In Aristotelis Metaphysica Commentaria
Syrianus
Syrianus. Syriani in metaphysica commentaria (Commentaria in Aristotelem Graeca 6.1). Kroll, Wilhelm, editor. Berlin: Reimer, 1902.
Ἐν τῷ μείζονι Α τίς ἡ παροῦσα σκέψις εἰπών, ὅτι ἡ τοῦ ὄντος ᾗ [*](837a) ὅν, καὶ τίς ἡ ἐπιστήμη, ὅτι ἡ πρώτη φιλοσοφία, καὶ πόσα τὰ αἴτια, καὶ πῶς οἱ πρὸ αὐτοῦ περὶ τῶν αἰτίων τοῦ ὅπως ποτὲ ὄντος διελέχθησαν, ἔτι δὲ ἐν τῷ ἐλάττονι τῶν A δείξας, ὅτι οὔτε κατ’ εὐθυωρίαν οὔτε κατ’ εἶδος ἄπειρα ·τὰ αἴτια, νῦν ἀρχόμενος τοῦ Β πρῶτον ἀπορῆσαι χρῆναί φησιν, ἵνα τε εὐπορώτερον ἀναστραφῶμεν ἐν τοῖς προκειμένοις σκέμμασιν οὔτε γὰρ εὐπορῆσαι δυνατὸν μὴ λύσαντας τὰς ἀπορίας οὔτε λῦσαι μὴ κατανενοηκότας τὸ ἄπορον τοῦ πράγματος), καὶ ἔτι ὅπως ἄν ἴδωμεν τὸ τέλος τῆς προκειμένης θεωρίας· ἡ γὰρ λύσις τῶν ἀπόρων εὐοδίαν παρέχουσα ἐπ’ αὐτὸ καταντᾶν ἡμᾶς τὸ ἀληθέστατον τῆς θεωρίας τέλος παρασκευάσει· κἀκ τούτων δὲ καθῆκον τῷ φιλοσόφῳ τὸ ἀπορεῖν δείκνυσιν, ἵνα τῶν ἀντικειμένων λόγων ὥσπερ ἀπρόληπτος καὶ ἀδέκαστος γενόμενος διαιτητὴς ἕληται τὸ τῇ ἀληθεῖ θεωρίᾳ συμφωνότερον. ταῦτα προοιμιασάμενος ἔκθεσιν πρῶιον ποιεῖται τῶν ἀποριῶν, εἶθ’ ὕστερον ἐφ’ ἑκάστης | ἑκατέρῳ τῶν [*](837b) ἀντικειμένων συνηγορήσας λόγων ἐπιτείνει τὴν τῶν ἀποριῶν δυσκολίαν. τὰς δὲ λύσεις παρ’ αὐτοῦ μὲν οὐ χρὴ ζητεῖν ἐν τούτῳ τῷ βιβλίῳ· διαπορητικὸν γάρ ἐστιν ὅλον τὸ Β. ἡμεῖς δὲ ἅμα προτείνοντος αὐτοῦ τὰ ἄπορα δι’ ὀλίγων ἀποκρίνεσθαι πειρασόμεθα καὶ τοὺς ἀντικειμένους λόγους ἐρωτῶντος τοῖς μὲν ἀληθέσι συμφθέγξασθαι, τοῖς δὲ σοφιστικοῖς ἀνταγωνίσασθαι. κρατήσας γάρ τις τοῦ τοιούτου σκοποῦ τήν τε λέξιν τοῦ φιλοσόφου σαφῆ καταστήσει καὶ τῆς ὅλης πραγματείας τὴν προαίρεσιν ἐν οὐ πολλοῖς περιλήψεται περὶ γὰρ ὧν ἐνταῦθα προὔτεινε καὶ οὐ περί τινων ἄλλων ὁ Ἀριστοτέλης, ὅ τι μὴ πάρεργον, ἐν ταῖς ὑπὲρ φύσιν αὐτοῦ ταύταις διδασκαλίαις [*](4 ἡ alterum] περὶ Alex. recensio LF διειλέχθησαν C; nolui 7 ἄλφα C cf. ἁ 2 10 λύσαντα C utrum verum sit, nequit diiudicari 17 πρώτην C: corr. Usener 21 δι’ ὀλίγων Us.: διὰ λόγων C 26 possis ὑπερφυέσιν; sed ad metaphysicorum nomen adludit comment. Arist. VI. 1 Syrianus in Metaph.)
Πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς
`Ο μὲν ζητεῖ τοιοῦτόν ἐστιν· ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον εἰδικὸν καὶ τελικόν, ἐπί τινων | δὲ καὶ ὑλικόν, ἄρα ὁ ἐπιστήμων τοῦ 838a πράγματος εἴσεται πάντα αὐτοῦ τὰ αἴτια, εἷς ὢν καθὸ μίαν ἐπιστήμην ἔχει, ἢ πολλαὶ ἐπιστῆμαι περὶ τὰ πολλὰ διατρίψουσιν αἴτια, εἴσεται τὸ ποιητικόν, ἄλλη δὲ εἰ τύχοι τὸ ὑλικὸν ἢ τὸ τελικόν, ἄλλη τὸ εἰδικόν; ἀποκρινούμεθα οὖν ὅτι μία πάντα ἐπισκέπτεται· ἓν γάρ τι αὐτῶν ἀγνοοῦσα οὐχ ἕξει τοῦ πράγματος ἐπιστήμην. εἰ δὲ καὶ περὶ τῆς σοφία ὁ λόγος εἴη, κομιδῇ γελοῖον τὸ ἀγνοεῖν αὐτὴν οἴεσθαι τὸ ἀγαθὸν ἢ τὸ εἶδος ἢ τὸ γεννητικὸν τῶν ὄντων αἴτιον.
[*](p. 995b6)Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεινύουσι πάντες.
Ζήτει μὲν εἰ ὁ πρῶτος φιλόσοφος τὰς αἰτίας τοῦ ὄντος ἐπιστάμενος εἴσεται καὶ τὴν ἐν ταῖς πρωτίσταις καὶ ἀμέσοις προτάσεσιν ἀλήθειν, ἢ ἑτέρου μὲν ἡ γνῶσις τῶν τοῦ ὄντος ἀρχῶν, ἑτέρου δὲ τῶν ὄντων καὶ ὁλικωτάτων ἀξιωμάτων. δῆλον δέ ἐστιν ὅτι τοῦ αὐτοῦ καὶ ταύτην κἀκεῖνα γινώσκειν· οὔτε γὰρ ἀγνοῶν τὰ ἕτερα τέλειός ἐστι καὶ κατὰ τὴν ἑκατέρων τῶν ἀρχῶν εἴδησιν ἐπιστήμην ἕξει τῶν ἐπιστημῶν, διὰ μὲν τῆς τῶν ἀξιωμάτων θεωρίας ἀρχὰς εἰδὼς τὰς ἀποδεικτικὰς καὶ χορηγῶν αὐτὰς ταῖς ἄλλαις ἐπιστήμαις διαλεκτικῇ μὲν καὶ ὅλως πάσαις ταῖς συλλογιζομέναις, ὅτι μὴ δυνατὸν τὸ αὐτὸ φάναι ἅμα καὶ ἀποφάναι, φυσικῇ δὲ ὅτι μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεται, γεωμετρίᾳ δὲ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, πᾶσι δὲ καὶ πάσαις ὅτι τἀγαθὸν τὸ ἔσχατον τῶν ἐφετῶν· περὶ ὧν αἱ μὲν χρώμεναι πιστευτικὴν ἕξουσι γνῶσιν, αὐτὸ δὲ παρὰ νοῦ ταύτας ἀποδεξάμενος κρειττόνως ἡ κατὰ ἀπόδειξιν ἐπιστήσεται), διὰ δὲ τῆς τοῦ ὄντος αἰτίας πάντα τὰ ἐπιστητὰ θεωρῶν. ὥσπερ οὖν τοῦ αὐτοῦ ἐστιν ἐπιστήμην ἔχειν καὶ τὸ ἐπιστητόν, καὶ ὁ τοῦ ἑτέρου μὴ τυχὼν οὐδὲ τὸ λειπόμενον ἔχει, οὕτως ἑνὸς καὶ τοῦ αὐτοῦ ἀνδρὸς τὰς αἰτίας τῶν ὄντων ἐπεσκέφθαι καὶ τἀς ἀποδεικτικὰς ἀρχάς, δι’ ὧν τά τε ὄντα καὶ τὰς εἰδή- [*](10 τελικὸν καὶ ἄλλη Us. 13 αὐτὴν—ἀγαθὸν in ras. C 14 γενητίκὸν C 18 an ὁ τὰς? 19 ante πρωτίσταις πρώταις C sed del. 20 ὄντων corruptum; πρώτων Us. 21 ταῦτα Us. ex Α; servavi ταύτην ad ἀλήθειν v. 19 pertinens 26sqq. cf. Alex. 175,9 sqq. 28 ἀγαθὸν C: corr. Us. τὸ ἔσχατον τῶν suprascr. C2 30 an ὑποδεξάμενος? 30. 31 διὰ δὲ τῆς τῶν τοὐ ὄντος αἰτιῶν Us.)
p. 995b18 Περί τε τούτων οὖν, καθάπερ φαμέν, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἡ καὶ πέρι τὰ συμβεβηκότα καθ᾿ αὑτὰ ταῖς οὐσίαις.
Ἡ σοφία, φησί, πότερον τὰς οὐσίας μόνας ἐπισκέπτεται τῶν πραγμάτων ἢ τὰ καθ᾿ αὑτὰ συμβεβηκότα; φήσομεν ὅτι καὶ τὰς οὐσίας καὶ τὰ οὕτως ὑπάρχοντα, διὰ μὲν τῆς ἀναλυτικῆς τὰς ἀρχὰς τοῦ ὄντος λαμβάνουσα, διὰ δὲ τῆς διαιρετικῆς καὶ τῆς ὁριστικῆς τὰς οὐσίας τῶν θεωροῦσα, διὰ δὲ τῆς ἀποδεικτικῆς τὰ καθ’ αὑτᾷ ταῖς οὐσίαις υπαρχοντα συλλογιζομένη. τοῦτο δὲ οὐκ ἐν ταῖς ἁπλουστάταις καὶ κυρίως νοηταῖς 30 οὐσίαις, αἳ πᾶν ὅπερ εἰσὶ τοῦτό εἰσι διὸ μήτε ὁρισταὶ μητε γίγνονται, μόνῃ δὲ ἐπιβολῇ θεωροῦνται, καθά‘ φησιν αὐτός τε πολλαχοῦ λέγων. ‘ὁ δὲ νοῦς εἴτε ἔθιγεν ἢ οὔ’, καὶ ὁ θεῖος, κυβερνήτῃ μόνῳ νῷ θεατή’’), ἀλλ’ ἐν ταῖς μέσαις οὐσίαις, αἳ καὶ αποδεικταί εἰσι κατὰ τὰ ὑπάρχοντα ἑαυταῖς. ἔχει γὰρ οὕτω· τοῖς μὲν ἁπλουστάτοις τῶν ὄντων οὐδὲν ὑπάρχει παρὰ τὸ εἶναι αὐτῶν, ὥστε οὐκ εστιν αὐτῶν τὸ μὲν οὐσία τὸ δὲ ἄλλο τι· διὸ κρείττω ταῦτα καὶ ορισμου καὶ ἀποδείξεως· τοῖς δὲ καθόλου λόγοις καθ’ ἑαυτούς τε θεωρουμένοις και [*](10 cf. Plat. Tim. 30b sqq. 12. 13 Plat. Tim. 27d qui μὲν ἀεί, ὂν δὲ 16 Plat. resp. VI 509d sqq. 22 (??) Ar] ἐπὶ C. 25 αὑτὸ C, idem 5,1. 10 26 οὕτως] αὐταῖς Us. recte 32 cf. Ar. met. Θ 10 1051b 24 et A 7 1072b24 Πλάτων] Phaedr. 247c νῶ θεαταί C: θεατὴ νῷ Plat. 37 τὸν et λόγον et θεωρούμενον Ca)
p. 995b20 Πρὸς δὲ τούτοις . . .
Ότι μὲν τοῦ σοφοῦ κατ’ αὐτόν ἐστι τὸν Ἀριστοτέλην τάς τε οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, βοᾷ τὸ τοῦ Γ προοίμιον, τὸ “ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ καθ’ αὑτό”, ὅτι δὲ τὰ νῦν εἰς θεωρίαν ἐκκείμενα μάλιστα ἂν δόξειε τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχειν, δηλοῖ τὸ διὰ πάντων αὐτὰ πεφοιτηκέναι τῶν ὄντων· ἡ γὰρ ταὐτότης καὶ ἡ ἑτερότης καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης καὶ ὅσα νυνὶ προὔτεινεν οὐκ ἐν τοῖσδε μὲν ἐνορῶνται τῶν ὄντων ἄλλων δέ τινων ἀποστατοῦσιν, ἀλλ’ ἄνωθεν ἀπὸ τῶν νοητῶν ἀρξάμεναι καὶ πᾶν τὸ νοητὸν καὶ θεῖον διακοσμήσασαι διὰ ἰῆς ψυχικῆς οὐσίας ἐπὶ τὴν φύσιν τῶν ὅλων καὶ τὸν οὐρανὸν καὶ τὴν γένεσιν καταντήσασαι ταὐτότητος μὲν καὶ ἰσότητος καὶ ὁμοιότητος 〈παρὰ〉 τῆς τοῦ ἑνὸς παναγάθου φύσεως τοῖς οὖσι μεταδεδώκασιν· ἑτερότητας δὲ καὶ ἀνομοιότητας καὶ ἀνισότητας ἐναντιώσεις τε καὶ <τὸ> πρότερόν τε καὶ ὕστερον καὶ τὰ τοιαῦτα παρὰ τῆς γονιμωτάτης καὶ ἀνεκλείπτου τῶν πάντων αἰτίας τῆς ἀπειροδυνάμου δυάδος ταῖς τε ἀοράτοις οὐσίαις καὶ ταῖς αἰσθηταῖς κεχορηγήκασιν· ὡς μήτε μεταξὺ φύσιν εἶναι τῶν ἀμερίστων καὶ μεριστῶν μήτε καθ’ ὑπερβολὴν ἐξῃρημένην οὕτω τῶν ὅλων μήτ’ εἰς <τὰς> τῶν δημιουργημάτων ἀποτελευτήσεις ἀπερριμμένην, ἥτις οὐχὶ τούτοις διακεκόσμηται τοῖς εἴδεσι. καὶ διὰ τοῦτο Πλατῶν ἐν τῷ Σοφιστῇ τὰ γένη τοῦ ὄντος διερευνώμενος, ἃ διὰ πάντων φοιτᾷ τῶν ὄντων, ταὐτότητα καὶ ἐτερότητα καὶ οὐσίαν καὶ στάσιν καὶ κίνησιν ἀπηριθμήσατο, εντι δὲ τὴν τοῦ μὴ ὄντος φύσιν ἐνέφηνεν, ἣ πάσης μὲν διαφοράς πάσης δὲ ἀντιθέσεως καὶ ἐναντιώσεως τὴν μίαν αἰτίαν ἀποφέρεται. καὶ ἔτι ἐν τῷ Παρμενίδη τὰ πρῶτα τῶν εἰδῶν ἀπαριθμούμενος ὁμοιότητος μέμνηται καὶ τῶν ἄλλων ὁμοίως πρότερον τῶν ὑποθέσεων <ἐν> τοῖς περὶ τῶν ἰδεῶν σκέμμασι ἐν αὐταῖς ταῖς ὑποθέσεσι, διὰ μὲν ἰῆς πρώτης μόνην τὴν τοῦ ἑνὸς υπερούσιον καὶ ἀπλήθυντον ἀγαθότητα τούτων ἐξαίρων, διὰ δὲ τῆς δευτέρας [*](3 ἤδη Us.: δὴ C 10 καθ’ αὑτὸ C γάμμα C 15 οὐκ suprascr. C2 19 παρὰ add. Us., possis etiam ἐκ 21 τὸ addidi 22 γονιμωτάτης, ωτάτης e corr. Cb 23. 24 κεχωρηγήκασιν C 25 τὰς add. Α 27 Plat. Soph. 254d sqq. 29 ἀηριθμήσατο: ἀπῆ e corr. Cb 31 cf. Plat. Parm. 129 d, 136b 33 ἐν cum Bagolino add. Us. 34.35 ὑπερουσίαν C: correxi 35 nempe ἐξαίρων Plat. Parm. 142b οὐδενὸς ἀποστατεῖ τῶν ὄντων 144b))
p. 995b27 Καὶ πότερον . . . καθ’ ἕκαστον.
Δύο προτείνεται νυνὶ παρ’ αὐτοῦ, ἓν μέν, εἰ τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἰτίας, στοιχεῖα δὲ ὡς [*](6 ἐπιστημονικῶς Us. 7 ἰῶτα C 9 διαλεκτικῶς C1 corr. C2 16 post ἐνδόξως lacunam statuit Us. 17 ἡ δόξα Us. ex dett. 20 ἀιδιότητα C, ex Bag. corr. Us. 25 τὰ τινὶ Us.: possis 〈τά τε ἀξιώματα〉 τά τε 26 τὸν add. Us. 30 καὶ del. Bag. κατὰ πλάτος Us., sed gravior corruptela: fuit fere στάσιν κατέχειν τὸ ὅλον πλάτος 37 αἴτια coni. Us.)
p. 995b31 Μάλιστα... ἀριθμόν.
[*](841a)Τῶν φυσικῶν τὴν ὕλην μόνην ὁρώντων καὶ ταύτην ὕδωρ ἢ ἀέρα ἢ πῦρ εἶναι λεγόντων, ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ τινες πρὸ αὐτῶν, τῶν δὲ χωριστὸν αἴτιον τῆς ὕλης ἀπολειπόντων, ὡς αὐτός τε καὶ Πλατῶν, εἰ καὶ αὐτὸς μὲν ὡς ὀρεκτὸν τῶν πάντων αὐτὸ αἴτιον ὑποτίθεται, Πλατῶν δὲ καὶ ὡς γεννητικὸν τῶν ὅλων, εἰκότως τούτοις προτείνει, ποία τῶν ὑπολήψεων ἀληθεστέρα. καὶ δῆλον ὅτι ἡ αὐτοῦ καὶ ἡ Πλάτωνος. ὅταν δὲ προσεπιζητῇ πότερον ἓν τὸ χωριστὸν αἴτιον ἢ πολλά, καὶ ἓν φήσομεν καὶ πολλά, συντεταγμένου τοῦ πλήθους πρὸς τὸ ἓν καὶ ὡς πρὸς ἐφετὸν οἰκεῖον ἀνατεινομένου, καθὰ καὶ αὐτὸς ἐν τῷ Λ παραδέδωκεν.
p. 995b34 Καὶ πότερον ἔστι . . . ὄντων,
Ζητεῖ μὲν ἐν τούτοις, εἰ ἔστι παρὰ τὸ σύνθετον καὶ εἰδοπεποιηένον τά τε καθόλου καὶ τὰ καθ’ αὑτὰ εἴδη, καὶ εἰ πάντων ἐστὶ φυσικῶν τε καὶ τεχνητῶν, καλῶν τε καὶ αἰσχρῶν, ἀγαθῶν καὶ κακῶν, τελείων καὶ ἀτελῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ, καὶ ποίων μέν ἐστι, ποίων δὲ οὐκ ἔστι. τὴν μὲν οὖν ἀκριβῆ περὶ τούτων διαίρεσιν εἴσεταί τε ὁ βουλόμενος ἐκ τῶν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ περὶ ἰδεῶν πεφιλοσοφημένων, καὶ ἡμεῖς ἐν ἄλλοις ποιησόμεθα ζητοῦντες, εἰ καὶ τῶν καθ’ ἕκαστα γενητῶν καὶ τῶν μερῶν οἷον ποδὸς δακτύλου καὶ τῶν ποιοτήτων ἢ ὅλως συμβεβηκότων ἔστιν εἴδη ἐν φύσει ἢ ἐν ψυχῇ ἢ ἐν νῷ· νυνὶ δὲ ὁλοσχερέστερον καὶ ὅσον ἀναγκαῖον ὑπὲρ τῶν θείων καὶ νοητῶν εἰπεῖν αἰτίων ἐροῦμεν. φαμὲν οὖν αἰσχρῶν μὲν καὶ ἀτελῶν καὶ κακῶν μηδ’ ὅλως εἶναι ἰδέας· κατὰ ἀπόπτωσιν γὰρ ταῦτα πρὸς τοῖς τελευταίοις ὑφίσταται τῆς φύσεως ἢ τῆς μερικῆς ἀσθενούσης ψυχῆς διὰ τὸ μὴ κρατεῖν τῆς ὑποκειμένης ἀοριστίας· τῶ.ν μέντοι κατὰ φύσιν συνισταμένων οὐσιῶν καὶ διὰ παντὸς ὑπαρχουσῶν εἶναι τὰ δημιουργικὰ εἴδη, ὥσπερ τῶν τεχνητῶν ἐν τῆ τέχνῃ. ἀλλὰ τῶν μὲν κατὰ τὴν τέχνην καὶ αὐτὸς συγχωρεῖ· πολλαχοῦ γὰρ ἐκ τῆς ἀύλου οἰκίας τὴν ἔνυλόν φησιν ἀποτελεῖσθαι, καθάπερ καὶ ἐν τῷ Z λέλεκται τῆσδε τῆς πραγματείας· τῷ δὲ παραδείγματι τῶν τεχνῶν, τῇ πάσῃ φημὶ δημιουργίᾳ, τῆς εἰδητικῆς διακρίσεως οὐκέτι μεταδίδωσι. καίτοι πῶς ἂν ἡ μιμουμένη τὴν φύσιν οὕτω μόνως ἄν ἐποίησεν, εἰ μὴ πολὺ πρότερον ἡ φύσις αὐτὴ τοῦτον ἐδημιούργει τὸν τρόπον;
p. 996a1 Ἔτι . . . ὑποκειένῳ.
Τὸ μὲν ὡρίσθαι τὰς ἀρχὰς ὡς ὁμολογούμενον ἐν τούτοις δέχεται· [*](4 ταύτης C: corr. Us. 5 αὐτοῦ Us. 11 Ar. met. Λ 10 18 cf. Plotin. V 7. 9 Iambl. ap. Procl. in Tim. 70e. 98b. 134b 19 cf. ad M 1078b12 21 ὁλωσχερέστερον C 29 ζῆτα C cf. Z 7. 1032b 12 cf. 15. 1039b24 32 μόνως suspectum: μόνη Us.)
p. 996a2 Καὶ πότερον . . . φθαρταί.
Ως δύο μὲν προβλήματα ταῦτα προτείνεσθαι δοκεῖ, <εἰ> αἱ ἀρχαὶ φθαρτῶν καὶ ἀφθάρτων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἄφθαρτα ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, πότερον πᾶσαι ἄφθαρτοι, ἢ αἱ μὲν ἄφθαρτοι αἱ δὲ φθαρταί; ὅπως δ’ ἂν ἐθέλῃ τις διαιρεῖν, ἀποκρινούμεθα πρὸς αὐτόν, ὅτι αἱ μὲν τῶν ἀφθάρτων ἀρχαί πάντων εἰσὶν ἀρχαὶ τῶν ὅπως ποτὲ ὄντων· οὐδαμοῦ γὰρ αὐτῶν ἡ γονίμη περιορίζεται καὶ ἀπειροδύναμος ἐνέργεια· αἱ δὲ τῶν φθαρτῶν οὐ πᾶσαι καὶ τῶν ἀφθάρτων. ἀμέλει αἰ προσεχεῖς ἀρχαὶ τῶν φθαρτῶν αὐτῶν εἰσι μόνων ἀρχαί, οὐ μὴν οὐδ’ αὐταὶ πᾶσαι φθαρταί· ἡ γὰρ κυκλοφορία τὴν ποιητικὴν αἰτίαν ἀποφέρεται κατ’ αὐτόν, οὐ μέντοι φθαρτή ἐστι· καὶ ἄλλα δέ ἐστιν ἄφθαρτα τῶν ἐν γενέσει αἴτια, ὥσπερ οὖν καὶ φθαρτά· ὅλως γὰρ εἰ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, πρόδηλόν ἐστιν ὅτι καὶ φθαρτὸν αἴτιον ἔχει καὶ ἄφθαρτον ὁ ἄνθρωπος. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἵππου καὶ κυνὸς καὶ οὑτινοσοῦν τῶν τῇδε· ἕκαστον γὰρ αὐτῶν καὶ μερικὸν αἴτιον ἔχει καὶ ὁλικόν· ἀρχὴν δὲ ὁλικωτέραν φθαρῆναι πάντων ἀδυνατώτατον· οὔτε γὰρ ἄν αὐτή ποτε ἔκ του οὔτε ἄλλα ἔξω αὐτῆς γενήσεται. | ταῦτα δὲ οὐ τῷ θείῳ Πλάτωνι μόνῳ, [*](842b) ἀλλὰ καὶ Ἀριστοτέλει καλῶς δέδοκται· τάς τε γὰρ τῶν ἀιδίων ἀρχὰς οἷον τὰ χωριστὰ καὶ ἄυλα εἴδη πᾶσιν εἶναι ἐφετὰ καὶ τῶν φθαρτῶν ἐνίας ἀρχὰς εἶναι ἀιδίους φησίν. ἀμέλει πολλαχοῦ μὲν καὶ ἐν τοῖς ἑπομένοις δὲ γενναίως κατασκευάσει, ὅτι οὐκ ἂν εἴη γένεσις μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος· πλὴν τοσοῦτον ἀπολείπεται τῆς πατρίου φιλοσοφίας, ὅτι τοῖς ἀύλοις εἴδεσι ποιητικὴν μὲν αἰτίαν ἢ παραδειγματικὴν οὐ δίδωσι, τελικὴν δὲ καὶ [*](2 κἄν δύο deesse putat Us. et certe deest, sed fort, paulo plura cf. PI. Phileb. 23c 4 Orph. fr. 52 Abel πρακτέα C, corr. Us. cl. Syr. ad N 1089b 20 theol. arith. 7 schol. Arat. 49,16 12 supple θεωροῖμεν ex p. 9,34 14 fort. ἑκάτερον ἀφ. <ἔχειν> 17 εἰ add. Brandis 20 ἐθέλοι C 24 μόνον Ca corr. Cb αὗται C 31 ad ἄν . . γενήσεται cf. Radermacher Demetr. de eloc. p. 68)
p. 996a4 ἔτι δὲ . . . ἀέρα.
Ὅτι μὲν οὐκ εὐκαταφρονήτους οἴεται τὰς δόξας εἶναι τῶν πρεσβυτέρων, ἀλλὰ πολλῆς ἐπισκέψεως καὶ μάλιστα τἀς περὶ τῶν πρωτίστων ἀρχῶν, θαυμάσειεν ἄν τις αὐτὸν τῆς ἐπιεικείας. ὅτι δὲ πολλῶν οὐσιῶν ὁρωμένων τε καὶ νοουμένων ἀνάγκη πάσας ἐκ μιᾶς ἠρτῆσθαι, ἣν πρώτως ἄν τις ὂν προσαγορεύσειεν, οἶμαι συγχωρήσειν αὐτόν. ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ἀναγκαίως οἷς τίθησι, ταῦτ’ ἂν εἴη λέγειν ἡμέτερον. καὶ δὴ λέγομεν, ὡς οὐκ ἂν πάντα τὰ ὄντα τοῦ πρώτως ὄντος ἐφίετο, εἰ μὴ παρ’ αὐτοῦ τὴν ἑαυτῶν ἐκαρποῦντο τελειότητα, καὶ πρὸς ὃ διὰ παντὸς τοῦ αἰῶνος ἀνήρτηται, παρὰ τούτου καὶ τὸ εἶναι δι’ αἰῶνος ὑπεδέχετο. ὥστε εἰ τὸ πρώτως ὂν ἐφετὸν τοῖς πᾶσι, καὶ τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον, αὐτὸ μὲν οὐδὲν ὂν ἄλλο ἢ τὸ πρώτως ὄν, ἵνα ᾖ πάντων τῶν ὄντων αἴτιον, παράγον δὲ ἀφ’ ἑαυτοῦ τόν τε οὐσιώδη ἀριθμὸν καὶ τὰ ὄντως ὄντα καὶ νοητὰ εἴδη. ἀλλ’ ἐπειδὴ τὸ ὃν τοῦτο, καὶ εἰ πάντων ἐστὶ τῶν ὄντων ἀρχή, συντέτακταί πως αὐτοῖς καὶ διὰ τοῦτο πλήθους οὐ πὰν· τελῶς ἐστιν ἀνέμφατον, δεῖ πρὸ αὐτοῦ τὸ ὑπερούσιον ἓν θεωρεῖν ἁπλότητι καὶ ὑπεροχαῖς ἀνεπινοήτοις ἀπάντων τῶν ὄντων ἐξῃρημένον, ὅ κυρίως μὲν ὀνομάζειν ἀδύνατον, οἰκειότερον δ’ ἄν τις τὸ ἓν προσείποι μᾶλλον ἡ ἄλλο ·ὁτιοῦν, διότι πᾶσι τοῖς οὖσιν ἑνώσεως γίνεται <αἴτιον>, ὅ ἐστι πρὸς αὐτὸ ἐξομοιώσεως. ἀναγκαίως ἄρα καὶ ἓν καὶ ὂν οἱ Πυθαγόρειοι Προϋπετίθεντο τῶν ὅλων πραγμάτων, τὸ μὲν ἑνώσεως καὶ τῶν ἀγαθῶν ἁπάντων αἴτιον τοῖς οὖσι, τὸ δὲ τοῦ εἶναι καὶ τοῖς ἄλλοις τῶν εἰδῶν τὴν κυρίαν ἀρχὴν | παρεχόμενον. δοκεῖ δέ μοι μηδ’ Ἐμπεδοκλῆα ἄλλο τι [*](843a) τὴν φιλίαν ὑποτίθεσθαι ἢ τὸ ἕν, πλὴν οὐ τὸ πᾶσιν ἀσύντακτον, ἀλλ’ ᾧ συντάττεται ἡ ἀόριστος δυάς, ἣν νεῖκος ἐκεῖνος προσαγορεύει, αφ’ ὧν ὄη τό τε πρώτως ὂν ὑφίστησι καὶ τὰ νοητὰ πάντα καὶ τὸν αἰσθητὸν διάκοσμον· εἰ γὰρ ἑνώσεως μὲν τῷ σφαίρῳ, ὃν κατὰ τὸ πρώτως ὃν τάττομεν, ἡ φιλία γίγνεται κατὰ τὸν φιλόσοφον τοῦτον αἰτία, πολλαπλασιασμοῦ δὲ καὶ ἑτερότητος καὶ γονίμων προόδων τὸ νεῖκος αἴτιον, πῶς οὐχὶ κατὰ μὲν τὸ ἓν ἡ φιλία, κατὰ δὲ τὴν δυάδα τὸ νεῖκος παρείληπται; ἐπεὶ καὶ Πυθαγόρειος ὢν Ἐμπεδοκλῆς πῶς ἄν τὰς Ὀρφικὰς ἡ τὰς Πυθαγορείους ἀρχὰς ἠθέτησεν; εἰ δὲ Θαλῆς μὲν ὕδωρ τὸ ἓν καὶ τὸ ὂν ἔλεγεν, ἄλλος δὲ ἄλλο τι τῶν φαινο- [*](5 νϋ(??) C corr. Bag. 6 ἔτι] ἔστι C 8 ἀλλ’ ἀξίας πολλῆς coni. Us., et excidit aut hoc aut δεῖσθαι 9 nempe <οὐσῶν> οὐσιῶν 11 ἑαυτὸν C 15 τοῦ εἶναι C 22 ἀνεπινοήτως C, corr. Us. 24 αἴτιον add. Α 26 προϋπεθεντο Ca, τί suprascr. Cb)
p. 996a9 Καὶ . . . κίνησιν.
Αἱ κυρίως ἀρχαὶ καὶ ὑπὲρ τὰ καθόλου γένη καὶ εἴδη θεωροῦνται καὶ ἔτι πολλῷ πλέον ὑπὲρ τὰ καθ’ ἕκαστα. ἔχει γὰρ οὕτως· ἐν τῇ ὕλῃ τὰ καθ’ ἕκαστα θεωρεῖται, ἐν δὲ τῇ φύσει καὶ ψυχῇ τὰ καθόλου προυπάρχει τῶν αἰσθητῶν αἴτια γιγνόμενα, τῆς μὲν φύσεως τὰ οἷον εἰδικώτατα εἴδη ἐχούσης, ὑφ’ ὧν προσεχῶς τὰ ἔνυλα γεννᾶται καὶ τὰ καθ’ ἕκαστα, τῆς δὲ ψυχῆς καὶ ταῦτα μὲν καὶ πρὸ τούτων δὲ τοὺς ὁλικωτέρους λόγους προειληφυίας, δι’ ὧν τά τε γένη διαιροῦσα τὰ πλήθη τῶν λόγων πάλιν ὁρίζουσα θεωρεῖ τὰ πάντα, κατιοῦσά τε καὶ ἀνιοῦσα καὶ τὸ ὅλον διαιρετικῶς τε καὶ ἀναλυτικῶς ὁριστικῶς ἐνεργοῦσα. τούτων δὲ αὐτῶν ὑπερίδρυται τὰ εἴδη τὰ δημιουργικά, καὶ πάλιν αὐτῶν τούτων ὑπέρτεραι τῶν ὅλων αἱ ἀρχί. καὶ τοσαῦτα μὲν πρὸς τὸ πρῶτον ἐρώτημα, εἰ χρὴ δι’ ἐλαχίστων περὶ μεγάλων εἰπεῖν. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὸ μὲν δυνάμει καὶ πάντῃ τῶν κυρίως ἀρχῶν ἐξοριστέον· ἀτελὲς γὰρ τοῦτο καὶ ἄγονον καὶ τῇ ὕλῃ πρεπωδέστερον, τὸ δὲ ἐνεργεία μᾶλλον αὐταῖς αὐταῖς πλὴν ὅτι τινὲς οὐδ’ ἐνεργείᾳ λέγοιντ’ ἂν εἶναι, ἀλλ’ αὐτὸ μόνον ἐνέργεια. εἴη δ’ ἂν ἡ τῶν πάντων ἀρχή, εἰ θεμιτὸν εἴη λέγειν, οὐ μόνον ὑπὲρ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλὰ καὶ ὑπὲρ αὐτὴν <τὴν> ἐνέργειαν. πρὸς δὲ τὸ τρίτον, ὅτι αἱ μὲν ἀκίνητοί εἰσι τῶν ἀρχῶν, ὅσαι τῶν ἀιδίων εἰσὶν αἴτιαι, αἱ δὲ κινοῦντι, ὅσαι τῶν [αἰτιων] γιγνομένων καὶ φθειρομένων, ὥσπερ ὁ ἥλιος καὶ ἡ τοῦ αἰθέρος κυκλοφορικὴ περίοδος.
p. 996a12 Πρὸς δὲ τούτοις . . . ἢ ἐν τούτοις.
Δόξειε μὲν ἂν τὸ οὐσίαι ἐν τούτοις ἀντὶ τοῦ ὄντα παρειληφέναι· οὐ γὰρ δήπου τὴν στιγμὴν τὴν ἐν τοῖς αἰσθητοῖς καὶ γραμμὴν οὐσίαν ᾤετο εἶναι· οὐ μὴν ἀλλ’ ἐν τοῖς | ἑπομένοις τὸ οὐσιῶδες αὐτῶν ἐπιζητήσει. 843b ἡμεῖς τοίνυν καὶ τὸ εἶναι αὐτῶν καὶ τὸ οὐσιῶδες ἐκφαίνομεν πολλαχῶς εἶναι λέγοντες ταῦτα· καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς τῆς φύσεως ἔργοις ἴδοι ἄν τις καὶ σχῆμα καὶ ἀριθμὸν καὶ ἐπιφάνειαν φυσικὴν καὶ ταύτης πέρατα, ἔτι δὲ καὶ ἐν τῇ φαντασίᾳ ἡμῶν καὶ ἐν τῇ δόξῃ ταῦτα συνίσταται, εἴτε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, ὡς αὐτῷ ἀρέσκει, ληφθέντα, εἴτε καὶ τελειωθέντα παρ’ ἡμῖν ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς εἰδῶν. ταῦτα οὖν τὰ φανταστὰ καὶ τὰ δοξαστὰ τοῦ μὲν εἶναι μετέχει, οὐσίαι δὲ οὔκ εἰσι· διὸ καὶ ὑπὸ ποσότητα μᾶλλον ἢ ποιότητα ἢ ἄλλην κατηγορίαν ἀνάγοιντ’ ἄν· οἱ δὲ οὐσιώδεις τῆς ψυχῆς λόγοι οἱ ταῦτα ἔχοντες ἤδη οὐσίαι. εἰ δὲ καὶ τὰ [*](10 ἐρίζουσα C, corr. Us. 13 possis πάλιν αὖ τούτων 18 μόνον Us.: μᾶλλον C (cf. Jacobs ad Achill. Tat. 697 Toiip ad π. ὕψ. 526) 20 τὴν add. Us. 22 αἰτίων ortum ex ἀιδίων seclusi, ἀεὶ Us. 24 ἢ ἐν τούτοις ut Ar. cod. Ε et Alex, ἡ ἐνυπάρχουσαι ἐν τούτοις Ar. cod. Ab 30 an τὰ αὐτῆς?)
Τοσαῦτα προτείνας ὁ φιλόσοφος οὗτος τἄπορα πάλιν ἀναλαβὼν ἀπὸ τοῦ πρώτου πειρᾶται ἰοὺς ἐφ’ ἑκάτερα γυμνάζειν λόγους, ἵνα τῶν ἀντικειμένων ἀκούοντες ἐπιχειρημάτων μετὰ πολλῆς βασάνου καὶ κρίσεως ἐπιστατικωτέρας τοῖς τοῖς ἀληθεστέροις προσθώμεθα. τοσοῦτον οὖν ἐπισημηνάμενοι, ὅτι οὐχ ἁπανταχοῦ τῇ τάξει τῶν προβλημάτων ἀκολουθεῖ, πειραθῶμεν ἤδη γυμνάζοντι τοὺς ἀντικειμένους λόγους συνοδεύειν αὐτῶ, καὶ τοῖς μὲν εἰς τὸ ἀληθὲς ὁρῶσι συμφθέγγεσθαι, τοῖς δὲ σοφιστικωτέροις ἐνίστασθαι· ἀνάγκη γὰρ τῶν ἀντικειμένως παρ’ αὐτῷ κατασκευαζομένων τά μὲν πρὸς τἀληθὲς τὰ δὲ πρὸς ἀπάτην βλέπειν.
p. 996a18 πρῶτον . . . αἰτίων.
Τοῦτο ἦν τὸ πρῶιον αὐτῷ προταθέν· γένη δὲ λέγει νῦν αἰτίων τὰ εἴδη. εἶτα κατασκεθάσει πρότερον, ὅτι οὐ μιᾶς ἐπιστήμης πάντα τὰ αἴτια τοῦ πράγματος γιγνώσκειν, ὃ καὶ ψεῦδός ἐστι καὶ αὐτῷ μὴ δοκοῦν.
p. 996a20 Μιᾶς μὲν γὰρ ἐπιστήμης ... γνωρίζειν.
Ὁ συλλογισμὸς δυνάμει τοιοῦτός ἐστιν· τὰ αἴτια τὰ τῷ εἴδει διαφέροντα οὐκ ἐστιν ἐναντία· τῶν τῷ εὕει διαφερόντων καὶ μὴ ὄντων εναντίων οὐκ ἔστι μία ἐπιστήμη· τῶν αἰτίων ἄρα οὐκ ἔστι μία ἐπιστήμη. καὶ ἐν δευτέρῳ σχήματι· τὰ αἴτια <τὰ> τῷ εἴδει διαφέροντα οὐκ ἐναντία· τὰ ὑπὸ μίαν ἐπιστήμην ἐὰν τῷ εἴδει διενέγκῃ, ἐναντία ἐστί· τὰ αἴτια οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην. ὅπως δ’ ἂν ἔχῃ, ψευδὴς μέν ἐστι πάντῃ καὶ πάντως ἡ μείζων πρότασις· οὐ γὰρ εἰ τῶν ἐναντίων μία, τῶν οὐκ ἐναντίων οὐ μία, οὐδ’ εἰ τἀναντία ὑπὸ μίαν, εὐθέως καὶ τὰ ὑπὸ μίαν ἐναντία. μήποτε δὲ οὐδ’ ἀεὶ τὰ αἴτια τῷ εἴδει διαφέρει, ὡς καὶ αὐτὸς ἐν τῷ Β τῆς Φυσικῆς ἐπέστησεν, ὅτι σὺν τρέχει ποτὲ τῷ εἴὸει καὶ τὸ τέλος καὶ 844a τὸ ποιοῦν κατὰ τὸ ὁαοειδές.
p. 996a21 Ἔτι . . . φύσιν.
Ὁ συλλογισμὸς τοιοῦτος· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν περὶ τὰ ἀκίνητα ἔχουσιν · αἱ περὶ τὰ ἀκίνητα ἔχουσαι πάντα τὰ αἴτια οὐ γιγνώσκουσιν, σκουσιν, ἐπεὶ μηδ’ ἔστιν ἐν τοῖς ἀκινήτοις ποιητικὸν ἡ τελικὸν αἴτιον· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν οὐ πάντα τὰ αἴτια γιγνώσκουσιν. ἐν τούτοις πάλιν ἡ μείζων ψευδής· ἔστωσαν μὲν γὰρ αἱ θεωρητικαὶ τῶν [*](11 ἀντικειμένων C, corr. Α IG τοῦ πράγματος cf. Ar. 996 b4 18 cf. Alex. 181,2 19 et 20 καὶ μὴ et οὐκ ἔστι μία in ras. Gb ὄντων ἐναντίων in mg. 21 τὰ add. Us. 23 ἔχοι C 27 Ar. phys. II 7 198a24)
p. 996b1 Ἀλλὰ... ὑπάρχειν.
[*](844b)Τὸ ἀντικείμενον κατασκευάζει, ὃ καὶ ἀληθές ἐστι, τὸ μίαν ἐπιστήμην τὰς αἰτίας πάσας εἰδέναι τοῦ ἐπιστητοῦ, καὶ ἀρεστὸν αὐτῷ. ἔστι δὲ ἡ μὲν τοῦ ὅλου δόγματος ἀπόδειξις σφόδρα καὶ σύντομος καὶ σαφής· ἔνια δὲ τῶν διὰ μέσου δεῖται βραχείας ἐξετάσεως. φησὶ δὲ ὅτι εἰ ἄλλη μὲν τὴν ποιητικὴν αἰτίαν εἰδείη, ἄλλη δὲ τὴν τελικήν ἐνδέχεται γὰρ τὸ πρᾶγμα πάσας ἔχειν), πολλαί τε σοφίαι ἔσονται καὶ ἀμφισβητήσουσι περὶ πρωτείων καὶ οὐδεμία κατὰ τὸ ἀληθὲς αὐτῶν ἔσται σοφία. ἅπασαι γὰρ ἀτελεῖς ἅτε τὴν τῶν αἰτίων γνῶσιν κατανειμάμεναι· γελοία μὲν γὰρ ἡ τὸ ποιητικὸν αἴτιον εἰδέναι προσποιουμένη. ὅταν μήτε τί ἐστι τὸ πρᾶγμα γιγνώσκῃ, μήτε ἐφ’ ᾧ γέγονεν ἢ ἔστιν. ἀτελὴς δὲ καὶ ἡ τὸ τί ἐστιν ἐπεσκέφθαι λέγουσα, ὅταν μήτε τὴν ἀρχὴν τῆς κινήσεως ἐπίστηται μήτε τὸ οὗ ἕνεκα γιγνώσκῃ· ἡ δὲ τὸ τέλος μὲν ὡς οἴεται προειληφυῖα, μήτε δὲ οὗ τέλος ἐστὶ μήθ’ ὅθεν ὑπέστη τὸ πρᾶγμα γιγνώσκουσα, πῶς οὐκ εὐκαταφρόνητος; ὥστε οὐκ] ἔστιν ἡ ἐπιστήμη μία, ἣ πάσας τὰς αἰτίας θεωρεῖ. ταῦτα μὲν ὅλην περιέχει τῆς κατασκευῆς τὴν δύναμιν. ἐπιδράμωμεν δὲ τὸ ῥητόν· οἷον οἰκίας, ὅθεν μὲν ἡ κίνησις, ἡ τέχνη καὶ ὁ οἰκοδόμος, οὗ δ’ ἕνεκα τὸ ἔργον . . . λόγος. ταῦτα κατασκευαστικὰ τοῦ πάντα τὰ αἴτια ἐνίοις ὑπάρχειν. τὸ δ’ οὗ ἕνεκα καὶ τέλος τῆς οἰκίας τὸ ἔργον αὐτῆς εἶναί φησι, τουτέστι τὸ σκέπειν ἡμᾶς καὶ φυλάττειν τὰ ἀναγκαῖα τῶν σκευῶν· τοῦτο γὰρ ἔργον | οἰκίας καὶ τούτου χάριν τὴν πρώτην ἐγένετο.
[*](845a)p. 996b8 Ἐχ . . . προσαγορεύετιν.
Eἴρητο περὶ σοφίας ἐν τῷ μείζονι Α, ὅτι ἡ ἀρχιτεκτονικωτέρα τῶν ἄλλων καὶ διδασκαλικωτέρα καὶ πλεῖστα εἰδυῖα καὶ ἀκριβέστατα. φησὶν οὖν ὅτι κατὰ τούτους τοὺς προσδιορισμούς, εἰ μὴ μία τὰ αἴτια πάντα εἰδείη ἀλλ’ ἑκάστη ἕν, ἀμφισβητήσουσιν ἀλλήλαις αἱ ἐπιστῆμαι· βελτίστη μὲν γὰρ καὶ ἀρχικωτάτη ἡ τὸ τέλος καὶ τἀγαθὸν ἐπεσκεμμένη, ἀποδεικτικωτάτη δὲ καὶ ὁριστικωτάτη ἡ περὶ τὸ εἶδος ἀναστρεφομένη. ἐν δὲ ταῖς πράξεσι καὶ πᾶσι τοῖς κινουμένοις ἐὰν μὴ τὴν ἀρχὴν τῆς κινήσεως ἐγνωκώς τις ὑπάρχῃ, σχεδὸν οὐδενὶ τοῦ πράγματος παρακολουθεῖ. τὴν δὲ ποιητικὴν αἰτίαν ἀντίθετον εἶναί φησι τῇ τελικῇ, ὅτι ἡ μὲν ἀρχὴ κινήσεως ἐστιν ἡ δὲ τέλος. προσεκτέον δὲ πάλιν τῷ ἰδιώματι τῆς φιλοσοφίας αὐτοῦ, ὅτι τῶν κινουμένων μόνων ἀρχὴν εἶναι ποιητικὴν ὑπείληφε, τῶν δὲ ἀκινήτων οὐκέτι. ἀλλὰ ταῦτα μὲν ἐκ πλειόνων ἀθροιστέον· ὅπως δὲ παρίστησι τὸ βασιλικὸν τῆς τὸ τέλος θεωρούσης ἐπιστήμης, ἀκούσωμεν αὐτοῦ λέγοντος· ᾗ μὲν . . τἆλλα· καθὸ μὲν γὰρ ἡ σοφία τὸ ἀρχικὸν ἔχει καὶ δεσποτικὸν τῶν ἄλλων ἐπιστη- [*](2 post ἀληθές ἐστι sequi debebat καὶ ἀρεστὸν αὐτῷ; hyperbaton oifendit Usenerum 6 εἰδοίη C 14 οὐκ delevi; εἰ μὴ ante μία add. Us. 23 cf. Ar. 981b28 sqq. 24 an ἀκριβεστάτη? cf. Ar. 982a25 Alex. 184,18 25 προδιορισμοὺς Us.)
p. 996b13 Ἡι δὲ... πέφυκε.
Καθὸ δέ, φησίν, ἡ σοφία τῶν πρώτων αἰτίων ἐστὶ καὶ τοῦ δυναμένου μάλιστα γνωσθῆναι, ἡ τὸ εἶδος εἰδυῖα σοφία ἂν εἴη. πῶς μὲν οὖν ταῦτα ὑπάρχει τῇ τὸ εἶδος ἐπεσκεμμένῃ, προϊὼν εὐθὺς ἐρεῖ· τέως δὲ ὅτι πολλῶν εἰδότων τὰ πράγματα ἄμεινον οὗτος οἶδε, διὰ τῶν ἐκκειμένων δηλοῖ· εἰ γὰρ οἶδε μέν πως καὶ ὁ διὰ τῆς στερήσεως ἢ τῆς ἀποφάσεως εἰπεῖν τι περὶ τοῦ πράγματος δυνάμενος, οἷον ὁ εἰδὼς ὅτι τὸ σημεῖον ἀμερὲς καὶ τὸ θεῖον ἀθάνατον, μᾶλλον οἶδε τούτου ὁ διὰ καταφάσεως αὐτὸ γιγνώσκων καὶ τῶν ὑπαρχόντων αὐτῷ, οἷον ὅτι τὸ μέν ἐστι πέρας γραμμῆς, τὸ δὲ ἀεὶ ὂν αὔταρκες ἀγαθὸν τῶν ὄντων αἴτιον. ἔτι δὲ τούτου μᾶλλον ὁ μὴ τὴν ποιότητα τῶν πραγμάτων ἢ τὴν ποσότητα λέγειν ἔχων ἡ τἀς ἐνεργείας ἡ τὰς πείσεις πάντα γὰρ ταῦτα μετὰ τὴν οὐσίαν καὶ δεύτερα τῆς οὐσίας), ἀλλ’ ὁ περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον δυνάμενος ἀναδιδάξαι πάντων ἂν τῶν ἐπιστημόνων οὗτος εἴη | τελεώτατος. πῶς δὲ καὶ περὶ τὰ πρῶτα αἴτια [*](845b) ἔχει, ἀκούσωμεν αὐτοῦ κατασκευάζοντος.
p. 996b18 Ἔτι δὲ... ἄλλων.
Αἱ μὲν οὐσίαι δι’ ὁρισμῶν γνωρίζονται· διὸ ὁριστική ἐστιν ἡ πρώτη ἐπιστήμη. τὰ δὲ καθ’ αὑτὰ ὑπάρχοντα δι’· ἀποδείξεώς ἐστι γνωστά· διὸ ἡ δευτέρα ἐπιστήμη ἀποδεικτική ἐστιν. ἡ δὲ τὸ εἶδος ἐπεσκεμμένη πάντα ταῦτα εἰδυῖα ὁριστική ἐστι καὶ ἀποδεικτική· ὁριστικὴ μὲν αὐτόθεν, ἐπειδὴ τοῦτο ἦν τὸ εἰδέναι τὴν οὐσίαν τοὐ πράγματος, ἀποδεικτικὴ ὑὲ ὅτι ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων οὐ πρότερον παύεταί τις ἀποδεικνύς, πρὶν ἄν εἰς τὸ τί ἐστι καταντήση· οὐ γὰρ ἱκανὸν εἰπεῖν ὅτι διακρίνει μὲν ἡμᾶς τὸ πῦρ, συγκρίνει <δ'> ἡ χιών, εἰ τύχοι, ἀλλὰ διὰ τ·ί τούτων ἑκάτερον; ὅτι τὸ μέν, φησί, θερμὸν τὸ δὲ ψυχρόν. διὰ τί δὲ τούτων ἑκάτερον; ἐὰν μὴ εἰς τοὺς ὅρους αὐτῶν καταντήσωμεν καὶ δείξωμεν, ὅτι τοῦτ’ ἔστιν ἑκατέρῳ αὐτῶν τῷ τε πυρὶ καὶ τῇ χιόνι τὸ εἶναι, οὔκ ἐσμεν ἀποδεικτικοί. ὥστε μόνου τοῦ τὸ εἶδος ἐγνωκότος ἐστὶν ἀποδεικνύναι. καὶ αὕτη ἐστὶν ἡ πρώτη αἰτία ἡ ἐκ τοῦ ὁρισμοῦ λαμβανομένη, ἡ] πρώτη δὲ οὐ κατὰ τὴν ἀπόδοσιν ὑστάτη γὰρ εἰ τύχοι κατὰ ταύτην), ἀλλὰ τῇ φύσει πρώτη, εἰς ἣν καταντήσας ὁ ἀποδεικτικὸς ἀναπαύεται· οἷον διὰ τί ὁ πολιτικὸς μουσικὴν εἶναι̣ θέλει καὶ [*](10 post οἶδε enuntiatum relativum ad οὗτος peitinens excidisse putes ἐγκειμένων C: correxi 12 cf. Alex. 185,7 28 ἡμᾶς corruptura, ἶνας coni. Us. 29 δ’ add. Us. ex Bag. 29. 30 μὲν φύσει coni. Us. 30 fort, ἐὰν οὖν μὴ 34 ἡ del. Us. 35 φύσει ex Bag. Us.; φυσικὴ C)
p. 996b22 Περὶ . . . τῷ τέλει.
Ἀναγκαιοτάτη διὰ τούτων ἡ τῆς ποιητικῆς αἰτίας γνῶσις ἐν τοῖς πρακτοῖς καὶ ὅλως τοῖς κινητοῖς ἀποδείκνυται· ὁ γὰρ τὴν ἀρχὴν ἀγνοῶν τὴν κινήσασαν οὐδ’ ἂν τὸ εἶδος οὐδ’ ἂν τὸ τέλος εἰδείη τοῦ πράγματος. ἀμέλει πολλάκις ἤρκεσεν ἡμῖν γνῶναι ὅτι Σωκράτους πρᾶξις ἢ Πυθαγόρου, πρὸς τὸ πεισθῆναι ὅτι καλὴ καὶ ἔμφρων καὶ λυσιτελής.
p. 996b24 Ὥστε ἄλλης ἄν... ἕκαστον.
Ἐὰν οὕτω γράφηται, ὡς εἰς ἄτοπον ἀπάγοντος αὐτοῦ τὸν λόγον ἀκουσόμεθα, ὡς εἰ ἔλεγεν· ὥστε ἄλλης καὶ ἄλλης δόξειεν ἂν εἶναι σοφίας ἕκαστον εἰδέναι τῶν αἰτίων. ὃ ταὐτὸν τῷ· ὥστε πολλαὶ σοφίαι, εἰ μὴ μία τὰ πάντα αἴτια γιγνώσκει. ἐὰν δὲ οὐκ ἄλλης, ὡς ἐγκρίνει μᾶλλον Ἀλέξανδρος, ὡς ἀπὸ κοινοῦ ἀκουσόμεθα κατ’ εὐθεῖαν αὐτοῦ συλλογιζομένου, ὡς εἰ ἔλεγεν· ὥστε ἐπειδὴ ἡ τὸ αἴτιον εἰδυῖα σοφία, οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἐστὶ τὸ θεωρεῖν τὰ αἴτια, ἀλλὰ μιᾶς.
p. 996b24 Ἀλλὰ... ἀμφισβητήσιμόν ἐστιν.
Ἀπορήσας περὶ τῶν αἰτίων τοῦ ὄντος, εἰ μιᾶς ἐστιν ἐπιστήμης ἡ πάν- [*](5 ἀρίστη C: πρωτίστη Us. 6 cf. Alex. 185,30 possis <σελήνης> τὸ φῶς τὸ φῶς ora. Bag. 8 ἧς Η: οἷς C 9 aual. post. II, 10 13 τετράγωνον signo certo exprimit C 14 λέγοις Cb: λέγεις Ca μέσον Ca; corr. Cb 20 τούτων Us.: τοῦτο C 29 Alex. 186,34 )
p. 996b33 Μιᾶς . . . περὶ αὐτῶν.
Ἄρχεται κατασκευάζειν τὸ ἕτερον τῶν ἀντικειμένων, ὅτι οὐχ ἡ αὐτὴ τὰς οὐσίας εἴσεται καὶ τὰ ἀξιώματα, ὅπερ ἐστὶ ψεῦδος. ἔδωμεν οὖν, ποῦ [*](13 possis καθὼς ; initium metapbysicorum sigtiificat 19 ἢ add. Us. 20 fort. ἀλλ’ <ἀεὶ> 28 ante παρά τοῖς παρὰ τὸ del. in C 34 possis ἐπιστημόνων)
p. 997a2 Ἅμα δὲ . . . ἀξιώμασιν
Πρότερον μὲν ὁ λόγος κατασκευάζειν ἐπεχείρησεν, ὅτι οὐδεμία ἐπιστήμη τὰς ἀποδεικτικὰς οἶδεν ἀρχάς, νῦν δὲ ὅτι οὐδὲ ἐπιστηταί εἰσιν. ἴδωμεν οὖν, πῇ καὶ οὗτος ὁ συλλογισμὸς πειρᾶται σοφίζεσθαι. οὔκ εἰσι, φησίν, αἱ τῶν ἀποδείξεων ἀρχαὶ γνωσταί, εἰ μὴ καθὸ γινώσκομεν ὅ τί ποτε δηλοῦσιν· τοῦτο δὲ οὐ ποιεῖ ὁ περὶ αὐτῶν ἐπιστήμην· εἰ δέ εἰσιν ἐπιστηταί, καὶ ἀποδεικταί εἰσιν, εἰ δὲ ἀποδεικταί, καὶ ἓν ἔχουσιν ὑποκείμενον, ὥσπερ οἱ ἀριθμοὶ ἀποδεικτοὶ ὄντες ἓν ἔχουσιν ὑποκείμενον, οὗ τὰ μὲν πάθη, οἷον ἄρτιον περιττὸν καὶ αἱ τούτων συμπλοκαὶ πολλαπλασιασμοὶ διαιρέσεις, ἃ καὶ ἀποδεικτά ἐστι παρὰ τοῖς ἀριθμητικοῖς, τὰ δὲ ἀξιώματα ὡς οἱ τούτων ὁρισμοί· οὐ γὰρ οἷόν τε περὶ πάντων ἀπόδειξιν εἶναι, ὡς δέδεικται ἐν τοῖς 1 στεροις Ἀναλυτικοῖς. εἰ δὲ ταῦτα κρατοίη, πᾶσαι ἀποδεικτικαὶ περὶ τὸ ὑποκείμενον τὸ ἓν σχήσουσι τῶν ἀξιωμάτων, ὅπερ ἄτοπον· ὥσπερ γὰρ ἡ ἀριθμητικὴ περὶ πάντας τοὺς ἀριθμοὺς καὶ ἡ γεωμετρία περὶ πάντα τὰ σχήματα, οὕτως ἑκάστη τῶν ἀποδεικτικῶν περὶ πᾶν τὸ ὑποκείμενον τῶν ἀξιωμάτων· ἔλαβεν οὖν ἐκ μὲν τοῦ εἰ ἐπιστητά, ὅτι καὶ ἀποδεικτά, ὅπερ ἐστὶ ψεῦδος· ἐκ δὲ τοῦ εἰ ἀποδεικτά, ὅτι ἔχουσι πάντως ὑποκείμενον, ὃ καὶ αὐτὸ ψεῦδος· ἄλλως γὰρ τὰ πράγματα λέγεται ἀποδεικτὰ καὶ ἄλλως οἱ λόγοι καὶ αἱ προτάσεις. εἰ δὲ ὑποκείμενον σχήσει τὰ ἀξιώματα, πάθη περὶ αὐτὰ καὶ ἀξιώματα φανεῖται, ὥστε ἔσται καὶ τῶν ἀξιωμάτων ἀξιώματα· τοῦτο δὲ τὸ ἄτοπον αὐτὸς μὲν οὐ τίθησιν, ἕπεται δὲ πάντως τοῖς εἰλημμένοις· καὶ τὸ τούτω ἀκόλουθον τὸ τὰ ἀξιώματα, εἰ ἤρτηται ἄλλων ἀξιωμάτων, μὴ εἶναι [*](4 spatium quindecim fere litt. in C 5 αἶ τε Us.: αἴτιον C 13 ὃν Us.: ὃ C 20 excidit V. g. ἀποδεικτικὴν 20. 21 ἀποδεικτικαί bis Qa, corr. Cb 21 εἰσιν’̣ εἰ δὲ ἀποδεικ- in ras. Cb -ταὶ καὶ ἓν ἔχουσιν in mg. Cb 22 οὐ τὰ C ἄτριον bis babet C 34 τὸ suprascr. Cb 35 τὸ ante τούτῳ insiticium)
p. 997a11 Ἀλλὰ... ψεῦδος.
[*](847b)El μὴ ὁ αὐτὸς τὰς τῶν πραγμάτων ἀρχὰς οἶδε καὶ τὰς τῶν ἀποδείξεων, ἀλλ’ ἕτερος καὶ ἕτερος, ἀτελὴς μὲν αὐτῶν ἑκάτερος ἔσται, ὁ μὲν οὐκ εἰδὼς ἀποδεῖξαι, ὁ δὲ διακένους πλέκων συλλογισμούς, ἅτε τῶν πραγμάτων τὴν φύσιν ἀγνοῶν. ἀμφισβητήσουσι δὲ περὶ τῶν πρωτείων· μέγα γὰρ καὶ τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπεσκεμμένον τὰς πάντων περιληπτικωτάτας ἀξίωμα. τίνα τε δεῖ καλεῖν, εἰ μὴ ὁ αὐτός ἐστι τῷ σοφῷ, καὶ τέλεον ἀπορήσομεν. ὅτι μὲν οὖν τῇ αὐτῇ μεθόδῳ κατεσκεύασε τῶν τε αἰτίων πάντων τοῦ ὄντος ἐπιστήμονα εἶναι τὸν σοφὸν ἕνα ὄντα καὶ ὅτι] τῶν ἀποδεικτικῶν ἀρχῶν, ὁ μεμνημένος ἐκείνων εἴσεται· ὅτι δὲ δι’ ἐλαχίστων ἱκανῶς αὐτῷ δέδεικται τἀληθές, ἔξεστι συνορᾶν· εἰ γὰρ ἡ διαίρεσις τῶν γνώσεων ἀτελεῖς μὲν ἀμφοτέρας ποιεῖ τὰς ἐπιστήμας καὶ γελοίας καὶ ἃ προσποιοῦνται εἰδέναι οὐκ εἰδυίας, ἔτι δὲ στασιάζειν περὶ πρωτείων, τὴν δὲ ἑτέραν αὐτῶν τὴν πειρωμένην πάντα περιλαμβάνειν ταῖς οἰκείαις ἐπιβολαῖς μικροῦ καὶ ἀνώνυμον ἀποφαίνει, πῶς οὐκ ἀσφαλέστατα ἡ ἕνωσις τῶν ἐπιστημῶν κεκύρωται; καὶ εἰ τὰς ἀρχὰς τῶν ἀποδείξεων πάσαις ταῖς ἐπιστήμαις ἡ ἑτέρα αὐτῶν χορηγεῖ, τίς ἄν ἄλλη εἴη πλὴν ἡ πρώτη φιλοσοφία καὶ ἡ περὶ τὸ ὂν ᾗ ὂν διατρίβουσα; αὕτη γὰρ νοῦν μιμουμένη, παρ’ ᾧ νόησις καὶ νοητὸν οὐ διῄρηται, τῇ μὲν νοήσει διὰ τῆς γνώσεως τῶν ἀξιωμάτων ἀφομοιοῦται, τῷ δὲ νοητῷ διὰ τῆς τοῦ ὄντος θεωρίας. εἰ δὲ ἐλλείψει κατὰ θάτερα, νοῦ μίμημα ἔσται τὰ ἕτερα ἔχοντος καὶ οὐ τὰ συναμφότερα, ἢ νόησιν. ἄνευ νοητοῦ ἡ τὸ νοητὸν ἄνευ νοήσεως, ὃ ταὐτὸν τῷ νοῦν ἀνόητον μιμεῖσθαι.
p. 997a15 Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν εστιν ἢ πλείους ἐπιστῆμαι.
Ζητεῖ μὲν εἰ περὶ πᾶσαν οὐσίαν μία ἔσται ἐπιστήμη νοητήν τε καὶ. [*](5 fort. ἀλλ’ ἐστὶ μὲν ἀλλ’ ὅτι μάλιστα Us.) 9 ἓν e corr. C2 κατὰ πάντα Us. (quod ipsura exprimit κατατακτά) 17 τοῦ . . . ἐπεσκεμμένου coni. Us. egregie 20 ὅτι del. Us. 21 ὅτι Bag.: ὃ G 25 αὐτῶ C: corr. Α 26 ἀσφαλεστάτη C: corr. Us. 33 νοητοῦ Bag.: νοῦ C)
p. 997a16 Εἰ μὲν... ταύτην.
Εἴ τις, φησίν, ἄλλην μὲν περὶ τάσδε τὰς οὐσίας, ἄλλην δὲ περὶ ἑτέρας ἐπιστήμην θήσεται, ἀπορήσει τὴν περὶ ποίαν οὐσίαν στρεφο,μένην σοφίαν 848a καλέσει. ἐροῦμεν οὖν ὅτι μάλιστα μὲν μία πάσας θεωρήσει· εἰ δὲ καὶ ἄλλη ἄλλην, οὐκ ἄδηλον ὅτι ἡ περὶ τὰς πρώτας καὶ νοητὰς εἱλουμένη αὕτη ἦν ἡ πρώτη τῶν ἐπιστημῶν· ἀμέλει καὶ νῦν καίπερ πᾶν τὸ ὂν ᾗ ὂν ἐπισκεπτομένη περὶ τὸ νοητὸν ἐθέλει τὴν πλείστην καὶ τὴν καλλίστην σπουδὴν καταβάλλεσθαι. τὸ δὲ μίαν πασῶν, οὐκ εὔλογον. μέτεισι μὲν εἰς τὸ δεῖξαι καὶ τῷ ἀντικειιμένῳ παρεπόμενόν τι δυσχερές· ἴδωμεν δὲ τί ἐστι τὸ λεγομενον, ἢ διὰ τί οὐκ εὔλογον. καὶ γὰρ . . . συμβεβηκότων. καὶ τί τοῦτο ἄτοπον; καὶ γὰρ εἰ πολλαὶ ἀποδεικτικαί, οἷον γεωμετρία καὶ ἀστρονομία καὶ ἀριθμητικὴ καὶ ἄλλαι πλεῖσται, ἀλλὰ πρὸ τούτων πασῶν ἐστι μία ἡ τὸ καθ’ αὑτὸ τῷ ὄντι ᾗ ὂν συμβεβηκὸς ἐπισκεπτομένη· τίνα δέ ἐστι ταῦτα, ἐν τῷ Γ αὐτὸς ἐρεῖ σαφέστατα· ἀριθμητικὴ μὲν γὰρ τὰ τῷ ἀριθμῷ καθ’ αὑτὸ ὑπάρχοντα δείκνυσι καὶ γεωμετρία τὰ τοῖς σχήμασιν· ἐκείνη δὲ ἡ μία ἀποδεικτικὴ τὰ παντὶ τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχοντα δείκνυσιν οὐχ ᾗ τοιόνδε ἢ τοσονδί ἐστιν, ἀλλ’ ᾗ ὄν· ὥστε οὐδὲν μὲν ἄτοπον ἕπεται. ὅτι δὲ τοῦτο κατασκευάσαι πειράσεται. εἴπερ . . . μία. ὁ λόγος τοιοῦτος· εἰ μία περὶ πάσας εἴη τὰς οὐσίας ἐπιστήμη, μία πάντων ἔσται τῶν καθ’ αὑτὰ ὑπαρχόντων ταῖς πάσαις οὐσίαις καὶ ἀποδεικτική, εἴτε καὶ ἡ αὐτὴ εἴη τῇ περὶ τὰς οὐσίας αὐτὰς διατριβούσῃ εἴθ’ ἑτέρα· μή πω γὰρ περὶ τούτου, ἀλλ’ ὅτι μία ἔσται καὶ ἀποδεικτι·κή; τοῦτο, φησί, δείκνυμι. ἡ δὲ δεῖξις τοιαύτη. περὶ ὅπερ ὑποκείμενον τὸ ὅ τι θεωρεῖ μία τις ἐπιστήμη, περὶ τοῦτο καὶ ἀποδεικτικὴ μία στρέφεται, τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ δεικνῦσα ἐκείνῳ ἐκ τῶν κοινῶν ἐννοιῶν, ἰαί εἰσι πάσης ἀτοδείξεως ἀρχαί· οὐ γὰρ τὸ μὲν ὅ τι τοῦ ὑποκειμένου, τουτέστι τὴν οὐσίαν, μία θεωρεῖ, τὸ δὲ ἐξ ὧν, τουτέστι τὰ δὲ] καθ’ αὑτὰ ὑπάρχοντα, ἐξ ὧν καὶ οἱ ὁρισμοὶ καὶ τὸ τί ἐστι τοῦ πράγματος, πολλαί, ἀλλὰ μία καὶ ἡ ἀποδεικτική ἐστιν, εἴθ’ ἡ αὐτὴ οὖσα τῇ περὶ τὸ ὅ τι εἴθ’ ἑτέρα, πλὴν ὅτι μιᾶς οὔσης ἐκείνης μία καὶ αὕτη. εἰ τοίνυν πάσας τὰς οὐσίας μία θεωρήσει [*](4 ἀρεστοτέλει (έλει in ras.) C; vides recte Us. inseruisse ἀρέσκουσα 18 ἢ] nempe παὶ 23 καθ’ αὐτὸν Us. 25 nempe τοιονδὶ 35 δὲ del. Us.)
p. 997a25 ἔτι δὲ... ἄλλης.
Τοῦτο πέμπτον μέν ἐστιν ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, νυνὶ δὲ μετὰ τὸ τρίτον οὐκ εἰκῇ δοκεῖ μοι παρειλῆφθαι, ἀλλ’ ἐπειδὴ ἐν τῷ τρίτῳ τοῦτο αὐτὸ λίαν ἀμφιβόλως ἔθηκεν (εἴτε γάρ φησι τῆς αὐτῆς εἴτεἄλλης), ἠθέλησεν εὐθέως περὶ τούτου προηγούμενον λόγον ποιήσασθαι. εἴρηται μὲν ἐν τοῖς προβλήμασιν ἱκανῶς περὶ αὐτοῦ, καὶ ὅτι ἡ τὸ ὑποκείμενον εἰδυῖα πάντως καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσι· καὶ γὰρ οὐδ’ ὃ ἐπάγει νῦν, ἀνασκευαστικὴν τούτου δύναμιν ἔχει τινά. λέγει δὲ οὕτως· εἰ μὲν . . εἶναι. πρὸς ὃ φαίης ἄν ὅτι τοῦ μὲν τί ἐστιν οὐκ ἔστιν ἀπόδειξις, τὴν δὲ αὐτὴν καὶ ὁριστικὴν εἶναι καὶ ἀποδεικτικὴν οὐδὲν κωλύει, ὁριστικὴν μὲν τοῦ τί ἐστιν, ἀποδεικτικὴν δὲ τῶν καθ’ αὑτὰ συμβεβηκότων· τῆς αὐτῆς γάρ ἐστι καὶ τὸ τί κόσμος καὶ ἥλιος καὶ σελήνη θεωρῆσαι καὶ περὶ ἀιδιότητος αὐτῶν καὶ ἐνεργειῶν ἀποδεῖξαι. εἰ δ’ ἑτέρας . . . χαλεπόν. καὶ τῷ ὄντι χαλεπώτατον ἐξευρεῖν· εἰ γὰρ ἡ ἀποδεικτικὴ τῶν καθ’ αὑτὰ συμβεβηκότων ἄχρι τῆς πρώτης αἰτίας καὶ τοῦ τί ἐστιν ἄνεισι, πάντως ἔσται καὶ ὁριστική. ῥητέον δὲ ὅτι ἡ μὲν κυρίως ἀποδεικτικὴ τοιαύτη, ἤδη μέντοι καὶ ἄλλη ἐστὶν ἡ ἐξ ὑποθέσεων ἀποδεικνῦσα, ἡ οὐκ ἄνεισιν ἐπὶ τὸ τί ἐστιν, ὡς ἡ ἀστρονομία τὰ πολλά, διὸ μηδὲ εἰπεῖν ἔχει περὶ οὐσίας τῶν φαινομένων ἄστρων· ὡς ἐκ πάντων ἐκεῖνο κυροῦσθαι, ὃ ἤδη προείπομεν, ὡς ἡ μὲν περὶ τὰς οὐσίας καὶ ἀποδεικτική, οὐ πᾶσα δὲ ἀπόδειξις ἄνεισιν ἐπὶ τὴν ὁριστικὴν ἐπιστήμην, ἀλλὰ ᾗ ἄν ἔχῃ τὸν ὁρισμόν, ὡς ἀρχῇ χρῆται αὐτῷ πιστευτικῶς.
p. 997a34 ἔτι... ἐπιστήμας.
τέταρτον [δὲ] τοῦτο ἐν τοῖς προβλήμασιν ἔταξεν. ἀπεκρινάμεθα δὲ ἐν ἐκείνοις ἱκανῶς πρὸς τὰ νυνὶ προτεινόμενα· διὸ περὶ τῆς τάξεως μόνον τοσοῦτον ἐπισημηνάμενοι, ὅτι τάχα τοῦτο τρίτον ὤφειλε τετάχθαι, μέτιμεν [*](8 ἡ addidi 14. 15 μὲν οὖν ἐν Us.; at cf. p. 28,22: Long, pastor. II 33,3, III 30, 5 Iambi, ap. Stob. I 372,7 etc. cf. supra p. 4,25 17 ἀνασκευαστικὸν C: correxi λύσις in mg. rubr. C 22 παγχάλεπον Ar. 25 ἡ AH: εἰ C 30 ἦ C: ἡ ex Bag. Us. 33 δὲ seclusi, δὴ Us. 34 cf. supra p. 3,37)
p. 997b5 Πολλαχῇ . . . ἀίδια.
