέβη· σπανίως γὰρ γίνεται· κατά τι γὰρ οὗτοι καὶ οὐχ ἁπλῶς. τῶν μὲν γὰρ ἄλλων τῶν καθ' αὑτὸ δυνάμεις εἰσῖ ποιητικαί, οἷον ὑγείας ἰατρική, τῶν δὲ κατὰ συμβεβηκὸς οὐδεμία τέχνη οὐδὲ δύναμις ὡρισμένη, εἰ μήτι γε τὸ κατὰ συμβεβηκὸς κατ’ ἄλλο γίνεται καθ’ αὑτό· τῷ γὰρ βαρεῖ τὰ χρώματα καθ’ αὑτὸ ὑπάρχοντα. οὐκ ἔχουσι δυνάμεις ὡρισμένας τὰ κατὰ συμβεβηκὸς ὥσπερ τὰ καθ’ αὑτό, οἷον ἐπὶ τῶν ἡμετέρων σωμάτων δυνάμεις φυσικαὶ ὑπάρχουσιν ὡρισμέναι τέσσαρες αἱ πολυθρύλλητοι, ἑλκτική, ἀποκριτική, καθεκτική, ἀλλοιωτική. διό φησι [*](f.258v) [*](9. 10 ἢ περὶ—ποιεῖται (10) om. t) 17 οὐκ ora. D ὥσπερ—πολὺ (18) cm. 1) 19. 20 ὃ γὰρ—συμβεβηκός (20. 21) in margine add. Α 32 οὗτοι] fort, ποιεῖ: ἔστιν to; ποιεῖ Aristoteles δυνάμεις Aiistoteles: δυνάμει libri)
p. 1027a15 Ἀρχὴν δὲ τήνδε ληπτέον, πότερον οὐδέν ἐστιν οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ.
Ἰστέον ὅτι ἡ σοφία περὶ μὲν τὸ συμβεβηκὸς καταγίνεται, περὶ δὲ τὸ κατὰ συμβεβηκὸς οὐ καταγίνεται. διαφέρουσι γὰρ ταῦτα ἀλλήλων· τὸ μὲν γὰρ συμβεβηκὸς δύναται καὶ καθ’ αὑτὸ θεωρεῖσθαι, ὥσπερ καὶ τὸ λευκὸν τὸ ἐν κύκνῳ (παντὶ γὰρ κύκνῳ ὑπάρχει καὶ ἀεί), τὸ μέντοι γε κατὰ συμβεβηος ἀόριστόν ἐστι καὶ ἄπειρον καὶ ἄλλα πράγματα παροφιστάμενον, ὥσπερ τὸ ὑπὸ κύνα γίνεσθαι ψύξιν ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἀλέα γίνεται), καὶ πάλιν τὸ γενέσθαι ἑξαδάκτολον· ὡς γὰρ ἐπὶ τὸ πολὺ πενταδάκτολος ὁ ἄνθρωπος γίνεται. ὥστε οὐδὲ αἴτια ταῦτα ἔχουσιν ὡρισμένα· οὔτε γὰρ ὁ καιρὸς ἕτερος τῆς φύσεως γέγονεν οὔτε μὴν * * * καὶ ὁ ἥλιος, ἀλλ’ ἡ ὕλη παρατραπεῖσα, ἅτε δὴ ἔχουσα δύναμιν καὶ τοῦ ἐναντίου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑξαδακτύλου οὐχ ἡ φύσις ἐστὶν αἰτία ἀλλ’ ἡ πλείων ὕλη. f. 259r εἶτα λοιπὸν καὶ ἀποδεικτικῶς δείκνυσιν, ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὅν, λέγων οὕτως ὅτι τὸ ὑπὸ κύνα ἀλέαν γίνεσθαι ἔμελλεν ἀίδιον εἶναι καὶ οὐκέτι ὡς ἐπὶ τὸ πολύ, εἰ μὴ προσελθὸν τοῦτο τὸ κατὰ συμβεβηκὸς περιέκοψε τὴν ἀιδιότητα αὐτοῦ. τὸ γὰρ ποιοῦν τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ κατὰ συμβεβηκός ἐστιν, ἐπεὶ τῷ ὄντι ἔμελλεν ἀίδιον εἶναι. τὸ δὲ ἀίδιον κυρίως ὂν] ἐστὶν ὄν, τὸ δὲ ἀναιρετικὸν τούτου μὴ ὄν. εἰ τοίνυν τὸ κατὰ συμβεβηκὸς ἀναιρετικόν ἐστι τοῦ ἀιδίου, μὴ ὄν ἐστι· ὥστε εὐλόγως· οὐ καταγίνεται περὶ τὸ μὴ ὂν ἡ σοφία. . διὸ καὶ ὁ Πλατῶν τὴν σοφιστικὴν μὴ ὃν προσηγόρευσεν េឲិតា λοιπὸν καὶ διαίρεσιν ποιεῖται τοῦ κατὰ συμβεβηκός, καί φησιν ὅτι τῶν κατὰ συμβεβηκὸς τὰ μὲν δύνανται καθ’ αὑτὸ εἶναι πρὸς ἄλλην τέχ·νην ἀναφερόμενα, τὰ δὲ οὐδέποτε δύπάντα [*](5 scripsi: σπάνια libri τὰ delevi G -d (ante κατὰ) scripsi: ·τῶν libri 15 καταγίνεται — συμβεβηκὸς (16) om. D lU ἄλλα πράγματα] immo ’XXot; πράγμασι 23 post μὴν desimt XII litterae AD: addeDcluiii, ut videtur, ἡ ἄνω -Epicpopa 31 ὃν (post κυρίως) delevi τούτου scripsi: τούτων libri 33 ὁ nXd-tov] cf. p. 367,24 34 προσηγόρευεν Α Comment. Arist. VI 2 Aselep. in Metapli.)
p. 1027a15 Ἀρχὴν δὲ τήνδε ληπτέον.
Φησὶν ὅτι δεῖ ἡμᾶς λαβεῖν τοιαύτην ἀρχήν, ἀρά γε οὐκ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων οὔτε τὸ ἀεὶ οὔτε τὸ ὡς ἐπὶ τὸ πολύ, ἢ τοῦτο ἀδύνατον τῆς ἐναργείας ὑπαγορεύουσης ὅτι ἀεί ἐστιν ὁ θεὸς ἀγαθός, καὶ ὅτι ὡς ἐπὶ τὸ πολὺ ὑγιάζει ὁ ἰατρός. εἰ οὖν ἐστι τὸ ὡς ἐπὶ τὸ πολύ, τοῦτο δὲ μόνον τὸ κατὰ συμβεβηκὸς ποιεῖ, ἔστιν ἄρα καὶ τὸ κατὰ συμβεβηκὸς ἐν τοῖς οὖσι. πότερον οὖν, φησί, τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ ἀίδιον οὐδὲν ὑπάρχει, ἡ ἔστι καί τινα ἀίδια; καὶ ἀναβάλλεται τὴν τούτων θεωρίαν εἰς τὴν Φυσικὴν ἀκρόασιν· ἐν ἐκείνοις γὰρ ἀποδείκνυται, φησίν, ὅτι ἔστιν ἡ ὕλη ἀίδιος.
p. 1027a19 Ὅτι δὲ ἐπιστήμη οὐκ ἔστι τοῦ συμβεβηκότος φανερόν.
ἐντεῦθεν ἀποδείκνυσιν ὅτι οὐδεμία ἐπιστήμη καταγίνεται περὶ τὸ κατὰ συμβεβηκός. φησὶ γὰρ ὅτι πᾶσα ἐπιστήμη ἢ τοῦ ἀεί ἐστιν, ὥσπερ γεωμετρία, ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ ἡ ἰατρική. πῶς γὰρ δύναται μαθεῖν ἢ διδάξαι ἄλλον; δεῖ γὰρ ὁρίσαι ἢ τὸ ἀεὶ ἢ τὸ ὡς ἐπὶ τὸ πολύ, καὶ οὕτως διδάξαι· τὸ δὲ ἀόριστον οὐ διδάσκεται, οἷον ὅτι ὠφέλιμον τὸ μελίκρατον τῷ πυρέττοντι ὡς ἐπὶ τὸ πολύ· τὸ δὲ παρὰ τοῦτο οὐχ ἕξει λέγειν ὁ ἰατρός, πότε οὐκ ὠφελεῖ, οἷον νουμηνίᾳ. τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ ἀναίτιον· οὔτε γὰρ ὁ λόγος τοῦτο δείκνυσιν, ἀλλὰ <διὰ> τὴν ὕλην πλείονα γενομένην, ἢ τοιώσδε προσενεχθὲν τὸ μελίκρατον οὐκ ὠφέλησεν, ἐπεὶ ὅσον ἐπὶ τῇ τοὐ πυρετοῦ φύσει ἔδει ὠφελῆσαι ἤγουν πτισάνη, ὥς φησιν ὁ τῶν Ἀσκληπιαδῶν ἡγεμών, ὑγρᾷ διαίτῃ ὠφέλιμος πᾶσι τοῖς πυρέττουσιν)· ἢ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ τῆς νουμηνίας· τὸ δὲ συμβεβηκὸς παρὰ ταῦτά ἐστι.
[*](11 ἔχειν D 18 καὶ cm. D 20. 21 εἰς τὴν Φυσικὴν ἀκρόασιν] Α 9 31 otd arklidi 34 ὥς φησιν κτλ.] cf. Hippocr. Περὶ διαίτης ὀξέων II p. 30 ed. Kiihn 35 ἢ περὶ τὸ] ἢ γὰρ ἀεὶ ἢ Aristoteles)p. 1027a26 Τί μὲν οὖν ἐστι τὸ συμβεβηκός.
Ὅτι παρυφίσταται τοῖς καθ’ αὑτό, ὥσπερ ἐπὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς ἡ ψύξις, καὶ οὐκ ἔστι καθ’ αὐτό. καὶ διὰ τίνα αἰτίαν, διὰ τὸ τὴν ὕλην ἔχειν δύναμιν δεκτικὴν ἀμφοτέρων, καὶ ὅτι οὐκ ἔστιν ἐπιστήμη [*](f. 260r) αὐτοῦ δέδεικται ἱκανῶς.
p. 1027a29 Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, φανερόν.
Ἀποδείξας ἀναγκαστικῶς ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὄν, ἐντεῦθέν φησιν ὅτι τὰ κατὰ συμβεβηκὸς αἴτια γίνονται καὶ φθείρονται ὡς ὄντα, οὐ μέντοι γε ὡς γινόμενα, ἐπειδὴ μὴ ἔχουσιν αἴτια κύρια καὶ ὡρισμένα, ὥστε οὔτε γίνονται οὕτε φθείρονται ὡς ἔχοντα αἴτια, ἀλλ’ ὡς ὄντα, καθάπερ εἰρήκαμεν. λέγομεν γὰρ κατὰ συμβεβηκὸς πεσόντα τὸν λίθον ἐπιτήδειον γενέσθαι πρὸς καθέδραν, καὶ οὐκ ἔστιν αἴτιον τούτου ἡ πτῶσις· οὐ γὰρ διὰ τοῦτο ἔπεσεν ὁ λίθος, ἵνα γένηται ἐπιτήδειος πρὸς καθέδραν. καὶ πάλιν ὡς ἐπὶ τοῦ ἵππου τοῦ διψήσαντος ἐν πολέμῳ καὶ φυγόντος καὶ ἐντεῦθεν σωθέντος· οὔτε γὰρ διὰ τὴν σωτηρίαν ἔφυγεν, ἀλλὰ διὰ τὴν δίψαν. ὥστε οὐκ ἔχουσιν αἴτια ὡρισμένα τὰ κατὰ συμβεβηκός· διὸ οὔτε γίνονται οὔτε φθείρονται ὡς τελοῦντα ὑπὸ αἴτια, ἀλλ’ ὡς ὄντα. καὶ ὅτι οὐκ ἔχουσιν αἴτια δείκνυσι χρώμενος τῇ δι’ ἀδυνάτου δείξει τοῦτον τὸν τρόπον. φησὶ γὰρ ὅτι εἰ ὑποθώμεθα καὶ τῶν κατὰ συμβεβηκὸς αἴτια ὡρισμένα, ἔσονται πάντα τὰ πράγματα ἐξ ἀνάγκης, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἐν ἐμοὶ γάρ ἐστι καὶ λούσασθαι καὶ μὴ λούσασθαι, καὶ οὐκ ἔστι τὸ τοιοῦτον ἐξ ἀνάγκης. τὰ γὰρ ἔχοντα ὡρισμένα αἴτια πάντα ἐξ ἀνάγκης γίνεται· τῶν γὰρ αἰτιατῶν ὄντων εἰσὶ καὶ τὰ αἴτια, καὶ τῶν αἰτίων ὡς αἰτίων· πάντως καὶ τὰ αἰτιατὰ ὑπάρχουσιν. οἷον εἰ τέτοκεν ἡ δεῖνα, δῆλον ὅτι καὶ μῖξις προηκολούθησεν ἀνθρώπου, καὶ πάλιν εἰ μῖξις ὡς αἴτιον οὐ γὰρ πάντως), καὶ τοκετὸς ὑπάρχει. καὶ εἰ ἥλιος ὑπὲρ γῆν, πάντως ἡμέρα ἐστί· καὶ εἰ ἡμέρα ἐστί, πάντως, φησί, καὶ ἥλιος ὑπὲρ [*](f.260v) γῆν ἐστιν. ὥστε πάντα τὰ ἔχοντα ὡρισμένον τὸ αἴτιον πάντως καὶ ἐξ ἀνάγκης ἐστίν. εἰ τοίνυν ὑποθώμεθα καὶ τὰ κατὰ συμβεβηκὸς αἴτια ὡρισμένα ἔχειν, ἔσονται πάντα ἐξ ἀνάγκης, καὶ οὕτως ἀναιρεθήσεται καὶ τῶν ἐνδεχομένων ἡ φύσις. εἶτα λοιπὸν ζητεῖ, εἰς ποίαν ἀρχὴν τῶν τεσσάρων δεῖ ἡμᾶς τάξαι τὰ κατὰ συμβεβηκὸς αἴτια, καί φησιν ὅτι οὐ δυνατὸν εἰς τὴν εἰδικήν· ἡ γὰρ εἰδικὴ ἀρχὴ ὡρισμένη καὶ μεμετρημένη, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα ὑπάρχουσιν. ἀλλ’ οὐδὲ εἰς τὴν τελικήν· τὸ γὰρ τέλος ὡρισμένον τὸ κυρίως, καὶ πάντες αὐτοῦ στοχαζόμενοι παραλαμβάδεικτικὴν [*](4 D 10 ἔχουσιν in marg. A 2: εἰσὶν ’D 26 εἰ scripsi: ἡ libri 27 εἰ] ὁ D 28 πάντως ἡμέρα—γῆν (29) om. D)
p. 1027a19 Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτά.
Φησὶν ὅτι ὑπάρχουσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ὡς ὄντα ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι προφανῆ. εἰ γὰρ μὴ ταῦτα ὑποθώμεθα, φημὶ δὴ τὰ ἔχοντα ἀόριστα αἴτια, ἔσονται πάντα ἐξ ἀνάγκης. εἰ ἄρα τοῦ γινομένου καὶ φθειρομένου μὴ εἴη τὸ αἴτιον κατὰ συμβεβηκός, ἐξ ἀνάγκης ἔσται.
p. 1027a32 Πότερον ἔσται τοδὶ ἡ οὔ;
ἐντεῦθεν ὥσπερ τὴν τοῦ ἐνδεχομένου φύσιν ἡμῖν ὑπαγορεύει, καί φησιν οὕτως, οἷον ὅτι πότερον ἔσται ναυμαχία ἢ οὔ; ἐὰν γὰρ γένηται μῖξις τῶν πολεμίων, ἔσται ναυμαχία, εἰ δὲ μή, οὐκ ἔσται. τοῦτο δὲ τὸ γενέἀληθὲς [*](11 ἀληθὲς καὶ ψεῦδος scripsi: ἀληθῶς καὶ ψευδῶς libri 31 ἄρα] fort. γὰρ αἴτιον (p. 373,1) oiu. Γ’)
p. 1027b1 Ὥστε ὅδε ἀποθανεῖται ἢ νόσῳ ἢ βίᾳ.
Νόσῳ μὲν ἐὰν κατακρατήσῃ τὸ ἕτερον τῶν στοιχείων, ἐπειδὴ ἐξ εναντίων συγκείμεθα· λύεται οὖν ἡ ἁρμονία καὶ οὐκέτι ἐπιδέχεται τὴν τὴν ἔλλαμψιν [*](f. 261v) τῆς ψυχῆς. βίᾳ δὲ ἐὰν φάγοι, εἰ τύχοι, δριμέα πολεμίων πολιορ- κούντων, εἶτα λοιπὸν διψήσας ἐξέρχεται καὶ ἀπόλλυται, εἰ ληφθείη· καὶ οὕτω, φησίν, ἔρχεται εἰς ὃ νῦν ὑπῆρχε, τουτέστιν εἰς τὸν θάνατον· ὥστε ἐξ ἀνάγκης καὶ ἀποθανεῖται ἢ οὐκ ἀποθανεῖται. ὁμοίως δὲ ὁ αὐτὸς λόγογ ἐστὶ καὶ ἐπὶ τῶν παρελθόντων. ἐξ ἀνάγκης ουν ἔσονται πάντα τὰ ἐσόμενα, οἷον τὸ ἀποθανεῖν τὸν ζῶντα, ἐπειδὴ εξ εναντιων συγκειται· ἄδηλον δὲ εἴτε νόσῳ τελευτᾷ ἢ βίᾳ· εἰ μὲν γὰρ φάγοι δριμέα, βίᾳ, εἰ δὲ μή, νόσῳ, εἰ τύχοι. ὥστε δηλονότι μέχρι τινὸς ἀρχῆς βαδίζει τοῦ φαγεῖν τὰ δριμέα, αὕτη δὲ οὐκέτι εἰς ἄλλο, ἐπεὶ οὕτως ἀναγκάσομεν πάντα, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν, οἷον τὸ τεχθῆναι ἐν τῇ πόλει, τὸ γενέσθαι πό- λεμον, τὸ ἐρασθῆναι δριμέων. τοῦτο οὖν ἐστι τὸ ενοεχομενον, τὸ ουναμενον καὶ ἄλλως ἔχειν, καὶ οὐδέν ἐστιν αἴτιον ὡρισμένον τῆς γενεσεως ἀδύνατον γάρ), εἴτε διὰ τὸ δριμέα φαγεῖν τεθνήξεται εἴτε διὰ τὴν μάχην τῶν στοιχείων.
p. 1027b14 Ἀλλ' εἰς ἀρχὴν ποίαν.
ἐντεῦθεν ζητεῖ ὑπὸ ποίαν ἀρχὴν ἀνακτέον τὰ κατὰ συμβεβηκὸς αἴτια, καί φησιν ὅτι εἰς ποίαν ἀρχὴν δεῖ αὐτὰ ἀνάγειν; ἆρά γέ εἰς τὴν ὑλικὴν ἢ εἰς τὴν εἰδικὴν ἢ εἰς τὴν ποιητικὴν ἢ εἰς τὴν τελικήν; καὶ ἐρεῖ ἐν ἄλλοις ὅτι εἰς τὴν ποιητικήν. ὥστε δεῖ ἠμᾶς παρελθεῖν τὰ ·κατὰ συμβεβηκός ἱκανῶς γὰρ αὐτοῖς ὁ λόγος ἐνδιέτριψε.
p. 1027b18 Τὸ δὲ ὡς ἀληθὲς ὂν καὶ μὴ ὂν ψδδος.
ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ σημαινομένου τοῦ ὄντος τοῦ κατ’ ἀλή- θ·ειαν καὶ ψεῦδος. καλῶς δὲ εἶπε καὶ μὴ ὃν ὡς ψεῦδος διὰ τὰ ανυπαρκτα, οἷον τραγέλαφον ἤ τι τοιοῦτον· τοῦτο γὰρ οὐκ ἔστιν ὡς ψεῦδος, ἐπειδὴ μηδὲ ὑπάρχει· ταῦτα γὰρ λέγομεν ψευδῆ, τὰ ὄντα μὲν λεγόμενα δὲ μὴ εἶναι. τὸ οὖν ἀληθὲς καὶ ψεῦδος περὶ σύνθεσιν καὶ διαίρεσιν θεωρεῖται, f.262r τὸ δὲ σύνολον, τουτέστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, περὶ μερισμὸν ἀντιφάσεως. ἀληθὴς γάρ ἐστι κατάφασις, ὅταν συνθῶμεν τὰ ἔχοντα τοιαύτην φύσιν, δηλονότι ἐναντίαν ψευδεῖ καταφάσει· ὁμοίως δὲ καὶ ἐπὶ τῆς [*](24. 25 ἐν ἄλλοις] Phys. B t; p. 198a2 sqq. 20 ψεῦδος scripsi: ψεύδους libri 35 ἐναντία D)
p. 1028a10 Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ ποσαχῶς.
εἰπὼν ἐν τῷ Δ ὅτι πολλαχῶς λέγεται τὸ ὄν, καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, καὶ ὡς τὸ ἀληθὲς καὶ ψεῦδος, καὶ ὡς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ διαλεχθεὶς ἐν τῷ E περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ τοῦ ὡς ἀληθοῦς καὶ ψευδοῦς, καὶ ἀποδείξας ὅτι ἡ σοφία οὐ διαλέγεται περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἐπειδὴ μηδ’ ἄλλη τις τέχνη διαλέγεται περὶ αὐτοῦ, μήτε δὲ περὶ τοῦ ὡς ἀληθοῦς καὶ ψευδοῦς, ἐπειδὴ ταῦτα μὲν περὶ λόγον ἔχουσι τὸ εἶναι, ἡ δὲ σοφία περὶ πραγμάτων διαλέγεται, ἐνταῦθα ἐν τῷ Ζ περὶ τοῦ καθ’ αὑτὸ ὄντος διαλέγεται· περὶ γὰρ τοὐ ὡς δυνάμει καὶ ἐνεργείᾳ διαλέγεται ἐν τῷ H καὶ ἐν τῷ Θ· καὶ ἐπειδὴ τὰ καθ’ αὑτὸ ὄντα θεωρεῖται ἐν ταῖς δέκα κατηγορίαις, διαλέγεται ἡμῖν περὶ τῶν δέκα κατηγοριῶν. ἀλλ’ ἐπειδὴ κυριωτάτη ἐστὶ τῶν δέκα κατηγοριῶν ἡ οὐσία, τούτου χάριν περὶ τῆς οὐσίας λόγον ποιεῖται πολύν. εἶτα ἐπειδὴ τῆς οὐσίας ἡ μέν ἐστιν ἀσώματος καὶ ἁπλῆ ἡ δὲ σύνθετος, μᾶλλον δὲ ἡμῖν ἔγνωσται ἡ σύνθετος τῆς ἁπλῆς, περὶ τῆς συνθέτου ποιεῖται τὸν λόγον· εἶτα λοιπὸν καὶ περὶ τοῦ εἴδους. ἀλλ’ ἐπειδὴ τὸ μέν ἐστιν ἄυλον εἶδος τὸ δὲ ἔνυλον, ἐν δὲ ταῖς συνθέτοις οὐσίαις μάλιστα τὸ ἔνυλον εἶδος θεωρεῖται, f.263r τούτου χάριν πολὺν λόγον περὶ τοῦ ἐνύλου εἴδους ποιεῖται, καὶ ζητεῖ τίνος ἐστὶν ὁρισμὸς μᾶλλον ὁ λέγων ζῷον λογικὸν θνητόν, ἀρά γε τοῦ ἐνύλου εἴδους ἢ τοῦ ἀύλου. καὶ τὸν πολὺν λόγον ἐνταῦθα περὶ ὁρισμῶν ποιεῖται, καὶ ζητεῖ ἆρα τετραχῶς λέγονται αἱ οὐσίαι, ὥς τινες ὑπέλαβον, ἡ καθόλου, ἡ γενική, ἡ εἰδική, καὶ ἡ καθ’ ἕκαστα, καὶ λεπτουργεῖ παντοδαπῶς τὸν περὶ τῆς οὐσίας λόγον, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν αὐτὴ καθ’ αὑτὴν ἡ καθόλου, ὥς τινες ὑπέλαβον. εἶτα λοιπὸν δείκνυσιν ὅτι κατὰ πάντα τὰ σημαινόμενα τοῦ προτέρου κρείττων ἐστὶν ἡ οὐσία τῶν συμβεκαὶ [*](6 τό om. D 8 ὡς om. D 16 post πολὺν add. λόγον A 2D)
p. 1028a10 Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα [*](f.263v) πρότερον.
Φησὶν ὅτι τὸ ὂν πολλαχῶς λέγεται, καθάπερ εἰρήκαμεν ἐν τῷ Δ στοιχείῳ· σημαίνει γὰρ τὸ μὲν τί ἐστι καὶ τόδε τι. καὶ δι' ἀμφοτέρων τὴν οὐσίαν ἐδήλωσεν· ἐρωτώμενοι γὰρ τί ἐστι τόδε τὸ πρᾶγμα, οὐσίαν ἀποδίδομεν, οὐ συμβεβηκός, οἷον ὅτι ζῷον λογικὸν θνητόν. καὶ πάλιν δεικτικῶς περὶ τῆς οὐσίας ἐρωτώμενοι τὸ τόδε τι ἀποδίδομεν. δηλοῖ οὖν τὸ καθ’ αὑτὸ ὂν οὐσίαν, ποσόν, ποιὸν καὶ τὰς ἄλλας κατηγορίας. τοσαυταχῶς οὖν, φησίν, λεγομένου τοῦ ὄντος φανερόν ἐστιν ὅτι πάντων πρῶτόν ἐστιν ὂν ἡ οὐσία. ὅταν μὲν γὰρ περὶ συμβεβηκότος ἐρωτηθῶμεν ποῖόν τί ἐστιν, οὕτως λέγομεν· <οὐ γὰρ> οὐσίαν μόνον ἀποδίδομεν λέγοντες ἄνθρωπον, οὔτε δὲ λέγομεν συμβεβηκὸς μόνον ποιὸν λέγοντες, ἀλλὰ οὐσίαν πεποιωμένην, οἷον ὅτι ἀγαθὸν ἢ κακόν. ὅταν δὲ τί ἐστιν ἐρωτηθῶμεν, οὐκ ἀποδίδομεν συμβεβηκὸς μόνον λέγοντες λευκὸν ἡ θερμόν, ἀλλ’ οὐσίαν μόνον λέγοντες ἄνθρωπον ἡ· θεόν. ὥστε εἰ τὰ συμβεβηκότα δέονται τῆς οὐσίας, ἡ δὲ οὐσία οὐ δεῖται, κρείττων ἄρα ἡ οὐσία τῶν συμβεβηκότων. τὰ γὰρ ἄλλα ὄντα τὰ παρὰ τὴν οὐσίαν λέγονται ὄνια τῷ μετέχειν τοῦ κυρίως ὄντος, φημὶ δὴ τῆς οὐσίας· τὰ μὲν γάρ εἰσι ποσότητες τῆς οὐσίας, ὥσπερ τὸ ποσόν, τὰ δὲ πάθη, ὥσπερ τὸ ποιόν. διὸ καὶ ἄξιον ἀπορῆσαι περὶ τῆς ὑγείας αὐτῆς καθ’ αὑτὴν καὶ τῆς βαδίσεως καὶ τῶν ἄλλων τῶν τοιούτων, πότερον ὄντα ὑπάρχουσιν αὐτὰ καθ’ αὑτὰ ἢ οὐδὲ ὅλως, εἰ μήτι. γε ἄρα ἐν ψιλῇ ἐπινοίᾳ, ἀλλὰ τότε ἔχουσιν ὑπόστασιν, ὅταν σὺν τῇ οὐσίᾳ θεωρῶνται. ταυτα οὐν εἰσιν ὄντα τὸ καθήμενον καὶ τὸ ὑγιαῖνον, ὑγιαῖνον, [*](4 τὰ ἄτομα delevi 16 διειλόμεθα—καθάπερ (18) om. D 26 οὐ yip addidi 31 post δεῖται fort, addendam τῶν συμβεβηκότων)
p. 1028a31 Πολλαχῶς οὖν λέγεται τὸ πρῶτον.
Φησὶν ὅτι, καθάπερ ἐν Κατηγορίαις μεμαθήκαμεν, πολλαχῶς τὸ πρῶτον λέγεται. πρώτη οὖν πάντων ἐστὶν ἡ οὐσία καὶ φύσει καὶ λόγῳ καὶ χρόνῳ καὶ γνώσει. αἱ γὰρ ἄλλαι κατηγορίαι οὐ δύνανται αὐταὶ καθ’ αὑ- τὰς ὑποστῆναι, αὕτη δὲ ἄνευ ἐκείνων δύναται. καὶ τῷ λόγῳ δὲ προτέρα, ἐπειδὴ παραλαμβάνεται εἰς τὸν ὁρισμὸν τῶν συμβεβηκότων, ὡς ἔδειξεν ἡ θεωρία. ἄλλως τε δὴ τότε γινώσκεται ἕκαστον, ὅταν τὴν οὐσίαν αὐτοῦ γνῶμεν, ἤπερ τὰ συμβεβηκότα, οἷον γινώσκομεν μᾶλλον τὸν ἄνθρωπον, ὅταν γνῶμεν ὅτι ζῷον λογικόν ἐστιν ἢ ὅταν γνῶμεν ὅτι λευκόν ἐστι· ταῦτα γὰρ καὶ ἄλλῳ ὑπάρχουσι. καὶ πάλιν ἐπὶ τοῦ πυρὸς γινώσκομεν ὅτι πῦρ ἐστι γνόντες αὐτὸ ξηρὸν καὶ θερμὸν καὶ φωτιστικὸν καὶ καυστικόν, ἢ ὅτι ξανθόν ἐστιν ἢ ἄλλο τι τοιοῦτον ἔχον χρῶμα. ἄλλως τε δὴ καὶ αὐτὰ τὰ συμβεβηκότα τότε γινώσκομεν, ὅταν τἀς οὐσίας αὐτῶν γνῶμεν, οἷον τί ἐστι ποσὸν ἢ ποιόν, ἢ ὅτι τὸ ἴσον καὶ ἄνισον, ἢ ὅμοιον καὶ ἀνόμοιον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
p. 1028b2 Καὶ δὴ καὶ τὸ πάλαι καὶ νῦν καὶ ἀεὶ ζητούμενον καὶ ἀεὶ ἀπορούμενον.
Δείξας· ὅτι τὸ κυρίως ὂν ἡ οὐσία ἐστὶ κατὰ τὰ τρία σημαινόμενα τοῦ προτέρου, ἐπειδὴ καὶ αὕτη αἰτία τοῦ εἶναι τὰ συμβεβηκότα, ἐντεῦθεν μαρτυρίαν ποιεῖται τῶν παλαιῶν, καί φησιν ὅτι καὶ οἱ παλαιοὶ περὶ τοὐ ὄντος διαλεχθῆναι βουλόμενοι περὶ τῆς οὐσίας εἰρήκασι· καὶ οἱ μὲν ἓν εἰρήκασιν εἶναι τὸ ὄν, ὥσπερ Παρμενίδης καὶ Μέλισσος, οἱ δὲ πολλά, ὥσπερ Ἐμπεδοκλῆς λέγων τὰ τέσσαρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, καὶ Παρμενίδης μὲν πῦρ καὶ γῆν, οἱ δὲ ἄπειρα, ὥσπερ Δεύκιππος καὶ Δημόκριτος καὶ Ἀναξαγόρας. καὶ πάλιν οἱ μὲν μίαν οὐσίαν εἶναι εἰρήκασιν, οἷον τὴν f.264v αἰσθητήν, ὥσπερ οἱ φυσικοὶ καὶ οἱ Στωικοί, οἱ δὲ τρεῖς εἰρήκασιν εἶναι οὐσίας, ὥσπερ Πλατῶν τὰς ἰδέας καὶ τὰ μαθήματα, τουτέστι τὰ διανοήματα, καὶ τὰς αἰσθητὰς οὐσίας. καὶ κυρίως μὲν οὐσίας ἔλεγε τὰς ἰδέας, οὐ κυρίως δὲ τὰ αἰσθητά· τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε'. ὁμοίως καὶ οἱ περὶ Σπεύσιππον καὶ Ξενοκράτην. καὶ ὁ μὲν Σπεύσιππος πολλὰς ἔλεγεν εἶναι οὐσίας· ἄλλην γὰρ οὐσίαν ἔλεγεν εἶναι μεγεθῶν καὶ ἄλλην ἀριθμῶν, καὶ ἐπὶ πάντων τῶν [*](6 ἐν Κατηγορίαις] c. 12 16 ἐστιν ἢ A 1: ὃν ἔχει iu marg. A 2: ὃν εἰ D 33 τί τὸ ὃν κτλ.] cf. Plat. Tim. p. 27 D 31 μὲν] ἀεὶ add. Plato 1. 1. 36 εἶναι om. D)
p. 1028b2 Καὶ δὴ καὶ τὸ πάλαι τε καὶ νῦν καὶ ἀεὶ ζητούμενον.