Ἀλλ’ ἐκεῖνοι μὲν, φαίην ἄν, οἱ ἄνδρες τοῖς πᾶσι τὰ εἴδη διαφέρειν ἡγοῦνται τῶν τῇδε· τὰ μὲν γὰρ οὐσίας εἶναι θείας ἀμερεῖς πρὸς ἑαυτὰς ἒστραμμένας, δημιουργικὰς αἰτίας τῶν τῇδε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσας, τὰ δὲ πᾶσαν ὑπομένειν τροπὴν θνητά τε εἶναι αὐτῶν ἔνια καὶ ἀποτελέσματα καὶ περὶ τὴν ἐν χρόνῳ στρεφομένην εἰλεῖσθαι γένεσιν· τὰ μὲν νοητὰ καὶ ἀμερῆ καὶ ἑαυτῶν ὄντα καὶ αὐτὸ τοῦτο πᾶσι τοῖς ἐγκοσμίοις χορη- γοῦντα τὴν ὑπόστασιν, τῷ δραστηρίῳ καὶ δημιουργικῷ καὶ προνοητικῷ καὶ γνωστικῷ τῶν ὅλων τῶν παρὰ σοὶ χωριστῶν εἰδῶν διαφέροντα, τὰ δὲ διαπεφωνημένα καὶ μεριστὰ καὶ ἑτεροκίνητα καὶ τῶν ὄντων τὰ ἔσχατα καὶ ἀγονώτατα. δέος δὲ μὴ αὐτὸς ἁλῷ πέρα τοῦ μετρίου ταῖς παρὰ τὰς ὁμωνυμίας ἀπάταις προσχρώμενος· οὐ γὰρ ἐπειδὴ ἄνθρωπος ὁ τῇδε κἀκεῖ ὁ αὐτὸς ἄνθρωπος, ἀιδιότητι μόνῃ διαφέρειν ἐκεῖνον οἴοιντο ἂν τούτου, ἀλλὰ πᾶσι μὲν οἷς εἴπομεν, πλείοσι δὲ εντι τοῖς παραλελειμμένοις. θαυμάσειε δ’ ἄν τις ἐν τούτοις καὶ τὸν Ἀλέξανδρον κατασκευάζοντα μὲν σὺν πολλῇ προθυμίᾳ τὰ τῷ Ἀριστοτέλει νυνὶ ῥηθέντα, λανθάνοντα δὲ ἑαυτὸν ἀπεναντία τῷ φιλοσόφῳ φθεγγόμενον. εἰ γὰρ συνώνυμός ἐστιν ὁ τῇδε ἄνθρωπος τῷ ἐκεῖ ἀνθρώπῳ ὡς Ἀλεξάνδρου λόγος, οὐδ’ ἂν ἀιδιότητι διαφέροι τοῦ τῇδε ὁ ἐκεῖ· ἐν γὰρ τῷ λόγῳ τοῦ τῇδε ἀνθρώπου τὸ θνητὸν ἔγκειται, καὶ ὅλως ὅσοις τὸ θνητὸν καὶ τὸ ἄφθαρτον ὑπάρχει, κατ’ οὐσίαν ὑπάρχει καὶ οὐ κατὰ συμβεβηκός, ὡς αὐτὸς ὁ φιλόσοφος ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ σαφῶς ἀπέδειξεν· ὥστε οὐ καλῶς τοῦτο συγκεχώρηκεν Ἀριστοτέλης κατὰ τὸν Ἀλεξάνδρου λόγον. ἀλλὰ ταῦτα μὲν οὐδ’ <ἂν> αὐτοὺς οἶμαι διενεχθῆναι τοὺς ἄνδρας οὕτως ὄντας δεινοὺς τὰ συλλογιστικά, ὅτι τῶν Πλάτωνος θείων δογμάτων οὐχ ἅπτεται, ὡς οὐδὲ τὰ παρὰ τῶν Θρᾳκῶν τοξεύματα τῶν αἰθερίων ἐφινῦν [*](5 sc. 997a25 7 ἐθέλοι C 8 post λοιπὸν del. ἡμεῖς C Ar. met. Α 9 9 cf. Alex. 196,20 10 〈πρός τὸ〉 Πλάτωνι Us.; non opus πλάτωνι Cb: πλατῶν Ca 11 καινῶς C 15 ἐπεστρ. Us. 18 neinpe καὶ <δι'> αὐτὸ 20 nempe ἀχωρίστων 23 fort. ὁ αὐτὸ ἄνθρωπος 24 οἴοτο C 25 cf. Alex. 197,4 27 dicere solent ἀπ’ ἐναντίας 32 Metapb. I 10 34 ἄν add. Us. διαλεχθῆναι C: corr. Us.)
p. 907bl4 Δῆλον γὰρ... οὐρανόν.
Καὶ τί ἄτοπον εἶναι ταῦτα καὶ νοητὰ καὶ διανοητὰ καὶ αἰσθητά; πῶς [*](849b) δὲ οὐκ ἀναγκαῖον εἶναι μὲν ἐν τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ οὐρανοῦ καὶ τοῦ ἡλίου; εἶναι δὲ καὶ ἐν ταῖς ψυχαῖς τῶν ἄστρων ἀληθέστερον οὐρανὸν καί ἥλιον τῶν φαινομένων, εἶναι δὲ καὶ ταύτας αὐτῶν τὰς αἰσθητὰς ὑποδοχάς; τί δὲ ἄλλο οἰόμεθα τὸν Πλάτωνα λέγειν, ὅταν οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν τὸν κορυφαῖον ἀποφαίνηται καὶ πάλιν πολλὰς εἶναι μακαρία θέας τε καὶ διεξόδους ἐντὸς οὐρανοῦ. ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεσθαι; οὐκ ἄστρα τε ἡγεῖσθαι εἶναι ὑπὲρ τοῦτον τὸν οὐρανὸν ἡ ἵνα συνηθέστερον εἴπω, τὰς νοερὰς τῶν ἄστρων ζωάς, ὧν τὴν ἀσύγχυτον ἕνωσιν καὶ τὴν ἀνέκλειπτον κοινωνίαν καὶ τὴν πρὸς τὰς νοητὰς οὐσίας σύνταξιν θεάσασθαι τὸν παρ’ αὐτῷ σοφόν, οὐρανόν τε νοερὸν ἄλλον παρὰ τουτονὶ τὸν φαινόμενον, οὗ τὰ θεάματα καὶ τὰς ἐξοδικὰς θεωρίας εἶναι τῶν ἐγκο- σμίων θεῶν τε καὶ δαιμόνων; ὥστε τοῦτο μὲν εὖ λέλεκται λίαν, ὅτι οὐ παρ’ αὐτὰς μόνας τὰς γραμμάς, τουτέστι παρὰ τὰς νοητὰς καὶ ἔτι παρὰ τὰς αἰσθητάς, ἔσονται μέσαι τινὲς γραμμαί, ἀλλὰ καὶ οὐρανοὶ καὶ ἥλιοι πολλαχῶς. τέως δὲ τοὐλάχιστον τριχῶς ἔστιν ἐπινοεῖν πάντα· εἰ γάρ, ὥς φησιν ὁ θεῖος Πλάτων, νοῦν μὲν ἐν ψυχῇ ψυχὴν δὲ ἐν σώματι συνθεὶς ὁ θεὸς τὸ πᾶν κοσμικὸν ζῷον ἔννουν καὶ ἔμψυχον ἐτεκτήνατο, πάντα ἄρα ὅσα κατὰ τὸν φαινόμενον οὐρανὸν αἰσθητῶς καὶ διαστηματικῶς ἐνορᾶται, κατὰ μὲν ψυχὴν ἐν ἀύλοις λόγοις καὶ ὁλικοῖς ἔσται, κατὰ δὲ τὸν νοῦν ἐν εἴδεσιν ἀμερεστάτοις καὶ νοεροῖς. ὁ δὲ ἀποθαυμάζοντι ἐοικὼς καὶ τὰ ἑξῆς γράφει· καίτοι . . . ἀδύνατον. διὰ τί τῶν κινουμένων οὐκ εὔλογον ἀκίνητον αἰτίαν εἶναι; πῶς δὲ οὐκ ἀναγκαῖον; ἢ τοῦτο μὲν συγχωροῦμεν, πρὸς δὲ τὸ μὴ ὁμοίως αὐτὴν ὀνομάζεσθαι τοῖς ἀποτελέσμασι διαμαχούμεθα; καὶ μὴν ἐπὶ τῶν τεχνητῶν αὐτὸ συγκεχωρήκαμεν, ἐκ τῆς ἀύλου τὴν ἔνυλον οἰκίαν διισχυριζόμενοι γίγνεσθαι. δεῖ δὲ καὶ τῇ χρήσει τῶν θεολόγων προσέχειν, παρ’ οἷς πολλῶν μὲν οὐρανῶν πρόοδοι, πολλῶν δὲ ἡλίων, πολλῶν δὲ τῶν ἄλλων ἑκάστων παραδίδονται· διὰ τί δὲ τῶν καὶ κινούμενον παντελῶς ἀδύνατον, εἰ μὴ ὅτι τὴν σωματικὴν μόνην μεταβολὴν εἰώθαμεν κίνησιν ὀνομάζειν; ἐπεὶ τὴν δημιουργικὴν καὶ νοερὰν κίνησιν τίς οὐκ ἂν δοίη τοῖς ὄντως οὖσιν;
p. 997b20 ‘Oμοίως... αἰτίας.
Λέγει ὅτι μήτε ἀκίνητα εἶναι εὔλογον μήτε κινούμενα· ἡμεῖς δὲ καὶ τότε I μὲν ἐλέγομεν, ὅτι καὶ ἀκίνητα τὴν σωματικὴν κίνησιν καὶ κινούμενα [*](850a) τὴν ζωτικὴν ἀναγκαῖον εἷναι, καὶ νῦν δὲ ἥδιστ’ ἄν αὐτὸν ἐροίμην, πότερον [*](8 Pi. Theaet. 173e 8. 9 ὑπεραστρονομεῖν C 10 PI. Phaedr. 247a διεξόδους PL: εξόδους C 15 διεξοδικὰς coni. Us. 20 Pl. Tim. 30b (qui ξυνιστάς, cf. de or. Chald. 47) 35 λέγει C: ἔλεγεν Us.)
p. 997b26 Εἰ γὰρ . . . ὑγιεινόν.
Οὐ τούτῳ μὲν διαφέρει μόνῳ γεωδαισία γεωμετρίας, ἀλλ’ ὅτι καὶ ἡ μὲν χρείας ἀνθρωπικῆς | στοχάζεται καὶ πρὸς τὸ χρήσιμον ὁρᾷ τοὺ θνητοῦ 850b βίου χειρουργίας τε ἐφάπτεται καὶ τοῦ ὄντως ὄντος ἔννοιαν οὐ προχειρίζει * * τῶν αἰσθητῶν τὴν ψυχὴν καὶ διακαθαίρει τὸ ταύτης ὄμμα περιάγει τε πρὸς νόησιν, ἀφιστᾶσα τῆς παχυτέρας καὶ μορφωτικῆς τῶν ἐνύλων συντάξεως. ὅμως δὲ λεγέσθωσαν ταύτῃ διαφέρειν. τί οὖν; <οὐχ> ἕψεται. τὸ καὶ ἰατρικὴν ἄλλην τινὰ παρά τε τὴν θείαν ἰατρικὴν εἶναι καὶ παρὰ τὴν τῶν θνητῶν σωμάτων; ἀλλ’ ἔγωγε μὴ πρὸ πάσης κατασκευῆς τοῦτο συγεἶναι [*](2 C: οἶμαι coni. Us. γε Us.: τὲ C ἢ ὁρατικὴν secl. Us. 9 cf. Plat. Tim. 34b sqq. 12 II. Α 604 20 in αΰλοις] ὒ e corr. Cb 23 οὔτε add. Us. 27. 28 τῶν τῇδε del. Us. 29 post ὑγιεινόν ἅμα δὲ οὐδὲ del. C ὄντος] ὄντως C 33 lacunam statuit Us.; excidit v. g. ἡ δὲ ἀπάγει τῶν Us.: τὴν C 35 ὅμως scripsi: ὅλως C οὐχ add. Us.)
p. 997b34 Ἀλλὰ μὴν... ἔχει φύσιν.
Καίτοι εἰ μὴ τῶν αἰσθητῶν μεγεθῶν ὁ ἀστρονόμος ἐστὶ θεατής, περὶ ἄστρα δὲ ἔχει καὶ οὐρανὸν καὶ τὰς τούτων κινήσεις, πῶς οὐκ ἔστιν ἄλλα ἄστρα καὶ ἄλλος οὐρανὸς καὶ ἄλλαι κυκλοφορίαι, περὶ ἃς ὁ ἀστρονόμος διατρίβει; ὥστε οὐ κτὰ τῶν εἰσαγόντων πλείους οὐσίας ἐστὶ τὸ ἐπιχείρημα, συνηγορεῖ δὲ μᾶλλον αὐτοῖς. τό γε μὴν ἀληθὲς τῇδε ἔχει· τοῦτον μὲν τὸν οὐρανὸν ὁ ἀστρονόμος θεωρεῖ, ἅτε δὲ καθόλου τινὰς ἐν ἑαυτῷ λόγους ἔχων εἰκόνας τῶν εἰδῶν τῶν δημιουργησάντων τὸν οὐρανὸν συμπλέκει τοῖς ὁρωμένοις τοὺς ἀύλους καὶ ὁλικωτέρους λόγους κἀντεῦθεν ἀποδείκνυσι τὰ καθ’ αὑτὰ τοῖς οὐοανίοις ὑπάρχοντα. ὅρα δὲ πῶς καίπερ ζωῆς ὢν πλήρης καὶ θείας καὶ δημιουργικῆς δυνάμεως ὁ οὐρανὸς ὅμως διὰ τὸν ὄγκον καὶ τὴν διάστασιν μερικῶς τὰ πράγματα δέχεται· ὄντος γὰρ ἑνὸς ἐν ἡμῖν λόγου τοὐ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομοῦντος, ὅς ἐστιν εἰκὼν τοῦ τὸ πᾶν συνυποστήσαντος τῷ Διὶ λόγου, ὁ οὐρανὸς ὡδὶ μὲν ἐπὶ τοῦ ζψδιακοῦ καὶ ἰσημερινοῦ τοῦτο δέχεται, ὡδὶ δὲ ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος· ἅμα δὲ καὶ ἐν ἑνὶ πᾶσαν ὑποδέξασθαι τοῦ λόγου τὴν δύναμιν ἡ σώματος φύσις οὐκ εἴασε. ταὐτὸν δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰρήσθω μοι. εἰ δὲ πρὸς τῷ χωρὶς ἀλλὰ μὴ ἅμα μηδ’ οὕτω δέχεται ἀκριβῶς, ὡς δίδωσι τὸ ποιοῦν [*](851b) καὶ ὡς θεωρεῖν δύναται τὸ προσεχῶς ἀπὸ τοῦ πατρὸς προεληλυθός, θαυμαστὸν οὐδέν. ἀλλ’ ἐκεῖνο καὶ πρὸς Πρωταγόραν καὶ πρὸς πάντας τούς τε ἀτιμάζοντας γεωμετρίαν καὶ τοὺς μόνα τὰ αἰσθητὰ λέγοντας εἶναι ῥητέον ἐστί, πότερον τὰ ἐν τῷ οὐρανῷ καὶ ὅλως τῷ αἰσθητῷ στρογγύλα καὶ εὐθέα μᾶλλόν ἐστιν ἀκριβέστερα ἢ ἃ ὁ γεωμέτρης θεωρεῖ; εἰ μὲν γὰρ τὰ ἐν τῷ αἰσθητῷ, θαυμαστὸν ὅπως τὰ μὴ ἐφαρμόζοντα τοῖς ὁρισμοῖς τῶν ἐφαρ- μοζόντων ἐστὶ καλλίω καὶ ἀκριβέστερα, καὶ τὰ ὑπὸ τοῦ κανόνος ὡς οὐχὶ στρογγύλα διελεγχόμενα τοῖς ὑπ’ αὐτοῦ τοὐ κανόνος μαρτυρουμένοις περὶ πρωτείω·ν ἀμφισβητεῖ· εἰ δὲ τὰ ὑπὸ τοῦ γεωμέτρου 〈θεωρούμενα〉 καὶ ἀυλίᾳ καὶ καθαρότητι καὶ ἀκριβείᾳ καὶ ἀληθείᾳ κρατεῖ, πῶς οὐκ ἀμφότερα δείκνυται, καὶ ὅτι περὶ σεμνὰ καὶ τίμια γένη στρέφεται γεωμετρία, καὶ ὅτι κρείττω καὶ θειότερα τὰ ἐν οὐρανῷ παραδείγματα προυπάρχει ἔν τε τῷ δημιουργικῷ νῷ κἀν τῇ ὅλῃ ψυχῇ, ὧν δὴ καὶ εἰκόνας ἡ ἡμετέρα σύστασις ἔχουσα θεωρεῖ τά τε ἐν τῷ παντὶ διὰ καθολικωτέρων λόγων περιλαμβάνουσα καὶ τὰ ἐν τοῖς ἀρχικωτέροις ἑαυτῆς αἰτίοις, ὡς δι’ εἰκόνων τῶν ἐν αὐτῇ πρὸς τὴν ἀρχέτυπον οὐσίαν ἀναπεμπομένη. γελοῖον δὲ καὶ τὸ εἰς ἔλεγχον [*](6 ἔσται Ca 15 πράγματα C: πορίσματα Us. 21 διαδίδωσι H 26 ἀκριβέστερον C 29 τοῦ κανόνος insiticium puto 30 θεωρούμενα add. Us. 32 περὶ σεμνὰ Us.: περὶσ cum spatio quattuor vel quinque litt. C 33 mahm τῶν ἐν ουρανῳ)
p. 998a20 Περί τε... αὐτῆς.
Ἦν μὲν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων ἕκτον τῶν ἠπορημένων, τίνος ἐστὶ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἐναντίου καὶ ἑτέρου καὶ ἀνομοίου διαλαβεῖν ἐπιστημόνως, καθάπερ ἐνδόξως τοῦ διαλεκτικοῦ· τοῦτο δὲ ὑπερβὰς νῦν, ἴσως ἐπειδὴ τῷ ἐφεξῆς βιβλίῳ τῷ Γ λαμπρῶς ἔμελλεν ἀποφανεῖσθαι περὶ αὐτῶν ὡς τῷ πρώτῳ φιλοσόφῳ προσηκόντων καὶ γὰρ πολλὴν μὲν διαπορίαν οὐκ ἐπεδέχετο τὸ σκέμμα, μᾶλλον δὲ ἀποφάσεως ἐδεῖτο καὶ βραχείας ἐπικρίσεως), ἢ ὅτι καὶ ἐν τῷ I τὴν τελεωτάτην ἡμῖν αὐτῶν παραδώσει διδασκαλίαν· ταῦτ’ οὖν ὑπερβὰς διά τινας τοιαύτας αἰτίας, ἐν τοῖς ἕβδομον ἔταξε, νῦν ἕκτον παραλαμβάνει καὶ ζητεῖ, πότερον τὰ ἐνυπάρχοντα ἀρχαὶ τῶν πραγμάτων ἢ τὰ γένη· ἀπεκρινάμεθα δὲ ἤδη, ποίας μὲν ἀρχὰς τὰ ἐνυπάρχοντα συμπληροῖ, τίνας δὲ τὰ γένη, οὐ τὰ κατ’ ἐπίνοιαν ὑστερογενῆ διαπλαττόμενα, ἀλλ’ ὅσα πρωτουργά ἐστι καὶ ἐν τοῖς ὅλοις αἰτίοις ἵδρυται. ἀλλ’ οὐδὲ τὰ Ἀριστοτέλους ὁρῶμεν ἔχοντά τι ἀσαφὲς ἐν τῇ ἐκθέσει τοῦ προβλήματος οὔτ’ ἐν τῇ κατασκευῇ τοῦ τὰ ἐνυπάρχοντα εἶναι τὰς ἀρχάς· ὅθεν ἐπὶ τὰ ἑξῆς μετίωμεν, ἐν οἷς τὰ γένη φησὶν εἶναι μᾶλλον ἀρχάς.
p. 998b4 Εἰ δὲ ἕκαστον... τὰ γένη.
Ότι μὲν ἕκαστον γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἐστί πως ἀληθές· πῶς ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, εἰ μὴ ἄρα ὡς ἐνυπάρχοντα τοῖς ὁρισμοῖς; οὐκοῦν καὶ διὰ τοῦτο ἀποδείκνυμεν, ὅτι τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ ἄλλο τι· εἰ γὰρ καὶ τὰ γένη διὰ τοῦτο ἀρχαί ὅτι ἐνυπάρχουσι τοῖς ὁρισμοῖς, κἄν θέλωμεν κατασκευάζειν ὡς ἔοικεν, ὅτι ἄλλο τί ἐστιν ἀρχὴ παρὰ τὰ ἐνυπάρχοντα, καταντῶμεν πάλιν ἐπὶ τὰ ἐνυπάρχοντα. εἰ μὴ ἄρα οὕτως ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, ὅτι εἴδη μὲν οἱ οἱ ὁρισμοί, τὰ δὲ γένη τῶν εἰδῶν κατηγορεῖται. ἀλλ’ εἰ μὲν τὰ ὑστερογενῆ καὶ ἐπιγεννηματικὰ τῶν γενῶν [*](1 εἰσαγαγόντας coni. Us. 3 τὰ περιληπτικώτερα C, corr. Us. 5 πολυδυνατώτερα C: corr. Us. 10 τινὰ pro τὴν Us. 11 ἀιδιότητα C, corr. Bag. 15 τούτου C 20 τοιαύτας A : ταύτας C 24 διαταττόμενα ex Bag. Us. ὅλοις C: ἀύλοις ex Bag. Us, 36 ἐπιγενηματικὰ C)
p. 998b6 Καὶ εἰ . . . εἰσίν.
Εἴρηται ποῖα γένη | τῷ ὄντι τῶν εἰδῶν αἴτιά εἰσι καὶ ἀρχαί. [*](853a) φαίνονται.. χρῆσθαι. οἱ τὸ ἓν ἢ τὸ ὂν ἡ τὴν ἀόριστον δυάδα τῶν ὄντων ἀρχὰς εἶναι λέγοντες καὶ τελεσιουργοὺς αὐτὰς παρεδίδοσαν, ἐκ μὲν τοῦ ἑνὸς τἀγαθὸν ἐφήκειν τοῖς πᾶσιν ἐθέλοντες, ἐκ δὲ τοῦ ὄντος τὸ εἶναι, ἐκ δὲ τῆς ἀορίστου δυάδος τάς τε δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς κινήσεις καὶ προόδους καὶ αὐξήσεις παντοδαπάς, καὶ οὐδὲν εἶναι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ τοῦ ὄντος καὶ ὑπ’ αὐτῶν ἀπογεννᾶται. εἰ οὖν διὰ τοῦτο γένη τις αὐτοὺς ἐθέλοι ταῦτα τῶν πάντων ὀνομάζειν, φθόνος οὐδεὶς τῶν ὀνομάτων. εἰπὼν δὲ δι’ ἃς αἰτίας τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἡ τὰ γένη καὶ μάρτυρι τῷ Ἐμπεδοκλεῖ χρησάμενος, ἐρεῖ τὰς αἰτίας τὰς] δι’ ἃς τὰ γένη μᾶλλον ἢ τὰ ἐνυπάρχοντα, καὶ τοὺς Πυθαγορείους καὶ Πλάτωνα συνηγόρους ταύτης τῆς δόξης νῦν λοιπὸν λέγει, ὅτι ἀνάγκη τοὺς ἑτέρους κρατεῖν· ἄμφω γὰρ ἀληθεύειν οὐ δύναται. ἡμεῖς δὲ προείπομεν, ὅτι ἄλλοτε ἄλλων ἀρχῶν λαμβανομένων δύναται ἄμφω ἀληθεύειν.
p. 998b11 Ἀλλὰ . . . ἐνυπαρχόντων.
Ότι εἷς ἐστιν ἑκάστου τῶν εἰδῶν ὁ κυριώτατος ὁρισμός, ἔδειξεν τοῖς Ὑστέροις Αναλυτικοῖς, καὶ ὅτι οὗτος πάντως διὰ τῶν γενῶν, ὥστε ταύτῃ ἂν μᾶλλον κατὰ τὴν αὐτοῦ δίαιταν ἀρχαὶ τὰ γένη λέγοιντ’ ἄν. εἰ γὰρ ἐκ τῶν γενῶν ὁ ὁρισμός καὶ γὰρ αἱ διαφοραὶ † γενητικαί ὡς τὸ εἶδος), ἐξ ὧν δὲ ὁ ὁρισμός, ταῦτα ἀρχαί, τὰ γένη ἄν εἶεν ἀρχαί. εἰ μὴ ἄρα καὶ οἱ τἀναντία πρεσβεύοντες τὰ γένη καὶ τὰς διαφοράς, ἐξ ὧν οἱ ὁρισμοί, στοιχεῖα τοῦ εἴδους ἐπιδεικνύουσι μένοντα καὶ ἐνυπάρχοντα τῷ εἴδει ὡς ἐν αὐτῷ κατατεταγμένα, ἀλλ’ οὐχ ὡς ἐξῃρημένα τῶν εἰδῶν οὐδ’ αἴτια αὐτῶν ὄντα ποιητικὰ ἢ τελικά· οὕτω δ’ ἄν τὰ ἐνυπάρχοντα πάλιν ἀρχαί. ἀλλ’ ἡ μὲν λογομαχία τοιαύτη· τὸ δὲ ἀληθὲς προείρηται, παρ’ οὗ καὶ τὴν δίαιταν τοῖς ἀμφισβητοῦσι λόγοις ποριστέον.
p. 998b14 Πρὸς δὲ... ἀτόμων.
Ὄγδοον μέν ἐστι τοῦτο κατὰ τὴν διανομὴν τῶν προβλημάτων, ἕβδομον δὲ νῦν γυμνάζεται διὰ τὸ παρεῖσθαι τὸ ἕκτον. ἤδη δὲ καὶ περὶ τούτου [*](1 fort. δεχοίμεθα 4 καὶ εἰ C ut Ar. cod. Ab Alex.: κὰν εἰ Ar. cod. E 6 cf. Alex. 203,31 15 τὰς del. Us.; etiam τἀς αἰτίας deleri posse monet Diels 22 anal. post. II 8 sqq. 24 γενικαὶ Us. qui alteram coni. commemorat γένη τινὰ ὡς πρὸς τὸ εἶδος scntentiae aptam 29 fort. δ’ αὖ 33 δύναμιν, corr. Us.)
p. 998b22 οὐχ οἷόν τε... τὸ ὄν.
Πῶς μὲν περιληπτικωτάτας τῶν ὄντων ἀρχὰς ἔλεγον οἱ πάλαι τὸ ἓν καὶ τὸ ὄν, εἴρηται· νυνὶ δὲ ὅτι τὴν τῶν γενῶν τῶν ἐπιγεννηματικῶν ἰδιότητα οὐ δέχεται ταῦτα, δείκνυσιν ὁ λόγος. ἐπιχειρεῖ δὲ οὕτω· τὸ ἓν καὶ τὸ ὂν τῶν διαφορῶν κατηγορεῖται, τὰ εἴδη καὶ τὰ γένη τῶν διαφορῶν οὐ κατηγορεῖται, τὸ ἓν καὶ τὸ ὂν οὔτε γένος οὔτε εἶδός ἐστιν. ἑρμηνεύει δὲ ταῦτα τοῦτον τὸν τρόπον. ἀνάγκη . . . ἑκάστην. τουτέστιν ἀνάγκη τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖσθαι. ἀδύνατον . . . εἰδῶν. ὡς εἰ ἔλεγεν, ἀδύνατον δὲ ἢ τὸν ἄνθρωπον ὅλου τοῦ λογικοῦ κατηγορεῖσθαι οἰκεία γὰρ αὐτοῦ καὶ εἰδοποιὸς αὕτη διαφορά· πῶς δ’ ἄν τοὔλαττον τοῦ ἐπὶ πλέον ἐκτεινομένου κατηγοροῖτο;) ἢ τὸ ζῷον ἔξω που τῆς ἀνθρώπου φύσεως κει- μένου τοῦ λογικοῦ κατ’ αὐτοῦ ῥηθῆναι· οὔτ’ οὖν ἄνθρωπος, ὅς ἐστιν εἶδος γένους, κατὰ τῆς ἑαυτοῦ ῥηθείη ποτ’ ἂν διαφορᾶς, οὔτε τὸ ζῷον, μὴ κατηγορούμενον τοῦ ἀνθρώπου, ἰδίᾳ τοῦ λογικοῦ ποτε ἄν κατηγορηθείη. ἀλλὰ μὴν τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖται· οὔτ’ ἄρα εἶδος τῶν ὄντων τινὸς οὔτε γένος τὸ ἓν καὶ τὸ ὄν· ὥστ’ εἴπερ γένος τὸ ἓν ἢ τὸ ὄν, οὐδεμία διαφορὰ οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δέ τις ἐκ παντὸς εἰσὶ] γλίχοιτο λέγειν εἶναι γένη τό τε ἓν καὶ τὸ ὄν, ἕπεται αὐτῷ μηδεμιᾶς διαφορᾶς ταῦτα [*](9 δὲ suprascr. C1 11 παρελάμβανον C a 21 lemioa ut Ar. cod. Ε 22 ληπτικωτάτας C, corr. Bag. 23 ἐπιγενηματικῶν C 28 cf. Alex. 205,18 37 nolui ἔτι γλίχοιτο)
p. 998b27 Ἀλλά . . . . γένη.
[*](854b)Εἰ μόναι τὰ γένη, συνάγεται ἐν δευτρέρῳ σχήματι· πᾶσα ἀρχὴ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐκ ἔστιν ἀρχή. εἰ μέντοι μὴ πᾶσα ἀρχὴ γένος, ἀλλὰ τὶς ἀρχὴ γένος, μερικὸν ἔσται καὶ τὸ συμπέρασμα. ἔτι . . . οὐ δοκεῖ. εἰ τὰ πάντα, φησί, κατηγορούμενα οἷον τὸ ἓν καὶ τὸ ὂν γένη καὶ διὰ τοῦτο ἀρχαί, καὶ πάντα τὰ μεταξὺ αὐτῶν καὶ τῶν ἀτόμων εἰδῶν, ἃ δὴ καὶ ὑπάλληλα καλοῦμεν, δίκαιον γένη καὶ ἀρχὰς προσαγορεύειν · νυνὶ δὲ οὐ πάντα τὰ μεταξὺ γένη καλεῖν ἀξιοῦσι· τὰ μὲν γὰρ ὼνομασμένα γένη προσαγορεύουσιν, ὄρνιν ζῶον σῶμα, ἰὰ δὲ ἀνώνυμα, οἷόν ἐστι τὸ ζῷον πτηνὸν ἢ ζῷον ὑπόπουν οὐκέτι γένη κεκλήκασιν, ἐπειδὴ διὰ δυοῖν ὀνομάτων σημαίνεται· πάλιν ὅταν ἀντιφάσει διαιρῶσι τὰ γένη, ἐκ μὲν τῆς καταφάσεως καὶ τοῦ γένους ποιοῦσιν εἶδος, ὅπερ ἐστὶ γένος τῶν μετ’ αὐτό, ἐκ δὲ τῆς ἀποφάσεως οὐκέτι· διελόντες γὰρ εἰ τύχοι τὸ ζῷον τῷ ἄποδι καὶ ὑπόποδι ζῷον μὲν ὑπόπουν ἀναμφισβητήτως ἐποίουν, εἰ δὲ καὶ τὸ ἄπουν ἠδύνατο εἷναι εἰδοποιόν, <οὐκ> ἐπεσκέπτοντο · πῶς οὖν οὐχὶ μαχόμενα πρὸς ἑαυτοὺς διατάττονται; ταῦτα δὲ ἐπὶ μὲν τοῦ παρόντος εἴτε σπουδάζων εἴτε λογικῶς ἐπιχειρῶν ὁ Ἀριστοτέλης λέγει, σκοπεῖν ἔξεστι μὲν κοινῶς. ὅτι δὲ καὶ ἐν τῷ πρώτῳ τῆς περὶ μορίων ζῴων τὰ αὐτὰ ταῦτα τῇ Πλάτωνος ἐγκαλεῖ διαιρετικῇ, σαφές ἐστι τοῖς ἐκείνων μὴ ἐπιλελησμένοις.
p. 998b30 Πρὸς δὲ.. τιθῇ ὡς ἀρχήν.
* * καὶ τοῦ τὰ γενικώτατα φάσκοντος ἀρχὰς εἶναι δόγματος. εἰ γὰρ τὰ γένη ἀρχαί, πολλῷ πλέον αἱ διαφοραί· ὕλης μὲν γὰρ λόγον ἔχει τὰ γένη, τοῦ δὲ εἴδους αἱ διαφοραί, μᾶλλον δὲ τῆς ὕλης τὸ εἶδος ἀρχή· εἰ οὗν ἅ γένη, πολλῷ πλέον αἱ διαφοραί. εἰ δὲ καὶ αἱ διαφοραὶ ἀρχαί, σχεδὸν ἄπειροι αἱ ἀρχαί· ἐὰν γάρ τις ἐννοήσῃ τὰ ὑπὸ τὴν οὐσίαν εἴδη καὶ τῶν εἰδῶν πλείους αἱ διαφοραί, εἴσεται ὅτι πάντως μὲν ἡμῖν ἄγνωστοι διὰ πλῆθος· τίς γὰρ βοτανῶν καὶ λίθων καὶ δένδρων καὶ ζῴων ἁπάντων ἐπεξ- ελθεῖν ταῖς ἐξαλλαγαῖς δυνήσεται; κινδυνεύουσι δὲ καὶ τῇ οἰκείᾳ φύσει πλησίον εἶναι τοὐ ἀπείρου· χρὴ δὲ τὰς ἀρχὰς ἀριθμῷ μὲν ἐλαχίστας εἶναι, δυνάμει δὲ τῶν ὅλων γεννητικάς τε καὶ περιληπτικάς. ταῦτα μὲν ὁ τούτων ὕθλος. εἰ δὲ ἐν ταῖς γενικωτάταις αἰτίαις πάσας ἑνιαίως τὰς διαφορὰς περιέ- χεσθαι λέγοι τις, φεύξεται καὶ τὸ πλῆ|θος τῶν ἀρχῶν τὸ κατ’ ἀριθμὸν 855a καὶ οὐδὲν ἀναίτιον ἐρεῖ τῶν ἐν τῷ κόσμῳ γίγνεσθαι.
[*](2 possis μόνα 5 nempe πάντων 8 γένη — τὰ in ras. C cf. Alex. 207, 14 9 σώματα δὲ ἀνώνυμα C 15 οὐκ addidi 18 κοινῶς] possis καὶ ν.ῦν; at cf. p. 3,7 de part. an. I 3 21 ἀρχὴν τιθῇ (sine ὡς) Ar. 22 spatium quinque litt. in C τοῦτο supplet Us. pro καὶ scribens κατὰ cum Bag.)p. 999a1 Ἀλλά . . . ἀνθρώπων.
[*](855a)Ὁ λόγος τὸ εἶδος τὸ ἄτομον ὡς ἀδιαίρετον ὂν καὶ μᾶλλον ἓν βούλεται λέγειν ἀρχὴν ἤπερ τὸ γένος· διαιρετὸν γάρ φησι τοῦτο καὶ οὐ μᾶλλον ἓν ἢ πολλά· διχῶς γὰρ γιγνομένης τῆς διαιρέσεως καὶ προτέρας γε τῆς κατ’ εἴδη καὶ γὰρ τῶν πάντῃ ἀσωμάτων αὕτη οὐσιῶν καὶ τῶν δέκα κατηγοριῶν, ἡ δὲ λοιπὴ ποσῶν μόνων), καθ’ ἑκατέραν μὲν τὸ διαιρούμενον ἧττόν ἐστιν ἓν τοῦ διαιρετοῦ, μάλιστα δὲ τὰ κατ’ εἶδος τεμνόμενα· πολλὰ γὰρ ὅλα ποιεῖ. τὰ μὲν οὖν γένη εἰς εἴδη διαιρούμενα π·λῆθος ἑαυτοῖς ἔχει, τὸ δὲ εἰδικώτατον οὐχ ὡς 〈γένος〉 τῶν καθ᾿ ἕκαστα κατηγορεῖται (διὸ μηδὲ τέμνεται εἰς αὐτά), ἀλλ’ ὡς εἶδος αὐτῶν ἄτομον * * * συντίθησιν οὕτως· τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἕν· τὸ μᾶλλον ἓν μᾶλλον ἀρχή, τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἀρχή. παραλογίζεται δὲ ὁ λόγος κτὰ τὴν ἐλάττονα πρότασιν· οὐ γὰρ δύναται τὸ πλησίον τῶν ἀπείρων μᾶλλον ἓν εἶναι τοῦ πορρωτέρω αὐτῶν ἱδρυμένου· ὅλως δὲ οὐδ’ οὕτω διαιρεῖται τὸ γένος εἰς εἴδη ὡς δαπανηθῆναι εἰς τὴν τούτων ὑπόστασιν, ἀλλὰ μένον ὃ ἔστι τὸ ἀληθὲς γένος ὑφίστησι τὰ εἴδη. δυνάμει μὲν οὖν περιληπτικώτερον αὐτῶν ἐστι τὸ γένος, ἀριθμῷ δὲ ἑνικώτερον· τοῦτο δέ φαμεν προσήκειν ταῖς ἀρχὰῖς.
p. 999a6 Ἔτι . . . ὕστερον.
Τὸ ἐπιχείρημα δοκεῖ μὲν ἀναιρεῖν καὶ τὴν ὑπόστασιν τῶν γενῶν, ἵνα δὴ μόνα τὰ ἄτομα εἴδη καὶ ᾖ καὶ εἰς ἀρχῆς λόγον παραλαμβάνηται. οὔτε μέντοι δρᾷ τοῦτο, καὶ εἴπερ οἷόν τε ἦν, συνανῄρητο ἄν εὐθὺς ἔστι] καὶ τὰ εἴδη τοῖς γένεσι· προσάλληλα γὰρ ταῦτ’ ἐστί τε καὶ λέγεται. πῇ οὖν κατορθοῖ καὶ πῇ παραλογίζεται ; ὅτι μὲν ἐπὶ τῶν ὁμογενῶν εἰδῶν ἔστιν ἰδεῖν τό τε πρότερον καὶ τὸ ὕστερον καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον, σχεδὸν ὁμολογούμενον ἄν εἴη καὶ πρὸς ἡμῶν· καὶ ἵνα μὴ νῦν τὰ οὐράνια καὶ θεῖα καὶ ἀθάνατα καὶ νοερὰ ζῷα τοῖς χερσαίοις καὶ ἐπικήροις καὶ φθαρτοῖς καὶ ἀλογωτάτοις παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον. εἴπερ αἱ διαφοραί, καθ’ ἃς τὰς δυνάμεις διακρίνομεν τῶν εἰδῶν πρὸς τὴν τῶν γενῶν ὑπόστασιν, οὔτε ἰσότιμοί εἰσι καὶ τὰ πολλὰ τοῦ εἴδους καὶ στερήσεως ἔχουσι τάξιν πρὸς πᾶσα ἀνάγκη καὶ τὰ εἴδη διαφέρειν ἀλλήλων τῷ βελτίονι καὶ χείρονι καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ. τιμιώτερος γοῦν παρὰ τοῖς Πυθαγορείοις ὁ περιττὸς τοῦ ἀρτίου καὶ ὁ κύκλος τῶν εὐθυγράμμων, ἔτι δὲ τὸ κυκλοφορούμενον σῶμα τοῦ εὐθυφορουμένου, καὶ τὰ ἄλλα πάντα σχεδὸν οὕτως· | οὐ μὴν 855b διὰ τοῦτο τὰ εἴδη ταῦτα οὐ τάττεται ὑφ’ ἓν γένος· εἴτε γὰρ μὴ ἐν τῷ [*](3 μᾶλλον λέγειν Bag. 9 γένος add. Us. 10 lacunam iudieavi; excidit v. g. τὸν δὲ συλλογισμὸν 20 καὶ om. AH 22 ἔστι delevi: ἔτι Us. 31 nempe τὴν ειοους)
p. 999a16 Πάλιν . . . εἰπεῖν.
Βούλεται μὲν πάλιν τῷ ἀντικειμένῳ συνηγορῆσαι καὶ δεῖξαι, ὅτι οὐ τὰ ἄτομα εἴδη ἀρχαὶ ἀλλὰ <τὰ> γενικώτατα. κατασκευάζει δὲ οὕτως· ἡ ἀρχὴ τῶν ὄντων καὶ ἡ ἀληθὴς αἰτία χωριστὴ τῶν ὄντων ὀφείλει εἶναι.· διὰ τί οὖν τὸ ἄτομον εἶδος χωριστὸν τῶν καθ’ ἕκαστον; ἢ ὅτι καθόλου τέ ἐστι καὶ κατὰ πάντων λέγεται; ἀλλ’ εἰ τοῦτο, τὰ γένη, ἐπεὶ καθολικώτερά τέ ἐστι καὶ κατὰ πάντων κατηγορεῖται, καὶ ἐπὶ πλέον κεχώρισται τῶν αἰσθητῶν· ὥστε μᾶλλον ἀρχαὶ τὰ γένη. καὶ ἔστι καὶ τὸ ἀξίωμα πανάληθες, ὅτι χωριστὰ εἶναι ὀφείλει τὰ αἴτια καὶ ἡ πᾶσα πρόοδος ὑγιὴς τοῦ λόγου, καὶ ἀποδέδεικται μέν, ἐξ ὑποθέσεως δὲ ἀποδέδεικται· καὶ γὰρ τὰ ἄτομα εἴδη ἀρχαί, μᾶλλον δὲ ἀρχαὶ τὰ γένη· ὅλως γὰρ ὁ ὁτιοῦν ἀξίωμα τοῖς εἴδεσι περιτιθεὶς μειζόνως τὰ γένη σεμνύνειν ἀναγκασθήσεται, ὥσπερ ὁ ἀνούσια λέγων εἶναι τὰ εἴδη καὶ ὑστερογενῆ μετ’ ἐπιτάσεως ταῦτα περὶ τῶν γενῶν ἐρεῖ. διὸ καὶ ἐν Κατηγορίαις ἀνούσια μὲν ἀμφότερα, μᾶλλον δὲ τοῦ εἴδους τὸ γένος.
[*](1 αἱ add. Α 1. 2 τὸ μὲν C b: τὰ μὲν C a 11 περίεστι C a: corr. C b <τοῖς> σπουδάσασιν coui. Us., possis etiam ἐπιχειρήμασι] 13 τε add. Us. 15 deestne δοκεῖ vel κινδυνεύει ? 22 τὰ add. Us. 23 ἀληθὴς sciipsi: ἄλη C (i. e. ἀληθείᾳ potius) 26 τέ ἐστι scripsi : τί ἐστι ἐπεὶ Us.: καὶ C quod tolerarein, nisi τε extaret 26 πάντων] πλειόνων Alex. 210,20 32 ταὐτὰ Us. 33 fort, excidit λέγει vel sim. categ. c. 5)p. 999a24 Ἔστι δ’ . . . διηπορήσαμεν.
Καὶ τοῦδε ἡ τάξις τοῦ | σκέμματος μετατέθειται· δέκατον μὲν γάρ [*](856a) λαμβάνεται. ζητεῖ δὲ εἴτε ἔστι παρὰ τὰ αἰσθητὰ τὰ καθόλου λεγόμενα εἴτε οὔ· εἰ μὲν γὰρ μὴ εἴη, φησίν, οἴχεται ἡ ἐπιστήμη τῶν ὄντων· πῶς γὰρ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ ἀπειράκις γιγνόμενα μάθωμεν, οὐκ ἔσται· νυνὶ μὲν γὰρ διὰ τῶν καθόλου περιλαμβάνειν αὐτὰ νομίζομεν· εἰ δὲ ταῦτα εἴη ἀνυπόστατα, καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ καὶ διαιρετικὴ <καὶ> πᾶσα διακενῆς ὀνειροπεπολημέναι φροῦδοι γενήσονται. εἰ δὲ εἴη. φησί, καθόλου, πάλιν ἔσται τὰ γένη καὶ τὰ εἴδη, περὶ ὧν πεπαύμεθα λέγοντες ὅτι οὐκ ἔστι. καὶ φαίνεται, δι’ ἣν αἰτίαν συνῆψε τοῦτο τῷ ἑβδόμῳ προβλήματι, ἵνα ἐκ τοῦ σύνεγγυς ἡμᾶς ὑπομνήσῃ τῶν ἐν αὐτῷ ῥηθέντων. εἴπωμεν οὗν καὶ ἡμεῖς, ὅτι οὐδὲ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δέδεικται μὴ ὄνια τὰ γένη καὶ τὰ εἴδη· πῶς γὰρ τὸ ψεῦδος ἀποδειχθείη ποτ’ ἄν; εἰ μέντοι μὴ εἴη τὰ καθόλου, οἴχεται μὲν ἐκ τῶν πραγμάτων ἐπιστήμη· γὰρ εὖ τοῦτο λέγεις· πρόσθες δὲ ὅτι οὐδ’ ὑποστῆναι δύναται τὰ ἄπειρα μὴ ὄντος ἑνὸς ἀπειροδυνάμου αἰτίου, εἰ μὴ ἄρα ἐκ ταὐτομάτου· πῶς δὲ τὰ φύσει ἐκ ταὐτομάτου; ὥστε εἰ οὕτως ἔχοι, ἄπειροι δὲ καὶ ἄνθρωποι καὶ ἵπποι καὶ πολλὰ τῶν συνωνύμων <ἐν> τῷ ἀπείρῳ γίγνεται χρόνῳ, καθ’ ἕκαστα ἐστὶν ἑνὰς ἀπειροδύναμος, καθ’ ἣν ταῦτα ὡρισμένως ἐπ’ ἄπειρον γίγνεται μὲν ἐν τῷ παντί, γνωρίζεται δὲ † αὐτοῖς ἐχόντων τὴν τῆς τὰ ἄπειρα ποιούσης αἰτίαν. ἔτι πάντα τὰ ἐν γενέσει ζῷα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλει· εἰ δὲ τοῦτο, δεῖ τι ἐν τῷ παντὶ ἐνεργείᾳ εἶναι ζῷον, ὃ τὰ δυνάμει εἰς ἐνέργειαν ἄγει· ἔστι δὲ τοῦτο οὔθ’ ἥλιος οὔτε σελήνη οὔτ’ ἄλλο τι τῶν ἤδη διωρισμένων ζῴων συμβάλλεται μὲν γὰρ καὶ τὰ θεῖα ζῷα πρὸς ὑπόστασιν καὶ τελεσιουργίαν τῶν γενητῶν), ἀλλ’ ὑφ’ οὗ κυρίως καὶ πρὸς ὃ γίγνεται τὰ τῇδε, ζῷον ἔσται μόνον ἐνεργείᾳ καὶ οὐδὲν ἄλλο, τουτέστιν αἰτία τῶν ἐν τοῖς ἀτόμοις κατατεταγμένων ζῴων. οὕτω δή μοι καὶ περὶ ἀνθρώπου καὶ περὶ ἑκάστου τῶν ἄλλων σκόπει, καὶ ὄψει τὰ ἀληθῆ γένη γεννητικὰ ὄντα κατὰ φύσιν καὶ τὰ ἀληθῆ εἴδη μορφωτικὰ τῶν ἀπείρων ὄντα.
p. 999a32 Έτι . . . οὐθέν.
Σύνολον μὲν τὰ καθ’ ἕκαστα λέγει, οἷον τὸ εἰδοπεποιημένον καὶ ἔχον εἶδος ἐν ὑποκειμένω, ὅ φησι κατηγορεῖσθαι τῆς ὕλης· ἔθος γὰρ αὐτῷ τὸ ἐν ὑποκειμένῳ καθ’ ὑποκειμένου καλεῖν. διαιρεῖ δὲ τελείως· ἢ γὰρ παρὰ πάντα τὰ αἰσθητά ἐστι τὰ καθόλου ἢ παρ’ ἔνια ἡ παρ’ οὐδέν. ἐπειδὴ δὲ ἐξ ὑποθέσεως προάγει τὴν διαίρεσιν εἰ γὰρ ἔστι, φησί, τὰ καθόλου), | γίγνεται τὸ τρίτον [*](856b) [*](8 καὶ inserui 11 καὶ φαίνεται cum prioribus iungebant; ideo καὶ ὑφῄρηται coni. Us. 19 ἐν addidi 20 fort, ante γίγνεται aut μὲν lacuna 21 locus desperatus; possis δὲ τοῖς ἐπιστήμοσιν τῆς . . . αἰτίας (αἰτίας utique 28 αἴτια C 29 γενητικὰ C 32 εἶδος πεποιημένον C a : corr. C b)
p. 9991)5 Ἀλλά . . . . δυνατόν.
Διὰ τί καὶ διὰ ποίαν ἀνάγκην, ἀκούσωμεν αὐτοῦ γενναίως ἐπιδεικνύντος · ἀνάγκη . . . ἀγένητον. εἰ ἔστι γένεσις, ἔσται μέν ποτε τὸ γιγνόμενον οὐ γὰρ ἀτελεύτητος ἡ κατὰ τὴν γένεσιν μεταβολή), ἔσται δὲ καὶ τὸ ὑλικὸν αἴτιον, ὃ κτὰ μὲν τὸ προσεχὲς θεωρούμενον οὐ κωλύεται εἶναι γενητόν καὶ γὰρ τοὐ ἡμετέρου σώματος ἡ προσεχὴς ὕλη γενητή), ἀναλυόμενον δὲ εἰς ἔσχατον καὶ εἰς τὴν πρώτην ὕλην ἀναπεμπόμενον ἀγένητον εἶναι ἀνάγκη· διὰ τί; ὅτι μήτε ἐπ’ ἄπειρον ἡ ὑλικὴ αἰτία πέφυκεν ἀναλύεσθαι μήτ’ ἐκ τοῦ μὴ ὄντος γένοιτο ἄν τι. καὶ ταῦτα δηλοῖ διὰ τῶν εἴπερ ἵσταται καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον. ὅτι μὲν οὖν ἵσταται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ ἀνάλυσις, ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν α, λαβὼν ὅτι οὐδ’ ἂν αἴτιον εἴη, εἰ μὴ πρῶτον εἴη αἴτιον· εἰ δὲ πρῶτον εἴη, ἔστι καὶ ἡ ἐπὶ τὸ ἄνω στάσις καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν αἰτίων ἀνάλυσις. ὅτι δὲ τῶν φυσικῶν οὐδὲν ἐκ τοῦ μὴ ὄντος, κοινὸν ἀξίωμα τῶν περὶ φύσεως δεινῶν.
p. 999b8 Ἔτι δὲ... γέγονε.
Πάσης γενέσεως ἀνάγκη πέρας εἶναι· οὐ γὰρ ἄσκοπος ἡ τῆς φύσεως κίνησις οὐδὲ ἀτελεύτητος ἡ παρ’ αὐτῇ ἀποτελουμένη γένεσις. εἰ δὲ πᾶσα πέρας ἔχει, πᾶν δὲ τὸ ἔχον πέρας ἔχει καὶ ἀρχήν τοῦτο γὰρ δεῖ προσυ [*](1 Alex. 211,34 5 an τάχα? 15 an μηδέποτε? 20 αὐτὸ C: corn. Α 21 ἀγένητον in ras. C 24 of. Alex. 213,3 29 Ar. met. ἁ 2 cf. Alex. 213,14 ne malis παρ’ αὐτῆς, cf. Radermacher ad Demetr. p. 81 sq. εἰ δὲ Bag.: ἡ δὲ C)
p. 999b12 ἔτι... εἶδος.
Ἔνατον τοῦτο ἐν τοῖς προβλήμασιν, ὥσπερ κἀνταῦθα, καὶ φαίνεται λαμπρῶς ἡ αἰτία τῆς μεταθέσεως· ἐπεὶ γὰρ ἔδειξεν ἐν τῷ δεκάτῳ μὲν ἐκεῖ, ὀγδόῳ δὲ ἐν τούτοις, ὅτι ἐστὶν ἀγένητος ὕλη, συνῆψεν εὐθέως τὸν περὶ τοὐ χωριστοῦ εἴδους λόγον· εἰ γάρ ἐστιν ἀεὶ ὕλη διὰ τὸ πρὸ πάσης ἐπινοεῖσθαι γενέσεως, πολὺ εὐλογώτερον ἀγένητον εἶδος προσεπινοεῖν, ὃ καὶ τὴν ὕλην δυνάμει καὶ ἀτελῆ καὶ σὺν στερήσει πάντων ἔχουσαν τὸ εἶναι εἰς ἐνέργειαν ἄξει καὶ εἰς τελείωσιν καὶ εἰς τὴν διὰ τῶν εἰδῶν ἐπικόσμησιν. ὁ λόγος οὖν τοιοῦτος· εἰ ἔστιν ὕλη ἀγένητος, πολλῷ πλέον ἐστὶν εἶδος χωριστὸν καὶ ἀίδιον· οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν εἰδοποιήσει, καθάπερ ᾤοντό τινες τῶν πάλαι φυσιολόγων· εἰ δὲ ἵνα μὴ ἀναγκάζηταί τις θεῖναι ἀγένητον εἶδος, ἀρνῆται καὶ ὕλην εἶναι ἀγένητον, ἀκούσεται ὅτι μηδετέρου ὄντος ἀγενήτου οὐδὲν ἔσται· δέδεικται γὰρ ὅτι χρή τι εἶναι ἀίδιον, εἰ γένεσις εἶναι μέλλοι· εἰ δὲ ἀδύνατον μηδὲν εἶναι τί γὰρ τούτου ἀδυνατώτερον;), δεῖ τι εἶναι ἀίδιον· τοῦτο δὲ εἰ μὲν εἶδος εἴη, ἔχω τὸ ζητούμενον· εἰ δὲ ὕλη, πάλιν ἐρῶ ὅτι πολὺ εὐλογώτερον ὕλης οὔσης ἀγενήτου καὶ εἶδος εἶναι ἀίδιον. ὥστε ἐπειδὴ ἄμφω μὲν ἀδύνατον μὴ εἶναι, ὕλης δὲ οὔσης ἀγενήτου ἀνάγκη καὶ εἶδος εἶναι, ἄμφω ἀνάγκη εἶναι. ὅτι δὲ περὶ χωριστοῦ εἴδους ὁ λόγος, σαφῶς ἐδήλωσεν ἐπάγων ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος· εἰ δὲ αὖ τις τοῦτο θήσει, ἀπορία ἐπί τίνων τε θήσει τοῦτο καὶ ἐπὶ τίνων οὔ· ὅτι μὲν γὰρ ἐπὶ πάντων οὐχ οἷόν τε, φανερόν· οὐ γὰρ ἂν θείημεν εἶναί οἰκίαν παρὰ τἀς τινὰς οἰκίας. ὅπερ | εἰώθει παρὰ τοῖς ἀμφὶ τὸν Παρμενίδην ἀπορεῖσθαι, 857b τοῦτο καὶ αὐτὸς ζητεῖ, τίνων ἦν ἰδέα καὶ τίνων οὔ. δι’ ἀκριβείας μὲν οὖν ἐν τοῖς εἰς τὸν Παρμενίδην ὑπομνήμασιν Ἰαμβλίχῳ τῷ θείῳ περὶ τούτων εἴρηται· κεῖται δὲ καὶ παρὰ Πλωτίνῳ ἐν τῷ περὶ νοῦ καὶ [*](.5.6 εἰ δέ τοῦ πέρας ἔχ κ. τ. ἀρχὴν ἔχοντος oifi. C a add. Cb; unde enoies oiti 20 scr. aut <τὴν> δυνάμει aut ἀτελές 21 διακόσμησιν coni. Us. 39 Plotin. V)
p. 999b20 Πρὸς δὲ... ἄλογον.
Καὶ τοῦτο δέ τις <ἂν> ἀπορήσειε πρὸς τοὺς εἰσάγοντας τὰ εἴδη. ἓν εἶδός ἐστι πάντων ἀνθρώπων, ὃ δηλοῦσιν αὐτοάνθρωπον· ἀλλ’ ἄτοπόν φησιν· ἔδει γὰρ καὶ τοὺς ἐνταῦθα πάντας ἀνθρώπους ἓν εἶναι, ἅτε πρὸς ἕν· εἶναι] ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία. ποία οὐσία, ἐρωτήσομεν, ἡ κατὰ τὺ ἀχώριστον εἶδος ἢ <ἡ> κατὰ τὸ χωριστόν; 〈εἰ μὲν γὰρ ἡ τὸ ἀχώριστον,〉 ἀληθῆ μὲν τὴν ἐπιτίμησιν εἶναί φαμεν· οὐκ ἣν δὲ ὁ λόγος ὁ νῦν περὶ τοὺ ἀχωρίστου εἴδους· εἰ δὲ ἡ κατὰ τὸ χωριστόν, οὐδὲν ἄτοπον εἶναι φήσομεν ἐξ ἑνὸς αἰτίου πολλὰ καὶ ἄπειρα γεννᾶσθαι, ὁμοειδῆ μέντοι ἀλλήλοις, εἰ κατ’ ἐκεῖνο γίγνοιτο. ὥστε εἴθ’ οὕτως ἔχει ἡ γραφή, οὐδὲν ἄτοπον ἕπεται· εἴτε γράφειν αἱροῖτό τις ἀλλ’ ἄτοπον· οὐ γὰρ πάντων ἡ οὐσί.α μία, τὰ αὐτὰ πάλιν ἐροῦμεν, ὅτι ἡ μὲν χωριστὴ οὐσία αὐτῶν καὶ αἰτία οὐ κωλύεται εἶναι μία, ἡ δὲ ἀχώριστος εἴδει μὲν μία, πολλὴ δὲ καὶ ἄπειρος τῷ ἀριθμῷ. τὸ <δὲ> πολλὰ τοῦ αὐτοῦ αἴτια χωριστὰ καὶ ὑποτίθεσθαι, πῇ μὲν ἄλογον πῇ δὲ ἀναγκαῖον· ἐν τῷ δημιουργικῷ μὲν γὰρ νῷ ἓν ἀρκεῖ τῶν ἀνθρώπων εἶναι παράδειγμα καὶ ἄτοπον ὑποτίθεσθαι πλείω, ἀρκοῦντος τοῦ ἑνὸς πάντας ἀνθρώπους γεννᾶν· ἐπεὶ καὶ τί νῦν διοίσει ·ἀλλήλων ἐν ταὐτῷ ὄντα; δεῖ δέ καὶ ἐν τῇ ψυχῇ εἶναι τοῦ παντὸς τῶν τῇδε ἀνθρώπων αἰτίαν καὶ ἐν τῇ φύσει τῶν ὅλων· καὶ ὅλως καθ’ ἑκάστην τάξιν τῶν ὄντων τὰ εἴδη, ὡς ἐν ἄλλοις δέδεικται. ὅλη δὲ ἡ ζήτησις αὕτη παρ’ ἐκεῖνο τὸ πρόβλημα γέγονε, πότερόν ἐστι καὶ τῶν καθ’ ἕκαστα εἴδη ἢ οὐδενὸς τῶν ἀτόμων γενητῶν.
p. 999b23 Ἅμα . . . ταῦτα.
Τῷ ὄντι † ἂν ἄπορος ὁ τρόπος τῆς τῶν εἰδῶν μίξεως· καὶ τοῦτο καὶ αὐτὸς ὁ θεῖος Πλατῶν ἔν τε τῷ Τιμαίῳ φησὶ καὶ ἐν τῷ Παρμενίδῃ δείκνυσιν. ἆρα γὰρ μέρους | ἕκαστον τῶν τῇδε μεταλαμβάνει ; καὶ πῶς ἢ ἐκεῖνο μερίζεται 858a ἢ ταῦτα ἀλλήλοις ἐστὶν ὁμοειδῆ, κατ’ ἄλλα ἄλλα μέρη τὴν ὑπόστασιν ἔχοντα; ἀλλ’ ὅλον ἑκάστῳ πάρεστι; καὶ πῶς πολλὰ μὲν τὸ ἓν γίγνεται, αὐτὸ δὲ ἑαυτοῦ χωριζόμενον ἀποδείκνυται ; καὶ ὅλως ὅσα ὁ μέγας Παρδὲ [*](4 ὅλων C: δ’ ἐνύλων Us. 6 γενητικὰ C 8 ἄν add. Us. 11 εἶναι delevi, εἶδος coni. Us. 12 ἡ add. Us. 12. 13 εἰ—ἀχώριστον suppl. Us. praecedente A 20 δὲ add. Bag. αἴτια scripsi : τὰ C 23 νῦν non intellego 30 ἂν iusiticium puto; δόξειεν addere vult. Us. 35 aliquid turbatum ; fort, satis est οὐ ante χωριζόμενον addere)
p. 999b24 Ἔτι δὲ... πάντων.
Ἔστι μὲν τοῦτο ἑνδέκατον ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, δέκατον δὲ νὺν γυμνάζεται διὰ τὸ παραλελεῖφθαι τελέως τὸ ἐν ἐκείνοις ἕκτον. ζητεῖ δὲ δι’ αὐτοῦ, πότερον εἴδει αἱ ἀρχαί εἰσιν ὡρισμέναι ἢ ἀριθμῷ· μὲν γὰρ εἴδιε, φησίν, οὐδὲν τῶν τῇδε ἀριθμῷ ἓν ἀλλ’ εἴδει, ἐπειδὴ κατ’ ἐκείνας τὰ τῇδε πάντα γέγονεν. ἔτι δὲ οὐδ’ ἐπιστήμη τῶν πραγμάτων ἔσται· δεῖ γὰρ ἓν εἶναι ἀριθμῷ τὸ κατὰ πολλῶν ὁμοειδῶν θεωρούμενον, εἰ μέλλοι τις ἐπιστήμην ἀναλήψεσθαι, τά τε πολλὰ τοιαῦτα εἶναι ὥστε ἕκαστον αὐτῶν ἓν εἶναι τῷ ἀριθμῷ, ἵνα καὶ ὁμοειδῆ ἀλλήλοις ᾖ· οὐδὲν δὲ τούτων ἔσται, εἰ αἱ ἀρχαὶ μὴ ἀριθμῷ ἓν ἀλλ’ εἴδει εἰσὶν ὡρισμέναι. πάσα οὖν ἡ ἀκολουθία τοῦ λόγου τοιαύτη· εἰ μὴ αἱ ἀρχαὶ ἀριθμῷ ἕν, οὐδὲ τὰ ἀπ’ αὐτῶν, εἰ μηδὲν ἀριθμῷ ἕν· οὐδὲ τὸ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἓν ἔστι λαβεῖν τοῦτο γὰρ ἀριθμῷ ἕν), ἵνα μὴ καὶ τούτου ἄλλο ἐπαναβεβηκὸς ἓν ζητῶμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἓν μὴ ἔστι λαβεῖν, οὐδ’ ἂν ἐπιστήμη εἴη.
p. 999b27 Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν ἕως τοῦ μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλείονων.
Εἰ δὲ μὴ τοῖς εἴδεσιν ἀλλ’ ἀριθμῷ, φησίν, αἱ ἀρχαὶ τὸ ἓν ἔχουσι, τοσαῦτα ἔσται τὰ ἐξ αὐτῶν ὅσαι καὶ αὐταί· ὥσπερ γὰρ τὰ κδ στοιχεῖα ἰῆς ἐγγραμμάτου φωνῆς, εἰ μὴ εἴδει τοσαῦτα ἦν ἀλλ’ ἀριθμῷ, τοσαῦτα ἂν ἐποίησε τὰ λεγόμενα ὅσα αὐτά ἐστιν ἅπαξ γὰρ αὐτὰ παραλαμβάνεσθαι ἦν ἀνάγκη). καὶ ὥσπερ οἱ λίθοι εἰ ἰῷ ἀριθμῷ ἦσαν ὡρισμένοι, ἀναγκαῖον ἦν τὰ ἐξ αὐτῶν οἰκοδομήματα τοσαῦτα εἶναι ὅσοι καὶ οὗτοι· οὕτω καὶ τῶν | ὄντων αἱ ἀρχαὶ εἴπερ ἀριθμῷ εἰσιν ὡρισμέναι, τοσαῦτα ποιήσουσιν 858b ὅσαι αὐταί εἰσιν· εἴπερ ὡς στοιχεῖα, φαίης ἄν, ἀρχαὶ εἶεν, ἀλλὰ μὴ ὡς γεννητικαὶ καὶ ποιητικαί· εἰ γὰρ οὕτως, οὐ κωλύονται καίπερ ὡρισμέναι τῷ ἀριθμῷ γεννᾶν ἄπειρα. ἀλλ’ οὐδὲ ὁ πρὸς τὰς εἴδει ὡρισμένως ἐχούσας ἀρχὰς ἠρωτημένος λόγος ὑγιῶς πάντῃ προελήλυθεν· οὐ γὰρ εἰ αἱ αἱ ἀρχαὶ τοιαῦται, καὶ τὰ ἀπ’ αὐτῶν· ἀποτεμαχίζει γὰρ ἡ ὕλη καὶ ἀπομερίζει τὴν [*](3 cf. Plat. soph. 2483 5 Ar. metaph. Η 6 11 αἱ suprascr. Ci) 12 ἀριθμῶ ἒν C e corr. 17 ἓν abundat 20 τοῦτο C: corr. Bag. 26 αὖται C 30 οὔτοι C: αὐτοί coni. Us. 32 εἰ ἄρα coni. Us. 33 γενητικαὶ C 34 ὡρισμένον C: corr. A ; ὁρισμὸν Bag. 36 ἀποτεμμαχίζει C)
p. 1000a5 Οὐδενὸς. . . ἕτεραι.
Δωδέκατόν ἐστι τοῦτο κατὰ τὴν ἔκθεσιν τῶν προβλημάτων· ἀπορεῖ γὰρ ἐν αὐτῷ, πότερον αἱ αὐταὶ τῶν ἀιδίων εἰσὶ καὶ τῶν φθαρτῶν αἰτίαι, ἢ ἕτεραι μὲν τούτων ἕτεραι δὲ ἐκείνων· εἰ μὲν γὰρ αἱ αὐταί, πως τὰ μὲν ἀίδια ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, ὅτι μὲν αἱ τῶν ἀιδίων ἄφθαρτοι, πρόδηλον· εἰ δὲ καὶ αἱ τῶν φθαρτῶν ἄφθαρτοι, λόγου δεῖται· εἴτε γὰρ αἱ] ἄφθαρτοι, πῶς φθαρτὰ ποιοῦσιν, ἀλλ’ οὐχ ὁμοίως ταῖς πρὸ αὐτῶν ἀίδια; εἰ δὲ φθαρταί, πῶς ἀρχῶν ἀπολομένων οὐ πᾶσα ἡ γένεσις πεσοῦσα στησεται ; ἔχει μὲν οὖν ὁ λόγος σκέψιν φιλόσοφον· διὰ τί δὲ καταλελεῖφθαί φησι τοῦτο πάσι τοῖς πρὸ αὐτοῦ ἀδιερεύνητον. ὃ σαφῶς ὁ Πλατῶν μετὰ τὴν τῶν ἀιδίων δημιουργίαν πρὸς τοὺς ἐγκοσμίους θεοὺς παραδίδωσι τὸν δημιουργὸν λέγοντα; ‘ θνητὰ ἔτι τρία λοιπὰ γένη ἀγένητα. τούτων δὲ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ ἕξει. δεῖ δέ, εἰ μέλλει τέλεος ὄντως εἶναι. δι’ ἐμοῦ δὲ γενόμενα ταῦτα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν’ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κτὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν᾿ καὶ τὰ ἑξῆς περί τε γενέσεως τῶν ζῴων καὶ τροφῆς καὶ αυξησεως καὶ φθίσεως ἀναδιδάσκοντα. σαφῶς οὖν εἶπεν ὁ Πλάτων, ὅτι καὶ τὰ πρώτιστα τῶν πάντων ἐστὶν αἴτια καὶ οἱ κατ’ οὐρανὸν τὴν γένεσιν ἐπιτροπεύσουσι καὶ ὅτι τὰ θνητά, εἰ μὴ εἶχε προσεχῆ αἴτια καὶ φθαρτὰ καὶ μεταβάλλοντα, οὐκ ἂν ἦν θνητά, νοητὴν μόνην ἀρχὴν ἔχοντα, ὡς τὰ τῶν πραγμάτων ἀίδια.
p. 1000a9 Οἱ μὲν... αὐτοῖς.
Τί γὰρ ἄν ἄλλο τις τὰς ἀρχὰς ἢ θεοὺς εἶναι νομίσειεν; οὔτε γὰρ ἀρχῆς πρεσβύτερον οὐδὲν οὔτε θεοῦ καὶ θεῶν. ὥστε τοῦτο μὲν ἀνάγκη λέγειν τοῖς θεολόγοις καὶ ἐκ θεῶν πάντα γεννᾶν, νοῦς ψυχὰς φύσεις τῶν σωμάτων, τά τε | ἀίδια καὶ <τὰ> φθαρτά. ἐπεὶ οὖν τὰ μὲν αὐτοῖς ἥνωται τοῖς θεοῖς [*](859a) τῶν ἀπογεννωμένων, τὰ δὲ οὐδέποτε αὐτοῖς ἀμέσως συνάπτεσθαι πέφυκε, τὰ δὲ ποτὲ μὲν οὕτω ποτὲ δὲ ἐκείνως, ἐν οἷς καὶ τὸ ἡμέτερον τέτακται, τὰ μὲν ἀεὶ πρὸς θεοὺς ὁρῶντα τρέφεσθαί φασιν ἐκεῖθεν ἀμβροσίᾳ καὶ [*](1 supra p. , 9 αἱ suprascr. C b, secl. Us. 10 πῶς φθαρτὰ scripsi : acpdapTa C ἀίδια scripsi cl. p. 44,23: ἀίδιαι C αἰτίαις Bonitz) 11 possis etTE et πῶς <τῶν>; at cf. p. 47,9 ἀπολλομένων C συμπεσοῦσα supra p. 13 τοῦτο Bag: τούτοις C 15 PI. Tim. 41 b sq. cuius verba paullum immutavit 18 θνητόν τε καὶ ἀθάνατον δεόντως ἅπαν ἦ C 24. 25 ὡς τἀπὸ τῶν πρώτων ἀίδια Us.; sine offensa esset ὡς τἄ ἀίδια τῶν πραγμάτων 30 τὰ add. Us. ante αὐτοῖς τοῖς suprascr. C sed del.: post αὐτοῖς συνάπτεσθαι πέφυκε sed. del in C)
p. 1000a14 Καίτοι... τροφῆς.
Φορτικῶς μὲν ἠρώτηται ταῦτα· ῥητέον δὲ πρὸς αὐτά, ὅτι τροφαὶ μὲν αἱ παρὰ. τῶν ὑπερκειμένων αἰτίων ἐλλάμψεις καὶ χορηγίαι τῶν ἀγαθῶν λέγονται, αὗται δὲ καὶ ἀγαθύνουσι μειζόνως τὰ καὶ ἀπὸ τῆς ἑαυτῶν συστά- σεως τὸ ἀγαθὸν ἔχοντα καὶ τελειοτέρας ἀιδιότητος μεταδιδόασι τοῖς κατὰ τὴν ἑαυτῶν οὐσίαν ἀιδίοις ὑπάρχουσιν· ὥστε καὶ εὐφροσύνης ἕνεκα καὶ τοῦ εἶναι τούτων μετέχουσιν. ἀλλὰ . . . σκοπεῖν. οὐ ταῦτα Πλάτωνος περὶ αὐτῶν ἠκούσαμεν λέγοντος, ἀλλὰ δοκιμάζοντος αὐτοῖς ἐν τοῖς περὶ θεῶν ἕπεσθαι λόγοις, καίπερ ἄνευ τε εἰκότων καὶ ἀποδείζεων λέγουσιν, ὡς συγγένειαν ἔχουσι πρὸς τὸ θεῖον περιττοτέραν ἢ κατὰ τοὺς ἄλλους ἀνθρώπους, ὅθεν καὶ θείους καὶ θειοτάτους αὐτοὺς εἴωθε προσαγορεύειν.
p. 1000a19 Παρὰ δὲ ... ὅντων.
Εἴρηται μὲν ὅτι καὶ αὐτὸ τοῦτο τῆς περιουσίας ἐστὶ τῶν ἀρχῶν ἔργον, τὸ μὴ πρότερον λῆξαι τῆς απογεννήσεως, πρὶν ἂν πρὸς τοῖς ἀιδίοις καὶ τὰ θνητὰ συνυποστήσωσιν. εἴρηται δὲ καὶ ὅτι τὸ πᾶν οὐκ ἠδύνατο τέλειον. εἶναι μὴ πάντα ἐν ἑαυτῷ ζῷα περιέχον, καὶ μὴν ὅτι καὶ οἱ κατ᾿ οὐρανὸν τῷ ἑνὶ δημιουργῷ τὰ | γενητὰ ζῷα συναπογεννῶντες ἀναγκαίως αὐτὰ 859b θνητὰ ἐποίουν· τὰ γὰρ ἀπὸ κινουμένων αἰτίων γιγνόμενα διὰ παντὸς μένειν οὐ δύνανται. ἐπὶ τούτοις τὸν Ἐμπεδοκλέα τῶν ἄλλων ἐν τούτῳ προθεὶς τῷ σκέμματι ὡς ἑαυτοῦ κατά γε τοσοῦτον μὴ διαφερόμενον, ὅτι τὰς αὐτὰς [*](9 τὰ δὲ Us.: ὡς τά γε C 19 ὑποκειμένων C: correxi 23 PI. Tim. 40dsq. 27 cf. PI. legg. I 629b III 682a Ion 530b 32 καὶ μὴν καὶ ὅτι Α recte 35 δύναται Us.)
p. 1000b14 “ Ἀλλ᾿ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη”.