Φησὶν ὅτι καὶ πάλαι ὑπὸ τῶν πρὸ ἡμῶν ἐζητήθη τοῦτο καὶ νῦν δὲ ζητεῖται καὶ ἀεὶ ἀπορεῖται, ποῖόν ἐστι τὸ ὄν. τοῦτο δέ ἐστι ζητῆσαι τί ἐστιν οὐσία· κυρίως γὰρ ὄν, ὡς ὁ λόγος ἔδειξεν, ἡ οὐσία. ταύτην γὰρ f. 265r οἱ μὲν μίαν εἶναί φασιν, ὥσπερ Παρμενίδης, οἱ δὲ πολλάς, ὥσπερ Ἐμπεδοκλῆς, καὶ οἱ μὲν πεπερασμένας, οἱ δὲ ἀπείρους, ὥσπερ Δημόκριτος. διὰ τοῦτο οὖν καὶ ἡμῖν μάλιστα καὶ πρῶτον καὶ μόνον ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος, τουτέστι τοῦ κατὰ τὴν οὐσίαν, δεῖ θεωρῆσαι, τίς ἐστιν ἡ κυρίως οὐσία, ἐπειδὴ καὶ οἱ παλαιοὶ περὶ ταύτης ἐζήτησαν.
p. 1028b8 Δοκεῖ δ’ ἡ οὐσία ὑπάρχειν.
Φανερώτατα ὑπάρχειν τοῖς σώμασι. διὸ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν οὐσίας εἶναί φαμεν, οἷον χεῖρα καὶ κε- φαλὴν καὶ τὰ φυσικὰ πάντα σώματα, οἷον πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ αἰσθητά, καὶ ὅσα ἢ μόρια τούτων, ὥσπερ τὰ ζῷα ἢ τὸ μερικὸν ὕδωρ, ἢ ἐκ τούτων ἐστίν, μορίων ἢ πάντων. καὶ μορίων μὲν λέγει τὰ ζῷα· ἐκ γὰρ τῶν μορίων τῶν στοιχείων συνεστήκασιν· ἐκ πάντων δὲ τὸν πάντα κόσμον. διὸ ἐπήγαγεν οἷον ὅ τε οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη καὶ ἥλιος. καὶ σημειωτέον ὅτι ἐνταῦθα ἐκ τῶν τεσσάρων στοιχείων φησὶν εἶναι τὸν οὐρανόν.
p. 1028b13 Πότερον δὲ αὗται μόναι εἰσὶν οὐσίαι.
Φησὶν ὅτι δεῖ ἡμᾶς ζητῆσαι, πότερον αὗται καὶ μόναι οὐσίαι ὑπάρχουσιν <αἱ> αἰσθηταί, ἢ καὶ ἄλλαι, τουτέστιν ἀσώματοι, ἢ τούτων τῶν [*](22 ὄντως] οὕτως Aristoteles 36 αἱ addicli)
p. 1028b24 Ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμούς.
ἐντεῦθεν εἰς τὸν Ξενοκράτην ἀποτείνεται, καί φησιν ὅτι τὰ εἴδη τῶν πραγμάτων τοῖς ἀριθμοῖς προσηγόρευεν, ἐπειδή, ὥσπερ οἱ ἀριθμοὶ περιοριστικοί εἰσιν ὧν εἰσιν ἀριθμοί, οὕτω δὴ καὶ τὰ εἴδη περιοριστικὰ τῆς ὕλης ὑπάρχουσιν. εἶτα μετὰ τὰς ἰδέας δευτέρας οὐσίας ὑποτίθεται τὰς διανοητάς, τουτέστι τὰ μαθήματα, γραμμὰς καὶ ἐπίπεδα· τελευταῖα δὲ τὰ φυσικά. περὶ γοῦν τῶν διαφόρων δοξῶν, ποία λέγεται καλῶς ὑπὸ τῶν παλαιοτέρων καί ποία οὐ καλῶς, κὼ τίνων εἰσὶ κυρίως οὐσίαι, καὶ πότερον εἰσί τινες οὐσίαι παρὰ τὰς αἰσθητὰς οὐσίας ἢ οὔκ εἰσι, καὶ αὗται εἰ μὴ αἰσθηταί, πῶς εἰσιν, ἆρα δέονται ὑποκειμένου ἢ οὔ, καὶ πότερον ἔστι τις οὐσία χωριστὴ τῆς ὕλης, καὶ διὰ τίνα αἰτίαν ἐστὶ χωριστὴ τῆς ὕλης, ὡς μὴ δεομένη ἢ ὡς παρακτικὴ τῆς ὕλης ἢ ἀσώματος οὐσία, καὶ πῶς ἐστιν, ἀρά γε αὐτὴ καθ’ αὑτήν, καὶ τίς ἡ φύσις αὐτῆς, ἢ ἄρα οὐκ ἔστιν ἑτέρα τις οὐσία παρὰ τὰς αἰσθητὰς οὐσίας, δεῖ οὖν ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων διελομένους τὰ διάφορα σημαινόμενα τῆς οὐσιας, καὶ εἰπόντας πρότερον τί ἐστιν οὐσία.
p. 1028b33 Λέγεται δὲ ἡ οὐσία.
Φησὶν ὅτι τετραχῶς λέγεται ἡ οὐσία. λέγεται γὰρ οὐσία τὸ εἶδος f.266r αὐτὸ καθ’ αὑτό, καὶ τὸ καθόλου, τουτέστιν ἡ ἰδέα, καὶ τὸ γένος, τουτέστι τὸ ζῷον, καὶ τέταρτον λέγεται οὐσία εἶναι τὸ· ὑποκείμενον. τὸ δὲ [*](2 αἰσθηταί] νοηταὶ οὔτε αἰσθηταὶ D 13 ἀρχὰς ἑκάστης οὐσίας Aristoteles 14. 15 καὶ τοῦτον τὸν τρόπον ἐπεκτείνει Adstoteks 18 προσηγόρευεν scripsl: προσηγόρευον libri 20.21 δια- νοητάς scripsi: διανοητικάς libri 23 καὶ πότερον—οὐσίας (24) om. D 26. 27 καὶ ὂιᾶ—ὕλης (ante ὡς) D in marg. add. A 2 26 ἐστὶ χωριστὸς libri 28 ἢ scripsi: εἰ libri)
p. 1029a21 ἐστι γάρ τι καθ’ οὗ κατηγορεῖται τούτων ἕκαστον ᾧ τὸ εἶναι ἕτερον.
Τὸ γὰρ ὑποκείμενον τούτων ἕτερόν ἐστι κατὰ τὸν ὁρισμόν, τουτέστιν ἡ ὕλη· τὰ μὲν γὰρ ἄλλα τῆς οὐσίας κατηγορεῖται, αὕτη δετῆς ὕλης, οἷον κατὰ ζῴου λογικοῦ θνητοῦ κατηγορεῖται καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι, τουτέστι κατὰ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος κατὰ τῆς ὕλης. ὥστε τὸ ἔσχατον καθ’ αὑτὸ οὐδεμία ἐστὶ τῶν κατηγοριῶν. οὔτε δὲ αἱ στερήσεις ταὐτόν εἰσι τῇ ὕλῃ, εἴ γε ἡ μὲν οὐχ ὑπομένει ἐπιὸν τὸ εἶδος, ἡ δὲ ὕλη ὑπομένει. ἡ δὲ στέρησις οὐχ ὑπομένει, ὡς εἴρηται, ὕπαρξιν ἔχουσα κατὰ συμβεβηκός· τῷ γὰρ ἀπεῖναι ἐκ τοῦδε τὸ ἀνθρώπειον εἶδος λέγεται ἔχειν στέρησιν ἀνθρώπου, οὐ προηγουμένως.
[*](19 βαδίζειν scripsi: βαδίζον libri 35 δὲ om. D 38 τῷ scripsi: τὸ libri)p. 1029a26 Ἐκ μὲν οὗν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι
Δείξας ὅτι τὸ κυρίως ὂν ἡ οὐσία ἐστὶ καὶ ὅτι, εἰ δεῖ κατὰ τὸ ὑποκείμενον χαρακτηρίζειν τὴν οὐσίαν, ἡ ὕλη μᾶλλον ἢ] ἐστὶν οὐσία αὕτη γάρ. ἐστιν ἡ ὑποκειμένη πᾶσι τοῖς αἰσθητοῖς), ἐντεῦθέν φησιν· ὅτι οὐ δυνατὸν εἶναι τὴν ὕλην τὴν κυρίως οὐσίαν εἴ γε αὐτὴ καθ’ αὑτὴν ἀνείδεος ὑπάρχει καὶ ἀκαλλὴς καὶ δεομένη ἑτέρου πρὸς τὸ κοσμεῖσθαι ἐξ αὐτοῦ, ἀλλὰ κυρίως οὐσία ἐστὶ τὸ χωριστὸν καὶ ἐνεργείᾳ ὑπάρχον. λέγει δὲ χω- ριστὸν τὸ καθ’ αὑτὸ ὑπάρχον καὶ ἐνεργείᾳ ἀεὶ ὄν, τουτέστι τά νοητὰ εἴδη· ἐνέργειαι γάρ εἰσιν ἄνευ δυνάμεων καὶ αὐτά καθ’ αὑτὰ ὑπάρχοντα, καὶ οὐ δεόμενα ἑτέρου πρὸς τὸ εἶναι. ἡ μέντοι γε ὕλη οὐδὲ χωριστή ποτε δύναται εἶναι, τουτέστιν αὐτὴ καθ' αὐτήν· οὐδέποτε γὰρ γυμνὴ τῶν εἰδῶν θεωρεῖται, οὔτε μέντοι ἐνεργείᾳ ἔχει τὰ εἴδη ἀλλὰ δυνάμει. δύναται δὲ [*](f. 267r) καὶ τὸ ἔνυλον εἶδος τοιοῦτον εἶναι καὶ χωριστὸν καὶ ἐνεργεία, τουτέστιν αὐτὸ καθ’ αὐτό, εἰ καὶ μὴ τῇ ὑπάρξει, ὥσπερ τὰ νοητά, ἀλλ’ οὖν γε τῇ ἐπινοίᾳ. πρότερον οὖν, φησίν, δεῖ ἡμᾶς εἰπεῖν περὶ τοὐ ἐνύλου εἴδους καὶ ἀποδοῦναι τὸν ὁρισμὸν αὐτοῦ † τῶν γὰρ στοιχείων τουτέστι τοὺς πολλοὺς λόγους περὶ ὁρισμῶν ποιεῖται, εἰ καὶ κρείττων ἐστὶν ἡ νοητὴ οὐσία, καὶ τότε δεῖ ἡμᾶς ὕστερον εἰπεῖν περὶ τῆς νοητῆς οὐσίας. δεῖ γὰρ ἡμᾶς ἄρχεσθαι ἀπὸ τῶν ἡμῖν σαφεστέρων καὶ συγκεχυμένων, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, τῇ φύσει δὲ ἀσαφεστέρων· τὰ γὰρ τελειότερα τῇ φύσει μὲν σαφέστερα ὑπάρχουσιν, ἡμῖν δὲ ἀσαφέστερα. οὕτως γὰρ καὶ αἱ ἄλλαι ποιοῦσι τέχναι, οἷον ἡ ἰατρικὴ πρότερον διαλέγεται περὶ τοῦδε τοῦ σιτίου καὶ τοῦδε τοῦ βοηθήματος, καὶ οὕτως λοιπὸν δι’ αὐτῶν κατασκευάζει τὴν ὑγείαν, ὅπερ ἐστὶ καθόλου. ὁμοίως δὲ καὶ ὁ νομοθέτης κολάζει τὸν ἀδικοῦντα τόνδε, καὶ οὕτως ἐπάγει τὸ καθολικόν, τουτέστι τὴν ἀρετήν, καὶ ποιεῖ εὐνομεῖσθαι τὴν πόλιν. εἶτα λοιπὸν ζητεῖ τίνος ἐστὶ κυρίως ὁ ὁρισμός, τῆς οὐσίας μόνον ἢ καὶ τῶν συμβεβηκότων ἢ καὶ τοῦ συναμφοτέρου ἅμα, τουτέστι τῆς οὐσίας καὶ τῶν συμβεβηκότων. καί φησιν ὅτι τῆς οὐσίας καὶ μόνης ὑπάρχουσιν οἱ ὁρισμοί. καθ’ αὑτὸ γὰρ ὑπάρχουσιν οἱ ὁρισμοὶ καὶ πρώτως, καὶ ἐξισάζουσι * * * διὸ καὶ εἰ καθ’ αὑτὸ ὑπάρχει τῇ ἐπιφανείᾳ τὸ λευκόν, τουτέστι πρώτως, ἀλλ’ οὐκ ἀντιστρέφει· οὐδὲ γὰρ πᾶσα ἐπιφάνεια καὶ λευκή· πᾶς δὲ ἄνθρωπος λογικός. θέλουσιν οὖν οἱ ὁρισμοὶ καὶ καθ’ αὑτὸ ὑπάρχειν, τουτέστιν οὐσιώδεις εἶναι, εἴ γε ἐκ γενῶν [*](3 εἰ δεῖ κατὰ margo A 2: ἰδικῶς ’D τὸ om. D 4 χαρακτηρίζειν margo A-: χαρακτηρίζει D et (ultima littera erasa) A 1 ἢ delevi ἡ οὐσία D 6 τὴν (post ὕλην) om. D 17 τῶν γὰρ—ποιεῖται (18) locus depravatus: fort, legendum est αὐτοῦ τῶν yocp στοιχείων τοῦτό ἐστι, τὸ πολλοὺς λόγους περὶ ὁρισμῶν ποιεῖσθαι), εἰ καὶ κτλ. 20. 21 ἐν TTj Φυσικῇ ἀκροάσει] Α 1 p. 184a16 sqq. 26 τόνδε D, superscr. A 2 31 ante διὸ excidisse videtur tale quid οὐ γὰρ ὅσα καθ’ αὑτὸ ὑπάρχουσι καὶ ἐξισάζουσι 32 πρώτως—λευκή. (33) D margo A 2 ἀντιστρέφει scripsi: ἀντιστρέφῃ libii)
p. 1029a26 Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην.
Φησὶν ὅτι εἰ κατὰ τὸ ὑποκείμενον χαρακτηρίζειν δεῖ τὴν οὐσίαν, δόξειεν ἄν οὐσία εἶναι ἡ ὕλη. ἀδύνατον δὲ τοῦτο ὑπάρχειν· κυρίως γὰρ οὐσία ἐστὶ τὸ χωριστόν, τουτέστι τὸ καθ’ αὑτὸ ὑπάρχον καὶ τόδε τι, τουτέστι τὸ ἐνεργείᾳ, καθάπερ εἰρήκαμεν. διὸ τὸ εἶδος τὸ χωριστόν, τουτέστι τὸ νοητόν, δόξειεν ἂν εἶναι οὐσία ὡς ἀεὶ ἐνεργείᾳ ὑπάρχον καὶ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑπάρχειν καὶ μὴ προσδεόμενον ἑτέρου, ἀλλὰ τὰ ἄλλα. πάντα ἐκείνου εἶναι δεόμενα. καὶ τὸ ἐξ ἀμφοῖν, τουτέστι τὸ ἔνυλον εἶδος, καὶ αὐτὸ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐνεργείᾳ ἐστί. φησὶν οὖν ὅτι τὴν μὲν σύνθετον οὐσίαν, λέγω δὴ τὴν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ δήλη ὡς αἰσθητή. φανερὰ δέ πως καὶ ἡ ὕλη ἐξ ἀναλογίας. δεῖ οὖν ἡμᾶς τὴν τρίτην οὐσίαν ἐπισκέψασθαι, τουτέστι τὴν νοητήν· αὕτη γὰρ ἀπορωτάτη ἴσως, εἰ καὶ φανερωτάτη ἐστί, διὰ τὴν ἡμετέραν ἀσθένειαν. ἐπεὶ δὲ ὑπὸ πάντων ὁμολογοῦνται οὐσίαι εἶναι αἱ αἰσθηταί, δεῖ ἡμᾶς περὶ αὐτῶν πρῶτον εἰπεῖν καὶ ἄρξασθαι ἐκ τῶν ἡμῖν σαφεστέρων.
p. 1029b1 ἐπειδὴ ἐν ἀρχῇ διειλόμεθα, πόσοις ὁριζόμεθα τὴν [*](f.268r) οὐσίαν.
Φησὶν ὅτι κατ’ ἀρχὰς τοῦ προκειμένου βιβλίου εἰρήκαμεν ὅτι τετραχῶς λέγεται ἡ οὐσία, ἡ καθόλου, τὸ γένος, τὸ ὑποκείμενον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν ὁ ὁρισμὸς τοῦ πράγματος. δεῖ οὖν ἡμᾶς πρότερον εἰπεῖν περὶ τῆς οὐσίας τῆς ὡς ὁρισμοῦ λαμβανομένης, τουτέστι περὶ τοῦ ἐνύλου εἴδους. δεῖ γὰρ ἐκ τῶν σαφεστέρων προϊέναι ἐπὶ τὰ ἀσαφέστερα, ἐπειδὴ καὶ αἱ μαθήσεις διὰ τῶν ἧττον γνωρίμων φύσει εἰς τὰ μᾶλλον αὐτῇ γνώριμα· τὰ γὰρ μερικὰ μᾶλλον ἀγνοεῖται τῇ φύσει ἤπερ [*](11 τῶν (post ἄλλων) om. D 22 ὕστερον D 26 ἐπεὶ δὴ A 1 32 ἡμᾶς—εἰπεῶ, D, in maigine add. A 1 33 ὡς om. D)
p. 1029b22 ἐπειδή ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας σύνθετα.
ἐντεῦθεν ζητεῖ εἰ ἄρα ὑπάρχουσιν ὁρισμοὶ τῶν συμβεβηκότων. καὶ πιθανῶς ἀνατρέπει ὅτι οὔκ εἰσι λέγων οὕτως, ὅτι ἐπειδή ἐστι καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, φημὶ δὴ ταῖς λοιπαῖς ἐννέα τοῦ συμβεβηκότος, σύνθετα ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποτὲ καὶ ταῖς ἄλλαις κατηγορίαις), δεῖ σκοπῆσαι, εἰ ἄρα ὑπάρχει ὁρισμὸς καὶ τούτων τῶν συμβεβηκότων, οἷον τίς ἐστιν ὁ ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἔστω δὴ ἓν ὄνομα τοῦ λευκοῦ ἀνθρώπου τὸ ἱμάτιον. ἔστιν οὖν ὁρισμὸς ἱματίου, ὃν δεῖ ζητῆσαι; φησὶν οὖν ὅτι οὐκ ἔστιν ὁρισμὸς ἄτων τοιούτων, ἐπειδὴ οὐχ ὑπάρχουσι τῶν καθ’ αὑτὸ λεγομένων, τοιοῦτοι δὲ θέλουσιν εἶναι οἱ ὁρισμοὶ καθ’ αὑτό. τὸ γὰρ οὐ καθ’ αὑτὸ διχῶς λέγεται· ἢ γὰρ ἐκ προσθέσεως ἢ ἐκ διαζεύξεως. ἐκ μὲν οὖν προσθέσεως, ἐπειδὴ λευκὸν βουλόμενοι ὁρίσασθαι ἀποδεδώκαμεν λόγον ἀνθρώπου λευκοῦ· τὸ δὲ τοιοῦτον οὐκ ἔστι καθ’ αὑτό, ἑνὸς δὲ πράγματός ἐστιν ὁ κυρίως ὁρισμός. πάλιν δὲ εἰ σημαίνοι τὸ ἱμάτιον λευκὸν ἄνθρωπον, ὁ δὲ ὀριζόμενος τὸ ἱμάτιον ὁρίζοιτο ὡς λευκόν· τοῦτο γὰρ οὐκ ἔστι καθ' αὑτό, οὔτε δὲ ὅλον τὸ ζητούμενον ὁ ὁρισμὸς περιέλαβε. τὸ δὲ λευκὸς ἄνθρωπος· ὁ οὖν ἄνθρωπός ἐστι λευκός, οὐ μέντοι ὁ ὁρισμὸς αὐτῷ τοῦ λευκῷ εἶναι ὑπάρχει.
p. 1030a2 Ἀλλὰ ἱματίῳ εἶναι.
ἐντεῦθεν ζητεῖ, εἰ ἄρα τοῦ συνθέτου ἐστὶν ὁρισμός, καί φησιν οὕτως. ἆρα τοῦ ἱματίου, τουτέστι τοῦ συνθέτου, ἐστὶν ὀρισμὸς ἢ οὐκ ἔστι; τῆς γὰρ οὐσίας ἐστὶ κυρίως ὁρισμός, ἐπειδὴ καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἐστὶ καὶ ἐνὸς πράγματος· ὅταν δὲ ἄλλο κατ’ ἄλλου λέγηται, οὐκ ἔστι τοῦ τοιούτου ὁρισμός, ἐπεὶ μηδὲ μίαν φύσιν δηλοῖ. οἷον ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ τόδε τι, ἐπειδὴ μοναις ταις ουσιαις υπαρχει το οπερ τοοε τι, τουτέστιν ὁρισμός. εἰ τοίνυν τοῦτο, ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν ούσία, ὅσων ὁ λόγος ἐστὶν ὁρισμὸς καὶ οὐκ ὄνομα ἤγουν ὑπογραφή. διό φησιν [*](f. 269v) ὁρισμὸς δέ ἐστιν οὐκ ἐὰν ἢ ὐπογραφὴ τὸ αὐτὸ δηλοῖ· ὁ γὰρ τοιοῦτος οὐκ ἔστιν ὁρισμός, ἐπεὶ οὕτως εὑρίσκοιντο πάντες οἱ λόγοι καὶ αἱ ὑπογραφαὶ ὅροι· ἕκαστον γὰρ πρᾶγμα ἔχει καὶ ὄνομά τι καὶ ὑπογραφήν. συμβήσεται οὖν καὶ τῆς Ἰλιάδος εἶναι ὁρισμόν, ἐπειδὴ ἔχει XOtl [*](1 ἀλλὰ μὴν —ἐπιφανείας (3) in margine add. A 2, post συμβεβηκότων (5) habet D 4 καὶ om. D 10 ὁ om. U 14 τὸ γὰρ οὐ superscr. A 2 15 ἐκ (post ydp) oiB. D 17 δὲ] fort, γὰρ 20 λευκὸν Α 21 αὐτῷ τοῦ scripsi: αὐτοῦ libri 27 μήτε libri 30 ὅσων Aristoteles: ὅσον libri ἀπογραφή D 30 διό φησιν oai. D 32 εὑρίσκοιντο scripsi: εὑρίσκοντο Α: εὑρίσκοντι D)
p. 1030a17 <Ἢ> καὶ ὁ ὁρισμὸς ὥσπερ τὸ τί ἐστι πλεοναχῶς λέγεται·
Δείξας διὰ τῶν προλαβόντων λογικῶς ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν συμ- βεβηκότων, ἐπειδὴ οἱ ὁρισμοὶ ἁπλῶν πραγμάτων ὑπάρχουσι καὶ τῶν καθ αὑτό, τὰ δὲ συμβεβηκότα * * * οὗτε καθ’ αὑτὸ ὑπάρχουσιν αὐτὸ γὰρ τοῦτο λέγεται κατὰ συμβεβηκός· οὔτε γὰρ ἁπλᾶ πράγματα ὑπάρχουσιν, ἐπειδὴ συνεισφέρουσι καὶ ἕτερα μεθ’ ἑαυτῶν λεγόμενα, οὔτε γὰρ] αὐτὰ καθ’ αὑτὰ ὑποστῆναι δύνανται), ἐντεῦθεν ἀνατρέπει τὰ εἰρημένα ὑπ’ αὐτοῦ [*](f. 270r) λογικῶς καὶ δείκνυσιν ὅτι καὶ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων εἰσὶν ὁρισμοί, κεχρημένος τοιούτῳ ἐπιχειρήματι, ὅτι ὥσπερ τὸ ὂν καὶ ἡ ὕπαρξις τῶν πραγμάτων πλεοναχῶς λέγεται, οὕτω καὶ οἱ ὁρισμοὶ πλεοναχῶς λέγονται. ἐπειδὴ οὖν ἡ οὐσία κυρίως ὄν ἐστι, ὠὰ τοῦτο καὶ ὁ ὁρισμὸς αὐτῆς κυρίως ὁρισμός ἐστι· καὶ πάλιν ἐπειδὴ τὰ συμβεβηκότα οὔκ εἰσι κυρίως ὄντα, οὐδὲ οἱ ὁρισμοὶ αὐτῶν ἀπλῶς ὑπάρχουσιν, ὥσπερ οἱ ὁρισμοὶ τῆς οὐσίας, ἀλλὰ δὴ μετὰ προσδιορισμοῦ· ὁρισμὸς γὰρ ποιοῦ καὶ ποσοῦ οὐχ ὥσπερ ἐκεῖσε ὁρισμὸς τοῦ ὄντος ἄνευ τῆς οὐσίας. ὥστε καὶ τὰ συμβεβηκότα ἔχουσιν ὁρισμούς, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὥσπερ φασὶν οἱ σοφι- σταὶ περὶ τοῦ μὴ ὄντος. ἐρωτῶσι γὰρ οὕτως ‘τὸ μὴ ὂν ἔστιν ἢ οὐκ ἔστιν'; εἰ μὲν οὖν ἔστιν, αὐτόθεν ἄτοπον τὸ λέγειν ὅτι ἔστι τὸ μὴ ον· εἰ δὲ μή ἐστι τὸ] μὴ ὄν, αἱ δύο ἀρνήσεις μίαν κατάθεσιν ποιοῦσιν, ὥστε πάλιν ἔστι τὸ μὴ ὄν. λέγομεν οὖν ὅτι φαμὲν ὅτι ἔστι τὸ μὴ ὂν ὡς μὴ ὑπάρχον. οὕτως οὖν φημι καὶ ἐπὶ τῶν συμβεβηκότων ὅτι ὑπάρχουσιν αὐτῶν ὁρισμοὶ οὐχ ὡς ἀπλῶς ὄντων, ἀλλ’ ὡς πῇ ὄντων. εἶτα ταύτα ειρηκὼς ζητεῖ, ἆρά γε συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν δέκα κατηγορίων [*](14 δεῖν—εἶναι] exspectes οὑδὲ τὸ τί ἦν εἶναι 15 "H "addidi coll. p. 386,18 17 ἁπλῶς D 18"addendum οὔτε ἀπλᾶ πράγματα 20. 21 οὔτε — δύνανται lemraatis nota distingmmt libri 20 γὰρ delevi 27 αὐτῶν — ὁρισμοὶ om. D 31 ἡ scripsi: ἅ libri 33 τὸ delevi 36 ὡς (post οὐκ) om. D 37 ὃν A 1: ἓν A 2D Comment. Arist. VI 2 Asclep. in Metaph.)
p. 1030a17 Ἢ καὶ ὁ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται.
Καὶ γὰρ τὸ ὂν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν, εἶτα λοιπὸν καὶ τὰς ἄλλας κατηγορίας. ὥσπερ καὶ τὸ ὂν ὑπάρχει πᾶσιν ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τῇ μὲν οὐσίᾳ πρώτως τοῖς δὲ συμβεβηκόσιν ἑπομένως καὶ διὰ τὴν οὐσίαν, οὕτως δὲ καὶ ὁ ὁρισμὸς ἀπλῶς μὲν τῇ οὐσίᾳ ὑπάρχει, πῶς δὲ τοῖς ἄλλοις, τουτέστι τοῖς συμβεβηκόσι. καὶ γὰρ ἐπὶ τοῦ ποιοῦ ἐρωτῶμεν τί ἐστι τὸ ποιόν· ὥστε καὶ τοῦ ποιοῦ ἐστιν ὁρισμός, ἀλλ’ οὐχ ἁπλῶς ὁρισμός· ἀλλ’ ὥσπερ ἐπὶ τοῦ μὴ ὄντος λογικῶς φασιν οἰ σοφισταὶ εἶναι τὸ μὴ ὄν, οὐχ ἀπλῶς δὲ εἶναι αὐτὸ ἐροῦμεν, ἀλλ’ οὕτως εἶναι ὡς μὴ ὄν, οὕτω δὲ καὶ τὸ ποιὸν ἔστι μέν, οὐχ ἁπλῶς δέ ἐστιν ὥσπερ ἡ οὐσία.
p. 1030a27 Δεῖ μὲν οὖν σκοπεῖν καὶ τὸ πῶς δεῖ λέγειν περὶ ἑκάστου.
Φησὶν ὅτι πρότερον δεῖ γινώσκειν τὸ πρᾶγμα οἷόν ἐστι καὶ μετὰ τοῦτο τὸ ὄνομα αὐτοῦ, εἶθ’ οὕτως τὸν ἀκριβῆ λόγον διδόναι περὶ αὐτοῦ. τοῦτο οὖν φησιν ὅτι δεῖ μὲν σκοπεῖν περὶ ἑκάστου πῶς δεῖ λέγειν περὶ αὐτοῦ, πότερον ὡς ἀπλῶς ὄντος ἢ ὡς πῇ ὄντος. πρότερον δὲ δεῖ σκοπεῖν τὴν φύσιν τοῦ πράγματος καὶ ὡς ἔχει φύσεως, καὶ τότε τὸ ὄνομα αὐτοῦ [*](f. 271r) πολυπραγμονεῖν. διὸ καὶ νῦν, ἐπειδὴ τὸ λεγόμενον φανερόν ἐστιν ὅτι περὶ [*](1 οὐχ addidi 2 τὰ δὲ—πρᾶγμα (3) om. D 8 δὲ om. D 10 οὐκ ssxt om. D 14 ὥστε addidi 15 ὡς ὁρισμοί D 25 post ποιὸν lacuna VI litt. A, X litt. D 33 περὶ αὐτοῦ—πῇ ὄντος (34) om. D)
p. 1030b14 ἔχει δὲ ἀπορίαν, ἐάν τις μή φησιν ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον.
ἐντεῦθεν τὴν ἀπορίαν κινεῖ, ὅτι δεῖ <χητεῖν> φησίν, εἰ μὴ ὐπάρχουσιν ὁρισμοὶ τῶν ἐκ προσθέσεως, τουτέστι τῶν παραλαμβανόντων τὰ ὑποκείμενα ἐν τοῖς ὁρισμοῖς ἑαυτῶν, ὥσπερ ἐπὶ τοῦ λευκοῦ εἰρήκαμεν, ὁριζόμενοι χρῶμα διακριτικὴν ὄψεως ἐν σώματι θεωρουμένην. φησὶν οὗν ὅτι εἰ ὁ λόγος οὗτος ἀληθής, ἀδύνατον εἶναι ὁρισμὸν τῶν συμβεβηκότων καθ' αὑτό· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν συνδεδυασμένων, τὰ καθ’ αὐτὰ συμβεβηκότα· ἐκ προσθέσεως γὰρ ἀνάγκη δηλοῦν τὸν ὀρισμὸν αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης καὶ σιμότης δῆλον· τὸ δὲ ἐκ τῶν δυεῖν λεγόμενόν [*](f.272r) ἐστιν ὁ ὁρισμός, καὶ οὐ κατὰ συμβεβηκός ὐπάρχουσιν ἡ σιμότης οὔτε ἡ κοιλότης τῇ ῥινέ, ἀλλὰ καθ'αὐτό. οὔτε γὰρ ὠς ὑπάρχει τὸ λευκὸν Καλλίᾳ ἢ ἀνθρώπῳ κατὰ συμβεβηκός, οὕτως ὑπάρχει καὶ τῇ ῥινὶ τὸ σιμόν, <ἀλλ'> ὥσπερ τὸ ἄρρεν τῷ ζῴῳ ὐπάρχει καθ' αὑτό, καὶ τὸ ἴσον τῷ ποσῷ, καὶ ὅσα λέγονται καθ' αὑτὸ ὑπάρχειν. ταῦτα δέ ἐστιν ὅσα ἐν τοῖς ὁρισμοῖς ἑαυτῶν παραλαμβάνουσι τὰ ὑποκείμενα, ὥσπερ ἐπὶ τοῦ ἀριθμοῦ. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος δεύτερος τῶν καθ’ αὑτό, καθάπερ ἐν τῇ Ἀποδεικτικῇ ἐλέγετο. τὸ γὰρ λευκὸν ἐνδέχεται ἄνευ τοῦ ἀνθρώπου δηλῶσαι, τὸ δὲ θῆλυ οὐ δύναται ἄνευ τοῦ ζῴου. ὥστε ἡ οὐκ ἔστι τούτων ὁρισμός, ἢ εἴπερ ἐστίν, ἀνάγκη ἐκ προσθέσεως εἶναι, ὥσπερ εἰρήκαμεν.
p. 1030b28 ἔστι δὲ ἀπορία καὶ ἑτέρα περὶ αὐτῶν· εἰ μὲν γὰρ τὸ αὐτό ἐστι σιμὴ ῥὶς καὶ κοίλη ῥίς, τὸ αὐτὸ ἔσται τὸ σιμὸν καὶ τὸ κοῖλον.
Δείξας ἤτοι ἀπορήσας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατόν ἐστι τῶν καθ’ αὑτὸ ὑπαρχόντων συμβεβηκότων εἶναι ὁρισμούς, ἐπειδὴ ἐκ προσθέσεως ὑπάρχουσιν. ἅτε δὴ συμπαραλαμβανόντων αὐτοῖς καὶ τὰ ὑποκείμενα, ὡς ἐπὶ τοῦ ἀριθμοῦ εἰρήκαμεν καὶ τῆς σιμότητος ἐρωτώμενοι γὰρ τί ἐστι περιττόν, φαμὲν ἀριθμὸς εἰς ἄνισα διαιρούμενος καὶ παρελάβομεν τὸ ὑποκείμενον αὐτοῦ εἰς τὸν ὁρισμόν, φημί δὴ τὸν ἀριθμόν) ἐντεῦθεν ἀπορίαν τινὰ κινεῖ ἀναιροῦσαν τῶν τοιούτων συμβεβηκότων τοὺς ὁρισμούς. τί γάρ; φησὶν ὅτι ἀδύνατόν ἐστιν εἶναι ὁρισμὸν τῶν τοιούτων· καὶ ἐν αὖ· τῇ γὰρ τῇ προφορᾷ τοὐ λόγου ἀδολεσχοῦμεν δὶς τὰ αὐτὰ λέγοντες. ἡνίκα [*](5 ζητεῖν addidi: V litterae excidemnt AD 6 περὶ λαμβανόντων D 8 χρῶμα scripsi: χιόνα libri 11 προθέσεως libri 14 οὔτε (post σιμότης) Aristoteles: καὶ libri 16 ἀλλ’ ex Aristotele addidi 19 post δεύτερος add. δὲ D 19. 20 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 4 p. 73a34 sqq. 25 κοῖλον] βλαισόν A 1 27. 28 προθέσεως libri 32 τοὺς ὁρισμός] οὔτε ἀριθμούς D 34 ἀδολεσχῶμεν A: ἡ δολικῶς μὲν D)
p. 1030b28 ἐστι δὲ καὶ ἑτέρα ἀπορία περὶ αὐτῶν.
Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, καὶ ἑτέραν ἀπορίαν κινεῖ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων, δεικνὺς ὅτι οὐκ ἔστιν αὐτῶν ὁρισμός. εἰ μὲν [*](4 τῇ λεγούσῃ ὅτι ταὐτὸν scripsi: τ~ λ (desunt III litt.) ὤη ὅτι (desunt VII litt.) Α: lacuna XYII litterarum D 12. 13 ἐὰν—ἄνθρωπος D, in marg. add. Α 15 αἰτητέον scripsi: ἀθετητέον libri 17 τῆς delevi 21 εἰ scripsi: ἢ libri 24 οὔτε libri 29 εἰσάγοντας—ἐδέας (30) om. D 30 κυρίως] fort, addendum οὐσίας 37 ὁρισμές scripsi: ὁρισμοί libri)
ἐντεῦθεν ζητεῖ εἰ] ἀρά γε ταὐτόν ἐστιν ἀνθρώπῳ εἶναι καὶ ἂνθρωἐπὶ [*](4 om. D 10 ἢ om. D 12 ἐν ἐστιν D 13 ἁπλῶν scripsi coll. v. 25 et p. 385, 17 14 καὶ om. D 15. 16 ποιότητα—λέγονται] cf. Categ. 8 p. 25 16 δίχα διαιρούμενον scripsi : δίχα μρμενον A διχωρούμενον D 20 fort, καὶ διὰ τοῦ ἁ. ἁ. ἑ. καὶ διὰ 21 οὐκέτι D 25 ὅμοιον D μήτε libri 27 ἁπλῆς scripsi : ἁπλῶς libri 28 εἰ μἣ— ὁρισμός (29) om. D 35 ἢ addidi 37 εἰ delevi)
p. 1031a28 ἐπὶ δὲ τῶν καθ’ αὑτὰ λεγομένων ἀνάγκη ταὐτὸν εἶναι.
Δείξας ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων οὐκ ἔστι ταὐτὸν τὸ λευκῷ εἶναι καὶ τὸ λευκὸν εἶναι, καὶ ἀνθρώπῳ λευκῷ εἶναι καὶ ἄνθρωπον λευκόν , ἐντεῦθεν ζητεῖ λέγων, ἆρά γε ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἀνάγκη ταὐτὸν εἶναι τὸ ψυχῇ εἶναι καὶ ψυχὴν εἶναι, οἷον εἴ τινες ὑπάρφασίν [*](18 scripsi: φησίν libri 19 τῷ—καὶ τῷ] sic etiam Metaph. libri ties 20 λευκὸς delendum videtur, sed fortasse vitium etiam latius patet 26 ὡσαύτως Aristoteles : ὥστε αὐτῶν libri 30 τὸ utrobique Aristoteles: τῷ libri 36 τὸ λευκὸν—εἶναι καὶ om. D)
p. 1031a30 Οἳας φασὶν εἶναί τινες τὰς ἰσέας.
ἰδοὺ πῶς οἶδεν ὅτι οὐσίας ἔλεγον τὰς ἰδέας καὶ οὐ λόγους οἱ ταύτας πρεσβεύοντες ; εἰ γάρ ἐστι, φησίν, ἓτερον αὐτὸ; αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ εἶναι καὶ ζῲῳ καὶ ζῷον εἶναι, καὶ ὂντι καὶ τὸ ὂν, ἒσονται ἂλλαι οὐσίαι καὶ φύσεις καὶ ἰσέαι παρὰ τὰς λεγομένας, καὶ πρότεραι οὐσίαι ἐκεῖναι, εἰ τὸ τί ἦν εἶναι οὐσία ἐστί. καὶ εἰ μὲν ἀπολελυμέναι εἶεν ἀλλήλων τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, τοῦ μὲν ἀγαθοῦ οὐκ ἔστιν ἐπιστήμη, ἐπειδὴ διὰ τῶν ὅρων γινώσκονται τὰ πράγματα, τῷ δὲ ἀγαθῷ [*](f.275v) εἶναι οὐκ ἔστιν ὕπαρξις, ἐπειδὴ τὸ ἀγαθὸν εἰρήκαμεν εἶναι οὐσίαν· λέγω δή, φησί, τὸ ἀπολελύσθαι, εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὐπάρχει τὸ εἰναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν. ἡ γὰρ ἐπιστήμη ἑκάστου καὶ ἡ γνῶσις αὐτοῦ διὰ τοῦ ὁρισμοῦ θηρᾶται καὶ ἐπὶ τοῦ ἀγαθοῦ καὶ ἐπὶ τῶν ἄλλων πάντων. ὥστε εἰ μὴ τῷ ἀγαθῷ εἶναί ἐστι ταὐτὸν τὸ ἀγαθόν, οὔτε τῷ ὄντι εἶναί ἐστι τὸ ὂν οὐδὲ τῷ ἑνὶ ἕν. ὣστε εἰ μηδὲ τῷ ὄντι εἶναι τὸ ὄν ἐστιν, οὐκ ἔσται ὕπαρξις τῶν τί ἦν εἶναι. ἄλλως τε δὴ οὐκ ἔστιν ἀγαθὸν ᾧτινι μὴ ὑπάρχει ἀγαθῷ εἶναι· ὣστε ἔσται τὸ ἀγαθὸν κεχωρισμένον ἀγαθότητος, ὅπερ προφανῶς ἐστιν ἄτοπον. εἰ γὰρ οἱ ὁρισμοὶ τῶν πραγμάτων δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου, τὸ δὲ ἀγαθὸν οὐ μετέχει τοῦ οἰκείου ὁρισμοῦ οὐδὲ τῆς ἀγαθότητος ἄρα μεθέξει. ὥστε πᾶσα ἀνάγκη ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι καὶ μίαν φύσιν ἀπλῆν, καὶ καλὸν καὶ καλῷ εἶναι, ὅσα μὴ κατ’ ἄλλο λέγεται, τουτέστι τὰ σύνθετα. ἐπὶ γὰρ τῶν συνθέτων δια- φέρει τὸ τῷδε εἶναι καὶ τόδε εἶναι· τὸ μὲν γὰρ σύνθετόν ἐστι τόδε εἶναι, τουτέστιν ὁ Σωκράτης, τὸ δὲ εἶδος τοῦ Σωκράτους τοῦτό ἐστι τὸ τῷδε εἶναι καὶ τόδε εἶναι]. πρῶτα οὖν ἐστι καὶ καθ’ αὑτὰ καλὰ καὶ ἀγαθὰ τὰ ἄυλα καὶ μὴ χραινόμενα ὑπὸ τῆς ὕλης.
p. 1031b14 Καὶ γὰρ τοῦτο ἱκανὸν ἐὰν ὑπάρχῃ καὶ μὴ ᾖ εἴδη.
Θησὶν ὅτι πάντῃ καὶ πάντως, ἐὰν ὦσιν ἁπλᾶ εἴδη, τουτέστιν ἐὰν ὑπάρχωσιν, ἀνάγκη ἐστὶ τὸ αὐτὸ εἶναι τὸ τῷδε εἶναι καὶ τόδε εἶναι ἐπὶ τῶν ἁπλῶς εἰδῶν, κἂν ὑπάρχωσιν ἰδέαι κἄν μὴ ὑπάρχωσι διὰ τὰ προειρημένα.
p. 1031b15 Ἃμα δὲ δῆλον ὃτι εἴπερ εἰσὶν αἱ ἰδέαι, οἵας τινές φασιν.
ἐντεῦθεν πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἀποτείνεται καὶ λέγοντας [*](1 post οὐσιῶν desunt VII litteiae AD: fort, addendum ἕτεραι περὶ D ταύτας D : ταῦτα corr. A 2 9 εἶεν] εἶναι D 10 τῷ scripsi: τὸ libri 18 ἀγαθὸν εἶναι D 26 καὶ τόδε εἶναι delevi τρῶτα — ἀγαθὰ om. D)
p. 1031b28 Ἄτοπον δ’ ἂν φανείη κἂν εἲ τις ἑκάστῳ ὂνομα θεῖτο τῶν τι ἢν εἶναι.
ἐντεῦθεν ἑτέραν ἐπιχείρησιν τίθησι κατασκευαστικὴν τοῦ ὅτι ἐπὶ τῶν ἄλλων πραγμάτων ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τῷδε εἶναι, εἴτε τῷ τῷδε εἶναι ὄνομα θείημεν, οἷον λίθον, εἴτε μὴ θείημεν αὐτῷ ὄνομα, τούτου τοῦ] προσλομβανομένου ὅτι ἔστιν οὐσίας ὁρισμὸς καὶ ὅτι τὸ τί ἦν εἶναι οὐσίαν δηλοῖ. τούτων οὕτω διωρισμένων ἐπὶ τῶν ἁπλῶν εἰδῶν τὸ τῷδε εἶναι τοῦ τόδε εἶναι ἡ κεχώρισται ἢ οὐ κεχώρισται, τουτέστιν ἢ ταὐτόν ἐστιν ἢ οὐκ ἔστι ταὐτόν. εἰ μὲν οὖν ὑποθώμεθα αὐτὸ μὴ κεχωρίσθαι, [*](f.276v) ἔχω τὸ ζητούμενον, ὅτι ταὐτόν ἐστιν τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι· εἰ δὲ μὴ ὑποθώμεθα εἶναι ταὐτόν, ἐπειδὴ τὸ τί ἦν εἶναι οὐσίας ἐστὶ δηλω- τικόν, ἐρωτῶμεν αὐτοὺς ‘ ἐκείνη ἡ οὐσία, ἧς ἐστι δηλωτικὸν τὸ τί ἦν εἶναι, ἔχει ὁρισμὸν ἢ οὐκ ἒχει’ ; εἰ μὲν οὖν μὴ ἔχει, ἄτοπον τὸ λέγειν οὐσίας μὴ εἶναι ὁρισμόν, εἰ δὲ ἔστιν αὐτῆς ὁρισμός, πάλιν ἐρωτῶμεν αὐτοὺς ‘ ὁ ὁρι- σμὸς ἐκεῖνος ὁ αὐτός ἐστι τῇ οὐσίᾳ ἢ οὐκ ἔστιν ὁ αὐτός ’ ; εἰ μὲν οὖν φῶσιν ὅτι ὁ αὐτός ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ εἴπωσιν ὅτι οὐκ ἔστιν ὁ αὐτός, πάλιν περὶ ἐκείνου ὁμοίως ἐρωτήσεις αὐτούς, καὶ οὕτως ἐπ’ [*](1 αὐθυποστάτους scripsi : ἀνθυποστάτους libri 6 αἱ delevi ἐπεὶ] exspectes ὣστε 8 τὰ] ὅτι τὰ D: ὅτι del. Α 8 ὡς —ταὐτὸν] ἓν καὶ ταὐτὸ οὐ κατὰ συμβεβηκὸς Aristoteles αὐτὸ Aristoteles: καὶ τὸ D: καὶ del. Α 20 Ἂτοπον — εἲ τις scripsi coll. p. 395,15: verba in libris corrupta et mutila 22 ἐπὶ om. D 23 τῷ scripsi : τὸ libri 25 τοῦ delevi 30 ἐστὶ scripsi : ἐπὶ libri 31 ἐρωτῶμεν — δηλωτικὸν om. D)
p. 1031b28 Ἂτοπον δ’ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὂνομα θεῖτο τῶν τί ἦν εἶναι.
Θησὶν ὅτι κἄν ὑποθώμεθα τὸ τἰ ἦν εἶναι ὄνομα ἔχειν τι, οἷον λίθον ἤ τι ἄλλο τοιοῦτον, ἄτοπόν ἐστι τὸ χωρίζειν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν τὸ τόδε εἶναι τοῦ τῷδε εἶναι. εἰ γὰρ κεχώρισται καὶ ἔστιν αὐτοῦ ἀλλότριον, [*](f.277r) τρίον, ἐπειδὴ οὐσίας ἐστὶ δηλωτικόν. καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἒσται καὶ παρ’ ἐκεῖνο ἄλλο τὸ τίην εἶναι ἵππῳ, τουτέστιν ἕτερος ὁρισμὸς † τοῦ τί ἦν ἄλλο τί ἦν εἶναι, ἐπειδὴ οὐσίας ἐστὶ δηλωτικόν, τῶν δὲ οὐσιῶν ὑπάρχουσιν ὁρισμοί. διό φησι τίην εἶναι ἵππῳ ἕτερον, τουτέστι διάφορον παρὰ ἐξ ἀρχῆς τί ἦν εἶναι. καίτοι, φησί, τί κωλύει καὶ νῦν ἒνια εἶναι εὐθὺς τί ἦν εἶναι, τουτέστιν ἄνευ ὀνόματος; ειὰ γὰρ τοῦ εὐθὺς τὸ ἄνευ ὀνόματος ἐδήλωσε. τουτέστι τί κωλύει, κἂν μὴ ὑποθώμεθα ὠνο- μάσθαι τὸ τί ἦν εἶναι, ἀλλότριον δέ ἐστι τοῦ τόδε εἶναι, καὶ ἔστιν οὐσίας δηλωτικόν, εἶναι καὶ αὐτοῦ ὁρισμόν; καὶ περὶ ἐκείνου ἐρωτήσομεν πάλιν τοῦ τί ἦν εἶναι ‘ταὐτόν ἐστι τῇ οὐσίᾳ ἢ οὐκ ἔστι ταὐτόν’ ; εἰ μὲν οὖν ταὐτόν ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ διάφορον, πάλιν καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἐρωτήσω, καὶ οὕτως ὁ λόγος ἐπ’ ἄπειρον ἐλεύσεται. δύναται δὲ τὸ καίτοι τί κωλύει καὶ νῦν εἷναι ἔνια εὐθὺς τί ἦν εἷναι οὕτω νοεῖ- σθαι, ὅτι εἴπερ μὴ ταὐτόν ἐστ’. τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι, τί κωλύει τῆς οὐσίας ἐκείνης εὐθὺς γίνεσθαι ὁρισμόν, εἴ γε πάσης οὐσίας ἐστὶν ὁρισμός; διὸ ἐπήγαγε εἴπερ οὐσία τὸ τί ἦν εἶναι, ἑκάστης δὲ οὐσίας ἐστὶν ὁρισμός, ἔσται καὶ τοῦ τί ἦν εἶναι ὁρισμός· καὶ οὗτος ὁ αὐτός ἐστι [*](3 τούτου χάριν] γρ. καὶ οὓτως· τούτου χάριν πρότερον διαλέγεται ἡμῖν περὶ τῆς αἰσθητῆς οὐσίας καὶ φησὶν ὅτι τῶν γινομένων in margine add. Α: post χάριν in textum recepit D φησί—γινο μένων (3. 4) om. D 11. 12 ubique ἢ libri 13 fort. οἰκοδόμου 17 ἔχειν scripsi: ἔχων D incertus Α 21. 22 res tale quid postulat ἕτερος ὁρισμὸς ἵππου καὶ ἄλλος τοῦ τί ἦν εἶναι ἵππῳ 35 post εἶναι fort, addendum εἰ γὰρ οὐσία τὸ τί ἦν εἶναι 36 οὗτος] οὕτως ἢ D)
p. 1032a4 Ὃτι μὲν οὖν ἐπὶ τῶν πρώτων καὶ καθ᾿ αὐτ λεγομενων.
Δείξας διὰ πολλῶν ἐπιχερημέτων πολλά ἐπόμενα ἂτοπα το ὐποτιθεμένοις διαφοπὰς εἶναι τοῦ τῷδε εἶναι καὶ τοῦ τόδε εἶναι, ἐντεδεν συμπεραίνει τὰ εἰρημένα, καὶ φησιν ὃτι ἐπὶ τῶν πρώτων καὶ καθ᾿ στὰς λεγομένων οὐσιῶν, τουτέστ: τῶν ἁκλῶν, τὸ ἑκάστῳ εἶναι καὶ ἓκασυ ταὐτόν εστιν.
p.1032a6 Οἱ δὲ σοφιστικοὶ ἒλεγχοι πρὸς τὴν θέσιν ταὐτην φαωερον ὅτι τῇ αὐτῇ λύονται λύσει καὶ εἰ ταὐτὸ τὸ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι.
Ὄτι ἐπι μὲν τῶν συμβεβηκότων οὐκ ἒστι ταὐτὸν ἀνθρώρῲ λευκῷ εἶναι καὶ ἂνθρμπος λευκός, ἐπειδὴ τὰ συμβεβηκότα τῶν οὐσιῶν ἀφορα ὑπάρχουσι καὶ καντελῶς ἐξηλλαγμένα. εἶτα ἐπειδὴ ἀνωτέρω ἂλλοις ἒχρήσατο παραδείγμασιν εἰπὡν λευκῷ ἀνθρώπῳ εἶναι καὶ λεοκὸς ἂνρωπος, ἐνταὺθά φησι Σωκράτης καὶ Σωκράτει φησίν οὖν οὐδὲν αφέρει τὸ κεχρῆσθαι διαφόροις παραδείγμασιν· οὒτε γὰρ * * * τὰ παραῦγματα. διό φησιν οὐδὲν γὰρ διαφέρει οὒτε ἐξ ὦν ἐρωτηθείη ἂν τι οὐτε ἒξ ὧν λύων ἐπιτὐχοι, τουτέστιν οὒτε τὸ ἐρωτῆσαι, ἐὰν χρήστό τις διαφόροις παραδείγμασιν ἐρωτώμενος, οὐδὲν βλάπτει τὸν λόγον, μων ἵνα συμφωνῶσι τῇ φύσει τῶν παραδειγμάτων. εἶτά φησιν ὃτι πῶς μὲνούν [*](f.278r) [*](3 ἕν ἐστι scripsi: ἒνεστι libri 6 οὔτε—ἒν lemmatis nota distinguunt libri 8 γὰρ addidi 11 οὐσία scripsi: oὐσίας libri 16 καθ᾿ αὖτὰ] καὶ αὐτῶν D dubius A 31 lacunam indicavi: seiitentia tale aliquid postulat οὔτε δι᾿ ὧν ἐλέγχουσι ταὐτὰ τὰ παραδείγματα)
p. 1032a12 Τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνονται, τὰ δὲ τέχνῃ.
Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, σκοπὸν ἔχει διαλεχθῆναι περὶ τῆς ἀύλου καὶ κυρίως οὐσίας. ἐπεὶ δὲ ἡ αἰσθητὴ φανερά ἐστι μᾶλλον, πρότερον διαλέγεται περὶ αὐτῶν. αὗται δὲ πᾶσαι ἢ ὑπὸ φύσεως γίνονται ἢ ὑπὸ τέχνης ἢ ἀπὸ τοῦ αὐτομάτου. φησὶν οὖν ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνονται, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ τοῦ αὐτομάτου. πάντα δὲ τὰ γινόμενα ἔχουσι καὶ ποιητικὸν αἴτιον καὶ ὑλικὸν καὶ εἰδικόν. διὰ μὲν γὰρ τὸ ὑπό τινος τὸ ποιητικόν, διὰ δὲ τὸ ἔκ τινος τὸ ὑλικόν, διὰ δὲ τὸ τὶ τὸ εἰδικὸν ἐδήλωσε. διὸ καὶ ἐπήγαγε λέγων τὸ δὲ τὶ λέγω καθ᾿ ἑκάστην κατηγορίαν· ἢ γὰρ οὐσία ἐστὶ τὸ γινόμενον, οἷον ἄνθρωπος ἢ ἀβάκιον, ἢ ποσὸν μέγεθος, τουτέστιν αὔξησις, ἢ ποιόν, καθ᾿ ὅ φαμεν ὅτι γέγονε λευκόν. αἰ τοίνυν γενέσεις, φησίν, αἱ φυσικαὶ αὗταί εἰσιν, ὠνὴ γένεσίς ἐστιν ἐκ φύσεως. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον δημιουργούμενον ὑπὸ τῆς φύσεως οὕτω παράγεται, καὶ γίνεται ἄνθρωπος. τὸ δὲ ἐξ οὗ γίνεται, ἣν λέγομεν ὓλην· τὸ δὲ ὑφ᾿ τῶν φύσει ὄντων· τὸ δὲ τὶ φθδικὰ ὑπάρχουσι φύσεως γινόμενα εἴδη, οἷον ἄνθρωπος ἢ φυτὸν ἤ τι ἄλλο τῶν τοιούτων, ἃτινα εἲδη κυρίως μάλιστα λέγομεν εἰναι οὐσιας· ἕκαστον γὰρ τῶν πραγμάτων κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται. ἃπαντα δἐ, φησί, τὰ γινόμενα εἲτε ὑπὸ φύσεως εἲτε ὑπὸ τέχνης ἔχουσιν ὓλην· δυνατὸν γὰρ καὶ γενέσθαι ἄνθρωπον καὶ μὴ γενέσθαι, καὶ πάλιν τὸν οἶκον ὡσαύτως, τὸ δὲ δυνάμει τοῦτο ὕλη ἐστίν· ὥστε πάντα τὰ γινόμενα ἔχουσιν ὕλην. φησὶν οὖν ὅτι ἐπὶ τῶν φυσικῶν πραγμάτων καὶ τὸ ὑλικὸν αἴτιον καὶ τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν φύσει ἐστί. τὸ γὰρ γινόμενον ἒχει φὐσιν τὴν [*](f.278v) φροντίζουσαν αὐτοῦ, οἷον τὸ φυτὸν καὶ τὸ ζῷον, καὶ ὑφ᾿ οὗ ἡ κατὰ τὸ εἶ· δοςλεγομένη φύσις ὁμοειδὴς τῷ ποιοῦντι· αὕτη δέ ἐστιν ἐν ἂλλῳ, οἷον, εἰ τύχοι, ἐν τῷ πατρί· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. οὕτως μὲν οὖν, φησί, γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, ἰδὲ ἂλλαι γενέσεις οὐ κυρίως λέγονται εἶναι γενέσεις, ἀλλὰ μᾶλλον ποιήσεις. ἐπειδὴ δὲ τὸ γεννᾶν ἐπὶ μόνης φύσεως λέγεται, εἰκότως καὶ γένεσις ἐπ᾿ αὐτῶν, ἐπὶ δὲ τῶν ἄλλων οὐ λέγεται τὸ γεννᾶν· οὐ γὰρ λέγεται γεννᾶν ὁ οἰκοδόμος τὸν οἶκον, ἀλλὰ ποιεῖν αὐτὸν λέγεται. πάλιν τοίνυν αἱ ποιήσεις ἢ ἀπὸ τέχνης ὑπάρχουσιν, ὥσπερ ὑγίεια ἀπὸ ἰατρικῆς, ἢ ἀπὸ δυνάμεως, ὥσπερ λέγομεν ὅτι ἀπὸ τοῦ θερμοῦ γέγονεν ὁ ἱδρώς, ἢ διανοίας, ὅτι χειμῶνος γέγονεν ἡ ναυμαχία. τούτων δέ φησί τινα γίνεσθαι καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης παραπλησίως, ὥσπερ καὶ ἐν τοῖς ὑπὸ φύσεως γινομένοις, ὡς ἡνίκα ἐλέγοέπεὶ [*](6 scripsi: ἐπὶ libii 8 ἀπὸ scripsi: ὑπὸ libri 13 ἢ γὰρ scripsi: ἡ γάρ libri 18 ὑφ᾿ οὗ Aristoteles: ἀφ᾿ οὗ libri τὸ δὲ τὶ Aristoteles: ὅτι libri 37 φησί scripsi: φασί libri)
p. 1032a32 Απὸ τέχνης δὲ γίνεται, ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇ.
Φησὶν ὅτι τῶν γινομένων ὑπὸ τέχνης τὰ εἴδη ἐν τῷ τεχνίτῃ ὑπάρχουσιν. ἔχων γὰρ τὸ εἶδος τοῦ ἀβακίου ἐν ἑαυτῷ ὁ τέκτων, οὕτως ποιεῖ τὸ ἀβάκιον· ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος τοῦ οἴκου, καὶ ὁ ἰατρὸς τῆς ὑγείας, ὅτι συμμετρία ἐστὶν ὁμοιομερῶν καὶ ὀργανικῶν. εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου, τουτέστιν αὐτὸ τὸ ἄυλον εἶδος, ἐξ οὗ καὶ τὸ ἔνυλον χαρακτηρίζεται· καὶ οἱ ὁρισμοὶ γὰρ κατὰ τὰ εἲδη λαμβάνονται. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι τί οὖν καὶ τοῦ ἐναντίου οὐκ ἔστιν ὁ ἰατρός, οἷον τῆς νόσου, φησὶν ὃτι καὶ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτό ἐστιν εἶδος· τῆς γὰρ στερήσεώς ἐστιν οὐσία ἡ ἀντικειμένη οὐσία, οἷον ὑγεία νόσου· κατὰ γὰρ τὴν ἀπουσίαν τῆς ὑγείας δηλοῦται ἡ νόσος, ἡ δὲ ὑγεία ἐστὶν ὁ λόγος αὐτὸς ὁ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ. γίνεται δὲ ὑγεία ἐκ νόσου τοῦτον τὸν τρόπον· ἐπειδὴ τόδε ἐστὶν ἡ ὑγεία, ἡ ὁμαλότης ἰοῦ σώματος, εἰ τύχοι, ἀνάγκη ἐστίν, εἰ μέλλοι ὑγιάζεσθαι τὸ ζῷον, τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, ἵνα μὴ ᾖ ἀνωμαλία τῶν χυμῶν. εἰ δὲ τοῦτο, δεῖ θερμότητος πρὸς τὸ ὁμαλῦναι· καὶ οὕτως ἀεὶ νοεῖ ὁ ἰατρός, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο, ὅπερ αὐτὸς δύναται ἔσχατον ποιεῖν τουτέστι τὸ φάρμακον, ὃ μέλλει διδόναι καὶ ὑγιάζειν. εἶτα λοιπὸν ἡ ἀπὸ τοῦ ἰατροῦ κίνησις ἐπὶ τὸν κάμνοντα ποίησις καλεῖται. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγείαν ἐξ ὑγείας γίνεσθαι † * * * καὶ τοῦ λόγου τοῦ ἐνύλου τοὐ ἐν τῷ κάμνοντι· ὁμοίως δὲ καὶ τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι <τῆς> ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην· ὁ γὰρ λόγος τῆς οἰκίας ἄυλος ὑπάρχει ὁ ἐν τῷ οἰκοδόμῳ. ἡ γὰρ ἰατρική [*](f.279v) ἐστι καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγείας καὶ τῆς οἰκίας. λέγω [*](5 ὁ γὰρ D 21 ὁ om. D 33 τοῦ] ταὐτὸν, ut videtur, Α; sequitur lacuna XX litterarum Α, XIII litterarum D: fort, legendum τουτἐστιν ἐκ τοῦ τί ἢν εἶναι 34 ἐνύλου κάμνοντι] legendum ἀύλου τὸν ἔνυλον τὸν ἐν τῷ κά̣μνοντι 35 τῆς addidi τὴν ἒχουσαν Aristoteles: τῆς ἐχούσης libri)
p. 1032b15 1 Τῶν δὲ γενέσεων καὶ κινήσε·ων.
Φησὶν ὃτι τῶν γενέσεων καὶ τῶν κινήσεων ἡ μὲν καλεῖται νόησις, ἡ δὲ ποίησις, ἡ ἠμὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἲδους (τουτέστιν ὁ λόγος ὁ ἐν τῷ ποιοῦντι) νόησις, ἡ δὲ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ἀρχομένη ἀπὸ τοῦ τεχνίτου περὶ τὸ ὑποκείμενον ποίησις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἂλλων γίνεται, οἶον εἰ <ὑγιανεῖ>, δει ὁμαλυνθῆναι. τί οὖν ἐστι τὸ ὁμαλυνθῆναι; τὸ γενέσθαι τρῖψιν, εἰ τύχοι. τοῦτο δέ ἐστιν, εἰ θερμανθήσεται· τοῦτο δέ ἐστι τοδί. ὑπάρχει δὲ τῳδὶ δυνάμει, τουτπεστι τῷ φαρμάκῳ ὑπάρχει δυνάμει ἡ θερμότης· ἀρχόμενον γὰρ θερμαίνει. τοῦτ’ οὖν ἐπ’ αὐτῷ ἐστι τῷ βοηθήματι. τὸ οὖν ποιοῦν, ὃθεν ἂρχεται ἡ κίνησις τοὐ ὑγιαίνειν, ἄν μὲν ἀπὸ τέχνης γένηται, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ ἔχων γὰρ τὸν λόγον τῆς ὑγείας ὁ ἰατρὸς οὕτως ποιεῖ τὴν ὑγείαν)· ἐὰν δὲ ἀπὸ ταὐτομάτου γένηται ἡ ὑγεία, ἀπὸ τοῦ λόγου γίνετται, ἀφ’ οὐ καὶ ὁ τεχνίτης ἄρχεται ποιεῖν, τουτέστιν ἀπὸ θερμότητος· γίνεται γὰρ τρῖψις, καὶ ἐντεῦθεν θερμότης ἐπανίσταται αὐτῇ καὶ κολάζει τὸ ψυχρὸν αἴτιον, εἰ τύχοι, τοιοῦτον ὄν , καὶ γίνεται ὁμαλότης, καὶ ἐντεῦθεν ἐπανάζευξις ἐπὶ τὸ κατὰ φύσιν. διό φησιν ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἲσως ἀπὸ τοῦ θερμοῦ ἡ ἀρχή· τοῦτο δὲ ποιεῖ τῇ τρίψει.
p. 1032b26 H θερμότης τοίνυν.