Μέγα μὲν αὐτὸ προσειπὼν ὥσπερ ὁ Ὀρφεὺς τὸ χάος “καὶ καὶ μέγα χάσμα πελώριον ἔνθα καὶ ἔνθα”, καὶ ὁ Πυθαγόρας | ἀόριστον [*](860a) τὴν δυάδα· μέλη δὲ αὐτῷ δοὺς καὶ αὔξησιν, ἐπειδὴ προόδου καὶ γενέσεως καὶ πλήθους καὶ πολλαπλασιασμοῦ καὶ πάσης αὐξήσεως τοῖς ὅλοις αἴτιον γίνεται. “ ἐπὶ τιμὰς τ᾿ ἀνόρουσε τελειομένοιο χρόνοιο”. τιμῶν τε καὶ βασιλειῶν ἀπελύετο κατὰ τὴν τελείωσιν, ἣν ὁ χρόνος ἐπέφερεν αὐτῷ μετρεῖ γὰρ τὸ πρώτιστον καὶ τὴν ἄπειρον δύναμιν τῶν δύο τούτων ἀρχῶν. ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου. ἥτις αὐτοῖς τελειόγένημα [*](19 C 20 ἑκατέραν Bag.: ἑκατέρα 21 ante ἀμφοῖν ἐξ C a: del. C b 22 τελειότητα] τελειομένοιο ex Emped. fr. 30 Us., at cf. 1. 27 24 Orph. fr. 50 Abel 30 προειπὼν C: corr. Η Orph. fr. 52 cf. Procl. iu remp. II 138,14 34 ἐπὶ C ut Ar. codd. dett.: εἰς Ar. codd. AbE τελειουμένοι C 35 ἀπελύετο scripsi: ἀνελάβετο 37 αὑτοῖς scripsi: αὐτῆς C αὐταῖς Us. ad ἀρχάς referens; at cf. ἀμφοτέροις p. 44,5))
῾Εξῆς δὲ ὁ Ἀριστοτέλης ἀπορεῖ πρὸς τοὺς ἑτέρας μὲν τῶν ἀιδίων ἑτέρας δὲ τῶν φθαρτῶν ἀρχὰς ὑποτιθεμένους εἶναι· εἴτε γάρ, φησί, <φθαρταί>, τὰς τῶν φθαρτῶν ἀρχὰς φθείρουσιν ἐπ’ ἄπειρον· δῆλον γὰρ ὅτι εἰς ταῦτα φθείρονται ἐξ ὧν ἐγένοντο, ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί, καὶ τοῦτο εἰς ἄπειρον. ἔτι δὲ πῶς οὐ πᾶσα συμπεσεῖται γένεσις φθαρεισῶν αὐτῆς τῶν ἀρχῶν; πάντα ταῦτα εὗ λέγων καὶ Πλατωνικῶς. εἴτε ἄφθαρτοι, διὰ τί μὴ καὶ αὐταὶ ἀίδια ποιοῦσιν ὡς αἱ πρὸ αὐτῶν; εἴρηται δὲ ὅτι καὶ ἄφθαρτοι, ἀλλ’ οὐκ ἀκίνητοι. καὶ τοῦτον εἶναι τὸν πολὺν λόγον αἰνίττεται. ἀποτρώγειν δὲ ἔφη τοὺς πρὸ αὐτοῦ τὸ ἄπορον, ὅτι οἷον ἁψάμενοι αὐτοῦ φεύγουσιν ἀπ’ αὐτοῦ, | ὥσπερ οἱ μύες ὅταν διὰ λιχνείαν μὲν προσίωσι τοῖς [*](860b) ὄψοις, οὐκ ἀσφαλῆ δὲ νομίσωσιν εἶναι τὴν περὶ αὐτὰ διατριβήν· κἀκεῖνοι γὰρ τοῖς ἀποτρώγουσι καὶ τοῖς ἀπογευομένοις ἐοίκασι. p. 1001a4 Πάντων δὲ... ἔχειν τοῦτο τρίτον ἐπὶ δέκα ἐστὶν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων, δωδέκατον δὲ ἐνταῦθα διὰ τὸ παρεῖσθαι πάντῃ τὸ ἕκτον ὡς πολλάκις ἐπεσημηνάμεθα. εἴρηται δὲ ἐν τοῖς πρώτοις ὅπως φασὶν οἱ Πυθαγόρειοι καὶ ὁ Πλατῶν, καὶ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς οὐκ ἔστιν αὐτοῖς διάφωνος ἐν τούτοις, ἴσως δὲ οἱ ἀπὸ τῆς Ἰωνίας φυσικοὶ τὸ ἓν καὶ τὸ ὂν ὕδωρ ἢ πῦρ ἤ τι τοιοῦτον εἷναι νομίζοντες. ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, <εἰ> καὶ τὴν νοητὴν καὶ ἀκίνητον οὐσίαν πρεσβεύει καὶ κατηγορεῖ σώματα μόνα φασκόντων εἶναι, ἀλλ’ οὖν τὸ μὲν ἓν καὶ τὸ ὂν δῆλός ἐστι μὴ διιστὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ ταὐτὸν εἶναι λέγων τῷ ὑποκειμένῳ, [*](3 ante κέκληκεν τέθει C a: del C b 13 Emped. fr. 109,1 15 τὸ μὴ πάντα νοεῖν ἀφρονοῦντος coni. Us. 19 φθαρταί add. Us. cl. v. 23; fort, praestat εἴτε γὰρ φθαρτὰς τῶν φθ. ἀρχάς (sc. ὑποτίθενται), φθείρουσιν 24 εἴρηνται C 33 cf. p. 11,9 sqq. 34 διάφωνος C b : διάφορος C a 36 εἰ add. Us.)
p. 1001al9 Συμβαίνει.... καθ’ ἕκαστα.
Ἔχει μὲν ὁ λόγος πολλὴν ἀνάγκην καὶ καιὰ τὸ φαινόμενον· εἰ γάρ ἔστι τὰ καθόλου, πολλῶ πλέον ἔστι τὰ καθολικώτατα· καὶ εἰ ἔστι τὰ καθολικώτατα, ἔστι τὸ ὂν καὶ τὸ ἓν ἐξῃρημένα τῶν ὅλων· ταῦτα γάρ ἐστι τὰ καθολικώτατα. εἰ δὲ ταῦτα μὴ ἔστιν, οἴχεται τὰ καθόλου· ᾧ ἕπεται τὸ μήτε ἐπιστήμην εἶναι μήτε κατὰ φύσιν ἀλλήλοις ὁμοειδῆ τὰ πράγματα εἶναι, κατὰ συντυχίαν δὲ καὶ κατὰ τὸ ἀστάθμητον καὶ εἰκῇ τάδε τοῖσδε μὲν εἶναι ὁμοειδῆ, τῶνδε δὲ ἀνομοειδῆ. μὴ γὰρ προϋπάρχοντος ἑνὸς εἴδους, οὗ τὰ μὲν μετέχοντα ὁμοειδῆ, τὰ δὲ μὴ μετέχοντα <μὴ> ἔστιν οὐχ ὁρῶ τίς ἔσται τούτων αἰτία ποιητικὴ καὶ φρουρητικὴ καὶ ἀναπόδραστος. οὐ μὴν ἀλλ’ εἴ τις ἐνατενίσειε τῷ λόγῳ, προσεχῶς μὲν ὄψεται τά τε εἴδη καὶ τὰ καθόλου συναναιρούμενα τῇ ὑποθέσει, οὐδὲν δὲ ἧττον καὶ τὰ αἰσθητὰ τῶν ὄντων περιγραφόμενα. εἰ μὴ γὰρ εἴη αὐτοὲν τῶν ἁπάντων ἐξῃρημένον, οὔτε τῶν καθόλου δύναταί τι εἶναι οὔτε τῶν ἀτόμων· τὸ μέν, ὅτι ἓν καὶ πλῆθος ἡ φύσις, δεῖ δὲ προτάττειν τὸ μόνως ἕν· τὸ δέ, ὅτι πολλὰ ἓν ἡ σύστασις, καὶ ἅμα ὅτι τῶν ἐν μεθέξει <ἑνῶν>, εἰ μὴ προθείη τις τὸ ἕν, οὐκ ἔσται τὸ αἴτιον τῆς ἐν τοῖς οὖσιν ἑνώσεως, ὥσπερ οὐδὲ τοῦ εἶναι τοῖς ὁπωσποτοῦν οὖσιν αἰτίαν κα|ταλιμπάνουσιν οἱ μὴ τὸ ὃν ἀρχὴν [*](861a) ἁπάντων εἶναι λέγοντες. ὥσπερ γὰρ τῶν ἀγαθῶν τοῖς πᾶσιν ἀρχὴ μία τὸ ἀγαθόν, ὃ οὕτε τινός ἐστιν ἀγαθὸν οὔτ’ ἄλλο τι παρὰ τἀγαθόν, καὶ ὥσπερ τοῦ κινεῖσθαι τοῖς πᾶσι τὸ αὐτοκίνητον αἴτιον καὶ τούτῳ δὲ ἡ αὐτοκίνησις, ἥτις οὐ τοῦδέ ἐστι κίνησις οὐδ’ ἄλλο τι παρὰ τὴν κίνησιν, ἀλλ’ ὅπερ εἴπομεν αὐτοκίνησις, ἔχει δὲ καὶ τὰ γιγνώσκοντα πάντα τὴν αὐτόγνωσιν ἀρχήν, οὕτω τὰ μὲν ὄντα ᾗ ὄντα πρόεισιν ἀπὸ τοῦ ὄντος, ὃ οὐ τόδε ἐστὶ τὸ ὂν ἀλλ’ αὐτοίν, τὰ δ’ ἡνωμένα τὴν ἕνωσιν ἀπὸ τοῦ ἑνὸς τοῦ ἐξῃρημένου τῶν ὅλων καταδέχεται.
p. 1001a24 Ὅτι δὲ . . ὄντων.
Ἕπεται μὲν ἐξ ἀνάγκης μηδ’ ἀριθμὸν εἶναι τὸν οὐσιώδη τοῦ ἑνὸς μὴ ὄντος, οὐ μὴν δι’ ἣν ἐπιφέρειν μέλλει αἰτίαν· λογικὴ γάρ ἐστιν. αὐτίκα ψευδῶς ἐκ μονάδων λαμβάνει συγκεῖσθαι τὸν εἰδητικὸν ἀριθμὸν καὶ οὐσιώδη· κἄν ἐκ μονάδων δέ τις αὐτὸν εἶναι συγχωρήσῃ, οὐ δήπου ἐξ ὁμοειδῶν τῷ [*](4 νῦν del. Us. 12 fort. τοῖσδε 14 μὴ add. Brandis; lacuna quattuor litt. in C 16 ante τῷ λόγῳ τῆ ὑποθέσει C a: del. Cb 19 οὔτε prius Us.: οὐδὲ C ὅτε C 20 cf. Plat. Farm. 143a. 144e Procl. in Parm. 1089,33 τῶν δὲ C: corr. Bag. 21 ἑνῶν addidi sim.; Us. 22 τι αἴτιον Us. 28 ἀρχῆς C, corr. Us. 32 ἔτι δὲ Ar.)
p. 1001a29 ᾿Αλλὰ . . . . ὄντα.
Ἄρχεται εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν, καί φησιν ἀπορώτατον εἶναι τοῖς αὐτοὸν ὑποτιθεμένοις τὸν περὶ τῆς τῶν | ὄντων ὑποστάσεως λόγον. [*](861b) ὅτι μὲν οὖν βαθὺ τὸ σκέμμα, πῶς ἐξ ἑνὸς οὐδεμίαν διπλόην οὐδὲ ἔμφασιν πλήθους ἔχοντος ἐν ἑαυτῷ οὐδὲ ἑτερότητα τὰ πάντα ὑπέστη, δηλοῦσι Πλωτῖνος Πορφύριος Ἰάμβλιχος καὶ πάντες οἱ θεωρητικώτερον περὶ τοῦτο τὸ πρόβλημα διατρίψαντες· οὐ μὴν ἀλλ’ αἰτιασάμενοι τὴν ἐν ἁπλότητι γονιμωτάτην αἰτίαν τοῦ ἑνὸς τὰ ὑπ’ αὐτοῦ προτεινόμενα λύειν ἐπιχειρήσομεν. τὸ γὰρ . . τὸ ὄν. ὁ μὲν Παρμενίδης ὅπως ἔλεγεν ἓν εἶναι τὸ ὄν, πολλάκις εἴπομεν, ὅτι τὸ πὰν νοητὸν ἡνῶσθαι καθ’ ὑπερβολὴν ἡγούμενος ἕν τε τὸ ὂν ἔλεγεν εἶναι καὶ τὸ παρὰ τὸ ὃν οὐκ ὄν, ὅπερ ἦν τὸ αἰσθητόν, καὶ τὸ οὐκ ὂν οὐδέν, ὅτι μὴ ἰσότιμον ἐκείνῳ μηδ’ ἔστι τι ὡς πρὸς ἐκεῖνο μηδὲ πλέον ἐκεῖνο γίγνεται τούτου ὑποστάντος· ὡς γὰρ ὁ Σωκράτης εἷς μένει, κἂν ἔχῃ πολλὰς εἰκόνας, οὕτω τὸ νοητὸν ἓν μένει καὶ τοῦδε ὑποστάντος τοῦ κόσμου, ὃς οὐδέν ἐστι πρὸς ἐκεῖνο, πλὴν ὅτι ἐξήρτηται αὐτοῦ κἀκεῖθεν ἔχει τό τε εἶναι καὶ τὸ τέλειος εἶναι. αὐτῷ δὲ νῦν λέγοντι τὸ ἕτερον τοῦ ’) ὄντος μὴ εἶναι οὐκ ἄν τις εὐλόγως οὐ λόγῳ] συγχωρήσειε· πρῶτον μὲν γὰρ οὐ κατὰ τὸ ὅλον νοητὸν λαμβάνει τὸ ὂν ἡ παρ’ αὐτῷ νῦν ὑπόθεσις εὐθυνομένη, ἀλλὰ τὸ ἀκρότατον αὐτοῦ, ὃ οὔτε νοῦς οὔτε ζωή πως, ἀλλ’ αὐτὸ τὸ ὄν, οὗ τὰ ἐχόμενα καὶ τὰ προσεχῆ γεννήματα ἕτερα αὐτοῦ ὄντα [*](9 ἡνωμένον enim idem quod πρώτως ὄν, cf. Damasc. I 111,7 sqq. 12 αὐτῶν del. Us. 13 καὶ τὸ αὐτοόν Α 33 ὡς πρὸς hic quoque Bag. ἐκεῖνον C: corr. Bag. 35 οὐ λόγω del. Us. 36 ἡ παρ’ αὐτῷ νῦν Bag.: παρ’ αὐτῷ νῦν ἡ C ὥσπερ αὐτὸς Us.))
p. 1001b1 Ἀμφοτέρως.... ἕν ἕκαστον.
Ὅτι μὲν οὖν τοῦ ἑνὸς μὴ ὄντος οὐκ ἔσται ἀριθμός, εἴρηται καὶ καλῶς εἴρηται· ἀρχῆς γάρ, φησίν, ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὕτ’ ἄλλο ἐξ αὐτῆς ποτε γενήσεται. διὰ τί δὲ καὶ ὄντος οὐκ ἔσται; ἆρα διὰ τὴν εἰσβολὴν τῆς ἐν τῷ Παρμενίδῃ πρώτης ὑποθέσεως, εἰ ἕν ἐστι, πολλὰ οὐκ ἂν εἴη; ἀλλ’ ἐκεῖ πολλὰ οὐ τὰ ἀπὸ τοῦ ἑνὸς προιόντα ἀναιρεῖ, ἀλλὰ τὰ ἐν αὐτῷ τῷ ἑνὶ ὑπάρχοντα. τῷ ὄντι γὰρ εἰ ἓν καθαρῶς ἐστιν, οὐκ ἂν αὐτὸ τοῦτο εἴη καὶ πολλά· πολλῶν μέντοι αἴτιον ἀριθμῶν νοητῶν τε καὶ νοερῶν καὶ ἐγκοσμίων οὐ κωλύεται εἶναι. οὗτος ·δὲ λαμβάνει, ὅτι τὸ παρὰ τὸ ἓν οὐδέν ἐστι· πάντα γὰρ τὰ ὄντα ἢ ἓν ἢ ἐκ μονάδων συνέστηκεν, ὥστ’ εἴ τι ἓν | ἀπὸ τοῦ 862a ἑνός, ἕτερον μὲν ἔσται τοῦ ἑνός, ἕτερον δὲ τοῦ ἑνὸς ὑπάρχον οὐδέν ἐστι, τὸ δὲ μηδὲν οὐκ ὄν, ἐπειδὴ πᾶν τὸ ὂν ἢ ἓν ἡ πολλὰ ὧν ἕκαστον ἕν. φαμὲν δὲ ὅτι οὐκ ἔστιν <τὸ> ἀπὸ τοῦ ἑνὸς ἤδη οὐδέν. οὐ γὰρ εἰ μὴ τὸ ἕν, ἤδη οὐχ ἓν ἢ οὐδέν, ἀλλὰ δευτέρως ἓν καὶ πάλιν τρίτως· ὅπου γὰρ καὶ τὰ ἔσχατα τῶν ἐσχάτων, τὰ ἐπίκηρα καὶ ἔνυλα τῶν αἰσθητῶν μετέχει τοῦ ἑνός, ἤπου γε τῶν νοητῶν τι καὶ θείων ἐστέρηται τοῦ ἓν εἶναι; ἀρκεῖ οὖν ἡ γονίμη τοῦ ἑνὸς αἰτία ἐξ ἑαυτῆς παράγειν καὶ ἀριθμοὺς καὶ τὰ πάντα, καὶ οὐ δεῖ ζητεῖν ὑποκείμενον ἐξ οὗ τὰ ὄντα ὑφίστησι· τούτου γὰρ ἡ φύσις πρώτη δεδέηται.
p. 1001b7 Ἔτι εἰ . . εἴη.
Φορτικὸν μὲν αὐτός φησιν εἶναι τὸν λόγον τοῦ Ζήνωνος ἀναιροῦντος τὴν τοῦ ἑνὸς φύσιν καὶ τὴν τοῦ σημείου καὶ παντὸς τοῦ ἀδιαιρέτου, ὅτι μήτε προστιθέμενα μήτ’ ἀφαιρούμενα τὸ ποσὸν τῶν ὑποκειμένων ἀμείβουσιν· ἑο ὁ γὰρ τοῦτο λέγων, φησί, πρῶτον μὲν ἅπαν τὸ ὂν μέγεθος εἶναι οἴεται καὶ τοῦτο στερεόν· τὰ γὰρ ἐπίπεδα καὶ <αἱ> γραμμαὶ οὐ παντοδαπῶς ἢ ἀφαιρούμενα μειοῦσιν ἢ αὔξουσι τὸ ὑποκείμενον, ἀλλ’ ἐὰν μὲν κατὰ τὸ πέρας αὐτῶν συντεθῶσιν αὔξουσιν, ἄλλως δὲ ὤ. ἔπειτα, ὅτι καὶ εἰ μὴ μεῖζον ἡ μονὰς ποιεῖ τὸ ποσόν, ἀλλὰ πλεῖον. ἡμεῖς δὲ πρὸς τοὺς πολλοὺς τὸν Ζήνωνα γυμναστικοὺς λόγους ποιούμενον οὐκ ἀπὸ σπουδῆς τούτοις ἐπιχειρεῖν οἰόμεθα· εἰ μὴ ἄρα τοσοῦτον ᾐνίττετο, ὅτι τὰ ἀδιαίρετα τῆς φύσεως οὐκ ἔστι τῶν διαιρετῶν, ἀλλ’ ὑπερέχοντα τούτων ἄλλως αὐτὰ περατοῖ καὶ [*](5 οὐ add. Us., cf. p. 46,35 11 cf. Plat. Parm. 137c sqq.19 τὸ add. 33 ὅτι in suspicionem vocat Us.)
p. 1001b19 Ἀλλά . . . δῆλον.
Ἀπορεῖ δὲ πρὸς τὸν Πλάτωνα, πῶς ἐξ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἣν οὐχ ἓν καὶ ἀνισότητα καλεῖ, νῦν μὲν ἀριθμὸν ποιεῖ, νυνὶ δὲ μέγεθος· οὐδὲ γὰρ εἰ ἀντὶ τοῦ ἑνὸς τὸν ἀριθμὸν τῇ ἀορίστῳ δυάδι συντάξει|, ἔστα,., πῶς ἐξ αὐτῆς τὸ μέγεθος ὑφίστησι. πρὸς ἅ φαμεν, ὅτι ἡ μὲν νοητὴ μονὰς καὶ δυὰς τὸν ἐκεῖ γεννῶσιν ἀριθμόν, τὰ δὲ ἀνάλογον αὐταῖς πὰρ ἡμῖν τὸ αἰσθητὸν μέγεθος· ἔστι δὲ τὸ παρ’ ἡμῖν εἶδος οἷον ἓν καὶ μονάς, ἡ δὲ ὕλη τὸ ἔσχατον τῆς ἀορίστου δυάδος μίμημα, ἐξ ὧν τὸ τῇδε μέγεθος. εἰ δὲ τὴν φύσιν ἐθέλοις διὰ τὸ γεννητικὸν κατὰ τὸ ἓν τάττειν καὶ τὴν μονάδα, τὸ εἶδος κατὰ τὸν ἀριθμὸν θεωρήσεις. ὥστε τὸ μέγεθος ἄλλως μὲν ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος ὑφεστάναι λέγοιτ’ ἂν οὐκ ἐπιδούσης ἑαυτὴν τῆς μονάδος τῷ συστήματι τοῦ μεγέθους, ἄλλως δὲ ἐξ ἀριθμοῦ καὶ τῆς ἀορίστου δυάδος τῶν ὥσπερ στοιχείων αὐτοῦ τοῦ μεγέθους.
p. 1001b26 τούτων δὲ.. οὔ.
Ἐν μὲν τῇ ἐκθέσει τῶν προβλημάτων τοῦτο τελευταῖόν ἐστι καὶ ἑπακαιδέκατον, νυνὶ δὲ τρίτον ἐστὶν ἐπὶ δέκα διὰ τὴν πρὸς τὸ προγυμνασθὲν [*](1 αὐτῷ scripsi: αὐτὸ C 5 ἱδρυμένον scripsi: ἡνωμένον C πῖος εκεῖθεν sic cum spatiolo C: πρὸς om. Bag. fort, recte; possis etiam πρώτως 7 ἡ del. Us. δι’ αὐτοῦ (sc. τοῦ ἑνός) scripsi: διὰ ταὐτὸν C 13 post ἔσχατον παρεσπάσατο τοῦ ἑνὸς Ca-. del. C b 14 μὲν e corr. C 15 καὶ add. Us. 16 ἄξως C: corr. Us. 20 cf. Alex. 228,10 24 αὐτῆς C: corr. Us. 34 τὴν πρὸς suprascr. C)
p. 1001b28 Εἰ μὴ γάρ εἰσι, διαφεύγει τί τὸ ὂν καὶ τίνες αἱ οὐσίαι τῶν ὄντων.
Ἐάν τις, φησί, μὴ λέγῃ ταῦτα οὐσίας, οὔπω ἴσμεν τίς ἐστιν ἡ οὐσία· οὐ γὰρ δὴ ἡ λευκότης ἢ ἡ λεύκανσις οὐσία, ἀλλὰ τὸ μὲν πάθος οὐσίας, τὸ δὲ κίνησις· οὐ μὴν οὐδὲ τὸ δεξιὸν ἤ τι τῶν πρός τι λεγομένων οὐσία οὐδ’ ἡ ὑγεία οὐδ’ οἱ περὶ τούτων λόγοι, ἀλλὰ τὸ μὲν διάθεσις οὐσίας, τὸ οε φωνᾶι σημαντικαὶ. διὸ καὶ ὲν ὑποκειμένῳ πάντα ἐστὶ ταύτα καὶ οὐδὲν καθ’ αὑτὸ ὄν· ὕδωρ δὲ καὶ πῦρ καὶ ἀὴρ καὶ γῆ κατὰ μὲν τὰς ποιότητας οὐκ οὐσίαι, κατὰ δὲ τὸ σῶμα τὸ ἄποιον, ὃ καὶ διαμένειν φαμὲν <ἐν> παντοίαις μεταβολαῖς, ἴσως ἄν οὐσιῶδες ἔχοι τι. πλὴν καὶ τούτου δοκεῖ μᾶλλον εἶναι ἡ ἐπιφάνεια καὶ ταύτης ἡ γραμμὴ καὶ τῆς γραμμῆς ἡ στιγμὴ καὶ | ταύτης ἡ μονάς· πανταχοῦ γὰρ τὸ περατοῦν καὶ ὁρίζον τοῦ περατουμένου [*](863a) μᾶλλον οὐσίωται, καὶ ὃ συναναιρεῖ μὲν οὐ συναναιρεῖται δὲ τῇ οὐσίᾳ πρότερον ἂν εἴη. μονὰς μὲν οὗν πάντα ὁρίζει, στιγμὴ δὲ τὰ διαστατά, γραμμὴ δὲ τὰ ἐπίπεδα καὶ τὰ στερεά, ἡ δὲ ἐπιφάνεια τὰ σώματα· καὶ μονάδος μὲν μὴ οὔσης οὐδέν ἐστι τῶν ἐφεξῆς, οὐδὲ σημείου τῶν διαστατῶν· σώματος δὲ μὴ ὄντος οὐ κωλύεται εἶναι τὰ πρὸ αὐτοῦ. διὸ εἴτε σώματά ἐστι τὰ ὄντα κατὰ τοὺς φυσικούς, αἱ ἀρχαὶ τῶν σωμάτων οὐσίαι. εἴτε ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους, ἥ τε ἀρχὴ τῶν ἀριθμῶν εἴη ἄν οὐσία καὶ τὰ τῇ μονάδι συγγενῆ. τούτων δὲ οὕτω κατεσκευασμένων οὐδέτερον τῶν λόγων φαμὲν ἔχειν ἰσχὺν ἀληθινήν· οὔτε γὰρ τὸ περατοῦν ἀεὶ τοῦ περατουμένου μᾶλλον ὄν, ἀλλ’ ὅταν ἐξῃρημένον αὐτοῦ τῆς φύσεως πέρας αὐτῷ ἐπιφέρῃ, ὡς ἡ τέχνη καὶ ἡ φύσις τοῖς τεχνητοῖς καὶ φυσικοῖς σώμασιν, οὐ μὴν ὅταν ἑαυτὸ ἐπιδιδῷ πρὸς τὴν τῶν ὁριζομένων ἀποπεράτωσιν· οὔτε ἀεὶ τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον μᾶλλον οὐσία τοῦ ἀντικειμένως ἔχοντος, ἐπεὶ οὕτως ἄν καὶ οἱ λίθοι μᾶλλον ἦσαν τῆς οἰκίας καὶ τὰ ξύλα τῆς νεὼς καὶ ὅλως αἱ ὗλαι τῶν εἰδοπεποιημένων, ἀλλ’ ὅταν μὴ ᾖ τι μέρος τοὐ συναναιρουμένου τὸ ἀναιροῦν μηδὲ στοιχεῖον ἢ πέρας ἡ τῶν ὅλως ἑαυτὰ ἐπιδιδόντων εἰς <τὴν> ἐκείνου σύστασιν. τὰ μὲν οὖν ἀληθῆ γένη πρότερα τῶν εἰδῶν καὶ ἡ οὐσία τῶν συμβεβηκότων, ἡ δὲ ἐπιφάνεια ὡς μὲν ἀυλοτέρα προτέρα τοῦ σώματος, ὡς δὲ μᾶλλον οὐσία οὐ προτέρα. δῆλον δὲ ὅτι περὶ ἐπιφανείας τῆς ἐνυπαρχούσης τοῖς σώμασιν οἱ λόγοι.
[*](14 ἐν add. Us. 16 στιγμῆς C 29 ἑαυτὸ ἐπιδιδῷ Us.: ἑαυτῶ τι διδῶ C 34 ἑαυτὸ C: corr. Bag. τὴν inserui 36 αὐλοτέρα scripsi: ἀτελεστέρα C Comment. Arist. VI. 1 Syriauus iu Metaph.)p. 1002a15 ᾿Αλλὰ . . . οὐδεμία.
[*](863a)Εἰ ταῦτα μὲν μᾶλλον οὐσίαι τῶν σωμάτων, οὐκ ἔστι δὲ ταῦτα οὔτε γὰρ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασιν οὔτ’ ἐν ἄλλοις· δεῖ δὲ αὐτὰ εἶναι ἐν σώμασιν), πῶς μέν τις ἄν εἴη οὐσία; ῥητέον δὲ ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασι φυσικῶς τε καὶ ἐνύλως διὸ καὶ οὐ φυλάττει τὴν φύσιν ἣν ἐπαγγέλλεται, ὡς οὐδ’ ἄλλο τι τῶν ἐνύλων εἰδῶν), οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ μαθηματικῷ σώματι, ὃ εἰ καὶ μὴ αἰσθητόν, ἀλλ’ οὖν φανταστόν ἐστιν, ἔτι δὲ ἐν τοῖς δοξαστοῖς λόγοις καὶ τοῖς νοητοῖς εἴδεσιν· καὶ ὅμως τοσαυταχῶς αὐτῶν ὄντων οὐ κωλύονται καὶ ἄλλαι εἶναι οὐσίαι καθ’ ἑκάστην τάξιν τῶν ὄντων.
p. 1002a18 Ἔτι . . . μῆκος.
Αἱ διαιρέσεις οὔκ εἰσιν οὐσίαι· διαιρέσεις δὲ μεγέθους ἐπιφάνεια μὲν εἰς βάθος, γραμμὴ δὲ εἰς πλάτος, σημεῖον δὲ εἰς μῆκος· οὐκ ἄρα οὐσίαι ταῦτα. ῥητέον δὲ πρὸς τὴν μείζονα πρότασιν, ὅτι αἱ μὲν ἐνυπάρχουσαι τοῖς σώμασι διαιρέσεις τῶν μοναδικῶν ἀριθμῶν τυχὸν | οὐκ ἂν εἶεν οὐσίαι, [*](863b) ἡ δὲ πρώτη ἑτερότης πάντα διακρίνουσα καὶ ὅλως τὰ θεῖα γένη, ὅσα τῆς διαιρέσεως ἐπάρχει, πῶς οὐχὶ τὴν κατ’ εἴδη καὶ κατ’ οὐσίαν ἱσταμένην διαίρεσιν τοῖς ὅλοις ἐπιφέρουσι; πρὸς . . . ἥμισυ. † ὁ λόγος· οὔτε τὰ σχήματα <τὰ> δυνάμενα ἐγγενέσθαι τῷ λίθῳ ἔστιν ἐν αὐτῷ οὔθ’ αἱ διαιρέσεις αἱ μηδέπω ἐνεργείᾳ οὖσαι. † εἰ τοῦτο ἡ ἐπιφάνεια, οὐδ’ ἂν ἄλλη εἴη. πρὸς ὃ φαίη τις ἄν, ὅτι [οὐκ] ἀνάγκη τῆς ἐνεργεία οὔσης καὶ τὴν δυνάμει εἶναι ἢ ταύτης μηδέπω οὔσης μηδὲ τὴν ἐνεργείᾳ εἶναι, εἶναι δὲ μίαν ἐνεργείᾳ οἷον τὴν διχοτομοῦσαν τὸν κύβον οὐδὲν κωλύει· αἱ μὲν γὰρ ἄπειροι διαιρέσεις δυνάμει, τῶν δὲ πεπερασμένων † ἐνεργείᾳ οὐδὲν κωλύει καὶ ἐνεργείᾳ θεωρεῖσθαι.
p. 1002a18 Πρὸς... ἄλογα.
Τὸ ἐπιχείρημα τοιοῦτον· πᾶσα οὐσία ἡ ποτὲ μὲν οὖσα ποτὲ δὲ οὐκ οὖσα διὰ γενέσεως μὲν εἰς τὸ εἶναι, διὰ δὲ φθορᾶς εἰς τὸ μὴ εἶναι περιάγεται· ταῦτα δὲ τὰ πέρατα τῶν μεγεθῶν ἢ ἔστιν ἢ οὐκ ἔστιν ἀχρόνως· οὐκ ἄρα οὐσίαι. καὶ δοκεῖ τὸ ἐπιχείρημα ἔχειν ἀλήθειαν, ἐπεὶ καὶ πᾶσα μὲν οὐσία γιγνομένη καὶ φθειρομένη δεῖται ὑλικοῦ αἰτίου, ταῦτα δὲ οὐκ [*](4 ὅπως C: corr. Bonitz; ob μὲν suspiceris ἄπορον vel sim. post οὐσία excidisse 8 δοξαστικοῖς C: corr. Us. 8.9 εἴδεσιν ἀύλως· τοσαυταχῶς δ’ αὐτῶν Us. 15 nempe <ἡ> πάντα 17 sequentia admodum corrupta: ὁ λόγος τοιοῦτος coni. Us. 18 add. Us. 19 οὔθ’ αἱ Us.: οὐδὲ C εἰ τοιοῦτο ἡ Us. pro ἄλλη αὕτη Bonitz 20 οὐκ delevi, τοῦτο μὲν pro οὐκ Us. 23 ἐνεργείᾳ errore repetitum alterutn verbum, τινὰ opinor, removit; Us. utrumque ἐνεργείᾳ tolerans ante alterum διαιρέσεις intercidisse putat 24 θ εἷσθαι C cum spatio quattuor litt. 28 ἡ ἐστιν Bonitz: εἰ ἐστιν C)
p. 1002b12 Ὅλως . . . εἴδη.
Τοῦτο ἰδίᾳ μὲν ἐν τοῖς πρώτοις οὐ προὔτεινεν, ἔοικε δὲ μέρος εἶναι τοῦ πέμπτου ἀπορεῖ γὰρ ἐν τούτῳ πρὸς τὰς ἰδέας) ἡ τοῦ ἐνάτου· καὶ γὰρ ἐν ἐκείνῳ πρὸς αὐτὰς ἠπόρησεν. ἡ δὲ κατασκευὴ τοῦ παντὸς λόγου τοιαύτη· εἰ διὰ τοῦτο παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ τίθεμεν εἶναι τὰ εἴδη, ἐπειδὴ τὰ μὲν αἰσθητὰ πολλά ἐστιν ἕκαστα, οἷον ἵπποι πολλοὶ καὶ βόες καὶ ἄνθρωποι, ὁμοίως δὲ καὶ τὰ μαθηματικά πολλὰ γὰρ τρίγωνα καὶ κύκλοι καὶ σφαῖραι καὶ πυραμίδες), χρή δὲ ἡμᾶς μὴ στῆναι ἐπὶ τοῦ πλήθους ἀλλ’ ἐπὶ τὰς ἑκάστων ἐλθεῖν μονάδας, τὸν ἕνα ἄνθρωπον τὸ ἓν τρίγωνον τὸν ἕνα κύκλον, ἀνάγκη | ἕκαστον τῶν εἰδῶν ἓν εἶναι τῷ ἀριθμῷ· ἀλλὰ μὴν 864a οὐ δύνανται <αἱ> ἀρχὶ ἓν εἶναι τῷ ἀριθμῷ ὡς δέδεικται ἐν τῷ προβλήματι· οὐκ ἄρα δύναται εἶναι τὰ εἴδη. πρὸς ὃ φαίης ἄν, ὅτι τάχα μὲν οὐδὲ τὰ ὑλικὰ αἴτια δέδεικται πάντα μὴ δυνάμενα τῷ ἀριθμῷ ὡρίσθαι· * * * φησὶν ὁ Ἐμπεδοκλῆς. εἰ δ’ οὖν ἐπὶ τῶν ἐνυπαρχουσῶν τοῖς ἀποτελέσμασιν ἀρχῶν ἀδύνατον ἐφάνη τὸ τὰς ἀρχὰς ὅρον ἔχειν ἀριθμητικόν, οὐ δήπου καὶ ἐπὶ τῶν γεννητικῶν καὶ ὑπερτάτων αἰτίων ἐκεῖνα χώραν ἔχει τὰ ἐπιχειρήματα· οὕτω γὰρ ἂν οὐδ’ οἱ κατ’ αὐτὸν χωριστοὶ γίνοιντο ἀριθμοί, εἰ <μὴ> εἶεν ὡρισμένοι. καὶ τοῦτο δὲ ψευδῶς εἴληπται τὸ διὰ ταύτην μόνην τὴν αἰτίαν ἐπὶ τὰ εἴδη δραμεῖν τοὺς τῆς ἀληθείς φιλοθεάμονας. ὅτι πᾶν ὃ ἔχει οὐσία ἐστὰ καὶ οὐδὲν κατὰ συμβεβηκός, ὀρθῶς τε καὶ ἡμεῖς προσιέμεθα.
p. 1002b33 Σύνεγγυς... τρόπον.
Τοῦτο καὶ ἐν τῇ ἐκθέσει τῶν προβλημάτων πεντεκαιδέκατόν ἐστιν. ζητεῖ δὲ ἐν αὐτῷ πότερον αἰ ἀρχαὶ δυνάμει ἢ ἐνεργείᾳ· τὸ γὰρ ἥ τινα [*](2 καὶ om. Bag.: prius membrum fort, omissum esse Us. recte colligit ex verbis Ar. ὁτὲ μὲν μία ἁπτομένων ὁτὲ διαιρουμένων 6 ἔξω Us.: ἐκ καὶ τὴν C: κατὰ τὴν cum Bag. Us. 19 fort. ἀνελθεῖν 21 αἱ inserui Ar. p. 999 b 27 22 δύνανται C: corr. Hb 23 ὁριεῖσθαι C 24 e. g. οἷον τέσσαρα τῶν πάντων ῥιζώματα deesse putat Us. εἰ μὴ Us.: ἢ C 31 post ὀρθῶς τε olim extitisse αὐτῷ εἴρηται vel sim. conicit Us. 34 aa τῷ γὰρ? cf. Alex. 235,10)
p. 10021)34 Εἰ μὲν... ἄλλο.
Ὡς εἰ ἔλεγεν, εἰ μὲν γὰρ ἐνεργείᾳ θήσεταί τις εἶναι τὰς ἀρχάς, ἐπειδὴ παντὸς τοῦ ἐνεργείᾳ τὸ δυνάμει προηγεῖται, ἔσται τι πρὸ τῶν ἀρχῶν· ἀπέκρυψεν δὲ καὶ νῦν τὸ τῆς ἐνεργείας ὄνομα, μετὰ τοῦ καὶ λογικὸν εἶναι τὸ ἐπιχείρημα· ἐπὶ γὰρ ἑκάστου τῶν γενητῶν πρὸ τοῦ ἐνεργείᾳ τὸ δυνάμει, οὐκ ἐπὶ τῶν ὅλων οὐδὲ τῶν θείων, ὡς αὐτὸς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν. τὸ δὲ δυνατὸν . . . ἔχειν. οὐ πᾶν, φησί, τὸ δυνάμει ἀνάγκη ἐνεργείᾳ γενέσθαι· τὸ ἐνεργείᾳ νῦν ὂν πρότερον ἦν δυνάμει.
p. 1003a2 Εἰ . . . ὄντων.
Εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖ, ὅτι οὐ χρὴ δυνάμει τὰ στοιχεῖα ὑποτίθεσθαι. ἡ δὲ κατασκευὴ τοῦ λόγου τοιαύτη· τὸ δυνατὸν μόνον γίγνεται, οὐ γὰρ τὸ ἀδύνατον οὔτε τὸ ἤδη ὄν· τὸ γιγνόμενον οὔπω ἔστι· τὸ μήπω ὂν ἐνδέχεται μὴ γενέσθαι· ὥστε εἰ δυνάμει αἱ ἀρχαί, ἐνδέχεται μηδὲν εἶναι τῶν ὄντων ἐξ αὐτῶν. ἡρμήνευσε δὲ τὴν ἐλαχίστην πρότασιν οὕτως· οὐδὲν γίγνεται τῶν ἀδυνάτων, ᾧ ἰσοδυναμεῖ τὸ μόνον γίγνεσθαι τὸ δυνατόν. τὴν δὲ μέσην οὕτω· γίγνεται μὲν γὰρ τὸ μὴ ὄν· τὸ γὰρ γιγνό|μενον [*](864b) μὴ ὄν ἐστι, διὸ οὐδὲ τὸ ἤδη ἐρεργείᾳ ὂν γιγνόμενον ἄν τις λέγοι. ὅτι δὲ ἐνδέχεται τὸ μήπω ὂν μηδὲ γενέσθαι ὡς πρόδηλον συνέθηκε ταύταις ταῖς προτάσεσιν, ἐπεὶ καὶ τοῦτό ἐστιν αὐτῷ τὸ δυνατῷ εἶναι τὸ πεφυκέναι μὲν εἰς ἐνέργειαν προιέναι, οὐ πάντως μέντοι συμβαίνειν. ταῦτα δὲ πάντα πολλὴν ἰσχὺν ἔχει, ἐὰν πάσας τις τὰς ἀρχὰς δυνάμει λέγῃ εἶναι καὶ μηδεμίαν ἐνεργείᾳ.
p. 1003a5 ταύτας... καθ’ ἕκαστα.
Ἔστι μὲν τοῦτο τεσσαρεσκαιδέκατον ἐν τοῖς πρώτοις λόγοις, σχεδὸν δὲ ταὐτόν ἐστι τῷ δεκάτῳ· ζητεῖ γὰρ καὶ ἐνταῦθα εἴτε καθόλου <αἱ> εἴτε ἄτομοι, ὃ ταὐτόν ἐστι σχεδὸν τῷ εἴτε εἴδει ὡρισμέναι εἴτε ἀριθμῷ. φησὶ δὲ ὅτι <εἰ> καθόλου αὐτὰς ὑποθοίμεθα, τὸ οὐσιῶδες αὐτῶν ἀφαιροῦμεν· γὰρ καθόλου οὐκ οὐσίαι· εἰ γὰρ οὐσίαι, τρεῖς τοὐλάχιστον ὁ Σωκράτη οὐσίαι, ἡ ἄτομος ἡ ἐν εἴδει ἡ ἐν γένει. εἰ δὲ μὴ καθόλου αἰ ἀρχί, ἢ [*](9 δὲ scripsi: ὡς C ἀποκρύψας καὶ νῦν Us. 11 Ar. met. Λ 6. 7 21 γίγνεται μὲν Ar.: γιγνόμενον C 25 πάντα G: τότε Us. ῾sed videtur gravius ’ 30 ἑνδεκάτῳ Us. cf. p. 40,9 αἱ add. Us. εἰ add. AH)
Ἀλλὰ σχεδὸν πάντα ταῦτα διαλεκτικοῖς ἐπιχειρήμασι χρώμενος, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ἐπεσημήνατο, διεξῆλθεν ὁ φιλόσοφος. τὸ δὲ ἑκκαιδέκατον ἐν τῇ ἐκθέσει τῶν προβλημάτων σκέμμα, πότερον κινοῦνται ἢ ἀκίνητοί εἰσιν αἱ ἀρχαί, οὐδ᾿ ἐγύμνασεν ἐν τούτοις. προθεὶς τοίνυν ἑπτακαίδεκα προβλήματα καθ᾿ ἣν ἐξεθέμεθα τάξιν, τὸ μὲν ἕκτον καὶ τὸ ἑκκαιδέκατον οὐκ εἰργάσατο κατὰ τὴν εἰς ἑκάτερα ἐπιχείρησιν· τὸ μὲν ἕκτον, ὅτι πρὸς ταῖς ἤδη ῥηθείσαις αἰτίαις καὶ προείληπτο· ζητήσας γὰρ εἰ μὴ μόνων τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν καθ᾿ αὑτὰ συμβεβηκότων αὐταῖς ὁ πρῶτος φιλόσοφος ἐπιστήμων ἐστίν, ἐζήτησε τρόπον τινὰ καὶ εἰ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἴσου καὶ τῶν ἀντικειμένων τούτοις διαλήψεται· ταῦτα γὰρ ἦν τὰ καθ᾿ αὑτὸ συμβεβηκότα τῷ ὄντι ᾗ ὄν. τὸ δὲ ἑκκαιδέκατον, ὅτι πανταχοῦ συγχωρήσας τὰ μὲν εἶναι | φθαρτὰ τῶν ὄντων τὰ δὲ ἀίδια, 865a εἶχεν ἐξ ἀνάγκης ἑπόμενον τὸ τὰς μὲν τῶν ἀρχῶν κινεῖσθαι τὰς δὲ εἶναι ἀκινήτους· δῆλον δὲ ποτέρας ποτέρων· ὅτι γὰρ ἀμφοῖν οὐχ αἱ αὐταί, μετρίως ἐπέστησε. ταῖς δὲ λοιπαῖς δέκα πέντε προσθεὶς τὸ ἐν τῇ ἐξεργασίᾳ τῶν προβλημάτων τέταρτον ἐπὶ δέκα τὸ πρὸς τὰς ἰδέας ἐνι|στάμενον, τὰ 865b πάντα δέκα καὶ ἓξ εἰς γυμνασίαν προήγαγε λογικήν, ὧν τὰ μὲν ἐν τῷ Γ 6 διαίτης ἀξιώσει, τὰ δὲ ἐν τῷ Z Η Θ Ι, τὰ πλεῖστα δὲ ἐν τῷ Λ. πρὸς δὲ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ τε Μ καὶ τῷ N, διαλεχθῆναι πειράσεται.
[*](2 e. g. Us. explet ὅλως οὐδὲν λείπεται γνωστόν, εἴτε γιγνώσκονται 7 ἀίδιον] nempe αἴτιον 12 Alex. 336,26 25 ἐξαργασία C 26 ἐπὶ δέκα τὸ Us.: ἐπὶ δεκάτω C 29 τε Us.: γε C 30 subscr. rubr. in C † ἐγράφη τὰ εἰς τὸ γݲ τῶν μετὰ τὰ φυσικὰ τοῦ συριανοῦ. ὁμοῦ μετὰ τῆς ἐξηγήσεως τοῦ ἀλε(ξάνδρου)· ταύτῃ ὁμοίως κείμενα ἐν τοῖς περὶ τὸ κείμενον: † sequitur commentarius ia libros M et N)Ὑφηγηματικὸν μέν ἐστι τοῦτο τὸ βιβλίον καὶ οὐχ ὥσπερ τὸ πρὸ αὐτοῦ [*](865a) ἀπορητικόν. λύει δὲ ἐν αὐτῷ πολλὰ τῶν προβλημάτων· καὶ γὰρ ὅτι τὰ αἴτια μιᾶς 〈ἐστὶν ἐπιστήμης εἰδέναι τῆς> τοῦ ὄντος ᾖ ὄν, καὶ ὅτι τῆς τὰς πάσας οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα, καὶ ὅτι καὶ περὶ τὰς ἀρχὰς ἔχει τὰς ἀποδεικτικὰς ὁ πρῶιος φιλόσοφος, ἐν τούτοις ἀναδιδάσκει. διαλέξεται δὲ καὶ περὶ τοῦ κατὰ τὴν ἀντίφασιν ἀξιώματος ὡς πρωτίστου ὄντος καὶ συνεκτικωτάτου πάντων τῶν ἀποδεικνυμένων ἐν ταῖς ἐπιστήμαις, εἰ δὲ] καὶ αὐτὸ ἀποδεικτὸν ἦν, ἢ καὶ εἰ ἔχει τινὰ πίστιν ἀποδείξεως κρείττονα. <ταῦτα> πειράσεται μὲν ἐν ταύτῃ τῇ βίβλῳ, ἣν ἡμεῖς ἱκανῶς ὑπὸ τοῦ φιλοπονωτάτου σαφηνισθεῖσαν Ἀλεξάνδρου πᾶσαν μὲν οὐκ ἐξηγησόμεθα· εἰ δέ που ἡμῖν δοκοίη λέγειν τι πραγματειῶδες † ἐξετάσεως πειρασόμεθα κατ’ ἐκεῖνο βασανίζειν τὸ μέρος, τὰ ἄλλα πάντα τοῦ συνεχοῦς ἕνεκα τῆς πραγματείας παραφράζοντες.
p. 1003a22 Ἔστιν . . . τῶν ἄλλων ἡ αὐτή.
Ὅτι μὲν εἰ ἔστι τις αὕτη ἐπιστήμη, οὐδεμιᾷ τῶν ἄλλων ἐστὶν ἡ αὐτή, καὶ ὁ φιλόσοφος ὑπέμνησεν εἰπών οὐδεμία . . . συμβεβηκός· καὶ ἡ ἐπαγωγικὴ πίστις ἀπὸ τῶν μαθημάτων, γεωμετρίας ἀστρολογίας ἀριθμητικῆς. ἀλλὰ τίς ἀνάγκη τοιαύτην εἶναι ἐπιστήμην, ἥτις παντός ἐστι τοῦ ὄντος ᾗ ὄν; ἢ μάλιστα μέν, ὡς εἴωθε πολλαχοῦ ποιεῖν, ὃ μέλλει δεικνύναι προαναφωνεῖ, μετ’ ὀλίγα δὲ σαφῶς δείξει, τοῦτο αὐτὸ λαβὼν ὅτι καὶ εἰ μὴ συνωνύμως τὸ ὂν κατὰ πάντων λέγεται, ἀλλ’ οὖν οὐδὲ ὁμωνύμως, ἀλλ’ ἔοικε [*](5 μιᾶς ἐστιν ἐπιστήμης εἰδέναι τοῦ Us. 10 δὲ seclusi, δὴ Us. ἀποδεικτικὸν C: corr. Us. 11 ταῦτα add. Us. 14. 15 ἄξιον ἐξετάσεως Us. qui etiam ἐξ ἐπιστάσεως proponit; fort. ἐξετάζειν π. καὶ ἐκεῖνο 18 an ἔστι τοιαύτη? 19 ἐπειπών Us. 21 τοιαύτην Us.: τὸ ταύτην C)
Ὅτι μὲν οὖν οὐ συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν ὄντων ἁπάντων οὐδέ ἐστιν ἰσότιμα τὰ ὄνια ᾗ ὄντα, καὶ ἐν ἄλλοις ἔδειξε καὶ νὺν συγχωρεῖ. οὐ μὴν οὐδ’ ἁπλῶς ὁμώνυμά φησι τὰ ὄντα, ἀλλ’ εἰ καὶ πολλαχῶς λέγεται τὸ ὄν, ἀλλ’ οὗν ὡς πρὸς ἓν καὶ τὴν τῆς οὐσίας ἀναφερόμενον μίαν φύσιν. ὥσπερ γὰρ οὐ συνωνύμως μὲν τὸ ὑγιεινὸν κατὰ τοῦ γυμνασίου καὶ τοῦ σιτίου καὶ τοῦ χρώματος καὶ τοῦ σώματος, πρὸς ἓν δὲ καὶ ἀφ’ ἑνὸς τῆς ὑγιείας τὸ μὲν γὰρ ὡς φυλακτικὸν αὐτῆς, τὸ δὲ ὡς ποιητικόν, τὸ δὲ ὡς σημεῖον, τὸ δὲ σῶμα ὡς δεκτικὸν αὐτῆς ὑγιεινὸν λέγεται), καὶ ἰατρικὸν παιδίον τὸ μὲν λέγεται τῷ μεμαθηκέναι καὶ ἔχειν τὴν ἰατρικήν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς μάθησιν, ἤδη δὲ καὶ ἰατρικὸν κέκληται τὸ ἀπὸ τῆς ἰατρικῆς ἐπιτελεσθέν, καὶ οὔτε συνωνύμως οὔθ’ ὁμωνύμως κατὰ | τούτων [*](866b) τὸ ἰατρικόν, ἀλλὰ πρὸς ἓν καὶ δὴ ἀφ’ ἑνός· οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, οἷον τοῦ ἀγαθοῦ· καὶ γὰρ ὁ θεὸς καὶ ὁ καιρὸς ἀγαθὸν καὶ <ἡ> ἀρετὴ ἀγαθὸν καὶ τὸ εἶδος. οὕτω δὲ καὶ ἐπὶ τοῦ ὄντος· πολλαχῶς μὲν γὰρ καὶ τοῦτο λέγεται καὶ οὐ συνωνύμως κατηγορεῖται τῶν πραγμάτων, πρὸς δὲ τὴν οὐσίαν ἀναφέρεται πάντα καὶ ταύτης ἕνεκα λέγεται ὄντα· κυρίως μὲν γὰρ ὂν ἡ οὐσία καὶ πρώτως καὶ μάλιστα, ἤδη δὲ καὶ τὰ πάθη ταύτης ὄντα προσείπομεν, οἷον θερμότητας ψύξεις 〈ξηρότητας〉 ὑγρότητας καὶ πᾶν τὸ τοιοῦτον γένος. οὐ μὴν ἀλλὰ καὶ τὰς γενέσεις οἷον ὁδούς τινας εἰς οὐσίαν ἀγούσας θεωρήσαντες ὄντα προσείπομεν, καὶ οὐ τὰς γενέσεις μόνας, ἀλλὰ καὶ τὰς φθοράς, ὅτι δὴ καὶ αὗται οὐσιῶν εἰσι φθοραί· καὶ πηρώσεις δὲ καὶ κωφότητας ὄντα προσείπομεν, ὅτι περὶ τὴν οὐσίαν στερητικῶς ἐπιγιγνόμεναι θεωροῦνται· τά τε ποιητικὰ τῶν οὐσιῶν, οἷον τὰς ἐνεργείας τῶν ποιητικῶν οὐσιῶν ὄντα καλοῦμεν. ὁμοίως δὲ καὶ τὰ ποιητά, οἷον αἰσθόμενοι κατά τινα σῆψιν ὑγροῦ ζῴων γεννηθέντων καὶ ταῦτα τῶν ὄντων ἔφαδιαιρετικὴ [*](2 3 et διοριστικὴ et ἀποδεικτικὴ C 5 τῶν οὐσιῶν repetit C 8 ἡ addidi 13 cf. Alex. 241,9 16 ὡς Us.: ὧ C 20 σῶμα abesse potest 21 τῷ Brandis: τὸ C τὸ δὲ τῷ Brandis: τῶ δέ τὸ C 24 ἓν δὴ καὶ coni. Us. 25 ἡ add. Us. 30 προείπομεν C a : corr. C b ξηρότητας add. Us. 35 nempe ἐνεργείας τὰς ποιητικὰς 36.37 αἰσθόμενοι scripsi dubitanter: ἐκθέμ et supra μ duae litterae quarum prior οὑς vel ἡ, altera ς esse videtur: ἐκθέμενοι descripsit Brandis (quamquam μ lineam subiuuctam non habet neque οἱ supra scriptum est), unde <περὶ τῶν> κατά τινα Us. 37 τινας ἡ ὑγροῦ C cf. 937 a 30 Us. γενηθέντων C a: corr. Cb)
Οὐ μὴν ἐπειδὴ πάντα τὰ ὄντα θεωρεῖ, ἐπίσης ἑαυτὴν ἀπονέμει τοῖς πᾶσιν, ἀλλὰ μᾶλλον διατρίψει περὶ τὰ πρώτως ὄντα οἷον καὶ περὶ τὰς οὐσίας, ἐξ ὧν καὶ ἤρτηται τἆλλα | καὶ τῆς τοῦ ὄντος προσηγορίας ἠξίωται. 867a ὀρθῶς ἄρα καὶ ταῦτ’ εἴπομεν ἐν τοῖς πεπροοιμιασμένοις, ὅτι τὰ αἴτια τῆς οὐσίας ὁ φιλόσοφος ἔχειν ἐθέλει. καὶ δὴ τριῶν τούτων εἰρημένων ἐν τοῖς προοιμίοις, ὅτι περὶ πᾶν ἔχει τὸ ὂν ᾗ ὂν ὁ σοφός, καὶ ὅτι περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ ὄντι, καὶ ὅτι τῶν τῆς οὐσίας αἰτίων ἐστὶ θεωρός, τὸ μὲν πρῶτον ἀπεδείξαμεν ἤδη, τὸ ὂν οὐχ ὁμωνύμως εὑρόντες λεγόμενον, ἀλλὰ πᾶν πρὸς μίαν φύσιν τὴν τῆς οὐσίας· τὸ δὲ τρίτον δι’ ὧν περὶ τὴν οὐσίαν ἔφαμεν αὐτὸν μάλιστα σπουδάζειν, ἣν ἑλεῖν οὐκ ἔστι μὴ πάντα τὰ αἴτια ταύτης ἐπισκεψάμενον. λείπεται δὲ συστῆσαι καὶ τὸ δεύτερον, ὅπερ ὅσον οὐδέπω ποιήσομεν, ταῦτα προσειληφότες, ὅτι τὸ ὁμοειδὲς ὑποκείμενον, ὃ νῦν κέκληκε γένος, εἰ μὲν αἰσθητὸν εἴη, μιᾷ τῶν αἰσθήσεων συζυγεῖ, ὡς τὰ χρώματα τῇ ὄψει καὶ οἱ χυμοὶ τῇ γεύσει καὶ οἱ ψόφοι τῇ ἀκοῇ· εἰ δὲ ἐπιστητόν, μιᾷ γίγνεται πάλιν ἐπιστήμῃ περιληπτόν· πάσας γὰρ φωνὰς ὁ γραμματικὸς ἐπισκέψεται καὶ πάντα τὰ σχήματα ὁ γεωμέτρης <καὶ> πάσας τὰς ἁρμονίας ὁ μουσικός. οὕτως οὖν πάσας τὰς οὐσίας ὁ φιλόσοφος, [*](4 τί Us.: τὸ C 6 fort. καὶ ὁ οὐκ 8 εἰ ex ἐὰν C 9 αὐτῆς C 11 τὸ μὴ scripsi: τοῦ μὴ C 16. 17 nempe οὐ γὰρ μόνον ἐφ’ οἷς cf. Ar. 1003b12 20 cf. Ar. 1003b15 25 cf. p. 2,6 31 ἔστιν ἢ πάντα C : corr. Us. 33 malim προειληφότες 37 καὶ add. Us. 38 οὐσίας Us, αἰτίας C)
p. 1003b22 Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν τὸ αὐτὸ καὶ μία φύσις.
Βούλεται μὲν ἐντεῦθεν κατασκευάσαι, ὅτι καὶ τὰ καθ’ αὑτὰ τῇ οὐσίᾳ συμβαίνοντα τῆς μιᾶς ἐστι καὶ ὅλης φιλοσοφίας θεωρεῖν· δὲ τὴν ἀπόδειξιν οὕτω. τὸ ὂν καὶ τὸ ἓν μία φύσις· ὥστε εἰ ὁ φιλόσοφος τὸ ὂν ᾗ ὂν ἐπισκέπτεται, καὶ τὸ ἓν ᾗ ἓν θεωρήσει. ἀλλὰ μὴν τοῦ αὐτοῦ τὰ ἀντικείμενα θεωρεῖν· θεωρήσει ἄρα καὶ τὰ πολλὰ ὡς τῷ ἑνὶ ἀντικείμενα. εἰ δὲ τὸ ἓν καὶ τὰ πολλὰ ἐπισκέψεται, πᾶσα δὲ ἐναντίωσις ὑπὸ ταῦτα πίπτει ταὐτὸ γὰρ καὶ ὅμοιον καὶ ἴσον ἕν πώς ἐστι θάτερον δὲ καὶ ἀνόμοιον καὶ ἄνισον δυὰς καὶ πλῆθος), καὶ πάντα ἄν τὰ οὕτως ἀντικείμενα θεωρήσειε· ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳπρώτως τε γὰρ αὐτῇ ὑπάρχει καὶ πάσῃ· ὥστε καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα τοῦ φιλοσόφου γιγνώσκειν ἐστί. τοιαύτης δὲ τῆς μεταχειρίσεως τοῦ λόγου γεγενημένης, τὸ μὲν τὰ καθ᾿ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ἀντικεῖσθαι πρὸς ἄλληλα καὶ τὸ τὰ ἀντικείμενα πάντα τὸ] ὑπὸ τὸ ἓν ἀνά- γεσθαι καὶ τὰ πολλά, ταῦτα δὲ μιᾶς εἶναι γνωρίζειν ἐπιστήμης, εὐπαραδεκτότερα τέως ἐστί· καὶ γὰρ ὃ δοκεῖ τούτων εἶναι βιαιότατον, τὸ πάντα τὰ ἀντικείμενα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος ἀνάγεσθαι, πολλὴν μὲν καὶ ἐξ [*](1 πρὸς τὸ αἰδίοις εἶναι C: corr. Us. 4 ἀριθμητικὸς Us.: γραμματικὸς C 10. 11 fort. ἢ ἐὰν τοῦτο 11 αὐτὴν τὴν Us. 15 au ἡ δὲ ἐσχάτη? 19 Ar. metaph. B 995b11.997a15 cf. Alex. 246,13 36 τὸ secl. Brandis)
Τὸ μέντοι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι καὶ μίαν ἄμφω φύσιν, ὡς τὴν ἀρχὴν καὶ τὸ αἴτιον, καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ τἆλλα ὧν αἱ μὲν ἐπιβολαὶ καὶ οἱ λόγοι διάφοροι, τὸ δὲ ὑποκείμενον ἕν, καὶ] τοῦτο πολλὴν ἀπορίαν ἔχει καὶ παρὰ τοῖς τὰ πράγματα δυναμένοις ὁρᾶν καὶ παρὰ τοῖς τὴν ὁμολογίαν αὐτοῦ πρὸς] τὴν πρὸς ἑαυτὸν διαφυλάττειν θέλουσιν. οἱ μὲν γὰρ ἴσως ἀξιοῦσι τοῦ ἑνὸς ὄντος ἡνωμένου τὴν ἕνωσιν ἀλλαχόθεν ἥκειν αὐτῷ, καὶ δῆλον ὡς ἀπὸ τοῦ ὑπὲρ οὐσίαν ἑνός, ὃ τοῦ μὲν εἶναι μηδὲν αὐτὸ προσδεῖται, ἓν δὲ καθαρῶς ὂν πᾶσιν ἑνώσεως μεταδίδωσιν, ἧς ἄνευ συστῆναι τὴν ἀρχὴν ἢ συστάντα διαμένειν ἀδυνατεῖ τὰ πράγματα· ὥστε συνοχικὴν αὐτοῖς ταύτην ἐφίστησι καὶ φρουρητικὴν δύναμιν ἡ τοῦ πρὸ πάντων ἑνὸς ἀγαθότης. οἱ δὲ διὰ τί φήσουσι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι; ἆρα διὰ τοῦτο, ὅτι ἓν μὲν καὶ ὁ] ἄνθρωπος οὐκ ἀεὶ ἅμα, ἀλλ’ ὅπου μὲν ἄνθρωπος, καὶ ἕν, ὅπου δὲ ἕν, οὐ πάντως ἄνθρωπος οὐδ’ ἥλιος οὐδὲ κόσμος οὐδὲ νοῦς. ὅπου δὲ ὂν ἐκεῖ καὶ ἕν, καὶ ὅπου ἕν, ἐκεῖ καὶ ὄν; ἀλλὰ πρῶτον μὲν οὐδὲ τοῦτο συγκεχώρηται· τὸ γὰρ ἓν καὶ ὑπὲρ τὸ μὴ ὂν καὶ σὺν τῷ ὄντι καὶ ἐπὶ τάδε τοῦ ὄντος, ὡς ἐπὶ τῆς ὕλης καὶ τῆς στερήσεως· ὅμως δὲ τίς ἀνάγκη συνόντα αὐτὰ μὴ ἔχειν πρὸς ἄλληλα διαφορὰν τὴν τοῦ προτέρου καὶ ὑστέρου; πῶς δὲ 〈εἰ ἓν〉 ἔσται ἡ οὐσία, οὐχὶ καὶ | ἀριθμὸς [*](868a) ἔσται οὐσία, καὶ ταῦτα ὁ ἐν τοῖς ἀριθμητοῖς; εἰ γὰρ ὁ Σωκράτης καὶ ἓν καὶ ὂν καθ’ αὑτό, καὶ σὺν Πλάτωνι καὶ δύο καὶ ὄντα καθ’ αὑτά, καὶ οὕτως ἐφεξῆς. ὥσπερ οὖν αἱ οὐσίαι πλείους γιγνόμεναι οὐ μεταπίπτουσιν εἰς συμβεβηκότα, ἀλλ’ εἰσὶ πάλιν αἱ] οὐσίαι, οὕτω καὶ τὸ ἐν ἑκάστοις ἓν συντιθέμενον ἀριθμὸν οὐσιώδη ποιήσει· εἰ γὰρ ἰοῖς δέκα ἀνθρώποις ὁ μὲν ἀριθμὸς συμβέβηκεν, αἱ δὲ οὐσίαι αἱ δέκα οὐ συμβεβήκασιν ἀλλ’ εἰσὶν αὐτῶν οὐσίαι, καὶ καὶ ἑνὶ τὸ μὲν ἓν ἔσται συμβεβηκός, τὸ δὲ αὐτὸ οὐσιῶδες· οὐκ ἄρα οὐδ’ ἐν Σωκράτει ταὐτὸν ἦν τὸ ὂν τῷ ἑνί, εἴ γε τὸ μὲν συντερθειμένον καὶ πεπολλαπλασιασμένον ὂν μόνον καὶ οὐσία, τὸ δὲ προϊὸν ἀριθμὸς ἀνούσιος ἀναφαίνεται. κατ’ ἄλλην δὲ αὖθις ἐπιβολήν, εἰ ταὐτὸν τὸ ἓν τῷ ὄντι κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀντικείμενον τῷ ὄντι τὸ μὴ ὂν τῷ ἀντικειμένῳ τῷ ἑνὶ ταὐτὸν ἔσται· οὐκ ὂν ἄρα τὰ πολλά· ἀλλὰ μὴν καὶ ὄντα· οὐκ ὂν ἄρα τὰ ὄντα. εἰ δέ τις τῇ καταλήξει τῶν φωνῶν ἐπερειδόμενος ὁμόσε χωροίη λέγων τὰ ὄνια οὐκ ὂν εἶναι, μηδὲ γὰρ εἶναι ὂν ἀλλὰ τὰ] ὄντα, σοφίζεσθαι ἡμᾶς ἐπιχειρήσει· οὐ γὰρ ὅτι πολλαπλάσιά ἐστι τὰ πολλὰ [*](3 cf. Alex. 247,8 sqq. (qui etiam ἐπιβολή 1. 12) 5 καὶ del. Us. 7 πρὸς del. Brandis 8 ἑνὸς.. debebatne ὄντος? 9 ὑπὲρ οὐσίαν scripsi: ὑπερούσια C 14 ὁ del. Us. 16 ὃν prius e corr. C 17 dele μὴ; unum est supra ὄν et cum ὄντι et infra ὄν 18 nempe ὅλως 20 εἰ ἓν inserui, sim. Brandis ἔσται abesse mavult Diels); πῶς δ’ εἰ ἔσται ἓν οὐσία Us. 24 αἱ delevi, ἀεὶ Us. 27 αὐτὸ.. nonne requiritur ὄν? 28 ταὐτὸν ἢ αὐτὸ ὃν tw ἓν εἴ γε C, corr. Us. (nisi quod αὐτοῦ τὸ ὂν) 32 τὸ πολλὰ G 34 τὰ delevi, τινὰ Us.; ἀλλ’ ἄττα Diels 35 σοφίζεσθαι ἡμᾶς Kalbfleisch: σοφίζετο δ’ ἡμᾶς C)
Πάλιν εἰ μὴ ὡς στέρησις τὰ πολλὰ τῷ ἑνί, μᾶλλον δὲ κατὰ τὰ πρός τι ἀντίκειται, καθὰ καὶ αὐτὸς ἐν τῷ I τῆσδε τῆς πραγματείας ἐνέκρινεν, ἀνάγκη καὶ τοὺς ἀνθρώπους τῷ ἀνθρώπῳ τοῦτον ἀντικεῖσθαι τὸν τρόπον· ἀλλὰ μὴν οὐδὲν ἐκ τῶν ἀντικειμένων ἑαυτῷ σύγκειται, οὔτ’ ἄρα οἱ ἄνρωποι τῷ ἀνθρώπῳ ἀντίκεινται, οὔτε τοιοῦτον τὸ ἕν, ἐξ ὧν σύγκειται τὰ πολλά, τοῖς πολλοῖς. ἔτι ὁ μὲν ἄνθρωπος ᾗ ἄνθρωπος καὶ τὸ ὃν ᾗ ὂν τῶν ἀνθρώπων καὶ τῶν ὄντων οὐ διαφέρουσι, τὸ δὲ ἓν ᾗ ἓν τῶν πολλῶν διαφέρει ᾗ πολλά· οὐκ ἄρα ταὐτόν ἐστιν | αὐτῷ ἑνί τε εἶναι καὶ ὄντι· [*](868b) ἄλλο ἄρα τὸ ἓν καὶ ἄλλο τὸ ὄν, καὶ εἰ συνυπάρχει τῷ ὄντι τὸ ἕν, ἐπεὶ μηδὲν ἄνευ τοῦ ἑνὸς εἶναι δύναται. Ἀλλὰ ταῦτα μὲν ἠπορήσθω διὰ τὴν διδασκαλίαν τοῦ δαιμονίου τοῦδε ἀνδρὸς τὸ διάφωνον ἔχουσαν ἐνιαχοῦ διὰ τὸ ἐγείρεσθαί τε ἅμα πρὸς τὴν πρεσβυτέραν φιλοσοφίαν καὶ ἐποπτικωτέραν, καὶ φυλάττειν τὰ παρὰ τοῖς πολλοῖς διὰ συνήθειαν εὐδοκιμώτερα. καὶ γὰρ νῦν ὁρμήσας ἀνυμνῆσαι τὸ ἒν Πυθαγορείως τε καὶ Πλατωνικῶς καὶ οὐσιῶδές τε αὐτὸ εἰπὼν καὶ ἡγεμονίαν αὐτῷ δεδωκὼς τῆς ἀμείνονος τῶν συστοιχιῶν, ὅμως διὰ τὸ τῆς ἐξῃρημένης ἁπάντων τῶν ὄντων φύσεως αὐτοῦ μὴ κατακρατῆσαι τὴν πρὸς ἑαυτὸν ἔσχεν ἐναντίωσιν· μόνου γὰρ τοῦ ὑπὲρ τὰ ὄντα ἐστὶ τὸ ὑπερέχειν τοῦ πλήθους, ἐπεὶ τοῦ συντεταγμένου τοῖς οὖσιν ἑνὸς εἰ μὴ κατ’ ἄλλο λείποιτο τὰ πολλά, πῶς ἄν εἴη τοὐ ἑνὸς ἀτιμότερα, εἰ μήτε τίκτεται παρ’ αὐτοῦ μήτε τῶν ἐν αὐτοῖς ἕκαστον ἐκείνου δεύτερόν ἐστιν; ἴωμεν δὲ καὶ ἐπὶ τὰ ἑξῆς.
[*](4 dele πάντῃ aut scr. πάντῃ λοιπὸν ἀποδράντα C: corr. Branclis 7 ὡς πάντα C2: πάντα ὡς ὡς suprascr.) C1; fort. del. πως 8 an προανακρίνω? met. I 6. 1056b32 21 fort. del. τὸ 30 διὰ repetit C 32 τῆς suprascr. C 36 λείποι τὸ τὰ C)Ἀρέσκει τοίνυν αὐτῷ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ ὂν καὶ ἕν, καὶ εἰ [*](868b) οἱ λόγοι αὐτῶν ἕτεροι εἶεν· εἰ δέ τις καὶ τὸν αὐτὸν λόγον ἀμφοτέροις ἀποδιδοίη, οὔ φησι διοίσεσθαι, μᾶλλον γὰρ αὐτοῦ συνδραμεῖσθαι τοῦτο τῇ ὅλῃ προθέσει· τὰ γὰρ ὑπὸ τὸ ἓν ἐπὶ πλέον δειχθήσεται προσήκοντα τῷ φιλοσόφῳ ἅτε περὶ τὸ ὂν ᾗ ὂν στρεφομένῳ. τίνες οὖν αἱ κατασκευαὶ τοῦ ταὐτὸν εἶναι τὸ ἓν καὶ τὸ ὄν; πρῶτον μὲν ὅτι καὶ τὸ ἄνθρωπος καὶ τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν δηλοῖ, κἄν εἴπω δὲ εἷς ὢν ἄνθρωπος, οὐχ ἕτερον δηλῶ τὸ γὰρ ἀναδιπλωθὲν ἂν ἀνατριπλωθῇ ταὐτὸν σημαίνει), δεύτερον δὲ ὅτι ἡ ἑκάστου οὐσία οὐκ ἔστιν ἓν 〈κατὰ〉 συμβεβηκός, ἀλλ’ ὥσπερ ὅπερ ὄν τι, οὕτω καὶ ὅπερ ἕν τι· ὥστε ὁσαχῶς τὸ ἕν, τοσαυταχῶς καὶ τὸ ὄν, εἴπερ ἄμφω ταὐτόν, * * * τὰς οὐσίας ἐπισκεπτόμενος καὶ πάντα τὰ ὄντα ὁ φιλόσοφος τὰς διαφορὰς τοῦ ἑνὸς ἐπισκέψεται. διαφοραὶ δὲ τοῦ ἑνὸς καὶ ὥσπερ εἴδη τὸ ταὐτὸν τὸ ὅμοιον τὸ ἴσον τὸ εὐθὺ καὶ ὅλως <ἡ> ἀμείνων συστοιχία, ὥσπερ ἡ καταδεεστέρα τῶν πολλῶν ἐστιν ἀκόλουθος. ἐπραγματεύσατο δὲ τοῦτο ἰδίᾳ καὶ αὐτὸς οὗτος ὁ φιλόσοφος ἐκλογὴν πάντων ποιησάμενος τῶν ἐναντίων καὶ ὑποτάξας τὰ μὲν τῷ ἑνί, τὰ δὲ τοῖς πολλοῖς. εἰ τοίνυν περί τε τὰς οὐσίας καὶ περὶ τὰς τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἕξει διαφορὰς ἡ ὅλη φιλοσοφία, καὶ τὰ μέρη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν διατρίψει· τῶν δὲ οὐσιῶν ἡ μὲν νοητή τε καὶ ἡ δὲ αἰσθητή τε καὶ φθαρτή· ὥστε ἡ μὲν ἔσται πρώτη φιλοσοφία ἡ περὶ τὴν νοητήν τε καὶ ἀκίνητον οὐσίαν στρεφομένη, ἡ δὲ ταύτης ἐχομένη καὶ δευτέρα ἡ περὶ τὴν φύσιν διατρίβουσα. ὥσπερ γὰρ τὸ ὂν καὶ τὸ ἓν εἴδη ἔχει, τὸ μὲν πρῶτον τὰ δὲ ἐφεξῆς, οὕτω καὶ αἱ ἐπιστῆμαι τοῖς οὖσιν ἀνάλογον ταχθήσονται. ἔχει γὰρ ἡ φιλοσοφία τὸ πρότερον ἐν ἑαυτῇ καὶ τὸ ὕστερον. ὥσπερ καὶ ἡ μαθηματική· καθάπερ οὖν πρότερος μὲν | ὁ ἀριθμητικὸς [*](869a) τοῦ γεωμέτρου, πάλιν δὲ οὗτος τοῦ ἀστρονόμου καὶ οὗτος εἰ τύχοι τοῦ μηχανικοῦ, οὕτω καὶ τὰ εἴδη τῆς ὅλης φιλοσοφίας τῷ πρώτῳ καὶ μέσῳ καὶ τελευταίῳ διακεκόσμηται.