* * * ἡ θερμότης * * * ὑγείας ἢ ἕπεται αὐτῇ τι τοιοῦτον, ὅ ἐστι μέρος τῆς ὑγείας. καὶ μέρεος ἐστὶ τῆς ὑγείας θερμότης, αὐτὸ τὸ διαπε- φοιτηκὸς διὰ τοῦ βάθους, ἐκμοχλεῦον ἄνευ τινὸς μηχανῆς τὰ νοσοποιὰ αἴτια· λεγει δὲ τὸ ἒμφυτον θερμόν. ἢ ἓπεται αὐτῇ τι τοιοῦτον, ὃ μέρος ἐστὶ τῆς ὑγείας, τῇ θερμότητι ἢ τῇ τέχνη, οἷον οἷς χρῶνται ἰατροὶ [*](f.280r) ἀλείμμασιν, οἷον μαρκιάτῳ ἤ τινι ἄλλῳ τοιούτῳ , λοιπὸν συνεπιλαμβάνεται καὶ τὸ φυσικὸν θερμόν, καὶ οὕτω κολάζεται τὸ ἀτακτοῦν. ἢ διὰ πλειόνων γινόμενον τοῦτο, οἷον τῆς τέχνης τῆς χρωμένης ἀλείμμασι καὶ ἑτέροις βοηθήμασι διὰ τὴν κακοήθεαιν τοῦ νοσήματος, καὶ λοιπὸν καὶ τῆς φύσεως συνεπιλαμβανομένης γίνεται βοήθει. τοῦτο δέ, φησίν, ἐστὶν ἔσχατον τὸ ποιοῦν, ὅπερ ἐστὶ μέρος τῆς ὑγείας. καὶ τῆς οἰκίας λίθοι. ὥστε ἀδύνατόν [*](5 ποίησις] κύησις Α 1 6 δὲ om. D 8 ὑγιανεῖ ex Arislotele addidi 11 ἀρχόμενον γὰρ in lacuna A 2 15 ἀπὸ τοῦ λόγου] fort. ἀπὸ τούτου 22 post τοίνυν lacuna XXIII litterarum Α, XV litterarum D: fort, scriptuin erat ἡ θερμότης τοίνυν ἡ ἐν τῷ σώματι: φησὶν ὃτι φησὶν ὅτι inter θερμότης et ἕπεται lacuna XII quae habet A praeter ὑγείας ἡ legi nou possunt, sed nounulla tamen distinguuntur, ex quibus conicias scriptnm fuisse ἡ ἐν τῷ σώματι ἡ μέρος τῆς ὑγείας ἢ ἕπεται κτλ. 29 γινομένων D)
p. 1032a31 Ὃτι μὲν οὖν τι μέρος ἐξ ἀνάγκης ὑπάρξει, φανερόν.
Φησὶν ὅτι πᾶσα ἀνάγκη μέρος τι ἐξ ἀνάγκης ὑπάρχειν ἐν τῷ ἑπομένῳ ὡς μέρος αὐτοῦ λαμβανόμενον. ἡ γὰρ ὕλη μέρος ἐστίν· ἐνυπάρχει γὰρ αὐτῇ κατὰ φύσιν προσδέξασθαι τὸ εἶδος. ἆρα οὖν, φησί, καὶ τὸ εἶδος γίνεται; τὰ γὰρ σύνθετα καὶ κατὰ τὴν ὕλην προσαγορεύεται καὶ κατὰ τὸ εἶδος, οἷον, ὥς φησιν αὐτός, τοὺς χαλκοῦς κύκλους λέγομεν καὶ τὴν ὕλην ὅτι χαλκός ἐστι * * * τοιόνδε ἒχων σχῆμα· καὶ τοῦτό ἐστι τὸ γένος τοῦ [*](f.280v) χαλκοῦ κύκλου, εἰς ὃ πρῶτον τίθεται, τουτέστι τὸ εἶδος τοῦ σχήματος τοῦ κύκλου εἶδος αὐτοῦ ἐστιν. ὁ δὲ χαλκοῦς κύκλος ἔχει ἐν τῷ ὁρισμῷ καὶ τὴν ὕλην, καθάπερ εἰρήκαμεν.
p. 1033a5 Ἐξ οὗ δὴ γίνεται ὡς ὓλης ἒνια, λέγεται, ὅταν γένηται, οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνου.
ἐπειδὴ διχῶς λέγονται γίνεσθαι τὰ γινόμενα, τὰ μὲν ὡς ἐξ ὕλης, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριὰς ἢ οἱ λίθοι γεγόνασιν οἰκία, τὰ δὲ ὡς ἐκ τῆς οἰκείας στερήσεως, ἡνίκα φαμὲν ὅτι ἐξ ἀμούσου γέγονε μου- σικὸς καὶ ἐκ νοσοῦντος ὑγιαίνων, καὶ τὰ μὲν ἐκ στερήσεως γινόμενα λέ- γονται ἐκ τοῦδε γίνεσθαι, οἷον ἐκ κάμνοντος ὑγιαίνων, τὰ δὲ ἐκ τῆς ὕλης τόδε, καθό φαμεν τόδε γέγονεν ὁ χαλκός, πολλάκις δὲ καὶ ἐπὶ τῶν γινομένων ἐκ τῆς οἰκείας στερήσεως φέρομεν τὸ τόδε λέγοντες ὅτι ὁ ἄμουσος γέγονε μουσικός, πάλιν ἐπὶ τῶν ἐξ ὕλης γινομένων φέρομεν τὸ ἐκ τοῦδε λέγοντες ὅτι ἐξ οὐκ ἀνδριάντος γέγονεν ἀνδριάς, ἐνταῦθα οὖν ζητεῖ τοιοῦτόν τι λέγων ὅτι εἰ πᾶν τὸ γινόμενον καὶ ἐξ ὕλης γίνεται καὶ ἐκ τῆς οἰκείας στερήσεως, ὡς λέγομεν ὅτι ἐκ κάμνοντος γέγονεν ὑγιής, τὰ δὲ ἐκ τῆς ὕλης, [*](3 ὄντος adilidi 16 προσαγορεύεται scripsi: προαπορεῖ D: προαπορρεῖ A 2 τὸ cm. D 18 lacunam indicavi: addendum καὶ τὸ εἶδος ὅτι 23 ἐκείνου A 2 D ἐκείνινον Aristoteles 25 ὁ χαλκὸς — φαμὲν ὅτι (26) om. D 28 γενέσθαι D 33 εἰ πᾶν] εἰπεῖν D 34 ὡς] fort, πῶς ὑγιής — γέγονεν (p. 401,1) om. D)
ταύτα εἰρηκὼς ζητεῖ ἐφεξῆς καὶ δείκνυσιν ὅτι οὐ ἔστι τῶν εἰδῶν γένεσις γένεσις καθ’ αὑτά· οὔτε δέ, φησί, γίνονται τὰ εἴδη αὐτὰ καθ’ αὑ- τά, ὥσπερ οὐδὲ ἡ ὕλη γίνεται. ἵνα δὲ τοῦτο δείξῃ, λαμβάνει τρία ἀξι- ώματα, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, καὶ ὅτι πᾶν τὸ γινόμενον ἔχει καὶ ποιητικὸν αἴτιον καὶ ὑλικόν, καὶ σύνθετόν ἐστιν. οὔτε γὰρ ἡ φύσις οὔτε ἡ τέχνη ποιεῖ τὴν ὕλην, ἐπεί, φησί, δεηθήσεται ἑτέρας ὕλης καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ οὖν * * * εἶδος γίνεται αὐτὸ καθ’ αὑτό, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὕλης γίνεται τοῦτο γὰρ ἐν τοῖς ἀξιώμασι λαμ- βάνει), εἰ γίνεται τὸ εἶδος, δῆλον ὅτι ἐξ ὑποκειμένου τινὸς γίνεται. τοῦτο δὲ τὸ ὑποκείμενον ἢ ἀνείδεον ἐστιν ἢ εἰδοπεποιημένον. ἀλλ’ εἰ μὲν ὕπο· θώμεθα αὐτὸ ἀνείδεον εἶναι, ἔσται τὸ εἶδος σύνθετον καὶ οὐχ ἁπλοῦν, καὶ τὸ· μέν τι αὐτοῦ ὕλη, τὸ δὲ εἶδος, ὅπερ ἄτοπον· τὰ γὰρ εἴδη αὐτὰ καθ αὑτὰ ἁπλᾶ ὑπάρχουσιν εἰ δὲ ὑποθώμεθα ἐκεῖνο τὸ ὑποκείμενον εἰδοπεποιημενον εἶναι, ἐρωτῶ περὶ αὐτοῦ, ἆρα ἀεὶ ὑπάρχει εἰδοπεποιημένον ἢ οὔ. εἰ μὲν ἀεί, ἔχω τὸ ζητούμενον ὅτι οὐ γίνεται τὸ εἶδος, εἰ δὲ μὴ ἀεὶ ἀλλὰ γέγονε, δῆλον ὅτι ἔκ τινος ὑποκειμένου γέγονε, καὶ πάλιν περὶ [*](f,281v) τούτου ἐρωτῶ <εἰ> εἰδοπεποιημένον ἐστὶν ἡ ἀνείδεον, καὶ οὕτως ἐπ’ ἄπει· ρον ὁ λόγος προελεύσεται καὶ οὐκ ἔσται γένεσις. ὥστε οὐ γίνεται τὸ εἰ· δὸς αὐτὸ καθ’ αὑτό, ἀλλὰ τὸ σύνθετόν ἐστι τὸ γινόμενον, τῆς ὕλης τοιῶσδεμορφουμένης καὶ δεχομένης ἀχρόνως τὸ τέλειον εἶδος.
[*](2 ὡρισμέναι in lacuna om. D 11 δεικτικοῦ D 12 τούτου D 21 οὔτε libri 25 inter εἰ οὖν et αὐτὸ lacuna X litteiarum D : εἶδος γίνεται A , quae autem antecedunt (XI fere litterae) legi non possunt: fort, addendum λέγομεν ὅτι τὸ 31 ἁπλᾶ om. D 35 εἰ addidi 3() καὶ οὐκ ἔσται om. D Comment. Arist. VI 2 Asclep. in Metapli.)p. 1033a5 Ἐξ οὗ δὲ ὡς ὕλης γίνεται ἔνια, λέγεται.
ἐκεῖνο ἀλλ’ ἐξ ἐκείνου, τουτέστι παραγωγῶς. ὁ γὰρ ἀνδριὰς ἡνίκα γένηται ἐκ λίθου, λίθινος λέγεται· πρὸ γὰρ τῆς γενέσεως λίθος ὑπῆρχε· πῶς οὖν δύναται καὶ προσλαβὼν ἕτερον σχῆμα ὁμοίως λέγεσθαι, † ὥστε ἀνείδεος πρὸ τοῦ σχήματος ὑπῆρχεν. ὁ μέντοι γε ἄνθρωπος ὑγιαίνων οὐ λέγεται ἐκεῖνος ἐξ οὗ γέγονε παραγωγῶς, οἷον κάμνων, ἀλλὰ κεκμηκώς. αἴτιον δὲ ὃτι τὰ γινόμενα πάντα γίνεται ἐκ τῆς οὐκείας στερήεως καῖ ἐξ ὑποκειμένου, καθάπερ ἐν τῇ θεωρίᾳ εἲρηται· <ὑγιὴς> γὰρ γίωεται ακὶ ὁ ἂνθρωπος καὶ ὁ κάμνων. μᾶλλον δὲ λέγεται ἐκ κάμνοντος ὑγιὴς γενέσθαι ἤπερ ἐξ ἀνθρώπου· διὸ ὑγιὴς κάμνων οὐ (πετέβαλεν γὰρ κατ’ ἐκεῖνο), ἄνθρωπος δὲ λέγεται, καὶ ἄνθρωπος ὑγιής. ὧν δέ ἐστιν ἡ στέρη- σις ἄδηλος καὶ ἀνώνυμος ἐπὶ γὰρ τῆς ὑγείας ἒχει ὂνομα τὴν νοσον, ἐπὶ δὲ τοῦ ἀνδριάντος οὐκ ἔχει ὡρισμένον ὄνομα, ὥσπερ ἐν χαλκῷ σχῆμα ὁποιονοῦν· ἄδηλον γὰρ ὁ οὐκ ἀνδριὰς τί ἐστι, πότερον τρίγωνον ἢ σφαῖρα ἤ τι ἄλλο τοιοῦτον. ὁμοίως καὶ ἡνίκα φαμὲν ὅτι ἐξ οὐκ οἰκίας γέγονεν οἰκία· ἄδηλον γὰρ ἡ στέρησις πότερον πλίνθοι ἢ ξύλα ἤ τι τοιοῦτον ἄλλο) ἐπὶ γοῦν τῶν ἐχόντων ἄδηλον τὴν στέρησιν ἐξ ὕλης δοκοῦσι γίνεσθαι τὰ γινόμενα, ὥσπερ ἐπὶ τῶν ἐχόντων ὡρισμένην τὴν στέρησιν ἐξ αὐτῆς τῆς στερήσεως. διό φησιν ὡς ἐκεῖ ἐκ κάμνοντος. ἀμέλει τοι ὡς ἐπὶ τῶν ἐχόντων ὡρισ- μένην τὴν στέρησιν οὐ λέγομεν τὴν ὀνομασίαν τῆς ὕλης οὐ γὰρ λέγεται [*](f.282r) ὁ ὑγιὴς ἄνθρωπος νοσερός), οὕτως καὶ ἐπὶ τῶν ἐξ ὕλης λεγομένων γίνεσθαι οὐ καλοῦνται μετὰ τὴν γένεσιν τῷ τῆς ὕλης ὀνόματι· οὐ γὰρ λέγεται ὁ ἀνδριὰς ξύλον. ἀλλ’ εἰ ἄρα, ξύλινος, καὶ χαλκοῦς ἀλλ’ οὐ χαλκός· ὁμοίως καὶ λίθινος, ἀλλ’ οὐ λίθος. τῷ γὰρ ὂντι, φησίν, οὐδὲ ὠς ἐκ ξύλου γίωεται ἀνδριὰς ἢ ἐκ πλίνθων οἰκία, ἐάν τις ἀκριβῶς σκοπῇ, οὐκ ἂν εἲποι· τὸ γὰρ γινόμενον ἐν μεταβολῇ θεωρεῖται, ὥστε οὐχ ὑπομένει τὸ αὐτὸ ὑπάρχον καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν. ὥστε οὐ δεῖ λέγειν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριάς· οὐδὲν γὰρ ἧττον καὶ μετὰ τὴν γένεσιν ἔμεινε χαλκός, οὐ μέντοι γε οὐκ ἀνδριάς.
p. 1033a24 ἐπεὶ δὲ ὑπό τινος γίνεται τὸ γινόμενον.
ἐντεῦθεν <βούλεται> δεῖξαι ὅτι οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον ὑπό τινος ποιητικοῦ γίνεται αἰτίου καὶ ἔκ [*](5 ὣστε] fort, ὅτι 7 fort. ἐκεῖνο 9 εἴρηται et γὰρ γίνεται VII fere litteris interpositis, quae legi non possimt A: honim loco ἔσται post lacunara V litterarum D: ὑγιὴς ex Aristotele addidi 13 ἀνωνύμως D 20 ὡς (ante ἐκεῖ) Aristoteles: ὣστε libri 21 ὕλης] immo στερήσεως 22 νοσερός scripsi : νόσος libri 32 ἐντ (lacuna XII fere litterarum) δεῖξαι ὅτι Α. ἐντεῦθεν δεῖξας ὥστε D)
p. 1033b19 Πότερον οὖν ἒστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους.
Δείξας ὅτι οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό, ἐντεῦθέν φησιν ὅτι οὐ δυνατόν ἐστιν αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν ἐνεργείᾳ τὰ εἴδη· εἰ γὰρ τοῦτο, φησίν, ὑπσθώωωμεθα, ἀναιρεθήσεται ἡ γένεσις. ἡ γὰρ γένεσις ἐκ τοῦ δυ- νάμει ὄντος προέρχεται εἰς ἐνέργειαν. τῶν οὖν μήπω παρόντων δυνανάμει [*](f.283r) δὲ γενέσθαι ἐστὶν ἡ γένεσις. εἰ οὖν ὑποθώμεθα προϋφεστέναι κατ’ ἐνέργειαν τὰ εἲδη καὶ οὕτως γίνεσθαι ἐν τῇ ὕλῃ, τῷ ὄντι οὕτως οὐκ ἔσται γένεσις, ἀλλὰ μῖξις. εἶτα ταῦτα εἰρηκὼς λοιπὸν ἀποτείνεται καὶ πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας, καί φησιν ὅτι οὐ δυνατὸν λέγειν ἡμᾶς ἰδέας κε. χωρισμένας αὐτὰς καθ’ αὑτάς, καὶ οὕτως ἐξ αὐτῶν γεννᾶσθαι τὰ ἔνυλα εἴδη. ὁρῶμεν γὰρ ὅτι καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν φυσικῶν πάντα τὰ γινόμενα ἐξ ὁμοειδῶν γίνονται. καὶ ὁ τέκτων γὰρ ἔνυλος ὑπάρχει καὶ τὸ ἀβάκιον τὸ γινόμενον ἐξ αὐτοῦ· ὁμοίως δὲ καὶ τὸ εἶδος ἔχει αὐτοῦ τοῦ ἀβακίου· ὁμοειδὲς γάρ ἐστι τῷ γινομένῳ ἀβακίῳ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν ὁμοειδές ἐστι τὸ ποιοῦν τῷ γινομένῳ, εἴ γε ἄνθρωπος ἄνθρωπον γεννᾷ, καὶ ἔχουσα ἡ φύσις τῆς μητρὸς τοὺς λόγους ἐν ἑαυτῇ τοῦ βρέφους ὁμοειδεῖς ὄντας τῷ βρέφει οὕτως γεννᾷ. τὰς δὲ ἰδέας, ἃς ἐκεῖνοι ὑποτίθενται, οὐ δυνατὸν ὁμοειδεῖς εἶναι, ἐπεὶ οὕτως ἔσονται ἔνυλοι, καὶ γένη αὐτῶν ἕτερα, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ περὶ ἐκείνων γὰρ ὁ αὐτὸς ἔσται λόγος· ὥστε ἀνομοειδεῖς. εἰ οὖν ἀνομοειδεῖς ὑπάρχουσιν, ἔδει τὰ ἐνταῦθα μὴ γίνεσθαι ἂν ὁμοειδῆ, τουτέστι μὴ ἐξ ἀνθρώπου ἄνθρωπον ὡς ἐπὶ τὸ πλεῖστον, εἴ γε πρὸς τὰ ἀνομοειδῆ ἀποβλέπουσα ἡ φύσις οὕτω παράγει ἅπερ παράγει. καὶ ὅτι ἀναιρεῖται καὶ γἐνεσις, ὅπερ ἐστὶ παρὰ τὰ προφανῆ καὶ ἐν ποσὶ κείαενα. εἰ δέ τις εἴποι περὶ τῆς ἡμιόνω ὅτι ‘ καὶ πῶς ὁρῶμεν ἐξ ἵππου τικτόμενον ἡμίονον; ἄντικρυς γὰρ ἀνομοειδὲς ἐγένετο ἐξ ὁμοειδοῦς’, ἐροῦμεν πρὸς αὐτὸν ὅτι καὶ ἐπ’ ἐκείνων ἐστί τι ὁμοειδές, ἀλλ’ ἀνώνυμον καὶ λανθάνον ἡμᾶς· ἔχουσα γὰρ ἡ ἵππος ἐν ἑαυ- τῇ λόγον ἡμιόνου καὶ εἶδος οὕτως αὐτὸ γεννᾷ· καὶ καλεῖ τὸ εἶδος τοῦτο τὸ κοινὸν Ἀριστοτέλης οἷον ἡμίονον. ὥστε ἔστι μὲν κοινὸν εἶδος, ὡς [*](f.283v) προείρηται, ἀλλ’ ἀνώνυμον. ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς, διὰ τί τῶν γι- νομένων τὰ μὲν καὶ ἀπὸ τέχνης γίνεται καὶ ἀπὸ τύχης, τὰ δὲ ἀπὸ τέχνης μόνης. τὰ γὰρ φυσικὰ γίνεται καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου, οἷον ἡ ὑγεία γίνεται καὶ ἀπὸ τοῦ ἰατροῦ γίνεται] καὶ ἐκ ταὐτομάτου, τῆς φύσεως ῥωσθείσης ἢ ὑπὸ πόσεως ἢ ὑπὸ περιπάτου ἢ ὑπὸ τοῦ ἐμφύτου θερ- μοῦ, εἰ κατέπαυσε τὴν ψυχρὰν δυσκρασίαν. ἐπὶ μέντοι τῶν τεχνητῶν ὑπὸ μόνης τέχνης γίνεται, οὐκέτι δὲ καὶ ἐκ ταὐτομάτου· ἡ γὰρ οἰκία ο̣ὐ γίνε [*](1 Πότερον κτλ.] lemma in libris non distinguitur 3 οὐ om. D 8 καὶ om. D 12 τεχνιτῶν D post φυσικῶν add. ὅτι Α 2 Δ 24 καὶ ὅτι] fort, καὶ ἔτι 30 ἔστι μὲν κοινὸν εἶδος] μὲν sequente lacuna XII litterarum D 34 alterum γίνεται delevi 35 πόσεως Α: τῆς γενέσεως D 36 εἰ scripsi: καὶ libri)
p. 1033b19 Πότερον οὗν ἔστι τις σφαῖρα παρὰ τάσδε ἡ οἰκία παρὰ τὰς πλίνθους.
Φησὶν ἆρά γε αὐτὰ καθ’ αὑτὰ ὑπάρχουσιν ἐνεργείᾳ τὰ εἲδη, οἷον τὸ τῆς σφαίρας εἶδος παρὰ τὰς σφαίρας τἀς ἐνταῦθα ἢ τὸ τῆς οἰκίας εἶδος παρὰ τὰς καθ’ ἕκαστον οἰκίας, ἢ οὐδέποτε γίνεται γένεσις, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, εἰ οὕτως τὸ εἶδος χωριστὸν κατ’ ἐωέργειαν, καὶ μὴ τοιόνδε τι ἐδήλου, καθάπερ ἐν Κατηγορίαις εἴρητο τὸ ‘ περὶ οὐσίαν δὲ τὸ ποιὸν ἀφορίζει’. τὸ οὖν εἶδος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ ὡρισμένον ὑπάρχον, ἀλλὰ ποιεῖ καὶ ὁ τεχνίτης καὶ ἡ φύσις, καὶ γεννᾷ ἐκ τῆς ὕλης [*](f.284r) τοῦ χαλκοῦ τὴν σφαῖραν, καὶ ἐκ τοῦ σπέρματος ἢ τῶν τεσσάρων στοιχείων τὸ ἔμβρυον· καὶ ἡνίκα γεννηθῇ, ἔστι δῆλον τοιόνδε τουτέστιν ἔνυλον εἶδος ὡς ἐν ὕλῃ θεωρούμενον. ὡς γὰρ ἐν τοῖς καθ’ ἕκαστα, ὅπερ λέγει ἅπαν τόδε, Καλλίας ἢ Σωκράτης τὰ καθ’ ἕκαστα, ὥσπερ καὶ ἥδε ἡ σφαῖρα ἡ χαλκῆ καθ’ ἕκαστά ἐστι· τὸ δὲ ἁπλῶς εἶδος θεωρεῖται ἐν τῇ ἁπλῶς ὕλ·ῃ, ὥσπερ ὁ ἂνθρωπος καὶ τὸ ζῷον, καὶ ὣσπερ ἡ ἁπλῶς σφαῖρα ἡ χαλκῆ. τὰ μὲν γὰρ αὐτῶν ἐπὶ τῶν καθ’ ἕκαστα ἐθεώρησε, τὰ δὲ ἀπλῶς ἐπὶ τῆς ὕλης.
p. 1033b26 Φανερὸν ἂρα ὃτι ἡ τῶν εἰδῶν αἰτία, ὡς εἰώθασι λέ
Ἐντεῦθεν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἀποτείνεται. φησὶ γὰρ ὅτι, εἴπερ εἰσὶν αἱ ἰδέαι, καθάπερ τινὲς λέγουσιν, ἕτεραι οὖσαι καὶ ἀνομοειδεῖς παρὰ τὰ καθ’ ἕκαστα εἴδη, οὐδὲν ἡμῖν συμβαλοῦνται πρός τε τὰς γενέσεις καὶ τὰς οὐσίας, ὡς ἐν τῇ θεω- ρίᾳ ἐδείξαμεν, καὶ διὰ τοῦτο, ἅτε δὴ μηδὲν συμβαλλόμεναι, οὐδὲ ὐπάρχουσιν οὐσίαι καθ’ αὑτάς· δεῖ γὰρ τὰ γεννῶντα ὁμοειδῆ ὑπάρχειν. καὶ [*](1 ante οὕτως lacuua V littorarum Α 2 κινῆται D 13 τὰ ἐνταῦθα libri 15 εἰ οὕτως scripsi : ἢ οὔτε AD: γρ. εἰ οὐτ iu margiiie A 2 16 ἐν Κατηγορίαις] c. 5 p. 3b20 17 ἀφανίζει D 20 γεννηθῇ Aiistoteles: γενηθῇ libri 25 ἐθεώρησε] exspectes θεωρεῖται vel ἔστι θεωρῆσαι 29 τοὺς om. D 33 συμβαλλόμεναι scripsi : συμβαλλόμενα libri)
p. 1033a9 Ἀπορήσειε δ’ ἄν τις, διὰ τί μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου.
ἐντεῦθεν ζητεῖ δι’ ἣν αἰτίαν τινὰ μὲν τῶν πραγμάτων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου, ὣσπερ ὐγεία, τινὰ δὲ οὒ, ὣσπερ τὰ τεχνητά. καὶ φησιν ὃτι αἲτιον δὲ τῶν μένη ὕλη ἡ ἂρχουσα τῆς γενέσεως ἄρχει γὰρ ἡ ὕλη, ἅτε δὴ δεχομένη τὰ εἴδη καὶ ὑποκειμένη τῇ γενέσει) ἐν τῷ ποιεῖν καὶ γίνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὕλῃ καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τεχνητῇ ὑπάρχει τι μέρος τοῦ πράγματος· ἡ μὲν τῶν ὑλῶν τούτων τοιαύτη ἐστὶν ὣστε δύνασθαι κινεῖσθαι αὐτὴ ὑφ’ ἑαυτῆς, ὥσπερ ἡ φύσις, ἡ δὲ οὐ δύναται κινεῖσθαι ὑφ’ ἑαυτῆς, ὥσπερ ἡ τεχνητή· καὶ ταύτης οὖν τῆς ὕλης ἡ μὲν δύναται τοιώσδε κινεῖσθαι, οἷον ἐπαναστῆναι καὶ περιγενέσθαι τῶν νοσοποιῶν αἰτίων· ἡ δὲ τεχνητὴ δύναμιν <οὐκ> ἔχει κατὰ σύνθεσιν κινηθῆναι αὐτὴ ὑφ’ ἑαυτῆς. καὶ ἐπὶ τῶν φυ- σικῶν τῶν δυναμένων ὑφ’ ἑαυτῶν κινεῖσθαι οὐ δυνατὸν κατὰ πάντα ἐκ ταὐτομάτου κινεῖσθαι, οἷον ὀρχεῖσθαι, εἰ μὴ ἄρα ὑπὸ τέχνης. οἱ οὖν λί- θοι ἀδυνάτως ἔχουσι κατὰ σύνθεσιν κινηθῆναι, εἰ μὴ ὑπὸ τέχνης, τὴν κάτω μέντοι φορὰν καὶ ὑφ’ ἑαυτῶν κινοῦνται· ὁμοίως καὶ τὸ πῦρ τὴν [*](f.285r) [*](1 γεννῶν Aristoteles: γεννᾶν libri 5 post ὑπάρχει lacuna VI litterarum Α: fort, legendum δι’ ὃ γὰρ 6 ὁ ovosscripsi: ἡμίονος libri 7 δὲ] fort. δ’ ἂν 11 post αἴτιον fort, addendum εἶναι δὲ addidi 12 ἐν addidi 23 post δὲ IV litterae erasae Α: ὅτι add. Aristoteles ἡ (post ὕλη) om. D 24 ἄρχει γὰρ A: ἀρχὴ D 25 ᾗ ἡ ὕλη D 27. 28 αὐτὴ ὑφ’ ’ ἑαυτῆς ὥσπερ] sic Α, ut videtur: in lacuna om. D 29 ἡ μὲν Aristoteles: ἡ et II litterae, quae legi non possunt Α: ἐπὶ D 31 οὐκ addidi)
p. 1034a21 Δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ ὃτι τρόπον τινὰ ἃπαντα γίνεται ἐξ ὁμωνύμου.
Δείξας διὰ τῶν προλαβόντων ὅτι τὸ ποιητικὸν αἴτιον ὁμοειδές ἐστι τῷ γινομένῳ, φησὶν ὅτι δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμων, τουτέστιν ἐξ ὁμοειδῶν· ἄνθρωπος γὰρ ἄν- θρωπον γεννᾷ, καὶ ἵππος ἵππον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνητῶν· τὸ γὰρ εἶδος τοῦ οἴκου τὸ ἐν τῇ φαντασίᾳ τοῦ οἰκοδόμου ὁμοειδές ἐστι τῷ γινομένῳ. ὥστε καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν φυσικῶν ὁμοειδές ἐστι τὸ γινόμενον τῷ ποιοῦντι. καὶ ἐπὶ τῶν ἐκ σήψεως ·γὰρ γινομένων ὁ αὐτός ἐστι λόγος· ἔστι γάρ τις λόγος φυσικὸς ὁ ποιῶν ἐκ τῆς σήψεως τὸ ζωύφιον, ἔχων ἐν ἑαυτῷ τὸ εἶδος τοῦ ζωυφίου. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγείας· ὁ γὰρ ἰατρὸς ἐποίησε τὴν τρῖψιν, ἡ δὲ τρίψις τὴν θερμότητα, ἡ δὲ θερμότης ποιεῖ τὴν ὑγείαν, καὶ ἢ αὐτὴ γίνεται ὑγεία, καὶ πάλιν οὕτω τὸ ποιητικὸν αἴτιον ὁμοειδὲς γίνεται τῷ γινομένῳ, ἤγουν μέρος γίνεται τῆς ὑγείας συγκιρναμένη τῇ ἐν τῷ σώματι θερμότητι καὶ αὔξουσα αὐτήν· καὶ οὕτως πάλιν μέρος τοῦ ποιητικοῦ μέρει τοῦ γινομένου γίνεται ὁμοειδές. ἢ γὰρ ὅλον· γίνεται ἢ μέρος ὁμοειδὲς τὸ ποιοῦν τῷ γινομένῳ. καὶ πάλιν ὡς πρὸς τὸν ἰατρὸν τὸν ποιήσαντα· ἔστι γὰρ καὶ ἡ τρῖψις κίνησις καὶ ἡ [*](f.285v) θερμότης κίνησίς τις, τὸ μέντοι γε ἐρύθημα τὸ ἐκ τῆς τρίψεως γινόμενον κατὰ συμβεβηκὸς ὑπάρχει. δείξας οὖν ὅτι πάντως ὁμοειδές ἐστι τὸ ποιοῦν τῷ γινομένῳ φησὶν ὅτι καὶ τῶν συλλογισμῶν οἱ ἀποδεικτικοὶ ἐξ εἰδῶν ἔχουσι τὴν γένεσιν· ἀρχαὶ γὰρ τῶν ἀποδείξεων οἱ ὁρισμοί, οἱ δ’ ὁρισμοὶ τὰ εἴδη τῶν πραγμάτων ὑπάρχουσιν. ὥστε καὶ ἐνταῦθα τὸ δἶδός ἐστι τὸ γεννῶν, ὥσπερ καὶ ἐκεῖσε τὸ ὁμοειδὲς γεννᾷ τὸ ὁμοειδές.
ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς, καί φησιν ὅτι ὥσπερ ἐπὶ τῶν τεχνη- τῶν ὁρῶμεν καὶ ἀπὸ τέχνης γινόμενόν τι καὶ ἐκ ταὐτομάτου, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν. τὴν γὰρ ὑγείαν ποιεῖ καὶ ὁ ἰατρός, γίνεται δὲ καὶ ἐκ ταὐτομάτου, ἐπειδὴ πέφυκεν ἡ φύσις ἡ ἐν τῷ σώματι ἐπανίστασθαι καὶ βοηθεῖν ἑαυτῇ ἀναστομοῦσα, εἰ τύχοι, ἀγγεῖον καὶ ῥύσιν αἵματος φέρουσα ἢ τάραξιν γαστρὸς ποιοῦσα καὶ ὅσα ἄλλα τοιαῦτα γίνεται τοῦ σώματος φυσικῶς κινουμένου. οὕτως οὖν, φησίν, ὁρῶμεν καὶ ἐπὶ τῶν φυσκῶν [*](7 δυσκρασίαν scripsi, cf. p. 404,36: θερμασίαν libri 15 καὶ ἐπὶ τῶν φυσικῶν superscr. A 2 20 ἡ. αὐτὴ libri 36 ἑαυτῇ] ἡ αὐτὴ D 37 τάραξιν] an κάθαρσιν ?)
Ταῦτα εἰπὼν ζητεῖ ἐφεξῆς δι’ ἣν αἰτίαν ἐπὶ τινῶν μὲν ὁρισμῶν ἐμ- περιέχεται καὶ τὰ μέρη τῶν ὁριστῶν, ἐπὶ τινῶν δὲ οὐκ ἐμπεριέχονται· [*](f.286v) ἐπὶ μὲν γὰρ τῶν συλλαβῶν ἐμπεριέχονται· ὁριζόμενοι γὰρ τὴν συλλαβήν φαμεν ‘ σύλληψις συμφώνων μετὰ φωνηέντω ’· ἐν τούτοις γὰρ εἶναι λέγεται ἡ συλλαβή· ὁριζόμενοι δὲ τὸν κύκλον οὐκέτι συμπεριλαμβάνομεν τὰ μέρη, τουτέστι τὰ τμήματα αὐτοῦ· οὐ γάρ φαμεν ὅτι ὁ ἐκ δύο ἡμικυκλίων συνι- στάμενος, ἀλλὰ λέγομεν σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον· καὶ ἐπιλυόμενος τὴν ἀπορίαν ταύτην φησὶν ὅτι τῶν ὁρισμῶν οἱ μὲν τοῦ εἴδους μόνον ὑπάρχουσιν, οἱ δὲ τῆς ὕλης, οἱ δὲ τοῦ συναμφοτέρου. ἐπειδὴ οὖν ἔστι καὶ ἔνυλα εἴδη καὶ ἄυλα , ἡνίκα μὲν τὰ ἔνυλα εἴδη ὁριζόμεθα, πάντως συμπεριλαμβάνομεν καὶ τὰ μέρη καὶ τὴν ὕλην, ὥσπερ τὸ σιμὸν ὁριζόμεθα, ἐπειδὴ οὐδέποτε δυνατὸν χωρίζεσθαι τῆς ὕλης· ἐν γὰρ ῥινὶ τὸ εἶναι ἔχει. τὸ μέντοι γε κοῖλον δυνατόν ἐστι καὶ ἄνευ ὕλης ὁρίσασθαι, ἐπειδὴ οὐκ ἀφωρισμένως θεωρεῖται ἔν τινι ὑποκειμένῳ· καὶ ἐν χαλκῷ γὰρ θεωρεῖται καὶ ἐν ὄρει καὶ ἐν ἄλλοις πλείστοις. οὕτως οὖν φημι καὶ περὶ τοῦ κύκλου, ἐπειδή ἐστι καὶ ἔνυλος κύκλος καὶ ἄυλος. ἡνίκα μὲν οὑν ὁρι- ζόμεθα τὸν ἄυλον κύκλον, οὐδὲν κεχρήμεθα τοῖς μέρεσι, διὸ καὶ ὁ ὁρι- σμὸς τοὐ εἴδους ἐφαρμόττει παντὶ κύκλῳ καὶ μεγίστῳ καὶ ἐλάττονι ὡς ἀύλοις. ἡνίκα δὲ τὸν ἔνυλον ὁριζόμεθα, προσλαμβάνομεν καὶ τὰ μέρη αὐτοῦ. ἐπεὶ δὲ οὐκ ἐφρόντισεν ἡ συνήθε.ια θεῖναι ἄλλο μὲν ὄνομα τῷ ἀύλῳ κύκλῳ, ἄλλο δὲ τῷ ἐνύλῳ, ἀλλ’ ἀμφότερα τῷ τοὐ κύκλου ὀνόματι προσηγόρευσεν, ἐντεῦθεν ἡ ἀπάτη γέγονεν ἐκ τῆς ὁμωνυμίας. † ἧσπερ ἐφρόντισε, καὶ τὸν μὲν ἁπλῶς ἐκάλεσεν ἄνθρωπον, τὸν δὲ κατὰ μέρος Σω- κράτην Καλλίαν. πάλιν ζητεῖ δευτέραν ἀπορίαν τοιαύτην· ἀρά γε, φησί, τὰ μέρη πρότερα ὑπάρχουσι τοῦ ὅλου , ἢ τὸ ὅλον πρότερον τῶν μερῶν ; καὶ δείκνυσιν ὅτι τὸ ὅλον· τοῦ γὰρ ὅλου ἀναιρουμένου ἀναιρεῖται τὸ [*](f.287r) μέρος, τουτέστιν ὁ δάκτυλος, τοὐ δὲ δακτύλου ἀναιρουμένου οὐκ ἀναιρεῖται τὸ ὅλον. καὶ πάλιν τῆς ὀρθῆς γωνίας ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ὀξεῖα, ἐπειδὴ εἰς τὸν ὁρισμὸν τῆς ὀξείας δεόμεθα τῆς ὀρθῆς, ὥστε ἀναιρουμένης τῆς ὀρθῆς ἀναιρεῖται καὶ ὁ ὁρισμὸς τῆς ὀξείας, καὶ διὰ τοῦτο καὶ ἡ ὀξεία· εἰς δὲ τὸν ὁρισμὸν τῆς ὀρθῆς οὐ δεόμεθα τῆς ὀξείας.
p. 1034a21 Δῆλον ἑκτῶν εἰρημένων.
Δείξας ὅτι ὁμοειδές ἐστι τὸ γεννῶν τῷ γεννωμένῳ, φησὶν ὅτι δῆλον ἡμῖν γέγονεν ἑκτῶν εἰρημένων καὶ ὃτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμων, τουτέστιν ἐκ συνωνύμων· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ταῦτα δὲ συνώνυμα. καλῶς δὲ προσέθηκε τὸ τρόπον τινά· οὐ γὰρ ἐπὶ πάν- [*](3 ἐμπεριέχονται— συλλαβήν om. D 4 γὰρ scripsi: δὲ libii 10 οὖν — ἐπειδὴ (14) om. D 17 οὐδὲν κεχρήμεθα scripsi : ἐγκεχρήμεθα libri 17. 18 ὁ ὁροσμὸς — κύκλῳ καὶ om. L) 20 ἐπεὶ δὲ scripsi: ἐπειδὴ libri 22 ἧσπερ] ves postiilat ἐπὶ δὲ τοῦ ἀνθρώπου 25 πρότερα ἔχουσι D 34 εἰρημένων scripsi: legi non potest quod habet A : lacuna IV litterarum D)
p. 1034a25 Τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ’ αὑτό.
Ὃ λέγει τοῦτό ἐστι· τὸ ὑπὸ τοῦ καθ’ αὑτὸ ποιοῦντος πρῶτον ἐγγινόμενον τῷ ποιουμένῳ μέρος γίνεται τῆς ὑγείας. ἡ γὰρ θερμότης ἐγγινομένη ἐκ τῆς τρίψεως, θερμότητα ἐποίησεν ἐν τῷ σώματι, τουιέστιν ηὔξησε τὴν ἐν τῷ σώματι θερμόιητα· αὐξηθεῖσα δὲ ἡ θερμότης ὑγεία ἐστίν· ὁμαλότης γὰρ γέγονεν. ἡ οὖν γενομένη θερμότης ἐν τῷ σώματι ἢ ὑγεία ἐστὶν ἢ μέρος τῆς ὑγείας, ἢ ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγείας, ὡς μέρους δυσκρασίας ἐκμοχλευθέντος, ἢ τελεία γίνεται ὑγεία· διὸ καὶ λέ- γεται ποιεῖν ὑγείαν ἡ θερμότης ἐκ τῆς τρίψεως, ὅτι ἐκεῖνο τὸ θερμὸν ποιεῖ τὴν ὑγείαν, ᾧ θερμῷ ἠκολούθησεν ἡ ὁμαλότης. ὥσπερ οὖν ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ ὑπάρχουσιν οἱ ὁρισμοὶ καὶ τὰ εἲδη, οὕτως καὶ ἐπὶ τῶν γινομένων αἱ ἀρχαὶ τὰ εἴδη ὑπάρχουσιν, εἴ γε ὁμοειδῆ τὰ γινόμενα τοῖς ποιοῦσιν ἐδείχθησαν.
p. 1034333 Ὁμοίως δὲ καὶ τὰ φύσει συνιστάμενα.
Ὣσπερ ἐπὶ τῶν τεχνητῶν γίνεται ὑγεία καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐ- τομάτου, ὁμοίως τούτοις καὶ ἐπὶ τῶν φύσει συνισταμένων ἔχει. ὥσπερ γὰρ ὁ ἰατρὸς ποιεῖ τὴν ὑγείαν, οὕτως καὶ τὸ ἀνθρώπειον σπέρμα ποιεῖ τὸ ἒμβρουν· ἔχει γὰρ ἐν ἑαυτῷ τὸ σπέρμα δυνάμει τὸ ἀνθρώπειον εἶδος, καὶ ἀφ’ [*](1 τεχνιτῶν D 8. 9 ἢ ἐκ μέρους ἢ ἔχοντός τι μέρος Aristoteles 9 ὁμωνύμου scripsi: ὁμωνύμως libri 15 γὰρ τῆς om. D 17 οὐ addidi 19 ἀπὸ D 22 ὑγείαθερμότης (23) om. D 24 post piius ὑγείας lacuna VI litterarum Α 25 ἐκμοχλεύσαντος D 32 τεχνιτῶν D)
p. 1034b7 Ou μόνον δὲ περὶ τῆς οὐσίας.
Φησὶν ὅτι οὐ μόνον οὐσία, τουτέστι τὸ εἶδος, οὐ γίνεται αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης, ἀλλ’ ἐπὶ πασῶν τῶν κατηγοριῶν κοινὸς ὁ λόγος ὑπάρχει. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται, ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας οὐδὲ ὁ χαλκός (ἀεὶ γὰρ δεῖ προυπάρχειν τὴν ὕλην καὶ τὸ εἶδος), οὕτω φημὶ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. οὐ γὰρ γίνεται τὸ ποιὸν αὐτὸ καθ’ αὑτό, ἀλλὰ τὸ ποιόν τι ξύλον, οἷον λευκὸν γίνεται τὸ ξύλον ἢ τὸ ἱμάτιον· καὶ πάλιν τὸ σῶμα μέγα γίνεται. τοῦτο δὲ πλεονεκτεῖ ἡ οὐσία, ὅτι ἀνάγκη προϋπάρχειν ἑτέραν οὐσίαν ἐνεργείᾳ, εἰ μέλλοι γίνεσθαι ὃμοιον αὐτῇ (ἂνθρωπος γὰρ ἄνθρωπον γεννᾷ) ποιὸν δὲ ἢ ποσὸν οὐκ ἀνάγκη προϋπάρχειν ἐνεργείᾳ, ἀλλὰ μόνον δυνάμει ἐστὶ καὶ ποσὸν καὶ ποιόν.
p. 1034b20 ἐπειδὴ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος
ἐντεῦθεν τὰς δύο ἀπορίας κινεῖ, ἃς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, καί φησιν ὅτι ἐπειδὴ ὁ ὁρισμὸς τοῦ πράγματος λόγος ἐστίν, ἅπας δὲ λόγος ἐκ μερῶν συνέστηκεν, ὡς δὲ ὁ καθόλου λόγος πρὸς τὸ τέλειον πρᾶγμα, τουτέστιν ὁ ἀπλῶς ὁρισμὸς πρὸς τὸ ἀπλῶς ὁριστόν τουτέστι], καὶ τὸ μέρος τοῦ λόγον πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει, τουτέστι πρὸς τὸ μέρος τοῦ ὁριστοῦ, ἀπορεῖται ἆρα δεῖ τὸν λόγον τῶν μερῶν ὑπάρχειν ἐν τῷ ὅλῳ λόγῳ ἢ οὔ; ἐνίων μὲν [*](f.288v) γὰρ ὁριστῶν φαίνονται ἐνόντα καὶ τὰ μέρη τῶν ὁριστῶν ἐν τῷ ὅλῳ ὁρι- σμῷ. ὁ μὲν γὰρ ὁρισμὸς τοῦ κύκλου, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, οὐκ ἒχει τὸν τῶν τμημάτων αὐτοῦ, ὁ δὲ τῶν συλλαβῶν ἔχει τὸν τῶν στοιχείων. καίτοι ὁ κύκλος διαιρεῖται εἰς τὰ τμήματα, ὥσπερ καὶ αἱ συλλαβαὶ εἰς τὰ στοιχεῖα.
[*](3 τὰ addidi 8 ἡ prius om. D 22 αὐτῇ scripsi: αὐτῷ D, incertus Α 29 τουτέστι delevi 31 ἀπορεῖται Aristoteles: ἀπορεῖ τί libri 33 μέρη] μὲν D)p. 1034b28 ἔτι δέει πρότερα τὰ μέρη.
ἐντεῦθεν τὴν δευτέραν ἀπορίαν ἐκτίθεται, καί ·φησιν οὕτως ὅτι εἰ πρότερα τὰ μέρη τοῦ ὅλου ὑπάρχουσι, τῆς δὲ ὀρθῆς ἡ ὀξεῖα μέρος, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, καὶ ὁ δάκτυλος τοῦ ζώου, * * * δοκοῦσι δὲ τὰ † καθόλου καὶ ὅλων εἶναι πρότερα δέονται γὰρ τούτων οἱ ὁρισμοὶ τῶν μορίων, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν), καὶ ὅτι δύναται καὶ ὁ ἄνθρωπος εἷναι ἄνευ τοὐ δακτύλου καὶ ἡ ὀρθὴ ἄνευ τῆς ὀξείας· τὰ δὲ συναναιροῦντα καὶ μὴ συναναιρύμενα φύσει πρότερα ὑπάρχει.
p. 1034b32 Ἢ πολλαχῶς λέγεται τὸ μέρος.
ἐντεῦθεν τὴν προτέραν ἀπορίαν ἐπιλύεται, καί φησιν ὅτι τὸ μέρος πολλαχῶς λέγεται. λέγεται γὰρ μέρος τὸ καταμετροῦν τὸ ὅλον, ὥσπερ * * * τὸ δὲ σημαινόμενον τοῦτο τοῦ μέρους ἀφείσθω τὰ νῦν ὡς μηδὲν συμ- βαλλόμενον. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶν ὡς μερῶν, ταῦτα ἐπισκεπτέον, τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος· ταῦτα γὰρ μέρη τοῦ συνθέτου ὑπάρχουσιν. εἰ τοίνυν ἐστὶ τὸ μὲν ὕλη τὸ δὲ εἶδος, δῆλον ὅτι καὶ ἡ οὐσία ἐκ τῆς τούτων συμπλοκῆς. ἡ οὗν ὕλη τοῦ μὲν συνθέτου λέγετει μέρος, τοῦ δὲ εἲδους αὐτοῦ καθ’ αὑτὸ οὐ λέγεται εἶναι μέρος. οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος ἡ σάρξ, ἐπειδὴ ἡ κοιλότης, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, δύ- ναται καὶ αὐτὴ καθ’ αὑτὴν λαμβάνεσθαι· ἡ γὰρ σάρξ ἐστιν ὅλη τῆς κοιλότητος, ἡνίκα γένηται ἐν αὐτῇ· τῆς δὲ σιμότητος μέρος λέγεται εἶναι ἡ ὕλη, ἐπειδὴ οὐ δυνατὸν ἄνευ ὕλης θεωρεῖσθαι τὴν σιμότητα· εἰσάγει γὰρ πάντως ῥῖνα, οὕτως οὖν καὶ τοῦ συνόλου ἀνδριάντος μέρος ἐστὶν ὁ χαλκός, τοὐ δὲ εἴδους αὐτοῦ καθ’ αὑτὸ τοῦ ἀνδριάντος οὐ λέγεται εἶναι [*](f.289r) μέρος ὁ χαλκός. λεκτέον γὰρ τὸ εἶδος ἀντὶ τοῦ ὁριστέον) καὶ καθὸ εἶδος ἔχει ἕκαστον, ὅταν δύνηται χωρίζεσθαι τῆς ὕλης, τὸ δὲ ὑλικὸν οὐ δεῖ ὁρίζεσθαι. ὅταν δύνηται χωρίζεσθαι τὸ εἶδος αὐτοῦ. πότε δὲ δύναται χωρίζεσθαι ; ὅταν μὴ μέρος λαμβάνηται ἡ ὕλη τοῦ εἴδους. διὰ τοῦτο οὖν ὁ τοῦ κύκλου ὁρισμὸς οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς περιλαμβάνει τὸν τῶν στοιχείων· τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη ὑπάρχουσι τοῦ εἲδους καὶ οὐχ ὓλη, τὰ δὲ τμήματα τοῦ κύκλου οὕτως μέρη ὑπάρχουσιν οὔτε] ὡς ὕλη, ἐπειδὴ δύναται χωρίζεσθαι ἐφ’ οἷς τμήμασιν ἐπιγίνεται τὸ τοῦ κύκλου εἶδος. τὰ γοῦν τμήματα πλησιάζουσι μᾶλ- λον τῷ εἴδει τοῦ κύκλου ἤπερ ὁ χαλκός, ἐπειδὴ δύναται καὶ ἐν χρυσῷ εἶναι ὁ [*](4 lacunam indicavi: πρότερον ἂν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου Aristoteles 4. 5 res postiilare videlur τὰ ὅλα καὶ λόγῳ εἶναι κτλ. 5 γὰρ τούτωνθεβρίᾳ (6) om. D 7. 8 συναιροῦντα καὶ μὴ συναιρούμενα D 11. 12 post ὣσπερ lacuna XVI litterarum A : XV litterariira D: addendum tale aliquid ὁ δύο ἀριθμὸς τοῦ ἒξ 15 καὶ om. b 27 ὃταν — εἴδους om. D 28 τμημάτων — τὸν τῶν (29) om. D 31 οὕτως Aristoteles: οὔτε libri οὔτε delevi 32 τὸ om. D)
p. 1035b3 εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές, ὅμως δὲ ἔτι σα- φέστερον εἴπωμεν.
ἐντεῦθεν τὴν δευτέραν ἀπορίαν ἐπιλύεται τὴν περὶ τῶν μερῶν, ἡνίκα ἐζήτει εἴτε πρότερα Τὰ μέρη τοῦ ὅλου εἰσίν, εἴτε τὸ ὅλον τῶν μερῶν. καί φησιν ὃτι διττόν ἐστι τὸ εἶδος, τὸ μὲν ἔνυλον τὸ δὲ ἄυλον, οἷον ὡς ἐπὶ ἀνθρώπου ἐστὶν ἄυλον εἶδος ἡ ψυχή, ἔνυλον δὲ εἶδος τὸ ζῷον λογικὸν θνη- τόν. τὰ μέρη οὖν τοῦ ἀύλου εἴδους πρότερα ὑπάρχουσι τοῦ ὅλου. εἰ γὰρ τὸ εἶδος τὸ ἄυλον πρότερόν ἐστι τοῦ συνθέτου, τοῦ δὲ ἐνύλου εἴδους πρόὃτι [*](6 post ἡ VIII fere litterae, quae legi non possunt Α: post lacunam IX litterarum καὶ διαιρουμένη D: addendum certe γραμμὴ; cf. v. 9 15 ἀρχῶν Avistoteles: ἀρχαί libri 19 locus depravatus; post σύνθετον lacuna VI litterarum AD: fort. legeudnra ἀλλ’ ὡς μέρος συνθέτου κατὰ συμβεβηκός 21 ὑφ’ αὐτὰ Aristoteles: ὑφ’ αὑτῶν libri 22. 23 οὒτε — οὒτε Aristoteles : κα]θ—καὶ libri 31 πρότερον D)
p. 1035b3 Εἲρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές.
Ἢδη, φησίν, εἴρηται τὸ ἀληθὲς περὶ τῶν μερῶν, ὅτι τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δὲ πρότερα ὑπάρχουσιν· ὅμως δὲ δεῖ ἡμᾶς ἔτι δαφέστερον περὶ τούτων εἰπεῖν. ὅσα μὲν γὰρ μέρη ὑπάρχουσι τοῦ λόγου, ὡς ἔδειξεν ἡ θεωρία, ἢ πάντα ἢ ἔνια. καλῶς δὲ προστέθεικε τὸ ἔνια, ἐπειδὴ πολλάκις ὁριζόμενοι τὸ εἶδος συμπεριλαμβάνομεν καὶ μέρη τοῦ συνθέτου, ἅτινα ὕστερα ὑπάρχουσιν, οἷον ζῷον ἄλογον χρεμετιστικόν. εἰ οὖν ὁριζόπαραλαμβάνονται [*](1. 2 — τινος om. D 4 post συνθέτου lacuna XVIII litterarum A; οὐ λείπει marg. A 2 fort, addendum ὅσα δέ εἰσι μέρη ὡς ὕλη et δὲ delendum 6 aoxct scripsi : αὐτὸ libri 8 ἡ γὰρ — ὑπάρχουσιν (9) om. D 13 post καθ’ ἓκαστα lacuna VIII litterarum A : fort, addendum θεωρεῖται οὐκ in lacuna III litterarum om. Α 14 καθόλου μὴ in lacuna om. D καθ’ ἢν scripsi : καθ’ ὃν D, legi non potest A 16 καθ’ αὐτὸ om. D 19 πρότερα ἔχουσιν D 21 εἲ γε— ζῷον (22) om. D 30 λόγου Aristoteles: ὅλου libri 31 ἢ ἔνια] fort, addendum πρότερα)
p. 1035b31 Μέρος μὲν οὖν ἐστι καὶ τοῦ εἴδους.
Φησὶν ὅτι ἐστὶ μέρος καὶ τοὐ εἴδους τοῦ ἀύλου, διό φησι τὸ τί ἦν [*](1 post ὀρθὴν XIX litterae, quae legi non possunt Α : XVII litterae desunt D : addendum μὴ δεόμεθα τῆς ὀξείας 13 post ἐστὶ desuut XVIII litterae Α; οὐ λείπει marg. A 2 15 αὐτοῦ — μόρια (16) repetit D 20 δάκτυλος δάκτυλον libri ἐστίν scripsi: ἔχει libri 21 μηδὲν ἔτι διαφέρων scdpsi: μὴ δὲ (desunt VI fere litterae) φέρων Α: μὴ δὲ μῆκοι φέρει D 22 τὰ om. D 25 ἐν (ante ἐγκεφάλῳ) om. D 28. 29 ἐκ τουδὶ τοῦ Aristoteles: δὴ τοῦ αἰτίου libri 29 οἷον scripsi: καὶ libri τησδὶ Aristoteles: τῆς διὰ libri)
p. 1036a13 Πρὸς δὲ τὴν ἐρώτησιν.
Ὣς φησιν ὁ ἡμέτερος διδάσκαλος ὅτι ἐνταῦθα τὰ αὐτὰ λέγει ἔτι σαφέστερον ποιῶν τὸν λόγον. καί φησιν ὅτι ἐάν τις ἡμᾶς ἔρηται πότερον ἡ ὀρθὴ καὶ ὁ κύκλος καὶ τὸ ζῷον καὶ ἀπλῶς εἰπεῖν τὰ ὅλα πρότερα ὑπάρχουσιν ἢ τὰ μέρη αὐτῶν, οὐ δεῖ ἁπλῶς καὶ ἀβασανίστως ἀποκρίνε- σθαι. εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ ζῷον καὶ μέρος τοῦ ἐμψύχου τὸ ζῷον ἡ ἑκάστου γὰρ ψυχή, ᾗ ἕκαστόν ἐστι), καὶ πάλιν μέρος τοῦ κύκλου ἐστὶ τὸ εἶναι κύκλῳ, καὶ ὀρθῆς τὸ ὀρθῇ εἶναι, τουτέστι τὸ ἄυλον εἶδος τῆς ὀρθῆς, ἐὰν οὖν, φησίν, ἔρηταί τις ἡμᾶς, φατέον ὕστερα εἶναι ἐκεῖνα τῶν ἐν τῷ ὁρισμῷ † τὰ μέρη παραλαμβάνονται· εἰς γὰρ τὸν ὅρον τῆς τινὸς ὀρθῆς, οἷον τῆς χαλκῆς, παραλαμβάνεται ἡ ἀπλῶς ὀρθή, ὥστε προ- τέρα ὑπάρχει καὶ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα ἡ ἁπλῶς γραμμή. ἡ τοίνυν ἄνευ ὕλης, τουτέστιν ἡ καθόλου, ὑστέρα ἐστὶν ἐκείνων τῶν πα· παραλαμβανομένων εἰς * * * ὥσπερ ψυχὴ τοῦ ζῴου, εἰ παραλαμβάνοιτο τὸ ζῷον εἰς τὸν ὁρισμὸν τῆς ψυχῆς· τῶν δὲ καθ’ ἕκαστα μορίων προτέρα, [*](2 τοῦ om. D 3 μόνου] μέρη D 4 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Β 13 p. 97b26 9 locum ex Arislotele explevi: post οὐκ ἔστιν XVIII litterae, quae legi non possunt, deinde θησε A : post lacunam XII litterarum σὲ γνωρίζομεν pergit D 10 φθαρέντα scripsi: φθαρὲν libri 12 ἢ] καὶ D τὸν libri 23 σαφέστερον scripsi : ἀσαφέστερον libri ὅτι om. D 30 locus depravatus: res tale aliquid postulat τουτέστιν ὅσα μέρη αραλαμβάνονται εἰς τὸν ὁρισμόν 34 post εἰς Χ litterae Jegi non possunt AD : fort. legendum εἰς τὸν ὁρισμόν ψυχὴ scripsi: ἀρχὴ libri)
p. 1036a26 Ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποια ου.
Δείξας ἀνωτέρω ὅτι τὰ μέρη τοῦ ἀύλου εἲδους πρότερα ὑπάρχουσι τοῦ ὅλου ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενα, τὰ μέντοι γε μέρη τοῦ ὁριστοῦ δεύτερα τοῦ ὅλου, ἐντεῦθεν ἀπορεῖ καὶ εἰκότως ἀπορεῖ, ὅτι ὅλως ἀγνοοῦμεν ποῖα μέρη εἰσὶ τοὐ ἀύλου εἴδους καὶ ποῖα τοῦ συνθέτου· πῶς οὖν ἔχομεν διαγνῶναι τοῦ πράγματος ἀγνοουμένου; τούτου γάρ , φησί, μὴ δήλου ὄντος οὐκ ἔστιν ὁρίσασθαι ἕκαστον, εἴ γε οἱ μὲν ὁρισμοὶ τῶν εδῶν ὑπάρχουσιν, ἡμεῖς δὲ ἀγνοοῦμεν τὰ εἲδη τὰ ἄυλα καὶ χωριστά. εἶτά φησιν ὅτι ἐπ’ ἐκείνων τῶν θεωρουμένων ἐν πλείοσιν ὑποδειμένοις δυνατόν ἐστι γνῶναι τὰ μέρη τοῦ εἴδους, οἷον ἐπὶ τοῦ κύκλου, ἐπειδὴ θεωρεῖται ὁ κύκλος καὶ ἐν χαλκῷ καὶ ἐν· ξύλῳ <καὶ λίθῳ>, ὥστε οὐχ ὑπάρχουσι ταῦτα μέρη τοῦ κύκλου· τὰ γὰρ μέρη ἀχώριστα ὑπάρχουσι τοῦ ὅλου, ἡ δὲ ὕλη ἐστὶν ἡ χωριζομένη τῶν δυναμένων εἰδῶν χωρίζεσθαι. εἰ οὖν ἦν· μέρος τοῦ κύκλου ὁ χαλκός, οὐκ ἄν ποτε ἐθεωρεῖτο καὶ ἐν ἄλλῃ ὕλῃ ὁ κύκλος· θεωρεῖται δὲ καὶ ἐν λίθῳ, οὐκ ἄρα μέρος ἐστὶν ὁ χαλκὸς τοῦ κύκλου. ποῖα οὖν ὑπάρχουσι μέρη αὐτοῦ; δῆλον ὅτι τὰ ἡμι- κύκλια· τούτων γὰρ χωρὶς κύκλος εἶναι οὐ δύναται. ὥστε ἐπὶ τινῶν μὲν ἔστιν εὑρεῖν τὰ μέρη τοῦ εἴδους. ἐπὶ τινῶν δὲ οὐκ ἔστιν, οἷον ὡς ἐπὶ ἀνθρώπου· οὔτε γὰρ θεωρεῖταί ποτε ἄνθρωπος ἄνευ σαρκῶν καὶ νεύρων καὶ ὀστέων· οὐδὲ γὰρ ἐν διαφόροις θεωρεῖται ὑποκειμένοις, ὥσπερ καὶ ὁ κύκλος. ὥστε οὐ δυνατόν ἐστιν ὁρισμὸν ἡμᾶς τῶν ζῴων ἀποδοῦναι. ἀμέλει τοι οἱ Πυθαγόρειοι καὶ οἱ τὰς ἰδέας πρεσβεύοντες καὶ πρὸς τὰ [*](f.292v) μαθηματικὰ ἐνίστανται λέγοντες οὕτως, ὅτι οὐδὲ ταῦτα δυνατόν ἐστιν ὁρί- σασθαι· ἔχουσι γὰρ καὶ αὐτὸ τὸ εἶναι ἐν ταῖς γραμμαῖς, οἷον ὁ κύκλος καὶ τὸ τρίγωνον, καὶ οὐ δυνατὸν εἶναι ἄνευ αὐτῶν. ὥσπερ γὰρ τὰ ζῷα [*](2 ἑρέρα Aristoteles: ὑστέρα libri 3 ὥστε] fort, ὡς δὲ vel ἀλλ’ ὡς 4 ἰστέον — ἐστιν (9) hue non peitiuent 5 ὑπάρχει — συμβεβηκός om. D 8 μὴ addidi 14 ὁριστοῦ scripsi: ὁρισμοῦ libri 15 ὅλως] λόγος D 21 καὶ ἐν ξύλω — ὥστε in lacuna om. D: post ξύλῳ VII litterae evanidae Α καὶ λίθω ex Aristotele addidi 22 ταῦτα μέρη — ὑπάρχουσι 0111. D 29 γὰρ om. D Comment. Arist. VI 2 Asclep. in Metaph.)
p. 1036a29 Ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποῖα οὒ.