Μιᾶς δὲ τἀντικείμενα πάντως ἀλλήλοις θεωρούσης δεῖ τὴν τὸ ἓν εἰδυῖαν καὶ τὰ πολλὰ εἰδέναι· τὰ γὰρ πολλὰ ἤτοι ἀπόφασις τοῦ ἑνὸς ἢ στέρησις. διαφέρουσι δὲ ἀλλήλων αἱ ἀντιθέσεις αὗται, ὅτι ἡ μὲν ἀπόφασις ἐπὶ πάντων ἀληθεύει τῶν παρὰ τὸ ἓν ἐκεῖνο τὸ ἀναιρούμενον· τὸ γὰρ οὐχ ἵππος ἐπὶ πάντων ἀληθὲς τῶν παρὰ τὸν ἵππον, ἡ δὲ στέρησις οὐχ οὕτως· οὐ γὰρ ἁπλῶς ἀπούσης τῆς ἕξεως 〈ἔννοιαν〉 παρίστησιν ἡ στέρησις οὐ γὰρ τυφλὸς ὁ μὴ ἔχων ὄψιν, ἐπεὶ καὶ λίθος ἂν ἦν τυφλός), ἀλλ’ ἀπούσης τοῦ πεφυκότος αὐτὴν δέχεσθαι· κωφὸν οὖν οὐχὶ πᾶν ὃ μὴ ἀκούει, ἀλλὰ τὸ οὖς ἐὰν μὴ ἀκούῃ , ὅτι πέφυκεν ἀκούειν · δεῖ γὰρ ὑποκεῖσθαι μίαν φύσιν [*](2 ἀμφοτέρως C: corr. Us. 5 τίνος C: corr. Us. 9 ἑκάστη C: corr. Brandis. κατὰ add. Brandis ex Ar. 1003b33 10 ὄν τι . . . ἐν τι Us.: ἕν τι . . . . ὄν τι C 11 aliquid deesse velut δι’ οὖν ταῦτα vidit Us. 14 ἡ add. Us. 15 de hoc delectu uon plus scit S. quam apud Ar. legit; cf. fr. 118 sqq. Rose 23 τὰ δὲ Us.: τὸ δὲ C 29 ἀντικείμενα C: corr. Us. 33 cf. Alex. 253,25 34 ἀπούσης Us.: ἁπάσης C ἔννοιαν add. Us.)
Τέως δὲ δείξας ἡμῖν, ὅτι μιᾶς ἐπιστήμης τὰ ὄντα πάντα καὶ τὰ ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀναγόμενα θεωρεῖν, λύει τινὰ ἔνστασιν τὴν ἀποροῦσαν, πῶς ἐπεὶ πολλαχῶς τὸ ἓν καὶ τὸ ὄν, ὑπὸ μίαν ἐπιστήμην. ὁ δέ φησιν ὅτι πρὸς ἓν λέγεται. ὥσπερ οὖν τὰ ὑγιεινὰ μιᾶς, οὕτω καὶ ταῦτα μιᾶς· πρὸς γὰρ τὴν οὐσίαν ἅπαντα τὰ ὄντα καὶ πρὸς τὸ πρώτως ἓν ἀναφέρεται. οὕτω δὲ καὶ τὸ ταὐτὸν εἰ διαφορὰς ἔχει, πᾶσαι πρὸς τὸ πρώτως ταὐτὸν ταχθήσονται, τοῦτο δέ ἐστι τὸ τῇ οὐσίᾳ ταὐτόν· οὕτω καὶ τὸ ἕτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον. δεῖ οὖν διελομένους, ποσαχῶς ἕκαστον τούτων λέγεται, εἴτε δεκαχῶς † ἐπειδὴ παντὶ τῷ ὄντι ὑπάρχει εἴτε κατ’ ἄλλον ἀριθμόν, τὸ ἐν ἑκάστῃ κατηγορίᾳ συντάττειν τῷ ἐν τῇ οὐσίᾳ ταὐτῷ καὶ ὁμοίῳ καὶ ἑτέρῳ καὶ ἀνομοίῳ· τὰ μὲν γὰρ τῷ ἐκεῖνο τὸ πρῶτον ἔχειν [*](8 post ἀνάγεται ἀλλὰ Ca: del. Cb 10 τὸ add. Us. (idem addens v. 13) 12 τὸ addidi 14 Alex. 254,10 14. 15 del. Us.; Alexandre συγκριτικά sunt λευκόν et γλυκύ 15. 16 ἐναντιότης Ar. 17 δὲ Ar.: γὰρ C 22 C 24 τοῦ scripsi: οὐ C 27 ὑπὸ scripsi: ἐπὶ G 30 ἓν Brandis: ἕνα C μία . . . μία C: corr. Brandis 31 nempe πρώτως ὃν 34 διελομένοις C: corr. Us. 35 ἐπειδὴ deleudum puto, ἐκεῖνο Us. 36 ἐν ἑκάστῃ Us.: ἓν ἑκάστη C)
Δείξας οὖν ὁ Ἀπιστοτέλης 〈ἐκ τῆς σοφιστικῆς〉 κἀκ τῆς διαλεκτικῆς κατὰ μίμησιν τῆς φιλοσοφίας περὶ πάντα τὰ ὄντα ἐχουσῶν, ὅτι ἡ φιλοσοφία παντὸς τοῦ ὄντος ᾗ ὅν ἐστι γνωστική, χρῆται καὶ ἄλλῳ τινὶ τοιῷδε ἐπιχειρήματι· πάντες οἵ τε φυσικοὶ καὶ οἱ τούτων ὑπερτέραν θεωρίαν φιλοφρονούμενοι τὰς ἀρχὰς τοῦ ὄντος ἐναντίας ποιοῦσιν. εἶτα τὰς δόξας παρατίθεται τῶν πρεσβυτέρων· οἱ μὲν γὰρ Πυθαγόρειοι περιττὸν καὶ ἄρτιον, [*](2 ἤτοι Us.: ὅτι C 7 εἴγε C καὶ Σωκράτης ex Ar. add. Us. U τὸ περιττὸν Us. 15 cf. Nicom. arithm. 1 17 Iambi, in Nic. 37,1 20 μὴ suprascr. C2 22 post σοφισταὶ τὸν φιλόσοφον inseruit Us. 30 εἰ addidi καίτοι Us.) 33 add. Brandis 38 cf. Alex. 262,4)
Ἐντεῦθεν δὲ ἤδη ὁ Ἀριστοτέλης μέτεισιν ἐπὶ τὸ ζητεῖν, εἰ τὰς τῆς ἀποδείξεως ἀρχὰς ὥσπερ τὰς τῆς οὐσίας ὁ φιλόσοφος ἐπιγνώσεται· καὶ διαρρήδην ἀποφαίνεται τῷ φιλοσόφῳ τὴν τούτων προσήκειν ἐπίσκεψιν. αἱ δὲ κατασκευαὶ τοιαῦται· παντὸς τοῦ ὄντος δι’ αὐτῶν ἀποδείκνυται τὰ καθ’ αὑτὰ συμβεβηκότα. ὥστε ὁ ταῦτα δεικνὺς ἕξει τι πλέον εἰπεῖν περὶ αὐτῶν. ὥσπερ γὰρ εἰ τὰ τοῖς ἀριθμοῖς ὑπάρχοντα μόνα δι’ αὐτῶν ἐγνωρίζομεν, ἀριθμητικῆς ἦν <ἂν> ἡ τούτων θεωρία, ἡ εἰ τὰ τοῖς μεγέθεσι καὶ σχήμασι, γεωμετρίας, οὕτως ἐπειδὴ τὰ τῷ ὄντι παντὶ καθ’ αὐτὰ ὑπάρχοντα δείκνυται δι’ αὐτῶν, ὁ περὶ πᾶν τὸ ὂν ᾗ ὂν ἔχων περὶ αὐτῶν διαλήψεται· καὶ γὰρ μόνος καθολικώτερον αὐτοῖς χρῆται, ἐπεὶ αἱ ἄλλαι τέχναι ἅτε περὶ τὶ ὂν ἔχουσαι καὶ οὐ περὶ πᾶν τὸ ὄν, τὸ πρόσφορον ἑαυταῖς αποδιαλαβοῦσαι δι [*](1 χωριστὸν scripsi: χωρὶς C 8 συνωνύμως C: corr. Us. ὅμως C: corr. Us. 12 αὐτὰ scripsi: αὐτὸ C 13 cf. Alex. 264,11 16 ot) C 22 δεῖ xt Us.: δεῖται C 25 met. Λ extr. 34 ὁ Us.: ὡς C1 e corr. 36 ἄν add. Us.)
Εἰ δέ τινες ἄλλοι περὶ τῆς τῶν ἀξιωμάτων ἀληθείας ἐπιχειροῦντες λέγειν ἀποδείξεις αὐτῶν προχειρίζονται, δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν αὐτὸ ποιοῦσι· δεῖ γὰρ οὐ ζητεῖν τὸν ὁτιοῦν μαθησόμενον τὰ ἀξιώματα, ἀλλ’ ἥκειν αὐτὰ προειληφότα. εἰ δὲ καὶ οἱ ἄλλοι τεχνῖται τὰς βεβαιοτάτας ἀρχὰς ἴσασι τοῦ γένους περὶ ὃ στρέφονται, πολλῷ δὴ πλέον ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ πάντων τῶν ἀξιωμάτων τὰ βεβαιότατα καὶ ἀρχηγικώτατα κατανενοηκέναι. βεβαιότατον δ’ ἐστὶ περὶ ὃ ἀπατηθῆναι οὐχ οἷόν τε, καὶ ἀρχηγικώτατον εἰς ὃ πάντα ἀναλύεται ὡς εἰς ἀνυπόθετον· ἡ γὰρ ὑπόθεσις ἀρχὴ μὲν ὡς πρὸς τόδε, ἁπλῶς δὲ οὐκ ἀρχὴ ἀλλ’ ἀποδεικτὴ τῷ ἐπαναβεβηκότι. δεῖ δὲ τὴν βεβαιοτάτην καὶ ἀρχηγικωτάτην καὶ ἐναργεστάτην εἶναι, ἵνα μηδεὶς ἀπατᾶται περὶ αὐτήν. ἔστι δὲ τοιαύτη ἡ κατὰ τὴν ἀντίφασιν· οὔτε γὰρ τὸ αὐτὸ τῷ αὐτῷ ἅμα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ὑπάρχειν δύναται καὶ μὴ ὑπάρχειν· οὔτ’ ἔστιν | οὕτω τις διακείμενος, [*](871a) κἀν ἕνεκα λόγου θέσει παριστῆται, οὔτε φάντα καὶ ἀποφάντα δυνατὸν ἀληθεύειν ἅμα. ὅτι δὲ ἀπατηθῆναι περὶ ταύτην οὐ δυνατὸν τὴν ἀρχήν, δείκνυσιν οὕτως· εἴ τις οἴεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, τὰς ἐναντίας ἔχει δόξας ἐν ἑαυτῷ· ἐναντίαι γὰρ αἱ κατὰ ἀντίφασιν δόξαι, ὡς ἐν τῷ τέλει τοῦ περὶ ἑρμηνείας ἐρρήθη. ἀλλὰ μὴν ἀδύνατον ἅμα τἀναντία παρεῖναί τινι, ἀδύνατον ἄρα καὶ ἠπατῆσθαί τινα περὶ ταύτην τὴν ἀρχήν. διὸ καὶ πάντες <οἱ> ὁτιοῦν ἀποδεικνύντες αὐτῇ κέχρηνται· δὲ τῶν Ἡρακλειτείων ἢ τῶν ἄλλων φυσικῶν τινες οἴονται καὶ αὐτοὺς οὕτω δοξάζειν καὶ τὰ πράγματα δέχεσθαι κατὰ ταὐτὸ τὸ ταύτῃ μὴ εἶναι ᾗπερ ἔστι, λόγου μὲν ἕνεκα ποιεῖσθαι αὐτοὺς τὰς τοιαύτας ἀποφάνσεις οἰητέον· ἡμεῖς γὰρ σαφῶς ὑπεμνήσαμεν, ὅτι τὰς ἐναντίας δόξας τῷ αὐτῷ παρεῖναι ἀδύνατον. οὐ μὴν διὰ τοῦτο ἀποδεῖξαι τὴν ἀλήθειαν τοῦ ἀξιώματος ἐπιχειρήσομεν· αὐτὸ γὰρ τοῦτο μεγίστης ἐστὶν ἀμαθίας τεκμήριον, τὸ οἴεσθαι πάντα εἶναι ἀποδεικτά· καὶ γὰρ ὁ τοῦτο λέγων ἀπόδειξιν ἀναιρεῖ, ὥσπερ ὁ αὐτόθεν μηθὲν εἶναι λέγων ἀποδεικτόν. διχῶς γὰρ ἀναιρεῖται τῶν πρατεχνητῶν [*](4 C 6 οἴονται Us. fort, verbum apodoseos ex prodosi desumendum est, cf. ad Procl. in remp. I 218,4 Hartel patrist. Stud. IV 11 Leo anal. Plant. I p. sqq. 16 βεβαιοτάτη δ’ ἐστὶ C 18 τόνδε C : coriexi 20 δέ Us.: γὰρ C 23 tuetur structuram Us. cl. Ar. 1008b12 et si ὥστε pro οὔτε scriberes, etiam δυνατὸν eiciendum esset 27 cf. Ar. π. ἑρμ. 14 29 οἱ inserui 30 καὶ αὐτοὶ Us., et αὐτοί τε Ar. 1005 b 35 31 ᾗπερ Us.: εἴπερ C 36 cf. Alex. 272,22)
Οὐ μὴν ἀλλ᾿ εἰ καὶ μὴ ἔστιν αὐτὸ δεῖξαι, ἐπειδὴ τὸ ὃ ἄν λάβωμεν εἰς τὴν κατασκευὴν αὐτοῦ, ἢ ἰσοδυναμοῦν αὐτῷ λαμβάνομεν ἢ ἀμυδροτέραν ἔχον γνῶσιν, ὅμως ἔστι τὸν ἐνιστάμενον αὐτῷ περιβάλλειν ἐλέγχῳ, ἐὰν μόνον ἐθέλῃ λόγῳ χρῆσθαι. λεγέτω γὰρ ἡμῖν ἐκεῖνος, εἰ μὴ κατὰ ζῷον ἄλογον ἢ καὶ φυτὸν ἀναίσθητον ἔταξεν ἑαυτόν· ἆρ᾿ οὐχὶ τῶν ὀνομάτων ἕκαστον σημαίνει τι; σημαῖνον δέ τι οὐχὶ ἓν ἢ πολλὰ ὡρισμένα ἢ πάντα σημαίνειν πᾶσα ἀνάγκη; ἀλλ᾿ εἰ μὲν πάντα σημαίνει, οὐδὲν σημαίνει· ὃ γὰρ μηδὲν μᾶλλον τόδε ἢ ὁτιοῦν ἄλλο σημαίνει, οὐδὲν σημαίνει. λείπεται δή, εἴπερ τι σημαίνει, ἢ ἓν ἢ πολλὰ καὶ ὡρισμένα σημαίνειν αὐτό. ἀλλ᾿ εἴτε ἓν εἴτε πολλὰ καὶ ὡρισμένα σημαίνει, ἔστιν ἐφ᾿ ἑκάστῳ τῶν πραγμάτων ἴδιον ὄνομα. εἰ μὲν γὰρ ἓν ἑνός ἐστι σημαντικόν, αὐτόθεν εἰλήφαμεν τὸ ζητούμενον. εἰ δὲ ἓν πολλῶν καὶ ὡρισμένων, ληψόμεθα τῶν [*](7 οἷον add. Us. 11 ἐνεργέστερον ut vid. C τὸν Us.: τὸ C 15 ὑμεῖς C: corr. Us. 17 τὰ τῷ αὐτῷ ἴσα post εἶναι transposuit Us. (at offendit αὐτά), insiticia puto; μὴ pro οὐ positum? 19 δὲ del. Us. 21 κατὰ C: γίνεται Us. 22 καὶ πᾶς C: ἅπας Us. 27 τὸ ὃ C: ὅτι Us. 28 λαμβάνωμεν C 29 τὸ ἐνιστάμενον αὑτὸ C: corr. Us. 32 οὐκ ἢ ἓν coni. Us. 33 σημαίνει C: corr. Us.)
ταῦτα λέγοντος Ἀριστοτέλους ἐκπλαγείη μὲν ἄν τις καὶ τὴν ἐπιβολὴν τῆς κατασκευῆς καὶ τὴν ὅλην μεταχείρισιν τοῦ λόγου σὺν ἀγχινοίᾳ πολλῇ καὶ δεινότητι γενομένην· ἐπισημήναιτο δ᾿ ἄν τις, ὅτι τοῖς μὲν ἄλλοις ἀντειπεῖν | οὐκ ἂν ἔχοι ὁ ἐνιστάμενος τῇ ἀποφάσει, ἅπαξ ὑπομείνας λόγον, [*](872a) ἐκείνω δ’ ἄν ἴσως καίπερ ὄν·τι λίαν ἐναργεῖ διαμαχέσαιτο· οὐ γὰρ εἰ ἀνάγκη, φαίη ἄν, τόδε τὸ ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον εὐθὺς μὴ εἶναι· αὐτὸ γὰρ τοῦτό ἐστιν ὃ διατελεῖ λέγων, καὶ τοῦτο εἶναι καὶ τὸ ἀντικείμενον ἕκαστον τῶν πραγμάτων· οὐκοῦν φήσομεν αὐτὸν ἀναιρεῖν τι τῶν κειμένων· οὐκέτι γὰρ ἓν ἑνὸς εἶναι σημαντικόν. ὁ δὲ φαίη ἄν ἓν μὲν ἑνός, οὐ μέντοι παντὸς τοῦ ἑνὸς ἀλλὰ μορίου αὐτοῦ, τοῦ δὲ λοιποῦ τί κωλύει τὸ ἀντικείμενον ; καὶ τοῦτο, εἰ ἕστηκεν ἡ φύσις τῶν πραγμάτων καὶ ὥρισται· εἰ δὲ ῥεῖ καὶ μεταπίπτει ἀεὶ ἕκαστον, ὥσπερ οἱ Ηρακλείτειοι λέγουσιν, οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχει τὰ πράγματα. πρὸς ὃν εἴποιμεν ἂν ὅτι τοὺς μὲν Ἡρακλειτείους, εἴπερ οὕτω διενοοῦντο τῷ λόγῳ, νῦν ἐκποδὼν ποιησόμεθα· οὗτοι γὰρ ἐπιστήσαντες οἷς λέγουσιν οὐδὲ σημαίνειν τι φήσουσι τὰ ὀνόματα· ὡς γὰρ τὸν παραρρέοντα ἀέρα πιέσαι ταῖς χερσὶν οὐκ ἔστιν, οὕτως οὐδὲ τὴν ἀστάτως μεταπίπτουσαν τῶν πραγμάτων φύσιν ἔσιι δηλῶσαι διὰ τῶν ὀνομάτων· διὸ καὶ τὸν Κρατύλον ἱστοροῦσί τινες ἀποσχέσθαι μὲν ὕστερον τῆς χρήσεως τοῦ λόγου, κατανεύειν δὲ μόνον καὶ ἀνανεύειν.
Εἰ δ’ ὅλως ἔστι τις ὡρισμένη τῶν πραγμάτων ὑπόστασις, ἔστι καὶ ἐφ’ ἑκάστῳ παντὶ πάντως μία τε ἔννοια καὶ ὄνομα ἕν· εἰ δὲ καὶ μὴ ἢν, πολλῶν μὲν ὀνομάτων ἐδεήθη ἂν ἕκαστον, οὐ μέντοι τοῦ τε τὴν ἕξιν δηλοῦντος καὶ τὴν στέρησιν· τοῦτο γάρ ἐστιν ἀδυνατώτατον· ὡς γὰρ παρούσης ἕξεως [*](5 εἰ τοίνυν scripsi: εἴτε νῦν C εἴτε οὖν Us.) 7 λευκὸν ἡ μὸν C: μουσικὸν Ar., φρόνιμον Us. 8 ἓν ἑνὶ ὀνόματι Us., fort. ὄνομα ἔτι 13 τοῦτο μὴ Brandis: τοῦ μὴ C 18 μεταχείρησιν C: corr. Us. 24 οὔκουν C 26 μόριον C: corr. Us. 34 cf. Ar. 1010a12 37 παντὶ cf. p. 72,15 τε scripsi : γε C)
Πάλιν οὖν ἀναλαβόντες τὸν λόγον οὕτω συνθήσομεν· εἰ σημαίνει τι τὸ ὄνομα, ἕν τι σημαίνει· κἂν γὰρ πλείω καὶ ὡρισμένα, ληφθήσεται τὰ ἕκαστον δηλοῦντα. ἀλλ’ εἰ ἓν σημαίνει, τὸ εἶναι αὐτοῦ σημαίνει, τῷ δὲ εἶναι αὐτοῦ οὐ δήπου σύνεστιν ἡ στέρησις αὐτοῦ ἡ γὰρ ἀπουσία τοῦ εἶναι τὴν στέρησιν ὑφίστησιν)· ὥστε τοῦτο καταφάσει μὲν ἔστιν ἑρμηνεῦσαι, ἀποφάσει δὲ τῇ ἀντικειμένῃ ἀδύνατον, ἐπειδὴ καὶ ἀδύνατον ἕξιν ἅμα καὶ στέρησιν τοῦ αὐτοῦ τῷ αὐτῷ παρεῖναι. εἰ γὰρ ἀληθὲς εἰπεῖν τόδε τι καὶ εἶναι ζῷον καὶ μὴ εἶναι ζῷον, ἔχοι ἂν καὶ τὸ εἶδος τοῦ ζῴου τόδε τι καὶ τὴν στέρησιν τοῦ αὐτοῦ ζῴου· ἀλλὰ μὴν στέρησιν ἔχειν μὴ ἀπολέσαν τὸ εἶδος οὐ δύναται· οὐδ’ ἄρα καταφάσκεσθαι κατὰ ταὐτὸν καὶ ἀποφάσκεσθαι· εἰ γὰρ μηδὲ ἄνθρωπος καὶ λευκὸν κατὰ ταὐτὸν ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο, πῶς ἄνθρωπος καὶ οὐκ ἄνθρωπος κατὰ ταὐτόν; ὅμοιον γὰρ ὡς εἴ τις τὸ εἶδος καὶ τὴν στέρησιν τοῦ εἴδους ἓν λέγοι. εἰ δὲ κατ’ ἄλλο μὲν ἄνθρωπος, ὢ κατ’ ἄλλο δὲ οὐκ ἄνθρωπος, οὐκ ἀντίφασις τοῦτο, ἐπεὶ καὶ ὁ Σωκράτης οὐσία μὲν ὡς ἄνθρωπος, οὐκ οὐσία δὲ ὡς πατὴρ ἢ σιμός.
Ἀρ’ οὖν ἀπέδειξεν | αὐτὸς περὶ τοῦ τὴν ἀντίφασιν μὴ συναληθεύειν; [*](872b) τοῦτο καὶ πρότερον διεμαρτυράμεθα, ὅτι τοῦτο ἀποδεῖξαι ἀδύνατον· ἀλλὰ τοῦ Ἀριστοτέλους ἐλεγκτικῶς ἐπιχειρήσαντος ἀποδεῖξαι καὶ τὰ μὲν ἄλλα συγχωρούμενα λαβόντος, ἐκεῖνο δὲ ἀληθῶς μὲν εἰληφότος ὅτι εἰ ἀνάγκη εἶναι, ἀδύνατον μὴ εἶναι, οὐχ ἱκανῶς δὲ πρὸς τὸν τὴν ἀντίφασιν λέγοντα συναληθεύειν, ἡμεῖς ὅτι οὐ δύναταί τις ἐνίστασθαι τούτῳ πεπειράμεθα δεῖξαι, ἵνα μὴ εἰς ταὐτὸν τό τε εἶδος ἀπάγῃ καὶ του εἴδους τὴν στέρησιν. τοῦτο δὲ ἀληθὲς μὲν καὶ ἡμεῖς παρελάβομεν, ὅτι μὴ δύναται συνεῖναι τῷ εἴδει ἡ στέρησις· εἰ δὲ τοῦτο, οὐδ’ ἂν ὁ ἄνθρωπος ᾗ ἄνθρωπος οὐκ ἄνθρωπος εἴη· οὐ μέντοι ἐπίσης ἐναργὲς τῷ τῆς ἀντιφάσεως ἀξιώματι· ὥστε κρατεῖν τὸ τοῦ Θεοφράστου, ὃς ἀγνωμονεστάτους εἶναί φησι καὶ βιαιοτάτους τοὺς ἀναγκάζοντας λόγον ὑπέχειν τούτου τοῦ ἀξιώματος· αὐτόθεν γὰρ (0) τούτῳ ἐνιστάμενος λόγου χρείαν ἀναιρεῖ καὶ ἀποδείξεως. εἰ γὰρ μηδὲν μᾶλλον τόδε ἢ τὸ ἀντικείμενον, τίς ἦν χρεία καὶ λόγου καὶ κατασκευῆς καὶ συμπεράσματος ; τίς δὲ ὁ καρπὸς ταύτης πάσης τῆς πραγματείας, ὅταν ὁ πειρώμενος αὐτῷ παρίστασθαι τῶν ἡττόνων αὐτοῦ τι πρὸς ἐνάργειαν εἰς κατασκευὴν αὐτοῦ παραλαμβάνειν ἀναγκάζηται;
Δείξας δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι τῆς καταφάσεως ἀληθευούσης τὴν ἀπόφασιν ἀληθεύειν οὐχ οἷόν τε, παραπλησίως, φησίν, ἀποδειχθήσεται καὶ ὅτι τῆς ἀποφάσεως ἀληθευούσης οὐδέποτε ἡ κατάφασις ἀληθεύει· εἰ γὰρ [*](9 ὑφίστη ὅτε τοῦτο C: corr. Us. 13 fort μὴν τὴν 21 τοῦτο corruptum putat Us., ἀλλὰ requiritur 25 nempe συναληθεύειν ἀντειρηκότος 26 τε Us.: γε C 30 cf. Alex. 273.18 31 ἀξιώματος Us. cf. Alex.: ὀνόματος C αὐτόθεν scripsi: αὐτός τε C ὁ add. Us.)
Δείξας δὲ ὁ Ἀριστοτέλης ὅτι τὰ καθ᾿ αὑτὰ μὲν ὑπάρχοντα καὶ τὰ κατ’ οὐσίαν κατηγορούμενα πειρῶνται διαγράφειν οἱ τὴν ἀντίφασιν λέγοντες συναληθεύειν, μόνας δὲ τἀς διὰ τῶν συμβεβηκότων ἐῶσι κατηγορίας, δείκνυσιν ἐφεξῆς ὅτι τὴν ὕλην ἐοίκασιν οἱ αὐτοὶ οὗτοι περιφαντάζεσθαι, ἀλλ’ οὐχὶ τὰ εἰδοπεποιημένα καὶ ὅρον καὶ βεβαιότητα παρὰ τῆς φύσεως ὑποδεξάμενα, πάνυ δαιμονίως καὶ φιλοσόφως τὸ ἄστατον αὐτῶν καὶ ἀβέβαιον τῆς δόξης ἀπεστράφθαι πρότερον μὲν τὰς οὐσίας, νυνὶ δὲ τὰ εἴδη διισχυριζόμενος. καὶ γὰρ τῷ ὄντι μᾶλλον ἡ ὕλη δόξειεν ἂν ἐπιδέχεσθαι τὴν ἀντίφασιν ἢ ἄλλο τι τῶν ὄντων· δυνάμει μὲν γάρ ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδέν· ὥστε καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ἵππος καὶ οὐχ ἵππος, καὶ ἕκαστον καὶ οὐχ ἕκαστον. οὐ μὴν οὐδ’ ἡ ὕλη κατά γε τὸ ἀληθέστατον δέχεται τὴν ἀντίφασιν ἅμα· κὰτ ἄλλο γάρ ἐστιν ἄνθρωπος, ὅτι πέφυκε, καὶ κατ’ ἄλλο οὐκ ἄνθρωπος, ὅτι συμβέβηκεν αὐτῇ πρὸ τῆς τοῦ εἴδους παρουσίας ἡ στέρησις. ἀλλ’ ὅμως μᾶλλον ἐπὶ τῆς ὕλης ἢ ἐπὶ ἄλλων τινῶν χώραιν ἡ ἀντίφασις ἔχει, ὥσπερ ἐπὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων ἢ τῶν κατ’ οὐσίαν ὑπαρχόντων.
Πῶς οὖν ἐπὶ ταύτην ὑποφέρονται τὴν δόξαν; εἰ μὲν τὸ Πρωταγόρου λέγοιεν ῾ἅπαν ὅπερ ἄν φαίνηται ὁτῳοῦν, τοῦτο καὶ ἔστιν᾿, αὐτόθεν πάντα [*](4 αὐτῇ add. Us. 7 εἰ toleravi anacoluthon sententiam iudicans; ἢ Us. 10 ἐρωτῶ Us.: ἐρῶ C ὁ δὲ Us. (qui οὐχ ὅτι τῶν): ὅτι C 12 μὴ Us.: μοι C; praeterea καὶ μὴ Us. quo recepto possis διὰ τί τοι; τοῦτο εἰς 24 ἐῶσι scripsi : ὁρῶσι C κυροῦσι Us.) 38 ἐπὶ Us.: ὑπὸ C 39 ἅπαν Us.: καὶ πᾶν C)
Σχεδὸν οὖν ἐνταῦθα τὸ Πρωταγόρειον πάθος ὁ λόγος ὑπέμενινε. κἀκεῖνος γὰρ πᾶσαν δόξαν βεβαίαν εἶναι καὶ ἀληθῆ διισχυρισάμενος οὐδὲν ἧττον πᾶσαν ψευδῆ λέγειν ἀναγκάζεται διὰ τοὺς ἀντιφάσκοντα ἀλλήλοις. πάντες δὲ οὗτοι τὸν ὅρον τῶν πραγμάτων καὶ τὴν βεβαιότητα σαλεύειν ἐπιχειρήσαντες ἑαυτοῖς περιετράπησαν. οὐ μὴν οὐδὲ ταὐτ’ Ἀριστοτέλης ἐπιτρέψει. πειρᾶται δὲ προσαναγκάζειν αὐτοὺς ἢ ὅρον τινὰ καταλιπεῖν ἐν τοῖς πράγμασι καὶ μὴ πάντων ἀταξίαν καὶ ἀοριστίαν καταγινώσκειν, ἡ μηδὲ αὑτοὺς λογικοὺς ἢ ὅλως αἰσθητικοὺς εἶναι νομίζειν. ἐρωτᾷ γὰρ αὐτούς, πότερον ἕκαστον τῶν ὄντων πάσας δέχεται τὰς ἀντιφάσεις ἡ οὔ, ἀλλὰ τάσδε μὲν τάδε ἄλλας δὲ ἄλλα; εἰ μὲν γὰρ μὴ ἕκαστον πάσας, ἤδη ἄν τις ὅρος ἐν τοῖς πράγμασι φαίνοιτο· αὐτὸ γὰρ τοῦτο, τὸ τάδε μὲν εἶναι ἐν τοῖσδε τάδε δὲ μὴ εἶναι, ἰδιότητός ἐστιν ἀφωρισμένης. καὶ εἰ μὴ πᾶσαι δὲ αἱ καταφάσεις, ἀλλ’ αἱ ἀποφάσεις πᾶσαι κατὰ τοῦ αὐτοῦ, εὑρεθείη ἄν τι βέβαιον ἐν αὐτοῖς μὴ ὄν. καίτοι γελοιότατόν ἐστι στερήσει μὲν βεβαιότητα διδόναι, εἴδει δὲ μὴ διδόναι· τοῦτο δὲ συμβαίνει, ἐὰν πᾶσαν μὲν κατάφασιν σὺν τῇ ἀποφάσει λέγωσι παρεῖναι, μὴ πάσῃ δὲ ἀποφάσει συνεῖναι κατάφασιν· πῶς [*](4 fort. τοιοῦτο 5 possis πάντων 8 αὑτοῦ Us. 10 τε add. Us. ἐπ᾿ e corr. C 11 ἀληθευουσῶν : ουσ e corr. C αὐτῶν C: corr. Brandis 16 μηδ᾿ ἐπίπαν coni. Us., possis μηκέτι πάντως 19 ἀπόφασις et μιᾶς C: corr. Us. 21 ἀπ᾿ αὐτοῦ C: corr. Us. 27 περιτρέπεις σεαυτόν Ps. Plat. Axioch. 370a 28 πειρατέον C: corr. Us. 30 autous C 34 ἀφορισμός coni. Us. egregie 37 σὺν tuetur Us. cl. p. 78,5)
Ἀλλ᾿ ἴσως διακεῖσθαι μὲν οὕτως ἀδυνατον, ὡς αἱ ὁρμαὶ καὶ πράξεις δεικνύουσι, τρεχόντων γὰρ εἰς Μέγαρα τούτων, εἰ τῆς Μεγαρέων δέονται βουλῆς, φυλαττομένων δέ τι φρέαρ ἀλλ’ οὐχὶ νομιζόντων αὐτὸ καὶ μὴ φρέαρ εἶναι, καὶ ὅλως φάραγ,γας, κρημνοὺς, πάντα τὰ φθαρτικὰ περιισταμένων [*](875a) ἀλλ’ οὐχὶ νομιζόντων αὐτὰ καὶ σωστικὰ εἶναι, ὥσπερ αὖ πάλιν ἐπιδιωκόντων τὰ σωστικὰ ἀλλ’ οὐχὶ φευγόντων ὡς καὶ φθορᾶς αἴτια. ὡς δῆλον ἐκ τούτων ἅπασι γίγνεσθαι, ὅτι οὐδ’ οἱ ἐφεκτικοὶ κληθέντες ὕστερον οὐδ’ οἱ πρὸ Ἀριστοτέλους τούσδε χορηγοῦντες τοὺς λόγους περὶ παντὸς ἐπεῖχον ἢ τὰ ἀντικείμενα ἐδόξαζον, ἀλλὰ περὶ ἐνίων ἀναμφισβητήτως καὶ ἀδιστάκτως εἶχον, καὶ μάλιστα περὶ τὸ ἄμεινον καὶ χεῖρον, ἴσως δὲ οὐ δι’ ἐπιστήμην ἀλλὰ διὰ δόξαν ὀρθήν. διὸ καὶ μᾶλλον ὤφειλον ἑαυτῶν ἐπιμεληθῆναι ὡς οὔπω τὸ τέλειον ἐχόντων πρὸς ἀλήθειαν· ὡς γὰρ ὁ νοσώδης προσεκτικώτερος εἶναι τοῦ ὑγιαίνοντος ὀφείλει περὶ τὰ ὑγιεινά, εἰ μέλλοι ποτὲ παύσασθαι τῆς παρὰ φύσιν διαθέσεως, οὕτως ὁ μήπω κτησάμενος ἐπιστήμην συντείνειν ἑαυτόν ἐστι δίκαιος πρὸς τὴν κτῆσιν αὐτῆς, ἵνα γένηταί ποτε ἀληθευτικός.
Ἐπιχειρεῖ δὲ καὶ οὕτω πρὸς τοὺς πάντα ψευδῆ λέγοντας εἶναι. ἔστω, φησί; πάντα ψευδῆ, ἆρα καὶ ὁμοίως πάντα ψευδῆ; καὶ ὁ τὰ δύο λέγων ἄρτια τῷ τὰ τρία λέγοντι ἄρτια ὁμοίως ψεύδεται, ἢ ὁ τὰ τέσσαρα λέγων εἶναι πέντε τῷ χίλια εἰπόντι παραπλησίως ἐξαμαρτάνει ; ἡ ἐπὶ μὲν τοῦ προτέρου ὁ μὲν ἀληθεύει ὁ δὲ ψεύδεται, ἐπὶ δὲ τοῦ δευτέρου ὁ μὲν ὀλίγον ὁ δὲ πολὺ παρορᾷ; ἀλλ’ ὅμως ψευδέσθωσαν μὲν πάντες διὰ τὴν ὑπόθεσιν, ἀλλ’ ἆρα οὐκ ἂν τὸν μὲν ἧττον τὸν δὲ μᾶλλον ἀπεσφάλθαι λέγοι τις ἄν αὐτοῦ τἀληθοῦς ; καὶ μὴν εἰ τοῦτο συγχωρηθείη, τότ’ ἤδη εἶπέν τι ὡς ἀληθές, οὗ ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον ἀποπέπτωκεν. εἰ δέ τις μηδὲ τοῦτον ἡμῶν τὸν τρόπον κατασκευαζόντων εἶναι τὸ ἀληθὲς ἀνέχοιτο, ἀλλ’ ἐκεῖνό γε ἄν κερδάναιμεν ἐκ τοῦ λόγου, τὸ μὴ ὁμοίως πάντα πρὸς ἀλήθειαν ἢ πρὸς ψεῦδος ἔχειν, ᾧ τὸ μηδὲν ὡρίσθαι παρείπετο. διὸ τῆς ἄγαν ἀκράτου [*](2 μὴν (ex μὲν) C in mg., μὲν in textu 3 ἢ ὁ ἐκείνως apud Ar. 5 legit Syr. ut Alex, et cod. AIj 3. 4 ἀντιφαίνοιτο C: ἀναφαίνοιτο Us. 4 οὗ addidi, cf. Ar. 1009a1 7 καὶ ὡς coni. Us. cl. p. 79,2 10 αἱ post καὶ add. Us. 11 γὰρ recta del. Us. δέοιντο coni. Us. 19 ἴσως δὲ οὐδ’ ἐπιστήμην C: corr. —α Brandis 20 καὶ μᾶλλον iterat C 26 δύο Ar.: δ (i. e. τέσσαρα C) 32 αὐτοῦ Us: αὐτὸν C τότ᾿ τότ᾿ ἤδη εἶπέν τι Us: τῶ ἤδη εἰπόντι C 33 οὖ Us.: οὐχ C 34 εἶναι suprascr. C1 35.36 ἢ τὸ ψεῦδος ἐκείνω τὸ μηδὲν C : secutus sum Usenerum)
Πάλιν δὲ ὁ Ἀριστοτέλης εἰς ταὐτὸν ἄγει τὴν Πρωταγόρου δόξαν τοῖς τὰ μόρια τῆς ἀντιφάσεως συναληθεύειν λέγουσι. δεῖ δὲ ἐπιστῆσαι, μήποτε τούτοις μὲν καὶ ἡ Πρωταγόρου δόξα καὶ πᾶσα | παραφορὰ παρέπεται [*](875b) ἅτε σύγχυσιν ἐργαζομένοις τῶν ὅλων, Πρωταγόρᾳ δὲ οὐχ ἕπεται τὸ κατὰ τὴν ἀντίφασιν ἁμάρτημα· εἰ μὲν γὰρ τῷ αὐτῷ καὶ γλυκὺ τὸ αὐτὸ καὶ οὐ γλυκὺ ἔλεγεν εἶναι, σαφῶς περιέπιπτε τῷ κατὰ τὴν ἀντίφασιν ἁμαρτήματι· εἰ δὲ τῶδε μὲν <μὴ> γλυκύ φησιν αὐτὸ εἶναι τῷδε δὲ γλυκὺ καὶ ὅλως τὴν ἀλήθειαν καὶ τὰ πάντα εἶναι πρός τι, οὐκ ἄν ἴσως τὸ κατὰ τὴν ἀντίφασιν ἀξίωμα συνταράττοι. ἔστωσαν δύο οἱ δοκοῦντες ἀντιφάσκειν καὶ ὁ μὲν λεγέτω καὶ νομιζέτω τοῦτ’ εἶναι λευκόν, ὁ δὲ μὴ εἶναι λευκόν· ἐπιστὰς αὐτοῖς ὁ Πρωταγόρας ἐρεῖ δηλονότι ταυτὶ μὴ μάχεσθαι πρὸς ἄλληλα, ἑκάτερον γὰρ αὐτῶν ἀληθεύειν, καὶ εἶναι τούτῳ μὲν λευκὸν τὸ ὑποκείμενον τούτῳ δὲ οὐ λευκόν, ταῦτα δὲ οὐκ ἀντίφασιν εἶναι, ὥσπερ οὐδ’ εἰ τὸν ὀκτὼ διπλάσιόν τε καὶ μὴ διπλάσιον λέγοι τις, τῶν μὲν τεσσάρων διπλάσιον ἄλλων δέ τινων οὐ διπλάσιον. ταυτὶ μὲν ἐπὶ τοσοῦτον ἠπορήσθω.
Φησὶ δὲ Ἀριστοτέλης τοὺς ἀντιλέγοντας τῷ τῆς ἀντιφάσεως ἀξιώματι διττοὺς εἶναι, καὶ τοὺς μὲν ἀγωνιστικωτέρων χρῄζειν ἐλέγχων, ὅσοι λόγου χάριν καὶ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως προίστανται ταύτης τῆς θέσεως, πρὸς οὓς καὶ ἤδη ἀπήντησεν ἱκανῶς, ἑτέρους δὲ διαταραχθέντας ἔκ τινων ἀποριῶν καὶ ὥσπερ παρενεχθέντας τῇ ταραχῇ τῆς διανοίας, οὓς καὶ ὑφηγητικωτέρων ἀξιώσει λόγων, λύων αὐτῶν τούς διανοητικοὺς δεσμοὺς καὶ ἐπὶ τὰς κατὰ φύσιν ἐννοίας ἀνακαλούμενος. οὔτε δὲ ἰατρὸς ὁ τὴν αἰτίαν τοῦ ἀρρωστήματος ἀγνοῶν ἱκανὸς θεραπεῦσαι τὸν κάμνοντα, οὔθ’ ὁ τῆς ψυχῆς κηδεμὼν μὴ διακαθήρας πρότερον τὴν ψυχὴν καὶ τὰς αἰτίας τῆς ψευδοδοξίας ἐπισκεψάμενος δύναιτ’ ἂν ἐπὶ τὸ τέλειον ἡμᾶς ἀναπέμψαι. διά τοι τοῦτο καὶ ὁ φιλόσοφος τὰς αἰτίας τῶν κατὰ τοῦτο ψευδοδοξούντων διερευνώμενος ἀπὸ τῆς τῶν αἰσθητῶν μεταπτώσεως καὶ συνεχοῦς μεταβολῆς καὶ τῆς ἐπὶ τἀναντία τροπῆς φησιν αὐτοὺς διεστράφθαι. ὁρῶντες γὰρ ἐκ τῶν αὐτῶν γιγνόμενα θερμὰ ψυχρά, 〈ὑγρὰ〉 ξηρά, σκληρὰ μαλακά, καὶ πάσας [*](7. καὶ τὸ μᾶλλον et καὶ ὁ αὐτοκύκλος coni. Us. 12 τούτους C: corr. anonymus qui haec in Brandisii usum descripsit παραφθορὰ C: corr. Us. 16 μὴ add. Us.; ut vid. μὲν in C corr. in μὴ 17 καὶ τὰ] nempe κατὰ 18 ἔστωσαν <γὰρ> coni. Us. 23 λέγοι scripsi: λέγει C 29 ἐνεχθέντας C: corr. Us. 33 διακαθήρας scripsi (cf. e. g. in Hermog. II 7,15) : διὰ θήρας C διαθρήσας Us. 35 possis ψυχὰς pro αἰτίας aut ψευδοδοξιῶν 38 ὑγρὰ add. anonymus)
Δεῖ δὲ ἐννοεῖν καὶ τὰ θειότατα τῶν ὄντων καὶ νοητὰ καὶ ἀκίνητα, ὅπου καὶ τὸ δυνάμει πᾶν διαγέγραπται. καθαραὶ γὰρ ἐνέργειαι τἀκεῖ, ἐφ’ ὧν οὐδ’ ἄχρις ἐμφάσεως ταὐτὸν καὶ ἔστι καὶ οὐκ ἔστι· πέρατα γὰρ πάντα καὶ ὅροι, καὶ τὸ ἀόριστον ἐκεῖθεν ἐξελήλαται. δείξας δὲ ὁ φιλόσοφος ἐκ τῶν ἐν γενέσει πραγμάτων διαστραφέντας τοὺς τὴν ἀντίφασιν οἰηθέντας συναληθεύειν τῷ μὴ τὸ δυνάμει τοῦ ἐνεργείᾳ διαστῆσαι, καὶ τοὺς ἀμφὶ τὸν Πρωταγόραν ἐκ τῶν αἰσθητῶν φησιν ἄλλοτε ἀλλοίων φαινομένων ταύτην ἔχειν τὴν ὑπόληψιν, ὡς ἄρα τὸ φαινόμενον ἑκάστῳ τοῦτο καὶ ἔστιν· οὔτε γὰρ πλήθει καὶ ὀλιγότητι τῶν ἀποφαινομένων ἔδει κρίνεσθαι τὰ πράγματα, οὔτε ἄλλη τις αὐτῶν ἐπενοεῖτο διάκρισις. σαφῶς τε τὰ αὐτὰ γλυκέα μὲν ἡμῖν τοῖς ὑγιαίνουσι φαίνονται, πικρὰ δὲ τοῖς νοσοῦσ’., καὶ πικρὰ μὲν ἡμῖν, ἄλλοις δὲ ζῴοις γλυκέα, ὡς ὁ θαλλὸς τῆς ἐλαίας. ὅθεν καὶ ὁ Δημόκριτος ἀπεφαίνετο μηδὲν εἶναι ἀληθὲς <ἢ> ἡμῖν ἄγνωστον, Ἐμπεδοκλῆς τε καὶ εἰς ταὐτὸν ἦγον τῷ φαινομένῳ τὸ ἀληθές· Ἀναξαγόρου τε λόγον ἀπομνημονεύει τοιαῦτα ἡμῖν ἔσεσθαι τὰ πράγματα διισχυριζόμενον ὁποῖοί ποτ’ ἂν ὦμεν αὐτοί. καὶ Ὅμηρος δέ φησιν τὸν παραφρονοῦντα Ἕκτορα ὁμοίως ἔχειν φρόνησιν εἰ καὶ ἄλλην, ἀλλὰ μὴ τὴν τοῦ ὑγιαίνοντος· κεῖτο γὰρ ἀλλοφρονέων.” ταῦτα δὲ ὅτι μὲν οἱ παλαιοὶ οὐχ οὕτως εἶπον ὡς νῦν ὁ Ἀριστοτέλης ἐκλαμβάνει, πρόδηλον. αὐτὸς δὲ ὡς τούτων οὕτω διακειμένων, οἳ δοκοῦσιν ἡγεμόνες εἶναι τῆς παρ’ Ἕλλησι φιλοσοφίας, εἰκότως ἀθυμεῖν φησι τοὺς ἐπὶ ἄγραν τἀληθοῦς ἰόντας, μήποτε τὰ ἀκίχητα διώκουσι· Πρὸς οὖν πάντας αὐτοὺς οὕτως ἀπαντᾷ· πρῶτον μὲν τὰ ὄντα οὐκ ἔστι μόνα τὰ αἰσθητά. ἐν γὰρ τούτοις πολὺ τὸ ἐκ τῆς ὕλης ἀόριστον καὶ τὸ [*](3 ἔπεισεν non necessario corruptum; possis τοῦτο οὖν καὶ τοὺς περὶ Ἀναξαγόραν ἔπεισεν ὁμοιομερεῖ C: corr. Brandis 5 ἀπετίθεντο C: corr. Brandis 15 περὶ] ἐπὶ Us. 27 θλᾶ C cf. Alex. 305,27 28 ἢ add. Brandis 29 Anaxagoreum falsum, cf. Ar.b27 31 ὅμηρον C: coirexi (φῆσαι Us.) 32 nempe ὅμως 36 ἄγραν : ἄ e corr. C 37 πρῶτον ἔπειτα p. 76,3) : Aristotelis ordinem invertit Syr. ὅτι pro τὰ coni. Us.)
Καὶ Πρωταγόραν δὲ διελέγχει πᾶν τὸ φαινόμενον ἀληθὲς εἷναι διϊσχυριζόμενον ὡς δύο ψευδεῖς προτάσεις παραλαμβάνοντα· ῾ πᾶσα φαντασία αἴσθησις, πᾶσα αἴσθησις ἀληθής᾿ δῆλον <τὸ> συμπέρασμα· ἔστι δὲ ἡ μὲν ὅλη ψευδής, ἡ δὲ μείζων ἐπί τι ψευδής· τῶν γὰρ ἰδίων ἑκάστη γίγνεται μᾶλλον ἐγκρατής, ὅταν τὸ μεταξὺ μὴ κωλύῃ. ἔτι δὲ καταγελάστους φησὶν εἶναι τοὺς ἀποροῦντας, πότερον οἱ ἐγγὺς ὄντες τῶν αἰσθητῶν καὶ οἱ ὑγιαίνοντες καὶ ἐρρωμενέστεροι καὶ ἐγρηγορότες ἄμεινον αὐτὰ κρίνουσιν, ἢ οἱ πόρρω καὶ νοσοῦντες καὶ ἀσθενεῖς καὶ καθεύδοντες· οὔτε γὰρ οὕτω διάκεινται δηλοῦσι δὲ αὐτῶν αἱ πράξεις), καὶ τὰς ἀρχὰς τῆς γνώσεως, ἃς εἰλήφαμεν παρὰ τῆς φύσεως, αἰσθήσεις τε καὶ κοινὰς ἐννοίας ἀποδεικνύναι ἡμᾶς ἀναγκάζουσι, περὶ ἃς ἁπάσης ἁπάσης ἀποδείξεως διακείμεθα. ἔσται οὖν ἡ μὲν τοῦ τεχνίτου δόξα περί τε τῶν ἐνεστώτων καὶ τῶν μελλόντων κυριωτέρα τῆς τῶν ἰδιωτῶν, κἄν πολλαπλασίους οὗτοι τύχωσιν ὄντες· ἡ δὲ τῆς ὄψεως κρίσις ἐπὶ χρωμάτων τῆς γεύσεως, ὥσπερ ἡ γεῦσις ἐπὶ χυμῶν κρατεῖ τῆς ὄψεως, καὶ οὕτως ἐφ’ ἑκάστων, τὸ οἰκεῖον κριτήριον οὐδέποτέ φησι τὸ κρινόμενον οὕτως ἔχειν καὶ οὐχ οὐτῶ. τι οὖν; τὸν αὐτὸν οἶνον οὐ νυν [*](3 οὐ γὰρ οὑδὲ Us.: 5 ἡ adieci 11.12 καταλιμπάνοντας. δεῖ C: corr. Us. 13 τε Us. γε C 18 hie et infra v. 23 οὔτε . . . οὔτε restituere possis 27 τὸ inseruit Us. 29 ἀκριβής vel κριτής Us.)
Ὅταν δὲ κρατούμενοι τούτοις τοῖς λόγοις ἐρωτῶσι, τίς οὗν ἔσται ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ μή, τὸν φρόνιμον καὶ μή, εἰ μὲν τῶν ἀπορούντων εἶεν, ἐροῦμεν πρὸς αὐτοὺς ὅτι τῶν μὲν κατὰ φύσιν κριτικοί ἐσμεν ὡς γευστικοὶ τῶν γλυκέων, τῶν δὲ τὴν κρίσιν τοῖς ἐπιστήμοσι καταλείψομεν, οὓς ἐκ τῶν ἔργων ἔγνωμεν ἐπιστήμονας ὄντας, ἔχομεν δὲ καὶ κοινὰς ἐννοίας, δι’ ὧν πολλὰ δυνάμεθα συνορᾶν, καὶ οὐ χρὴ τὰς ἀρχὰς τῆς γνώσεως ἀποδεικτὰς ποιεῖν· εἰ δὲ τῶν ἐριστικωτέρων, τἀληθῆ καὶ πρὸς τούτους δικαιολογησόμεθα· φήσομεν γὰρ αὐτοὺς ἀδύνατα παρ’ ἡμῶν ἐπιζητεῖν· ἃ γὰρ ἐμέλλομεν αὐτοὺς δρᾶν εἰς ἀντίφασιν περιιστάντες, ταῦτα προλαμβάνοντες αὐτοὶ κατεδέξαντο. καθάπερ οὖν τοὺς ἑαυτοὺς κατακρημνίζοντας ἢ ἄλλως πως ἀποκτιννύντας οὐκ ἔστιν οὐκέτι διὰ κολάσεως ἐπανορθώσασθαι, τὸν αὐτὸν τρόπον οὐδὲ τοὺς λέγοντας ἐν ἀρχῇ τὰ τῶν παραλογωτάτων ἀφρονέστατα δυνατὸν περιτρέψαι· φθάσαντες γὰρ ἃ ἔμελλεν αὐτοῖς ὁ ἔλεγχος εἰς θεραπείαν προσφέρειν, ἐπὶ τὸ ἀνίατοι γενέσθαι προσήλαντο, καὶ τοῦτο τῆς πολυαράτου σοφίας ἀπολελαύκασι τὸ δυνατώτεροι γενέσθαι τῶν ἐπιχειρούντων αὐτοὺς ἰάσασθαι. πλὴν τά γε * * * ἐγχωροῦντα λέγεσθαι πρὸς αὐτοὺς τοιαῦτά ἐστιν· εἰ πᾶν τὸ φαινόμενον ἀληθές ἐστι, πρός τί ἐστι τὰ πάντα, ἵνα τόδε ἡ ἀληθὲς καὶ τότε καὶ διὰ τῆσδε τῆς αἰσθήσεως τοιώσδε ἐνεργοῦντι· εἰ δὲ μή, οὐδὲν μᾶλλον ἀληθὲς ἡ ψεῦδος εὑρεθήσεται. εἰ τοίνυν πάντα τὰ φαινόμενα ἀληθῆ, πάντα τὰ φαινόμενα πρός τι, καὶ εἰ μὴ πάντα πρός τι, ἀλλ’ ἔστι τι καὶ ἀληθὲς καθ’ αὑτὸ καὶ ὡρισμένην ἔχον φύσιν, οὐ πᾶν τὸ φαινόμενον ἀληθές· τὸ γὰρ αὐτὸ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκὸν φαίνεται· εἰ μὲν οὖν ἑκάτερος αὐτῶν ἀληθεύσει, πρός τι ἄν εἴη τὰ πράγματα. δῆλον γὰρ ὅτι οὐχ ἀπλῶς ἐστι λευκὸν τὸ ὑποκείμενον, ἀλλὰ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκόν· εἰ δὲ ὡρισμένην ἔχοι τινὰ καὶ εἴη καθ’ αὑτὸ [*](3 καθ’ αὑτὴν Us. 13 τὰ πάντα et εἰ (vel ᾖ) αἰσθητά Us. 27. 28 ἀφρονέστατα scripsi : ἐμφρονέστατα C 29 ἐπὶ τὸ Us.: ἐπὶ xui C προσήλαντο scripsi: προσήκαντο C (tuetur Diels): προσίκοντο Us. 31 spatium 10-12 litt. in C)
Ὅτι δὲ μὴ πάντα πρός τι, δείκνυσιν οὕτως· εἰ | τὰ δοξαστὰ αὐτὰ [*](877b) πάρεστι κατὰ τὸ ὑποκείμενον σὺν τῇ δόξῃ, οὔτ’ ἂν ἀπροσδόκητόν τι προσπέσοι οὔτ’ ἂν δοξασθὲν ἀτελεύτητον μένοι. ἀλλὰ μὴν ἑκάτερον ἐναργές· ῾τά τε γὰρ δοκηθέντα οὐκ ἐτελέσθη καὶ τῶν ἀδοκήτων πόρος εὑρέθη᾿· οὐκ ἄρα συναοτίκτεται τῇ δόξῃ τὸ δοξαστόν· εἰ <δὲ> τοῦτο, οὐ πάντα πρός τι. ἔτι εἰ πάντα πρός τι, οὐκ ἔσται ὁ ἄνθρωπος καὶ δοξάζον καὶ δοξαζόμενον· τὸ γὰρ πρός τι ἑτέρου ἐστίν. εἰ οὖν <τὸ> αὐτό ἐστι δοξαζομένῳ εἶναι ἀνθρώπῳ εἶναι τοῦτο γὰρ ἔχει ἡ ὑπόθεσις καὶ δοξάζοντι καὶ ἀνθρώπῳ εἶναι), οὐ πρὸς ἕτερον ῥηθήσεται· ὃ καὶ τῆς ὑποθέσεως ἐστιν ἀνατρεπτικώτατον καὶ τῇ ἀληθείᾳ μαχόμενον. ἔτι τῶν πρός τι ὃ ἂν λάβῃς, πρὸς ἓν εὑρήσεις λεγόμενον ἢ πάντως γε πρὸς ὡρισμένα· τὸ δὲ δοξάζον πρὸς τὸ δοξαζόμενον εἰ λέγοιτο, πρὸς ἄπειρα ῥηθήσεται· δοξάζεται γὰρ ἵππος κύων ἔλαωος καὶ πᾶν φυτόν. εἰ μὲν οὖν ἄλλο ἦν ἑκάστῳ τὸ εἶναι, πάθημα δὲ κοινὸν αὐτῶν τὸ δοξάζεσθαι, πρὸς ἓν ἐλέγετο τὸ δοξάζον· πρὸς γὰρ τὸ κοινὸν πάθημα τῶν ζῴων καὶ τῶν φυτῶν. εἰ δὲ ταὐτὸν ἑκάστῳ αὐτῶν τό τε εἶναι καὶ τὸ δοξάζεσθαι, εἴγε συναποτίκτται τῇ δόξῃ τὸ εἶδος αὐτῶν, εἴη ἂν πρὸς ἀόριστα λεγόμενον τὸ δοξάζον· οὐκ ἄρ’ ἅπαντα πρός τι, οὔτε πᾶν τὸ φαινόμενον ἀληθές.
Τοσαῦτα πρὸς τὰς θέσεις εἰπὼν ταύτας ὁ φιλόσοφος οὐ τὰ περὶ τῆς ἀντιφάσεως μόνα βεβαιοῖ, ἀλλὰ καὶ περὶ ἄλλων ἀξιωμάτων διαλέγεται, οἷον ὅτι τἀναντία τῷ αὐτῷ παρεῖναι κατὰ ταὐτὸν καὶ ὡσαύτως ἀδύνατον, καὶ ὅτι μεταξὺ ἀντιφάσεως οὐδέν· εἰ γὰρ ἔστι τὶ, ἀληθεύσει πάντως ἢ ψεύσεται· παντὶ γὰρ ἀποφαντικῷ λόγῳ τοῦτο ὑπάρχει· ἀλλ’ οὐδὲν ἄλλο πέφυκεν ἀληθεύειν ἢ ψεύδεσθαι πλὴν φάσεως καὶ ἀποφάσεως· οὐκ ἄρα ἔστι τὶ. πῶς δὲ αὗται μόναι ἀληθεύουσι; πᾶς ὁ ἀληθεύων ἢ τὸ ὂν εἶναί φησιν ἢ τὸ μὴ ὂν μὴ εἶναι· τοῦτο δὲ φάσις καὶ ἀπόφασις. πῶς δὲ καὶ ψεύδονται; πᾶς ὁ ψευδόμενος ἢ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν μὴ εἶναι. ἔστι δὲ τὸ μὲν πρότερον κατάφασις ψευδής, τὸ δὲ δεύτερον ἀπόφασις ψευδής· οὐδὲν ἄρα μεταξὺ καταφάσεως καὶ ἀποφάσεως, οὔθ’ ὡς τὸ φαιὸν λευκοῦ καὶ μέλανος εἶναι λέγεται μεταξύ, οὔθ’ ὡς ἵππου καὶ ἀνθρώπου τὸ μηδέτερον ὄν. ὁμοίως δέ φησι χρῆναι καὶ πρὸς τὰς ἄλλας ἵστασθαι θέσεις· μοναχῶς γὰρ κατὰ πάντων οὐδὲν πέφυκε τῶν ὄντων λέγεσθαι· οὔτε ἄρα πάντα ἀληθῆ οὔτε πάντα ψευδῆ, εἴθ’ Ἡράκλειτος καὶ Ἀναξαγόρας προίσταντο τῶν λόγων εἴτ’ ἄλλοι τινές· πρὸς γὰρ τῇ ἄλλῃ τερατολογίᾳ καὶ ἑαυτοὺς ἀνατρέπουσιν οἱ τοιοῦτοι τῶν λόγων. εἰ γὰρ πάντα ἀληθῆ, καὶ ἃ φάσκονταί σε ψεύδεσθαι πάντως ἀληθῆ. καὶ εἰ πάντα ψευδῆ, καὶ τὸ σὸν δὴ τοῦτο δόγμα ψεύδεται. [*](5 πάρεστι Us.: ἅπερ ἐστι C 5. 6 προσπέσῃ et μένει C 7 cf. Eur. Med. 1417 sq. etc. 8 δέ inserui Ar. 1011b9 ante b7 tractat Syr. 10 τὸ addidi 13 ὃ ἐὰν C: corr. Biandis 20 οὐκ ἄρ’ Us.: οὐ γὰρ C 31 ἀπόφασις . . . κατάφασις C, mutavi 35 οὗτε γὰρ C: corr. Us. 38 φάσκοντι suspectum, ἔφασκον Us.)
Τοσαῦτα κατὰ ταύτην διαλεχθεὶς τὴν βίβλον ὁ Ἀριστοτέλης καταπαύει τὴν περὶ τούτων διδασκαλίαν, διδάξας μὲν περὶ ἃ | στρέφεται ὁ πρῶτος [*](878b) φιλόσοφος, παραστὰς δὲ καὶ τοῖς περὶ τῆς ἀντιφάσεως ἀξιώμασιν, ἔτι δὲ ἄλλας ἀρχὰς διαλεκτικάς τε ἅμα καὶ φυσικὰς ὡς οἷόν τε ἦν συγκροτήσας, καὶ ἐπὶ πᾶσιν ἐκεῖνο παρεγγυησάμενος, μηδένα λόγον ἕν τι τοῖς οὖσι πᾶσιν ἀποκληροῦντα προσίεσθαι πλὴν εἰ μὴ ὁμωνύμως λέγοι· πάντα ἐφίεται τἀγαθοῦ’ δεῖ συγχωρεῖν, ὁμώνυμον γὰρ τὸ τῆς ἐφέσεως· ‘πάντα τὰ ὄντα ἔστι’ <οὐ> δεῖ συγχωρεῖν· οὐ γὰρ ταὐτὸν τοῖς πᾶσι τὸ εἶναι· συνώνυμον δὲ κατηγορίαν ἐπὶ πάντων οὐδεμίαν προσίεσθαι δεῖ, πολυειδῶν ὄντων οὕτω τῶν τε ἐγκο- σμίων καὶ τῶν ὑπερκοσμίων. |
[*](2 ψεύδονται C: corr. Us. 9 ἐφησθησόμεθα C: corr. Us. 18 πᾶσιν Us.: πάλιν C 19 <οἷον> πάντα coni. Us. recte 20 δεῖ] οὐ δεῖ Us. 20. 21 οὐ δεῖ scripsi: δὴ (δεῖ Us.) 21 οὐ γὰρ C: τοῦτο γὰρ Us. 22 προίεσθαι C: correxi)Οὔκ εἰμι τῶν φιλαπεχθημόνων, οὐ μὴν οὐδὲ τῶν ἐν ὀλίγοις ἢ τοῖς [*](878a) τυχοῦσι τὸν Ἀριστοτέλη διδάσκαλον ἐπιγραφομένων, ἀλλὰ τῶν τάς τε λογικὰς αὐτοῦ μεθόδους ὡς ἐπὶ πᾶν τεθαυμακότων καὶ τῶν τὰς ἠθικάς τε καὶ φυσικὰς πραγματείας ὑπερφυῶς ἀποδεχομένων. καὶ ἵνα μὴ νῦν πάντα διαρι- θμούμενος, ὅσα κάλλιστα καὶ ἄριστα τῷ ἀνδρὶ τῷδε πεφιλοσόφηται, μακρὸς εἶναι δόξω, τί οὐ πᾶς τῶν εὖ φρονούντων τὰ ἐν τῇ τελεωτάτῃ πραγματεία ταύτῃ περί τε ἐνύλων εἰδῶν καὶ ὁρισμῶν εὐστόχως εἰρημένα περί τε τῶν θείων καὶ ἀκινήτων ἐξῃρημένων κόσμου τοῦ σύμπαντος αἰτίων σὺν ἀποδείξεσι δείξεσι ταῖς ἐγχωρούσαις παραδοθέντα, καίπερ ὄντα πάσης συνθέσεως καὶ διεξόδου πυκνοτέρας ὑπέρτερα, δικαίως ἂν ἀγασθείη καὶ τὸν ἡγεμόνα τῆς τοιαύτης θεωρίας εὐεργέτην τοῦ τῶν ἀνθρώπων βίου κατονομάσειε; τούτων μὲν οὖν αὐτῷ πολλὴ χάρις παρά τε ἡμῶν παρά τε πάντων τῶν συνῃσθημένων αὐτοῦ τῆς ἀγχινοίας ὀφείλεται. ἐπειδὴ δὲ συμβέβηκε δι’ ἅς τινάς ποι’ αἰτίας καὶ ἐν ἄλλοις μὲν μέρεσι τῆς θεολογικῆς πραγματείας, διαφερόντως δὲ ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ Μ καὶ τῷ Ν, πολλήν τινα καταδρομὴν αὐτὸν ποιήσασθαι κατὰ τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀρχῶν οὐδὲν μὲν ἐχέγγυον οὐδὲ ἱκανὸν πρὸς αὐτὰς λέγοντα, τὰ πολλὰ δὲ οὐδὲ [*](878b) πρὸς αὐτάς, εἰ χρὴ τἀληθὲς ἀπροφασίστως εἰπεῖν, ἀπαντῶντα, ἰδίαις δὲ ὑποθέσεσι τὰς ἀντιλογίας προσάγοντα, εὔλογον ὤφθη φειδοῖ τῶν ἁπλουστέρων ἀκροατῶν, ὡς ἄν μὴ τῇ δόξῃ τῇ δικαίᾳ κατεχόμενοι τἀνδρὸς εἰς κατα- φρόνησιν ὑπενεχθῶσι τῶν θείων πραγμάτων καὶ τῆς ἐνθέου τῶν πρεσβυτέρων φιλοσοφίας, βασανίσαι τὰ ῥηθέντα κριτικῶς ἅμα καὶ ἀδεκάστως εἰς δύναμιν, καὶ ἐπιδεῖξαι τάς τε Πυθαγόρου καὶ Πλάτωνος περὶ τῶν ἀρχῶν θεωρίας ἀνελέγκτους καὶ ἀπτώτους διαμεμενηκυίας, <καὶ τὰς> Ἀριστοτέλους κατὰ τούτων ἐπιχειρήσεις τὰ πολλὰ μὲν παρὰ θύρας ἀπαντώσας καὶ οὐδὲν τοῖς θείοις ἀνδράσιν ἐκείνοις προσήκοντα σκέμματα διερευνωμένας, ὀλιγάκις δὲ [*](6 τῶν abundat 9 τί Us.: τίς C 17 nempe θεολογικῆς ταύτης 18 τῶν μݲ καὶ τῶν νݲυݲ C 20 αὐτὰ C: corr. AH 22 ἐφάνη coni. Us. 27 add. Us.)
Ἐπειδὴ δὲ τὴν προαίρεσιν καὶ τὴν ἐπαγγελίαν τοῦ συγ|γράμματος [*](879a) εἴπομεν, καιρὸς αὐτῶν ἔχεσθαι τῶν ἀγώνων. πάντως <γὰρ> εἴτε τις ἡμᾶς ἀποκαλεῖν θελήσειεν ὡς ἀπολογουμένους πρὸς τὰ κατὰ τῆς καλλίστης καὶ ἀρίστης τῶν φιλοσοφιῶν ἐγκλήματα, εἴτε διαιτητὰς τῶν τε ἁπλουστέρων καὶ νοερωτέρων ἐπιβολῶν τῆς ἐποπτικῆς τῶν ἀπὸ Πυθαγόρου θεωρίας καὶ τῶν λογικωτέρως πρὸς αὐτὰς ἠπορημένων ὑπὸ τοῦ δεινοτάτου τῶν πώποτε ἱστορηθέντων Ἀριστοτέλους, οὐ φευξόμεθα τὴν θέσιν τοῦ ὀνόματος· μόνον εἴη δικαίως καὶ ἐμφρόνως καὶ φιλαληθῶς ἐν αὐτοῖς διαγίγνεσθαι.
Ἀρκτέον δὲ ἐντεῦθεν. προειπὼν ὁ Ἀριστοτέλης, ὡς χρὴ περὶ τῶν ἀρχῶν τῶν ἀκινήτων τὰ ἑτέροις δεδογμένα βασανίσαι καὶ διερευνήσασθαι, δύο μέν φησιν εἶναι δόξας περὶ ἀρχῶν, τήν τε τὰ μαθήματα πρεσβεύουσαν καὶ χωριστὴν οὐσίαν αὐτοῖς ἀπονέμουσαν, τήν τε τὰς ἰδέας ἐκτιμῶσαν καὶ πάντα κατ’ ἐκείνας καὶ πρὸς ἐκείνας τὴν ὑπόστασιν ἔχειν ὑπολαμβάνουσαν· αὐτῷ δὲ τρία προκεῖσθαι σκέμματα, πρῶτον μὲν εἰ ἔστι τὰ μαθηματικὰ καὶ πῶς ἐστι· δεύτερον δὲ εἰ εἰσὶν αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός· τρίτον εἰ ἀρχαὶ τῶν ὄντων ἀριθμοί εἰσι καὶ ἰδέαι. ἐπὶ τούτοις ἀναλαβὼν λέγει περὶ τοῦ πρώτου, διελέγχων μέν, ὡς οἴεται, τοὺς τοῖς μαθήμασιν <οὐσίαν> ἀπονέμοντας, κυρῶν δὲ τὴν περὶ τούτων ἑαυτοῦ δόξαν, ἣ ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν διαστημάτων καὶ σχημάτων παρέχει τὴν οἵαν ποτὲ τοῖς μαθήμασιν ὑπόστασιν. πρὶν δὲ αὐτῶν ἅψασθαι τῶν κατὰ τῆς ἀληθεστέρας αὐτοῦ δόξης ἐπιχειρήσεων βέλτιον ἴσως τὴν ἀληθῆ παραδοῦναι περὶ τούτων τῆς ἀρχαίας φιλοσοφίας διάνοιαν, ἵνα καὶ σχῶμεν συνιδεῖν, εἴτε πρὸς αὐτὴν τὴν θεωρίαν τῶν θείων ἀνδρῶν ὁ φιλεγκλήμων διαμάχεται λόγος εἴτε πρὸς οἰκείας ὑποθέσεις ἱστάμενος τὰ λεχθέντα μοχθηρῶς ἀνατρέπειν ἐπιχειρεῖ.
Πυθαγόρας ὁ θεῖος καὶ πάντες οἱ γνησίως τἀκείνου δόγματα τοῖς κόλποις τῆς ἑαυτῶν διανοίας ὑποδεξάμενοι πολλὰς μὲν ἔλεγον εἶναι τάξεις οὐσιῶν καὶ νοητῶν καὶ νοερῶν <καὶ> διανοητικῶν καὶ φυσικῶν ὅλως ζωτικῶν καὶ εντι σωματοειδῶν· ἡ γὰρ τῶν πραγμὰτων πρόοδος καὶ ἡ συμφυὴς ταῖς προόδοις ὕφεσις κατά τινα τάξιν ἐπιτελουμένη θείαν καὶ τὸ τῆς ἑτερότητος ἐν τοῖς γένεσι τοῦ ὄντος κράτος τὸ πλῆθος τὸ τεταγμένον καὶ συνεχὲς ἅμα καὶ διωρισμένον ὑφίστησι τῶν τε ἀσωμάτων καὶ τῶν τὴν αἴσθησιν πληττουσῶν οὐσιῶν. τὰς δ’ οὖν ὡς ἐν πλάτει τρεῖς | ἔλεγον [*](879b) [*](3. 4 Plat. Gorg. 473b πλάτωνα φησι C in mg., quod in apographorum textum irrepsit 6 cf. Plat. Tim. 29b 8 γὰρ addidi 12 λογικωτέρων Ca: corr. Cb 16 τὰ suprascr. C2 22 fort, αἱ ἀρχαὶ cl. Ar. 1076a30 23 οὐσίαν add. Bonitz 33 καὶ add. Us. 36 τὸ πλῆθος del. Us. 37 ὑφίστη C: corr. AH )
Τούτων οὕτω προειλημμένων οὐ διαφωνοῦσι Πλατῶν καὶ Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτῶν πρὸς ἀλλήλους περὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν, ὥς φησιν Ἀριστοτέλης, ἀλλ’ οἱ μὲν Πυθαγόρειοι περὶ τῶν αἰσθητῶν πρῶτον διαλεγόμενοι τοῖς αὐτοῖς ὀνόμασιν ἐχρῶντο κατ’ ἀναλογίαν αὐτὰ μεταφέροντες έπί τε τὰ μέσα καὶ τὰ πρώτιστα τῶν πραγμάτων, ὅθεν καὶ ἔδοξαν, οὐκ Ἀριστοτέλει φαίην <ἄν>, ἀλλὰ τοῖς ἐπιπολαιότερον τἀκείνων ἱστορήσασι, περὶ τῶν ἀχωρίστων εἰδῶν διαλέγεσθαι. τινὲς δὲ περὶ τοὺς μέσους λόγους τῆς ψυχῆς διατρίψαντες ἀπ’ αὐτῶν ὡς εἰκόνων μὲν περὶ τῶν νοητῶν ἐνεδείκνυντο, ὡς δὲ παραδειγμάτων περὶ τῶν ἐν αἰσθήσει φερομένων εἰδῶν· οἳ καὶ δοκοῦσι τοῖς πολλοῖς μόνην πρεσβεύειν τὴν μαθηματικὴν οὐσίαν, ἐπειδὴ μαθηματικοῖς ὀνόμασι τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν εἰδῶν παρεδίδοσαν· ἄλλοις δὲ διαστροφωτέροις ἔδοξάν τινες τούτων καὶ συγχεῖν εἰς ταὐτὸ καὶ συμφύρειν τὰ νοητὰ καὶ διανοητὰ τῶν εἰδῶν, οὐδὲν μὲν τῶν διδασκάλων τῆς τοιαύτης θεωρίας τοιοῦτο πεπονθότων, ὑπολήψεως δὲ ψευδοῦς τισιν ἐγγενομένης διὰ τὴν τῶν ὀνομάτων κοινότητα. Πλάτων δὲ κἀν τούτοις τὴν ἐαυτοῦ φιλανθρωπίαν ἐπιδεικνύμενος καὶ τοῖς ὀνόμασι διέκρινε τήν τε | νοητὴν [*](880b) καὶ τὴν διανοητὴν οὐσίαν, ἵνα μηδὲ οἱ καθεύδοντες αὐτοῦ παρακοῦσαι δυνηθῶσι. διὸ καὶ ὁ Ἀριστοτέλης ὡς δύο χωριστὰς αὐτὸν οὐσίας ὑποτιθέμενον εὐθύνει· πότερον δὲ δικαίως ἢ οὔ, σαφὲς μὲν ἤδη πᾶσι τοῖς ἔμφροσι, δείξει δὲ οἶμαι σαφέστερον ὁ λόγος τὰ μέτρια βασανισθείς.
Τοσοῦτον οὗν προειπόντες, ὅτι οὐδὲ περὶ τὰς ὑποθέσεις τῶν εἰδῶν διαφωνοῦσιν οἱ ἄνδρες, εἰ καὶ ἄλλοι ἄλλως περὶ αὐτῶν ἐνεδείξαντο, καὶ ὅτι ὁ πρὸς ὁντιναοῦν αὐτῶν ἕνα διαμαχόμενος πρὸς ἅπαντας τοὺς τῶν εἰδῶν ἀντιλέγει φίλους, κατακολουθήσωμεν λοιπὸν τῇ τε διαιρέσει καὶ τῇ τάξει τῆς Ἀριστοτέλους ἀντιλογίας. καὶ προκείσθω μὲν αὐτῷ τὰ τρία προβλήματα, εἰ ἔστι τὰ μαθήματα καὶ πῶς ἐστιν, εἰ εἰσὶν αἱ ἰδέαι καὶ ὁ τῶν ἰδεῶν ἀριθμός, εἰ ἀρχαὶ ταῦτα τῶν ὄντων. διαλεγέσθω δὲ ἐν μὲν τῷ Μ περὶ τῶν προτέρων δύο, ἐν δὲ τῷ Ν περὶ τοὐ τρίτου. τῶν δὲ δύο τὸ περὶ τῆς [*](2 Ιl. Σ 401 cf. Procl. in Plat. remp. I 141,8 3 γναστάς θ’ C: ergo γναπτάς legit Syr. ut Homeri cod. Townl., non γναμπτάς 5 τρίτα necessarium 7 ἀπὸ C: corr. Us. 9 ἐκ τῶν del. Bag. 14 Ar. 1076a16 πρῶτοι C: corr. Us. 16 ἔδοξεν C 17 ἄν add. Us. 23 διαστρεφοτέροις C: corr. Us. (διαστροφωτέρως Bag.) 37 εἰδῶν AH at cf. Alex. 722,11)
p. 1076a38 Ὅτι μὲν τοίνυν . . . ἢ οὐδὲ αἱ αἰσθηταί.
Ἐν τούτοις εἴτε ἰσχυρῶς εἴτε μαλακῶς διαγίγνοιτο, πρὸς ἔπος οὐδέν· οὔτε γὰρ τῶν Πυθαγορείων τις οὔτε Πλατῶν αὐτὸς οὔτε τῶν κατ’ | αὐτὸν [*](881a) Πλατωνικῶν τις τὰ γεωμετρούμενα σχήματα καὶ μεγέθη τοῖς αἰσθητοῖς, ἐναπέθετο· εἰ δὲ Σεβῆρος ἢ ἄλλος τις τῶν ὕστερον ἐξηγησαμένων τὰ Πλάτωνος ἐκ τῆς παρ’ αὐτῷ τῷ Ἀριστοτέλει κατηχήσεως τοῖς μαθήμασι καταχρῶνται πρὸς τὰς ἀποδείξεις τῶν φυσικῶν αἰτίων, οὐδὲν τοῦτο πρὸς τοὺς ἀρχαίους, ὧν νῦν ἐπιχειρεῖ τὰ δόγματα διελέγχειν· ὥστε παρ’ ἐκείνων οὐδὲν περὶ τούτων ῥηθήσεται πρὸς αὐτόν. ἐπειδὴ δὲ ἀνέπεμψεν ἡμᾶς καὶ εἰς τὰς ἐν τῷ Β τεθείσας ἀπορίας, ῥητέον πρὸς τἀκεῖ ῥηθέντα, ὅτι οὐδὲ δύο ἅμα στερεὰ κατὰ πάντας εἶναι ἀδύνατον· καὶ οὐκ εἰς τοὺς Στωικοὺς ἀποβλέπων ἐπιστήσειεν ἄν τις τῷ λόγῳ, οἳ καὶ τοὺς ἐνύλους ὄγκους χωρεῖν δι’ ἀλλήλων οὐκ ἀπέγνωσαν, ἀλλὰ μᾶλλον εἰς ἐκείνους, οἳ τὸ διάστημα διὰ παντὸς φοιτᾶν ὑποθέμενοι τοῦ κόσμου καὶ δεδέχθαι πᾶσαν εἰς ἑαυτὸ τὴν σώματος φύσιν, οὔτε τέμνειν αὐτό φασιν οὔτε τέμνεσθαι τῷ ἀέρι καὶ τοῖς ἄλλοις συνδιαιρούμενον σώμασιν, ἀλλ’ ἀκλινὲς καὶ βέβαιον καὶ ἀκίνητον καὶ πάσης μεταβολῆς ἐξῃρημένον τετάσθαι διὰ παντὸς τοῦ κόσμου, χώραν καὶ ὑποδοχὴν καὶ ὅρον καὶ περιγραφὴν καὶ πᾶν τὸ τοιοῦτον ἐπιφέρον τοῖς τοῦ φαινομένου κόσμου πληρώμασιν. οὗτοι δὴ μαθηματικὸν μὲν ἄντικρυς [*](6 Ar. verba paulum immutavit Syr. εἰ γάρ ἐστι C: εἴπερ ἐστι Ar. 10 ἀπολείπει C 14 cf. Alex. 725,4 16 cf. Wachsmuth ad Timonem p. 106 Syncell. 56,15 Bonn. Theognost. in Cratoeri An. Ox. II 15,8 20 διαγίγνεται coni. Us. 28 ῥηθέντα del. Us. 31 fort, respicit esplicatiouem, qua φῶς mythi Platonici (resp. X 616c) διάστημα esse dicebatur; cf. Procl. in remp. II 196,22 sqq.)
Ἀλλ’ ἐπειδὴ πρὸς τοὺς ἐν τοῖς αἰσθητοῖς ἀποτιθεμένους τὰ τῇ γεωμετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς ὑποβεβλημένα διείλεκται, ἴδωμεν ὅπως καὶ τοῖς χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν προσφέρεται.
[*](2 cf. Kroll de orac. Chald. 47 5 ἐν addidi 10 ἐπεὶ] ἐπισκοπείτω Us. 12—14 Alex. 725,21—23 16 ἀποτίθεσθαι C: corr. Bag. 17 fere litt. in C, excidit διανοητοῖς (Us.) vel φανταστοῖς 26 τοιαῦτα Us. (cf. Ar. 1076b9): ταῦτα C)p. 1076b11 Ἀλλὰ . . . δυνατὸν ἕως τοῦ ὥστε ἔσται γένη τῶν μαθηματικῶν [*](882a) ἀριθμῶν.
Ἐν δὴ τούτοις πειρᾶται μὲν ὑπόθεσιν ἀρέσκουσαν τοῖς αὐτοῦ πρεσβυτέροις φιλοσόφοις διελέγχειν, λέγει δὲ πρὸς αὐτὴν ἀποδεικτικὸν μὲν οὐδέν, ὅσα δ’ ἄν τὸν ἰδιώτην καὶ μὴ παρεπόμενον ταῖς ἐκείνων διανοίαις θορυβήσειεν. εἰ γάρ, φησίν, ἔσται σώματα παρὰ τὰ αἰσθητά, ἔσται καὶ ἐπίπεδα διττά, τά τε ἐν τοῖς σώμασιν ἐκείνοις καὶ τὰ καθ’ αὑτά· καὶ γραμμαὶ τριτταί, αἵ τε ἐν τοῖς στερεοῖς καὶ <αἱ> ἐν τοῖς ἐπιπέδοις καὶ αἱ καθ’ ἑαυτάς· κατὰ τὸν αὐτὸν λόγον στιγμαὶ μὲν | τετραπλαῖ, μονάδες δὲ αἱ πρὸ τῶν [*](882b) στιγμῶν πενταπλαῖ, καὶ ὅλως ἀεὶ τὰ πρῶτα καὶ ἁπλούστερα πολλαπλασιώτερα. ταῦτα δὲ διαβολὴν μὲν ἐργάζεται παρὰ τῷ πολλῷ συρφετῷ τοῦ δόγματος, εἰς ἄτοπον δὲ οὐκ ἔστιν ἀπαγωγή· δέξονται γὰρ οἱ ἄνδρες ἐν τοῖς οὐσιώδεσι λόγοις τῆς ψυχῆς καὶ διακεκριμένως ὑπάρχειν ταῦτα καὶ ἡνωμένως, καὶ οὐδὲν ἄτοπον τὴν στιγμήν, μᾶλλον δὲ τὸν τῆς στιγμῆς λόγον καὶ ἀμιγῆ εἶναι πρὸς τὰ ἑξῆς καὶ συντελεῖν εἰς τὴν τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου καὶ τοῦ τριχῇ διεστῶτος· οὐσίαν· τὴν γὰρ τῶν ἀσωμάτων εἰδῶν ἕνωσίν τε καὶ διάκρισιν ἀπανταχοῦ σχεδὸν οἱ ἄνδρες βεβαιοῦσι καὶ πρεβεύουσι. καὶ ταὐτὸν ἓν καὶ πλῆθος εἶναι τάχα μὲν καὶ ἐν τοῖς αἰσθητοῖς συγκεχώρηται, διαφερόντως δὲ ἐν τοῖς διανοητοῖς εἴδεσι καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς νοεροῖς ἀποδέδεικται λίαν ἐναργῶς παρὰ τοῖς πρεσβυτέροις, ὑπέμνησται δὲ μετρίως καὶ παρ’ ἡμῶν ἐν τοῖς εἰς τὸ B γραφεῖσιν, οὗ δὴ καὶ ποῖον μὲν σημεῖον γραμμῆς ἐπιπέδου καὶ τιμιώτερόν ἐστι καὶ τελειότερον, ποῖον δὲ ἀτελέστερον καὶ καταδεέστερον, εἰπεῖν ἐπειράθημεν· κωλύει γὰρ οὐδὲν τὸ μὲν ὡς ἁπλούστερον εἶναι σεμνότερον καὶ ἀρχηγικώτερον, τὸ δὲ ὡς συντελοῦν εἰς ὅρον τοῦ συνθετωτέρου καὶ περιγραφὴν ὑπάρχειν καταδεέστερον· ὥσπερ δὴ καὶ μονὰς ἡ μέν ἐστι παντὸς ἀριθμοῦ περιέχουσα ἐν ἑαυτῇ παραδειγματικῶς πάντα τὰ εἴδη τῶν τε ἀρτίων καὶ τῶν περιττῶν, ἡ δὲ μόριον εἰ τύχοι πολλοστὸν τῆς ὑποβεβλημένης τοῖς ἀριθμοῖς ποσότητος.
Εἴρηται μὲν οὖν περὶ αὐτῶν τὸ ἀληθές· εἰ δέ τις καὶ πέρα τοῦ μέτρου τὴν παρὰ τοῖς ἰδιώταις διαβολὴν εὐλαβούμενος μὴ διδοίη πολλαχῶς εἶναι τοὺς τῶν διαστατῶν καὶ ἀδιαστάτων λόγους ἐν τῇ ψυχῇ, δύναιτο ἂν καὶ αὐτὸς λέγειν πρὸς αὐτόν, ὅτι οὐκ ἀνάγκη τέτταρα μὲν εἶναι σημεῖα, τρεῖς δὲ γραμμάς, ἐπίπεδα δὲ δύο. ἀλλ’ ὥσπερ τὸ αݲ στοιχεῖον καὶ ἐν καὶ ἐν λέξει καὶ ἐν λόγῳ ἓν ὂν τῷ εἴδει καὶ ταὐτὸν θεωρεῖται καὶ τὴν αὐτὴν ἔχει φύσιν ἁπανταχοῦ, οὕτω καὶ ἡ στιγμὴ καὶ ἡ γραμμὴ καθ’ ἑαυτάς τε καὶ μετὰ τῶν συνθετωτέρων ἓν καὶ τὸ αὐτὸ εἶδος διασώζουσι· καὶ ὥσπερ ἡ γραμματικὴ τὴν τοῦ καθ’ αὑτὸ δύναμιν αݲ κατανοήσασα οἶδε καὶ τὸ [*](1 ἄπειρα γένη in Ar. vulg., ut Syr. om. codd. 8 αἱ add. Bag. 10 πρότερα Bag. 11 cf. Plat. Theaet. 152c 16 οὐσίαν Us.: αἰτίαν C 18 cf. p. 45, 20 20 nempe νοητοῖς cf. p. 96,23. 963a31 etc. ὑπεμνημάτισται Us., at cf. e. g. Procl. in remp. 120,11 11316,27 21 cf. p. 12,28. 50,4 26 fort. πάντων ἀριθμῶν 29 μετρίου Α fort, recte 37 δύναμιν ἄλφα C: ἁ δύναμιν Us.)
Ἀποκεκρίσθω οὗν αὐτῷ καὶ πρὸς τὴν ἄφυκτον ὡς οἴεται πρότασιν· ἠρώτησε γὰρ περὶ ποῖα τούτων ἔχουσιν αἱ ἐπιστῆμαι. πόθεν δὲ καὶ γένη πολλὰ εἶναι τῶν μαθηματικῶν ἀριθμῶν συλλογίζεται; γένη μὲν γὰρ ἀρι- θμῶν πολλὰ συγχωρητέον εἶναι, | παρ’ ὅσον ἑκάστη τάξις τῶν ὄντων 883a οἰκείοις ἀριθμοῖς διακεκόσμηται· μαθηματικῶν δὲ γένη, εἰ μόνους τοὺς μοναδικοὺς μαθηματικούς τις λέγοι ἀλλὰ μὴ καὶ τὴν αἰτίαν αὐτῶν ἰὴν ἐν διανοίᾳ, πῶς ἄν εἴη πολλά; εἰ μὴ ἄρα καὶ τὰς στιγμὰς μονάδας εἶναι βούλοιτο καὶ τετραχῶς αὐτῶν ὁρωμένων ἐκ πασῶν αὐτῶν ἀριθμοὺς πλέκοι· τοῦτο δὲ σκῶμμα ἂν εἴη μᾶλλον ἢ ἔλεγχος.
p. 1076b39 Ἔτι ἅπερ . . . κίνησιν.
Πάντων ἔν τε ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς καὶ ἔτι ἐν ταῖς ἡμετέραις οἰκείως παρ’ ἕκαστα [ὡς] περιεχομένων τῶν εἰδῶν καθόλου, πρὶν καὶ τὸ σωματοειδὲς τοῦ κόσμου μερικῶς αὐτῶν ἀντιλάβηται, γελοῖον ἐφ’ ἑκάστῳ ζητεῖν, ποῦ ἔσται ἄλλος οὐρανὸς ἡ ποῦ ἔσται ἄλλος ἥλιος ἤ τι τῶν εἰς τὴν ἐμφανῆ συντελούντων διακόσμησιν. ὅτι δὲ ταῦτα οὐ μοναχῶς ἀλλ’ ὀλίγου δέω λέγειν ἀπειραχῶς ἐν τοῖς οὖσιν ἔστι, πάλαι καὶ πρόπαλαι θεολόγων τε καὶ φιλοσόφων διισχυριζομένων οὐδὲ ἀκολουθεῖν ἐθέλει, ἀλλ’ ὡς ἄτοπον προφέρει τὸ καὶ ἕνα μόνον οὐρανὸν ὑπὲρ τοῦτον εἶναι τὸν αἰσθητόν. ἐὰν δέ τις οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν λέγῃ τὴν τοὐ μὴ πλαστῶς φιλοσοφοῦντος ψυχὴν καὶ πάντα τὰ ὄντα νοητῶς θεωρεῖν, ἴσως ἀγανακτήσει, μήτε ταῖς ἰδέαις τιθέμενος μήτε ἐνεργείᾳ τὴν διανοητικὴν ψυχὴν ἔχειν τὰ εἴδη βουλόμενος, ἀλλ’ εἴπερ ἄρα, δυνάμει. πῶς οὖν ἔτι αἱ ἀποδείξεις ἐκ τῶν πρώτων καὶ οἰκείων [καὶ] αἰτιῶν ἔσονται τοῖς ἀστρονόμοις, εἰ μὴ ἐκ τῶν καθόλου λόγων, οὓς ἔχουσιν αἱ μὲν ἡμέτεραι γνωστικῶς, αἱ δὲ θεῖαι γνωστικῶς τε ἅμα καὶ δημιουργικῶς, προίοιεν; ἢ γὰρ του ἀποδεικνύναι τι τοὺς ἀστρονόμους καὶ τοὺς μαθηματικοὺς πάντας καὶ πρὸς τούτοις τοὺς φυσικοὺς ἀπογνωστέον, καὶ τοῦ τὰς ἀποδείξεις ἐξ αἰτίας γίγνεσθαι οὐ τῆς τοῦ συμπεράσματος μόνης, ἀλλὰ καὶ τῆς τοῦ πράγματος ἀποστατέον, ἢ μέχρι περ ἂν ἀμφότερα ταῦτα μένῃ, δεῖ καὶ τὰς αἰτίας ἐν καθόλου τισὶ λόγοις προϋπάρχειν τῶν κατ’ οὐρανὸν καὶ κατὰ πᾶσαν τὴν φύσιν ἐπιτελειουμένων. ὅλως δὲ οἱ τὰ μὲν αἰσθητὰ συγχωροῦντες εἶναι καὶ ὄντως εἶναι λελήθασι τὴν ψυχὴν ἀτιμοτέραν τῆς ὕλης ἀποφαίνοντες, ὥς πού φησι καὶ ὁ γενναῖος Ἀμέλιος. ὁμοίως . . . ἕκαστα. καὶ οὐδὲν ἄτοπον ἐν λόγοις εἶναι πάντα ταῦτα καὶ ἐν τοῖς εἰδώλοις τῶν λόγων, τοῖς φαντάσμασιν, οὐ μόνον πρὸ τῶν αἰσθητῶν, [*](14 ὡς del. Bag.; ὡς προείρηται vel sim. fuisse putat Us. (nolui ἑκάστας) 23 προστιθέμενος Us., at cf. Soph. Phil. 1448 Cornut. 28,2 Luciau. bis accus. 18 Bekker in Ζοsimi indice p. 429 Hermipp. de astrol. 54,10 25 καὶ del. H αἰτίων C, corr. Us. 26 ψυχαί non inodo subaudiendum. sed etiam addendum puto 33 ὄντως Us.: οὕτως C 34 alterum membrum huic respondens excidisse recte suspicatur Us,)
p. 1077a9 Ἔτι γράφεται . . . αἰσθητῶν.
Τὸ μὲν γράφεται δείκνυται δηλοῖ· τὸ δὲ ἐπιχείρημα πᾶν τοιοῦτον· εἰ δείκνυταί τινα παρὰ τοῖς μαθηματικοῖς καὶ τοῖς φυσικοῖς διὰ τῶν καθόλου λόγων καὶ διά τινων ἀξιωμάτων (οἷον διὰ τοῦ ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενά ἐστιν ἴσα’ καὶ διὰ τοῦ | ‘ἐὰν τέτταρα ᾖ ἀνάλογον, τὸ 884a ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων’ καὶ ἄλλων πολλῶν τοιούτων), ἀνάγκη, φησίν, ὄντων μεγεθῶν καὶ ἀριθμῶν χωριστῶν καὶ τὰ ἀπὸ τῶν τοιούτων ἀξιωμάτων δηλούμενα εἶναι χωριστά, ὑπέρτερα μὲν ὄντα τῶν [*](4 αὐτῶ C 5 Plat. Tim 30c 6 εἶναι delevi, εἰδέναι Us. 7 post οὐ δὲ Ca: del. Cb 9 ἑτέρα Us. 10 πᾶν τὸ αἰσθητικὸν coni. Us. 11 cf. Ar. phys. Θ 2. 253a9 καὶ post ἅμα inser. Bonitz 13 Plat. Tim. 37asq. 17 de orac. chaldaicis p. 14 18.19 μαρτύρωμαι C 19 est Λ 7. 1072b29 πρῶτον <νοῦν> opinor 21 eth. Nic. Z 2. 4. c. 6. 1141a5 30—36 = Alex. 729,21 sqq. 31 εἰ C: ἐπεὶ Alex. 3.5 ἀπὸ etiam in Alex, edendum, cuius codd. ὑπὸ exhibent)
p. 1077a14 Ὅλως δὲ . . . ἐμψύχου.
Ἐκεῖνοι μὲν οὔτε ἑαυτοῖς οὔτε τοῖς πράγμασιν ἀσύμφωνοι· οὔτε γὰρ ἀτελὲς τὸ ἐν τῇ διανοίᾳ εἶδος τοῦ μεγέθους οἴονται εἶναι ἢ τὸ ἐν τῇ φαντασίᾳ τῷ εἴδει τούτῳ μέγεθος συνυφιστάμενον οὔτε ἄψυχον· πῶς ‘γάρ. ὅ γε ἐν ψυχῇ ἵδρυται; ἡμεῖς δὲ πῶς ἡμίν αὐτοῖς συνῳδὰ πρεσβεύσομεν, ὅταν καὶ αἴτια λέγωμεν εἶναι τῶν πραγμάτων, δι’ ὧν αἰτίων καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις, καὶ μὴ διδῶμεν οὐσίαν τούτοις (εἰ μὴ ἄρα τὸ ἀνούσιον τῆς οὐσίας αἴτιον), ὅταν τε πρότερα μὲν τῇ φύσει τὰ καθόλου πολλάκις ἀποφαινώμεθα εἶναι ὡς συναναιροῦντα μὲν οὐ συναναιρούμενα δέ, καὶ πάλιν αὐτὰ ταῦτα ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν τὴν ὑπόστασιν ἔχειν διισχυριζώμεθα; εἰ μὲν γὰρ διττὸν τὸ καθόλου, τὸ μὲν αἴτιον τοῦ αἰσθητοῦ τὸ δὲ ὑστερογενές, φίλα ἂν λέγοις καὶ τῷ πατρὶ καὶ πᾶσι τοῖς ἀπὸ Πυθαγόρου· καὶ δέχου καὶ τὸ μέγεθος εἶναι διττόν, τὸ μὲν ἐν λόγῳ διανοητικῷ, ᾧ καὶ τὸ φανταστὸν εἶδος αὐτοῦ συνυφίσταται, τὸ δὲ ἐξ ἀφαιρέσεως τοῦ αἰσθητοῦ, καὶ περὶ μὲν τὸ ἐξ ἀφαιρέσεως μὴ λέγε διατρίβειν τὴν γεωμε|τρίαν· [*](885a) οὐδὲν γὰρ ἔχει ἀκριβὲς μετὰ τοῦ μηδὲ ἑωρακέναι ἡμᾶς ποτε μήτε πολύγωνα τοσαῦτα καὶ τοιαῦτα, οἷα ἐπίπεδα ἡ γεωμετρία θεωρεῖ, μήτε πολύπλευρα οὕτω ποικίλα <οἷα> ἡ στερεομετρία ἐπισκέπτεται, ἢ γωνιῶν ἢ πλευρῶν ἡ ἐμβάδων καὶ ὅσων λόγοι μέν εἰσι πλήρεις θεωρημάτων, ὕλη δὲ ἀνεπίδεκτος· περὶ δὲ τὰ φανταστὰ διατρίβειν φαθί, καθόσον ταῦτα τοῖς οὐσιώδεσι λόγοις τῆς διανοίας παρυφίσταται, ἐξ ὧν καὶ τὴν ἀποδεικτικὴν αἰτίαν κομίζεται, μᾶλλον δὲ τὴν μὲν γεωμετρίαν αὐτοὺς τοὺς ἀμερεῖς λόγους τῆς ψυχῆς βούλεσθαι θεωρεῖν, ἀσθενοῦσαν δὲ χρῆσθαι ταῖς ἀφαντάστοις νοήσεσιν ἐκτείνειν τοὺς λόγους εἰς φανταστὰ καὶ διαστατὰ σχήματα καὶ μεγέθη, καὶ οὕτως ἐν ἐκείνοις αὐτοὺς θεωρεῖν· καθάπερ καὶ μὴ ἀρκούσης αὐτῇ τῆς φαντασίας καὶ ἐπὶ τὸ ἀβάκιον ἔρχεται κἀκεῖ καταγράφει τὸ θεώ- [*](6 ante ἀλλὰ lacimain esse putat Us. At sententia haec: ideae quidem omnes a mente animis nostris inseruntur, ita tameu ut ipsarum quoque quae sunt simpliciores alias gignant minus late patentes 11 οὔτε ἑαυτοῖς Us.: ὅτι ἑαυτοῖς C 12 οἴονται A: οἷόν τε C 13 γε Bonitz: τε C 16 δίδομεν C 16. 17 fort. <τὸ> 21 λέγοι C: corr. Bag. 26 nempe del. ἐπίπεδα 28 καὶ Us.: ἢ C 29 φασὶ C: corr. Us. αὐτοὺς Η: αὐτὸς C 35 αὐτῆς C: correxi καὶ fort. del.)
p. 1077a20 Ἔτι τίνι . . . συμμένειν.
Τοῦτο διὰ μέσου μὲν ἔοικεν εἰρῆσθαι· ἀναδραμεῖται γὰρ πάλιν ἐπὶ τὸ πρότερον ἑαυτοῦ ἐπιχείρημα, ἐν ᾧ ἐζήτει πῶς ἀτελέστερά τε ἅμα καὶ πρότερα τῶν αἰσθητῶν τὰ μαθηματικά. ζητεῖ δὲ ἐν αὐτῷ, τί τὸ αἴτιον τοῖς μαθηματικοῖς μεγέθεσι τῆς ἑνώσεως· τοῖς μὲν γὰρ αἰσθητοῖς φύσις ἢ ἔνυλον εἶδος ἢ κόλλα ἢ δεσμός, τοῖς δὲ μαθηματικοῖς τί; ῥητέον οὗν πρὸς αὐτόν, ὅτι οἱ μὲν ἀμερεῖς λόγοι τῶν μεγεθῶν κρείττους * * * † εἰ συνυφιστάμενα φανταστὰ μεγέθη τῆς ἑαυτῶν αἰτίας τῆς ἀμεροῦς ἐξηρτημένα οὐ μήποτε διασκεδασθῇ, καὶ ἔτι ἐν ψυχῇ ὄντα συνέχεται ὑπ’ αὐτῆς μᾶλλον ἢ τὰ αἰσθητά.
p. 1077a24 Ἔτι αἱ γενέσεις . . . μᾶλλον.
Ἀνεισι μὲν ἐπὶ τὸ ἐξ ἀρχῆς, ἐν ᾧ τὸ αἰσθητὸν πρότερον ἐδείκνυ τοῦ μαθηματικοῦ τῇ οὐσίᾳ. δείκνοσι δὲ οὐ τὸ προκείμενον ἑαυτῷ, γένεσιν παραλαμβάνων ὅλως ἐπὶ τῶν ἀγενήτων (ἀγένητα γὰρ τὰ μαθηματικά), ἀλλ’ εἴπερ ἄρα, ὅτι τοῦ ἐν τοῖς αἰσθητοῖς ἐπιπέδου τὸ σῶμα καὶ πρότερον τῇ οὐσίᾳ καὶ | τελειότερον. καὶ ὅτι ἔμψυχον . . . ἀξίωμα. ὁρᾷς γὰρ τὴν 885b ἐν τῷ ἀβακίῳ γραμμὴν καὶ τὸ ἐν τῇ τέφρᾳ ἐπίπεδον· ἐπεὶ τί ἄν εἴη τῶν ἐν ψυχῇ κειμένων ἐμψυχότερον;
p. 1077a31 Ἔτι τὸ μὲν . . . πάσχειν.
Καὶ τοῦτο κατασκευαστικὸν τοῦ δευτέρας εἶναι τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα τῶν σωμάτων· εἰ μὲν γὰρ οὐσίαι, φησί, καὶ αἱ γραμμαί, πῶς οὐσίαι, [*](8 μοναχῶς coni. Us. egregie 15 cf. Alex. 731,4 (ex quo ψυχή pro φύσις Us.) 17 hiatum notavit Us. (supple e. g. κρείττους εἰσὶ παντὸς ὑλικοῦ δεσμοῦ, τὰ δὲ τῷ εὕει συνυφ.) εἰ] εἴδει Us. probabiliter cl. p. 91,13 18 ἑαυτῶν scripsi: τε δι’ αὐτῶν C (δι’ del. Us.) 22 ὂν post πρότερον add. Us. 24 ὅλως: opinor ἀλόγως vel gim. 25 post ἐπιπέδου καὶ C a: del. Cb 26 καὶ non habet neque unquam habuit Ar., qui verba ὅτι ἔμψυχον γίνεται cum eis quae antecedunt couiungi voluit 30 τοῦ Brandis Bonitz cl. Alex. 731,36: τὸ C)
p. 1077a36 Τῷ μὲν οὖν . . . λέγεται.
Ἐν τούτοις τῷ μὲν λόγῳ συγχωρεῖ εἶναι πρότερα τὰ μαθηματικὰ τῶν αἰσθητῶ.ν, ἐπειδὴ τὸ αἰσθητόν τις ὁριζόμενος σῶμα δεῖται τῶν διαστάσεων αἳ ὁρίζουσι τὸ μαθηματικόν, τῇ οὐσίᾳ δὲ οὐκέτι. καίτοι κατὰ τοὺς κανόνας αὐτοῦ τοὺς ἐν τῷ Z παραδοθέντας ἐπὶ τῶν ἁπλῶν οὐσιῶν (ἁπλᾶς δὲ λέγω τὰς ἄνευ τῶν συμβεβηκότων θεωρουμένας) τὸ τῷ λόγῳ πρότερον καὶ τῇ οὐσίᾳ πρότερον ὂν ἀποδείκνυται· τὰ γὰρ τῷ λόγῳ πρότερα τῷ εἴδει πρότερα ἐν ἐκείνοις εἶναι ἐλέγετο, τὰ δὲ τῷ εἴδει πρότερα τῇ οὐσίᾳ πρότερᾳ· ἐξ ὧν ἀμφοτέρων οὐκ ἄδηλόν ἐστι τὸ συναγόμενον. καὶ ὁ ἐν τούτοις δὲ τοῖς ῥητοῖς αὐτοῦ κανὼν δείκνυσιν, ὅτι τὰ μαθηματικὰ | πρεσβύτερά ἐστι τῶν [*](886a) αἰσθητῶν οὐ τῷ λόγῳ μόνῳ (τοῦτο μὲν γὰρ συγκεχώρηκε καὶ αὐτός), ἀλλὰ καὶ τῇ οὐσίᾳ· τῷ γὰρ εἶναι ὑπερβάλλει. ὄντος μὲν γὰρ τοῦ τριχῇ διαστατοῦ μετὰ ἀντιτυπίας ἀνάγκη εἶναι καὶ προεῖναι τὸ τριχῇ διαστατὸν καὶ ἔτι τὸ διχῇ καὶ πολὺ πρότερον τὸ μίαν ἔχον διάστασιν· τούτων δὲ ὄντων οὐκ ἀνάγκη τὸ αἰσθητὸν εἶναι. ἀλλ’ ἵνα ταῦτα παρῶμεν, τί ἐστι τὸ καὶ ἐκ τῶν παραδειγμάτων αὐτῷ συναγόμενον; τί δὲ ἄλλο γε ἢ ὅτι τὸ [*](2. 3 φαντασίᾳ καὶ διασταταὶ coni. Us. 3 περιφερῶν Bag. 4 οὐσίαν Us.: αἰτίαν C 10 ὡς Us.: εἰς C 11 verba ἀντιδ. τῷ θ. Πλάτωνι del. Us. glossema putans 12 καὶ τὰ Cb (idem in mg.): κατὰ Ca 20 εἶναι del. Bag. 21 cf. Alex. 732,19 25 met. Z 10 32.33 haec certe turbata; Us. post διαστατοῦ add. τοῦ, post διαστατὸν vel τὸ μαθηματικὸν vel τὸ διανοντόν; fort, praestat ante τριχῇ inserere αἰσθητοῦ 36 αὐτῶν C: corr. Us.)
Ρ. 1077b12 Ὄτι μὲν οὖν. . . ἰκανῶς.
Αὐτὸς μὲν ὠς ἐπὶ δεδειγμένοις τούτῳ χπῆται τῷ συμπεπάσματι. ἡμεῖς δέ, ὄτι οἰ μὲν λόγοι αὐτῶν οὐσίαι ἀμερεῖς καὶ αἰτίαι τῶν φανταστῶν καὶ Τῶν αἰσθητῶν διαστάσεων, εἰς δύναμιν ἠμετέραν ἐπεδείξαμεν· αἱ δὲ τῇ Φαντασία τοῖς ἀμερέσι λόγοις μορφαὶ καὶ διαστάσεις συνυφιστάμεναι ὄτιπερ ὡς ἐν ὐποκειμένῳ εἰσὶ τῇ ψυχῇ πρεσβύτεραι οὖσαι καὶ αὐταὶ σώματος καὶ τῶν τοῦ σώματος παθημάτων, καὶ τοῦτο μετρίως συνεστήσαμεν· ἐπεὶ δὲ καὶ τὸ ἔναγχος εἰρημένον αὐτῷ περίληψιν ἐποιήσατο κατὰ |τὸ συμπέρασμα, [*](886b) ὐπομεηστέον ὠς αἰ ἐν τοῖς αἰσθητοῖς διαστάσεις πρότεπαι μὲν τῷ λόγῳ τῶν σνμάτων ἐδείχθησαν, τῇ δὲ οὐσίᾳ οὐχ ὔστεραι, ταύτας δὲ καὶ ἀνουσίυς λέγειν ἄτοπον ἴσως οὐδέν.
p. 1077b14 Ἐπρὶ δ’ οὐδ’ ἐν . . . ἡ ὁμαλής.
Εἰπὼν πῶς οὐκ οἴεται εἶναι τά μαθηματικά, νῦν πειρᾶται λέγειν ποίαν ἄν τις αὐτὰ νομίσειεν ἔχειν ὐπόστασιν. ἀπέσκει οὖν αὐτῷ μήτε καθ’ αὐτὰ ὑφεστάναι τὰ μαθηματικὰ μεγέθη καὶ σχήματα μήτε ἐν τοῖς αἰσθητοῖς εῖναι ἄλλα ὄντα παπά τὰ αἰσθητά, ἀλλ’ ἐχ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπινοεῖσθαι· ὤσπερ γὰρ καὶ τὸ καθόλου, φησίν, ἐν τοῖς μαθήμασιν [*](1 ὄτι Bonitz: ἔτι C 2 οὐ add Us. 3 ἄν add. Us. 12. 13 τῶν — ὄσον] Fort. Emendandum τῷ . . . προκειμένῳ . . . κρώμενος; Quod si verum, scr. γε pro τε 14 ad τετεύτακεν schol. In mg. C: πραγματεύεται διατρίβει ἤ φροντίζιε · παρά δὲ φερεκράτει ἠσθχάζιε · σημαίνει δὲ καὶ σκεωρεῖται (sic) C cf. Phot. Suid. Et. M. et supra p. 26,20 24.25 ἐπεὶ δὲ Η: ἐπειδὴ C 25 πρόληψιν coni. Us recte 29 ὁμαλής ut E Alex.: ὁμαλή Αb 34 τὸ ut Alex.: τὰ Αr. Codd.)
Ἐπειδὴ δὲ περὶ τὰ καθ’ αὑτὰ τοῖς μεγέθεσιν ὑπάρχοντα πραγματευομένης τῆς γεωμετρίας φησὶν ὅτι δύναται, καὶ εἰ μὴ χωριστὰ εἴη τῶν αἰσθητῶν τὰ μεγέθη, περὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς ἀχωρίστοις διατρίβειν (καὶ γὰρ ἄλλοις ἀχωρίστοις, φησί, καθ’ αὑτά τινα ὑπάρχει· τὸ γὰρ θῆλυ καὶ τὸ ἄρρεν ἀχώριστα μὲν τῶν ζῴων, ἴδια δέ τινα ἔχει πάθη, οἷον τὸ μέν ἐστι γεννητικόν, τὸ δὲ θρεπτικὸν καὶ ὑποδεκτικὸν τῶν σπερματικῶν λόγων), ῥητέον ὅτι πρῶτον μὲν καὶ τὸ θῆλυ ἄρρεν πανταχοῦ ἐστι καὶ οὐκ. ἐν τοῖς αἰσθητοῖς μόνοις ζῴοις· καὶ γὰρ ἐν θεοῖς καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσι, καὶ οὐδ’ ἂν ἡ θνητὴ φύσις αὐτὰ ἔσχε σύν τινι ἰδιότητι μὴ ἄνωθεν προελθόντα. ἔπειτα τί ἀποδείκνυται τῶν κατ’ οὐρανὸν ἢ τῶν θείων διὰ τῆς ἀκριβοῦς τῶν τῇδε ἀρρένων ἢ θηλέων κατανοήσεως, ὥσπερ διὰ τῶν γεωμετρουμένων τὰ κατ’ οὐρανόν; εἰδὼς δὲ. πάλιν, ὅσον διαφέρουσι κατ’ ἀκρίβειαν αἱ γεωμετρικαὶ μέθοδοι, <αἳ> τοῦτο οὐκ ἄν εἰ μὴ περὶ σπουδαῖα καὶ καθαρὰ διέτριβον ὑποκείμενα, τὸ ἁπλούστερον αἰτιᾶται τῶν ὑποκειμένων τῆς ἀκριβείας. πρὸς ὃ εἴποιμεν ἄν ὅτι εἰ μὲν τὸ ἁπλούστερον τοῦτο καὶ τῇ οὐσίᾳ εἴη πρότερον καὶ τιμιώτερον τοῦ συνθετωτέρου, δέχοιτ’ ἄν ἀκριβῆ θεωρίαν, ὥσπερ ἡ ὁμαλὴς τῶν οὐρανίων κίνησις τῆς σκολιωτέρας καὶ πολυσυνθέτου τῶν θνητῶν ζῴων μεταβάσεως μᾶλλον γιγνώσκεται· εἰ δὲ τὸ ἁπλούστερον τοῦτο ἀτελέστερον εἴη τοῦ συνθετωτέρου, πῶς ἂν ἐπιδέξαιτο πλείους καὶ σεμνοτέρους καὶ ἀληθεστέρους λόγους; οὔτε γὰρ περὶ λευκότητος οὔτε περὶ εὐωδίας τοιαύτας ἀποδείξεις ἔστι ποιήσασθαι· καίτοι πᾶσαι μὲν ποιότητες, πᾶσαι δὲ σχέσεις ἁπλούστεραί [*](1 nempe διέτριβεν 8 φιλοσοφία suspectum habet Us. 9 κατὰ om. Bag. 12 οὐ γὰρ ἄν Us., at cf. Damasc. I 23,4. 54,16 II 6,14. 92,26 191,6 Philop. in phys. 40,7 23 ὑποδεικτικὸν C: corr. H cf. Alex. 737,9 24 τὸ ante ἄρρεν add. AH 30 αἱ addidi (ὡς ante ὅσον add. Us.))
p. 1078a14 Ὁ δ’ αὐτὸς . . . ὡσαύτως.
Ὅτι μὲν οὐ περὶ τοῦ τῆς ὄψεως εἴδους ὁ ὀπτικὸς οὐδὲ περὶ τοῦ τῆς φωνῆς ὁ ἁρμονικὸς ἐπισκέπτονται, ἀλλ’ ὁ μὲν περὶ ἀκτίνων, ὁ δὲ περὶ τῶν πρός τι ἀριθμῶν, ἅ πέρ ἐστι καθ’ αὑτὰ πάθη τῆς ὄψεως καὶ τῶν φωνῶν, συγκεχωρήσθω. ἀλλ’ ὅμως ἐκεῖνό γέ ἐστιν ἀληθές, ὅτι ἡ μὲν ὀπτικὴ τὰς ἀκτῖνας τὰς πεμπομένας ἀπὸ τοῦ αὐγοειδοῦς ἡμῶν πνεύματος ἐπὶ τὰ ὁρατὰ ἀφομοιοῖ ταῖς γραμμαῖς ταῖς ἐν τῇ φαντασίᾳ καὶ ἐν αὐτῷ τῷ πνεύματι τὴν ὑπόστασιν ἐχούσαις· διὸ καὶ αὐτὸς ἐν ἄλλοις ὁ Ἀριστοτέλης ταῖς φυσικαῖς γραμμαῖς ὡς μαθηματικαῖς ἔφη κεχρῆσθαι τὸν ὀπτικόν, ὀρθῶς γε τοῦτο ποιοῦντα, καὶ ἐπὶ τὰ προσεχῆ παραδείγματα τὰς εἰκόνας ἐπανάγοντα, ἐπεὶ μηδὲ ἄλλως ἦν γνῶναι τὸ ἀπεικασθέν, εἰ μὴ τῇ πρὸς τὸ αἴτιον τὸ παραδειγματικώτερον ἀναφορᾷ. ὁ δέ γε ἁρμονικὸς καὶ αὐτὸς τοὺς ἐν ὑποκειμένῳ καὶ ἐν ἄλλοις τὴν ὑπόστασιν ἔχοντας ἀριθμοὺς ἐπὶ τοὺς χωριστοὺς ἀναπέμπει, καὶ ποιητικοὺς αὐτῶν ὄντας καὶ παραδειγματικούς ὡς ἐκεῖθεν ἀκριβείας καὶ οὐκ ἀλλαχόθεν μετασχεῖν δυναμένους. ὁμοίως καὶ ὁ μηχανικὸς τὴν ὕλην σχηματίζων ἐπανάγει πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἐπὶ τὰ ἄυλα σχήματα καὶ ἐν φαντασία μὲν διαστατῶς, ἐν διανοίᾳ δὲ ἀμερῶς τὴν ὑπόστασιν ἔχοντα· πᾶσαι γὰρ αὗται αἱ μέθοδοι, καὶ εἰ τῇ ὕλῃ προστρέχουσι καὶ πρὸς τὰ ἔξω ῥέπουσιν, ἀλλ’ οὖν ὑπὸ τὰς μαθηματικὰς πράττουσαι πρὸς ἐκείνας ἀναφέρονται καὶ παραδείγμασι κέχρηνται τοῖς ἐκείνων θεωρήμασιν.
p. 1078a17 Ὥστε εἰ. .. . ψεύσεται.
† Ἐν τούτῳ τοῦτο συμβαίνειν φαμὲν οὐ δι’ ἣν αὐτὸς αἰτίαν | ἐπιφέρει, [*](889a) ἀλλ’ ἐπειδὴ μέτεισιν ἀπὸ τοῦ κατατεταγμένου σχήματος ἐπὶ τὸ ἀκατάτακτον, καὶ ἀπὸ τοῦ μερικοῦ <καὶ> ἐνύλου ἐπὶ τὸ καθόλου καὶ ἄυλον, [*](7 Plat. resp. VI extr. 9 ταὐτὸν δὲ τοῦτο coni. Us. Ar. met. ἁ 1. 993b30 11 τοῦ Πλάτωνος ΑΗ an μηδὲ? 13 of. Alex. 738,2 19 cf. anal, post I 7 p. 75b15 21 ὅλως Us. 25 ὡς scripsi: καὶ C 30 usitatum τελοῦσαι vel οὖσαι 33 εὖ γε τοῦτο· συμβαίνειν δέ φαμεν coni. Us.; sufficitne καὶ ponere pro ἐν? 35 καὶ add. Us.)
p. 1078a21 Ἄριστα δ’ ἂν . . . χωρίσας.
Τοῦτο οὔ τι πάντως ἀληθές· τὸ γὰρ ἐν ὑποκειμένῳ ἔχον τὸ εἶναι καὶ μίν αἰτίαν μὴ ἔχον χωριστὴν ἐν τῷ ὑποκειμένῳ ἄν μᾶλλον ἄριστα ὀφθείη· οἷον ἡ Σωκράτους μορφὴ ἐν τῷ Σωκράτους σώματι μᾶλλον ἂν ὀφθείη καὶ ἐναργέστερον ἢ εἴ τις ἀποδιαλαβὼν αὐτὴν καθ’ αὑτὴν ἐπισκέ- πτοιτο. καὶ ὅτε δὲ τοῦτο συμβαίνει (συμβαίνει γὰρ ἐπὶ πασῶν ἐν τοῖς σώμασι κοινοτήτων), δι’ οὐδὲν ἄλλο ἡ ἀρίστη κατανόησις αὐτῶν γίγνεται χωριζομένων ἢ διότι ἔχομεν ἑκάστων εἴδη παρ’ ἡμῖν αὐτοῖς, ἅπερ ἀνελίττοντες τὰς περὶ ἕκαστον ἐπιστήμας ἀπογεννῶμεν.
p. 1078a22 Ὅπερ ὁ ἀριθμητικὸς . . . τὸ δ’ ὑλικῶς.
Ἔνστασιν ἐνταῦθα κομιζομένην πρὸς τὴν ἑαυτοῦ δόξαν ἐθέλει διαλῦσαι· εἰ γάρ, φασί, μὴ συγχωρεῖς εἶναι χωριστοὺς ἀριθμοὺς μηδὲ σχήματα, περὶ μὴ ὄντων οἱ μαθηματικοὶ διαλέγονται· οὔτε γὰρ περὶ τῶν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς, ἐπειδὴ τὰ τοιαῦτά ἐστιν ἔνυλα, οὔτε περὶ χωριστῶν, ἐπεὶ μηδ’ ὅλως χωριστά· περὶ μὴ ὄντων ἄρα. ὁ δέ φησι περὶ μὴ ὄντων μὲν ἐνεργείᾳ, δυνάμει δ’ ὄντων. πῶς οὖν δυνάμει ἐστὶ ταῦτα καὶ οὐκ ἐνεργεία, διδάσκων τῷ ἀνθρώπῳ χρῆται παραδείγματι, καί φησιν ὅτι ἓν μὲν καὶ ἀδιαίρετον ὁ ἄνθρωπος ἐνεργείᾳ, τουτέστιν ἓν τῷ ὑποκειμένῳ· ἀλλ’ ὁ μὲν ἀριθμητικὸς προσελθὼν αὐτῷ τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἄτομον θεωρεῖ, ὁ δὲ γεωμέτρης τὸ στερεὸν αὐτοῦ καὶ τὸ πάντῃ διαστατὸν ἐπισκέπτεται· ὑπάρχει γὰρ αὐτῷ καὶ ταῦτα· οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεωμέτρης τὸ ἀδιαίρετον, ἀλλὰ ταῦτα ἃ ὑπάρχει μὲν αὐτῷ μετὰ τοῦ ἀδιαιρέτου, ὑπάρξειε δ’ ἂν καὶ εἰ μὴ ἦν ἀδιαίρετος· ὥστε ὀρθῶς ἀποφαίνεται τριχῇ αὐτὸν εἶναι διαστατὸν καὶ ἐπ’ ἄπειρον τμητὸν καὶ ὅσα ὅλως περὶ τῶν στερεῶν ὁ γεωμέτρης λέγει τε καὶ δείκνυσι. πρὸς ἃ ῥητέον, ὅτι πρῶτον μὲν τί τὸ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν ἄγον τὸ σχῆμα καὶ τὸ μέγεθος; οὐ γὰρ δὴ τὸ δυνάμει φυλάξας δυνάμει νοεῖ ὁ | γεωμέτρης, ἀλλ’ ἐνεργείᾳ αὐτὸ [*](889b) ποιήσας. εἰ δὲ τοῦτο, μορφοῖ αὐτὸ καὶ ἀκριβέστερον ποιεῖ κτὶ τελειοῖ· πῶς ἂν οὖν δύναιτο ταῦτα ποιεῖν μὴ ἔχων τὰ ἐνεργείᾳ ἐν ἑαυτῷ; σὸν γάρ ἐστιν, ὦ Ἀριστότελες, ὅτι ὑπὸ μόνου τοῦ ἐνεργείᾳ τὸ δυνάμει τελειοῦται καὶ εἰς [*](9 μίαν.. nempe ἰδίαν 12 ὅτε Us.: ὅτι C πασῶν τῶν Us. 14 ἐν ἑκάστω εἴδει C: corr. Bag. 15 malim ἑκάστων 17—31 = 20 τὰ Alex.: μὴ C 21 ἐπεὶ μηδ’ ὅλως δίδως εἶναι χωριστὰ Alex. 28. 29 ὑπάρξει C 29 ἀδιαίρετος Alex.: ἀδιαίρετα C 35 nempe τὸ ἐνεργείᾳ)
p. 1078a31 Ἐπεὶ δὲ . . . τρόπον τινά.
Ἐν τούτοις ἀποτείνεται μὲν πάνυ δεόντως πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα μηδενὸς αὐτὰ καλοῦ ἢ ἀγαθοῦ νομίζων στοχάζεσθαι. καί φησι τοῦ χρησίμου μὲν καὶ συμφέροντος τοῦ ἐν τοῖς πρακτοῖς (τοῦτο γὰρ νῦν ἀγαθὸν καλεῖ) μὴ μετεῖναι τοῖς μαθήμασιν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν πολιτική τις ἕξις ἦν ἡ μαθηματική· τοῦ μέντοι καλοῦ μάλιστα τοὺς μαθηματικοὺς ἔχεσθαι περὶ τὰ σύμμετρα καὶ ὡρισμένα καὶ εὔτακτα διατρίβοντας· κἂν γὰρ μὴ ὀνομάζωσι τὸ καλὸν ἐν τοῖς συμπεράσμασιν, ἀλλ’ οὖν δήλη ἐστὶν αὐτῶν ἡ πραγματεία πᾶσα συμμετριῶν καὶ ὁμοιοτήτων καὶ ἀναλογιῶν καὶ τάξεων στοχαζομένη· πολλὰ δὲ καὶ ἐν τῇ πύσει τέλος ποιεῖται τὸ καλὸν καὶ τὸ εὔτακτον καὶ τὸ ὡρισμένον. ταῦτα τοίνυν ἀποδεξάμενοι τοῦ Ἀριστοτέλους πρῶτον ἀξιώσομεν αὐτὸν εἰπεῖν, πόθεν τὸ καλὸν καὶ τὸ σύμμετρον καὶ τὸ ὡρισμένον ἐπιπρέπει τοῖς μαθήμασι; τὰ μὲν γὰρ αἰσθητά, κἄν οὐράνια ᾖ, μερικώτερον τούτων μετέχει καὶ οὐ σὺν ἀκριβείᾳ τοιαύτῃ, τὰ δὲ νοητὰ κρείττονά ἐστι ταύτης τῆς διαιρέσεως καὶ ἀνελίξεως τῶν λόγων. λείπεται δὴ οἶμαι μέσην αὐτὰ φύσιν ἔχοντα τῶν τε νοητῶν εἰδῶν καὶ τῶν ἐνύλων μεμερίσθαι μὲν μᾶλλον τῶν νοητῶν καὶ διῃρῆσθαι καὶ πεπλη|θύνθαι, ἡνῶσθαι δὲ τῶν αἰσθητῶν ἐπὶ [*](890a) πλέον καὶ τετάχθαι καὶ μεμετρῆσθαι, καθολικοῖς τισι λόγοις καὶ ἀύλοις εἴδεσι διαπρέποντα καὶ τοῖς αἰσθητοῖς τὴν προσεχῆ διακόσμησιν ἐπιφέροντα. ἐφ’ ἅπασι δὲ τούτοις παρρησιασόμεθα πρὸς αὐτόν; οὐκ ἀλλαχόθεν εὐτέλειαν <ἐγκαλεῖν> τοῖς μαθήμασι φήσαντες τοὺς ὑπεριδόντας αὐτῶν ἡ ἐκ τοῦ δοῦναι αὐτοῖς οὐσίαν ἀφωρισμένην, ἀλλὰ φαντασίας ἀθύρματα τῶν αἰσθητῶν αὐτὰ παρασπωμένης ὑπολαβεῖν εἶναι· ἣν εἰ ἀκυρώσειεν αὐτὸς ὑπόληψιν, κατεγνωκὼς ἔσται τῶν ἀνεπαισθήτως μὲν ἐσχηκότων τοῦ κάλλους τῶν μαθη- [*](3 εἰ add. Α 4 nil tale personatus Alexander 5 καθ’ ἑαυτὸ C: corr. Us. 10 ὁ ἐξηγητὴς τοῦ φιλοσόφου Ἀριστοτέλους mihi suspecta 10 ὁ add. Us. 15—24 = Alex. 739,21—740,1 35 ἐγκαλεῖν inseruit Us. 37 κυρώσειεν corr. Us.)
p. 1078b7 Περὶ μὲν οὖν . . . εἰρήσθω.
Εἶναι μὲν αὐτὰ δέδωκεν αἰδούμενος καὶ τἀς ἐν αὐτοῖς ἀποδείξεις καὶ τὴν κοινὴν καὶ ἀδιάστροφον περὶ αὐτῶν ἔννοιαν, ἐξ ἀφαιρέσεως δὲ εἶναι, ὃ ταὐτὸν τῷ ἀμυδρότερον εἶναι καὶ εἰδωλικώτερον τῶν αἰσθητῶν, πρότερα δὲ τῷ λόγῳ τῶν αἰσθητῶν, οὐ μέντοι γε τῇ οὐσίᾳ. καὶ περὶ μὲν ὧν αὐτὸς εἶπε, δῆλον οἶμαι γεγενῆσθαι πᾶσι τοῖς ἀγχινουστέροις· εἰ δέ τις αὐτοῖς <τοῖς> γνησίοις τῶν Πυθαγορείων συγγένοιτο δόγμασιν, εἴσεται λαμπρῶς τῆς μαθηματικῆς ἁπάσης ἐπι|στήμης τήν τε οὐσίαν καὶ τὴν δύναμιν καὶ [*](890b) τὰς ἐνεργείας, καὶ τίς μὲν αὐτῆς ἡ κοινὴ θεωρία καὶ ἐπὶ πόσα διατείνουσα γένη· τίνες δὲ ἀρχαὶ τῶν οἷον μαθημάτων, καὶ τίνι διαφέρουσι τῶν ἄλλων ἀρχῶν οἷαι ἑτέρων οὐσιῶν ἀρχί, πῶς τε κοινὴν τὴν αἰτίαν αἱ τοιαῦται παρέχονται πρὸς ὅλα τὰ μαθήματα· τίνες δὲ πάλιν αἱ ἴδιαι ἑκάστων ἀρχαὶ τῶν μαθημάτων, οἷον ἀριθμῶν σχημάτων ἁρμονίας, καὶ τίνα ἔχουσαι τὴν καθ’ ἑαυτὰς ἰδιότητα καὶ τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν πρὸς πάσας τὰς ἄλλας ἀρχάς τῶν ὅπως ποτὲ ὄντων· τίνα κοινῶς ὑπόκειται τοῖς μαθήμασι, περὶ ἃ ποιοῦνται τὴν πραγματείαν οἱ Πυθαγόρειοι, καὶ πῶς ἔνεστι περὶ αὐτὰ καθόλου τὴν θεωρίαν ποιεῖσθαι· τίς ἀρίστη χρῆσις τῆς περὶ τὰ [*](1 ἑαυτοῦ Us.: ἑαυτῶν C 4 εἰς πάντα πάντως suspectum 5 Plat. resp. VI 509d sqq. 17 ex tanto praestanlior quanta Bag. 27 τοῖς add. AH 30 fort, αἱ ἀρχαὶ οἷον opinor in ὅλων mutandum 37 possis καθολικὴν θεωρίαν)
Ο ΠΕΡΙ ΤΩΝ ΙΔΕΩΝ ΛΟΓΟΣ.
p. 1078b9 Περὶ δὲ τῶν ἰδεῶν...εἶναι.
Ἐπειδὴ καὶ ἀριθμοὺς εἰδητικοὺς ὁ Πλάτων ἐκάλει τὰς ἰδέας ἑπόμενος τοῖς Πυθαγορείοις, πρότερον, φησίν, ὡς ἰδέας αὐτὰς ἐξετάσωμεν, μηδὲν | ἐπιμεμνημένοι τῶν ἀριθμῶν, εἴτε εἰσὶ τοιοῦτοι ἀριθμοὶ εἴτε μή, ἀλλ’ εἰς [*](891b) αὐτὴν τὴν ἔννοιαν ἀνελθόντες τῶν πρώτων θεμένων τοῖς χωριστοῖς εἴδεσι ταύτην τὴν προσηγορίαν. καίτοι μέλλοντι τὰ ὑπ’ ἐκείνων νοηθέντα δικαίως βασανίζειν οὐδὲν ἔδει τῆς τοιαύτης διαιρέσεως· οὐ γὰρ κατ’ ἄλλο μὲν ἰδέα κατ’ ἄλλο δὲ ἀριθμὸς εἰδητικὸς κατονομάζεται, ἀλλ’ εἴπερ ὑγιὲς τὸ “ἀριθμῷ δέ τε πάντ’ ἐπέοικεν”, οὐκ ἄδηλον ὅτι κατὰ τὸ παραδειγματικὸν ἰδίωμα καὶ ὁ ἀριθμὸς κέκληται καὶ μάλιστα πάντων ὁ εἰδητικός. εἰ δὲ καὶ ἀπὸ τῆς τῶν ὀνομάτων δυνάμεως ἐθέλοι τις αὐτὸ συνιδεῖν, παντὶ προὖπτον ὡς ἥ τε ἰδέα συνεξομοιοῦσα ἑαυτῇ τὰ μετέχοντα καὶ εἴδους καὶ τάξεως καὶ κάλλους καὶ ἑνώσεως αὐτοῖς μεταδιδοῦσα τούτου τετύχηκε τοῦ ὀνόματος, ἅτε τὸ αὐτὸ μὲν εἶδος ἀεὶ διασώζουσα, ἐπὶ πλεῖστα δὲ ὅσα τὴν ἑαυτῆς ἐφαπλοῦσα δύναμιν καὶ τὸ αὐτὸ εἶδος διαιωνίως τοῖς μετέχουσιν ἐπιφέρουσα· ὅ τε ἀριθμὸς ἁρμονίας καὶ φιλίας τοῖς πᾶσιν ἐξηγούμενος ταύτης τετύχηκε τῆς προσρήσεως· ἄρσαι μὲν γὰρ τὸ ἁρμόσαι καλοῦσιν οἱ παλαιοὶ (“ἐν σταθμοὺς ἄρσε”) καὶ ἀνάρσιον τὸ ἀνάρμοστον, καὶ ἀρθμὸν τὴν φιλίαν· “ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσιν”. ἐξ ὧν ἁπάντων ὁ ἀριθμὸς κέκληται [*](3 καὶ delevi cum Bag. (cf. 931 b 16 Us.), post καὶ lac. statuit Us. 4 τινι Α: τι C καὶ τῆς διεξ. AH 5 ἐνέστακται C in textu, ἔνεστι κατά τι C in mg. 11 διαμιλλώμεθα Us. 12 ὡς: expectas ἃ 15—24 = Alex. 16 ἐξετάσωμεν Alex.: ἐξετάσομεν C 17 ἀριθμῶν e corr. C1 18 πρῶτον C: corr. ΑΗ οἱ πρῶτοι φήσαντες Ar.) 21 ex Orphico in numerum hymno, cf. infra ad 1080b16 Orphica Abelii fr. 141 sqq. 22 ἐπεποίηκεν C: corr. Α 23 expectas τέτακται 30.31 Odyss. φ 45 (cf. Ps. Plut. ap. Stob. 1 p. 16 W.) 31 ἄρσε Hom.: ἀροῖς C τὸ AH: τὸν C καὶ ἀρθμὸν Us.: ἀριθμὸν καὶ C 32 Apoll. Rh. II 755 ἀρθμὸν] ἀριθμόν C)
p. 1078b12 Συνέβη . . . ἰδέας προσηγόρευσαν.
Ἐν τούτοις τὸ μὲν ἐκ τῆς τῶν Ἡρακλειτείων δόξης ἐπὶ τὴν περὶ ἰδεῶν ὑπόληψιν ἐλθεῖν τοὺς θείους ἄνδρας ψευδῶς εἴρηται· οὔτε γὰρ Ἡρακλείτῳ τέλεον ὁμογνωμονοῦσι περὶ τῶν αἰσθητῶν οἱ ἀμφὶ Σωκράτη καὶ Πλάτωνα, ὡς δηλοῖ καὶ ὁ Θεαίτητος καὶ τὰ ἐν Κρατύλῳ ῥηθέντα· οὔτε διὰ τὸ ταῦτα ῥεῖν ἐπὶ τἀς ὡρισμένας τῶν ὄντων ἦλθον αἰτίας, ἀλλὰ τοὐναντίον καὶ τὸ τούτων συγκεχυμένον καὶ ἄστατον καὶ ἀβέβαιον καὶ πλημμελὲς ἐκ τῆς οὐσίας ἐκείνης ὑπελάμβανον διακρίσεως καὶ ταὐτότητος καὶ μονίμου καταστάσεως καὶ εὐταξίας μεταλαγχάνειν, καθ’ ὅσον αὐτῷ θέμις ἦν ὑπ’ ἐκείνης κοσμεῖσθαι τῆς αἰτιωτάτης τῶν ὅλων ἀρχῆς. τὸ δὲ μὴ εἶναι τῶν ῥεόντων ἐπιστήμην οὐ μόνον Πλάτωνι καὶ Σωκράτει καὶ τοῖς Πυθαγορείοις, ἀλλὰ καὶ αὐτῷ δοκεῖ | τῷ ταῦτα γράφοντι· ἀλλὰ μηδὲ τῶν καθ’ ἕκαστα· <ἃ> εἴτε ῥέοι [*](892a) κατὰ πᾶν, ὡς ὁ Ἡρακλείτου λόγος, εἴτε γίγνοιτο μὲν ἀεὶ καὶ φθείροιτο, διαμένοι δὲ κατὰ τὸ ἑαυτῶν ὅλον διὰ τὴν εἰδητικὴν αἰτίαν, ὡς Πλατῶν ἐθέλει, εἴτε καὶ ὄντα τις αὐτὰ καλοίη, ὡς Ἀριστοτέλης εἴωθεν, εἴτε καὶ μόνα εἶναι λέγοι, ὡς οἱ Στωικοί φασιν, ὅμως τό γε ἐπιστήμην εἶναι τῶν ἀτόμων παρὰ πᾶσίν ἐστιν ἀπεγνωσμένον, εἰ μή τις ἐπιστήμην ἐθέλοι καλεῖν τὴν αἴσθησιν.
Ἀλλ’ ἵνα τὰ πολλὰ παρῶ, τὸ Δημόκριτον μὲν μόνον ἐπὶ βραχὺ τῆς ὁριστικῆς ἧφθαι, τοὺς δὲ Πυθαγορείους ἀντὶ τῶν ὅρων ὀνόματι τίθεσθαι τοῖς πράγμασιν ἀριθμῶν, τὸν μὲν καιρὸν ἑπτάδα, τὸ δὲ δίκαιον πεντάδα, τὸν δὲ γάμον ἑξάδα καλοῦντας, τὸ Σωκράτει τὴν μὲν ἀρχὴν τῆς ἀποδεικτικῆς ἐπιστήμης ἀπονεῖμαι, μὴ πᾶσαν δὲ τὴν θείαν καὶ ἀναγωγὸν τῶν ψυχῶν διαλεκτικήν, τὸ τὴν κατ’ αὐτὸν διαλεκτικὴν * * ὁ Πλάτων καλεῖ μὴ ἔχειν ἐπὶ Σωκράτους καὶ Πλάτωνος ἰσχύν τῶν πάντας καταγωνισαμένων τοὺς παραλογιστικοὺς καὶ διαστρόφους σοφιστάς — ἵν’ οὗν ταῦτα παρῶ, ἐπεὶ μηδ’ αὐτὸς προηγούμενον νυνὶ περὶ αὐτῶν λόγον κατεβάλλετο, τὸ ἐπὶ πᾶσι τούτοις ῥηθέν, λέγω δὲ τὸ Σωκράτη μὲν διὰ τοὺς ὁρισμοὺς ἐπὶ τὰ καθόλου ἐλθεῖν καὶ ταῦτα ποιεῖν ἀχώριστα, Πλάτωνα δὲ τὴν Σωκράτους ἀγνοήσαντα ἢ παραβαίνοντα τῶν καθόλου χρῆσιν ἐξῃρημενην αὐτοῖς οὐσίαν παρασχεῖν, τῶν εἰρημένων ἁπάντων εἶναί μοι δοκεῖ τὸ σχετλιώτατον· οὔτε γὰρ Σωκράτης τὰ ὁριστὰ μόνα ᾤετο εἶναι καθόλου ἀλλὰ πρὸ τούτων εντι τοὺς ἐν τῇ ψυχῇ λόγους, ὡς δηλοῖ Πλάτων ἔν τέ [*](1 ἰδιτικῆς C 8 οὔτε H: οὑδὲ C 17 ἃ add. Us. 19 διαμένει] corr. Βοnitz 26 fort. ἀριθμούς cf. theol. arithm. 53,13. 27,18. 33,10 Ast 29 ἣν ἐριστικὴν suppl. Us. 33 κατεβάλετο Ca: corr. Cb)
Ἀλλ’ ἵνα μὴ νῦν περὶ τὴν ἱστορίαν φανερὰν οὖσαν διατρίβωμεν, ῥητέον ἕνα λόγον περὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν Παρμενιδείων τε καὶ Πυθαγορείων πρὸς αὐτόν, ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὕτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωικῶν ὕστερον ᾠήθησαν (πολλαῖς γὰρ διαφοραῖς διέστηκε τά καθ’ αὑτὰ εἴδη τῶν ἐν τῇ συνηθείᾳ λεγομένων), οὔτε τοῖς λεκτοῖς τοῖς πολυθρυλήτοις ἀνάλογον τῷ νῷ παρυφίσταται, ὡς ᾑρεῖτο Λογγῖνος πρεσβεύειν· οὐδὲν γὰρ ὅλως παρυφίσταται τῷ νῷ, εἴπερ ἀνούσιόν ἐστι τὸ παρυφιστάμενον· πῶς δ’ ἄν τὸ αὐτὸ νοητόν τε εἴη καὶ παρυφίσταιτο; οὐ μὴν οὐδ’ ἐννοήματά εἰσι παρ’ αὐτοῖς αἱ ἰδέαι, ὡς Κλεάνθης ὕστερον εἴρηκεν, οὐδ’, ὡς Ἀντωνῖνος μιγνὺς τὴν Λογγίνου καὶ Κλεάνθους δόξαν, τῷ νῷ παρυφίστανται κατὰ τὰς ἐννοητικὰς ἰδέας. οὐ μὴν οὔτε ὁ ὁριστικὸς λόγος οὔτε τὸ ἔνυλον εἶδος καὶ τὸ ὁριστόν ἐστιν ἡ ἰδέα, ὡς ἐν τούτοις καὶ ἐν ἄλλοις ὁ Ἀριστοτέλης φησὶν οἰηθῆναι τὸν Σωκράτην· τὰ μὲν γάρ ἐστιν ἐν συνθέσει καὶ διαιρέσει καὶ πλήθει καὶ ῥέπει πρὸς τὴν γένεσιν καὶ τὴν ὕλην, τὰ δὲ εἴδη τελέως ἁπλᾶ καὶ ἀμερῆ καὶ μονοειδῆ καὶ ἀγένητα καὶ ἄυλα. καὶ τί θαυμαστόν, εἰ τὰ τοσοῦτον ἀλλήλων διεστῶτα χωρίζομεν ἀπ’ ἀλλήλων; ὅπου γε μηδὲ Πλούταρχον καὶ Ἀττικὸν καὶ Δημόκριτον τοὺς Πλατωνικοὺς κατ’ αὐτὸ τοῦτο ζηλοῦμεν, ὅτι γε τοὺς καθόλου λόγους τοὺς ἐν οὐσίᾳ τῇ ψυχικῇ διαιωνίως ὑπάρχοντας ἡγοῦνται εἶναι τὰς ἰδέας· εἰ γὰρ καὶ χωρίζουσιν αὐτὰς τῶν ἐν τοῖς αἰσθητοῖς κοινο|τήτων, ἀλλ’ ὅμως οὐ 893a χρὴ συμφύρειν εἰς ταὐτὸ τοὺς τῆς ψυχῆς λόγους καὶ τὸν ἔνυλον καλοῦ· [*](6 Plat. resp. X 596a sqq. 7 Plat. Phaedr. 247a 9 Plat. Phaed. 100b sqq. 13 Plat. Tim. 27d sqq. 15 Plat. Parm. 135b ὅπη τις τρέψῃ C 16 Plat. Soph. 246a cf. 248a 20 παρμενιδίων C 22 ῥῆσιν C cf. Petersen de Chrysipp. 80 26 οὐδὲ Us. cf. Zeller V3 464 40 χρῆν coni. Us.)
Πῶς οὗν κατ’ αὐτοὺς ὑφέστηκε τὰ εἴδη τοὺς <τῆς> ἀληθείς νοητῶς μὲν καὶ τετραδικῶς ἐν τῷ αὐτοζῴῳ, νοερῶς δὲ καὶ δεκαδικῶς ἐν <τῷ> δημιουργικῷ νῷ· “πρόεισι” γὰρ ὁ θεῖος ἀριθμὸς
p. 1078b32 Ὥστε συνέβαινεν . . . λεγομένων.
Αἱ μὲν ἰδέαι καθόλου τέ εἰσιν, εἰ δεῖ καθόλου λέγειν τὰς τῶν εἰδικωτά τῶν λόγων αἰτίας, καὶ ἐπὶ πᾶν ἀμερίστως φθάνουσι ταῖς δημιουργίαις. οὐ μὴν πάντων τῶν ἐν ἐπινοίαις ὄντων καθόλου φασὶν ἰδέας οἱ ἄνδρες εἶναι· οὔτε γὰρ τῶν κακῶν ἢ αἰσχρῶν, ἐπειδὴ στερήσει μᾶλλον καὶ ἀποστάσει τῶν εἰδῶν ταῦτα παρυφίσταται τῇ φύσει, διὸ καὶ παρὰ φύσιν ἔχειν λέγεται· οὔτε τῶν ἀποφάσεων, ἀναιρετικὰ γὰρ ταῦτα τοῦ ὅρου καὶ τοῦ πέρατος τοῦ παρὰ τῶν εἰδῶν ἐνδιδομένου τοῖς πᾶσι, καὶ ἅμ ὑλικόν ἐστι μᾶλλον τὸ τῆς ἀοριστίας πάθος ἤπερ εἰδητικόν· οὕτε τῶν ἄλλοτε ἄλλως ἐχόντων· ταῦτα γὰρ ‘ἐκ κινουμένης αἰτίας τὸ τρεπτὸν καὶ μεταβλητόν, ἀλλ’ οὐκ ἐκ τῆς ἀκινήτου καὶ σταθερᾶς τῶν εἰδῶν ἐλλάμψεως ὑποδέχεται. ἀλλ’ οὐδὲ τῶν μερῶν ὅσα μὴ καὶ ὅλα ἐστὶν ἰδέας ἀπολιμπάνουσιν, οἷον χειρὸς ἡ κεφαλῆς ἢ δακτύλωι ἢ ῥινός· ὁλοτελεῖς γὰρ οὖσαι τῶν πραγμάτων αἰτίαι τὰ ὅλα εἴδη παράγουσιν οὐ διῃρημέναι περὶ τὰ τούτων μόρια κατὰ τοὺς τῆς φύσεως λόγους. οὐ μὴν οὐδὲ τῶν πρώτως τοῖς σώμασι συμβεβηκότων ἐν νῷ τὰς διωρισμένας αἰτίας ἀπετίθεντο, γλυκύτητος φέρε καὶ λευκότητος· ἀρκεῖν <γὰρ> ᾤοντο τοὺς φυσικοὺς λόγους πρὸς τὴν τῶν συμβεβηκότων τοῖς ποίησιν. οὐ μὴν οὐδὲ τῶν συνθέτων, οἷον ἀνθρώπου σοφοῦ· ἁπλᾶ γὰρ ὄντα τὰ εἴδη ἁπλῆς ἕκαστον οὐσίας ἐξηγεῖται, τὸ δὲ μετασχὸν διφόρων εἰδῶν κινεῖ τὴν διάνοιαν ἡμῶν εἰς τὸ συντιθέναι τόδε τῷδε ἢ διαιρεῖν ἀπὸ τῶδε τόδε· περὶ ὃ τοίνυν κατάφασις καὶ ἀπόφασις, περὶ τοῦτο καὶ σύνθεσις καὶ διαίρεσις· τὰ δὲ εἴδη καὶ ἡ τοῖς εἴδεσι σύστοιχος νόησις ἁπάντων τούτων ἐξῄρηται δι’ ἁπλότητος ὑπερβολήν. οὐ τοίνυν οὐδὲ τῶν ἐξ ἀνομοιογενοῦς συμπλοκῆς ἐχόντων τὴν γένεσιν, οὐδὲ τούτων εἴδῃ θετέον εἶναι, οἷον γίννων καὶ ἡμιόνων καὶ τῶν ἀπὸ διαφόρων δένδρων συμφυομένων· | ὑστερογενῆ γὰρ πάντα ταῦτα καὶ ἐπεισοδιώδη καὶ οὐ μόνης φύσεως [*](894a) ἔργα, οὐδ’ ὅλως κτὰ τοὺς ἑαυτῆς ὁδευούσης λόγους, ἀλλ’ οἷον ἀδικουμένης καὶ † μετευομένης καὶ πολυπραγμονεῖν ἀναγκαζομένης. δῆλον τοίνυν ἐκ τούτων, ὅτι καὶ πᾶσα τέχνη μιμουμένη τὴν φύσιν καὶ πρὸς μόνον τὸν θνητὸν βίον συντέλειάν τινα παρεχομένη τῆς τῶν εἰδῶν αἰτίας ἀπολείπεται. οὐ μὴν οὐδ’ ὅσα ψυχικῆς ἔχεται προαιρέσεως ἔργα οὐδ’ ὅσα κατὰ συνδρομὴν πλειόνων αἰτίων ἀποτελεῖται, ἃ δὴ κτὰ τύχην ὀνομάζειν εἰώθαμεν, οὐδὲ ταῦτα τῆς τῶν εἰδῶν αἰτίας ἐξάπτομεν· τὰ γὰρ ἐκεῖθεν ἀποτελούμενα ἀεί τέ ἐστι καὶ ὡσαύτως ἔχει καὶ τῆς τῶν ἐνδεχομένων ἐξῄρηται φύσεως. λείπεται τοίνυν τῶν καθόλου καὶ τελείων οὐσιῶν εἶναι τὰς ἰδέας [*](1 ποιεῖ] possis ποθεῖται (explicat enim cur τελικὴ αἰτία sint εἴδη) 6 δημιουργίαις: γίαις in ras. C1 20 γὰρ add. Bag. 25.26 ἁπάντων scripsi: οὐ πάντων C (συμπάντων Us.) 31 μεταιρομένης Us.: ματαιουμένης Diels probabiliter)
p. 1078b34 Καὶ παραπλήσιον . . . προῆλθον.