Φησὶν ὅτι ἀπορεῖται ποῖα ἄρα ὑπάρχουσι τοῦ εἴδους αὐτοῦ καθ’ αὑτὸ λαμβανομένου μέρη, καὶ ποῖα τοῦ συνθέτου. τούτου γὰρ μὴ γνωσθέντος οὐκ ἔστιν ὁρίσασθαι· τοῦ γὰρ καθόλου καὶ ἰῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί. πρὸς δὲ τοὺς ὁρισμοὺς τῶν εἰδῶν δεόμεθα τῶν μερῶν αὐ- τῶν, ὡς ἀνωτέρω εἴρηται· ἀγνοουμένων οὖν τῶν μερῶν ἀγνοοῦνται καὶ οἱ ὁρ·ισμοί, ὥστε καὶ τὰ εἴδη, καὶ φροῦδα, φησί, πάντα κατ’ αὐτούς. ποῖα οὖν τῶν μερῶν ὕλης χρείαν ἐπέχουσι καὶ ποῖα οὐ παρέχουσι χρείαν ὕλης, ἀλλ αὐτὸ τοῦτο μερῶν, ἐὰν μὴ γένηται ἡμῖν φανερά οὐδὲ ὁρισμὸς τοῦ πράγματος ἔσται φανερός. ποῖα μόρια ὑπάρχουσι τοῦ εἴδους, καὶ ποῖα τοῦ συνθέτου; [*](f.293v) ὅσα οὖν, φησί, δύναται ἐν διαφόροις ὑποκειμένοις θεωρεῖσθαι, ὥσπερ ὁ κύκλος καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ, δῆλον ὅτι ἐπὶ τούτων οὐδὲν τῆς τοῦ κύκλου οὐσίας ἐστὶν ὁ χαλκός, ἀλλὰ ὕλη μόνον. εἰ γὰρ ἦν μέρος τῆς οὐσίας αὐτοῦ, οὐκ ἄν ποτε ἐθεωρεῖτο ἄνευ χαλκοῦ κύκλος. ὅσα δὲ μὴ ὁρῶνται χωριζόμενα, οὐδὲν κωλύει ὁμοίως ἒχειν τούτοις τοῖς κατὰ τὸν κύκλον, καὶ δύνασθαι χωρίζεσθαι κατὰ οἰκείαν φύσιν, εἰ καὶ ἡμῖν ἀγνοεῖται τὸ τοιοῦτο, ὥσπερ ἂν εἰ πάντες οἱ κύκλοι χαλκοῖ ἐφαίνοντο· καὶ οὕτως γὰρ οὐδὲν ἦν ὁ χαλκὸς τῆς τοῦ κύκλου οὐσίας. χαλεπὸν δὲ χωρίσαι τῇ διανοίᾳ, <οἶον> τὸ τοῦ ἀνθρώπου εἶδος· ἀεὶ γὰρ ἐν ὀστέοις μόνοις θεωρεῖται καὶ σαρξὶ καὶ νεύροις. ἆρα ταῦτα καὶ σάρκες καὶ ὀστᾶ μέρη ὑπάρχουσι τοῦ ἀνθρωπείου εἴδους ἢ ὕλη; ἐπειδὴ δὲ οὐ θεωρεῖται τὸ ἀνθρώπειον εἶδος ἐπὶ ἄλλων ὑποκειμένων, οὐ δυνατὸν χωρίσαι τὸ εἶδος αὐτοῦ ἐκ τῆς ὕλης ταύτης. ἐπεὶ οὖν δοκεῖ ἐνδέχεσθαι χωρίζεσθαι τό εἶδος ἐκ τῆς ὕλης ὅσον ἐπὶ τῷ λόγῳ, ἄδηλον δὲ πότε χωρίζεται, ἀποροῦσί τινες καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου, ὃτι οὐδὲ τῶν γραμμῶν ὑπάρχουσιν ὁρισμοὶ οὐδὲ τῶν συνεχῶν, τουτέστι τῶν μεγεθῶν· καὶ ταῦτα γὰρ πάντα, φασίν, ὁμοίως λέγεται ὥσπερ αἱ σάρκες καὶ ὀστᾶ. οὐ δυνατὸν γὰρ χωρίζεσθαι αὐτὰ τῶν γραμμῶν, ὥσπερ οὐδεποτε ἐκεῖνα τῶν σαρκῶν. καὶ ἐντεῦθεν λοιπὸν ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμοὺς παράδειγμα λέγοντες αὐτούς, καὶ τούτων φασὶν εἶναι τοὺς ὁρι- σμούς· αὐτὰ γὰρ ὑπάρχουσι τὰ χωριστὰ ὕλης, καὶ μὴ συνεπιφέρουσι τὸν ὄχλον τὸν ἐξ αὐτῆς. καὶ τὸ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα φασίν, ἐπειδὴ ἔχει δῆλον πρώτη τὸ ποθέν ποι. καὶ πάλιν οἱ τὰς ἰδέας πρεσβεύοντες οἱ μὲν τὸ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα λέγουσιν, <οἰ δὲ τὴν> [*](f.294r) [*](3 αὑτὸ scripsi: αὑτοῦ libri 15 οὐκ ἄν ποτε scripsi: ποτε Α, αὐτοῦ — ποτε om. D θεωρεῖται D κύκλος scripsi: κύκλου libri ὅσα Aristoteles: ὡς Α, ὣστε D 16 τούτοις τοῖς scripsi: τούτων τὴν libri 19 ἦν] fort, ἄν ἦν 20 οἷον addidi 20. 21 ἐν τοῖς ὀστέοις D 28 φασίν scripsi: φησίν libri 32 συνεπιφέρουσι scripsi: συνεπιφέρων libri 32. 33 τὸν ὂχλον—γραμμῆς om. D 33 φασίν scripsi: φησίν libri 35 λέγουσι seqiiente lacuna VIII litterarnin A. X litterarum D: οἱ δὲ τὴν addidi)
p. 1036b21 Ὃτι μὲν οὗν ἔχει ἀπορίαν τινὰ τὰ περὶ τοὺς ὁρισμούς.
Φησὶν ὅτι ἄπορος ὁ περὶ ὁρισμῶν λόγος, εἴ γε τῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί, αὐτὰ δὲ καθ’ αὑτὰ τὰ εἴδη οὐ ῥᾴδιόν ἐστιν ἑλεῖν, ἐπειδὴ μηδὲ ἴσμεν ποῖα μέρη ὑπάρχουσι τῶν εἰδῶν καὶ ποῖα τῶν συνθέτων καὶ πάλιν τὸ ποιεῖν πάντων ἰδέας καὶ πάντα χωρίζειν τὰ εἲδη οὐκ ἀληθές· πῶς γὰρ δυνατόν ἐστι χωρίσαι τὴν σιμότητα, ἥτις οὐ δύναται ὑποστῆναι ἄνευ ῥινός; τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν τόδε ἐν τῷδε ἐστὶν ἢ ὡδὶ ταδὶ ἔχοντα, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τῶν σαρκῶν. εἶτα λοιπὸν μέμφεται τῷ Σωκράτει τῷ νεωτέρῳ, οὗ μέμνηται Πλατῶν ἐν τῷ Πολιτικῷ· σύγχρονος δὲ οὗτος γεγονὼς Θεαιτήτου. ἔξω γάρ, φησί, τῆς ἀληθείας ὁ παρ’ αὐτοῦ λόγος ἀπάγει ἡμᾶς· φησὶ γὰρ ὅτι δυνατὸν εἶναι τὸν ἄνθρωπον ἄνευ τῶν μερῶν, ὣσπερ τὸν κύκλον ἂνευ τοῦ χαλκοῦ. τοῦτο δ’ οὐκ ἔστιν ὅμοιον· ὁ μὲν γὰρ κύκλος μαθηματικός ἐστι, τὸ δὲ ζῷον αἰσθητὸν ὑπάρχει, καὶ ἄνευ κινήσεως τὸ σύνθετον ζῷον οὐκ ἔστιν ὁρίσασθαι ἡ γὰρ φύσις ἀρχὴ κινήσεως) οὐδὲ ἄνευ τῶν μερῶν [*](f.294v) ἐχόντων ἐχότων τὴν κυρίως ἐνέργειαν. οὔτε γὰρ ἡ τυχοῦσα χεὶρ μέρος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἒχοουσα καὶ δυναμένη ἀποτελεῖν ἒργον ἐμψύχουκ, ὥστε εἰ μὴ ἔμψυχος, ὁμώνυμός ἐστι.
p. 1036b32 Περὶ δὲ τὰ μαθηματικά.
ἐντεῦθεν περὶ τῶν ἡμικυκλίων ζητεῖ, καί φησι διὰ τί μὴ λέγομεν μέρη τοῦ κύκλου τὰ ἡμικύκλια· οὔτε γὰρ αἰσθητὰ ταῦτα, ὥσπερ σάρκες καὶ νεῦρα. ἰστέον οὖν ὅτι οὐδὲν διαφέρει τὸ λέγειν σάρκα ἢ ἡμικύκλιον. ἔστι γὰρ· ἡ ὕλη ἐπ’ ἐνίων καὶ μὴ ὄντων αἰσθητῶν, καὶ παντὸς πράγματος [*](1 ταὐτὸ κατὰ τὸ] ταὐτῶ κατὰ τὸ, ut videtur, Α: lacuna VII litterarum D 4 φησιν scripsi: φασὶν libri 9 δυοῖν scripsi : δύο libri 12 ὁρισμούς scripsi: coll. vv. 13. 14 ἀριθμούς libri 15 μήτε libri 24 τοῦτο — ὅμοιον scripsi] μοῖον AD; quae praecedunt XV fere litterae legi non possunt 2.5 ἄνευ κινήσεως Aristoteles: ἀνακινήσεως libri 28 ἔχουσα] fort, addendum κίνησιν 33 τὸ scripsi : τοῦ libri)
p. 1037a10 Πότερον δὲ ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων τις οὐσιῶν.
[*](f.295r)Ἐντεῦθεν τὰς ἀπορίας κινεῖ, καί φησιν ὅτι ἆρα ἔστι τις ἑτέρα οὐσία παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν τῶν συνθέτων, καὶ δεῖ ζητεῖν οὐσίαν αὐτῶν ἑτέραν τινά, οἷον ἀριθμοῦ, ἢ ἰδέας, δεῖ ἡμᾶς ὕστερον τοῦτο ἐπισκέψασθαι. διὰ τοῦτο γὰρ καὶ θεολογοῦντες περὶ τῶν αἰσθητῶν διαλεγόμεθα (ἐπειδὴ φιλοσοφίας ἐστὶ τῆς δευτέρας, φημὶ δὴ τῆς φυσικῆς, περὶ τῶν αἰσθητῶν οὐσιῶν διαλέγεσθαι), ἐπειδὴ τὰς ἰδέας τούτων τῶν αἰσθητῶν λέγουσιν εἶναι. ἰστέον οὖν ὅτι οὐ μόνον περὶ τῆς ὕλης διαλέγεται ὁ φυσικός, ἀλλὰ καὶ περὶ τοῦ εἲδους, καὶ μᾶλλον περὶ τοῦ εἴδους. πανάπορος <δ᾿> ἐστὶν ὁ λόγος πῶς μέρη ὑπάρχουσιν τῶν ὁρισμῶν τὰ ἐν τῷ λόγῳ, καὶ διότι εἷς λόγος γίνεται <ὁ> ὁρισμός. δῆλον, ὅτι τὸ πρᾶγμα ἕν, ἔστιν εἷς ὁρισμός, ἐπεὶ οὐκ ἔμελλεν εἶναι εἷς· πῶς δὲ ἓν γίνεται τὸ πρᾶγμα μέρη ἔχον, ὕστερον ἐροῦμεν. καὶ μετ᾿ ὀλίγον περὶ τῶν δύο ἀποριῶν ἐρεῖ.
[*](1 ἀδιαστάτου scripsi: διαστατοῦ libri 4 οὐ addidi 5 κύκλῳ scripsi: τῷ D: lacuna IV fere litteraruin Α 7 ἀλλ᾿ addidi 10 ζῷον scripsi: σῶμα libri 11 inter κατὰ et ψυχὴν V fere litterae, quae legi non possnnt Α: κατὰ δὲ τὴν ψυχὴν D 15 ἐστι—συλλαβὴ (16) om. D 17 βάρος scripsi: βάφος libri 18 ὁ γὰρ—καθ᾿ ἕκαστα om. D οὗτος scripsi: οὕτως libri 20 τι] sic etiam Metaph. duo libri 24 αὐτῶν om. D τινά scripsi: τινὰς libri ἀριθμοὺς Aristoteles 28 ὅτι οὐ om. D 30 δ᾿ addidi 31 ὁ ex Aristotele addidi)p. 1037a27 νοῦν εστι το τι ην ειναι
Σομπεραίνεται τὰ εἰρημένα καί φησιν ὅτι εἰρήκαμεν τί ἐστι <τὸ τί ἦν εἶναι ἑκάστῳ> καὶ τὸ δυνάμενον χωρίζεσθαι τῆς ὕλης, ἀλλ’ οὐ τῶν * * * καὶ πῶς αὐτὸ καθ’ αὑτό ἐστι καθόλου ἢ νοητὸν ἐν τῇ νοήσει τῇ ἡμετέρᾳ ὑπάρχον· καὶ διὰ τί ἐφ’ ὧν μὲν ὁ ὁρισμὸς συμπεριλαμβάνει καὶ τὰ μόρια τοῦ ὁριστοῦ, ἐπειδὴ οὐ δυνατόν ἐστιν εἷναι τὸ εἶδος ἂωευ τῆς ὕλης, ὥσπερ ἐπὶ τῆς σιμότητος, ἔστι δὲ ὅτε ἄνευ τῶν μορίων, ὡς ἐπὶ τῆς κοιλότητος καὶ τοῦ κύκλου καὶ τῆς ψυχῆς· ταῦτα γὰρ οὐχ ὑπάρχουσιν ἐν ἀφωρισμένῳ τινὶ ὑποκειμένῳ· καὶ ὅτι ἐν μὲν τῷ τοῦ εἴδους ὁρισμῷ τὰ οὕτω μόρια οὐκ ἔστιν ὡς ὕλη· οὐδὲ γάρ ἐστι ἐκείνης τῆς οὐσίας, ἀλλὰ τῆς συνθέτου, ὥσπερ ἐπὶ τοῦ χαλκοῦ κύλλου. ἡ γὰρ ὕλη χαλκῆ μόριον γίνεται καὶ ὕλη τοῦ χαλκοῦ κύκλου, τὸ ὅλον τοῦτο· οὐ γὰρ τοῦ κύκλου τοῦ λεγομένου ὑπὸ μιᾶς γραμμῆς περιέχε- σθαι. ταύτης οὖν τῆς συνθέτου οὐσίας καὶ ἔστιν ὁρισμὸς καὶ οὐκ [*](f.295v) ἔστιν· ἡνίκα γὰρ μετὰ ἰῆς ὕλης ὁριχόμεθα, οὐκ ἔστιν, ἐπειδὴ ἀόρι- στον πρᾶγμά ἐστιν ἡ ὕλη καὶ ῥευστόν, ὥστε οὐκ ἐᾷ τὸν ὁρισμὸν ἔχειν τὸ ἀμετάθετον διὰ τὴν οἰκείαν τροπήν. κατὰ δὲ τὸ εἶδος ἔστιν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς ὁρισμὸς κυρίως ἡ γὰρ κυρίως οὐ- σία τὸ εἶδός ἐστι τὸ ἐνὸν ἐν τῷ σώματι, ἐξ οὗ εἴδους καὶ τῆς ὕλης τὸ σύνολον γίνεται τῇ οὐσίᾳ, οἷον, ὥς φησιν αὐτός, ἡ κοιλότης· ἐκ ταύτης γὰρ καὶ τῆς ῥινὸς σιμὴ ῥὶς γίνεται σύνθετον καὶ ἔνυλον πρᾶγμα. καὶ δὶς ὑπάρχει ἐν τούτοις ἡ ῥίς· ὁ γὰρ λέγων σιμὴν ῥῖνα δὶς λέγει τὴν ῥῖνα· καὶ τὸ σιμὸν γὰρ εἰσάγει τὴν ῥῖνα, ἐπειδὴ οὐ δυνατὸν ἐν ἄλλῳ μέρει θεωρηθῆναι * * * Καλλίᾳ ἔνεστι καὶ ὕλη * * * καὶ ὅτι τὸ εἶδος καὶ τὸ πρᾶγμα ἐπὶ τῶν ἁπλῶν τὸ αὐτό ἐστι· διό φησιν ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν καὶ ἀύλων· ταὐτὸν γάρ ἐστι ψυχὴ καὶ ψυχῇ εἶναι. λέγει δὴ πρώτην οὐσίαν καὶ ἄυλον τὴν μὴ δεομένην ὑποκειμένου πρὸς τὸ εἶναι. ὅσα δὲ ὡς ἐν ὕλῃ θεωροῦντι, ταῦτα ἕν τι ὑπάρχουσιν ἀμφότερα τὸ εἶδος καὶ ἡ ὕλη· τὸ· δὲ ἓν το.ῦτο οὐσιῶδές ἐστι καὶ οὐ κατὰ συμβεβηκός, ὥσπερ ὁ Σωκράτης καὶ ὁ μου- σικὸς Σωκράτης κατὰ συμβεβηκός ἐστιν ἕν, ἐπειδὴ συνέβη τὸν Σωκράτη μουσικὸν εἶναι.
[*](2. 3 τὸ — ἑκάστῳ scripsi: XVII litterae quue legi non possunt Α: lacuna XVIII litterarum D, qui etiam τί ἐστι omittit 3 δυνάμενον om. D 3. 4 post τῶν IV litterae evanidae A: lacuna VIII litterarum inter ὕλης (3) et καὶ D: fort. legendum ἀλλ’ οὐ πάντως (vel παντελῶς) 4 καὶ ὅλου D 6 ὁριστοῦ scripsi: ὁρισμοῦ libri lU ἐκείνης Aristoteles: ἐκεῖνα libri 12 τοῦ era. D 13 τοῦ (post κύκλου) om. D 24 θεωρηθῆναι] XXIV fere litterae deperditae: addendum ἐν δὲ τῇ συνόλῳ οὐσίᾳ οἷον ἐν 25 ὕλη] lacuna XV fere litterarum Α, X litterarum D ἁπλῶν] fort. fort. Α: lacuna V litterarum D 27 λέγει scripsi: λεγ//// Α, λέγεται D καὶ scripsi: τὸ libri)p. 1037b8 Νῦν δὲ λέγομεν πρῶτον ἐφ᾿ ὅσον ἐν τοῖς Ἀναλυτικοῖς περὶ ὁρισμοῦ μὴ εἴρηται.
εἰρήκαμεν καὶ τῇ προτεραίᾳ <ὃτι> δύο ἀπορίας ἐκτίθεται ὁ ‘Αριστοοἶον αὐτοάνθρωπος καὶ αὐτοΐππος, πρὸ τῶν συνθέτων οὐσιῶν τούτων, καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν φυσικῶν, ἡ οὔ· δευτέραν δὲ τὴν περὶ τῶν ὁρισμῶν ὅτι πῶς φαμεν ἕνα εἶναι τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, εἰ τύχοι, τὸν λέγοντα ὅτι ζῷον λογικὸν θνητόν, εἴ γε πολλά ἐστιν αὐτοῦ μόρια, πῶς οὖν ἐστιν εἷς ὁ ὁρισμός; τῷ γὰρ γένει ἢ σύνεισιν αἱ διαφοραὶ ἡ οὐ [*](f.296r) σύνεισιν. εἰ μὲν οὖν μὴ σύνεισιν, ἀλλὰ διακέκρινται ἀπ’ ἀλλήλων, ὁμο- λογοῦμεν ὡς πολλὰ ὑπάρχουσι καὶ οὐχ ἕν· πῶς γὰρ δυνατόν ἐστι λέγειν τὰ διακεκριμένα ἓν εἶναι; εἰ δὲ μὴ διακέκρινται ἀλλὰ ἅμα ὑπάρχουσι, συμβήσεται τὰ ἐναντία ἅμα ἐν τῷ αὐτῷ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ πῶς δυνατόν ἐστιν ἐκ τοῦ γένους καὶ τῶν ἐναντίων συνίστασθαι πρᾶγμά τι; παρὰ γὰρ τὴν ἐνάργειαν τοῦτο ὑπάρχει. πῶς δὲ τὸ ζῷον τὸ τοῦ ἀνθρώπου † δέξαι * * * πάλιν ὑποθώμεθα αὐτὸ μίαν ἔχειν διαφοράν, πρῶτον μὲν ἀποκληρωτικὸς ὁ λόγος. διὰ τί γὰρ τήνδε ἔχει καὶ μὴ τήνδε; καὶ διὰ τί μία καὶ μὴ πλείους; ἔπειτα συμβήσεται πάντα τὰ ζῷα λογικὰ εἶναι, ὅπερ πάλιν καὶ αὐτό ἐστι παρὰ τὴν ἐνάργειαν. εἰ δέ τις εἴποι, καθάπερ εἴρηται, ὅτι πάσας ἔχει ἐν ἑαυτῷ τὰς διαφορὰς τὸ ζῷον, συμβήσεται ἐξ ἁπασῶν τῶν διαφορῶν ἕν τι εἶναι, εἴ γε τὸ γένος μετὰ τῶν διαφορῶν ἑνὸς πράγματός ἐστι δηλωτικόν · ὅπερ ἐστὶ καταγέ- λαστον. οὕτως ἀπορήσας ἐντρέχων πρὸς τοὺς ὁρισμούς ἀντιλέγει γὰρ Πλατωνικοῖς), ἐπειδὴ δὲ] ἐκ τῆς διαιρετικῆς μεθόδου λαμβάνων ὁ ὁριστικὸς οὕτως ὁρίζεται, φησὶν οὖν ὅτι οὐ καλῶς ἐποιοῦντο ἐκεῖνοι τὰς διαι- ρέσεις τῶν γενῶν εἰς τὰς διαφοράς. καὶ ἐντεῦθεν οὖν συνέβαινέ τι ἄτοπον περὶ τοὺς ὁρισμούς. διῄρουν γὰρ οὕτως ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογι- κόν, τὸ δὲ ἄλογον· καὶ πάλιν διῄρουν τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον ἀμεθόδως πάνυ· καὶ αὕτη γὰρ ἡ διαίρεσις τοῦ γένους ἐστίν, οὐ τῶν διαφορῶν. κἀν γὰρ μὴ ἐδύνατο διαιρεθῆναι τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον, οὐδὲν ἧττον τὸ ζῷον ὡς γένος ὑπάρχον διῃρεῖτο εἰς τὰς οἰκείας αὐτοῦ διαφοράς· ὥστε κατὰ συμβεβηκὸς διαιρεῖται τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον. ὅτι γὰρ οὔκ εἰσι διαφοραὶ αὐτοῦ, [*](f.296v) δῆλον ἐντεῦθεν· ὥσπερ ἐπειδὴ τὸ λογικὸν διαφορά ἐστιν τοῦ ζῴου, παντως εἰσάγει αὐτό, καὶ ὅπου λογικόν, πάντως ἐκεῖσε καὶ ζῷον, καὶ πάλιν ὅπου θνητὸν ἢ ἀθάνατον, ἐκεῖ πάντως καὶ ζῷον ὑπάρχει, ἔδει καὶ ὅπου [*](3 ὅτι addidi 9 ὁ om. D 15 ἐνέργειαν D 16 post δέξαι desunt XXIV fere litterae Α, XV litterae D: res tale aliquid postulat δέξεται ἄμα τὸ λογικὸν καὶ τὸ ἄλογον. εἰ δὲ of. p. 425,19 sqq. αὐτό — ἒχειν in lacuna om. D 19 λογικὰ in lacuna om. D ἐνέργειαν libri 24 δὲ delevi 29 αὕτη scripsi : αὐτὴ libri 34 διαφορά — λογικόν (35) om. D)
p. 1037b8 Νῦν δὲ λέγομεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς ‘ Ανα
‘Επειδὴ ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν δευτέρων Ἀναλυτικῶν ἐκίνησε τὸν περὶ ὁρισμῶν λόγον, φησὶν ἐνταῦθα ὅτι εἴ τι ἡμῖν <ἐκεῖ μὴ εἴρηται περὶ> τῶν ὁρισμῶν, ἐνταῦθα ἀναπληροῦμεν ἡ γὰρ /<ἐκεῖ> ἀπορία λεχ- θεῖσα ἀναγκαία ἐστὶν εἰς τὸν τῆς περὶ οὐσίας λόγον. ἔστι δὲ ἡ ἀπορία τοιαύτη, δι’ ἣν αἰτίαν τὸν λόγον, τουτέστι τὸν ὁρισμόν, ἕνα φαμὲν εἶναι, ὥσπερ τοῦ ἀνθρώπου τὸ ζῷον δίπουν· ἔστω γὰρ νῦν καθ’ ὑπόθεσιν καὶ οὕτως αὐτοῦ ὁ ὁρισμός. διὰ τί γὰρ τοῦτο ἓν λέγομεν καὶ μὴ πολλά, φημὶ δὴ τὸ ζῷον δίπουν; ἐπὶ μὲν γὰρ <τοῦ> ἄνθρωπος καὶ λευκὸς πολλὰ τὰ αὐτὰ ὑπάρχει, ὅταν μὴ συνυπάρχωσιν ἀλλήλοις ἀλλὰ κεχωρισμένα [*](f.297v) ὦσιν ἀπ’ ἀλλήλων· ἓν δὲ γίνεται, ὅταν ἅμα ὑπάρχωσι καὶ πα- θὸν τὸ ὑποκείμενον δέξηται τὸ λευκόν· ἓν δὲ κατὰ συμβεβηκὸς δῆλον ὁ λευκὸς ἄνθρωπός, ἐπειδὴ συνέβη τὸν ἄνθρωπον λευκὸν εἶναι. ἐνταῦθα μὲν ἐπὶ τοῦ ὁρισμοῦ, τουτέστι τοὺ γένους καὶ τῆς διαφορᾶς, οὐ μετέχει θατέρου θάτερον· τὸ γὰρ γένος οὐ δοκεῖ μετέχειν τῶν διαφορῶν· ἔμελλε γὰρ λέγεσθαι τῶν ἐναντίων · μετέχειν· ἐναν- τίαι γὰρ αἱ διαφοραὶ αἷς διαφέρει τὸ γένος, τουτέστι τὸ λογικὸν καὶ ἄλογον. πῶς οὖν δυνατὸν τῷ ἐν τῷ ἀνθρώπῳ ζῴῳ περὶ αὐιοῦ ἂρ ὁ λόγος ἐστίν, ἐπειδὴ καὶ περὶ ὁρισμοῦ τοῦ ἀνθρώπου διαλεγόμεθα) συνυπάρχειν ἅμ τὸ λογικὸν καὶ τὸ ἄλογον ; εἰ δὲ καὶ ὑποθώμεθα μετέχειν τὸν αὐτὸν λόγον, τουτέστι πλειόνων διαφορῶν τὸ ζῷον τὸ τοῦ ἀνθρώ- που, εἴπερ αἱ διαφοραὶ πλείους ὑπάρχουσιν, ὥς φησιν αὐτός, οἷον πεζόν, δ·ίπουν, ἄπτερον ταῦτα γὰρ πάντα διαφοραὶ ζῴου ὑπάρχουσι)· διὰ τί γὰρ ταῦτα ἓν λέγομεν εἶναι καὶ μὴ πολλά; οὐ γὰρ ἐπειδὴ συνυπάρχουσιν αὐτῷ, δεῖ λέγειν αὐτὰ ἕν * * * τῶν διαφορῶν ἓν γίνεσθαι πρᾶγμα, εἴπερ ὁ ὁρισμὸς ἑνὸς πράγματός ἐστι δηλωτικός, ταῦτα δὲ πάντα ἐμπεριέχεται ἐν τῷ ὁρισμῷ, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. οὕτω γὰρ εὑρεθήσεται ὁ ἄνθρωπος πλεῖστα ὃσα, καὶ πτερωτὸν καὶ ἔνυδρον καὶ ἄλλα μυρία, ἐπειδὴ τὸ ζῷον τὸ ἐν αὐτῷ μετέχει τούτων. δεῖ δὲ ἓν εἶναι πάντα τὰ ἐν τῷ ὁρισμῷ, ἐπειδὴ ὁ ὁρισμὸς μιᾶς φύσεως ἐστι δηλω- τικός· διὰ τοῦτο γὰρ καὶ ὁρισμὸς λέγεται ὡς διαιρῶν καὶ χωρίζων τὸ ὁρι- στὸν τῶν ἄλλων εἰδῶν. ὥστε ἑνὸς πράγματος δεῖ αὐτὸν εἶναι λόγον τὸν ὁρισμόν· καὶ γὰρ ἡ οὐσία, ἧστινος ἐστιν, ἕν τι σημαίνει καὶ τόδε, ὡς εἰρήκαμεν.
[*](4 post ἡμῖν desunt XVII litterae Α, XII litterae D; explevi ex Aristotele 5 ἐκεῖ addidi: de re ipsa cf. Anal. post. Β 6 p. 92 a 29 10 τοῦ ex Aristotele addidi 12 ὦσιν scripsi: εἰσὶν libri 12. lo παθὸν scripsi : παθῶν libri 14. 15 ἐνταῦθα δὲ Aristoteles 21. 22 εἰ δὲ — λόγον om. D εἰ δὲ καὶ μετέχει, ὁ αὐτὸς λόγος Aristoteles 23 αὐτήν D 26 post ἓν desunt XXI litterae Α, XVIII litterae D: fort, addendum οὓτω γὰρ πάντα ἔσται έν. δεῖ δ’ ἐκ 28 ἐνέργειαν libri)p. 1037v27 Δεῖ δὲ ἐπισκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιπεσεις ὁρισμῶν.
Ἐντεῦθεν ἐνίσταται πρὸς τοὺς Πλατωνικοὺς ἐγκαλῶν αὐτο.ῖς ὡς ὃτι f.298r ἀμεθόδως τῇ διαιρετικῇ κέχρηνται· καί φησιν ὅτι δεῖ ἡμᾶς ἐπισκοπεῖν περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν. οὐδὲν γὰρ δεῖ παραλαμβάνεσθαι ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον γένος καὶ τὴν τελευταίαν διαφοράν· τὰ δὲ ἄλλα πάντα γένη ὑπάρχουσιν, ὡς ἔδειξεν ἡ θεωρία, τουτέστι] τὸ πρῶτον καὶ αἱ σὺν αὐτῷ λαμβανόμεναι διαφοπαρί· οἷόν φησιν αὐτὸς τὸ πρῶτον ζῷον † δῆλον ἒχομεν ζῷον δίπουν, καὶ πάλιν ζῷον δίπουν ἂπτερον· ὁμοίως δὲ καὶ <εἰ> πλείονα λέγονται. ὅλως δὲ οὐδὲν διαφέρει, κἄν ἐλάττω λέγηται, πλὴν τῶν δύο. τοῖς δύο οὖν δεῖ χρῆσθαι, τῷ μὲν ἑνὶ γένει, τῷ δὲ δια- φορᾷ, οἷον τοῦ ζῷον δίπουν τῷ μὲν ζῷον γένει τῷ δὲ δίπουν διαφορᾷ. εἰ * * * παρὰ τὰ ὡς γένους εἴδη, τουτέστιν εἰ μὴ κεχώρισται τῶν εἰδῶν, ἢ εἰ ἔστι μέν, ὡς ὕλη δέ ἐστιν, ὥσπερ καὶ ἡ φωνὴ γένος ἐστὶ καὶ ἡ] ὕλη, διαφοραὶ δὲ αὐτῆς τὰ στοιχεῖα, καὶ γίνεται ἕν τι ἐξ ἀμφοτέρων, φωνῆς φημι καὶ στοιχείων, λόγος σημαντικός, ὥστε καὶ ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν δια- φορῶν λόγος, κ·αθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.
p. 1038a9 Ἀλλὰ μὴν καὶ δεῖ γε διαιρεῖσθαι τὴν τῆς διαφορᾶί διαφοράν.