Τὸ μὲν πρότερον σκῶμμά ἐστι καὶ οὐκ ἔλεγχος, τὸ δὲ δεύτερον εἴρηται μὲν ὡς ἐκείνων ἰδέας διδόντων καὶ τοῖς συμβεβηκόσιν· εἰ οὖν ἑκάστῳ ἡμῶν πολλὰ συμβέβηκε, πλείω τῶν καθ’ ἕκαστα τὰ εἴδη. ψεῦδος δέ ἐστι τὸ ῥηθέν· οὔτε γὰρ τῶν καθ’ ἕκαστα εἴδη ἐστὶ κατὰ τοὺς ἀκριβεστέρους τῶν Πλατωνικῶν οὔτε τῶν συμβεβηκότων τοῖς σώμασι. ῥητέον δὲ καὶ πρὸς τὸ σκῶμμα, ὅτι μηδὲ τοὺς ἵππους ἀριθμῆσαι δυνατόν, εἰ μὴ τὸν μοναδικὸν ἀριθμὸν ἀναλογισαίμεθα ἕτερον ὄνια παρὰ τὸν τῶν ἀριθμητῶν. ὅλως δὲ εἰ μὴ μέλλοιμεν ὑλικὰς αἰτίας * * ἀλλὰ τὰς πρωτουργοὺς καὶ τῶν ἀποτελεσμάτων ἐξῃρημένας, ἀνάγκη μεταβαίνειν ἐφ’ ἑτέρας φύσεις, αἳ διαιωνίως καὶ ἀκινήτως καὶ αὐτῷ τῷ εἶναι τὰ πάντα κόσμου καὶ τάξεως πληροῦσαι τὴν αἰτίαν τῶν γιγνομένων ἐν ἑαυτοῖς περιέχουσιν, ἐλάττους μὲν ἀριθμῷ τῶν ἐγκοσμίων οὖσαι πραγμάτων, ἅτε τῷ ἑνὶ γειτνιῶσαι καὶ προσεχῶς ἀπὸ τῆς μονάδος προελθοῦσαι, δυνάμει δὲ ἀφράστῳ τήν τε τοῦ σύμπαντος χρόνου καὶ τὴν τῶν ἐν αὐτῷ φυομένων ἀπειρίαν περιλαμβάνουσαι κατά τινα ὑπεροχὴν ἐξῃρημένην αὐτῶν καὶ ἀσύντακτον.
p. 1079a2 Παρ’ ἕκαστον...οὐσίας.
[*](894b)Εἴρηται τίνων εἰσὶν ἰδέαι, ὅτι τῶν τε καθόλου οὐσιῶν καὶ τῶν τελειωτικῶν αὐτῶν· ψεῦδος οὖν τὸ παρ’ ἕκαστον εἶναι ὁμώνυμον· πλὴν τό γε τοσοῦτον αὐτός τε ὀρθῶς εἴρηκε νῦν καὶ ἡμᾶς χρὴ μεμνῆσθαι, ὅτι τὰς ἔας ὁμωνύμους φησὶν εἷναι τῶν αἰσθητῶν, ἀλλ’ οὐχὶ συνωνύμους, ὡς λέξανδρος αὐτόν φησιν ὑπολαμβάνειν.
p. 1079a3 Τῶν τε ἄλλων . . . τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις.
Πολλῶν ὄντων περὶ τὰς ἰδέας προβλημάτων τέτταρά ἐστιν τὰ πλείστης ἄξια σπουδῆς, εἰ εἰσὶ καὶ τίνες εἰσὶ καὶ ὁποῖαι καὶ διὰ τί (ταῦτα δὴ πάντα ὡς ἓν πρόβλημα λέγω· περὶ γὰρ αὐτὴν τὴν ὕπαρξιν αὐτῶν πάντα ταῦτα στρέφεται)· δεύτερον τίνων εἰσὶν αἱ ἰδέαι· τρίτον τίνα τὰ μετέχοντα τῶν [*](5 an αὐτῆς? 15 nempe ἅμα λογισαίμεθα 16 excidit v. g. ἀνερευνῆσαι (etiam de μετίοιμεν cogitat Us.) 24 καθ’ ἕκαστον Arist. 29 Alex. 77,12 31 τὰ ex ἁ C1)
p. 1079a4 Ἔτι καθ’ οὓς . . . γίγνεται.
Ἐνίοτε μὲν καὶ ἐπιβολαῖς ἐχρῶντο νοεραῖς οἱ ἄνδρες, καὶ εἰκὸς ὅτι διὰ ταύτας οὔ φησιν αὐτούς ποτε συλλογίζεσθαι· ἐνίοτε δὲ καὶ δι’ ἀποδείξεως ἐπειρῶντο πιστοῦσθαι τὰ περὶ τῆς τῶν εἰδῶν οὐσίας, ἀβουλήτῳ δὲ οὐδενὶ περιέπιπτον. ὅτι δὲ οὐκ ἀληθεύει ὁ κατήγορος λόγος, δῆλον ἐξ ὧν πολλοί εἰσι τρόποι παρ’ αὐτοῖς, δι’ ὧν καὶ δεικνύουσιν εἶναι τὰ εἴδη καὶ μόνων τούτων ὧν βούλονται. ὧν εἷς οὕτως ἠρώτηται· ὁ τὸ πᾶν ὑφιστὰς θεός ἐστι, πᾶς θεὸς αὐτῷ τῷ εἶναι ποιεῖ, πᾶς <ὁ> αὐτῷ τῷ εἶναι ποιῶν ὁμοίωμα ἑαυτοῦ ποιεῖ· ὁ τὸ πᾶν ὑφιστὰς εἰκόνα ἑαυτοῦ τὸν κόσμον ποιεῖ· εἰ τοῦτο, ἔχει ἐν ἑαυτῷ παραδειγματικῶς τὰς αἰτίας τοῦ παντός, αὗται δέ εἰσιν αἱ ἰδέαι. πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ παρ’ αὐτοῖς λόγοι ὅ τε τὸ τέλειον τοῦ ἀτελοῦς προτάττων, τὴν μονάδα τοῦ πλήθους, τὸ ἀμερὲς τοῦ μεριστοῦ, [*](14 Us. ex Procl. in Tim. 249a recte concludit, excidere fere Ἰαμβλίχῳ δὲ οὔτε μόνα τὰ νοητὰ οὕτε μόνα τἄ αἰσθητά 24 τὴν δὲ Brandis Bonitz: τῆς δὲ C 33 cf. p. 1,21 34 ὁ inserui)
p. 1079a7 Κατά τε γὰρ...εἰσίν.
Ἐλέγετο μὲν ὑπὸ τῶν ἀνδρῶν καὶ τοῦτο· εἰ περὶ ὄντα αἱ ἐπιστῆμαι ἔστι τὰ καθόλου· τῶν γὰρ καθόλου αἱ ἐπιστῆμαι· ὡς εἶναι τὸν συλλογισμὸν ἐν τρίτῳ σχήματι· τὰ ἐπιστητὰ καθόλου, <τὰ ἐπιστητὰ ὄντα>, ὄντα· οὐ γὰρ πάντα τὰ καθόλου, οὐ γὰρ δὴ καὶ τὰ ὑστερογενῆ ἢ τὰ ἐν τοῖς ἀτόμοις. ἄτοπον δὲ οὐδὲν πάντα τὰ ἐπιστητὰ ὄντα εἶναι, εἰ τὰ κυρίως ἐπιστητὰ λαμβάνοιτο, ἀλλὰ μὴ τὰ ἰατρικὰ ἢ τεκτονικά· οὐ γὰρ ἐπιστῆμαι κυρίως αὗται, μόναι δὲ δικαίως οὕτως ἂν προσαγορεύοιντο αἱ περὶ τὰ ἀίδια καὶ καθ’ αὑτὰ ὄντα καὶ ἀεὶ ὡσαύτως διακείμενα πραγματευόμεναι.
p. 1079a9 Καὶ κατὰ . . . ἀποφάσεων.
Ὁτι μὲν τὸ ἓν | τοῦ πλήθους προέταττον, δῆλον· ἀλλὰ τὸ οὐσιῶδες [*](985b) καὶ γεννητικὸν τοῦ πλήθους, οὐ τὸ τῇ στερήσει οἰκεῖον· ὑστερογενὲς γὰρ τοῦτο, καὶ ἡ ψυχὴ τὴν κοινὴν στέρησιν ἰδοῦσα τῶν μὴ ἀνθρώπων ὑπέστησε παρ’ ἑαυτῇ τὸ οὐκ ἄνθρωπος· οὐ γὰρ ὥσπερ εἰδητική τίς ἐστι καὶ ὡρισμένη αἰτία ἐν τῷ παντὶ ἡ τοὺς ἵππους ἵππους ἀποτελοῦσα καὶ ἄλλη ἡ τοὺς κύνας κύνας καὶ ἄλλη ἡ τοὺς κύκνους κύκνους, οὕτως τίς ἐστι καὶ ἡ μὴ ἀνθρώπους ποιοῦσα πάντα ταῦτα· εἰ γὰρ ἦν, εἴπομεν ἂν καὶ τοῦ οὐκ ἄνθρωπος ἰδέαν εἶναι· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατὰ τὸ ἐν ἑαυτῇ θάτερον τὴν ἐν τούτοις στέρησιν τοῦ ἀνθρωπείου εἴδους κατανοήσασα κοινὸν τὸ οὐκ ἄνθρωπος ἐπ’ αὐτοῖς ἔταξεν. οὔκουν τὰς στερήσεις τοῖς ἀμερέσιν ἐξομοιώσομεν· οὐδὲ γὰρ <τὰ> προηγουμένως ὑπάρχοντα τοῖς πράγμασι καὶ κατ’ ψὴν ἐπ αὐτῶν θεωρούμενα μιᾶς καὶ τῆς αὐτῆς αἰτίας ἐξήρτηται.
p. 1079a10 Κατὰ δὲ . . . φθαρτῶν.
Ἐλέγομεν ὅτι οἷς ὁ νοῦς ἐπιβάλλει, ταῦτα ὄντα ἐστίν· οὐ γὰρ ἀνούσιοι τοῦ ἀληθινοῦ νοῦ αἱ νοήσεις· ὁ δὲ ἐπὶ τὴν φαντασίαν ἑλκύσας τὸν νοῦν (καλεῖ γὰρ καὶ ταύτην ἐν ἑτέροις παθητικὸν νοῦν) οὕτως ἄν, φησί, καὶ τῶν ἐφθαρμένων οὐσία εἴη· φαντασθείη γὰρ ἄν τις καὶ τὸ ἐφθαρμένον. [*](11 suppl. Bonitz ἄτοπον Cb: ἄτομα Ca 14 cf. Alex. 79,24 16 διακείμεναι C 25 ef. Plat. Tim. 36c 27 an ἐπ’ αὐτῶν? ἐν αὐτοῖς coni. Us. οὔτ’ οὖν C: corr. Bag. 28 οὐδὲ γὰρ τὰ Us.: οὔτε γὰρ C 33 ταύτην Bag.: ταῦτα μὲν C)
p. 1079a11 Ἔτι δὲ . . . λέγουσιν.
Τῶν μὲν ἀνουσίων σχέσεων οὔ φαμεν ἰδέας εἶναι οὐδὲ τῶν ἐν κινήσεσιν ἢ τῶν κατά τινα θέσιν οὐ ·φυσικὴν ἐπιτελουμένων, οἷον τοῦ ἀνωτέρω ἢ κατωτέρω, δεξιοῦ ἀριστεροῦ γείτονος τῶν τοιούτων. ὅσα | δὲ κατά τινος [*](896a) εἴδους μέθεξιν ἐγένετο πρός τι, οἷον ὅμοια ἢ ἴσα ἡ ἕτερα, τούτων τὰ μὲν τῶν γενῶν τοῦ ὄντος μετασχόντα, τὰ δὲ πάντως ἑνός γέ τινος ὥν εἰδῶν τὴν πρὸς ἄλληλα δέχεται σύνταξιν. καὶ τί θαυμαστόν, εἰ τῶν παρ’ ἡμῖν ἔνια πρός τι κατ’ ἐκεῖνα λέγομεν ἐπιτελεῖσθαι, ὅπου γε κἀκεῖ ταύτην ἀπολιμπάνομεν τὴν σχέσιν, οὐσιώδη μέντοι, καὶ οὐχ ἡμεῖς μόνοι ἀλλὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης; ὅταν γὰρ τὸ μὲν αἴτιον ἢ ἀρχὴν λέγωμεν εἶναι ἢ πρῶτον ἢ περιέχον, τὸ δὲ αἰτιατὸν <ἢ> ἐξ ἀρχῆς ἡ δεύτερον ἢ τί ἄλλο ποιοῦμεν ἢ τὴν τάξιν ἣν ἔχει τὰ θεῖα πρὸς ἄλληλα δηλοῦν ἐπιχειροῦμεν; ἀρέσκει δὲ καὶ αὐτῷ Ἀριστοτέλει τῶν χωριστῶν εἰδῶν, εἰς ἃ τὰς σφαίρας ἀναρτᾷ τοῦ παντός, τὰ μὲν εἶναι πρῶτα τὰ δὲ μέσα τὰ δὲ τελευταῖα, καὶ τὰ μὲν περιεκτικώτερα τὰ δὲ μερικώτερα, εἴ γε ταύτην ἔχει κἀκεῖνα πρὸς ἄλληλα τὴν τάξιν, ἣν καὶ τοῦ αἰθέρος αἱ σφαῖραι περὶ ἀλλήλας ἐκφαίνουσι. πῶς δὲ καὶ τὸν τρίτον εἰσάγουσιν ἄνθρωπον; εἰ μὲν γὰρ ὅτι καθ’ ἑκάστην τῶν ὄντων τάξιν ἐστὶ πάντα τὰ εἴδη, οὐ τρεῖς μόνοι, πολλοὶ δὲ οἱ ἄνθρωποι, ἐπεὶ καὶ πάντα πολλαπλᾶ· καὶ γὰρ ἐν νῷ καὶ νοῖς καὶ ἐν ψυχῇ τῇ μιᾷ καὶ ψυχαῖς καὶ φύσει τῇ ὅλη καὶ φύσεσι μερικωτέραις· ἐν οὐρανῷ τοίνυν καὶ γῇ καὶ σχεδὸν ἐν ἁπάσαις μερίσι τοῦ παντὸς οἰκείως ταῖς ὑποδεχομέναις χώραις τοῦτο ἄν εἴη τὸ εἶδος· ὥστε οὐ τρεῖς, ἀλλὰ τῷ γε ἡμετέρῳ λογισμῷ ἀπερίληπτοι. εἰ δ’ ὅτι συνώνυμος μὲν ὁ αὐτοάνθρωπος τοῖς τῇδε, καθά φησιν ἐξηγούμενος τὸ ῥητὸν ὁ Ἀλέξανδρος, πάντα δὲ τὰ συνώνυμα μετουσίᾳ τινὸς εἴδους συνώνυμα γίγνεται, τρίτος ἀναφανήσεταί τις ἄνθρωπος τῆς ἰδέας καὶ τῶν τῇδε κατηγορούμενος, γελοῖον γίγνεται τὸ ἐπιχείρημα· οὔτε γὰρ συνώνυμα τὰ τῇδε τῇ ἰδέᾳ· πότε γὰρ αἱ εἰκόνες συνώνυμοι τῷ σφετέρῳ γένοιντ’ ἄν παραδείγματι; οὔθ’ ὅλως μετέχειν τινὸς [*](5 φάντασμα γάρ τι τοῦτ’ (sic cod. Ε, τούτων A b) ἐστίν Ar. 6 παιδιὰ C 14 post γείτονος excidisse oppositum putat Us. 21 ἢ add. Us. 22 ποιοῦμεν fort. del putat Us. 23 τῷ post αὐτῷ add. Us. 26 περὶ] nempe πρὸς 34 Alex. 83,34)
p. 1079a14 Ὅλως τε ... εἶναι.
Βούλεται μὲν λέγειν, ὅτι τὰς ἀρχὰς τῶν ὄντων μᾶλλον ἐθέλουσι σώζειν οἱ προστάται ταύτης τῆς θεωρίας ἤπερ τὸ περὶ τῶν ἰδεῶν δόγμα, σπουδάζοντες δὲ περὶ ὃ ἧττον εἶναι θέλουσιν ἀναιροῦσι τὰς ἀρχὰς. καὶ τῷ ὄντι, εἰ τοῦθ’ οὕτως | ἔχοι, περιπίππτοιεν <ἂν> ἀβουλήτῳ πράγματι. [*](896b) ἀλλ’ ἴδωμεν εἴ τι τοιοῦτον πάσχουσι.
p. 1079a15 Συμβαίνει . . . ἀρχαῖς.
Ἔλεγον μὲν οἱ ἄνδρες μετὰ τὴν μίαν τῶν πάντων ἀρχήν, ἣν τἀγαθὸν καὶ τὸ ὑπερούσιον ἓν ἠξίουν καλεῖν, δύο εἶναι τῶν ὅλων αἰτίας, μονάδα καὶ τὴν ἀπειροδύναμον δυάδα, καὶ ταύτας τὰς ἀρχὰς καθ’ ἑκάστην τῶν ὄντων τάξιν οἰκείως ἀπετίθεντο· ἔστι γὰρ καὶ τὸ ἀναλογοῦν τἀγαθῷ καθ’ ἑκάστην διακόσμησιν καὶ τὰ πρὸς τὴν μονάδα καὶ τὴν δυάδα τὴν πρώτην ᾠκειωμένα. φησὶ δὲ οὗτος, ὅτι ποιοῦντες αὐτοδυάδα ἐν τοῖς εἴδεσι καὶ αὐτομονάδα, πρῶτον μὲν ἐπειδὴ τὰ πρεσβεῖα πανταχοῦ ταῖς εἰδητικαῖς αἰτίαις ἀπονέμειν εἰώθασι, πρώτας λέγοντες εἶναι ταύτας ἀναιροῦσι τὴν ἐν ταῖς ἀρχαῖς μονάδα καὶ δυάδα (τῆς γὰρ πρώτης δυάδος ἢ μονάδος τίς ἄν εἴη πρεσβυτέρα μονὰς ἡ δυάς;), ἔπειτα δὲ καὶ ἐπειδὴ διπλασία μέν ἐστιν ἡ αὐτοτετρὰς τῆς αὐτοδυάδος, ἡ δὲ αὐτοδυὰς τῆς αὐτομονάδος, ἀριθμοὶ δὲ πάντα ταῦτα, οὐ μόνον ὁ καθ’ αὑτὸ ἀριθμὸς πρεσβύτερος τῶν ἀρχῶν ἀλλὰ καὶ ὁ πρός τι· καὶ ὅλως πολλά φησιν εἶναι τοιαῦτα, δι’ ὧν φυλάττειν ἐθέλοντες τὴν περὶ τὰ εἴδη θέσιν ἔλαθον ἑαυτοὺς ἐναντιωθέντες ταῖς οἰκείαις ἀρχαῖς. ταῦτα δὲ ὅτι φορτικῶς εἴρηται καὶ παρὰ θύρας ἀπαντᾷ πρὸς τὰ ὑπὸ τῶν θείων ἀνδρῶν εἰργμένα, δῆλα μὲν καὶ πρὸ παντὸς λόγου τοῖς ἀγχινουστέροις· οὐ μὴν ἀλλὰ καὶ παρ’ ἡμῶν ἐπιζητήσειεν ἄν τις τῆς παραλογιστικῆς ἐπιχειρήσεως τὴν διάλυσιν. φαμὲν τοίνυν ὡς ἄλλη μὲν τῶν ἀρχῶν ἡ φύσις, ἄλλη δὲ ἡ τῶν ἰδεῶν, κἀν ὁμωνύμως τι περὶ αὐτὰς ἐπισυμβῇ, μᾶλλον δὲ οὐ περὶ αὐτάς (τί γὰρ τοῖς θειοτάτοις τῶν ὄντων ἐπισυμβῆναι δυνήσεται;), ἀλλὰ περὶ τὴν ἡμετέραν περὶ αὐτὰς πραγματείαν. αὐτίκα δυὰς μὲν ἡ ἀρχηγικὴ γονίμου δυνάμεως καὶ προόδου καὶ πλήθους καὶ πολλαπλασιασμοῦ τοῖς πᾶσιν ἐξηγεῖται, διεγείρει τε πάντα καὶ κινεῖ [*](1 αὕτη C 5. 6 αὐτὸ scripsi (subaudiendum ἄνθρωπον): αὑτὸν C: αὐτοάνθρωπον cum Bag. Us. 11 ἂν add. Bag, 26 δι’ ὧν οἱ coni. Us. 32 τι Bag.: τίς C)
p. 1079a19 Ἔτι . . . πολλῶν.
Ἐν τούτοις δὴ μᾶλλον ἐμβριθῶς ἠπόρησεν. εἴρηται δὲ καὶ παρὰ τῶν [*](897a) πρεσβυτέρων καὶ παρ’ ἡμῶν ἐν τοῖς ἔμπροσθεν, τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ. καὶ ὅτι οὐσιῶν τ·ῶν καθόλου, οἷον ἀνθρώπου, ἵππου, καὶ εἴ τι τελειοῖ τὰς οὐσίας. οἷον ἀρετῆς, ἐπιστήμης, καὶ εἴ τι ψυχαῖς καὶ σώμασι | καὶ [*](897b) φύσεσι παραγίγνεται, οἷον ὁμοιότης ἰσότης μέγεθος καὶ εἴ τι τοιοῦτον· τὰ δὲ μόνοις τοῖς σώμασι συμβεβηκότα ἐν τοῖς τῆς φύσεως λόγοις διωρισμένας αἰτίας ἔχει κατὰ τὸν Ἰάμβλιχον, ἐπεὶ ὅ γε θεῖος Πλωτῖνος ἐφίστησι, μὴ καὶ λευκότητος εἶδος ἐν νῷ θετέον εἶναι. οὐκ εἴ τι οὗν ἓν ἐπὶ πολλῶν νόημα, τούτου ἐστὶν ἰδέα (οὕτω γὰρ ἂν καὶ τῶν παρὰ φύσιν ἦσαν ἰδέαι), ἀλλ’ ὧν μὲν ἰδέαι, τούτων εἰσὶ καὶ καθόλου λόγοι, οὐ μὴν ἀντιστρέφει. οὐ μὴν οὐδ’ ὅσων εἰσὶν ἐπιστῆμαι αἱ μὴ κυρίως λεγόμεναι, τούτων ἁπάντων ἐστὶν εἴδη. — τὸ μέντοι οὐσιῶν οὐσῶν αὐτῶν τὰ τῇδε μετέχειν, εὖ εἴρηται· οὐ μὴν εἴ τι οὐσίας μετέχει, τοῦτο οὐσία ἐστί· τὴν γοῦν αὐτοεπιστήμην καὶ τὴν αὐτοδικαιοσύνην οὐσίας εἶναί φαμεν, ἀλλ’ αἱ παρ’ ἡμῖν ἕξεις οὐκ οὐσίαι. κἀκεῖνο δὲ ῥητέον, ὅτι ταῖς ἰδέαις οὐδέν ἐστιν ἐν ὑποκειμένῳ, ἀλλὰ πάντα εἰς οὐσίαν τελεῖ· καὶ γὰρ τῷ αὐτοδιπλασίῳ τὸ ἀίδιον οὐ συμβέβηκεν οὐδὲ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην· σαφῶς γοῦν ἀπέδειξεν ἐν τῷ τῆσδε τῆς πραγματείας, ὅτι μηδέν ἐστι φθαρτὸν ἡ ἄφθαρτον κατὰ συμβεβηκός. μᾶλλον οὖν ὧδε ῥητέον, ὅτι πᾶν ἄυλον εἶδος καὶ θεῖον ἐν ἀπληθύντῳ καὶ μονοειδεῖ καὶ ἁπλουστάτῃ οὐσίᾳ πολυδυναμώτατόν ἐστι καὶ μετέχεται οὐ κατὰ πάσας ἑαυτοῦ δυνάμεις ὑπὸ τῶν τῇδε. τὸ οὖν αὐτοδιπλάσιον ἔχει μὲν κατ’ οὐσίαν καὶ τὸ ἀμέριστον καὶ τὸ νοερὸν καὶ τὸ δημιουργικὸν καὶ τὸ ἀίδιον, καὶ οὐδὲν τούτων ὡς ἐν ὑποκειμένῳ· μετέχεται δὲ ὑπὸ μὲν ψυχῆς τῆς ἄνω κατὰ πλείους ἑαυτοῦ δυνάμεις, ὑπὸ δὲ τῆς ἡμετέρας κατὰ ἐλάττους, ὑπὸ δὲ σωμάτων ἡ δυνάμεων σωματικῶν ἀγαπητῶς κατὰ μίαν ἡ δύο. τὰ μέντοι μετέχοντα τῶν οὐσιῶν οὐκ ἀνάγκη πάντα οὐσίας εἶναι (καὶ περὶ τούτου πολλάκις ὑπεμνήσαμεν), ἀλλ’ ὥσπερ ἀμερῶν [οὐσῶν] μετέχει τινὰ μεριστῶς καὶ νοερῶν ἀνοήτως, οὕτως οὐσιῶν ἀνουσίως· τὸ γὰρ λέγειν ἓν ἐπὶ πολλῶν οὐ τοῦτο ἐδήλου ὡς τοῦ ἑνὸς ὑπὸ τὴν αὐτὴν ὄντος ἐκείνοις κατηγορίαν, ἀλλ’ ὡς ἐξῃρημένης ἐκείνης τῆς ἑνάδος ἀφάτοις τισὶν ὑπερβολαῖς τοῦ ἐξ αὐτῆς προἰόντος καὶ πρὸς αὐτὴν ἀπεικασθέντος καὶ εἰς αὐτὴν ἀνηρτημένου πλήθους.
p. 1079a33 Καὶ εἰ μὲν...αὐτῶν.
Ἀλλ’ οὔτε συνώνυμοι τοῖς τῇδε αἱ ἰδέαι (γελοῖον γὰρ καὶ τὸ διαπορεῖν περὶ τούτων, ἵνα μὴ πρὸς τοῖς ἄλλοις καὶ ὁ τρίτος ἄνθρωπος ὥς φασιν [*](2 δὴ Us.: ἢ C εἴ τι Us.: ὅτι C 9 dubito de εἶναι γρ. οὐκ εἴ τι οὖν ἓν in mg. C1: οὐκ ἔστιν οὖν ἓν C1 in textu; οὐκέτι οὑν οὗ ἐστιν ἓν C2 10 τοῦτο Us. probabiliter 12 cf. p. 110,13 17 τὸ αὐτοδιπλάσιον C 20 met. I 10. 1050a 1 22 an πάσας τὰς? 27 μὲν τοίνυν Us. 28 οὐσῶν delevi 33 εἰς ἑαυτὴν C)
p. 1079b3 Εἰ δὲ . . . δίπουν.
[*](898a)Τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστιν· εἰ δέ τις μήθ’ ἀπλῶς συνωνύμως λέγοι τὰς ἰδέας τοῖς τῇδε μήθ’ ἀπλῶς ὁμωνύμως, ἀλλὰ τὸν αὐτὸν μὲν ἐφαρμόζοι λόγον καὶ τῇ ἰδέᾳ καὶ τῷ πρὸς αὐτὴν ἀπεικασμένῳ, προστιθείη δὲ ἐπὶ μὲν τῆς ἰδέας τὸ νοητὸν εἰ τύχοι, ἐπὶ δὲ τῶν τῇδε τὸ αἰσθητόν, οἰήσεται μέν τι λέγειν, οὐδὲν δὲ κατά γε τὸ ἀληθὲς ἐρεῖ· τίνι γὰρ τῶν ἐν τῷ ὁρισμῷ τὸ νοητὸν ἢ τὸ αἰσθητὸν προσνέμοι; οἷον εἰ κύκλος μὲν εἴη φανταστός, εἴη δὲ καὶ αὐτὸς κύκλος ὁ νοητός, λέγοι δέ τις ἑκάτερον μὲν αὐτῶν σχῆμα εἶναι ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι [πρὸς τὴν περιφέρειαν] ἴσαι ἀλλήλαις εἰσίν, ἀλλὰ τὸν μὲν αὐτοκύκλον σχῆμα λέγοι νοητόν, τὸν δὲ παρ’ ἡμῖν σχῆμα φανταστὸν ἡ αἰσθητόν, σκοπεῖν δεῖ, φησί, μὴ οὐδὲν ᾖ τὸ λεγόμενον· τίνι γάρ, φησί, τὸ νοητὸν ἢ τὸ αἰσθητὸν συντάξει; τῷ σχήματι ἢ τῷ ἐπιπέδῳ ἢ τῇ γραμμῇ ἢ τῷ σημείῳ; πάντα γὰρ οὐσίαι τὰ εἰς τὸν ὁρισμὸν παραλαμβανόμενα, ὡς ἐπὶ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον τὸ δίπουν. χρὴ δὲ πρὸς αὐτὸν φιλαληθῶς μὲν ἀπαντῶντα λέγειν, ὅτι μηδὲ τὴν ἀρχὴν ὅρον ἔδει τῆς ἰδέας ἀποδιδόναι (τὰ γὰρ ἀμέριστα καὶ ἀπλᾶ εἴδη καὶ νοερὰ καὶ τῶν ὁριστικῶν λόγων ἐξῄρηται καὶ πάντων τῶν κατὰ διέξοδον καὶ ἀνέλιξιν θεωρεῖσθαι πεφυκότων, ὡς ἐν ταῖς Ἐπιστολαῖς ὁ θεῖος Πλατῶν περὶ τοῦ οὐσιώδους κύκλου διείλεκτ·αι, ἄλλο τι αὐτὸν εἶναι λέγων παρὰ τὸν ὁριστὸν καὶ ἐπιστητόν· καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ἐν τῷ Η ταύτης τῆς πραγματείας ἐδικαίωσε τῶν πάντῃ καὶ τελέως ἁπλῶν εἰδῶν μηδ’ ὁρισμὸν εἶναι), συγκαθιέντα δὲ αὐτῶ καὶ εἰς τὰς καθ’ ἕκαστον ἐπιχειρήσεις εἰπεῖν, ὅτι εἰ καὶ ὁριστὰ ἦν τὰ εἴδη, οὐκ ἀνάγκη τοῖς αὐτοῖς ἦν ὁρισμοῖς ἡμᾶς ἐπί τε τῶν τῇδε κεχρῆσθαι καὶ ἐπὶ τῶν παραδειγμάτων· οὐ γὰρ δὴ τῆς εἰκόνος τοῦ Σωκράτους ὁ αὐτὸς λόγος καὶ τοῦ Σωκράτους, καίτοι γεγονυίας τῆς εἰκόνος πρὸς τὸ Σωκρατικὸν εἶδος. εἰ δέ τις καὶ τὸν αὐτὸν ὁρισμὸν ἀμφοῖν ἀπεδίδου, τί ἐκώλυε καθ’ ἕκαστον τῶν λεγομένων ἐφ’ ὧν μὲν τὸ νοητὸν ἀκούειν, ἐπὶ δὲ τῶν τῇδε τὸ αἰσθητόν; νοητῶς γὰρ πάντα ὑπάρχειν, εἴπερ ὅλως ὑπῆρχεν, εὔλογον ἦν τῇ ἰδέᾳ, φυσικῶς δὲ τοῖς πρὸς αὐτὴν ἀπεικασθεῖσιν. οὔτ’ οὖν ὁριστὴ ἡ ἰδέα κατά γε τὸ ἀληθές, οὔτε εἰ ἦν ὁριστή, τῷ αὐτῷ ἄν ὅρῳ τοῖς ἀποτελέσμασιν ἐκρατήθη, οὔτε εἰ τούτοις τις συνεχώρησε πᾶσιν, ἐκω|λύετο [*](898b) νοητῶς μὲν αὐτὰ τοῖς παραδείγμασιν ἀπονέμειν, φανταστικῶς δὲ ἢ φυσικῶς [*](10 an προσνεμεῖ? cf. Alex. 742,11 11 αὐτοκύκλος νοητός Us. probabiliter, nam sic dicere solent posteriores; at Ar. ipse αὐτὸς κύκλος sim. haud raro 14 del. Bag. 20 μήτε C: corr. Bag. 21 λόγος C 23 Plat, epist. VII 342 sq. 24 τὸν Us.: τὸ C 25 Ar. met. H 3. 1043b25 35 γε Bonitz: τε C 36 οὔτε Bonitz: εἴτε C ἐκωλύετ’ ἄν Us. )
p. 1079b12 Πάντων . . . αἴτια αὐτοῖς.
Περὶ τοῦ χρησίμου τῶν ἰδεῶν ἐπιζητεῖ, μὴ ἄρα οὐδὲν συμβάλλονται τοῖς αἰσθητοῖς καὶ ὑποτεθεῖσαι εἶναι. ῥητέον οὖν ὡς πάντα μὲν τὰ θεῖα διὰ τὰς ἀρχὰς τὰς ἑαυτῶν καὶ δι’ ἑαυτὰ καὶ ἔστι καὶ τοιαῦτά ἐστιν· οὐ μὴν ἀλλ’ ἐπειδὴ γεννητικὴ καὶ προνοητικὴ αὐτῶν ἐστιν ἡ ὕπαρξις, εἰ καὶ μὴ τῶν δευτέρων ἕνεκεν ὑπέστη, ἀλλ’ οὖν καὶ οὐσίας καὶ δυνάμεως καὶ τελειότητος ἀπάσης μεταδίδωσι τοῖς μεθ’ ἑαυτά. καὶ δὴ καὶ διὰ τὰ εἴδη τά τε ἀίδια τῶν αἰσθητῶν καὶ ὑπέστη καὶ ἀίδια μένει, τοιαῦτα ὄντα τῷ ἐκείνων ἔρωτι πρὸς ἄπαυστον ζωὴν καὶ κίνησιν ἀνεγειρόμενα, τά τε θνητὰ καὶ ἔνυλα τῆς φύσεως δημιουργήματα πότ’ ἄν τὴν εἰς τὰ ὄντα πάροδον ἐδέξατο, μὴ τῆς φύσεως καὶ τῶν χρωμένων τῇ φύσει δημιουργικῶν αἰτίων πρὸς ὡρισμένα ἄττα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα τὴν ποίησιν ἀναφερόντων; διὰ τί γὰρ μὴ ἐκ τῆς τυχούσης μεταβολῆς ἡ τυχοῦσα παρήγετο, ἀλλ’ ὡρισμέναι τῆς φύσεως αἱ μεταβάσεις καὶ αἱ δίοδοι φαίνονται, εἰ μή τις ἦν τάξις μὲν ἐν τοῖς τῆς φύσεως λόγοις προυπάρχουσα, [τὸ] πρὸ τάξεως δὲ ἀμερὲς αἴτιον τῷ δημιουργοῦντι τὰ ὅλα συνυφιστάμενον; καὶ αὐτῷ δὲ ἀρέσκει τῷ Ἀριστοτέλει τὸ πρώτιστον αἴτιον ἀκίνητον ὂν τῆς ὅλης περικοσμίου κινήσεως εἰ καὶ μὴ [ὡς] παραδειγματικὸν ἀλλ’ οὖν αἴτιον εἶναι τελικόν.
p. 1079b15 Ἀλλὰ . . . δόξαν.
Ὁτι μὲν πρὸς ἐπιστήμην τῶν πραγμάτων ἡ τῶν ἰδεῶν θεωρία μεγάλα συμβάλλεται, δηλοῖ πολλαχοῦ μὲν ὁ θεῖος Πλατῶν, μάλιστα δὲ ἐν Παρμενίδῃ, οὐδὲ ὅποι τις τρέψει τὸ τῆς διανοίας ὄμμα καταλελεῖφθαι φάς, εἰ μὴ τὴν ὡρισμένην τῶν εἰδῶν αἰτίαν ἐπισκέπτεσθαι δύναιτο. καὶ ἐν Φαίδωνι δὲ αἱ κυριώταται τῶν τῆς ψυχικῆς ἀθανασίας ἀποδείξεων τῇ τῶν ἰδεῶν ἀρχῇ καὶ ὑποθέσει κέχρηνται· οὐ μὴν ἀλλὰ καὶ πρὸ παντὸς λόγου τοῦτο ἄν τις οὐ χαλεπῶς θεωρήσειεν· εἰ γὰρ αἰεὶ τὰς εἰκόνας ἐκ τῆς ἐπὶ παραδείγματα γιγνώσκομεν ἀναφορᾶς, πῶς ἔνεστιν εἰκόνα ὄντα τόνδε τὸν αἰσθητὸν κόσμον τοῦ νοητοῦ μὴ διὰ τοῦτον καὶ ἐκεῖνον γνωρίζεσθαι; τὸ δὲ μὴ διὰ τοῦτο συντελεῖν ἡμῖν τὴν τῶν ἰδεῶν θεωρίαν εἰς τὴν ἐπιστήμην τῶν τῇδε, ὅτι μήτε οὐσίαι τούτων ἐκεῖναι μήτε | συμβεβηκότα, παντὶ μᾶλλον ἔπρεπε [*](899a) λέγειν ἢ ἀνδρὶ ἀποδεικτικῷ· εἴπερ γὰρ ἐκ προτέρων αἱ ἀποδείξεις καὶ αἰτιωτέρων, οὔτε διὰ τῶν ἑαυτοῦ στοιχείων ἐπιστητὸν ἄν τι γένοιτο (οὐ γὰρ [*](6 καὶ ὑποτ. εἶναι paululum offendit; latetae εἰς τὸ εἶναι? 10 possis ἅπασι 11 τοιαῦτα ὄντα nexu caret 18 τὸ delevi 20 Ar. met. Λ 6 21 ὡς delevi 23 ἰδῶν C 24 Plat. Parm. 135bsq. 25 Plat. Phaed. 100bsq. 29 nempe (εἰς τὰ εἰς τὰ ΑΗ) 31 μὴ δι’ ἐκεῖνον καὶ δι’ ἐκεῖνον γν. C1 corr. C2 32 ἰδεῶν Us.: εἰδῶν C (possis seivato εἰδῶν ἐκεῖνα in v. 33))
1079b23 Ἀλλὰ μὴν . . . λέγεσθαι.
Ὁτι μὲν οὔτε ὡς ἐξ ὕλης οὔτε ὡς ἐκ στερήσεως οὔτε κατὰ τὸν συγκειμένων τρόπον οὔτε ὡς ἐξ εἴδους ἐνύλου φαμὲν ἐκ τῶν ἰδεῶν τὰ τῇδε συνίστασθαι, πρόδηλον, ἐπεὶ μηδὲν τούτων ἀληθές ἐστιν αἴτιον, τὰ δέ γε εἴδη τὰς κυριωτάτας αἰτίας καὶ πάντων περιληπτικωτάτας καὶ ἐξῃρημένας περιέχει τῶν ἐγκοσμίων ἁπάντων, τὰς ποιητικὰς τὰς παραδειγματικὰς τὰς τελικάς.
p. 1079b24 Τὸ δέ γε λέγειν . . . ἀποβλέτον.
Φανταστῶς γὰρ αὐτῶν ἀκούομεν καὶ μορφωτικῶς· διὸ καὶ δοκοῦσιν αἱ φωναὶ μετενηνέχθαι ἀπὸ τῶν παρ’ ἡμῖν ζωγράφων ἡ τῶν ἄλλων χειροτεχνῶν, ἐπεὶ νοῦν τις δημιουργικὸν ὑποστάτην καὶ αἴτιον τῶν ὅλων ἐνθυμηθείς, αὐτῷ τῷ εἶναι κατὰ τὴν αὑτοῦ ἰδιότητα τὰ πάντα γεννῶντα καὶ ἀξιοῦντα προνοίας ὑποθέμενος, οὐκ ἄν ἐπιζητήσειεν οὔτε τὸ ποιητικὸν αἴτιον τῶν πάντων οὔθ’ ὅπως παράδειγμα λέγομεν εἷναι τὸ ποιοῦν καὶ τὰ ἐν αὐτῷ τῆς διακοσμήσεως. πῶς δὲ καὶ διαρρήδην εἰπόντος τοῦ Πλάτωνος “ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐσ,τι ζῷον, ὅσαι τε καὶ οἷαι, καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν,” ὡς μηδενὸς τοιούτου ῥηθέντος ἐπιζητεῖ, τί τὸ ποιοῦν πρὸς τὸ παράδειγμα· ἔδει γὰρ μὴ κατανωτίζεσθαι τὰ ῥηθέντα σαφῶς, ἀλλ’ εἴπερ εἶχέ τι πρὸς αὐτὰ λέγειν, μνημονεύσαντα τῆς δόξης τοῖς ἐγχωροῦσιν ἐλέγχοις κατ’ αὐτῆς χρήσασθαι· ὁ δὲ τοσοῦτον ἀπέχει τοῦ δύνασθαί τι πρὸς τὴν ἀληθῆ τοῦ Πλάτωνος θεωρίαν εἰπεῖν, ὡς ἀναγκάζεσθαι κἄν τε συγχωρῇ κἄν τε ἀπαγορεύῃ, τὰ αὐτὰ τρόπον ἕτερον ἀείνῳ φθέγγεσθαι. τὰ γὰρ | χωριστὰ εἴδη τὰ παρ’ αὐτῷ τελικὰ [*](899b) μέν ἐστιν αἴτια καὶ ἐφετὰ τοῖς ὅλοις καὶ. τοῦ εὖ καὶ τῆς τάξεως τῆς ἐγκοσμίου κατ’ αὐτῶν αἴτια· δῆλον δὲ τῷ μετὰ συνέσεως ἐπισκεπτομένῳ τὰ ῥηθέντα, ὅτι καὶ ποιητικὰ ἂν εἴη τῶν τῇδε· οὐ γὰρ ἄλλο μὲν τῆς οὐσίας καὶ τοῦ εἴδους αἴτιον, ἄλλο δὲ τῆς τελειότητος. εἰ δὲ καὶ ἀπειροδύναμά ἐστι τὰ οὐράνια σώματα διὰ τὴν ἐκείνων ἔφεσιν, ἤτοι ἀφ’ ἑαυτῶν ἔχει τὴν [*](1 εἰς Bag.: ἐν C 2 συμβεβηκότα C: corr. Us. 5.6 ταῖς ·ἐπιστήμαις Us. τῇ ἐπιστήμῃ verum puto) S ὅτι C2: οὔτε C1 ὡς ἐκ ὢ ἐκ C 8.9 συγκείμενον C: corr. Us. 13 δέ γε C: δὲ Arist. 17 αὐτοῦ] αὐτοῦ C 20 Plat. Tim. 39e 21 ἐν om. Plat. 21.22 οἷά τε ἔνεισι καὶ ὅσαι, κ., τοιαύτας καὶ τοσαύτας Plat. 24 σαφῶς ex corr. C1 27 τε prius: τι C 29 τοῖς ἐγκοσμίοις coni. Us. 30 κατ’ αὐτῶν haud sanum; κατ’ αὐτὸν Bag., καὶ τοῦ ἀϊδίου Us. cl. p. 118,13 (an κατὰ ταὐτόν?) 33 ἔφεσιν e corr. C1 ἑαυτῆς Ca: corr. Cb)
p. 1079b27 Ἐνδέχεται . . . ἀίδιος.
Ἀλλ’ ἡ μὲν ἀπὸ τύχης ὁμοιότης ἐν τοῖς φθαρτοῖς μόνοις ἐπισυμβαίνουσα σπανιωτάτη ἐστί· τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως τὰ μὲν ἀίδια ἔχειν, τὰ δὲ γενητὰ παρὰ τῆς φύσεως δημιουργεῖσθαι οὐκ ἀσκόπῳ ἔοικεν ἔργῳ οὐδὲ ἀναιτίως τὴν ταὐτότητα καὶ τὴν ὁμοιότητα διασώζοντι· ἐπεὶ καὶ· ἐνταῦθα μὲν κινηθείη ἄν τις καὶ ἑαυτῷ καὶ ἄλλῳ παραπλησίως οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ’ οὕτω συμβάν, ἡ δὲ ἀπλανὴς καὶ ἕκαστον τῶν αἰθερίων ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως κινεῖται. οὐ χρὴ οὖν τὰ ὀλιγάκις τοῖς τελευταίοις τῶν ὄντων ἐπισυμβαίνοντα πρὸς ἀνατροπὴν τῆς τῶν ὄντων τάξεως παραλαμβάνειν.
[*](3 πεπέρασται C 5 καὶ del. Bag. 6 Plat. Phaedr. 245e 12 ἢ καί e corr. C1 16 Ar. met. Λ 8 (p. 10731) 2) 24 ὑπὸ Γ’. 26 ἐλέγχη C 30 μόνως C: corr. Us. 32 ἀσκόπως C: corr. Bonitz 36 κινεῖσθαι C: corr. Bonitz Brandis 37 ὄντως ὄντων coni. Us., possis etiam ὅλων)p. 1079a31 Ἔσται τε πλείω . . .αὐτοάνθρωπος.
[*](900a)Οὐχ ὅσα φαίνεται ἐν τοῖς τῇδε δημιουρηήμασι, ταῦτα χρὴ διῃρημένως ἀναπέμπειν καὶ ἐπὶ τὰς πρωτουργοὺς αὐτῶν καὶ νοητὰς αἰτίας· ἀλλ’ ὁ μὲν ἐνταῦθα ἄνθρωπος καὶ ζῷον ἔσται καὶ δίπουν καὶ λογικὸν καὶ θνητὸν καὶ ἄλλα μυρία, ὁ δὲ αὐτοάνθρωπος τούτων μὲν οὐδέν. ἀμερῆ δὲ τήν τε τῶν ψυχικῶν καὶ φυσικῶν καὶ αἰσθητῶν ἀνθρώπων αἰτίαν ἐν ἑαυτῷ περιείληφε καὶ ἐξαρκεῖ τῷ τῇδε ἀνθρώπῳ δημιουργουμένῳ κατ’ ἐκεῖνον πάντα χορηγεῖν, ὅσα αὐτῷ συντελεῖ πρὸς τὴν ἐνθάδε ὑπόστασιν. οὐδὲ οὖν δεῖ τὸν τῇδε ἄνθρωπον πολλῶν ἰδεῶν μετέχειν, καθό ἐστιν ἄνθρωπος· ἀλλ’ εἰ μέν, ὅτι αἰσθητὸς ὢν καὶ τῆς ἐν τῇ φύσει μετέχων τοῦ ἀνθρώπου αἰτίας καὶ τῆς ἐν τῇ ψυχῇ καὶ τῆς ἐν νῷ, ταύτῃ πλειόνων ἰδεῶν λέγοιτο μεταλαγχάνειν, συγχωρεῖν χρή· καὶ οὐδὲν ἄτοπον τὰ τελευταῖα πάντων μετέχειν τῶν πρὸ αὐτῶν, εἰ καὶ τῶν μὲν φύσεως λόγων κυρίως μεταλαμβάνειν ἂν λέγοιτο κατὰ τὸν ἐλλογιμώτατον Ἀμέλιον, τῶν δὲ τῆς ψυχῆς εἰδῶν ἐμφάσεις ὑποδέχεσθαι, πρὸς αὐτὰ δὲ τὰ νοητὰ αἴτια μᾶλλον ὁμοιοῦσθαι. εἰ δὲ ὅτι καθὸ τόδε τὸ εἶδος ἔχει, πλειόνων ἐστὶν εἰδῶν ἀποτέλεσμα διὰ τὴν ἐν αὐτῷ τῶν λόγων διαίρεσιν, οὐκ ἐπιτρεπτέον τῷ τὰ αὐτὰ τοῦτον τὸν τρόπον ὑπολαμβάνοντι, ἀλλὰ τὴν μὲν διαίρεσιν καὶ τὸν κατακερματισμὸν τῶν λόγων ἐν τοῖς [*](900b) ἀποτελέσμασιν ἀπολειπτέον, τὴν δὲ ἀμερεστάτην τῶν ὅλων περιοχὴν τοῖς ἐξῃρημένοις αἰτίοις ἀπονεμητέον.
p. 1079b33 Ἔτι οὐ μόνον...εἰκών.
Εἶναι μὲν ὁλικωτέρας αἰτίας καὶ ἄλλας μερικωτέρας ἐν νῷ θετέον, ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν αὐτὴν ταῖς φαινομέναις σφαίραις τοῦ αἰθέρος τάξιν ὁμολογῶν ἔχειν καὶ τὰ νοερὰ τοῦ παντὸς αἴτια, δῆλός ἐστι συγχωρῶν τὰ μὲν αὐτῶν εἶναι περιληπτικώτερα τὰ δὲ μερικώτερα. οὐ μὴν διὰ τοῦτο ἢ αὐτῷ ἕπεται ἢ ἡμῖν τὸ εἰκόνας τὰ δεύτερα τῶν προτέρων λέγειν. ὅλως δὲ ἡνῶσθαι μὲν ἀλλήλοις καὶ χωρεῖν δι’ ἀλλήλων καθαρῶς καὶ ἀσυγχύτως τὰ θεῖα εἴδη καὶ νοερὰ λέγοιτ’ ἄν, μετέχειν δὲ καθάπερ αἱ δεύτεραι καὶ πολλοσταὶ φύσεις αὐτῶν μετέχουσιν οὐδαμῶς ἄν ἀλλήλων λέγοιντο. πάντα οὖν πρῶτα τἀκεῖ καὶ ἀληθῆ καὶ τῶν μεθ’ ἑαυτὰ παραδείγματα καὶ [τὸ] τῆς εἰκόνος οὐδεμίαν ἐν ἑαυτοῖς παρείσδυσιν ἐπιδέχεται.
p. 1079b35 Ἔτι . . . πραγμάτων οὖσαι χωρὶς εἶεν.
Γὰ μὲν ἔνυλα εἴδη ἀχώριστά ἐστι τῶν ὑποκειμένων· ἀλλ’ οὐχ οὕτως αἱ ἰδέαι οὐσίαι ἐλέγοντο τῶν πραγμάτων, ἀλλ’ ὅτι κατ’ αὐτὰς καὶ δι’ αὐτὰς [*](2 possis ὅσα <μεριστὰ> 5 ἀμερῆ Us.: ἐν ἀμερεῖ C 8 οὐδὲν C: corr. 9 μετέχει ΑΗ 16 ἀποτελέσματα C: corr. Bonitz ἐν ἑαυτῶ C 17 τῷ πάντα τὸν αὐτὸν τρόπον Us., satis est τὰ αὐτὰ in ταῦτα mutare 19 ἀποληπτέον C: corr. Us. (ὑποληπτέον H) 26 καὶ παραδείγματα καὶ ante εἰκόνας ex Arist. add. 31 τὸ del. Bag.)
p. 1080.12 Ἐν δὲ . . . κινῆσον.
Δεῖ μὲν ἀεὶ τὰς ὅλας ποιήσεις τῶν θείων εἰδῶν ἐνεργείᾳ εἶναι (καὶ διὰ ταύτην τὴν αἰτίαν οὐδέποτε εἶδος ὅλον ἐκλείπειν τὸν κόσμον δυνήσεται· ἀπειροδυνάμου γὰρ ὄντος τοῦ αἰτίου διὰ τὴν ἁπλότητα αὐτοῦ καὶ τὴν ἀμέρειαν ἀνάγκη μὴ διαλείπειν τὰ ἀποτελέσματα)· τὸ δὲ μερικὸν οὐκ ἄν μετάσχοι τῆς ἰδέας, εἰ μὴ ὕλην ἔχοι [ἢ] πρὸς τὴν μετάληψιν αὐτῆς ἐπιτηδείαν. ἡ τοίνυν προπαρασκευὴ τῶν ἐν κινήσει φερομένων ὑλικῶν αἰτίων τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει.
p. 1080 a 4 Καὶ πολλὰ.. εἴδη.
Εἴδη μὲν δημιουργικὰ τῶν μήτε ὄντων ἐν τῇ φύσει μήτε ὑπὸ τῆς φύσεως δημιουργουμένων οὐκ ἀπελίμπανον οἱ ἄνδρες· καὶ τοῦτό γε ὀρθῶς ἱστορεῖ, ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ᾤοντο εἶναι νοερὰ καὶ θεῖα· λόγους δὲ παραδειγματικωτέρους τῶν ἀποτελεσμάτων τεχνικοὺς οὐκ ἐκείνοις μόνοις ἐνυπάρχειν ἐν τῇ ψυχῇ τῶν τεχνιτῶν, ἀλλὰ καὶ αὐτῷ Ἀριστοτέλει πολλαχοῦ δεδογμένον ἐστίν. ὃ καὶ μάλιστα | δίκαιον ἄν εἴη λέγειν τοὺς [*](901a) τῶν εἰδῶν φίλους πρὸς αὐτόν· πῶς γὰρ τὰ τεχνητὰ διὰ παραδειγμάτων ἐπιτελεῖσθαι συγχωρῶν καὶ ἐν τούτοις οὐκ ἀποδοκιμάζων τὴν παραδειγματικὴν αἰτίαν τὰ τῆς φύσεως ἔργα, ἃ δὴ μιμεῖται καὶ ἡ τέχνη, ἀσκόπως ἐπιτελεῖσθαί φησι πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως; καίτοι γε ἐνιαχοῦ λέγει καὶ αὐτὸς τὴν φύσιν τοῦ εἴδους ἐφίεσθαι, ἀλλὰ τὸν λόγον οὐ διαρθροῖ· ποίου γὰρ εἴδους; πότερον τοῦ ἐν κινήσει φερομένου καὶ ἐνύλου; ἀλλὰ τοῦτο οὔ πω πεποίηκε καὶ δεύτερόν ἐστι τῆς φύσεως καὶ τῷ ἀνειδέῳ καὶ ἀμόρφῳ συμπέκεται· καὶ ἄτοπον τὴν φύσιν τοῦ τε μηδέπω ὄντος ἐρᾶν καὶ τοῦ μεθ’ ἑαυτὴν καὶ τοῦ στερήσει συναναφερομένου καὶ διὰ τοῦτο ἀκαλλοῦς γιγνομένου καὶ ἀνεράστου. εἰ δὲ τοῦ χωριστοῦ, ἵνα καὶ τοῦ ἀληθινοῦ καὶ τοῦ πρὸ αὐτῆς καὶ θείου κατὰ τὸ ἀληθὲς εἴδους ἔχῃ τὸν ἔρωτα, πᾶσα ἀνάγκη τοῦτο νοερὸν εἶναι καὶ ἄυλον καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, ἵνα καὶ τῆς φύσεως ὅ τε ἔρως ἄσβεστος ᾖ καὶ ἀνέκλειπτος ἡ ποίησις.
p. 1080a9 Ἀλλὰ . . . πρώτας.
Ὁτι μὲν οὐδὲν τούτων πλέον εἰπεῖν ἔχει πρὸς τὴν τῶν εἰδῶν ὑπό· θέσιν, δηλοῖ καὶ τὸ πρῶτον ταύτης τῆς πραγματείας βιβλίον καὶ τὰ Περὶ [*](1 τῇδε Bonitz: εἴδη C 8 ἡ del. Bag. (nolui σχοίη) 9 ὧν Kalbfleisch: τῶν C 10 τεχνητῶν C τῷ post αὐτῷ add. Us. 22 cf. Zeller III3 423 24 πεποίηκε] expectes πέφηνε aut tale quid 26. 27 an συναναφυρομένου? 29 τοῦτον C)
p. 1080a15 Ἀνάγκη . . . εἰρημένους.
Ἡ μὲν πρώτη διαίρεσις ἐλλιπῶς μὲν εἴρηται, ἀληθῶς δέ· γάρ, εἰ ἔστιν αὐτοαριθμὸς καὶ μὴ φύσις ἄλλη ὧν ἀριθμεῖται, ἤτοι τὸν ἐχόμενον τοῦ προτέρου κατ’ εἶδος διαφέρειν ἢ μὴ διαφέρειν. τοῦτο δὲ τὸ ἢ μὴ διαφέρειν” παρεῖσθαι δοκεῖ. αἱ δὲ ἑξῆς διαιρέσεις αἱ κατὰ τὰς μονάδας περιτταὶ πᾶσαι καὶ παρὰ θύρας ποιούμεναι τὴν ζήτησιν· εἰ μὲν γὰρ τοὺς χωριστοὺς ἀριθμοὺς ἐν ποσότητι μονάδων ἔχειν ὑπετίθεντο τὴν ὑπόστασιν οἱ ἄνδρες, καλῶς εἶχε πρὸς αὐτοὺς | ἀπορεῖν, πότερον πᾶσαι αἱ μονάδες [*](901b) ἀσύμβλητοί εἰσι καὶ αἱ ἐν τῷ αὐτῷ ἀριθμῷ πρὸς ἀλλήλας καὶ αἱ ἐν ἑτέρῳ πρὸς τὰς ἐν ἑτέρῳ, ἢ πᾶσαι ἀδιάφοροι ὡς αἱ ἐν τῷ μαθηματικῷ ἀριθμῷ, ἢ αἱ μὲν ἀδιάφοροι αἱ ἐν τῷ αὐτῷ πρὸς ἀλλήλας, αἱ δὲ διάφοροι καὶ ἀσύμβλητοι <αἱ> ἐν ἄλλῳ καὶ ἄλλῳ. ἐπειδὴ δὲ ἀμερεῖς καὶ παρ’ αὐτοῖς οἱ ἀριθμοὶ καὶ ἐν εἴδεσι θείοις ἀφοριζόμενοι, ὅσοι γε αὐτῶν εἰσι τοῦ κόσμου χωριστοί, παρέλκειν ἡγούμεθα πᾶσαν τὴν τοιαύτην τοὐ λόγου πολυπραγμοσύνην. τὴν μέντοι μετὰ ταῦτα διαίρεσιν πάλιν ὡς πραγματειώδη προσιέμεθα, καθ’ ἣν ἐπιζητεῖ πότερον χωριστοὺς ὑπετίθεντο τοὺς ἀριθμοὺς εἶναι ἢ ἀχωρίστους τῶν σωμάτων, ὡς πληροῦντας μέντοι τὴν αἰσθητὴν φύσιν, ἢ τοὺς μὲν χωριστοὺς τοὺς δὲ ἀχωρίστους. ἐπεὶ οὗν ἥ τε πρώτη καὶ ἡ τελευταία διαίρεσις γέγονεν αὐτῷ πραγματειώδης, αἱρούμεθα τῆς μὲν πρώτης τὸ τοὺς διαφόρους ἀριθμοὺς ἑτέρους εἶναι τῷ εἴδει, μᾶλλον δὲ ἕτερα εἶναι εἴδη· εἴδη γὰρ καθαρὰ καὶ ἄχραντα τῶν ἀριθμῶν οὐ χωριστά· τῆς δὲ δευτέρας τὸ εἶναι καὶ χωριστοὺς καὶ ἀχωρίστους τῶν αἰσθητῶν ἀριθμούς. διὸ καὶ οἱ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τοὺς ἑκασταχοῦ γεννῶντες ἀριθμοὺς εἰκότως αὐτῷ δοκοῦσι τούτοις κεχρῆσθαι τοῖς τρόποις· οἱ μὲν γὰρ περὶ τῶν ἀχωρίστων μόνων τὸν πολὺν ποιοῦνται λόγον ἀπὸ τῶν ἡμῖν προσεχεστέρων περὶ τῶν ὑπερτέρων αἰτίων αἰνιττομενοι, οἱ δὲ περὶ τῶν χωριστῶν, ἐν οἷς παραδειγματικώτερον ἑώρων καὶ τοὺς ἐκ τῆς φύσεως προεληλυθότας περιεχομένους, οἱ δὲ περὶ ἀμφοῖν διακρίνοντες σαφεστέραν τὴν ἑαυτῶν καὶ τελειοτέραν ἀπέφαινον διδασκαλίαν. εἰ δὲ δεῖ [*](8 ἀπελέγξειν coni. Us. 12 aliquid turbatum; fort. καινὴ pro καὶ μὴ ponendum (τῶν ἀριθμητῶν pro ὧν ἀριθμεῖται Us.) 13 post prius διαφέρειν παρεῖσθαι Ca: del. Cb 21 αἱ inserui 33 an <πᾶσι> τούτοις? 37 προσεληλυθότας corr. Us.)
1080b11 Οἱ μὲν . . . αἰσθητῶν.
Ἐνταῦθα Πλάτωνα δῆλός ἐστι τάττων, ὡς καὶ ὁ ὑπομνηματιστὴς αὐτοῦ φησιν Ἀλέξανδρος. καὶ δεχόμεθα Πλάτωνα ταῦτα λέγειν, καὶ μὴ μόνον ταῦτα· εἶναι γὰρ καὶ εἰδη|τικόν ἀριθμὸν ὑπετίθετο, τάξιν ἐχόντων [*](902a) ὲν αὐτῷ τῶν εἰδῶν, εἶναι δὲ καὶ τὸν μαθηματικὸν πρεσβύτερον μὲν ὄντα τοὐ φυσικοῦ, καταδεέστερον δὲ τοῦ εἰδητικοῦ, ὥσπερ δὴ καὶ ψυχὴ φύσεως μέν ἐστιν ὑπερτέρα, νοῦ δὲ δευτέρα.
p. 1080b14 Οἱ δὲ . . . αἰσθητῶν.
Τοὺς περὶ Ξενοκράτην φησὶν αὐτὸν Ἀλέξανδρος αἰνίττεσθαι, οἳ χωρίζουσι μὲν τὸν μαθηματικὸν τῶν αἰσθητῶν, οὐ μέντοι μόνον εἶναι νομίζουσι (πῶς γὰρ ἂν Πλατωνικοί γε ὄντες καὶ πυθαγορίζειν βουλόμενοι [τῆς] τῶν ἀμερεστέρων καὶ ἐξῃρημένων τῆς ψυχικῆς οὐσίας ἀριθμῶν τῆς θεωρίας ἀπελείφθησαν;), ἀλλὰ δῆλοί εἰσι διὰ τῶν μαθηματικῶν ὀνομάτων καὶ τὰ περὶ τοὺς πρεσβυτέρους ἀριθμοὺς πραγματευόμενοι.
p. 1080b16 Καὶ οἱ Πυθαγόρειοι . . . ἐοίκασιν.
Ὅτι μὲν καὶ τὰ αἰσθητὰ κατὰ τοὺς ἀριθμοὺς ἔλεγον δημιουργείσθαι παρὰ τῆς φύσεως οἱ ἄνδρες, ὁμολογητέον· οὐ μὴν κατὰ τοὺς μαθηματικοὺς ἀλλὰ κατὰ τοὺς φυσικούς. συμβολικῶς δὲ ἑρμηνεύοντας οὐδὲν ἦν ἀπίθανον καὶ διὰ μαθηματικῶν ὀνομάτων περὶ τῆς ἑκάστου τῶν αἰσθητῶν ἰδιότητος ἐνδεύκνυσθαι. τὸ δὲ μόνων αὐτοῖς ἀνατιθέναι τῶν αἰσθητῶν ἀριθμῶν τὴν κατανόησιν, μὴ πρὸς τῷ καταγελάστῳ καὶ λίαν ἀσεβὲς ᾖ· τοὺς γὰρ ὑποδεξαμένους μὲν παρ’ Ὀρφέως τὰς θεολογικὰς ἀρχὰς τῶν νοητῶν καὶ νοερῶν ἀριθμῶν, ἐπὶ πλεῖστον δὲ αὐτὰς προαγαγόντας καὶ τὴν ἄχρι τῶν αἰσθητῶν ἐπικράτειαν αὐτῶν ἀναφήναντας καὶ πρόχειρον ἔχοντας ἐπίφθεγμα τὸ “ἀριθμῷ δέ τε πάντ’ ἐπέοικε” πῶς οὐκ ἄτοπον περὶ τὰ σώματα μόνον καὶ τοὺς [*](3 αὐτοὺς corruptum, an ἀΰλους? 12 Alex. 742,22.29 16 νοῦ δὲ C2: οὐδὲ C1 18 Alex. 742,34 20 utrum τῆς hic an in v. 21 deleas nihil refert 21 ἀμερεστάτων Us. 31 ὀρφέως in ras. C1 33. 34 cf. ad p. 103,21)
p. 1080b21 Ἄλλος . . . ἕνα εἶναι.
Μήποτε καὶ οὗτος ἐν τῷ εἰδητικῷ πάντας ἑώρα, τοὺς μὲν πρὸ αὐτοῦ ὡσανεὶ προελθόντας ἐπὶ τὸ ἐμφανέστερον, τοὺς δὲ μετ’ αὐτὸν ὡς κατ’ αἰτίαν περιεχομένους παρα|δειγματικήν. ἔνιοι . . . εἶναι. [μόνον δὲ [*](902b) τοῦτον καὶ πάντως χωριστόν, εἶναι δὲ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τούτῳ]. ἔνιοι, φησί, τὸν μὲν συνεγνωσμένον μαθηματικὸν ἀνῄρουν, ἕνα δὲ ποιοῦντες ἀριθμὸν τὸν εἰδητικὸν τὸν αὐτὸν τοῦτον ἐκάλουν καὶ μαθηματικόν. μήποτ’ οὖν ἐπειδὴ διττὸς ὁ μαθηματικός, ὁ μὲν μοναδικὸς ὁ δὲ οὐσιώδης, ᾧ τὴν λογικὴν ψυχὴν ὁ δημιουργὸς διακοσμεῖν εἴρηται, τὸν μὲν τοῖς πολλοῖς συνεγνωσένον ὡς ἀνούσιον οὐκ ἠξίουν εἰδητικὸν καλεῖν, τὸν δὲ κατ’ οὐσίαν ὑπάρχοντα ταῖς ψυχαῖς, ὃς καὶ τοῦτον αὐτοφυῶς ἄπο γεννᾷ τὸ.ν μοναδικόν. εἰς ταὐτὸν μὲν οὐκ ἦγον τῷ τῶν ἰδεῶν, εἰδητικὸν δὲ καὶ αὐτὸν οὐκ ἀπηξίουν καλεῖν, καθ’ ὅσον καὶ τοὺς μέσους λόγους τῆς ψυχῆς εἴδη προσαγορεύειν εἰώθαμεν.
p. 1080b23 Ὁμοίως . . . πρότ,ερον.
Τὰ αὐτὰ αὐτὰ καὶ περὶ τῶν γεωμετρικῶν ὀνομάτων· ἄλλως γὰρ τὰ σχήματα [τὰ] ἐν νῷ, ἄλλως ἐν ψυχῇ, πανταχοῦ δὲ ἀδιαστάτως καὶ ἀσχηματίστως, εἴ τῳ κατὰ τὴν τῶν πραγμάτων ἰδιότητα μετιόντι τὴν ἀλλὰ μὴ τὴν τῶν ὀνομάτων συνήθειαν σχήματα ἀσχημάτιστα καὶ ἀμερῆ μεγέθη † πρὸς συμπάθειαν εὐπαράδεκτον εἶναι φαίνεται. ἀμέλει τῶν θείων ἀνδρῶν ἐκείνων τινὲς ἀτόμους γραμμὰς διὰ ταύτην τὴν αἰτίαν εἰσηγούμενοι καὶ ἄποσον δυάδα αἰτίαν ἔσχον ἀλλαχοῦ μὲν ὡς ἀδύνατα λέγοντες, ἐν τούτοις δὲ ὡς περὶ μαθηματικῶν οὐ μαθηματικῶς ἀναδιδάσκοντες. [*](2 cf. ad p. 911b3 6 cf. Boeckh Philol. p. 137 Iambl. in Nicom. 10,22 Bag. — 19 = Alex. 746,13 17 τὸν ex τὴν C1 20 Plat. Tim. 35b συνεγνωσμένην Ca: corr. Cb 28 τὰ del. Bag. 30 μὴ ex corr. C1 μὴ κατὰ τὴν coni. Us., at cf. ad Procl. in remp. II 134,13, Raderm. ad Demetr. p. 67 adn. . infra p. 929b4 31 προυπάρχειν coni. Us. 33 αἴτιον ἔχεν C1; corr. C2)
p. 1080b33 Ὁσαχῶς . . . ἑτέρων.
Γὰ μὲν εὐφορητότερα μᾶλλον εἶναί φησι, τὰ δὲ ἀδυνατώτερα. ῥητέον δὲ ὅτι εἰ μὲν πάντας ὑπετίθεντο μοναδικοὺς εἶναι τοὺς ἀριθμοὺς οἱ ἄνδρες, τελείως ἄν σοι τὰ τῆς διαιρέσεως προῄει· νυνὶ δὲ τὰ μὲν παρέλκει, τὰ δὲ ἐπὶ τὸ χεῖρον ὑποτέθειται, ἐν ἐνίοις <δὲ> θεάσαιτο ἄν τις καὶ τῆς ἐκείνων ὑπολήψεως ζώπυρον.
p. 1080b37 Πρῶτον . . . ἀλλήλας.
Πάντα ταῦτα μάτην σπαθᾶται· τῶν γὰρ θείων καὶ νοητῶν ἀριθμῶν οὐδείς ἐστι μοναδικός. Εἰ μὲν οὖν . . . εἰδῶν. εἰ πᾶς ἀριθμὸς μοναδικός, πᾶσαι δὲ αἱ μονάδες ἀδιάφοροι, ἕπεται τὰ εἰρημένα· οὔτε γὰρ εἰδητικὸς ἔσται ἀριθμός (οὐ γὰρ δύναται οὗτος εἶναι μοναδικός· πόσαι γὰρ μονάδες ταύτην συνιστᾶσι τὴν ἰδέαν ἢ τήνδε, χαλεπὸν καὶ πλάσαι) οὔθ’ ὅλως ἄλλος τίς ἐστιν ἀριθμὸς πλὴν τοῦ μαθηματικοῦ. εἰ δὲ ψεύδεται ἡ ὅλη ὑπόθεσις ἡ λέγουσα πάντα ἀριθμὸν εἶναι μοναδικόν, οὐδὲν ἂν ἐξ αὐτῆς ἀποδεικνύοιτο. μᾶλλον δὲ τοὐναντίον ἔστιν ἐκ τῶν εἰρημένων συναγαγεῖν· εἰ γὰρ ἀληθὲς τὸ συνημμένον κατά τε τοὺς Πυθαγορείους καὶ κατ’ αὐτὸν τὸ λέγον, ὅτι εἰ πᾶς ἀριθμὸς μοναδικός, οὐκ ἔστιν εἰδητικὸς ἀριθμός, ἐπειδὴ ἔστιν εἰδητικὸς ἀριθμός, ὡς ἐκεῖνοι διὰ πλειόνων ὑπεμίμνησκον, οὐκ ἄν εἴη [*](1 Xenocr. fr. 46 Heinze 6 σύγχυσιν coni. Us. cl. p. 128,3; at cf. Porph. de abst. 187,7 Damasc. I 43,5 12 φυσικῶν Us.: σοφῶν C (possis ποσῶν) 14 ante τὸ prius littera erasa in C 15 γενητικὸν C 18 cf. Alex. 747,16 εὐφορητότερα Alex. cod. M: εὐφωρατώτερα C (et Alex. cod. SA) 21 δὲ add. Us. 24 εἰκῆ λέγεται in mg. C cf. Phot. lex. s. σπαθᾶν 24 νοερῶν Us. 29 fort. del. ἐστιν 33 λέγειν C: corr. Us.)
p. 1081a9 Ἰδέα . . . ὁποιαοῦν.
Καὶ ταῦτα κατασκευαστικὰ τοῦ μὴ εἶναι μοναδικοὺς ἀριθμοὺς τἀς ἰδέας, εἴπερ αἱ μονάδες ἀδιάφοροι. εἰ γάρ ἐστι, φησίν, ἐν τῇ ἐννεάδι πρώτη καὶ μέση καὶ τελευταία τριάς, εἰ τύχοι ὁ αὐτοάνθρωπος οὐ μᾶλλον ἡ πρώτη ἔσται τῆς ἐννεάδος ἢ ἡ μέση ἢ ἡ τρίτη. οὐ δεῖ δὲ πολλὰς ἰδέας εἶναι τοῦ αὐτοαν|θρώπου· ὥστε ἢ οὐδεμία ἢ πᾶσαι· εἰ δὲ ἀδύνατον πάσας, [*](903b) οὐδεμία· οὐκ ἄρα μοναδικὸς ἀριθμὸς ἡ ἰδέα, εἴπερ ἀδιάφοροι αἱ μονάδες. καὶ οὐδέν γε ἄτοπον φήσομεν ἕπεσθαι ταῦτα· οὕτε γὰρ ἄτοπά ἐστιν, οὔτε εἰ ἦν ἀδύνατα, παρ’ ἄλλο τι συνέβαινεν ἢ παρὰ τὴν τῶν ὑποθέσεων μοχθηρίαν.
p. 1081.112 Εἰ δὲ . . . ὑστέρας.
Ὅτι μὲν εἰ μή εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, οὐδ’ ὅλως εἰσίν, εὖ μοι δοκεῖ λαμβάνειν· ὅτι δὲ οὐκ εἰσίν, οὔτ’ ἔδειξεν οὔτ’ ἂν ἐνδέχοιτο δειχθῆναι. ἀλλ’ ὅτι μὲν οὐκ] εἰσὶν αἱ ἰδέαι μοναδικοὶ ἀριθμοί, τοῦτο πάλαι μὲν αἰτεῖται, κατασκευάσαι δὲ οὐ βούλεται. ἔστιν οὖν ὁ διὰ τριῶν τοιοῦτος· εἰ μὴ μοναδικοί εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, μονάδων διαφόρων μὴ οὐσῶν, οὐδ’ ὅλως εἰσὶν ἀριθμοί· εἰ μὴ ἀριθμοί εἰσιν αἰ ἰδέαι, οὐδ’ ἄν εἶεν ὅλως. κατασκευάζει δὲ τὸ δεύτερον συνημμένον οὕτω· τὰ ὄντα ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος παρ’ αὐτοῖς ὑφίσταται, πάντα τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί, τὰ ὄντα ἄρα ἀριθμοί. καὶ ὑγιαίνουσι μὲν ἄμφω αἱ προτάσεις καὶ τὸ συμπέρασμά ἐστιν ἀληθές· οὔτε δὲ τὸ ἓν οὔτε τὴν δυάδα οὔτε τὸν ἀριθμὸν κατὰ βούλησιν ἐκλαμβάνει τῶν ἀνδρῶν. οἱ μὲν γὰρ ὁρῶντες ἄμφω τὰς συστοιχίας περί ἕκαστον τῶν ὄντων τὴν μὲν ἀμείνω παρὰ τοῦ ἑνὸς ἐφήκειν αὐτοῖς ἔλεγον, τὴν δὲ καταδεεστέραν παρὰ τῆς ὢ δυάδος· ὁ δὲ συνήθως καὶ μαθηματικώτερον, μᾶλλον δέ, εἰ χρὴ τολμήσαντα λέγειν, ἀγοραιότερον ἀκούει τῶν ὀνομάτων. πάλιν ἐκεῖνοι τὰ ἀπογεννώμενα [*](5. 6 fort, οὐδ’ οὕτως 7 μὴ addidi 9 cf. Alex. 748,8 14 διάφοροι C: corr. Bag. 16 ἦν scripsi : ἡ C, εἴη AH 21 οὐκ delevi e praecedentibus illatum; cf. ad Syr. 1082b22; εἰ μὴ aut πλὴν ante μοναδικοὶ inserendum putat Us. πάλιν Us. αἰτεῖται] cf. Bonitz ind. Arist. 22 a 60 Philop. de aet. 393,26. 393, 26. 394,9 24 εἰ μὴ ἀριθμοί εἰσιν αἱ ἰδέαι in spatio a C1 relicto suppl. C2 fort, non recte; et deesse videri alterum membrum monuit Us. (velut εἰ εἰσὶν αἱ ἰδέαι, εἰσὶν ἀριθμοί); quod tamen ipse Ar. omisit 24—27 cf. Alex. 748,20)
p. 1081 a 17 δὲ . . . ἄλλως.
Ὁτι μὲν εἰ ἀσύμβλητοι ἀλλήλαις αἱ μονάδες πᾶσαι αἵ τε ἐν τῷ αὐτῶ ἀριθμῷ καὶ <αἱ> ἐν ἑτέροις καὶ πρὸς τούτῳ πᾶς ἀριθμὸς μοναδικὸς οὔτε ὁ μαθηματικὸς ἔσται ἀριθμὸς οὔτε ὁ εἰδητικός, ἀκολούθως λαμβάνει· ὅ τε γὰρ μαθηματικὸς <μοναδικὸς> μέν, ἀλλ’ ἐξ ἀδιαφόρων μονάδων οὕτω γὰρ τἀς διαιρέσεις καὶ τὰς συνθέσεις καὶ τοὺς πολλαπλασιασμοὺς καὶ πάσας ἐπ’ αὐτοῦ τὰς σχέσεις ἐπινοοῦμεν)· ὅ τε εἰδητικὸς οὐ δύναται ἐκ μονάδων [*](3 ante ἐπεὶ nonnulla deesse putat Us. 11 μοναδικὸν C: corr. Bag. 13 τάξαι addidi ex Ar. εἶναι suppl. Us.) 13. 14 glossema del. Us. 16 cf. Plat. Parm. 144c Procl. theol. Plat. 229 in Tim. 185b Damasc. 116,27.7,8.71,17.94,11.107,4.24 18 ὅτι Α: ἔτι C 21 τὰς del. Us. 22 κρύφιος] cf. Procl. in Tim. 160(1. 162e Damasc. I 41,12 24 versus sunt onaculorum Chaldaicorum, cf. de or. Chald. 23 πρόσθρωσκον sine ace. C his verbis ad lectiones de oraculis habitas relegat 29 μέν εἰ post μὲν εἰ Ca del. Cb 30 αἱ add. Bag. 32 μοναδικὸς add. Us.)
p. 1081a25 ἔπειτα. .. . ὕστερον.
Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι ἀσυμβλήτους τὰς ἐν τῷ εἰδητικῷ ἀριθμῷ μονάδας· εἰ γάρ εἰσιν ἀσύμβλητοι αἱ ἐν τῇ δυάδι δύο μονάδες, ἡ μέν ἐστιν αὐτῶν προτέρα ἡ δὲ δευτέρα· οὐ γὰρ δὴ ἅμα διάφοροι οὖσαι ἀπὸ τῶν ἀρχῶν προίασιν. ἀλλ’ εἰ τοῦτο, καὶ ἡ αὐτοδυὰς προτέρα μὲν ἔσται τῆς νεωτέρας, νεωτέρα δὲ τῆς προτέρας. μῖξις γάρ ἐστι τῶν δύο μονάδων· ὥσπερ γὰρ τὸ οἰνόμελι τοῦ μὲν οἴνου γλυκύτερον τοῦ δὲ μέλιτος· ἀγλευκέστερον, οὕτω καὶ ἡ δυὰς ὑστέρα μὲν τοῦ προτέρου μέρους ἑαυτῆς, πρεσβυτέρα δὲ τοῦ δευτέρου. ὅτι δέ παίζοντός ἐστι μᾶλλον καὶ ἀπάγοντος ταῦτα ἢ σπουδάζοντος καὶ πραγματειώδη ποιουμένου τὴν ἐξήγησιν τοῦ δόγματος, οἶμαι συνορᾶν τοὺς ἀγχινουστέρους.
p. 1081a29 Ἔτι . . . τούτους.
Τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι μετὰ τὸ ἓν τὸ ἀρχηγικὸν καὶ γεννητικὸν τῶν ὅλων ἐὰν τὴν προτέραν μονάδα τῆς δυάδος ἐπινοήσωμεν, ἔσται δυὰς ἔκ τε τοῦ ἑνὸς <τοῦ> ἀρχηγικοῦ καὶ τῆς μονάδος ταύτης, γένηται δυάς. καὶ πάλιν ἐὰν τὰς δύο μονάδας τῆς δυάδος τῷ πρώτῳ ἑνὶ συντάξωμεν, ἔσται τριὰς πρὶν ὑποστῇ τὰ τρία· καὶ ἀεὶ ἡ ποσότης τῶν μονάδων προλήψεται τοὺς οἰκείους ἀριθμούς. ταῦτα δὲ ὅτι παίζοντός ἐστι [*](1 συμβλητῶν C: corr. Us. 3 legisse igitur vid. apud Arist. αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ καὶ τῇ τριάδι 4 cf. Alex. 7.50, 19 φασίν ex Alex. 750,5 Us.: φησὶν C 5 καὶ post ὅτι del. Us. 8 δυάδος Bonitz: μονάδος C 9 expectas εἰς τὴν μονάδα ἐπιστροφὴν e corr. C1 19—25 = Alex. 750,27 sqq. 22 μονάδος Alex. 26 καὶ prius e corr. C1 παράγοντος coni. Us., fort. ἀπαπῶντος 31 τοῦ add. Us.)
p. 1081a35 Οὐδεὶς . . . ἐφεξῆς.
Ὁμολογεῖ καὶ αὐτὸς μηδένα τἀς ἀσυμβλήτους ταύτας | μονάδας [*](905a) παραδεδωκέναι· καὶ γὰρ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς ὑπάρχειν, φησίν, εὔλογον, κατ’ ἀλήθειαν δὲ ἀδύνατον. ὅτι δὲ ταῖς ἐκείνων ὑποθέσεσιν ἀκολούθως λαμβάνονται, πειρᾶται κατασκευάζειν τοῦτον τὸν τρόπον· εἰ ἔστιν ἓν πρῶτον κατ’ αὐτοὺς καὶ πρώτη μονὰς καὶ δυὰς πρώτη, πᾶσα ἀνάγκη καὶ δεύτερον ἓν εἶναι καὶ μονάδα δευτέραν καὶ δυάδα δευτέραν· ὅπου γὰρ τὰ πρῶτα, ἐκεῖ καὶ τὰ δεύτερα, καὶ ὅπου ταῦτα, ἐκεῖ καὶ τὰ τρίτα, καὶ οὕτως ἐφεξῆς. ἀλλὰ μὴν εἰ ταῦτα οὕτως ἔχει, ἀνάγκη καὶ τὰς μονάδας διαφόρους ἀλλήλαις εἶναι καὶ ἀσυμβλήτους· ἄλλη γὰρ ἡ τρίτη παρὰ τὴν δευτέραν καὶ ἡ τετάρτη παρὰ τὴν τρίτην. καὶ δῆλος ὁ τύπος τῆς παιδιᾶς· εἰ μὲν γὰρ μονάδας ἐκάλει τῶν νοητῶν οὐσιῶν ἑκάστας ἢ ἀριθμοὺς οἰκείους αὐταῖς, οὐδὲν ἦν ἄτοπον τάξεως οὔσης ἐν τοῖς θείοις πράγμασι τὰ μὲν εἶναι πρῶτα, τὰ δὲ τούτοις ἐφεξῆς ὑφεστάναι λέγειν. ἐπειδὴ δὲ μαθηματικὰς τῷ ὑποκειμένῳ μονάδας ἐπισκεπτόμενος πάλιν αὐτῶν τὸ ἴδιον ἀναιρεῖ, ἀσυμβλήτους ὑποτιθέμενος εἶναι, καὶ περὶ τὰ θεῖα διὰ τῶν ὑποθέσεων τούτων ἀθύρει, πῶς οὐκ ἄν τις παιδιὰν μᾶλλον ἡ σπουδὴν ὑπονοήσειεν εἶναι τὸ γιγνόμενον;
p. 1081b6 Ἅμα . . . ἀδύνατον.
Τοῦτο διὰ μέσου προσέρριψε ὡς καὶ περὶ τὰς ἀρχὰς ἀνακολούθως αὐτῶν διαγιγνομένων· οὐ γὰρ οἴεται δυνατὸν εἶναι καὶ μονάδα καὶ δυάδα τὴν πρώτην ἔχειν τάξιν μετὰ τὸ ἕν· εἰ γὰρ ἡ μονὰς πρώτη ἐστί, κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ δυάς. εἴρηται δὲ ἐν τοῖς προάγουσιν, ὅπως ἑκατέραν τῶν ἀρχῶν πρώτην ἔλεγον οἱ ἄνδρες, ὡς ἐξηγουμένην καὶ ἄρχουσαν τῆς ἑαυτῇ προσφόρου συστοιχίας.
p. 1081b8 Οἱ δὲ ...οὐκέτι.
Τοῦτό ἐστιν ὃ ἔλεγεν ἕπεσθαι μὲν αὐτοῖς ἐξ ἀνάγκης, οὐ μέντοι λέγεσθαι ὑπ’ αὐτῶν. καὶ ὅτι μὲν οὐ λέγεται, καὶ παρ’ αὐτοῦ ληπτέον· [*](3 ἐπιφέρει C: corr. Α 7 καὶ del. Bag. ταῦτα del. Us. 11 καίτοι pro καὶ γὰρ postulat Us. cf. Alex. 752,5 sqq. 25 τὸ λεγόμενον coni. Us. 27 cf. Alex. 752,17 27 παρέρριπται Alex. ὡς καὶ τῶν περὶ τὰς ἀρχὰς ἀνακολούθως ἑαυτοῖς (scr. αὐτοῖς?) γινομένων Alex.)
p. 1081b10 Θανερὸν . . . ἐχομένων.
Οὐ δύναται, φησίν, εἶναι ὁ εἰδητικὸς ἀριθμός, τουτέστιν ἡ καὶ ἡ αὐτοτριάς, ἀσυμβλήτων ὑποτεθεισῶν τῶν μονάδων· ᾧ ἕπεται <τὸ> μὴ εἶναι τὸν ἀριθμὸν τὸν εἰδητικόν. <ἀλλὰ> τοῦτο μὲν ἀφῆκεν· ἐπήνεγκε δὲ ὅτι κἄν τε συμβληταὶ ὦσι κἄν τε ἀσύμβλητοι αἱ μονάδες, δεῖ μὴ εἷναι τὴν αὐτοτριάδα τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖσθαι σἷον τὴν δυάδα προσλαβοῦσαν μονάδα τριάδα γίγνεσθαι, καὶ διὰ τοῦτο πολλὰς εἶναι δυάδας ἔν τε τῇ ἑξάδι καὶ ὀκτάδι καὶ δωδεκάδι, μόριόν τε εἶναι δυάδα τριάδος μὲν τὸ δίμοιρον, τετράδος δὲ τὸ ἥμισυ), τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι τι] τοιοῦτον· γεννᾶται γὰρ παρ’ αὐτοῖς ἐκ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος, καὶ ἕκαστος αὐτῶν εἷς ἐστι καὶ εἷς οὐδεὶς ἄλλου μόριον)· τὰ μὲν ὑπάρχοντα τῷ εἰδητικῷ λέγων ὀρθῶς, οὐκ ὀρθῶς δὲ προειληφώς, ὅτι πᾶς ἀριθμὸς μετρεῖται κατὰ πρόσθεσιν καὶ ἀποτελεῖται· τὰ γὰρ τοῦ μοναδικοῦ ἀριθμοῦ ἴδια μεταφέρειν οὐκ ἐχρῆν ἐπὶ πάντας ἀριθμούς. οὐδὲν οὖν ἄλλο ἐστὶ καὶ ἐν τούτοις τὸ συναγόμενον ἢ ὅτι μοναδικὸν εἶναι ἀριθμὸν τὴν αὐτοδυάδα τῶν ἀδυνάτων ἐστίν, ὃ πρὸ παντὸς λόγου παρὰ πᾶσιν ὡς εἰπεῖν συγκεχώρηται.
p. 1081b21 Ἀλλ᾿ ἐκ . . . τετράς.
Τοῦτο ὡς ἐνιστάμενος πρὸς ἑαυτὸν λέγει. ἀλλ᾿ ἐκεῖνοι, φησίν, ἐκ τῆς αὐτοδυάδος ταύτην γὰρ πρώτην καλεῖ δυάδα) καὶ τῆς ἀρχικῆς δυάδος, ἣν ἀόριστον καλεῖ δυάδα, ἀπετέλουν τὴν τετράδα, οὐ συντιθέντες αὐτὰς οὐδὲ κατὰ πρόσθεσιν αὔξοντες, ἀλλὰ τῆς ἀορίστου δυάδος διπλασιασάσης τὴν αὐτοδυάδα καὶ οὕτως ἀποτεκούσης τὴν τετράδα· ὥστε οὐκ ἂν τὸν ἐκεῖ [*](10 ἠξίουν addidi 11.12 ὀνομάτων π. δεδύνηνται Us. 15—25 = 752,33 sqq. 16 τὸ ex Alex. add. Us. 17 ἀλλὰ ex Alex. add. Bonitz 20 γίνεσθαι Alex. cod. L, γενέσθαι AM 22 τὴν δυάδα Alex. 23 τι om Alex. 25 εἷς om. Alex., at cf. Plat. leg. V 747b Thuc. II 51 etc. 26 προσειληφὼς Us. 32—36 = Alex. 753,9 sqq. 34 τετράδα: τριάδα C)
p. 1081b22 Δύο δυάδες . . . ὡρισμένην.
Εἰ καὶ μὴ κατὰ πρόσθεσιν, φησίν, αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν, ἀλλ’ οὖν ἐν τῇ τετράδι δύο δυάδας ὁμολογήσουσιν εἶναι παρὰ τὴν αὐτοδυάδα· εἰ δὲ τοῦτο φεύγοιεν, πάλιν ὁμολογήσουσι μόριον εἶναι τὴν αὐτοδυάδα τῆς αὐτοτετράδος, καὶ κατὰ πρόσθεσιν ἔσται ὁ ἀριθμὸς ἑτέρας δυάδος τῇ αὐτοδυάδι προστεθείσης καὶ οὕτως ἀποτελεσάσης τὴν τετράδα· εἰ δὲ <ἡ> τετρὰς ἔσται ἐκ τῆς αὐτοδυάδος καὶ ἄλλης δυάδος, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἡ δυὰς ὑποστήσεται ἐκ τοῦ ἀρχηγικοῦ ἑνὸς καὶ ἄλλου ἑνός. εἰ δὲ τοῦτο, οὐχ οἷοντε τὴν ἑτέραν ἀρχὴν ἀόριστον εἶναι δυάδα· τὸ γὰρ γεννώμενον ὑπὸ τῆς ἀορίστου δυάδος δυὰς ὤφειλεν εἶναι· νὺν δὲ οὐ δυὰς γεννᾶται ἀλλὰ μονάς, ἥτις σὺν τῷ ἑνὶ τὴν ὡρισμένην ἀποτελεῖ δυάδα. ἐὰν οὖν, φησί μὴ δέξωνται ἐν τῇ αὐτοτετράδι δύο εἶναι δυάδας παρὰ τὴν αὐτοδυάδα, ἕπεται αὐτοῖς ταῦτα πάντα, κατὰ πρόσθεσίν τε εἶναι τὸν ἀριθμὸν καὶ ἀνῃρῆσθαι τὴν ἑτέραν τῶν ἀρχῶν. ταῦτα δὲ ὅτι προλαμβάνων ἀεὶ μοναδικὸν εἶναι τὸν τῶν εἰδῶν ἀριθμὸν οὕτω συνάγει τὰ ἄτοπα, πολλάκις ὑπεμνήσαμεν.
p. 1081b27 Ἔτι . . . ἀδύνατον.
Ἔταττον μὲν οἱ ἄνδρες μετὰ τὸν νοερὸν ἀριθμὸν καὶ τὸν ψυχικὸν καὶ τὸν μαθηματικὸν καὶ τὸν φυσικὸν ἀριθμόν, οὐ μὴν μοναδικοὺς αὐτοὺς ἔλεγον οὐδὲ προτέρας καὶ ὑστέρας μονάδας ἐκάλουν ὡς ὑποβεβλημένας αὐτῶν τῇ ποσότητι. ἄποσοι γὰρ ἦσαν παρ’ αὐτοῖς ἅπαντες πλὴν τοῦ μαθηματικοῦ· τριάδας δὲ καὶ πεμπάδας καὶ δεκάδας ἐν αὐτοῖς ἐθεώρουν κατὰ τὰς δυνάμεις αὐτῶν καὶ τὰς οἰκειώσεις τὰς πρὸς τοὺς θείους ἀριθμούς. πεμπάδα γὰρ λέγοντες εἰ τύχοι τὴν ἐν ἡμῖν δικαιοσύνην οὐκ ἐκ πέντε μονάδων αὐτὴν ἔλεγον συγκεῖσθαι δευτέρων μὲν τῶν ἐν νῷ, πρεσβυτέρων δὲ τῶν ἐν τῇ φύσει, ἀλλὰ κατ’ ἄλλας ἐπιβολὰς τὸ μὲν τῆς πεμπάδος εἶδος συνέταττον τῷ τῆς δικαιοσύνης εἴδει, τὸ δὲ τῆς ἑπτάδος τῷ τοῦ καιροῦ, τὸ δὲ τῆς ἑξάδος αὐτό τε καὶ τὸν ἀπ’ αὐτοῦ κύβον τῷ τῆς ψυχῆς· ὃ κατὰ βούλησιν [*](3 γενητικὴ C a: corr. C b 6 ‘sine dubio scribendum ὡς Ἀλέξανδρος μὲν, cf. Alex. p. 753,17’ Us. 8—20 cf. Alex. 753,21 sqq. 9 αὐτοτετράδι Alex, 12. 13 et αὐτοδυὰς v. 14) 9. 10 αὐτοφυάδα C 12 ἡ Alex. cod. L: οm. C Alex. Α 13 ἐστιν Alex. 14 ἀρχικοῦ Alex. 20 προσλαμβάνων Us. 21 συνάγειν C: corr. Bonitz Brandis 28 πεμπάδας C b: πεντάδας C a 29 πεμπάδα C b: πεντάδα C a 31 δευτέρων et πρεσβυτέρων locos mutare velim 32 cf. ad p. 104,26 Procl. in remp. II 68,28 theol. arithm. 34,29 34 ἃ Bag.)
p. 1081b35 Εἰ δ᾿ αἱ . . . δυοποιός.
Δείξας ὅτι εἰ πᾶσα. ἀδιάφοροι αἱ μονάδες, οὐκ ἔσται ὁ εἰδητικὸς ἀριθμός, ὑποκειμένου τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν, καὶ εἰ πᾶσαι διά. φόροι, ὅτι οὔτε ὁ μαθηματικὸς ἔσται οὔτε ὁ εἰδητικός, εἴπερ πᾶς ἀριθμὸς μοναδικός, νῦν ἐπὶ τὸ λειπόμενον ἔρχεται τῆς διαιρέσεως καὶ δείκνυσιν, ὅτι κἄν αἱ μὲν ἀδιάφοροι τῶν μονάδων ὑποτεθῶσιν ὅσαι τοῦ αὐτοῦ εἰσιν ἀριθμοῦ, αἱ δὲ διάφοροι, ὅσαι ἑτέρους καὶ ἑτέρους συμπληροῦσιν, οὐδ’ ὣς ἔσται ὁ εἰδητικὸς ἀριθμός, ὑποκειμένου πάλιν τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν. ταύτης γὰρ τῆς ὑποθέσεως ψευδοῦς οὔσης καὶ καταγελάστου παρὰ τοῖς τἀκείνων ἐπεσκεμμένοις ἀποστῆναι οὐ βούλεται, δι’ ἧς οὐ χαλεπῶς καὶ ἄτοπα συνάγειν δύναται συμπεράσματα, ὅμοιον ὡς εἰ καὶ τὸν αὐτοάνθρωπον καὶ τὸ αὐτοζῷον τὸ μὲν ἐκ ψυχῆς ᾤετο εἶναι καὶ σώματος. τὸν δὲ ἐκ τοίας ψυχῆς καὶ τοίου σώματος μετὰ τοῦ καὶ γελαστικὸν εἶναι· ὧν ποῖα ἂν εὑρεθείη πρὸς γέλωτα μᾶλλον εὐδοκιμώτερα; τὰ μὲν οὖν πολλὰ τῶν ἀναγραφέντων, δι’ ὧν πολλὰς μὲν ποιεῖ πεντάδας πολλὰς δὲ δεκάδας, ἀφείσθω· πάντως γὰρ ἐξ ὧν ἤδη προείπομέν ἐστι πρόδηλα· τὸ δὲ πρὸς τῷ τέλει ῥηθέν, ὅτι “ ἡ ἀόριστος δυὰς λαβοῦσα τὴν ὡρισμένην δυάδα δύο δυάδας ἐποίησε, τοῦ γὰρ ληφθέντος δυοποιὸς ἦν”, εἴληπται μὲν ἐκ τῶν εἰωθότων παρ’ αὐτοῖς λέγεσθαι, χραίνεται δὲ μεταξὺ σοφίσματι ὡς † ἀποκείμενον νοεῖ δὲ παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ φιλοσόφοις τὸ τὴν δυάδα τὴν ἀόριστον κινητικὴν οὖσαν ἀρχὴν πάντα τὰ εἴδη γονίμου πληροῦν δυνάμεως καὶ πληθύειν καὶ προάγειν εἰς ἀπογέννησιν τῶν δευτέρων καὶ τρίτων ἀύλων εἰδῶν· δυοποιὸς δὲ εἴρηται, παρ’ ὅσον ἐν τῇ προόδῳ τὸ μὲν πλῆθος ἐπιδίδωσιν ὥσπερ διπλασιαζόμενον, ἡ δὲ δύναμις ὑφίησιν, ἅμα δὲ ὅτι καὶ ἡ τοῦ μαθηματικοῦ ἀριθμοῦ ἀρχὴ πάντας τοὺς περιττοὺς καὶ τοὺς ἀρτίους διπλασιάζουσα τὸν | ἄρτιον ὑφίστησι· καὶ γὰρ εἰ πάντων ἀριθμῶν ἥ τε μονὰς καὶ ἡ δυὰς ἀρχαί, ἀλλ’ ἴσμεν ὅπως ἀρρενωπὸς μὲν ἡ μονὰς καὶ διὰ τοῦτο περιττοποιὸς ἄλλου, θηλυπρεπὴς δὲ ἡ δυὰς καὶ διὰ τοῦτο τοῦ ἀρτίου προστάτις καὶ ἡγεμών. ἔξεστιν οὖν κατ’ ἀναλογίαν καὶ ἐπὶ τῶν πρεσβυτέρων αὐτὰ θεωρεῖν ἀριθμῶν, τὰς μὲν μονάδας καὶ τὴν ποσότητα [*](8 cf. p. 81,3 10 cf. Alex. 754,24 20 τὸ δὲ C: corr. Us. 21 de γελαστικόν cf. Arist. de part. an. III 10 27. 28 ὡς ὑποκείμενον * *· νοεῖται infinitivum deesse ratus 36 dele ἄλλου )
p. 1082a15 Ἔτι . . . αὐτῶν.
Ταῦτα πρὸς μὲν τοὺς θείους ἀριθμοὺς οὐδ’ ἠπόρηται τὸ παράπαν· οὐ γάρ εἰσιν οὗτοι μοναδικοί, ἵνα ζητῶμεν ἐπ’ αὐτῶν τί ἐστιν ἕκαστος παρὰ τὰς ὑποβεβλημένας αὐτῷ μονάδας· πρὸς δὲ τὸν μαθηματικὸν λέγοιτ’ ἂν οἰκειότερον. ἐροῦμεν οὖν καὶ ὑπὲρ τοῦ μαθηματικοῦ πρὸς αὐτόν, ὅτι ἐπειδὴ ἐν παντὶ καὶ κατὰ σὲ τὸ μὲν ὕλῃ ἔοικε τὸ δὲ εἴδει, καὶ ἐν τῇ πεντάδι αἱ μὲν πέντε μονάδες καὶ ὅλως ἡ ποσότης καὶ τὸ ὑποκείμενον τοῖς ἀριθμοῖς ἀπὸ τῆς δυάδος, τὸ δ’ εἶδος οἷον ἡ πεντὰς ἀπὸ τῆς μονάδος· πᾶν γὰρ εἶδος αὐτό τε μονάς ἐστι καὶ τὴν ὑποκειμένην ὁρίζει ποσότητα, οἷον ἡ πεντὰς αὐτή τε μονάς τίς ἐστι, διὸ πρόεισιν ἀπὸ τῆς ἀρχηγικῆς μονάδος, καὶ τὴν ὑποβεβλημένην ἑαυτῇ ποσότητα καὶ μορφοῖ τέως ἀνείδεον οὖσαν καὶ τῷ ἑαυτῆς εἴδει συνδεῖ. νοῆσαι γὰρ χρὴ δύο πάλιν ἀρχὰς τῶν μαθηματικῶν ἀριθμῶν ἐν ταῖς ψυχαῖς ἡμῶν οὔσας, παρ’ αἷς καὶ τίκτεται πᾶς ὁ μαθηματικὸς ἀριθμός, τὴν μὲν μονάδα πάντα τὰ εἴδη τῶν ἀριθμῶν ἐν ἑαυτῇ περιέχουσαν καὶ ἀναλογοῦσαν τῇ ἐν τοῖς νοητοῖς μονάδι, τὴν δὲ δυάδα γεννητικήν τινα δύναμιν καὶ ἀνείδεον καὶ ἀπειροδύναμον, καὶ διὰ τοῦτο κατ’ εἰκόνα τῆς ἀνεκλείπτου καὶ νοητῆς δυάδος ἀόριστον καὶ αὐτὴν κληθεῖσαν. ταύτης οὖν ἐπὶ πᾶν δραμούσης καὶ ποῖ γὰρ οὐ προελθούσης οὐκ ἀπολείπεται ἡ μονάς, ἀλλ’ ἀεὶ τὸ παρ’ αὐτῆς προιὸν ἀόριστον ποσὸν διαρθροῖ καὶ διαμορφοῖ καὶ εἰδοποιεῖ πάσας αὐτῆς τὰς προόδους ἐφεξῆς καὶ ἀπαραλείπτως τοῖς εἴδεσι διακοσμοῦσα. καὶ ὥσπερ ἐν τοῖς ἐγκοσμίοις πράγμασιν οὔτε ἀνείδεον οὐδὲν οὔτε κενὸν μεταξὺ τῶν εἰδοπεποιημένων παρεμπίπτει διὰ τὴν τοῦ δημιουργοῦ πρόνοιαν, οὕτω κἀν <τῷ> ἀριθμῷ οὔτε ἀρρύθμιστον τι καταλείπεται ποσόν ἐνικήθη γὰρ ἄν οὕτως ἡ τῆς μονάδος εἰδοποιὸς δύναμις ὑπὸ τῆς ἀορίστου δυάδος), οὔτε μεταξὺ τῶν ἐφεξῆς ἀριθμῶν ἄλλο παρεμπίπτει διὰ τὴν ἀκατάληκτον καὶ εὔτακτον τῆς μονάδος ἐνέργειαν. οὔτ’ οὖν ἐξ οὐσίας καὶ συμβεβηκότος ὑφέστηκεν ὁ πέντε, ὡς ὁ λευκὸς ἄνθρωπος, | οὔτε ἐκ γένους καὶ διαφορᾶς, ὡς ὁ [*](907b) ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος, οὔτε τῶν πέντε μονάδων ἁπτομένων ἀλλήλων, ὡς ἡ δέσμη τῶν ξύλων, οὔτε μιγνυμένων, ὡς τὸ ἰνόμελι, οὔτε θέσιν ὑπομεινασῶν, ὡς οἱ λίθοι τὴν οἰκίαν ἀποτελοῦσιν. οὐ μὴν οὐδ’ ὡς τὰ ἀριθμητὰ οὐδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα· συγκεχωρήσθω γὰρ αὐτῷ πρὸς τὸ παρὸν τοὺς δύο ἀνθρώπους μηδὲν εἶναι παρ’ ἑκάτερον καίτοι Πλάτωνι πάντα ταῦτα μεθέξει τινὸς εἴδους δοκεῖ τοὺς διαφόρους ἀριθμοὺς καὶ αὐτὰ δέχεσθαι, ὡς ἐν τῷ Φαίδωνι γέγραπται· ἀλλ’ οὖν μὴ ὑπαρχέτω τοῦτο τοῖς ἀριθμητοῖς πρὸς τὸ παρόν)· ἀλλ’ οἵ γε ἀριθμοὶ οὐχ ὅτι ἐξ ἀδιαιρέτων [*](1.2. χωριστῶν e corr. C1 6.7 λέγοιντ᾿ ἂν C: corr. ΑΗ 12 διότι Us. recte 15 οὔσαις C παρ’ ἅς Us. 23 ἀπαλείπτως C: corr. Bonitz 25 τῷ addidi 26 an ἀεὶ pro ἂν? 28 ἀκατάληπτον C: corr. Α 32 cf. Alex. 757,14 35 Plat. Phaed. 101c)
p. 1082a26 Ἀλλὰ μὴν...ἀριθμούς.
Ἐλλιπῶς εἴρηκε διὰ συντομίαν, τὸ δὲ τέλειον τοῦ λόγου τοιοῦτόν ἐστιν· ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ λανθάνειν, ὅτι συμβαίνει κατὰ ταύτην τὴν ὑπόθεσιν δυάδας δυάδων εἶναι προτέρας καὶ ἄλλους ἀριθμοὺς ἄλλων ἀριθμῶν, οἷον τριάδας τριάδων προτέρας φαίνεσθαι. πῶς οὗν τοῦτο παρ’ αὐτῷ δείκνυται, κατακούσωμεν.
[*](6 μόνον post ὑποκείμενον add. Us. 23 sc. Orpheus, cf. fr. 50. 52 (Procl. in remp. II 138,14) 27 αἱ ἑπτὰ Us.: αἰσθητὰ C 31—34 = Alex. 758,3 sqq. 31 εἴρηται Alex. 34 τριάδων Alex.: τριάδος C)p. 1082a28 Αἱ μὲν γὰρ . . . ἔσονται.
[*](908a)Ταῦτα εἴρηται μὲν ἀπὸ τῆς ἐννοίας ἐκείνης, καθ’ ἣν δυοποιὸς οὖσα τῶν ἀρχῶν ἡ ἑτέρα διπλασιάζειν ἕκαστον ἐλέγετο τῶν ἀριθμῶν. ἔστι δὲ οὐδὲν οὐ μόνον πρὸς τὸν εἰδητικὸν ἀναφερόμενα καὶ τελέως ἀμερῆ καὶ ἄποσον ἀριθμόν, ἀλλ’ οὐδὲ πρὸς τὸν μαθηματικὸν καὶ μοναδικόν· αἱ γὰρ ποσότητές εἰσι τῶν ἀριθμῶν τῶν ἐλαττόνων αἱ ἐπισυντιθέμεναι καὶ ὑτοβαλλόμεναι τῷ εἴδει τοῦ μείζονος ἀριθμοῦ, καθάπερ εἴρηται, ἀλλ’ οὐκ αὐτοὶ οἱ ἀριθμοί. ὥσπερ οὖν ὅταν τὸ ὕδωρ εἰς ἀέρα μεταπίπτῃ, οὐ τὸ ὕδωρ ἀὴρ γίγνεται ἡ τὸ] ὑποκείμενον τοῦ ἀέρος, ἀλλ’ ὃ ἦν ὕδατος ὑποκείμενον, ἀέρος γίγνεται ὑποκείμενον· οὕτω καὶ ὅταν ὁ τρία τὸν δύο προσλάβῃ, οὐ τὰ εἴδη μίγνυται τῶν ἀριθμῶν, εἰ μὴ ἐν τοῖς ἀύλοις αὐτῶν λόγοις, ἐν οἷς καὶ διακρινόμενα ἑνοῦσθαι οὐ κωλύεται, ἀλλ’ αἱ μονάδες εἰσὶ καὶ ἡ ὕλη <ἡ> ἐπισυντιθεμένη. μία οὖν καὶ ἡ τριὰς καὶ ἡ τετρὰς καὶ ἡ] τῷ μαθηματικῷ ἀριθμῷ· κἄν γὰρ ἐν τῇ ἐννεάδι τὴν μὲν πρώτην τὴν δὲ μέσην τὴν δὲ τελευταίαν ἐννοῇ τριάδα, μίαν ὁρᾶς καὶ ἀδιάφορον τρίτον παραλαμβανομένην· καὶ ὅλως ἐν μὲν τῷ ἐννέα οὐδὲν ἄλλο ὁρᾷς ἢ τὸ τῆς ἐννεάδος εἶδος ἐπὶ τῇ ποσότητι, ἐὰν δὲ τῇ διανοίᾳ μερίσῃς αὐτῆς τὸ ὑποκείμενον τὸ γὰρ εἶδος ἀμέριστόν ἐστιν), εὐθέως αὐτὸ καὶ μορφοῖς οἰκείοις εἴδεσι τοῦ μερισμοῦ· τὸ γὰρ ἀνείδεον ἀκόσμητον μὲν] οὐκ ἀνέχεται ἡμῶν ὁρᾶν ἡ ψυχή, ἄλλως τε κἂν αὐτὴ κυρία ᾖ τοὐ κοσμεῖν αὐτό.
p. 1082a32 Ὁ δ’ αὐτὸς . . . εἰσιν.
Οὐδέ γε τούτων οὐδὲν πρὸς τὴν τῶν παλαιῶν θεωρίαν ἀποτείνεται· οὔτε γὰρ μοναδικὸς ὁ τῶν ἰδεῶν ἀριθμός, εἰ καὶ μονὰς | λέγεται· ἀριθμὸς [*](908b) μὲν ὡς εἶδος καθαρὸν ἐξομοιοῦν ἑαυτῷ τὰ μετέχοντα, μονὰς δὲ ὡς τῶν εἰδῶν τῶν ψυχικῶν καὶ τῶν φυσικῶν καὶ τῶν αἰσθητῶν μέτρον οὖσα καὶ πρόμετρον· οὕτε σύγκεινται κατ’ αὐτοὺς ἰδέαι ἐξ ἰδεῶν, τοῦ ἵππου εἰ τύχοι ἐκ τῆς τοῦ ἀνθρώπου καὶ τοῦ κυνός, ἵνα καὶ ὁ τῇδε ἵππος ἐκ τῶν τῇδε φύσεων ἀνομοίων οὐσῶν σύνθετος ᾖ. πάντα γὰρ ταῦτα κωμῳδοῦντός ἐστι μᾶλλον ἢ σπουδάζοντος. ἀλλ’ οὐδὲ ἐν τῷ μαθηματικῷ ἀριθμῷ διάφοροί εἰσιν αἱ μονάδες, ἀλλὰ πᾶσαι ἀδιάφοροι αἱ ὑποκείμεναι τοῖς ἀριθμοῖς, ἐξῃρημένης ἐκείνης ἥτις ἀρχὴ πάντων οὖσα καὶ πηγὴ καὶ μήτηρ τοσοῦτον ἀποδεῖ τοῦ δεῖσθαι τῶν εἰδοποιησόντων αὐτήν, ὡς τὰ εἴδη πάντα προϊέναι παρ’ αὐτῆς ἅπασι τοῖς ἀριθμοῖς. ὁμώνυμοι δὲ οὐ τῇ μονάδι μόνῃ αἱ πολλαὶ μονάδες, ἀλλὰ καὶ ἡ τῶν μαθηματικῶν ἀριθμῶν ὡρισμένη δυὰς τῇ ἀορίστῳ δυάδι· ἡ μὲν γὰρ ἀόριστος ἀρχὴ παντὸς μέν, μάλιστα δὲ τοῦ [*](9 τὸ del. Us. 13 ἡ add. Us. ἡ del. Us. 15 διάφορον C a corr. C b τρίτον ‘ter’ cf. Menand. rhet. 131,13.138,17 Burs., Geop. 39,7.94,3.176,5 19 μὲν del. Bag. post μὲν ὁρᾶν C a: del. C b 21 εἰσιν C a: ἔσονται C b 29 ἐστι Us.: ἔσται C 32 ποιεῖσθαι τῶν εἰδοποιησάντων C: corr. Us. 33 παρ’ αὐτοῖς C: corr. Bonitz)
p. 1082b1 Ὅλως . . . μονάδος.
Εὖ ταῦτα λέγεται πρὸς τὰς μονάδας τὰς ὑποβεβλημένας τῷ ἀριθμῷ· οὔτε γὰρ ποσῷ διοίσουσιν, ἐλάχισται οὖσαι πᾶσαι, οὔτε ποιῷ, ἀνείδεοι γάρ. εὖ δὲ καὶ τὸ πλασματῶδες ὡρίσατο.
p. 1082b5 Ἀνάγκη . . . μοναδικόν.
* * καὶ τὸ εὖ· ἡ γὰρ ἰσότης καὶ ἀνισότης χωρεῖ διὰ παντὸς ἀριθμοῦ φυσικοῦ τε καὶ ὑπερφυοῦς καὶ μαθηματικοῦ. προσεκτέον δὲ τούτῳ τῷ ῥητῷ, ἐν ᾧ σαφῶς ὁμολογεῖ καὶ αὐτὸς μὴ πάν·τας ἀριθμοὺς εἶναι μοναδικούς. τὸ γὰρ ἀλλὰ μάλιστα τὸν μοναδικὸν βεβαίωσίς ἐστιν ἐναργὴς τοῦ δόγματος τῶν παλαιῶν· οὐκ ἄρα τι ἀποδέδεικται ἡμῖν κατὰ τῶν <μὴ> μοναδικῶν ἀριθμῶν, ἐπειδὴ ἐκ μονάδων ἐλαμβάνετο πάντα τὰ ἐπιχειρήματα.
p. 1082b7 Ὥστε εἰ . . . εἶναι.
Καὶ ταῦτα εὖ πάνυ λέλεκται περὶ τῶν πολλῶν μονάδων, καὶ οὐ μόνας αὐτὰς ἀδιαφόρους δείκνυσιν, ἀλλὰ καὶ τοὺς ἴσους ἀριθμούς· ὥσθ’ ὅπερ ἐλέγομεν, ἕνα εἶναι τὸν τρία, κἄν πολλάκις λαμβάνηται ἐν τῷ τριάκοντα· τὰ γὰρ ἴσα ἐν ἀριθμοῖς ταὐτά. ἀδιάφοροι οὖν καὶ <αἱ> ἐν τῇ δεκάδι οὐχ ὅτι αἱ μονάδες αὐτῶν ἀδιάφοροι καὶ τοῦτο μὲν γάρ), ἀλλ’ ὅτι τὸ εἶδος ἕν· ἓν δὲ οὐχ ὡς εἰς ἀδιάφορα ὑποκείμενα δεδωκὸς ἑαυτό μίαν γὰρ μόνην ποιεῖ τῷ ἀριθμῷ δυάδα), ἀλλ’ ὡς ἐκ μονάδος τῆς ἀρχηγικῆς προελθὸν [*](909a) καὶ μεῖναν καθαρῶς ἕν. εἰ μὲν γὰρ καὶ ἡμεῖς συνεχωροῦμεν ἐκ δυάδων πέντε συγκεῖσθαι τὴν δεκάδα, ὥσπερ ἔχειν δέκα μονάδας, ἀναγκαῖον ἦν ὁμολογεῖν πολλὰς μὲν εἶναι τῷ ἀριθμῷ δυάδας, μίαν δὲ τῷ εἴδει· ἐπειδὴ δὲ οὐ τὰς δυάδας φαμὲν συντιθεμένας ποιεῖν τὴν δεκάδα τὰ γὰρ εἴδη τῶν ἀριθμῶν ἁπλᾶ ἐστι καὶ ἐκ τῆς μονάδος πρόεισιν, ὥστε καὶ τὸ τῆς δεκάδος), οὔτε τὰς μονάδας τὰς ὑποκειμένας τῇ δυάδι <ἐπὶ> πλέον ὑποκείμενον γενέσθαι τῆς δεκάδος, προϊούσης μὲν ἀπὸ τῆς ἀρχῆς, ἀποτελούσης δὲ τὸν δέκα μετὰ τοῦ ὑποκειμένου, οὐκ ἀναγκαζόμεθα πολλὰς τῷ ἀριθμῷ δυάδας ὑποτίθεσθαι, ἵνα μὴ ἀριθμητὰς αὐτὰς ἀντὶ ἀριθμῶν ποιήσωμεν· ἐπεὶ καὶ εἰ πολλαὶ εἶεν δυάδες, ὡς αὐτὸς ἀξιοῖ, καὶ πολλαὶ [*](5 εὖ Us.: οὐ C 6 ἐλάχιστοι C 9 spatium sex litt. in C: fort, satis est cum Bag. scribere καὶ τοῦτο εὑ 13 μὴ addidi; μοναδικῶν del. et μονάδων in μοναδικῶν mutat Us. 17 post ἀδιαφόρους verba εἶναι καὶ ταῦτα usque ad μονάδων καὶ v. 15. 16) repetit C a del. C b 19 αἱ add. Us. 21 διάφορα C: corr. Us. 22 nempe δεκάδα, cf. v. 29 23 συγχωροῦμεν C: corr. Bag. 26 aut scr. οὔτε pro οὐ aut in v. 28 οὐδὲ pro οὔτε 28 οὔτε Us.: οὕτω C οὐ τῷ Bag. ἐπὶ add. Us.)
p. 1082b11 Ἔτι . . . μονάδων.
Ταῦτα περὶ μὲν τῶν εἰδητικῶν ἀριθμῶν καὶ ἐν τοῖς φθάσασι καὶ νῦν· γελοίως λέγεται. οὔτε γὰρ δύο μονάδες ὑποβέβληνται τῇ αὐτοδυάδι οὔτε τρεῖς τῇ αὐτοτριάδι, οὕτ’ εἰ ἦσαν ὑποβεβλημέναι, δυνατὸν ἦν ἀφαιρεῖν ἐξ ἑκατέρας καὶ ἄλλο τι ποιεῖν, ἐπεὶ καὶ ταὐτότης καὶ ἑτερότης ἐν ἑκατέρᾳ αὐτῶν | καὶ οὐ δήπου ἀφελὼν ἑκατέρας τὴν ἑτερότητα ἢ τῆς μὲν <τὴν> [*](909b) ἑτερότητα τῆς δὲ τὴν ταὐτότητα, τρίτον τι μικτὸν ἐξ αὐτῶν ἀποτελέσεις καὶ ζητήσεις, πότερον ἀμφοῖν ἐστιν ὕστερον ὡς ἐξ ἀμφοῖν ὑποστάν, ἢ τοῦ μὲν προτέρου αὐτοῖν ὕστερον, τοῦ δὲ δευτέρου πρότερον, ὃ μᾶλλον ἀναγκαῖον εἶναί φησι. πάντα γὰρ ταῦτα ἐκ τῶν ἐνύλων καὶ ὅλως μεριστῶν εἴληπται τὰ ζητήματα, καὶ ἀναξίως ταῖς νοεραῖς καὶ ἁπλαῖς καὶ παντελῶς ἀμερίστοις οὐσίαις προσφέρεται. εἰ δὲ περὶ τοῦ μαθηματικοῦ αὐτὰ προτείνειν ἤθελεν ἀριθμοῦ, μᾶλλον μὲν ἂν ἐκίνησεν ἀπορίαν τὸ προταθέν, οὐ μὴν ἀλλ’ ἐκ τῶν προαγόντων εἶχε καὶ τοῦτο τὴν λύσιν· οὔτε γὰρ ἐκ τοῦ δύο οὔτε ἐκ τοῦ τρία δεόμεθα μονάδας ἀφαιρεῖν, ἵνα ποιήσωμεν ἄλλον δύο ταῦτα γὰρ περὶ τὰ ἀριθμητὰ συμβαίνει, οἷον ἐκ δύο ἵππων καὶ τριῶν ἀνθρώπων· ἒν· οὖν ἀφ’ ἑκατέρων λάβωμεν, δυάδα ποιοῦμεν ἐξ ἀνομοίων μονάδων) οὔθ’ ὅλως ἐν ὅσῳ δύο ἐστὶν ὁ δύο καὶ τρία ὁ τρία, εἰ [δὲ] ἔστιν ἑκάτερος αὐτῶν ὅ ἐστι, μονάδα δυνήσεται ἀποβάλλειν. ἀλλὰ πάντα ταῦτα τὰ φαντάσματα οἱ ὑστερογενεῖς ἀποφηνάμενοι εἶναι τοὺς ἀριθμοὺς καὶ ἐκ τῶν αἰσθητῶν [*](4 ὁ ante μαθηματικός add. Us. 12 del. Us. καὶ suprascr. C) 23 τὴν· add. Us. 24 ἀπολέσεις C: corr. Bag. 27 φής coni. Us. 31 οὔτε . . . οὔτε Bag.: εἴτε . . . εἴτε C 34 possis <ἓν> ἀφ’ 35 δὲ seclusi (nolui οὐδ᾿ εἰ ἔστιν Us.)
p. 1082b 16 Καὶ ἡμεῖς ... μονάδας.
Οὗτός τε γὰρ ὡς ἀριθμητοῖς προσβάλλει τοῖς πράγμασι καὶ διὰ τοῦτο μέτρῳ χρῆται περὶ αὐτὰ τῷ μοναδικῷ ἀριθμῷ. ἐκεῖνοί τε εἰ τὰς μονάδας τὰς ὑποκειμένας τῷ μοναδικῷ ἀριθμῷ διαφόρους εἶναι λέγουσι, δικαίως ἐγκαλοῦνται· εἰ δὲ ἕκαστον τῶν εἰδῶν μονάδα καλοῦσιν ὡς πρόμετρον τῶν τῇδε πραγμάτων, πῶς οὐκ ἀνάγκη, διαφόρων ὄντων τῶν εἰδῶν, διαφόρους μονάδας αὐτοὺς λέγειν; καὶ εἶεν ἂν καὶ αἱ ἐν νῷ διάφοροι ἀλλήλων διὰ τὴν ἐν αὐταῖς ἑτερότητα καὶ πολλῷ πλέον αἱ ψυχικαὶ τῶν νοερῶν, ὅσῳ πλείων ἡ ἀπόστασις, καὶ πάλιν πᾶσαι συμβληταὶ διὰ τὴν ἐκ τἀγαθοῦ τοῖς πᾶσιν ἐφήκουσαν ἕνωσιν καὶ διὰ τὴν τῆς ταὐτότητος ἐν τοῖς ἀύλοις εἴδεσιν ἐπικράτειαν. ἀλλ’ οὗτος μὲν ὁ τύπος ἑτέρᾳ θεωρίᾳ προσήκει. τῶν δὲ μονάδων, ὧν νῦν ἐξεταστὴς ὁ Ἀριστοτέλης γίγνεται, οὔτε ἀνῆγόν τινας εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς· οὔτε διαφορὰς παρεδίδοσαν οἱ Πυθαγόρειοι.
p. 1082b19 Εἴτε δὲ μὴ . . . τῇ δυάδι.
Πρῶτον μὲν μὴ θαυμάσῃς, εἰ αὐτὴν δυάδα καὶ αὐτὴν τριάδα φάσκοντες εἶναι μήτε πλείω φασὶ τὸν τρία τοῦ δύο μήτε ἐνυπάρχειν τὸν δύο τῷ τρία· οὔτε γὰρ ποσό|τητος οὗτοι μετέχουσιν οἱ ἀριθμοί, οὔτε <τὸ> τῆς ἰσότητος [*](910a) καὶ ἀνισότητος εἶδος οὕτως ἐστὶν ἐν αὐτοῖς ὡς ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς· ἐν ἐκείνοις μὲν γὰρ οὐδέποτε οἱ ἴσοι καὶ ἄνισοι οὐδ’ οἱ ἄνισοι <ἴσοι> ἐν δὲ τοῖς εἰδητικοῖς οἱ αὐτοὶ καὶ ἴσοι καὶ ἄνισοι ἀλλήλοις, ὥσπερ ταὐτοὶ καὶ ἕτεροι διὰ τὴν τῶν γενῶν τοῦ ὄντος καὶ τῶν περιληπτικωτάτων εἰδῶν εἰς αὐτοὺς παρουσίαν, καὶ οὐχὶ ἡ ἀντίφασις ἐπ’ αὐτῶν διὰ τοῦτο· οὐ γὰρ ᾗ ἴσοι, ταύτῃ ἄνισοι, οὐδ’ ἡ ὅμοιοι, ταύτῃ ἀνόμοιοι, οὐδ’ ᾗ ταὐτοί, ταύτῃ ἕτεροι, ἀλλ’ ὅμοιοι μὲν καὶ ἴσοι καὶ ταὐτοὶ δι’ ὁμοιότητα καὶ ἰσότητα καὶ ταυτότητα, ἀνόμοιοι δὲ καὶ ἄνισοι καὶ ἕτεροι διὰ τὰ ὡς ἀντικείμενα τοῖς προτέροις εἴδεσιν εἴδη. ἀμήχανον γὰρ ἦν ἐν ταῖς ἀρχαῖς μονάδος οὔσης καὶ τῆς ἀορίστου δυάδος μὴ οὐχὶ καὶ τὰ παρ’ αὐτῶν ὑποστάντα ἀμφοτέρων δυνάμεις ὑποδεδέχθαι. ἐπὶ δὲ τούτοις ἐχρῆν ἐννοεῖν, ὡς οὗτος οὐ τὸν ἐν τοῖς εἴδεσιν ἀδιάφορον ποιεῖ τί γὰρ εἰ καὶ ἰσότητος ἑτερότητος τὰ εἴδη. μετέχει), ἀλλ’ εἰ ἄρα, <τὸν> ἐν τοῖς μοναδικοῖς ἀμιθμοῖς.
[*](4 οὗτός τε Us.: οὔτε C 5 εἰ ex οἳ C1, etiam in marg. οἳ C a: del. C b εἰ μὲν τἀς coni. Us. 7 μονάδας C: corr. Us. 16 δὲ C a: δὴ C b 19 τὸ add. Us. 20 οὗτός ἐστιν C: corr. Bonitz 21 ἴσοι add. Brandis 22 ταὐτὸν Us. hic et infra (v. 25.26) 24 οὐχὶ Bonitz; οὐχ ἦ C 27 post ὡς ἄν C a: del. C b 30. 31 οὕτως . . . ποιεῖς coni. Us. 31 dicere solent πῶς γὰρ 32 τὸν add. Us.)p. 1082b22 Ἀλλ᾿ οὐκ . . . ἀριθμοί. [*](910a) Ότι μὲν οὐκ ἐνδέχεται δύο δυάδας ἀδιαφόρους εἶναι ἐν τῷ δικῆς μεταδούσῃ τοῖς νοεροῖς εἴδεσιν, ὁμολογεῖν οὐκ ἐθέλει.
p. 1082b24 Τοῦτο μὲν γὰρ . . . ἀναιροῦσιν.
Λέγουσι μέν, φησίν, ἑαυτοῖς ἀκόλουθα οἱ τῶν ἰδεῶν τὸν ἀριθμὸν ἐκ διαφερουσῶν μονάδων συνεστάναι φάσκοντες ἵνα μὴ πολλὰς ἰδέας τοῦ αὐτοῦ ποιεῖν ἀναγκασθῶσι καὶ ἀπολιμπάνειν δυάδας καὶ ἐν τετράδι καὶ πεντάδι καὶ ἑξάδι καὶ ὅλως ἐν πᾶσιν ἀριθμοῖς ἀδιαφόρων οὐσῶν τῶν μονάδων. ἔτι δὲ κἀκεῖνο κατ’ αὐτὸν λέγουσιν ὀρθῶς πρός γε τὴν ἑαυτῶν ὑπόθεσιν, ὅτι οὐ χρὴ τῷ δύο προστιθέντας μονάδα τὸν τρία ποιεῖν ἐκεῖ. οὐ γὰρ ἀδιάφοροί εἰσιν αἱ ἐν τῷ δύο καὶ ἐν τῷ τρία μονάδες ἀλλ’ ἀσύμβλητοι· ὥστε χρὴ χωρίζειν ἕκαστον τῶν ἀριθμῶν καὶ ἀεὶ ἀπ’ ἄλλης ἀρχῆς ἐπὶ τὰς ἑξῆς μεταβαίνειν. εἰ γὰρ οἱ μὲν ἀριθμοὶ ἰδέαι, αἱ δὲ ἰδέαι οὐ περιέχονται ὑπ’ ἄλλων ἰδεῶν ὥστε μέρος εἶναι τῶν περιεχουσῶν, οὐδ’ ἂν ἀριθμοὶ μέρη εἶεν ἄλλων ἀριθμῶν· ὑπάρξει δὲ αὐτοῖς τοῦτο, εἰ διάφοροι εἶεν αἱ ἐν αὐτοῖς μονάδες. ταῦτα | δέ, φησίν, καὶ εἰ σώζει τὴν αὐτῶν ὑπόθεσιν, ἀλλ’ [*](910b) ἀνατρέπει πολλὰ τῶν ἀριθμητικῶν θεωρημάτων· διὸ πρὸς μὲν τὴν ἑαυτῶν ὑπόθεσιν ὀρθῶς λέγουσιν, ἀπλῶς δὲ οὐκ ὀρθῶς. ὅτι δὲ οἱ ἄνδρες ἐκεῖνοι τοιαύτας μονάδας οὐκ ᾤοντο εἶναι καθάπαξ ἐν τῷ εἰδητικῷ ἀριθμῷ, ἄλλως δὲ αὐτοὺς τοὺς ἀριθμοὺς μονάδας λέγοντες διαφόρους πρός τε ἑαυτοὺς καὶ πρὸς τὴν φύσιν ὡμολόγουν τὴν τῶν πραγμάτων, οὐ θέλει προσποιεῖσθαι.
p. 1082b34 Ἐπεὶ . . . διαφοράν.
Εἰώθασι, φησίν, ἀπορεῖν, πότερον ἀπὸ τοῦ δύο ἐπὶ τὸν τρία δεῖ μεταβαίνειν καὶ τέσσαρα καὶ πέντε καὶ ὅλως κατὰ σύνθεσιν ἀριθμεῖν, ἢ κατὰ διαίρεσιν ἀπὸ τῆς δεκάδος λαμβάνειν ἓν δύο τρία τέσσαρα· αὐτοῖς μὲν γὰρ οὐδέτερον τούτων ἀρέσκει. ἡμῖν δέ, φησί, ῥητέον ὅτι γελοῖον ἐξ οὕτως ἐπιπολαίου ζητήματος ἕκαστον τῶν ἀριθμῶν αὐτὸ ποιεῖν καὶ ἰδέαν. ἀποκριτέον τε πρὸς αὐτοὺς ὅτι ἀμφοτέρως ποιοῦμεν· ὡρισμένου μὲν γὰρ τοῦ μεγίστου διαιροῦμεν, ἀορίστου δὲ ὄντος συντίθεμεν. ταῦτα δὲ ὅτι πρὸς μὲν τὸν εἰδητικὸν ἀριθμὸν οὐδαμῶς ἀνάγεσθαι δύναται, πρὸς μέντοι τὸν μαθηματικὸν πῇ μὲν πῇ δὲ οὔ, πολλάκις ἐπεσημηνάμεθα· ὡς καὶ τὴν ἀπορίαν [*](3 εὖ Us.: οὐ C 4 μεταδούσης C: corr. Us. 6 cf. Alex. 761,20 sqq. 10 γε scripsi: τε C 12 αἱ post καὶ add. Us. 14 malim τὰ ἑξῆς 14—19 = Alex. 762,3 sqq. 15 οἱ ἀριθμοὶ Alex. 16 ὑπάρξοι C εἰ Alex.: ἀδιάφοροι C 17 εἰ καί Α Alex. 24—30 = Alex. 762,3 27 ἀρέσκειν C: corr. Us. 28 αὐτὸ: οὐσίαν Us. ex Alex. 763,3 καὶ Us.: κατ᾿ C)
p. 1083a1 Πάντων . . . μονάδων.
Προείρηται πολλάκις, ὅτι ἄλλως μὲν ἐκεῖνοι μονάδας ἔλεγον καὶ ἀριθμοὺς αὐτὰ τὰ εἴδη, ἄλλως | δὲ οὗτος προτείνει οἰκεῖα ὄνια μοναδικοῦ [*](119a) ἀριθμοῦ τὰ προβλήματα, ἐφ’ οὗ καὶ διεῖλεν εὗ καὶ ἐπέκρινε· τῷ γὰρ ὄντι εἰ αἱ μονάδες αἱ ὑποβεβλημέναι τῷ μαθηματικῷ ἀριθμῶ διάφοροι εἶεν, καὶ πολλαχῶς ὁ τρία καὶ πέντε καὶ ἕκαστος ὑποστήσεται καὶ διοίσει ὁ ἐν τῷ ἑπτὰ δοκῶν εἶναι τρία τοῦ ἐν τῷ πέντε καὶ τοῦ ἐν τῷ δέκα.
p. 1083a6 Ἔτι πότερον . . . ποσοῦ.
Καὶ ταῦτα ὡς πρὸς τὰς συνήθως λεγομένας μονάδας κάλλιστα εἴρηται. καὶ μέντοι εἰ γιγνομένους τις ἐπινοεῖ τοὺς μοναδικοὺς ἀριθμούς, τὸ εἶδος τὸ τὴν ποιότητα ἐπιφέρον ὕστερον ὄψεται μορφοῦν τὴν ὑποβεβλημένην αὐτῷ ποσοτητα.
p. 1083a11 Ἔτι οὔτ᾿ ἂν . . . λέγουσιν.
Οτι μὲν εἴ τί ἐστιν ἐν τοῖς μετὰ τὰς ἀρχάς, ἀπὸ τῶν ἀρχῶν ὀφείλει παραγίγνεσθαι, λέγει μετρίως· καὶ ὅτι ταῖς συνεγνωσμέναις μονάσιν αἱ ἀριθμητικαὶ ἀρχαὶ τὸ διάφορον οὐκ ἐμποιοῦσιν, ἐπεὶ μηδ’ ὅλως εἰσὶ διάφοροι, καὶ τοῦτο καλῶς· ὅτι δὲ τὸ ἕν, ὅπερ ἀντὶ τῆς ἀρχηγικῆς παρείληφε μονάδος, καὶ εἰ βούλεται μὴ εἶναι ποιόν, οὐ συγχωρεῖ ποιότητος αἴτιον εἶναι, διαφέρεται καἰ πρὸς ἐκείνους καὶ πρὸς τἀληθές, ἐπεὶ καὶ δυὰς ἡ ἀόριστος ποσότητος ἂν εἴη μᾶλλον αἰτία, οὐ ποσοῦ καὶ ποιοῦ. ἥκει δὲ πάλιν αὕτη ἡ ὑπόληψις ἀπὸ τοῦ νομίζειν μηδὲν εἶναι τὸν τρία παρὰ τὰς τρεῖς μονάδας· τῷ γὰρ ὄντι εἰ τοῦτ’ εἶχεν οὕτως, ἡ τὸ ποσὸν γεννῶσα δυὰς καὶ τὸ ποιὸν [*](2 post post τρία ὁ δὲ C a: del. C b 5 μονάσι Bonitz Us.: μόναις C 6 τῆς addidi 8 τριάδος C 15 fort, ὄπα τοῦ 16 διεῖδεν C: corr. AH εὖ Us.: οὗ C 18 καὶ ὁ πέντε Us. 26 εἴ τι C1 e corr. 32 οὐ ποσὸν ἢ ποιόν postulat Us. ποσὸν ποιὸν in Ar. legit Syr.))
p. 1083a17 Ὅτι μὲν οὖν . . . τῶν τρόπων.
Εἰ μὲν ἀριθμοὶ μοναδικοὶ εἶεν αἱ ἰδέαι, πᾶσαι τῶν μονάδων αἱ ὑποθέσεις ἐπ’ αὐτῶν ἐλέγχονται· κἄν τε γὰρ ἀδιάφοροι ὦσιν αὐτῶν αἱ μονάδες, πολλὰ τὰ ἄτοπα οὐδὲν γὰρ διοίσει τοῦ μαθηματικοῦ ἀριθμοῦ ὁ εἰδητικός), κἄν τε διαφέρουσαι, πλασματώδης ὁ λόγος, κἂν αἱ μὲν οὕτως αἱ δὲ ἐκείνως ἔχειν ὑποτεθῶσιν. εἰ δὲ μὴ μοναδικὸν εἶναί τις λέγοι τὸν τῶν ἰδεῶν ἀριθμόν, ὑπ’ οὐδενὸς τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐνοχληθήσεται· οὐδὲν γὰρ ὅλως εἴρηται πρὸς αὐτόν.
p. 1083a20 Ἀλλὰ . . . τὸ ἕν.
Εἴπερ εἶέν τινες ταῦτα λέγοντες, δικαίως ὑπ’ αὐτοῦ κακίζονται. ἀλλὰ μήποτε τῷ μὲν τῶν ἰδεῶν ὀνόματι οὐ κατεχρῶντο, διὰ δὲ τῶν μαθηματικῶν ὀνομάτων περὶ τῶν θείων οὐσιῶν ᾐνίττοντο· πῶς γὰρ ἄν τὸ ἓν καὶ τὸν ἀριθμὸν προέταττον τῶν ὅλων, εἰ μὴ τὸ ὑπερούσιον ἓν καὶ τὰ ὄντως ὄντα καὶ τὸν τῶν ἰδεῶν προσεκύνουν διάκοσμον; ὁ δ’ οὖν Ἀριστοτέλης ἀκόλουθα [*](3 διότι Ar. (τὴν αἰτίαν δι’ ἣν αὐτὰς ἀνάγκη διαφέρειν Alex. 764,26) 9 cf. ad p. 45,20 Jambl. in Nicom. 11,8 12 μονάδος C a corr. C b 23 τῶν τρόπων C b: τρόπον C a 27 διαφέρουσα C: corr. Α an κἄν <τε>? 29 οὐδὲν Bag.: οὐδὲ C (quo servato εἴρηταί τι Us.) 32 an τινες <οἱ>?)
p. 1083a27 Εἰ μὲν . . . ἀλλήλους.
Ὁ μὲν οὖν πᾶς λόγος τοιοῦτος· εἰ ὁ μαθηματικός ἐστι μόνος ἀριθμός, οὐκ ἄν εἴη τὸ ἓν ἀρχὴ τῶν πάντων· εἰ δ’ ἔστι τὸ ἓν ἀρχή, κρατεῖ Πλατῶν καὶ ἔστιν ὁ εἰδητικὸς ἀριθμὸς καὶ διαφέρει ἕτερος ἑτέρου τῇ οὐσίᾳ. ἡμέτερον δὲ λοιπὸν ἄν εἴη δεικνύναι, ὅτι τὸ ἓν ἀρχὴ τῶν ὅλων, ὃ μήτε νοῦς μήτε ὃν μήτε ἀριθμὸς ὑπάρχον μήθ’ ὅλως ὑπάρχον, ἀλλ’ ἐξῃρημένον καὶ αὐτῆς τῆς ὑπάρξεως καὶ τοῦ εἶναι πάντων ἐστὶν αἴτιον ἀγαθῶν καὶ πᾶσιν οὐσίαν καὶ ἕνω|σιν χορηγεῖ· τούτου γὰρ ἱκανῶς κατασκευασθέντος ἔοικε συγχωρήσειν [*](912a) ὁ Ἀριστοτέλης πᾶσι τοῖς γνησίοις τοῦ Πυθαγόρου καὶ τοῦ Πλάτωνος δόγμασιν. ἂν δ’ αὖ . . . συμβαίνει. οὐδὲν μὲν οὖν, εἰ ὀρθῶς τις αὐτὰ καὶ κατὰ ὑπόθοιτο τῶν ἀρχαίων φιλοσόφων. ἀλλὰ μὴν . . . χωριστόν. εἰ χωριστός, φησίν, ἐστὶν ἀριθμός, ἀνάγκη ἡ τὸν μαθηματικὸν εἶναι πρῶτον ἢ τὸν εἰδητικόν· εἰ δὲ μηδετέρως ἐγχωρεῖ, ἀναιρεῖται καὶ τὸ ἡγούμενον. ἀλλ’ οὔτε τὸ συνημμένον ὑγιὲς πάντῃ εἰσὶ γὰρ καὶ πρὸ τοῦ εἰδητικοῦ ἄλλοι ἀριθμοί), οὔθ’ ἡ πρόσληψις ἀποδέδεικται οὐδ’ ἄν ἀποδειχθείη ποτέ.
p. 1083b1 Φανερὸν . . . λέγειν.
Τοὺς μὲν δύο φησὶ ποιεῖν ἀριθμοὺς καὶ διακρίνειν αὐτούς, ὥσπερ Πλάτωνα σαφῶς γὰρ τὸν μαθηματικὸν ἕτερόν φησιν εἶναι τοῦ εἰδητικοῦ), τοὺς δὲ ἕνα τὸν μαθηματικόν, ὥς τινας τῶν Πυθαγορείων, τοὺς δὲ γιγνώσκειν ἀμφοτέρους, ἕνα δὲ ποιεῖν αὐτούς· αἰνίττεται δὲ Σπεύσιππον ἴσως καὶ Ξενοκράτην, οὓς καὶ χειρίστης ὑποθέσεως φησι προεστάναι, καὶ δι’ ἃς αἰτίας σαφῶς λέγει. προείπομεν δὲ καὶ ἡμεῖς περὶ τούτων, ὅτι εἰ καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἐκέχρηντο, ἀλλ’ οὖν ᾔδεσαν <τὴν> κατ’ εἴδη τῶν διαφόρων ἀριθμῶν, ἐπεὶ καὶ ἄλλως ὁ τοὺς ἀριθμοὺς τούτους μὴ διακρίνων ἀλλὰ συγχέων τόν τε εἰδητικὸν ἀριθμὸν ἔχοντα ἐν ἑαυτῷ τὸν μαθηματικὸν ἀριθμὸν ὑποστάτην τῶν ὅλων ποιεῖ [ἑκτὸν τὸν μαθηματικόν] τε <πατρὶ> καὶ ποιητῇ τῶν πάντων ἀριθμητικὴν ἕξιν περιτίθησιν· ὧν ἄν εἴποι τις ἀπιθανώτερον;
[*](7—9 = Alex. 765,34 sqq. 9 ἕτερος Alex.: ἕτερον C 16 ὑποθεῖτο 17 cf. Alex. 765,31 sqq. 22 cf. Alex. 766,4 28 τὴν addidi 31 del. AH 32 πατρὶ addidi cf. Plat. Tim. 28c Procl. in Tim. 95c)p. 1083b8 Ὁ δὲ . . . ἀδύνατόν ἐστιν.
[*](912a)Κατὰ μὲν τὸ ἀληθὲς θεωρία Πλάτωνός ἐστι καὶ Πυθαγόρου καὶ τῶν γνησίως τὰ παρ’ αὐτῶν ὑποδεξαμένων δόγματα περὶ τῶν ἀριθμῶν· οὗτος δὲ ὑποδιαιρεῖ, καὶ περὶ ὃ διέτριψαν ἕκαστοι, τοῦτο μόνον αὐτούς φησι πρεσβεύειν. ἀμέλει τοὺς Πυθαγορείους ὡς μὲν ἀχωρίστους τῶν αἰσθητῶν φάσκοντας εἶναι τοὺς ἀριθμοὺς ἐπαινεῖ· ὅτι δὲ συγκεῖσθαί φασι καὶ δημιουρ- γεῖσθαι τὰ σώματα ἐξ αὐτῶν, ταύτῃ μέμφεται. ἔστι δὲ ὁ ἔπαινος ψευδὴς καὶ χείρων τῆς μέμψεως· μᾶλλον δὲ ἄμφω μὲν ψευδεῖς, καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος, | ἀλλ’ ὁ μὲν ἐπὶ μηδὲν αὐτοῖς προσηκούσῃ γέγονεν ὑποθέσει, [*](912b) ὁ δὲ ἐπὶ ἀληθεῖ· δῆλον δὲ πότερος ἐπὶ ποτέρᾳ. τίς γὰρ οὐκ ἄν γελάσειεν ἀκούων, ὅτι οἱ Πυθαγόρειοι χωριστοὺς ἀριθμοὺς οὐκ ᾔδεσαν; αὐτοῦ μὲν Πυθαγόρου διχῶς εἰωθότος ὁρίζεσθαι τοὺς ἀριθμούς, καὶ δι’ ἑκατέρου μὲν τῶν ὅρων τὸ πάντῃ χωριστὸν αὐτῶν καὶ ἄχραντον ἐνδεικνυμένου, διὰ δὲ τοῦ ἑτέρου καὶ τὸ δημιουργικὸν αὐτῶν καὶ προνοητικόν τε καὶ φρουρητικὸν τῶν ὅλων ἀναδιδάσκοντος ὅταν μὲν γὰρ ἔκτασιν καὶ ἐνέργειαν τῶν ἐν μονάδι σπερματικῶν λόγων εἶναι φῇ τὸν ἀριθμόν, τὸν ἀπὸ τῆς οἰκείας ἀρχῆς αὐτογόνως καὶ αὐτοκινήτως προεληλυθότα καὶ τὸν ἐν ἑαυτῷ ἱδρυμένον καὶ ἐν εἴδεσι παντοίοις ἀφωρισμένον παραδίδωσιν· ὅταν δὲ τὸ πρὸ πάντων ὑποστὰν ἐν θείῳ νῷ, ἀφ’ οὗ καὶ ἐξ οὗ πάντα συντέτακται καὶ μένει τάξιν ἄλυτον διηρθρωμένα, τὸν παραδειγματικὸν καὶ ποιητὴν καὶ πατέρα θεῶν τε καὶ δαιμόνων καὶ τῶν θνητῶν πάντων ἀριθμὸν ἀνυμνεῖ)· τῶν δὲ περὶ Ἵππασον ἀριθμὸν εἶναι λεγόντων παράδειγμα πρῶτον κοσμοποιίας, καὶ πάλιν κριτικὸν κοσμουργοῦ θεοῦ ὄργανον, Φιλολάου δὲ διισχυριζομένου τὸν ἀριθμὸν εἶναι συνοχὴν τῆς τῶν κοσμικῶν αἰωνίας διαμονῆς τὴν αὐτογενῆ καὶ κρατιστεύουσαν, ἀπάντων δὲ ὡς εἰπεῖν τῶν ἄλλων Πυθαγορείων κατ’ ἴχνη ταύτης τῆς θεωρίας τὴν περὶ τῶν ἀριθμῶν ὑπόληψιν διαρθρωσάντων. εἰ δὲ ὅτι καὶ τὰ σώματά φασιν ἐκ τῶν φυσικῶν ἀριθμῶν ἐσχηκέναι τὴν ὑπόστασιν, διὰ τοῦτο ἢ περὶ μόνων ἀχωρίστων αὐτοὺς οἴοιτό τις διαλέγεσθαι ἢ καὶ μεγέθη διδόναι τοῖς ἀριθμοῖς, δῆλός ἐστιν ἑκὼν ἢ ἄκων τὴν μὲν ὅλην αὐτῶν διδασκαλίαν παρατρέχων, τὰ δὲ τελευταῖα τῆς ἀριθμητικῆς αὐτῶν θεωρίας ἐπὶ τὸ χεῖρον ἐκλαμβάνειν πειρώμενος· οὔτε γὰρ περὶ μόνων τῶν φυσικῶν ἀριθμῶν οἱ ἄνδρες διαλέγονται οὕτε φύρουσιν εἰς ταὐτὸν <τὸν> φυσικὸν καὶ μαθηματικὸν οὔτε μέγεθος διδόασι τοῖς τῶν αἰτίοις ἀριθμοῖς. ὁ δὲ ὡς τούτων οὕτως ἐχόντων καὶ τὰ ἑξῆς περαίνει.