Φησὶν ὅτι μετὰ τὴν πρώτην διαίρεσιν τοὐ γένους δεῖ ἡμᾶς τὴν δια- φορὰν διαιρεῖν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· οἶον ζῷου δια- φορὰ ὑπάρχει τὸ ὑπόπουν, πάλιν τοῦ ζῴου τοῦ ὑπόποδος δεῖ ἡμᾶς τὴν διαφορὰν εἰδέναι, καθὸ ὑπόπουν, τουτέστιν αὐτὸ τὸ ὑπόπουν διαιρεῖν. ὥστε οὐ δεῖ ἡμᾶς λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ ἄπτερον· διαφοραὶ γὰρ αὗται ζῴου ὑπάρχουσιν, οὐ τοῦ ὑπόποδος· ἀγνοοῦντες οὖν καὶ ἀδυνατοῦντες ποιοῦσι τοῦτο. δεῖ οὖνδιαιρεῖν εἰς τὸ σχιζόπουν καὶ εἰς τὸ ἄσχιστον· αὗται γὰρ διαφοραὶ ποδὸς ὑπάρχουσιν· ἡ γὰρ σχιζοποδία ποδότης τίς ἐστι. καὶ [*](f. 298v) οὕτως ἀεὶ βούλεται βαδίζειν, ἕως ἂν ἔλθῃ εἰς τὰ ἀδιάφορα. τοσαῦτα γὰρ εἴδη ποδὸς ὑπάρχουσιν , ὅσαιπερ διαφοραὶ αὐτοῦ ὑπάρχουσι· καὶ πάλιν τὰ ὑπόποδα ζῷα ἴσα ταῖς · διαφοραῖς ὑπάρχουσιν. εἰ τοίνυν ταῦθ ’ ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορὰ ἡ οὐσία τοῦ πράγματος ἔσται καὶ ὁ ὁρισμός, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, [*](3 αὐτοῖς scripsi : αὐτοὺς libri 7 τουτέστι delevi 9 locus depravatus: τὸ δ’ ἐχόμενον ζῷον δίπουν Aristoteles 10 εἰ addidi ἐλάττω scripsi : ἐλάττων libri 12 τοῦ scripsi: τὸ libri τῷ utrobique scripsi: τὸ libri διαφορᾷ εἰ ova. D, qui inter ’ttouv et παρὰ lacunaui XII litterarum habet: post εἰ desunt XI litterae A : addendum ex Aristotele οὖν τὸ γένος μὴ ἔστι 14 ἡ (ante φωνὴ) om. D ἡ (ante ὕλη) delevi 15 αὐτῆς scripsi: αὐταῖς libri 29 ἀδιάφορα Aiistoteles: διάφορα libri)
ἐπειδὴ οὖν ὁ σκοπὸς· ἡμῖν ἐνταῦθα περὶ οὐσίας ἐστὶ διαλεχθῆναι διὰ τοῦτο γάρ, φησί, καὶ τὸν περὶ ὁρισμῶν λόγον ἐκινήσαμεν), <δεῖ> πάλιν [*](f.299r) ἐπανελθεῖν ἐπὶ τὸ προκείμενον καὶ ζητεῖν, εἴτε ὑπάρχουσι χωρισταὶ οὐσίαι προαγωγοὶ τῶν ἐνταῦθα , ἃς καλοῦσιν ἰδέας, εἴτε οὔ. ὥστε ὡς ἔστιν εἶδος πρὸς ὕλην οὕτως δὲ καὶ αἱ διαφοραὶ * * *] λέγεται δὲ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἐκ τούτων, καὶ τὸ κα- θόλου. δύο ἀπορίας προέθετο ἐξ ἀρχῆς ἐκθέσθαι καὶ ἐπιλύσασθαι, μίαν μὲν τὴν ζητοῦσαν, πῶς διαφόρων ὄντων τῶν μερῶν τοῦ ὁρισ·μοῦ ἕνα λέγομεν τὸν ἐξ αὐτῶν συγκείμενον. εἶτα ἐπελύσατο τοῦτο φάσκων ὂτι τῶν παρὰ τὴν τελευταίαν διαφορὰν πάντων ὕλης ἐπεχόντων τάξιν , καὶ τῆς τελευταίας διαφοράς διαφορᾶς καὶ οὕτως λοιπόν, ὥσπερ ἐξ ὕλης καὶ εὶδους ἕν τι πρᾶγμα γίνεται, οὕτως καὶ ὁ ὁρισμὸς εἷς γίνεται· οὐχ ὅτι ὕλης ἐστὶ τὸ γένος, ἀλλ’ ὅτι ἀναλογεῖ ὕλῃ, ἐπειδὴ εἰδοποιεῖ αὐτὴν ἡ διαφορὰ προσερχο- μένη καὶ ποιεῖ δηλοῦσθαι τὸ ἄτομον εἶδος, ὥσπερ καὶ τὸ εἶδος τὸ ἀόριζῷον [*](3 πόδας ἔχον, δύο πόδας ἔχον Α : ζῷον ποδῶν D 4 κἂν τοῦτο ex Aristotele addidi: in lacuna om. AD διαιρέσει Aristoteles: διά τι εἰ, ut videtur. A: διαιρέσει πλεονάκις in lacuna om. D 5 ἰσάκις ταῖς Aristoteles: ὅσαι libri τῆς scripsi: τὰς libri 12 ὥστε — μετατάττειν] δῆλον δ’ ἄν εἴη εἴ τις μετατάξειε Aristoteles 13 λόγον scripsi: λογικοῦ libri λέγοντας scripsi: λέγοντες libri προτάττοντας scripsi: πράττοντες libri 14. 15 περίεργον Aristoteles: περιέργου libri 15 παρὰ] fort. περὶ 20 ante ἐπειδὴ lemma videtur excidisse ἐπεὶ δὲ περὶ κτλ. Metaph. p. 1038b1 21 δεῖ addidi 23. 24 ὣστε — διαφοραί falso hue illata sunt: post διαφοραὶ XXII lit- terae desunt Α : δὲ — διαφοραὶ nulla lacuna relicta om. D: fort, addendum πρὸς τὸ ὑπο- κείμενον γένος 25 τὸ τί ἦν εἶναι Aristoteles: ταῦτα ἢ εἶναι D: legi non potest Α 26 ἀπορίαι θετο libri 32. 33 προσερχομένη scripsi: προερχομένη libri)
p. 1038 b 2 Λέγεται δὲ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι.
Φησὶν <ὃτι> λέγεται ὥσπερ καὶ τὸ ὑποκείμενον καὶ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν, οὕτω καὶ τὸ καθόλου λέγεται οὐσία εἶναι. εἰρήκαμεν οὖν περὶ τῶν δύο· εἴρηται γὰρ ἡμῖν διὰ τῶν προλαβόντων καὶ περὶ τοῦ εἴδους καὶ περὶ τοῦ ὑποκειμένου, ὅτι διχῶς ὑπόκειται, ἢ τόδε τι ὄν, τουτέστι τὸ γένος ταῖς διαφοραῖς διὸ καὶ εἶπεν αὐτὸ τόδε τι ὄν· οὐ γὰρ οὕτως ἐστὶ τὸ ζῷον ἀνείδεον ὡς ἡ ὕλη, ἥτις ἐξ ἀποφάσεως γίνεται, ἀλλὰ κατὰ ἀναλογίαν τὴν πρὸς τὸ περιορίζεσθαι ὑπὸ τῆς τελευταίας διαφορᾶς, ὥσπερ τὸ εἶδος περιορίζει τὴν ὕλην), <ἢ> ὡς ἡ κυρίως ὕλη ὑπόκειται τῇ ἐντελεχείᾳ, τουτέστι τῷ εἴδει. δυνατὸν δὲ λέγειν τὸ ζῷον ὑποκεῖσθαι τοῖς πάθεσι, περὶ τοῦ ἁπλῶς ζῴου δῆλον, ἢ ὡς ὕλη ἐντελεχείᾳ περὶ τοῦ καθ’ ἕκαστα ζῴου. δοκεῖ δὲ τισι καθόλου αἲτιον εἶναι καὶ προακτικὸν καὶ ποιητικὸν τῶν ἐνταῦθα, καὶ εἶναι ἀρχὴ τὸ καθόλου τῶν ἀποδείξεων, ὡς εἲρηται ἡμῖν ἐν τῇ θεωρίᾳ καὶ † οὐ δεῖ εἶναι οὐσίαν ὁτιοῦν τῶν καθόλου, ὡς δείξει ὁ λόγος. f.301r εἶτα λοιπὸν τίθησι τὸ πρῶτον ἐπιχείρημα λέγων ὅτι εἰ οὐσία ἡ ἑκάστου ἴδιος ἑκάστου ὑπῆρχεν, οὐκ ἄν ποτε θεωρηθήσεται ἐν ἄλλῳ· τὸ δὲ καθόλου κοινόν ἐστι· τοῦτο λέγομεν καθόλου, ὅπερ πλείοσιν ὑπάρχειν πέφυκε. τίνος οὖν ἒσται τοιοῦτο οὐσία; ἢ γὰρ πάντων ἐστὶν οὐσία ἢ οὐδενός. ἀπάντων δὲ οὐ δυνατὸν εἶναι αὐτὴν οὐσίαν, ἐπεὶ οὕτως κοινωνήσει τὰ πάντα ἀλλήλοις, ὅπερ ἀδύνατον. ἑνὸς δὲ εἰ ἔσται, καὶ τὰ ἄλλα τοιαῦτά ἐστιν ἢ ὡς ὁ Σωκράτης ὁ ἔχων αὐτό, ἐπειδὴ πάντα, <ὡς> ἐκεῖθέν φησιν, * * * οὐσία καὶ ὁ ὁρισμὸς εἷς ἐστι, καὶ αὐτὰ ἕν ἐστιν.
p. 10381)15 Ἔτι οὐσία μὲν λέγεται.
ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τίθησιν ἐν δευτέρῳ σχήματι, καί φησιν ὅτι ἡ οὐσία οὐκ ἔστι καθ’ ὑποκειμένου, τὸ δὲ καθόλου καθ’ ὑπο- κειμένου. τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. αὐτὸς δὲ οὐ τέθεικε τὸ συμ- πέρασμα.
p. 1038b16 Ἀλλ’ ἆρα οὕτω μὲν οὐκ ἐνδέχεται.
ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. φησὶν οὖν ὅτι εἰ καὶ μὴ ἐνδέχεται [*](2 ante φησὶν VI litterae exciderunt Α ὅτι addidi ὥσπερ Aristoteles: γὰρ ὅτι D, legi non potest A τὸ tertium om. D 3 ἀμφοῖν οὕτω καὶ scripsi : ἀμφ (IV litt. desunt) οὐδὲ καὶ Α: ἀμφανῷ καὶ οὐδὲ D 4 ὑπολαμβανόντων D ὃ τὴν scripsi: τῆς libri 9 ἡ addidi 11 ante ἡ fort, addendum τὸ δὲ 12 αἴτιον bis habent libri 14 καὶ οὐ δεῖ] verba depravata 21 τοιαῦτα] immo τοῦτο ἡ ὡς] fort, οἶον εἰ αὐτό scripsi: αὐτά libri 22 ὡς addidi φησίν D: φ sequente lacuna XV litterarum A: legendum φησίν, ὧν μία ἐστὶν ἡ οὐσία καὶ αὐτὰ scripsi : καὶ τὸ D : post ἐστι desunt V litterae Α 23 μὲν scripsi : μ Α· μετὰ D 29 καὶ om. D)
p. 1038 b 23 Ἒτ ι οε αουνατον.
Ἐντεῦθεν τέταρτον ἐπιχείρημα. καί φησιν ὅτι ἀδύνατόν ἐστι τὸ [*](f. 301v) λέγειν τὴν οὐσίαν τὴν μερικὴν ἐκ μὴ οὐσίας ὑπάρχειν, καὶ μὴ ἐκ τοῦ τόδε τι ἀλλὰ ἐκ ποιοῦ. οὕτως γάρ, ἐπειδὴ τὰ καθόλου οὐσιώδεις ποιότητες ὑπάρχουσιν, ἔσται πρότερον ἡ μὴ οὐσία καὶ τὸ ποιὸν <οὐσίας>, ὅπερ ἀδύνατον. οὔτε γὰρ λόγῳ οὔτε χρόνῳ οὔτε γενέσει δυνατὸν τὰ πάθη τῆς οὐσίας εἶναι πρότερα, εἴγε γε ἐν αὐτῇ τὸ εἶναι ἔχουσιν· ἔσονται γὰρ οὕτως αὐτὰ καθ’ αὑτὰ χωριστὰ τὸ λευκὸν. καὶ τὸ λογικὸν τὸ ὡς ἐν ἀνθρώπω, ὅπερ ἐστὶν ἀδύνατον.
p. 1038b29. Ἒτι τω Σωκράτει.
Πέμπτον ἐπιχείρημα· καί φησιν ὅτι τῷ Σωκράτει τὸ καθόλου ἐνυπάρχει οὐσία οὖσα, ὥστε δυοῖν διαφόροιν πραγμάτοιν ἡ αὐτὴ ἔσται οὐσία, ὅπερ ἀδύνατον.
p. 1038b30 Ἄλλως δὲ συμβαίνει.
Εκτον ἐπιχείρημα· καί φησιν ὅτι εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος καὶ ὅσα οὕτως λέγεται ἕν, μηδὲν ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου παραλαμβανόμενον εἶναι ἂλλου εἶναι ἄλλου πράγματος οὐσίαν, μηδὲ χωρίζεσθαι τοῦ ἀνθρώπου, ὡς συμβαίνειν καὶ ἄλλῳ ὑπάρχειν παρὰ τὸν ἄνθρωπον. οἷον ὅτι οὐκ ἔστιν αὐτοζῷον καθ’ αὑτὸ παρὰ τὰ τινὰ ζῷα, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις οὐδέ.ν.
[*](1 γένωνται D 2 αὐτὸ scripsi: οὐ τοῦ libri 4 τοῦ addidi ὁ delevi 10 καὶ addidi 13 δυνατὸν libri 17 καὶ Aristoteles: κατὰ libri post ποιὸν desunt VI litterae A: XII litterae D: ex Aristotele explevi 30 συμβαίνει D 31 καθ’ αὑτὰ libri 32 λόγοις Aristoteles: λογικοῖς libri)p. 1038b34 Ἒκ τε δὴ τούτων θεωροῦσιν.
Ἒβδομον ἐπιχείρημα· καί φησιν ὅτι ἐντεῦθεν φανερὸν ἡμῖν μάλιστα γίνεται ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι τὰ καθόλου οὐ δηλοῦσι τόδε τι ἀλλὰ τοιόνδε, τουτέστι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν. εἰ γὰρ μὴ ὑποθώμεθα τοῦτο, πολλὰ ἄν ἕψεται ἄτοπα καὶ τρεῖς ἄνθρωποι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν.
p. 1039a3 Ἒτι δὲ καὶ ὧδε δῆλον.
Ὂγδοον ἐπιχείρημα· καί φησιν ὅτι ἀδύνατον οὐσίαν εἶναι ἐξ οὐσιῶν ἐνυπαρχουσῶν οὕτως κεχωρισμένων ἐνεργείᾳ. οὐδέποτε γὰρ λέγομεν] τὰ δύο τὰ κατ’ ἐντελέχειαν δυνατόν ἐστι λέγειν ὅν, ἀλλὰ δύο· ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο, τότε δυνατὸν αὐτὸ λέγειν ἕν, ὥσπερ τὴν γραμμὴν τὴν [*](f.302r) ἔχουσαν * * * λέγειν αὐτὴν μίαν, μετὰ δὲ τὸ δεδυάσθαι τὴν στιγμὴν ἐν- εργείᾳ ἀδύνατόν ἐστι λέγειν αὐτὴν μίαν· τὸ αὐτὸ δέ φημι καὶ ἐπὶ τοῦ χρόνου. ὥστε οὐ δυνατόν ἐστι λέγειν μίαν τὴν οὐσίαν τὴν ὑπάρχουσαν ἐξ ἐντελεχείᾳ διακεκριμένων δύο οὐσιῶν. καὶ κατὰ τοῦτο τὸν ἀριθμόν φησιν ὀρθῶς λέγειν Δημόκριτον· ἀδύνατον γάρ φησιν ἐκ δύο ἓν γενέσθαι ἢ ἐξ ἑνὸς δύο· τὰ γὰρ μεγέθη τὰ ἄτομα, τουτέστι τὰς ἀτόμους, οὐσίας ποιεῖ, καὶ οὐδέποτε, φησίν, ἡ μία ἄτομος δύο. διὰ τοῦτο γὰρ καὶ ἀτόμους αὐτάς φησιν· οὔτε γὰρ δύο μία γάρ] ἐστὶ, διειργόμενα ὑπὸ τοῦ κενοῦ.
p. 1039a11 Ὁμοίως τοίνυν καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἕξει.
Ἒνατον ἐπιχείρημα· καὶ φησιν ὃτι ὁμοίως καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἓξει, εἴπερ ἐστὶν ὁ ἀριθμὸς σύνθεσις μονάδων, ὥσπερ λέγουσί τινες· οὕτως γὰρ ἔσται ὁ ἀριθμὸς εἷς διακεκριμένος ἐντελεχείᾳ, † ὁ πέντε ἐκ τοῦ δύο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅπερ ἐστὶν ἄτοπον. ἢ γὰρ οὐ δυνατὸν εἰπεῖν μίαν τὴν δυάδα, ἢ εἰ ὑποθώμεθα αὐτὴν μίαν,. ἀδύνατον τὴν μονάδα εἶναι ·κε· χωρισμένην κατ’ ἐνέργειαν ἐν αὐτῇ.
p. 1039a14 Ἒχει δὲ τὸ συμβαῖνον ἀπορίαν.
ἐντεῦθεν τὸ δέκατον ἐπιχείρημα· καί φησιν ὅτι ἔχει ὁ λόγος ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι μηδεμίαν οὐσίαν, ὡς [*](9 κεχωρισμένων scripsi: κεχωρισμένην Α : καὶ χωρισμἐνην D λέγομεν delevi 12 post ἔχουσαν desunt XVII lilterae A: deest etiam ἔχουσαν D: fort, addendum δυνάμει δύο στιγμὰς; cf. quae sequuntur et p. 429,13 sqq. δεδυάσθαι scripsi: δύνασθαι libri 19 γὰρ delevi 24 ὁ ἀριθμὸς om. D 24 fort, legendum οἷον ὁ πέντε καὶ ὁ 060 cf. p. 429,23 26 τὴν δυάδα—μίαν om. D)
Συριανὸς ὁ φιλόσοφος βοηθῶν τῷ Πλάτωνι ἀντιλέγει τοῖς ὑπ’. ‘Αριστοτέλους λεγομένοις δέκα ἐπιχειρήμασι καί φησιν ὅτι εἰ μὲν τὰ καθόλου [*](f.302v) ἀναιρεῖ ὁ Ἀριστοτέλης τὰ συγκεχυμένα καὶ ὑστερογενῆ τὰ ἐν τῇ φαν- τασία τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχοντα, κατορθοῖ, οἷον τὴν ἔννοιαν τὴν περὶ τοῦ ἁπλῶς ἁπλῶς ἀνθρώπου· ταῦτα γὰρ τῷ ὄντι οὐχ ὑπάρχουσιν οὐσίαι, ἀλλ’ ἐν τῇ ἡμετέρᾳ σχέσει τὸ εἶναι ἔχουσιν. εἰ δέ φησι ‘ τὰ καθόλου ἀναιρεῖ τὰ ἐπὶ τοῖς πολλοῖς ’, οὐ πάνυ τι δεόντως λέγει· οὔτε γὰρ αὐτὰ ἀναιρεῖ ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τίθεται αὐτός. φησὶν οὖν οὗτος, τὸ πρωτον τῶν προβλημάτων ἔλεγεν οὕτως, ὅτι ἡ οὐσία ἑκάστου ἰήιός ἐστιν ἑκάστου καὶ χαρακτηριστικὴ αὐτοῦ ἐστιν· ἡ γὰρ Σωκράτους οὐσία, ὡς εἴρηται τῇ προ- τεραίᾳ, οὐκ ἒστι Πλάτωνος. εἰ οὖν τὸ καθόλου μή ἐστιν οὐσία ἑκάστου οὕτως γὰρ οὐκ ἔσται καθόλου, ἀλλὰ μερική), δῆλον ὡς οὐκ ἔστιν ἡ καθόλου οὐσία. λέγομεν οὗν ὅτι τῷ ὄντι οὕτως οὐκ ἔστιν οὐσία ὡς μερική τις οὖσα· οὐ μὴν οὐδὲν κωλύει εἶναι αὐτὴν καθόλου οὐσίαν, μὴ μέντοι ἀφωρισμένην τινὸς οὖσαν οὐσίαν· καὶ οὕτως οὐδὲν ἄτοπον ἕψεται λεγόντων ὅτι ἢ πάντων ἐστὶν ἢ οὐδενός. κατ’ ἀλήθειαν γὰρ ἡ καθόλου οὐσία πάντων ἐστίν· ἓν ἐν ἅπασι γὰρ θεωρεῖται, ἅτε δὴ μὴ περιγραφομένη ἔν τινι μερικῇ οὐσίᾳ, ἀλλὰ τὴν κοινότητα πασῶν περιέχουσα· καὶ ἔστι μία οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ γένει. ὡς γὰρ * * * ἢ ἀριθμῷ ἢ εἴδει ἢ γένει. <ἓν οὖν τὸ> καθόλου εἶναι τῷ ἀριθμῷ τῶν ἀδυνάτων ἐστίν· οὕτω γὰρ οὐ θεωρηθήσεται ἐν ἅπασι· γένει μέντοι γε δεῖ εἶναι αὐτὴν μίαν οὐδὲν κνλύει. εἶτα λοιπὸν τὸ δεύτερον πρόβλημα ἔλεγεν οὕτως· ἡ οὐσία οὐ καθ’ ὑποκειμένου , τὸ καθόλου καθ’ ὑποκειμένου , τὸ καθόλου ἄρα οὐκ οὐσία. ἐνταῦθα, φησίν, ὁ παραλογισμὸς ἐγένετο παρὰ τὴν ὁμωνυμίαν· ὁ γὰρ μέσος ὅρος ἐλήφθη ὁμώνυμος τὸ καθ’ ὑποκειμένου, καὶ ποτὲ ποιεῖ τὴν μείζονα πρότασιν ἀληθῆ, ποτὲ ψευδῆ. τὸ γὰρ καθ’ ὑποκειμένου δηλοῖ τὸ καθόλου [*](f.303r) καὶ τὸ ἐννοηματικὸν καὶ ὑστερογενές, ὅπερ ἔχομεν ἐν τῇ φαντασίᾳ περὶ τῶν πραγμάτων, οἷον τοῦ ἀνθρώπου, τοῦ ἵππου. ταῦτα δὲ ἔστ’ ἂν [*](3. 4 post ἐστι desunt XVII litterae Α, XIV litterae D, in quo etiarn ὡμολόγηται ἡ excidit : addendum ex Aristotele λόγος οὐδεμιᾶς οὐσίας ’ 4 δὲ addidi κυρίως scripsi : καὶ sequentibus IV litteris quae legi nou possunt A: καὶ D 5 ποτὲ delevi 6 οὔ om. D 16 αὐτός scripsi: αὐτοὺς (sic) libri 27 ἐν γὰρ D post γὰρ desunt XVIII litterae Α, XIV litterae D : addendum, ut videtur, μεμαθήκαμεν, ἓν λέεται 27. 28 ἓν οὖν τὸ addidi: ante καθόλου desunt VI fere litterae Α: inter γένει et ἑῷ ἀριθμῷ lacuna XIV litterarum D 32 post φησὶν add. ὅτι D 36 ἔστι τ’ ἂν D Commeul. Aiist. VI 2 Asclep. in Metaph.)
p. 1039a24 Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς
Δείξας ὃτι μὴ οἶόν τε ἐξ· οὐσιῶν ἐνεργείᾳ οὐσῶν συγκεῖσθαι τὴν οὐσίαν, καὶ ὃτι τῆς ἀτόμου ἀνάγκη καὶ τὰ μέρη ἄτομα εἶναι, ἐκ τῶν εἰρημένων, φησι, φανερὸν καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς τὰς ἰδέας ὑποτιθεμένοις καὶ λέγουσιν αὐτὰς οὐσίας τε εἶναι καὶ χωριστὰς αὐτὰς καθ’ αὑτὰς καὶ ἀτόμους καὶ ὁριστάς· ἐκείνων γὰρ τῶν ἰδεῶν ἔλεγον εἶναι τοὺς ὁρισμοὺς βουλόμενοι τοὺς ὁρισμοὺς εἶναι τῶν καθόλου, καὶ ταῦτα ἔλεγον ὡς ία ἀφ’ ἑνὸς μετέχειν αὖ τὰ̣ τῇδε ἐκείνων· ὥστε οὐχ ἁρμόσουσιν οἱ ὁρισμοὶ τοῖς ἐνταῦθα οὐδὲ ἔσονται αὐτῶν ὁρισμοί. φησὶν οὖν πρὸς αὐτοὺς ὅτι ἡ ἰδέα αὕτη μία ἐστὶ πάντων ἢ ἑκάστου χωρίς. εἰ μὲν οὖν μία ἐστὶ τῷ ἀριθμῷ πάντων, διασπασθήσεται ἡ ἰδέα μία οὖσα καὶ θεωρουμένη ἐν πλείοσι διαφοραῖς. εἰ δὲ πολλαί, ἀπείρων ἔσονται ἰδέαι, ἑκάστου εἴδους μίαν ἔχοντος ἰδέαν, τοῦ ζῴου τοῦ ·ἐν ἀνθρώπῳ καὶ τοῦ ἐν ἵππω καὶ ταῖς ἄλλαις, πάλιν τοῦ λογικοῦ καὶ τοῦ γελαστικοῦ καὶ τῶν ἄλλων ὁμοίως, ὅπερ οὐ βούλονται · μίαν γὰρ ἰδέαν λέγουσι τοῦ ζῴου τὸ αὐτοζῷον, <καὶ ὁμοίως> ἔπι τῶν ἄλλων.
p. 1039a24 Φανερὸν δὲ * * *.
<Τοῦτο> τοίνυν φησὶν ὅτι ἐκ τῶν ἤδη εἰρημένων φανερὸν γίνεται καὶ τὸ συμβαῖνον ἂτοπον τοῖς τὰς ἰδέας λέγουσιν εἶναι αὐτὰς οὐσίας [*](f.305r) καθ’ αὑτὰς καὶ χωριστὰς ἀτόμους, οἷον αὐτοάνθρωπον αὐτοζῷον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως; καὶ ἅμα ποιοῦσι] καὶ τὸ εἶδος ποιοῦσιν ἐκ γένους καὶ διαφορῶν. φησὶ γὰρ τὰς τοῦ γένους ἰδέας καὶ τὰς τῶν [*](1 post ἑνοῦνται desunt VIII iitterae Α, ΧΧ litterae omissis etiam quae sequuntur ποιοῦ α̣υτῶν D : legendum διὰ τῆς ἑνοποιοῦ αὐτῶν δυνάμεως post τῶν desunt XII litterae Α, XX litterae D: fort, addendum τῆς οὐσίας μερῶν 2 καθόλου scripsi : κα sequente lacuna VI litterarum Α : inter τῶν et ἐνταῦθα desunt XX litterae D 3 οὔτε delevi 4 αὐτῶν scripsi: αὐτοὶ libri οἶον addidi 5 τὸ] fort. τοῦτο 14 ταῦτα] an πάντα.) 15 αὖ τὰ τῇδε scripsi: αὐτὰ τῆ δὲ libri 19 ἀπείρων] fort, ἄπειροι, cf. p. 437,30. 438,24 20 καὶ (ante ταῖς) om. D 21 ἄλλαις] fort, διαφοραῖς addendum 22 καὶ ὁμοίως addidi: IX litterae desunt A : τὸ — ἐπὶ om. D 24 post φανερὸν δὲ desunt litterae XII D, III versus Α 20 Τοῦτο addidi τίνυν libri φανερὸν scripsi: φαμὲν Α : IV litterae desunt D 28 ποιοῦσι delevi)
p. 1039b9 Ἒτι πολλὰ ἔσται αὐτὸ τὸ ζῷον.
Φησὶν ὃτι εἰ διάφορα ὑπάρχουσι τὰ ζῷα τὰ ἐν τοῖς διαφόροις * * * σἡτ ιοςἁ τίου ζῴου· τὸ γαριἐ.ν ἑκάστῳ 〈ζῷον οὐσία ἐστίν〉, ἡ δὲ οὐσία ἐκατοῦ τοῦ ζῲου, τουτέστι τὴν οὐσίαν αὐτοῦ. εἰ γὰρ μὴ τοῦτο ὑποθώμεθα εἰναι τὸ ζῷόν τὴν οὐσίαν του ἀνθρώπου, ἐξ ἐκείνου ἔσται ὁ ἂνθρωπος, τουτέστιν <ἐξ οὗ> ἡ ποιότης ὑπάρχει. ἔτι ἰδέαι ἅπαντα ὑπάρχουσιν ἐξ ὡν ὁ ἄνθρωπος συνέστηκε, τὸ ζῷον, τὸ δίπουν. οὐκοῦν ταυτα τδέα * * * ἂλλου δὲ οὐσία ἡ γὰρ ἰδέα ἐστὶν ἡ συμπληρουσα τὴν ἑκάστου οὐσίαν), ἐπειδὴ οὕτως ἡ ἄλλου οὐσία ἐν ἄλλῳ θεωρηθήσεται, ὃπερ ἐστιν ἄτοπον. ὥστε αὐτὴ ἡ ἰδέα τοῦ ζῴου ἔσται εκαστου ἴτων, ζῴων; τὸ γοῦν ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ καὶ τὸ ἐν τῷ ἵππω εἰ γε ἰδέα εστιν, ἐκ τίνος γέ,γονε; καὶ πῶς ἐξ αὐτοῦ τοῦ ζῴου ζῷον γέγονεν, εἲ γε ἀμφότερα ἰδέα εστί; καὶ πῶς δυνατόν ἐστι τὸ ζῷον, ὅπερ οὐσία ἐστί, τοῦτο παρ’ αὐτὸ τὸ ζῷον ὑπάρχειν, εἴ γε ἀμφότερα οὐσία ἐστί : καὶ επ ἄπειρον δὲ ὁ λόγος προέρχεται.
Ἀντειπὼν ὁ Ἀριστοτέλης πρὸς τὰ καθόλου ἐντεῦθεν ἀποτείνεται καὶ προς τὰς ίδέας ὡς καθόλου καὶ αὐτὰς οὔσας. καθόλου δ’ ὑπάρχουσιν [*](f.306r) ὡς ποιητικὰ καὶ παρακτικὰ τῶν τῇδε. ἀντιλέγει οὖν καὶ π·ρῶτον ἐπιχείρημα τοῦτον τὸν τρ‘όπον, ὅτι ἡ ἰδέα ἢ μία ἐστὶ τῷ ἀριθμῷ ἢ πολλά ὰλλ οἱ μὲν μίαν ἀυτὴν ὑποθώμεθα τῷ ἀριθμῷ καὶ θεωρεῖσθαι ἐν πλείοσι ὁιασπασθήσεται · εἰ δὲ πολλὰ αὐτὴν ὑποθώμεθα καὶ ἐν ἑκάστω θεωρεῖσθαι, ἂπειροι ἒσονται αἱ ἰδέαι * * * γένους καὶ διαφορᾶς ἰδίᾳ οὔσης τδέας καἴ τῶν επεισοδιωδῶν καὶ τῶν μὴ ἐπεισοδιωδῶν. φασὶ <δὲ> οἱ Πλα τωνικοι ὀτι μίαν, φαμεν εἶν,αι τὴν ἰδέαν καὶ οὐκ ἔστιν ἀνάγκη διασπα σὒηναι ἀυτὴν· οὐ γὰρ ὡς ὲν ὑποκειμένῳ τῇ αἰσθητῇ <οὐσίᾳ> θεωρεῖται ὡς παρακτικὴ καὶ ποιητική. ὥσπερ γὰρ ὁ ἥλιος εἷς ὑπάρχων τῷ σθῆναι αὐτήν· 0. γὰρ ὡς ἐν ὑποκειμένῳ τῇ αἰσθητῇ <οὐσίᾳ> θεωρεῖται, ἀριθμῷ καὶ καταλάμπων τὰ τῇδε οὐ διασπᾶται οὔτε διαβλάπτεται τη [*](2 ἐστίν addidi : ἑκα, deinde XVI literae, quae legi non possunt A : post ἑκάστῳ Χ litterae σίας libri 8 ἐξ 0. addidi 10 post ὑπάρξει desunt IV Jitterae A; sed videtur praeterea ahquid vitii in verbis inesse: οὐκοῦν οὐκ ἄλλου μὲν ἰδέα ἒσται, ἂλλου δ’ οὐσία Metapb p ,039.12 1, αὐτὴ scripsi : αὕτη libri 17 καὶ — προέοχεται 11 Jibn talso lemmatis notis distinguunt. 18 simile additamentum v. p. 433, 9 – 436,6 19 οὒσας scripsi : οὐσίας libri 20 fort. ποιητικαὶ καὶ παρακτικαὶ 24 ἰδ (desunt XI litterae) γένους καὶ A : ἰδέαι XII 1 tterae desun xat D: fort, addendum ἑκάστου διαφορᾶς — ἰδέας (25) scripsi : διαφορὰ ἰδία οὔσα ἰδέας Α: διάφορα D οὖσα ἰδέαν D 25 addidi 27 οὐ addidi)
p. 1039b16 Ἔτι δὲ ἐπὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τοῦτων ἀτοπώτερα.
Ἔτι πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἐνίσταται, καί φησιν ὅτι τὸ εἶδος αὐτὸ καθ᾿ αὑτὸ οὔτε γίνεται οὔτε φθείρεται. οὐ γὰρ γίνεται τὸ εἶδος τῆς οἰκίας αὐτὸ καθ᾿ αὑτὸ οὔτε φθείρεται, ἀλλὰ τὸ σύνθετόν ἐστιν [*](f. 307v) τὸ γινόμενον καὶ φθειρόμενον τὸ ἔνυλον εἶδος. διὰ γοῦν ταύτην τὴν αἰτίαν τῶν καθ᾿ ἕκαστα καὶ φθαρτῶν οὐχ ὑπάρχουσιν ὁρισμοί. ὥσπερ γὰρ οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, οὕτως οὐδὲ ὁρισμὸν ἐνδέχεται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. εἰ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν οἱ ὁρισμοὶ ὑπάρχουσιν, οὔτε δὲ δυνατὸν τὴν τοῦ τριγώνου ἐπιστήμην τὴν δεικνῦσαν τὰς <> ὀρθὰς ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, [*](1 post τὰ desunt XVI fere littpnp A VIII ?? ?? om. D: fort, τούτων ἕνωσις <ἡ δὲ σύνθεσις> καὶ ἡ μῖξις κτλ. ?? ?? 14. 15 καὶ αὐταὶ ?? ?? ?? ?? ?? ?? Α: desunt XII litterae D: fort legendum ?? μετεχουσιν ἐκεῖνα τῆς τοῦ ἀιδίου φύσεως καθὸ ?? ??)
p. 1039b16 Ἔτι δὲἐτὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα.
Φγσὶν ὅτι τοῖς ὑποτιθεμένοις ἰδέας ταῦτα ἕπεται τὰ εἰρημένα καὶ τούτων ἀτοπώτερα, τὸ γίωεσθαι ἀπείρους ἰδέας. εἰ οὖν ἀδύνατον τοῦτο οὕτως [*](8 οὗτος] fort. αὐτὸς 9 στᾶ post, lacunam XX litterarum Α: desunt XIV litterae D 10 ἢ ἐγν] sic Α sequentibus IX ’iis quae legi non possunt: ἐγνωσμς εὐμῆς D: fort. legendum 9. 10 ὁρισμοῦ· τὰ δὲ ὀνόματα ἤτοι ἄγνωστα ὑπάρχουσιν ἢ γνώριμα. εἰ μὲν οὖν ὑπο- θώμεθα κτλ. post ἄτοπον desuut VII litterae A, Xlitteiae D: fort, addendum ἕπεται 17 συναρχομἐνς D 20 αὐτῆς scripsi: αὐτοῦ libri 27 post ποιεῖ exciderunt XXI litterae Α, XIV litterae D: fort, addendum καὶ αὐτὸς λέγε. αἴτιον)
p. 1040a27 Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι ἐν τοῖς ἀιδίοις.
Δείξας ὅτι οὐ δυνατὸν εἶναι τῶν ἀτόμων ὁρισμόν, ἐντεῦθέν φησιν ὅτι ἐπὶ. τῶν ἀιδίων λανθάνει τὸ τοιοῦτον καὶ γίνεται ὑπόνοια ὅτι ἐστὶ δυνατὸν ὁρισμὸν * * * ἀπάτη· ἐκ τῆς τοιοῦτον * * * ἀιδίων πραγμάτων ὑπάρχουσιν <οἱ> ὁρισμοί. καὶ ἀποδιδόασιν τὸν ὁρισμὸν τοῦ ἡλίου λέγοντες οὕτως 〈ὅτι〉 ἥλιός ἐστιν ἄστρον ὑπὸ γῆν ἰόν, ἤγουν ὅτι ἄστρον ἐστὶν νυκτικρυφές, [*](f.309v) μὴ φαινόμενον ἐν νυκτί. οἱ δὲ τοιοῦτοι ὁρισμοὶ οὐχ ὑπάρχουσιν οὐσιώδεις, ἀλλὰ κατὰ συμβεβηκός· διὸ ἀναιρουμένων αὐτῶν οὐκ ἀναιρεῖται ὁ ἥλιος. ἐὰν γὰρ καθ’ ὑπόθεσιν στήσω τὸν ἥλιον, οὔτε ὑπὸ γῆν ἀπέρχεται οὔτε νυκτικρυφὲς γίνεται, καὶ οὐδὲν ἧττον καὶ τότε ἐστὶν ἥλιος· οὐσίαν γάρ τινα δηλοῖ. πῶς δὲ δυνατόν ἐστι τοῦ κυρίως ὁρισμοῦ ᾷναιρουμένου μένειν τὸ ὁριστόν, οἷον τοῦ ζῴου λογικοῦ θνητοῦ μένειν τὸν ἄνθρωπον ; ἄλλως τε δὴ ὥσπερ ὁ ὁρισμὸς ὁ φερόμενος κατὰ τοῦ Σωκράτους ὅτι ζῷον λογικὸν θνητὸν οὐ κατὰ μόνου Σωκράτους φέρεται, ἀλλὰ καὶ κατὰ τῶν ἄλλων ἀνἐπὶ [*](1 — ἀιδίων om. D 2 ὑπάρχειν scripsi: ὑπάρχον libri 4 εἴπερ τὴν αὐ- τήν κτλ.] locus depravatus: res tale quid requirit εἶπερ μὴ τὸ ἐξ αὐτῶν ἀγώριστον εἶναι βούλονται · ἢ γὰρ ἄμφω ἡ οὐδέν, τουτἐστιν κτλ. 5 εἰ ἀμφότερα — δίπουν oin. D 6 post μηδὲν VI fere litterae desunt: fort, addendum χωριστόν 11 ἄλλην D 12 δίποδος] an αὐτοδίποδος? 20 ὅτι ἀδύνατον D 22 post ὁρισμὸν lacuna XVIII litterarum D: ὁρία, inde desuut fere XXIII litterae Α: fort, addendum εἶναι τῶν ἀτόμων. γίγνεται δ’ ἡ αἰδιότητος, inde lacuna X litterarum relicta ἡδίων D: ἀιδιότ (XI fere litterae deperditae) δίων A: fort, legendum ἀιδιότητος, ἐπεὶ τῶν ἀιδίων 23 οἱ ὁρισμοί scripsi : ὁρισμόν libri 24 prius ὅτι addidi 29 κυρίου D ναιρουμένου libri)
Ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς καὶ ἐπιλύεται τὴν ἀπορίαν, ἣν ἀνωτέρω ἠπόρησεν, ὅτι οὐ δυνατὸν ἐξ ἐνεργείᾳ οὐσιῶν οὐσίαν γίγνεσθαι. πῶς οὖν φαμεν ταύτας δὲ] τὰς αἰσθητὰς οὐσίας γίνεσθαι; καί φησιν ὅτι τὰ μέρη, ταὐτὸν δὲ εἰπεῖν τὰ καθόλου, οἷον τὸ ἁπλῶς ζῷον, τὸ λογικόν, ἡ χεὶρ ἡ ἁπλῶς καὶ τὰ τοιαῦτα πάντα καὶ ὅλα τὰ μέρη, ὡς συντόμως φάναι, καὶ ἐνεργείᾳ ὑπάρχει καὶ δυνάμει. ἐνεργείᾳ γάρ φαμεν αὐτὰ εἶναι, καθὸ ἕκαστον αὐτῶν ἔχει οἰκείαν ἐνέργειαν, οἷον τὸ ζῷον τὴν αἴσθησιν, τὸ λογικὸν τὸ βουλεύεσθαι, ἡ χεὶρ τὸ ἀντιλαμβάνεσθαι, ἡ καρδία, εἰ τύχοι, τὸ σφύζειν. [*](f. 310r) ζεῖν. καὶ πάλιν δέ φαμεν εἶναι αὐτὰ δυνάμει καθὸ οὐκ ἔχουσιν οἰκείαν περιγραφὴν καὶ μὴ δεομένην ἑτέρου πρὸς ὕπαρξιν. τὸ μέντοι γε μέρος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτό· οὔτε γὰρ ἔχει οἰκείαν περιγραφήν, ἀλλ’ ὑπὸ τοῦ ὅλου συνέχεται καὶ κρατεῖται καὶ ζωοποιεῖται, ὥσπερ τὸ μέρος τῆς γραμμῆς οὐ λέγεται εἶναι ἐνεργείᾳ ἐν τῇ γραμμῇ ἀλλὰ δυνάμει, ἐπειδὴ μὴ ἔχει οἰκείαν περιγραφὴν αὐτὴ καθ’ αὑτήν, ἀλλὰ μετὰ τῆς ὅλης ἐστίν, ὡς εἴρηται. καὶ οὐδὲν ἄτοπον ἕψεται <τῷ> λέγειν ἐξ οὐσιῶν γίνεσθαι τὰς οὐσίας, οὐκέτι ἐνεργείᾳ κεχωρισμένων, ἀλλὰ δυνάμει. ταῦτα εἰρηκώς φησιν ἐφεξῆς ὅτι ἐδείχθη ὅτι τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἐπειδὴ μηδ’ ἔχουσιν αὐτὰ καθ’ αὑτὰ οἰκείαν περιγραφήν· διὸ ἐὰν ἀποσπασθῇ τὸ μέρος, οὐ γί- νεται ἓν ἀλλὰ πολλά, καὶ ἀπόλλυται († ἃ γὰρ τὴν ἑνοῦσαν αὐτὰ δύναμιν καὶ ζῳοποιοῦσαν, φημὶ δὴ τὴν ψυχήν), καὶ οὕτως γίνεται ἐνεργείᾳ τὰ τέσ- σαρα στοιχεῖα. δῆλον ὅτι οὐδέποτε τὸ ὂν οὔτε δὲ τὸ ἓν οὐσίας δηλοῦσιν, ἐπειδὴ καθόλου ὑπάρχουσιν 〈ἅτε κατὰ〉 πολλῶν κατηγορούμενα· ὁμώνυμα γάρ ἐστιν, ὡς ἐν Κατηγορίαις ἐμάθομεν. ὥσπερ καὶ τὸ στοιχεῖον καὶ ἡ ἀρχή.. κατὰ πολλῶν γὰρ φέρονται καὶ ἡ ἀρχὴ καὶ τὸ σιοιχεῖον · λέγονται <γὰρ> στοιχεῖα καὶ αἱ συλλαβαὶ τῶν λόγων , καὶ ὁ θεμέλιος τῆς οἰκίας. καὶ πάλιν ·ἀρχὴ τὸ ὑλικόν, τὸ εἰδικόν , τὸ τελικόν, τὸ ὀργανικὸν καὶ ἄλλα πλεῖστα. εἶτά φησιν ὅτι μᾶλλόν ἐστιν οὐσία τὸ ὂν καὶ τὸ ἓν ἤπερ ή ἀρχὴ καὶ τὸ στοιχεῖον, ἐπειδὴ τὸ ὂν καὶ τὸ ἓν κατὰ ὄντων φέρονται, τὸ [*](6 ὁ addidi 9 ὅτι — γίνεσθαι scripsi coll. p. 445,31. 32: ὅτι οὐ δυνατὸν (dessunt V litterae) γεῖ εἰσάγων (??) οὐσίαν γίγνεται Α : ὅτι (desuut XX litterae) ἐνεργείᾳ παριὼν οὐσίαν γίνεται D 10 δὲ delevi 12 ὅλα] fort. ὅλως 22 τῷ addidi 23 κρχωρισμένων scripsi: κεχωρισμένας libri 24 ἐδείχθη scripsi: ἐδείχθησαν libri post οὐσίαι fort, addendum οὔτε δὲ τὰ μόρια τῶν ζᾠων 26 ἅ γὰρ deperditis IV quae antecedunt litteris Α: φασὶ γὰρ D: fort. legendum έν γὰρ ἦν διὰ τὴν κτλ. ἐνοῦσαν libri 29 ὑπάρχειν sequente lacuua XX litterarum D : ὑπάρχουσιν, delude VII litterae deperditae Α: ἄτε κατὰ addidi πολλῶν scripsi: πολλὰ libri ὁμώνυμα scripsi: ὁμώνυμος libri 30 ἐν Κατηγορίαις] hoc uou legitur 32 γὰρ addidi)
p. 1040a27 Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι.
* * * ἀτόμων ὁρισμὸς * * * παραλογιζόμενοι ἑαυτούς, οἷον ἐπὶ ἡλίου καὶ σελήνης· οὐ μόνον γὰρ διαμαρτάνουσι τῷ ἐπάγειν τοιούτους ὁρισμούς, ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος, τὸ ὑπὸ γῆν ἰόν, ἤγουν ἄστρον νυκτικρυφές. ἐὰν οὖν καθ' ὑπόθεσιν στῇ ὁ ἥλιος ἤγουν ἀεὶ φαίνῃ, οὐκέτι κατ' αὐτοὺς ἔσται ἥλιος. ἀλλ’ ἄτοπον εἰ μή, τουτέστιν εἰ μὴ ὑποθώμεθα αὐτὸν εἶναι καὶ στάντα ἤγουν ἀεὶ φαίνοντα, ὥσπερ ἐπί τινος οἰκήσεως. ὁ γὰρ ἥλιος οὐσίαν τινὰ σημαίνει· τῶν οὖν συμβεβηκότων αὐτοῦ ἀναιρεθέντων οὐδὲν ἧττον μένει. ἄλλως τε δὴ εἰ ἕτεροι ἐγένοντο ἥλιοι, ὥσπερ πολλοὶ ἄνθρωποι, δῆλον ὅτι εἷς ἔσται αὑτῶν λόγος κοινός. ἀλλ’ ἦν τῶν καθ' ἕκαστα ὁ ἥλιος, ὥσπερ Κλέων ἤ Σωκράτης. ὥσπερ οὖν οὐ δυνατὸν τούτους κυρίως ὁρίσασθαι, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καθόλου ὑπάρχουσιν, οὕτως οὐδὲ τὸν ἥλιον. ἐπεὶ διὰ τίνα αἰτίαν οὐδεὶς ἐπάγει ὁρισμὸν ἰδέας ἢ ἀτόμου οὐσίας, ὡς αὐτός φησιν ; εἰ γὰρ ὁρίσαιτο τὴν ἰδέαν, ἐφαρ- μόσει † καὶ οὐκ ἔστιν ἰδέα, ὥστε οὐκέτι ἔσται ἄτομος ἰδέα. διὸ ἐπήγαγε [*](f.311r) λέγων ὅτι γένοιτο γὰρ ἄν δῆλον πειρωμένῳ ὅτι ἀληθὲς τὸ νῦν εἰ- ρημένον ὅτι τῶν ἀτόμων οὐκ ἔστιν ὁρισμός.
p. 1040b5 Φανερὸν δὲ ὅτι καὶ τῶν δοκουσῶ.ν οὐσιῶν εἶναι.
Ἐντεῦθεν ἐπιλύεται τὴν ἀπορίαν τὴν λέγουσαν ὅτι οὐ δυνατόν ἐστιν ἐξ ἐνεργείᾳ οὐσιῶν γίνεσθαι οὐσίας. φησὶν οὖν ὅτι φανερὸν ὅτι καὶ τῶν [*](1 δὲ seripsi: μὲν libri 13 lemma in codicibus non distinguitur ὁρίσασθαι scripsi: ὁρίζονται libri 14 post lacunam XXIII fere litterarum ἴων ἀτόμων ὁρισμόν A: desunt XVIII litterae, deinde pergit ἄτομον ὁρισμός D: post ὁρισμὸς desunt XIX litterae Α, XII litterae D: legendum tale quid φησὶν ὅτι οὐκ ἔστι τῶν ἀιδίων ἀτόμων ὁρισμός· λανθάνουσι μέντοι γε παραλογιζόμενοι κτλ. περιλογιζόμενοι libri 17 ἤγουν—ἥλιος (18) cm. D 27 καὶ οὐκ ἔστιν] legendum fort, πᾶσιν ὧν ἐστιν ἄτομος seripsi : ἀτόμου libri 32 καὶ om. D)
p. 1041a9 ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτέον.
Προέκειτο αὐτῷ ἐξ ἀρχῆς διαλεχθῆναι περὶ τῆς οὐσίας καὶ γνῶναι τίς ἐστιν. ἡ κυρίως οὐσία· καὶ ἔλεγεν ὅτι τετραχῶς λέγεται ἡ οὐσία, ἡ ὕλη, τὸ εἶδος, τὸ συναμφότερον καὶ τὸ καθόλου τὸ ἐν πολλοῖς θεωρούμενον καὶ κατατεταγμένον ἐν πᾶσι τοῖς καθ’ ἕκαστα, οἷον τὸ ζῷον λογικὸν θνητὸν τὸ ἐξῃρημένον καὶ θεωρούμενον ἐν τοῖς ἀνθρώποις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν, ἄλλων. τοῦτο οὖν τὸ εἶδος βουλόμενος εἷναι κυρίως τὴν οὐσίαν καὶ κατασκευάζων τὸν λόγον τοῦτον τὸν τρόπον φησὶν ὅτι ἡνίκα ζητοῦμεν τὴν ὕπαρξιν τοῦ πράγματος, τὸ εἶδος ἀποδίδομεν, οἷον ὡς ἐπὶ τῆς σεληνιακῆς ἐκλείψεως τὸ εἶδος ἀποδίδομεν λέγοντες ὅτι ἀντίφραξις ὑπὸ γῆς γινο- μένη· τὸ δὲ τοιοῦτον εἶδός ἐστι τῆς ἐκλείψεως. καὶ πάλιν τί ἐστι μουσι- [*](4. 5 fort. legendum τὸ ἀίδιον καὶ τὸ φθαρτόν, οἷον ἄνθρωπον κτλ. 9 μὴ om. D 10 ἦσαν] εἰσίν Aristoteles 11 ἁ *** θεμένους] XXIX litterae exciderunt Α, XXII D: post ἴσως habet ἀναγκαῖον Aristoteles, quod tamen verbis parum convenit: sententia tale quid postulat ἀιδίους νομίζειν οὐσίας, ὁμοίας ὑποθεμένους τοῖς αἰσθητοῖς αἴσθῃ *** διαμάχεται] desunt fere XXII litterae Α, XVIII D: fort, legendum αἰσθη- τοῖς· ἰστέον τοίνυν ὅτι οὐ διαμάχεται Ἀριστοτέλης *** τοὺς] XV litterae deperditae Α, XII D: fort, addendum πρὸς τοὺς λόγους 12 post ἐνταῦθα desunt VI vel VII litterae Α: γὰρ εἶναι D: fort. γὰρ ἔοικε δηλῶσαι 14 οὐσία scripsi: οὐ- σίαι, ut videtur, Α: οὐκ D lacunam indicavi: adrlendum οὐδέ ἐστιν οὐσία fort. αὐτὰς καθ’ αὑτὰς 20 ἐπειδὴ D)
Ταυτα εἰρηκὼς ζητεῖ ἐφεξῆς περὶ τοῦ εἴδους· οἷον, εἰ τύχοι, τὸ εἶδος τῆς σαρκὸς οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων, ἀλλ’ εἶδος ἐπιγινόμενον τοῖς στοιχείοις. καὶ δείκνυσιν αὐτὸ τοῦτον τὸν τρόπον, καὶ πρῶτον μὲν ὅτι οὐ δυνατὸν αὐτὸ εἶναι στοιχεῖον. ἀνάγκη γὰρ αὐτὸ εἶναι ἦι στοιχεῖον χεῖόν ἢ ἐκ στοιχείων. λέγω <οὖν> ὅτι οὐ δυνατὸν αὐτὸ εἶναι στοιχεῖον· 〈εἰ γὰρ στοιχεῖον〉 τὸ εἶδος τῆς σαρκός, δῆλον ὅτι ἐκ τούτου καὶ τῶν ἄλλων στοιχείων γίνεται τὸ εἶδος τῆς σαρκός. τί οὖν ἐστιν τὸ ἑνῶσαν αὐτὸ τοῦτο καὶ <τὰ> ἄλλα στοιχεῖα, ὥστε ἀπογεννῆσαι τὸ εἶδος τῆς σαρκός; εἰ μὲν οὖν εἴπωσιν ὅτι τὸ εἶδος, ἔχω τὸ ζητούμενον, καὶ τοῦτό φημι εἶναι τὸ εἶδος * * * εἰ δὲ κἀκεῖ * * * πάλιν λέγομεν πρὸς αὐτοὺς ‘τί οὖν ἐστι τὸ <ἑνῶσαν> ἐκεῖνο τὸ στοιχεῖον μετὰ τῶν ἄλλων 〈καὶ ἀπο〉γεννῆσαν τὸ εἶδος;’ εἰ μὲν οὖν εἴπωσι τὸ εἶδος τῆς σαρκός, ἔχω τὸ ζητούμενον. εἰ δὲ εἴπωσιν ὅτι ἐκ στοιχείων γέγονε τὸ εἶδος τοῦτο, πάλιν ἐρώμεθα αὐ- τούς, τί οὖν ἐστι τὸ ποιῆσαν ἐν τῇ τοιᾷδε μίξει καὶ γεννῆσαν τὸ εἶδος, καὶ οὕτω πάλιν ἐπ’ ἄπειρον ὁ λόγος προέρχεται.
p. 1041a9 Ἐπεὶ οὖν ἡ οὐσία καὶ ἀρχὴ καὶ αἰτία τίς ἐστι.
Eἴρηται ἀνωτέρω ὅτι ἡ οὐσί ἀρχή ἐστι τῶν ἄλλων πάντων, εἴ γε καὶ συναναιρεῖ οὐ συναναιρεῖται δέ, καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχουσι τὰ ἄλλα πάντα † ἀλλὰ καὶ αἴτια. ἐξ αὐτῆς γὰρ τὰ ἄλλα πάντα γεννᾶται· καὶ γὰρ καὶ τὰ χρώματα τῇ τοιᾷδε κράσει συμπαρέπονται. εἶτά φησιν ὅτι τὸ διὰ τί ἐπὶ τῶν συνθέτων εἴωθε ζητεῖσθαι, καθάπερ εἴρηται ἡμῖν ἐν τῆ θεωρίᾳ. διό φησι διὰ τί ἄλλο ἄλλῳ τινὶ ὑπάρχει. τὸ γὰρ ζητεῖν ἐπὶ τῶν ἁπλῶν (ἵνα [*](f.313v) τὸν μουσικὸν ἄνθρωπον ἐνταῦθα ὡς ἁπλοῦν λάβωμεν) τουτέστι δοὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἤτοι τὸ εἰρημένον ἐστὶν ἐξ ἀρχῆς ζητεῖν, διὰ τιὸ ἄνθρωπος μουσικός ἐστι, ἢ ἄλλο. τὸ μὲν οὖν ἐπὶ τῶν ἁπλῶν ζητεῖν τὸ διότι αὐτό ἐστι , τουτέστι διότι ὁ ἄνθρωπός ἐστιν αὐτό, οὐδέν ἐστι ζητεῖν. οὔτε δὲ λέγομεν ὅτι διὰ τί ἡμέρα ἐστί; ταὐτὸν γὰρ ἡ ἐρώτησις τῇ ἀποκρίσει. ἐπὶ γὰρ τῶν ἐχόντων τὸ διὰ τί δεῖ προομολογήσασθαι τὸ ἔστι καὶ * * * καὶ τί ἐστι ψυχὴ * * * [*](5 οὖν addicli αὐτὸ εἶναι] ἔσται D 6 εἰ γὰρ στοιχεῖον addidi 8 τὰ addidi 10 εἶδος * * * εἰ δὲ] XX litterae desunt Α, XXIV litterae D: addendiun fort, τὸ ἑνῶσαν τὰ ὑλικὰ στοιχεῖα κἀκεῖ * * * πάλιν] XVI litterae exciderunt Α, XX litterae D: fort. κἀκεῖνο δεῖται τοῦ ἑνοῦντος 11 ἑνῶσαν addidi: post ἐστὶ τὸ exciderunt VII fere litterae Α: X litterae deperditae D, eui etiam ἐστι τὸ deest καὶ ἀπογεννῆσαν scripsi: γεννῆσαν post lacimam VI litterarum Α, idem sine lacuna D 12 ante τῆς II vel 111 litterae deperditae A 14 αὐτάς libri 19 ἀλλὰ] fort. αἰτιατὰ 21 καθάπερ scripsi: καὶ ἅπερ libri 22 ἄλλο om. D 26 διότι ὁ — οὔτε (27) oin. D 27 οὔτε scripsi: τοῦτο libri 29 προσομολογήσασθαι libri καὶ * * * καὶ τί] XXX litterae desunt Α, XVIII D ψυχὴ * * * ἔστιν] XXI litterae exciderunt Α, XV D, cui etiam ἐστι ψυχὴ deest)
p. 1041a32 Αανθάνει δὲ μάλιστα τί ἐστι τὸ ζητούμενον.
Φησὶν ὅτι ὑπὸ ἀπορίας παραλογίζονται ἑαυτούς. δυνατὸν γάρ ἐστι καὶ ἐπὶ τῶν ἁπλῶν εἰδῶν ζητεῖσθαι τὸ διὰ τί, ἐὰν τὸ εἶδος ὡς ἐν ὕλῃ . θεωρήσωμεν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ὥστε ταῦτα κοινὰ γίνεσθαι τοῦ ζητεῖν καὶ τοῦ μὴ ζητεῖν· εἰ γὰρ λάβωμεν αὐτὰ χωρὶς ὕλης, οὐ δεῖ ζητεῖν τὸ διὰ τί, εἰ δὲ μετὰ τῆς ὕλης, δεῖ ζητεῖν. ἐπεὶ δὲ δεῖ τὸ εἶδος, τουτέστι τὸ εἶναι, ἔχειν ὕλην καὶ ὑπάρχειν αὐτῇ, τουτέστι κατηγορεῖσθαι αὐτῆς, ἡνίκα ἔχει ζήτησιν τοῦ διὰ τί, δῆλον πάλιν ὅτι καὶ ἐπὶ τούτων τὴν ὕλην ζητεῖ, διατί ἐστιν, οἷον * * * λίθους καὶ ξύλα, καὶ * * * ἐπειδή ἐστιν ἐκ νεύρων * * * ἐνταῦθα τὸ αἴτιον ζητεῖται τῆς ὕλης· <τοῦτο δ'> ἐστὶ τὸ εἶδος καθ’ ὅ ἐστι τὸ πρᾶγμα, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. ὥστε καὶ ἐντεῦθεν φανερὸν ἡμῖν γέγονεν ὅτι ἐπὶ τῶν ἁπλῶν οὐκ ἔστι ζήιησις τοῦ διὰ τί οὐδὲ δίδαξις, ἀλλὰ τρόπος ἕτερος τῆς ζητήσεως τῶν τοιούτων, ὁ τοῦ εἰ εστι καὶ του τι ἐστιν.
p. 1041b11 ἐπεὶ δὲ τῶν ἔκ τινος συνθέτων αὕτως.
’Eνιεῦθεν δείκνυσιν ὅτι τὸ εἶδος τῆς σαρκός, καὶ ἐπὶ τῶν ἄλλων [*](f.314v) ὁμοίως, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων. φησὶν οὗν ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν οὕτως ὥστε ἕν γίνεσθαι τὸ πᾶν, ἀλλὰ μὴ ὡς σωρὸς κατά παράθεσιν, ἀλλ’ ὥσπερ ἡ συλλαβή, ἡ δὲ συλλαβή, τουτέστι τὸ εἶδος, οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τὰ βα, ὅ ἐστι τὸ ὅλον τοῦτο τὸ εἶδος τῆς συλλαβῆς, ταὐτόν ἐστι τῷ β καὶ τῷ ἁ χωρὶς καὶ χωρίς· ταῦτα γὰρ στοιχεῖα ὑπάρχουσιν· οὔτε γὰρ ἡ σὰρξ πῦρ ἐστι καὶ γῆ, τουτέστι τὸ εἶδος τῆς σαρκός· διαλυθέντων γὰρ τούτων τὰ μὲν οὐκέτι ἐστίν, οἷον τὸ εἶδος σαρκὸς καὶ ἡ συλλαβή, τὰ δὲ στποχεῖα <ἔστι> καὶ ἡ ἡγῇ καὶ τὸ πῦρ· ὥστε ἐστὶ καὶ τὸ εἶδος τῆς συλλαβῆς οὑ μόνον τὰ στοιχεῖα, τὸ φωνῆεν καὶ τὸ ἄφωνον, 〈ἀλλὰ〉 καὶ ἕτερόν τι, 〈καὶ ἡ σάρξ〉, τουτέστι τὸ εἶδος τῆς σαρκός, οὐ μόνον πῦρ καὶ γῆ ἢ τὸ θερμὸν καὶ φυχρόν, ἀλλὰ καὶ ἕτερόν τι. τὸ οὖν εἶδος τῆς σαρκὸς ἀνάγκη στοιχεῖον εἶναι ἢ 〈ἐκ στοιχείων. εἰ μὲν [*](3 διὰ τί scripsi: διότι libri 6 ἐπεὶ δὲ Aristoteles: ἐπειδὴ libri 9 οἶον * * * λίθους] XVII fere litteiae desunt AD: addendum tale quid διὰ τί οἰκία; τῷ συγ- κεῖσθαι ὡδὶ 10 καὶ * * * ἐπειδὴ] XV fere litteiae deperditae Α: nulla lacuna D: fort, addendum καὶ διὰ τί ἄνθρωπος τοδὶ σῶμα νεύρων * * * ἐνταῦθα] desunt VIII litterae A, XXII D: fort, excidit καὶ τῶν ἄλλων μορίων 11 τοῦτο δ’ addidi ex Arislotele: VI litterae desunt Α, X D, cui etiam ἐστὶ deest 12 τό scripsi: καὶ D: legi non potest, quod habet Α 16 σύνθετον D 18 οὔτε (ante ἐκ) om. D 26 ἔστι ex Aristotele addidi 27 ἀλλὰ et 28 καὶ ἡ σάρξ ex Aristotele addidi 30 ἐκ — στοιχεῖον (p. 452, 1) ex Aristotele addidi: XIX litterae desunt Α, VIII D)
Τέλος τῶν εἰς τὸ Z τῶν Μετὰ τὰ φυσικὰ σχολίων Ἀσκληπιοῦ.
[*](1 λόγος * * * κα τῶν] desunt XIX litterae Α, X D: legenda videulur, quae sunt apud Aristotelem, ἐκ γὰρ τούτου καὶ πυρὸς καὶ γῆς καὶ ἔτι ἄλλου 2. 3 βαδιεῖται—· ἡ θεωρία] VIII litterae depeiditae AD: fort. ὡς εἴρηται ἐν τῇ θ. 3 ὑποθώμεθα scripsi: ὑποθ A: ἄπο D 5 στοιχείου * * * τὴν] V litterae depeiditae Α, VI D: fort. addeudum φημὶ δὴ 7 τοδὶ δὲ Aristoteles: τὸ δὲ libri 9 ἔνια Aristoteles 13 τῆς— συλ- λαβῆς Aiisfoteles: τὴν—συλλαβὴν liliri)