Schol. ad v. 1 in C adscr.: Ἐκ τῶν Ἰαμβλίχου περὶ τῆς κατὰ Νικόμαχον ἀριθμητικῆς εἰσαγωγῆς ὁρισμὸς Πυθαγόρου ᾱ· ἀριθμός ἐστιν ἔκτασις καὶ ἐνέργεια ἐν μονάδι σπερματικῶν λόγων. βݲ ἢ τὸ πρὸ πάντων ὑποστὰν ἐν θείῳ νῷ, ἀφ᾿ οὖ ἐξ οὗ πάντα συντέτακται καὶ μένει τάξιν ἄλυτον διηριθμημένα.
[*](2 ἡ αὐτὴ ante θεωρία excidisse putat Us. 12 δι’ ἑκατέρου C a διὰ τοῦ ἑκατέρου C b (voluitne ἑτέρου?) 15 cf. Iambl. in Nicom. 10,12 sqq. 33 τὸν add. Us. 36 ἐκ μονάδος C: corr. ex Iambl. p. 10,12 38 διηριθμημένην C: διηρθρωμένα in Iambl. legisse vid. Syr.)p. 1083b13 Οὔτε γὰρ ἄτομα . . . ἀριθμῶν.
[*](912b)Ἃ μὲν λέγουσιν οἱ ἄνδρες, ἀνέλεγκτά ἐστι καὶ διαμένει τὸν σύμπαντα χρόνον· τὸ γὰρ ἀληθὲς οὐκ ἐλέγχεται κατὰ τὸν θεῖον Σωκράτην. τὰ δὲ νῦν ἐλεγχόμενα παντὶ μᾶλλον ἡ τοῖς Πυθαγορείοις προσήκει· οὔτε γὰρ τὸν ἀριθμὸν δι’ οὗ μετροῦμεν τὰ αἰσθητὰ τῶν αἰσθητῶν αἴτιον εἶναι λέγουσιν, εἰ καὶ θεωροῖεν εἰκόνας | ἐν αὐτῷ τοῦ φυσικοῦ ἀριθμοῦ ὥσπερ ἐν τῷ [*](913a) βωμίσκῳ τῷ διακόσια δέκα σώματος ἰδέαν ἐμφαίνεσθαι διισχυρίζοντο, ἐν δὲ τῷ ἁ πυρὸς ἰδέαν, ἀέρος δὲ ἐν τῷ 7 καὶ τῆς γῆς ἐν τῷ ζ καὶ ὕδατος ἐν τῷ θ· ταῦτα γὰρ κατά τινα ἀναλογίαν αὐτοῖς ἐλαμβάνετο πρὸς ἔνδειξιν δυνάμεων φυσικῶν)· οὔτε τὰς μονάδας τὰς ἐν αὐτῷ ἢ μέγεθος ἔχειν ᾤοντο ἀδιαίρετον ἢ ὅλως ἐνυπάρχειν τοῖς αἰσθητοῖς· ἀλλ’ ὅταν μὲν ἀδιαίρετα μεγέθη λέγωσιν, ἐπὶ τοὺς αἰτίους τῶν μεγεθῶν ἡμᾶς λόγους ἀναπέμπουσι καὶ ἐπὶ τὴν παραδειγματικὴν αἰτίαν τῶν μεγάλων, ἣν αὐτομέγεθος εἴωθε καλεῖν ὁ μέγας τῷ ὄντι Πλάτων· ὅταν δὲ τἀς μονάδας μέγεθος ἔχειν, τὴν ἐπὶ πάντα διατείνουσαν δύναμιν τῶν δημιουργικῶν ἀνυμνοῦσι μονάδων· ὅταν δὲ μέγεθος ἐξ ἀδιαιρέτων ὑφίστασθαι, οὐχ ὅτι συνελθόντα τὰ ἄτομα καὶ οἱονεὶ συμπαγέντα ποιεῖ τὰς διαστάσεις φασί τοῦτο γὰρ τὸ Δημοκρίτειον δόγμα καὶ ταῖς γεωμετρικαῖς καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἐπιστήμαις ἀντιφθέγγεται), ἀλλ’ ὅτι τῶν ἀδιαιρέτων ὅσα μέν ἐστιν εἴδη νοερὰ καὶ ἄχραντα δημιουργικά τε καὶ ζωογόνα, ταῦτα μὴ ἐξιστάμενα ἑαυτῶν τά τε ἄλλα καὶ τὸν τῶν σωμάτων ὄγκον ἐν ἐσχάτοις ὑφίστησιν· ὅσα δὲ φυσικὰ καὶ ῥέπει ταῖς ἐνεργείας εἰς ὕλην, ταῦτα καίπερ ἄογκα καὶ ἀσώματα ὄντα ὅμως τῆς σωματικῆς ἐπισυστάσεως αἴτια τρόπον τινὰ συνόντα τοῖς σώμασι καὶ διὰ τοῦτο καὶ ἀχώριστα τῶν σωμάτων δυνάμενα λέγεσθαι. ἐκ δὲ σωμάτων σῶμα δημιουργεῖσθαι ἀπεγίγνωσκον διὰ πολλὰς αἰτίας· ὥστ’ εἴπερ ἀληθὲς τοῦτο, πᾶσά ἐστιν ἀνάγκη τὰ σώματα ἐξ ἀδιαιρέτων ἔχειν τὴν ὑπόστασιν, οὐ μέντοι συγκεῖσθαι ἐξ ἀδιαιρέτων οὐδ’ ἀναλύεσθαι εἰς ἀδιαίρετα εἰ μὴ ἄρα τῷ λόγῳ.
p. 1083b19 Εἰ τοίνυν.. αὐτόν.
Ἡ μὲν ἀγωγὴ συλλογιστική, τὸ δὲ συνημμένον οὐχ ὑγιαίνει· πάντας γὰρ μοναδικοὺς ὑπεθέμεθα τοὺς | ἀριθμοὺς καὶ τὰ ἑνὸς ἴοι ἐπὶ πάντας [*](913b) ἠνέγκαμεν, εἶθ’ οὕτως ἐδόξαμέν τι λέγειν πρὸς αὐτούς. καὶ οἱ μὲν παλαιοὶ καὶ μακάριοι ἄνδρες καὶ τὰ ἄτακτα διὰ τῶν ἀριθμῶν ἔλεγον τάττεσθαι· ἡ [*](3 cf ad p. 81,3 6 cf. Alex. 767,11 sqq. 7 διακόνου δέκα codd. Alex., σݲιݲνݲ infra Syr. ad 1092b8 (210 = 2.3.5.7.) διισχυρίζετο C: corr. 7. 8 ἐν δὲ τῶ πυρὸς οἷον τῶ ᾱ ἰδέαν C corr. Us. ἐκ δὲ τοῦ ἕνδεκα τὸ πῦρ, ἐκ δὲ τοῦ τρισκαίδεκα τὸν ἀέρα καὶ ἐκ τοῦ ἐννέα τὸ ὕσωρ Alex, (ail de terra); de igni theol. ar. 7,2 cft. Us., cf. Doxogr. 558,17 Dls 8 ζ C: κζ Us. 9 cf. theol. ar. 57,18 Nicom. ap. Phot. 144 b 39 14 Plat. Parm. 150c 17 ποιεῖν C: corr. Us. 23 an ἐστι συστάσεως? 28 ἄρα scripsi: παρὰ C 31 ὑποθέμενος et ἐνεγκάμενος et ἔδοξεν coni. Us.)
p. 1083b23 Ἔτι . . . μονάδος.
Ὃ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τε ἄλλα γεννῶσι καὶ τὰς μονάδας. ἐπεὶ οὖν * * ἐν τῇ ἀορίστῳ δυάδι, λέγω δὴ τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἢ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ πάντων ἑκάστη τῶν στοιχείων οὐδ’ ἴσαι αἰ μονάδες, ἀλλὰ πρὸς τῷ διάφοροι εἶναι καὶ ἐναντίωσιν ἕξουσι πρὸς ἀλλήλας, εἴ γε αἱ μὲν μεγάλαι αἱ δὲ μικραὶ ἔσονται. ἥ τε τριὰς πόθεν ἕξει τὴν τρίτην μονάδα, ἀπὸ τοῦ μεγάλου ἢ ἀπὸ τοῦ μικροῦ; εἰ μὴ ἄρα διὰ ταύτην, φησί, τὴν ἀπορίαν τὸ ἓν ἐν τῇ τριάδι καὶ παντὶ τῷ περιττῷ μέσον ποιοῦσιν, ἵνα ἴσαι ὦσιν αἵ τε ἐκ τοῦ μεγάλου γιγνόμεναι καὶ αἱ ἐκ τοῦ μικροῦ μὴ μόνον ἐν ἀρτίῳ, ἀλλὰ καὶ ἐν περιττῷ ἀριθμῷ. εἰ δὲ ἑκάστη μονὰς ἐκ τῆς] τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἴσων ἀλλήλοις γενομένων τῇ κράσει, πρῶτον πῶς ἔσται μία φύσις αὐτὴ ἡ δυὰς ἡ ἐκ τοῦ μεγάλου καὶ τοῦ μικροῦ; δῆλον γὰρ ὅτι <εἰ> καὶ ἡνώθη ὕστερον ἰσασθέντα, ἀλλ’ οὖν ἦν πρὸ ἑνώσεως δύο. ἔπειτα δὲ τί διοίσει μονὰς δυάδος; εἰ γὰρ ἐν τῇ μονάδι δυάς ἐστιν ἰσασθεῖσα καὶ ἡ δυὰς αὐτὸ τοῦτο λέγεται δυὰς εἶναι, τί διοίσουσιν ἀλλήλων; τοιαῦτα δὴ προτείναντος τοῦ Ἀριστοτέλους τὴν μὲν ἀόριστον δυάδα, εἴτε τὴν πρώτην εἴτε τὴν ψυχικὴν εἴτε τὴν φυσικὴν εἴτε καὶ αὐτὴν τὴν ἐν τῇ ὕλῃ θεωρουμένην τις ἐπισκέπτοιτο, οὐδέποτε φήσομεν μεμερισμένως ἐνεργεῖν ἢ πάσχειν κατὰ τὸ μέγα καὶ τὸ σμικρόν, ἀλλ’ ἑκάστῳ τῶν γέννω μένων ὑπ’ αὐτῆς καὶ τὸ μέγα συνεισφέρειν καὶ τὸ σμικρὸν οἰκείως ἐν ἑκάστῃ τάξει τῶν ὄντων· τὰς δὲ μονάδας, εἰ μὲν τὰς ἐν τῷ μαθηματικῷ σκέπτοιτο νῦν ἀριθμῷ, ἐπεὶ μηδὲ | ἄλλας ἐθέλει προσποιεῖσθαι, παράγεσθαι [*](914a) μὲν ἀπὸ πασῶν τῶν ἀρχῶν καὶ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, οὐ μέντοι διῃρημένως <ἔχειν ἐν> ἑαυτοῖς τὸ μέγα ἢ τὸ μικρὸν οὐδ’ ἐσχηκέναι ποτέ, ἵνα καὶ διαπορήσωμεν τί διοίσει μονὰς ἑκάστη τῆς αὐτοδυάδος, ἀλλ’ εἶναι ὡς μὲν πρὸς τοὺς ἀριθμοὺς τούς τε ἄλλους καὶ τὴν δυάδα ἀνειδέους καὶ ἀπείρους, κατέχεσθαί γε μὴν ἰνδάλματι καὶ αὑτὰς τοῦ ἑνός· εἰ δὲ περὶ μονάδων λέγοι τῶν ἀύλων ἔξεστι γὰρ οὐ μόνον ἀριθμούς, ἀλλὰ καὶ μονάδας τὰ εἴδη καλεῖν τὰ νοερά), πολλῷ πλέον ἐροῦμεν ἕκαστον ἀπὸ πασῶν εἶναι τῶν ἀρχῶν, καὶ ἔχειν ἐκ μὲν τοῦ ἑνὸς αὐτὸ τὸ ἑνιαῖον εἶδος καὶ τὸ μοναδικόν, ἐκ δὲ τῆς δυάδος τῆς ἀορίστου τό τε ἀμερὲς καὶ τὸ ἐπὶ πάντα διῆκον ταῖς δημιουργίαις καὶ προνοίαις καὶ ταῖς φρουρητικαῖς δυνά- [*](4 cf. Alex. 767,31 sqq. 5 hiatum notavit Us.; exple ex Alex.: ἢ ἐξ ἀμφοῖν ἐγένοντο τῶν 6 δὴ Alex.: δὲ C ἢ: εἰ Us., sed ex Alex, concludendum Syrianum olim pleniorem fuisse aut quae ab auctore acceperat non diligenter transscripsisse; sic enim ille pergit post μικροῦ v. 7: εἰ μὲν γὰρ δὴ οὕτω, τουτέστιν εἰ μὲν γὰρ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ etc. 13 τῆς non habet Alex.; sed posssis etiam ἔκ τε τοῦ 16 εἰ add. ex Alex. 27 ἔχειν ἐν add. Us. 32 an ἑκάστην? 34 ῾ ἀμερὲς coruptum videtur; num πλῆρες?᾿ Us.)
p. 1083b32 Ἔτι προτέτα . . δυοποιὸς ἦν.
Ἡ μονὰς ἢ προτέρα τῆς αὐτοδυάδος * * εἰ δὲ ἡ αὐτοδυὰς ἰδέα, καὶ ἡ πρεσβυτέρα ταύτης ἡ μονὰς ἰδέα· ἐκ τίνος οὖν προῆλθεν; οὐ γὰρ δὴ ἐκ τῆς ἀορίστου δυάδος· ἐκείνη γὰρ καὶ τὰ ἁπλᾶ διπλασιάζει. ἐν δὴ τούτοις οὐ διορίζει μὲν περὶ ποίας λέγει μονάδος, δῆλος δέ ἐστι περὶ τῆς συνεγνωσμένης προτείνων τὴν ἀπορίαν, ἥτις οὔτε ἔστιν ἐν τῷ εἰδητικῷ ἀριθμῷ καὶ ἐν ὑστάτοις τῶν μαθηματικῶν ἀπέρριπται, οὐδὲ τῆς μοναδικῆς δυάδος ἁπλῶς οὖσα πρεσβυτέρα, ἀλλ’ ἴσως μὲν γενέσει, οὐσίᾳ δὲ οὐδαμῶς· τοιαῦτα γὰρ τὰ ὑλικὰ αἴτια. παράγεται δὲ καὶ αὕτη καὶ πᾶν τὸ ὑποκεί. μένον τῶν μαθηματικῶν ἀριθμῶν ἀπὸ πασῶν μὲν τῶν ἀρχῶν, μάλιστα δὲ ἀπὸ τῆς οἰκείας ἑαυτοῖς δυάδος· αὕτη γὰρ διαιρουμένων τῶν ἀριθμῶν εἰς εἶδος μὲν καὶ ὕλην τῆς ὕλης ἐστὶ μᾶλλον ἀρχή, εἰς δὲ ἄρτιον καὶ περιττὸν τοῦ ἀρτίου μᾶλλον ἐξηγεῖται· ταῦτα δὲ ποιοῦσα καὶ πρὸς τούτοις ἄλλα πολλὰ καὶ θαυμαστὰ περὶ τοὺς ἀριθμοὺς εἰκότως δυοποιὸς κέκληται· δυὰς γάρ πως πᾶσα ὕλη καὶ πᾶς ἄρτιος καὶ πᾶς ἑτερομήκης καὶ εἴ τι ταύτῃ προσήκει τη συστοιχιᾳ.
p. 1083b36 Ἔτι ἀνάγκη . . . ἀριθμόν.
Ἄφυκτος ἡ διαίρεσις καὶ ἡ αἰτία πάνυ ἐμβριθής· ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν. οὐδέτερον ἀφωρισμένως ἔστιν εἰπεῖν, ἀλλ’ ὅτι τὰ μὲν ἐν ἑνὶ χρόνῳ πεπέρανται, τὰ δὲ ἐν τῷ ἀπείρῳ ἄπειρά ἐστιν· ἐπὶ | δὲ τῶν ἀεὶ [*](914b) κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχόντων, ἐφ’ ὧν οὐδὲν δρᾷ χρόνος, ἀνάγκη <ἢ> τὸ ἄπειρον ἢ τὸ πεπερασμένον παραλαμβάνειν. ῥητέον οὖν ὅτι δυνάμει μὲν ἄπειρα τὰ θεῖα, ἀριθμῷ δὲ χρῆται μὲν πεπερασμένῳ· πόσῳ δέ, οὐκ ἄν εἴποι μερικὴ ψυχή, πλὴν ὅτι τοσοῦτός ἐστιν ὅσον ἴασιν αἱ τούτων ἀρχαὶ καὶ βούλονται παράγειν ἄλλον κατ’ ἄλλην τάξιν τῶν ὄντων. εἰ δ’ ὅπου μὲν τριαδικὸν ἡ τετραδικὸν ἀριθμὸν ὑποθοίμεθα, ὅπου δὲ ἑβδομαδικὸν ἢ δεκαδικόν, οὐ δήπου κατὰ τὰ ἄλλα τῶν ἀριθμητῶν οὕτως ἀριθμήσαντες τἀκεῖ θεῖα τοσαῦτα εἶναι ἀπεφηνάμεθα, ἀλλ’ ἐπειδὴ πάντα τέλειά ἐστι καὶ ἀρχοειδῆ καὶ ἀγένητα καὶ τῶν ὅλων προληπτικά, διαπρέπει δὲ ἄλλη ἰδιότης ἐν ἄλλοις, εἰ καὶ πάντα ἐν πᾶσιν, ἐν οἷς μὲν τὸ πρώτως τέλειον ἐθεωρήθη, τὸν τούτων ἀριθμὸν τριαδικὸν εἶναι λέγομεν· ἐν οἷς δὲ ἀρχοειδῶς πάντα [*](4 cf. Alex. 768,26 sqq. ἢ C: φησί Us. spatium sex litt. in C; Alex. 768,27 haec habet: ἀναιρουμένης γὰρ τῆς μονάδος ἀναιρεῖται καὶ ἡ δυάς· τὸ δὲ συναναιροῦν πρότερον τοῦ συναναιρουμένου 13 αὐτοῖς coni. Us. 20 cf. Alex. 768,37 22 πεπέραται C 23 κατὰ ταὐτὰ Us.: τὰ αὐτὰ C ἡ add. Us. 26 ἐφ’ ὅσον coni. Us. 28 ἑβδοματικὸν C 31 προσληπτικὰ C: corr. Us. 32 numerus ternarius primus perfectus: theol. ar. 13,4)
p. 1804a2 Ὅτι μὲν . . . ἀεί ἐστιν.
Πρὸς τὸν μαθηματικὸν ἄν τις μᾶλλον ἀπορήσειε ταῦτα δικαίως ἀριθμόν, οὐ πρὸς τὸν θεῖον καὶ εἰδητικόν· ἐκεῖ γὰρ ἄλλως τὸ ἄρτιον καὶ τὸ περιττόν, οὐχ ὡς νῦν οὗτος λαμβάνει, ἀλλὰ μᾶλλον ὡς εἰώθασιν οἱ ποιηταὶ θεοὺς λέγειν καὶ θεάς·
p. 1084a4 Ὡδὶ μὲν . . . ὁ ἄλλος ἄρτιος.
Τὸ μὲν ἓν ἐμπεσὸν τῇ δυάδι κατ’ αὐτὸν ποιεῖ τὸν τρία, ἡ δὲ δυὰς ἐπὶ μὲν τὸ ἓν ἐλθοῦσα ποιεῖ τὸν δύο, ἐπὶ δὲ τοῦτον γιγνομένη καὶ ὁμοίως ὁδεύουσα τὸν ἀρτιάκις ἄρτιον, τῷ δὲ τρία καὶ τοῖς ἄλλοις περιττοῖς ἐπιγιγνομένη τὸν ἀρτιοπέρισσον, ᾧ πάλιν ἐπεμπεσοῦσα ποιεῖ τὸν περισσάρτιον. ταῦτα ὡς τοῖς πρεσβυτέροις ἀρέσκοντα λέγει ἀπορεῖ τε ὀρθῶς· † εἴπερ μὴ ὀρθῶς ἱστόρηται κατ’ οὐδὲν προσήκει τῷ εἰδητικῷ ἀριθμῷ.
[*](1 numerus quaternarius gignit denarium qni est ἐγκόσμιος: theol. ar. 16,29 cf. p. 106,15 cum adn. et p. 150,31 τετραδικά C: corr. Bag. 2 ἀξιοῦνται C numerus septenarius deorum νοερῶν proprius: Procl. theol. Plat. 249 3 cf. ad p. 106,15 6 κυκλῶν C: corr. ΑΗ 8 μᾶλλον ἄν τις μᾶλλον C a: prius μᾶλλον del. C b 13 καὶ geminat C 25 cf. Alex. 769,23 sqq. 30 post ἱστόρηται fort. ἃ tantum excidisse putat Us.; plura intercidisse opinor et μὴ in δὴ mutari debere)p. 1084a7 Ἔτι εἰ . . . ἰδέας.
[*](915a)Τοῦτο μᾶλλον πραγματειῶδες τὸ ἐπιχείρημα. φασὶ δὲ καὶ πρὸς τοῦτο οἱ προϊστάμενοι τῆς ἀπειρίας τῶν παραδειγμάτων οὐχ ἅμα πάντα τὰ εἴδη τὸν αἰσθητὸν ὑποδέχεσθαι κόσμον, ἔνιοι δὲ αὐτῶν οὐδὲ ἐν τῷ ἀπείρῳ χρόνῳ φασὶ πάντων τῶν εἰδητικῶν αἰτίων εἰκόνας ὑποδέχεσθαι τὸν κόσμον· τοιαῦτα γὰρ οἱ περὶ Ἀμέλιον τὸν Πλωτίνειον νεανιεύονται. ἔοικε δὲ μᾶλλον ὁ Ἀριστοτέλης τῆς τῶν πρεσβυτέρων διανοίας ἐν τούτοις ἐστοχάσθαι· διὸ καὶ ἐπήγαγεν οὔτε κατὰ τὴν θέσιν ἐνδέχεται, τῆν αὐτῶν ἐκείνων δόξαν οὕτω καλῶν τάχα ὡς ἔχουσάν τι παράδοξον. καὶ τοῦτο μέντοι ζηλωτὸν ἐν τοῖς ἐκκειμένοις τοῦ Ἀριστοτέλους, ὅτι τὰς ἰδέας οὐ πρώτων εἶναι τῶν αἰσθητῶν ἔφη λέγειν αὐτούς, ἀλλ’ † ἑαυτῶν μέν, εἶναι δὲ καὶ παραδείγματα τῶν τε ψυχικῶν εἰδῶν καὶ τῶν φυσικῶν καὶ [τῶν] τελευταίων τῶν αἰσθητῶν, ἅπερ ᾐνίξατο διὰ τοῦ ἢ ἄλλου τινός. ἔστω δ’ οὖν δεδειγμένον αὐτῷ, ὅτι οὔκ εἰσιν ἄπειροι οἱ νοητοὶ ἀριθμοὶ τῇ οἰκείᾳ ἑαυτῶν φύσει, καίτοι παρ’ ἡμῖν ἄγνωστοι καὶ ἀπερίληπτοι ὄντες· εἰ γὰρ καὶ μὴ δι’ ἃς αἰτίας εἴρηκε παραιτήσαιτο ἄν τις ἐπ’ αὐτῶν τὸ ἄπειρον, ἀλλ’ οὖν ἱκανῶς ὁ Φιλόλαος τοῦτο ἀποδείκνυσιν. “ ἀρχὰν γάρ, φησίν, οὐδὲ τὸ γνωσούμενον ἐσσεῖται, πάντων ἀπείρων ἐόντων”. εἰ τοίνυν οἶδεν ἑαυτὸν ὁ θεῖος ἀριθμός, πάντως ὅτι ἑαυτῷ πεπεράτωται· καὶ εἰ τοσοῦτός ἐστιν ὅσον ἠβουλήθησαν αἱ ἀρχαί, πάντως ὅτι τὸ μέτρον αὐτοῦ προείληπται παρὰ τῇ βουλήσει τῶν ἀρχῶν· ὥστε οὐκ ἄν εἴη ἄπειρος, εἰ μὴ ὡς ἀπειροδύναμος ἢ καὶ πρὸς ἡμᾶς. ἴδωμεν δὲ τῷ εἶναι αὐτὸν πεπερασμένον τί ἄτοπον ἕψεται.
p. 1084a10 Εἰ δὲ πεπερασμένος . . . δτότι.
Ὡς μὲν σὺ ζητεῖς, οὐκ ἔστιν | εἰπεῖν· οὐ γὰρ ἀριθμητὰ τῇ ἡμετέρᾳ 915b φύσει τὰ θεῖα· ὅταν μέντοι τριάδας ποιῶσι καὶ τετράδας καὶ ἑβδομάδας καὶ δεκάδας, οὐκ ἀποροῦσι λόγων πρεπόντων τούτοις τοῖς σκέμμασι, καθάπερ ἐν τοῖς ὀλίγον ἔμπροσθεν ἐπεσημηνάμεθα.
p. 1084a12 Ἀλλὰ μὴν . . . ὑπερέξει.
Τῶν θείων ἀνδρῶν δεκάδα τὸν εἰδητικὸν εἰπόντων ἀριθμὸν ὡς κοσμικὸν παράδειγμα καὶ “ ὅρον περὶ πᾶσι τεθέντα”, καὶ ὅτι ὥσπερ ἡ δεκὰς ἑαυτῆς ἔχει πάντα τὸν ἀριθμὸν οὐκέτι κρυφίως ὡς ἡ μονὰς οὐδ’ ὡς ἡ τετράς, ἀλλ᾿ ἤδη σὺν ἑτερότητι πλείονι καὶ διαιρέσει, τοῦτον τὸν τρόπον καὶ ἡ νοερὰ δημιουργία πάντα προείληφεν ἐν ἑαυτῇ τὰ τῶν κόσμων [*](2 supra πραγματειῶδες rubro φροντίδος ἄξιον C 7 εὐστοχᾶσθαι C: unde εὖ Us. 8 cf. Alex. 770,8 10 ἐγκειμένοις C: corr. Us. 11 ἑαυτῶν μὲν <εἶναι>, εἶναι Us.; verum puto ἀλλὰ καὶ αὐτῶν μέν, εἶναι 12 utique τῶν cum Us. delendum, fort, etiam τελευταῖον scribendum 14. 15 καίπερ ἡμῖν coni. Us. 15 δι’ ἅς <αὐτὸς> Us. 16 cf. Boeckh de Philolao p. 48 29 cf. p. 106,15. 150,28 30 fort. τιθέντα cf. supra p. 106,19 33 κοσμικῶν coni. Us. reete)
p. 1804a18 Ἅμα . . . ἄνθρωποί γε.
Εἴρηται ὅτι οὐ τῶν εἰδητικῶν μόνων ἕκαστος εἷς, ἀλλὰ γὰρ καὶ τῶν μαθηματικῶν, εἴπερ ὁ ἐνεργείᾳ καὶ ὁ σὺν τῷ ἑαυτοῦ εἴδει θεωρούμενος λαμβάνοιτο, ἡ δὲ αὐτοτριὰς οὕτε ἀνθρώπου οὔτ’ ἄλλου τινὸς παράδειγμα ἂν εἴη, ἀλλὰ τῶν μετ’ αὐτὴν ἁπασῶν τριάδων· ὥστε μία πολλῶν αἰτία τῶν μὲν αὐτῇ προσεχεστέρων τῶν δὲ ἐν ἐσχάτοις κειμένων.
p. 1084a21 Καὶ εἰ . . . ἄνθρωπος.
Γελοίως δὲ καὶ ταῦτα <καὶ> φορτικῶς ἀναγέγραπται καὶ μόνως ἂν χώραν, εἰ μοναδικὸν οἱ ἄνδρες ἐποίουν τὸν τῶν εἰδῶν ἀριθμὸν καὶ ἕκαστον τῶν μοναδικῶν πολλαχῶς ἔλεγον ὑφεστάναι, οὐκ ἐν ἑαυτῷ μόνον ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἑαυτοῦ μείζοσι θεωρούμενον.
p. 1084a25 Ἄτοπον . . . ἀριθμῶν.
Oὐκ ἄτοπον, εἰ ἐνθυμηθείης ὅτι τῶν ἁπλῶν εἰσι φύσεων αἱ ἰδέαι καὶ οὐ τῶν ἐκ στοιχείων ἐπισυντιθεμένων ὁμοφυῶν, ὅθεν καὶ πάντα μὲν τὸν ἀριθμὸν τὸν εἰδητικὸν δεκάδα προσηγόρευον διὰ τὰς προειρημένας αἰτίας, οὐ μὴν | ἀλλὰ καὶ ἑκάστου τῶν μοναδικῶν ἀριθμῶν τῶν ἄχρι δεκάδος [*](916a) ἰδέαν ἀπετίθεντο· ἁπλούστατοι γὰρ οὗτοι καὶ εἰδικὴν ἔχοντες πρὸς ἀλλήλους διαφοράν· ἡ δὲ ἑνδεκὰς σύνθεσίς ἐστι δυοῖν προὐπαρχόντων ἀριθμῶν.
p. 1084a27 Ἔτι δὲ καὶ . . . τὰ εἴδη ἐστίν.
Oὕτω καὶ οἱ τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ τὸ πᾶν ἐπιτρέποντες ἐπιχειρεῖν ἠδύναντο· ἐπεὶ γὰρ ἔνια γίγνεται ἐκ ταὐτομάτου καὶ κτὰ σέ, τί κωλύει πάντα γίγνεσθαι τυχαίως; ἀλλ’ οἶμαι φαίης ἄν πρὸς αὐτούς, ὅτι [*](2 δέκα Us.: δεκάδα C 9 post οὖν lacunam statuit Us., at cf. Plat. Phaed. 242e Arrian. Ind. 5,10.9,4 infra p. 941a35 Rhein. Mus. LI 465 etc. 12 γὰρ del. Us., at cf. Callinic. vit. Hypat. 66,25 16 ἑκάστοις C: corr. Us, 18 καὶ add. Bonitz 24 ἐπιτιθεμένων C a: σὺν suprascr. C b 27 ἰδικὴν C 32 κωλύει Us.: λυπεῖ C)
p. 1084a29 Ἔτι ἄτοπον . . . περιττόν.
Λείπει τῷ λόγῳ, τὸ γὰρ τέλειον ἦν· ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς οὐ μέχρι τῆς ἑνδεκάδος, ἐπεὶ καὶ τὸ ἓν μᾶλλον τῆς δεκάδος ὂν καὶ εἶδος αὐτῆς, καὶ τὰ ἑξῆς. εἶδος μὲν οὖν εἴρηται τῆς δεκάδος παρ’ αὐτοῖς οὐ τὸ τυχὸν ἕν, ἀλλ’ ἡ ἀρχηγικὴ μονάς, ἣν ὁριζόμενοι καὶ εἶδος εἰδῶν ἔλεγον εἶναι, ὅτι πάντων ἔχει τῶν ἀριθμῶν ἐν ἑαυτῇ τὰ εἴδη. ἀλλ’ ὅμως καὶ εἰ πάντων εἶδός ἐστι τῶν ἀριθμητικῶν εἰδῶν; μάλιστα τῆς δεκάδος ἄν ῥηθείη· μιμεῖται γὰρ αὐτὴν ἡ δεκάς, ὅπερ ἐστὶν ἡ μονὰς πρὸς πάντας ἁπλῶς τοὺς ἀριθμούς, τοῦτο καὶ αὐτὴ ταῖς μεθ’ ἑαυτὴν δεκάσι καὶ ἑκατοντάσι καὶ χιλιάσι γιγνομένη· διὸ καὶ “ δευτερῳδουμένα μονὰς” ὠνομάζετο. καθάπερ οὖν ὁ νοῦς εἶδος μέν ἐστι πάντων, μάλιστα δὲ τῆς ψυχῆς, οὕτω καὶ ἡ μονὰς εἰ καὶ πάντων, ἀλλὰ μάλιστα τῆς δεκάδος. τῇ δὴ τοιαύτῃ μονάδι | καὶ τὸ ἀγένητον [*](916b) ἂν μάλιστα πρέψειεν, οὐχὶ τῇ ἐν τοῖς ἕνδεκα. οἶδε δὲ καὶ αὐτὸς δι’ ἣν αἰτίαν ἄχρι τοῦ δέκα προῆγον τὸν ἀριθμόν· ἡ γὰρ ὑστάτη τελειότης αὐτὸς ἦν ἡ πᾶν περιέχουσα ἐν ἑαυτῇ. τοῦ δὲ κενοῦ παράδειγμα μὲν ἐν τοῖς ἀριθμοῖς οἱ ἀκριβέστεροι τῶν λόγων οὐκ ἀπολιμπάνουσιν, ἐπεὶ μηδ’ ἐν τοῖς οὖσιν ἔστι κενόν, ὡς ἐν εݲ βίβλῳ τῆς τῶν Πυθαγορείων δογμάτων συναγωγῆς δείκνυσιν Ἰάμβλιχος. τὰς δὲ χώρας τῶν ἀριθμῶν καὶ μάλιστα τὰς ἁρμονίας, αἳ καὶ αὐταὶ συμπληροῦνται πάντως ὑπὸ τῶν ἀριθμῶν, ὑπόμνησιν ἔλεγον φέρειν τῆς χώρας τῶν ὅλων ὡς κενῆς μὲν ὑπαρχούσης τῷ οἰκείῳ λόγῳ, συμπλ ηρωθείσης δὲ ὑπὸ τῆς νοερᾶς δημιουργίας καὶ τῆς περιφορᾶς τοῦ αἰθέρος, ἣ πάντα σφίγγουσα καὶ συνάγουσα πρὸς ἑαυτὰ κενὴν οὐδεμίαν ἐᾷ [*](1 cf. Alex, in anal. pr. 163,4 in top. 177,23 2 οὕτως C: ὡσαύτως coni. Us. 5 καὶ add. Us. 6 τε add. Us. 8 met. Z 7 p. 1032a32 10 οὐδὲ C: corr. Us. 13 τῶν ἐν ἡμῖν ΑΗ post κυρίως excidisse fere putat Us. ἀρχή ἐστιν ἡ βούλησις 15 cf. Alex. 771,12 22 αὑτὴν C 23 δευτεροδουμένα Us. Astium secutus (ad theol. ar. p. 171), at cf. Procl. in remp. II 67,9. 10 et ind. 24 post πάντων C a scripsit ἀλλὰ — μονάδι (v. 25), del. C b 26 τρέψειεν C: corr. Bonitz 29 noli μηδὲν ἐν 31 ἁμαρτί(ας) C: corr. Us.)
p. 1084a37 Ἔτι τὰ . . . μέχρι δεκάδος.
Ἔτι, φησί, καὶ ἐκ τῶν μεγεθῶν ἐδείκνυον, ὅτι μέχρι δεκάδος προάγειν χρὴ τὸν ἀριθμόν. ἔλεγον γὰρ ὅτι ἡ μονὰς ποιεῖ τὸ σημεῖον, ὅπερ οὗτος ἄτομον καλεῖ γραμμήν, ἡ δυὰς τὴν γραμμήν, ἡ τριὰς τὸ ἐπίπεδον, <ἡ τετρὰς τὸ σῶμα>, καὶ τούτοις ἀρκεῖται <τὸ πᾶν· ὥστε εἰ ταῦτα οὐσία συντεθέντα γὰρ ἀποτελεῖ τὴν δεκάδα), τὸ πᾶν ἀρκεῖται> τῇ κείσθω οὗν καὶ αὕτη ἡ αἰτία, εἰ καὶ ἐλαφροτέρα ἐστὶ κατὰ τὸν μαθηματικὸν μόνον ἐξεταζομένη εἰ] καὶ πολλοστὴν ἔχει τάξιν ἀπὸ τῶν ἐμβριθεστέρων, ἀλλ’ οὖν εἰωθυῖα πρός τινων λέγεσθαι. τέτταρες μὲν <γὰρ> αἱ ἀρ·χαὶ [*](6 post ἀριθμοῦ excidisse ἐν τοῖς ᾱ β γݲ, ᾱ γݲ εݲ putat Diels τῳ] τοῖς Diels Alex. 772,11 9 δύναιτο Us. 10 τἀς ante ἐν add. Us. 11 cf. p. 112,14. 160,18 Damasc. I 95,14 τοῖν Bonitz: τὸ C 12 προείληφε C: corr. Us. 13 cf. Alex. 772,16 sqq. 14 φησί Bonitz: φύσει C 16 nempe δεύτερος <δὲ> 20 ἐκείνων C: corr. Bag. 21.22 ἐν ἀριθμοῖς β., πάντων δὲ ἀριθμῶν αἴτια ἐν τοῖς coni. Us. 23 ἔτι Us.: ὅτι C 28—32 = Alex. 772,22 sqq. 30. 31 add. ex 31. 32 add. ex Alex. 34 εἰ del. Us. 35 πρὸς ΑΗ: πρὸ C γὰρ add. Us.)
p. 1084b2 Ἔτι εἰ ἔστι . . . ὕστερον.
Εὖ καὶ ἠπόρησε καὶ ἔλυσεν ἐκ τῶν παρ’ ἐκείνοις εἰωθότων λέγεσθαι· ἡ μὲν γὰρ ἀρχηγικὴ μονὰς καὶ ἀνάλογον οὖσα τῷ θείω, ἣν καὶ πάντων μὲν εἰδῶν πάντων δὲ σχημάτων “ κορυφὰν” ἔλεγον οἱ ἀπὸ τοῦ διδασκαλείου, κατὰ πάντα πρώτη τῶν ἀριθμῶν· ἡ δὲ τὸ ὑποκείμενον συμπληροῦσα τῶν ἀριθμῶν, ἣν καὶ ὡρίζοντο ποσοῦ τὸ ἐλάχιστον, γενέσει μὲν πρώτη οὐσία δὲ οὔ. ὁ δὲ καίπερ εἰδὼς ταῦτα καὶ οὕτω χρώμενος αὐτοῖς δεξιῶς οὐκ ἐπιτρέπει μεταφέρειν αὐτὰ καὶ ἐπὶ τοὺς ἀριθμούς, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῆς μονάδος ἀποχρώμενος ταράττειν ἐπιχειρεῖ θεωρίαν ἄριστα τοῖς ἑαυτῆς μέρεσι συμπληρουμένην· ἄκουε γὰρ οἷα τούτοις ἐπισυνάπτει·
p. 1084b13 Πῶς οὖν . . . ἀρχή.
Ὥσπερ οὗν σὺ ταῦτα διαιρεῖς, καὶ τὸ μὲν εἶδος ἢ τὸ καθόλου κατὰ λόγον φὴς ἀδιαίρετον εἶναι τὸ δὲ στοιχεῖον κατὰ χρόνον, ἐπειδὴ τῆς | γενέσεως ὁ χρόνος ἀπ’ αὐτοῦ ἄρχεται, οὕτω νόμιζε κἀκείνους προτείνειν· [*](917b) ποῖον ἓν ἐρωτᾷς; τὸ ἀρχηγικὸν ἡ τὸ ὡς ἐν μορίοις ἐλάχιστον; ὅλως δὲ διαφορᾶς οὔσης παρ’ αὐτοῖς ἑνὸς καὶ μονάδος, περὶ ἧς καὶ τῶν πρεσβυτέρων Πυθαγορείων πολλοὶ διελέχθησαν, ὥσπερ Ἀρχύτας, ὅς φησιν ὅτι τὸ ἓν καὶ ἡ μονὰς “ συγγενῆ ἐόντα διαφέρει ἀλλάλων” , καὶ τῶν νεωτέρων δὲ Μεδέρατος καὶ Νικόμαχος, διὰ τί μεταπηδῶμεν ἀπὸ τῆς μονάδος ἐπὶ τὸ ἕν, εἰ μὴ ἄρα μὴ δυσφωρατότερον τὸ ἐκείνων γένηται βούλημα.
p. 1084b16 Ὥσπερ . . . μία.
Οὕτως οὖν καὶ ἡ μονὰς ἡ τὸ ὑποκείμενον συμπληροῦσα τῶν ἀριθμῶν, ἀνάλογον τῇ ὀξείᾳ παραλαμβανομένη, καὶ προτέρα καὶ ὑστέρα τῶν ἀριθμῶν, λόγῳ μὲν ὑστέρα γενέσει δὲ πρεσβυτέρα. ἀμφοτέρως δὴ ποιοῦσι τὸ ἓν ἀρχήν. ἀλλ’ οὐ τὸ αὐτό, ὦ θαυμάσιε, ἀλλὰ τὸ μὲν ἀρχηγικὸν κατὰ πάντας τρόπους ὡς αἴτιον τῶν ὅλων, τὸ δὲ τῶν μορίων ἐλάχιστον ὡς τὴν ὀξεῖαν τῆς ὀρθῆς. ἔστι δὲ ἀδύνατον. τὸ αὐτό, (5 θαυμάσιε· διὸ καὶ τὰ ἑξῆς προσιέμεθα μέν, οὔ φαμεν δὲ κατὰ τῶν ἀνδρῶν εἶναι. τὸ μὲν . . . ὡς ὕλη. ὁ μὲν ἀριθμὸς πρότερός ἐστιν ὡς εἶδος καὶ ὡς οὐσία, ἡ δὲ μονὰς ὡς μέρος καὶ ὡς ὕλη· πρόσθες ὅτι ἡ ὑποκειμένη τοῖς ἀριθμοῖς.
[*](6 ex Pythagorae doctrinario Bag.; Syrianum dedisse ἀπὸ τούτου τοῦ recte suspicatur Us. 7 πρώτην C 9 δεξιῶς C: sub δεξι puncta 11 πράττειν C: corr. Bonitz 14 ὥσπερ οὑν σὺ C: περ οὖν σ- in ras. C b 20 δὲ ὁ δέρατος C: corr. 22 δυσφωρατώτερον C pro ἄρα μὴ necesse esse ἄρα ἵνα vidit Us. τὀκείνων C 24 cf. Alex. 774,18 sqq. 31 ὡς οὐσία C: ἡ οὐσία Us. ex Arist.)p. 1084b20 Ἔστι γάρ πως . . . ἑκατέρα.
[*](917b)Τὸ μὲν ἓν ἑκάτερον καὶ ἑκατέρα ὡς ἐπὶ τῶν τῆς δυάδος μονάδων. φησὶ δὲ ὅτι καθ’ ἑαυτὴν ἀποδιαληφθεῖσα τούτων ἑκατέρα ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, κατά τε τὴν ἀλήθειν καὶ κατὰ τὴν τῶν πρεσβυτέρων δόξαν· εἰ γὰρ μὴ ἔστι σωρὸς μονάδων <ὁ> ἀριθμός, ἀλλ’ ἕκαστος ἐξ ὑποκειμένων μέν ἐστι τοσῶνδε μονάδων, κτὰ τὸ εἶδος δὲ συνέστηκε τὸ ἑαυτοῦ, οὐδὲν ἄν εἴη ἡ ἐν τῇ δυάδι μονὰς ἐνεργείᾳ, πρὶν ἄν κοσμηθῇ τῷ εἴδει τῷ οἰκείῳ. τούτοις οὖν προσέχειν δεῖ, ὅτι οὔτε σύστημα μονάδων ἐθέλει τὸν ἀριθμὸν εἶναι οὔθ’ ὅλως εἶναί τι τὰς μονάδας ἐνεργείᾳ, πρὶν ὑπὸ τῶν εἰδῶν κοσμηθῶσιν· εἰ γὰρ καὶ ἄλλου χάριν αὐτὰ παρείληφεν ἐνδείξασθαι βουληθείς, ὅτι τὸ δυνάμει οὐ γενέσει μόνῃ καὶ χρόνῳ τοῦ ὅλου καὶ εἰδοπεποιημένου προτιθέασιν, | ἀλλὰ καὶ λόγῳ καὶ οὐσίᾳ καὶ] πρὸς ὃ καὶ φθάσαντες [*](918a) ἀπηντήσαμεν ἄλλην τὴν παρ’ αὐτοῖς ἀρχηγικὴν μονάδα λέγοντες εἶναι καὶ ἄλλην τὴν ὑλικήν), ἀλλ’ οὖν ἱκανὴν ἔχει πρός τε τἀληθὲς καὶ πρὸς τοὺς πρεσβυτέρους συμφωνίαν.
p. 1084b23 Αἴτιον δὲ...ταῦτα δ᾿ ἅμα τῷ αὐ τῷ ἀδύνατον ὑπάρχειν.
Ὅτι μὲν ἀδύνατον τῷ αὐτῷ ταῦτα ἅμα ὑπάρχειν, εὖ λέγεις. οὔκουν οὐδ’ ἐκεῖνοι τὴν αὐτὴν μονάδα πάντων τε ἀριθμῶν εἶναι περιληπτικὴν ἔλεγον καὶ μόριον ἑκάστου τὸ ἐλάχιστον, ἀλλ’ εἴρηται ὅτι τὴν μὲν ἀρχηγικὴν τὴν δὲ ὑλικὴν ᾤοντο εἶναι. οὕτ’ οὖν ἐξ ἀμερῶν καὶ ἀτόμων τὰ πράγματα συνετίθεσαν, ὡς οἱ περὶ Δημόκριτον, οὔτε μαθηματικῶς μὲν ἀναστρεφόμενοι μικρὰ περὶ τῆς μονάδος ἐφρόνουν, διαλεκτικῶς δὲ μεγάλα, ἀλλ’ ὡς εἴρηται, περὶ ἑτέρας ἐκεῖνα καὶ περὶ ἑτέρας ταῦτα μονάδος ἔλεγον. ὅρα δὲ μὴ σύ, ὦ θαυμάσιε, τούτοις εἶ περιπετής, τὸ ζῷον καὶ ὅλως τὸ γένος νυνὶ μὲν μέρος λέγων τοῦ εἴδους καὶ τοῦ ἀτόμου, νυνὶ δὲ πρότερόν τε τῇ φύσει καὶ περιληπτικώτερον· κἂν γὰρ διαιρῆτε πολλάκις καὶ τὸ μὲν γενικὸν καλῇτε τὸ δὲ γένος, ἔστ’ ἂν μὴ καὶ τῷ γένει διδῶτε ὑπόστασιν, οὐκ ἔνεστιν αὐτὰ μὴ συγχεῖσθαι πρὸς ἄλληλα.
p. 1084b32 Εἰ δὲ τὸ ἓν . . . γεννῶσι γοῦν τὴν δυάδα πρῶτον.
Ἐπειδὴ <αὐτῷ> τῷ ἑνί, φησί, ταὐτὸν δὲ εἰπεῖν τῇ ἀρχηγικῇ μονάδι, ὁμοιοτέρα ἐστὶν ἡ ἐν τῇ δυάδι μονὰς ἤπερ ἡ δυάς ἡ μὲν γὰρ διαιρετή, ἡ δὲ ἀδιαίρετος), τὸ δὲ τῇ ἀρχῇ ὁμοιότερον πρότερον, προτέρα ἄν εἴη ἡ [*](2 cf. Alex. 774,37 ἑκατέρα scripsi ex Arist.: ἑκατέραν C μονάδα add. Us.) 5 ὁ add. Α et habet Alex. 6 τῶν τοσῶνδε Alex. 7 οὐδὲν C: οὐκ Alex. 9 πρίν sine ἄν ne offendat, cf. 88,14. 127,33. 931a2 Procl. in remp. II 151,27 cum adn. Dürr Philol. suppl. VIII 41 10—12 = Alex. 775,8 sqq. 12 καὶ del. 17 οὐκοῦν C 21 μαθηματικοῖς C a: corn C b 26 διαιρῆται et κλῆται C: correxi διαιρῇ τε et καλῇς Us.) 27 διδῶτε C: διδῷς Us. 30—33 Alex. 776,11 sqq. 30 αὐτῷ addidi ex Ar. et Alex.)
p. 1085a1 Ἔτι εἰ . . . ἡ δυάς.
Δῆλον ὅτι ἐκ τῶν δύο ἰδεῶν· ἔστι γὰρ παρ’ ἡμῖν κατὰ τὸν μοναδικὸν ἀριθμὸν ὑφισταμένη. εἰ δέ, ὅτι καὶ ἕκαστον τῶν εἰδῶν ἑκάστω τε τῶν ἄλλων καὶ πᾶσιν ἅμα συντάττεται, καὶ ἐν αὐτῇ τῇ φύσει τῶν ὄντων θέλοι τις εἷναι σύνταξιν τῆς αὐτοδυάδος πρὸς τὸ τριαδικὸν παράδειγμα, καὶ ζητοίη πῶς τὰ συναμφότερα δύο, χαρακτῆρι φήσομεν τῆς | αὐτοδυάδος κατεχόμενα· [*](918b) παντὶ γὰρ ἑνὶ τῷ πρὸς αὐτὴν συνταττομένῳ μεταδίδωσιν ἡ δυὰς τοῦ ἑαυτῆς ἰδιώματος, ὥσπερ αὖ πάλιν καὶ ἡ τριὰς τοῦ ἑαυτῆς τρισὶ πᾶσι συμφύεσθαι πρὸς ἄλληλα βουλομένοις. οὐ μὴν οὕτω μετέχει τὰ πρῶτα τῶν ὄντων τοῦ εἰδητικοῦ μέτρου τῶν ἀριθμῶν ὡς τὰ ἐγκόσμια πράγματα, ἀλλ’ ὥς φαμεν ἡνῶσθαι πρὸς ἄλληλα καὶ μετέχειν ἀλλήλων τὰ θεῖα τῷ πάντα εἶναι ἐν πᾶσι. ταυτὶ μὲν οὖν παρὰ τῶν πρεσβυτέρων οἰητέον λέγεσθαι. ἀπόκριναι δὲ καὶ αὐτὸς πρὸς ὁμοίαν ἐρώτησιν· εἰ τὸ κινοῦν τὴν ἀπλανῆ χωριστὸν αἴτιον ἓν καὶ τὸ τὴν Κρονίαν σφαῖραν ἕν, ἄμφω δυάς· ἐκ τίνος οὖν αὕτη ἡ δυάς; οἶμαι ὅτι φαίης ἄν ‘ἐκ τῶν δύο νῶν· γὰρ αὐτοὺς ἔξωθεν ἀριθμοῦμεν οὐχ ὡς ἀριθμοῖς, ἀλλ’ ὡς ἀριθμητοῖς λοιπὸν προσιόντες᾿. οὕτως οὖν καὶ ἐὰν καὶ αὐτὸς ἀριθμῇς δύο ἢ τρεῖς τῶν ἰδεῶν, ἀριθμητὰς μὲν αὐτὰς ποιεῖς, ἐρεῖς δὲ συγκεῖσθαι ἐξ ἰδεῶν, ἑκάστῃ τῶν ἰδεῶν ὡς μονάδι χρώμενος.
p. 1085a3 Απορήσειε . . . ὁποτεραοῦν.
Ἃ μὲν ἐν τούτοις ἀπορεῖ, τοιαῦτά ἐστιν. ἆρα τοῦ ἑνὸς τοῦ τὴν πρώτην τῆς δυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ; εἴτε γὰρ τάξαιμεν, ἔσται δυὰς πρὸ δυάδος· εἴτε μή, τίς ἂν εἴη τούτου αἰτία; καὶ ὅλως πότερον τὴν δυάδα φήσομεν αὐτὴν ἐφεξῆς εἶναι τῷ ἑνὶ ἢ τὴν ἐν τῇ δυάδι μονάδα ὡς ὁμοιοτέραν οὖσαν τῷ ἑνί; ῥητέον δὲ ὅτι πρὸς μὲν τὸν εἰδητικὸν ἀριθμὸν οὐδ’ ἀπορεῖσθαι χρὴ τὰ περὶ τῶν τοιούτων μονάδων, καθὰ πολλάκις ἑπεσημηνάμεθα· πρὸς δὲ τὸν μαθηματικὸν εἰ λέγοιτο, φήσομεν τὰς ἐν ἑκάστῳ μονάδας τῶν ἀριθμῶν καθ’ ἑαυτὰς μηδενὶ εἶναι ἐφεξῆς, ὅπου γε οὐδὲ ἐνεργείᾳ εἰσὶ καθ’ ἑαυτάς· ὅταν δὲ κρατηθῶσι τῷ εἴδει τοῦ οἰκείου ἀριθμοῦ, [*](9 aliquid turbatum; ὑμῖν coni. Us. (an ἡ παρ’ ὑμῖν?) 18 ἔφαμεν et ἥνωται et μετέχει Us. 22 ὅτι del. aut οἶμαι mutat Us. 28—32 = Alex. 776,31sq. 31 τῷ πρώτῳ ἑνί Alex.)
p. 1085a7 Ὁμοίως . . . εὐλόγοις.
Βουλόμενοι, φησί, καὶ τὰ μεγέθη παράγειν ἀπὸ τῶν δύο ἀρχῶν τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἐκ μὲν τῆς δυάδος φασὶ τήν τε γραμμὴν τὸ μακρὸν καὶ βραχὺ λαβεῖν, τό τε ἐπίπεδον τὸ στενὸν καὶ πλατύ, τό τε στερεὸν τὸ βαθὺ καὶ ταπεινόν· ταῦτα γὰρ εἴδη ἐκάλουν τοῦ μεγάλου καὶ μικροῦ τοῦ ἐν τῇ ἀορίστῳ δυάδι. τὴν δὲ | κατὰ τὸ ἕν, φησίν, ἀρχὴν [*](919a) οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, οἷον δυάδα μὲν γραμμῇ, τριάδα δὲ ἐπιπέδῳ, τετράδα δὲ στερεῷ τοιαῦτα γὰρ ἐν τοῖς περὶ φιλοσοφίας ἱστορεῖ περὶ Πλάτωνος)· οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν. ταῦτα δὲ οὔτε πάντα ψευδῶς λέγει περὶ αὐτῶν οὔτε διηρθρωμένως παραδέδοται. ἀλλ’ ὅμως ἴδωμεν τίνα φησὶν ἀδύνατα τούτοις ἕπεσθαι.
p. 1085a16 Ἀπολελυμένα . . . ἐπίπεδον.
Εἴτε, φησί, μὴ σύνεισιν ἀλλήλαις αἱ ἀρχαὶ τῶν μεγεθῶν, ἀπολελυμέναι ἀλλήλων αἱ διαστάσεις ἔσονται τὰ γὰρ ἐκ διαφόρων ἀρχῶν ὑποστάντα οὐκ ἀναγκάζεται ἅμα εἶναι), ὥστε ἐπίπεδον ἔσται ἄνευ γραμμῆς· εἴτε σύνεισι, ταὐτὸν ἔσται ἡ γραμμὴ τῷ ἐπιπέδῳ καὶ τῷ στερεῷ τὸ ἐπίπεδον. ταῦτα δὲ γράφων ὅτι μὲν καὶ αὐτὸς ἑαυτοῦ συναισθάνεται, πάνυ πέπεισμαι· οὐ μὴν ἀλλὰ καὶ παρ’ ἐκείνων ὑπολαμβανέτω λέγεσθαι, ὡς οὐκ ἔστιν ἀνάγκη ἢ ταὐτὰ εἶναι ἢ κεχωρίσθαι ἀλλήλων, ἀλλ’ ἔστι τι μεταξὺ τὸ συνεῖναι μὲν ταὐτότητι, ἑτερότητι δὲ διακεκρίσθαι ἀπ’ ἀλλήλων. ὅλως δὲ τἀς μὲν ἀρχὰς ἅμα οὔσας εὔλογον ἑτερότητι διαφέρειν, ὥσπερ καὶ τοὺς τῆς φύσεως λόγους ἅμα ὄντας καὶ πάντας ἐν ἀμερεῖ διέκρινεν ἡ ἑτερότης· τὰ δὲ ἐκ τῶν ἀρχῶν ἁπλᾶ μὲν ὄντα καὶ ἄνευ τῶν συνθέτων ὁρᾶται, προϊόντα δὲ εἰς τὸ πρόσω καὶ συνθετώτερον δεῖται πάντως τῶν ἁπλουστέρων. διὰ τοῦτο γραμμὴ μὲν ἄνευ ἐπιπέδου καὶ τοῦτο χωρὶς στερεοῦ θεωρεῖται, ἐν δὲ τῷ τελείῳ μεγέθει πάντα χρὴ παραλαμβάνεσθαι.
p. 1085a19 Ἔτι δὲ γωνίαι . . . ἀποδοθήσεται.
Πῶς ἔτι ταῦτα, φησίν, ἐκ τῶν πολυθρυλήτων ἀρχῶν δύνανται ποιεῖν; τί γὰρ ἐν τούτοις τὸ ὑπερέχον καὶ <τί> τὸ ἐλλεῖπον; τὸ μὲν οὖν περὶ γωνιῶν καὶ πρόχειρόν ἐστιν· ὅτι γὰρ ἡ ὀρθὴ κατὰ τὴν μονάδα μᾶλλον, [*](5—13 = Alex. 777,11 sqq. 14 λέγεται coni. Us. recte 17—20 cf. Alex. 777,23—33 19 καὶ στερεὸν χωρὶς ἐπιπέδου add. Alex. 23 μεταξὺ μετὰ C 25 εὔλογον scripsi: λόγω C λέγε Us. 26 aliquid turbatum, fort, satis est καὶ delete 32—155,4 = Alex. 778,8 sqq. 33 τί add. ex)
p. 1085a20 Tαὺτό τε. . . στερεά.
Ὅτι μὲν ὥσπερ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἀριθμῶν πάθη καθ’ αὑτά, οὕτω καὶ μήκους μὲν τὸ περιφερὲς καὶ εὐθύ, πλάτους δὲ τὸ στενὸν καὶ πλατύ, βάθους δὲ τὸ ταπεινὸν καὶ ὑψηλόν, δεῖ συγχωρεῖν. ἀλλ’ ἐπειδὴ ταῦτα οὐκ ἀναιτίως ἐν αὐτοῖς, δῆλον ὡς ἀπὸ τῆς ἀρχῆς αὐτοῖς ἥκει τῆς οἰκείας, καὶ εἰ μὲν ὀρθοῦ καὶ στάσεως αὐτοῖς μεταδίδωσι, μᾶλλον ἀπὸ τῆς μονάδος εἰς αὐτὰ πρόεισιν, ὡς ἡ ὀρθὴ κατὰ τὰς γωνίας· εἰ δὲ καθ’ ὑπεροχὴν ὁρᾶται καὶ ἔλλειψιν τῷ τε μᾶλλον καὶ ἧττον συνοικεῖ, καὶ] παρὰ τῆς δυάδος αὐτὰ δέχεται. οὐδ’ ἐκεῖνοι οὖν τὰ ἐν τοῖς μεγέθεσι πάθη τῶν μεγεθῶν ἀρχὰς ἔλεγον, ἀλλὰ τὰ ἐξ ὧν ταῦτα τοῖς μεγέθεσι παραγίγνεται, ὧν μίαν εἶναι πηγὴν τὴν οἰκείαν αὐτῶν ἀόριστον δυάδα.
p. 1085a23 Πάντων . . . τὸ ἀδύνατον.
Ότι μὲν εἰ τὰ καθόλου χωριστά ἐστι, καὶ οἱ ἀριθμοί, συγχωρεῖ, ἀπογιγνώσκει δὲ καὶ τούτων κἀκείνων τὸ χωριστόν, ἀδύνατα λέγων ἕπεσθαι πολλὰ τοῖς χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν. ἡμεῖς δὲ οἰόμεθα μὲν εἶναι καὶ τὰ τῶν αἰσθητῶν ἀχώριστα· καὶ γὰρ ἐν ἐμοὶ τὸν κατατεταγμένον εἶναι τἀνθρώπου λόγον καὶ ἐν σοὶ καὶ ἐν παντὶ τῷ ὁμοειδεῖ, ἔτι δὲ τὸ ζῷον ἐν λέοντι καὶ ἵππῳ καὶ ἀνθρώπῳ καὶ κυνί, τόν τε πέντε ἐν τοῖς δακτύλοις καὶ τὴν δυάδα ἐν μυκτῆρσι καὶ ὀφθαλμοῖς καὶ χερσὶν εἰ τύχοι καὶ ποσίν. ἀλλ’ ἐπειδὴ οὐκ ἀναιτίως ταῦτα, ἀλλὰ κατά τινας ὡρισμένας ἐπιτελεῖται φύσεις ἀεὶ γὰρ οὕτω τά γε μὴ πεπηρωμένα), πᾶσά ἐστιν ἀνάγκη εἶναί τι καὶ ἐν τῇ ὅλῃ φύσει ζῷον χωριστὸν τῶν αἰσθητῶν, καθ’ ὃ τοῦτο τὸ φαινόμενον δημιουργεῖται, καὶ ἔτι ἐν τῇ ἀνθρώπου φύσει πεντάδα, καθ’ [*](1 ἀφ’ ἧς Alex.: ἐφ’ ἧς C 6 κύβοι C: correxi 15—17 = Alex. 778,14sqq. 15 post πάθη τὰ C a del. C b 21 καὶ del. Us. 32 τοῖς post ἐν C a: del. C b 33 <αἰτίας> ἐπιτελεῖται φύσει Us.)
p. 1085a29 Ὅταν γὰρ . . . ἕτερον.
Τῆς μὲν ἀρχηγικῆς μονάδος ἕτερον, ἄλλης δὲ ὑλικῆς οὐχ ἕτερον· ἀδιάφοροι γὰρ πρὸς ἀλλήλας αἱ ὑλικαὶ μονάδες. οἱ μὲν οὖν . . . ὕλης. ἐκ τῆς ἀντικειμένης, φησί, δυάδος, οἷον μακροῦ βραχέος, στενοῦ πλατέος, ἣν ἡμεῖς ἐκ τῆς ἀρχηγικῆς δυάδος ἤγομεν ἐπὶ τὰ μεγέθη. ἕτεροι . . . ἀπορεῖν. ἕτεροι δέ, φησίν, οὐ τὰς ἀριθμητικὰς ἀρχὰς καὶ τῶν μεγεθῶν ἀρχὰς ἔλεγον εἶναι, ἀλλ’ ἀνάλογον ταῖς ἀριθμητικαῖς ἀρχαῖς ἵστασαν τὰς γεωμετρικάς, σημεῖον ἀντὶ τοῦ ἑνὸς παραλαμβάνοντες, οὐκ ὃν μὲν ὅπερ τὸ ἕν, <ἀλλ᾿ ἀνάλογον τῷ ἑνὶ ταττόμενον, καὶ ἄλλο τι οὐκ ὂν μὲν ὅπερ ἀνάλογον δὲ τῇ ἀρχῇ ταύτῃ παραλαμβανόμενον, <ὃ> καλεῖ οἷον ὅτι μὲν οὖν καὶ οὗτοι ταὐτὰ τοῖς προτέροις ἔλεγον, εἰ καὶ μὴ τοῖς αὐτοῖς ὀνό|μαδιν ἐχρῶντο πρὸς δήλωσιν, παντὶ πρόδηλον. ἴδωμεν δὲ ποῖα καὶ τούτοις φησὶν ἕπεσθαι ἄτοπα.
[*](3 δεῖ καὶ πρὸ Bag. 7 σύζησιν scripsi: διάζησις Porph. ap. Stob. II 167,10): συζήτησιν C συζυγίαν Us. 9 ἂν addidi 10 ἄν add. Us. 13 τὰ add. Us. 18 fort, post ἄλλων participium excidit velut γεννώμενα 22 possis <ἅμα> 23 ἕτερον Arist., ἕτερόν τι ex Alex. ed. Christ 26 cf. Alex. 779,27 28—32 = Alex. 779,29 sqq. 30 τὸ habet C, sed fort, delere voluit 31 ἀλλ᾿—δυάς add. ex Alex. 32 post ταύτῃ ὐπ’ αὐτῶν ex Alex. add. ὃ addidi; ὅπερ οἷον πλ. ἐκάλουν ex Alex. Bonitz)p. 1085a35 Εἰ μὲν . . . ἔσται γραμμή.
[*](920b)Πρῶτον μὲν ἡ ἑτέρα τῶν ἀρχῶν οὐχ ὡς ὕλη τῶν μεγεθῶν ἀλλ’ ὡς τῆς ὕλης ὑποστατική, εἴπερ ἀνάλογον ἕστηκε τῇ ἀορίστῳ δυάδι. ἔπειτα τίς ἀνάγκη τῆς αὐτῆς ὕλης οὔσης τὰ αὐτὰ ἄντικρυς ἀποτελεῖσθαι; γένοιτο γὰρ ἄν διαφορὰ παρὰ τὸ εἰδοποιὸν αἴτιον, ὥσπερ ἐπὶ τῶν κοσμικῶν στοιχείων· πῦρ γὰρ καὶ ἀήρ, ὕδωρ τε καὶ γῆ τῇ αὐτῇ μὲν ὕλῃ χρῆται, ταὐτὰ δὲ ἄντικρυς ἀλλήλοις οὐκ ἔστιν. ἀλλὰ καὶ συλλαβὴ καὶ λέξις καὶ λόγος τοῖς αὐτοῖς ὑποκειμένοις χρῶνται τὰ γὰρ στοιχεῖα τῆς φωνῆς ὕλη πάντων ἐστὶ τούτων), ἀλλ’ ὅμως τὰ μέν ἐστιν αὐτῶν ἁπλούστερα τὰ δὲ συνθετώτερα· καὶ τῶν μὲν συνθετωτέρων οὐδὲν ἄνευ τῶν ἁπλουστέρων εἶναι δύναται, ὥσπερ οὐδὲ σῶμα χωρὶς ἐπιπέδου καὶ γραμμῆς, τὰ δὲ ἁπλούστερα καὶ καθ’ ἑαυτὰ θεωρεῖται, ὥσπερ δὴ καὶ ἡ γραμμή. εἰ δὲ καὶ διάφοροι μὲν αἱ ὗλαι, ἕποιντο δὲ αἱ μὲν τῶν ἁπλουστέρων ταῖς τῶν συνθετωτέρων, αἱ δὲ τῶν πολυσυνθετωτέρων μηκέτι ταῖς τῶν ἁπλουστέρων, οὐχ ὁρῶ πῶς ἢ τὰ αὐτὰ ἔσται τὰ ἀποτελούμενα ἢ πάντῃ διεζευγμένα ἀλλήλων. τὸ μὲν οὖν διαιρετικὸν αὐτοῦ δεχόμεθα, τὰ δὲ ἑπόμενα ταῖς διαιρέσεσιν οὐδεμίαν ἔχειν ἀνάγκην φήσομεν.
p. 1085b4 Ἔτι πῶς μὲν . . . τοιαῦτα.
Καὶ οἱ πλῆθος ποιοῦντες τῶν ἀρχῶν τὴν ἑτέραν καὶ οἱ δυάδα ταὐτὰ διανοούμενοι διαφόροις ὀνόμασι κέχρηνται· οὔτε γὰρ πλῆθος οἷον· τὸ ἀπογεννώμενον οὔτε δυάδα πλῆθός τι οὖσαν ἐθέλουσιν αὐτὴν εἶναι, ἀλλὰ ποσότητος γεννητικὴν· εἰδοποιομένης ἀπὸ τῆς μονάδος. τὸ δὲ περὶ ἀθέτων καὶ ἀναφῶν καὶ ἀύλων πραγμάτων ὄντος τοῦ λόγου πυνθάνεσθαι, πότερον μίξει ἢ θέσει ἢ κράσει ἡ γενέσει τὴν συνέχειαν τῶν ἀριθμῶν ἀνατίθεμεν, ἀτεχνῶς εἰς σώματα βλεπόντων ἀνθρώπων καὶ οὐδὲ τῶν σωμάτων τὰ συνεχέστερα φήσομεν εἶναι ταῦτα προβλήματα· δῆλον γὰρ ὅτι ἕκαστος τῷ ἑαυτοῦ εἴδει καὶ διὰ τὸ ἑαυτοῦ εἶδος εἷς τέ ἐστι καὶ ὡμοίωται τῇ ἀρχῇ τῇ μοναδικῇ τῶν ἀριθμῶν.
p. 1085b12 Μάλιστα . . . καὶ ἑνός.
Εὖ μὲν ζητεῖ πόθεν ἑκάστη τῶν ὑλικῶν μονάδων, εὖ δὲ καὶ ἀπογιγνώσκει μὴ εἶναι τὴν ὑλικὴν ὅπερ τὴν ἀρχηγικήν, ἣν αὐτό γε τὸ ἓν κέκληκε· τοῦτο γὰρ καὶ ἡμεῖς | διαμαρτυρόμενοι διατετελέκαμεν. οὐκέτι [*](921a) μέντοι τὰ ἑξῆς ἀναγκαῖον ἕπεσθαι· οὔτε γὰρ ἐκ μορίου τῆς δυάδος φαμὲν αὐτὴν ὑφίστασθαι ἅπασα γὰρ ἀρχὴ πλήθους ἀδιαίρετος), οὔτε εἰ ἐκ τῆς δυάδος ὑφίσταιτο, πλῆθός ἐστιν ἤδη· οὔτε γὰρ ἡ δυὰς πλῆθος οὔθ’ ὅμοια ἑαυτῇ γεννᾷ. ῥητέον οὖν πρὸς τὴν πρώτην ἐρώτησιν, ὅτι αὕτη ἡ μονὰς [*](2 πρώτη C: corr. Us. 23 πότερον Us.: τοῦτο C 25 σώματα μεταβλεπόντων correxi συναγέστερα C: corr. Bonitz 27 εἷς τέ Us.: ειτ C 31 γε Arist.: τε C 35. 36 ὅμοια ἑαυτῇ corrupta putat Us.)
p. 1085b23 Ἔτι ζητητέον . . . καὶ τὸ ἕν.
Οὐ περὶ τῶν ἀριθμῶν ἐπιζητεῖ νῦν εἴτε πεπεράτωνται εἴτε μή τοῦτο γὰρ προὔτεινε πρότερον), ἀλλὰ περὶ τοῦ πλήθους τοῦ ἐν τῇ δυάδι, οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο. φανερὸν δὲ γέγονεν αὐτοῦ τὸ βούλημα διὰ τοῦ συμπεράσματος· λέγει γάρ· ποῖον οὖν ὅτι] πλῆθός ἐστι στοιχεῖον καὶ τὸ ἕν; ῥητέον οὖν ὅτι μηδ’ ὅλως ἐστὶ πλῆθος ἐν δυάδι διακεκριμένον, κἀν πλῆθος ὀνομάζηταί ποτε ὡς αἰτίαν ἔχουσα καὶ περιέχουσα γεννητικὴν τοῦ πλήθους ἐν ἑαυτῇ.
p. 1085b27 Ομοίως . . . μεγέθη οὔ.
Τὸ μὲν ζητεῖν πόθεν αἱ πολλαὶ στιγμαὶ τὴν ὑπόστασιν ἔσχον καὶ τὰ μεγέθη, φιλόσοφον, τὸ δὲ τοιαύτας ἀποκρίσεις ἑαυτῷ διδόναι, τὰς ὑποθέσεις ἐστὶ τῶν ἀνδρῶν σπουδάζοντος εἰς ἀπορίαν καταβαλεῖν ἐκ παντός. εἰσὶν οὖν αἱ μὲν πολλαὶ στιγμαὶ ταῖς ὑλικαῖς ἀνάλογον μονάσιν, ὥστε ἔχουσιν αἰτίαν μὲν τὴν ὑλοποιόν, ἴνδαλμα δὲ καὶ αὗται τῆς ἀρχῆς τῆς εἰδοποιοῦ καταδέχονται· τὰ δὲ μεγέθη τὰς μὲν διαστάσεις ἐκ τῆς ἑτέρας ἔχουσι τῶν ἀρχῶν τῆς ὑλοποιοῦ, τοὺς δὲ λόγους ἐκ τῆς μοναδικῆς. οὔτε οὖν διάστημα χρὴ καλεῖν τὴν τοῦ διαστή|ματος γεννητικὴν ἀρχὴν οὔτε μόρια τοῦ διαστήματος [*](921b) ἐπινοεῖν, ἀφ’ ὧν αἱ στιγμαί· οὐ μόνον ὅτι μόρια διαστήματος οὐκ ἔστιν ἀμερῆ, ἀλλ’ ὅτι μήτε διάστημά ἐστιν ἡ ἑτέρα τῶν ἀρχῶν μήτ’ ἐπὶ τῆς τὸ πλῆθος ὑφιστάσης δυάδος μονάδας λέγομεν αἰτίας εἶναι τὰς ἐν αὐτῇ τῶν ἔξω προελθουσῶν μονάδων. ταῦτα γὰρ πάντα δριμέως ἐπινενόηται παρ’ αὐτοῦ διασύρειν τὰς τῶν Πυθαγορείων ἀρχὰς προθυμουμένου.
[*](2 fort. <ἀπὸ> τῆς lacunam indicavit Us.; amissum est initium eorum πρὸς τὴν δευτέραν ἐρώτησιν (p. 157,36) oblocutus est Syr. 7 αὐτὴν delere nolui 9 ad ἀμηγέπη C in mg. ὅπως δήποτε καθοτιοῦν· λέγεται δέ καὶ ἁμωσγέπως 11 ἐκείνου Bag. 14—16 = Alex. 781,20 sqq. 15 οὖ Alex.: ὃ 18 στοιχεῖόν ἐστι Arist. 19.20 καὶ περιέχουσα fort, insiticium esse iure suspicatur Us.)p. 1085b34 Πάντα . . . μεγέθη.
[*](921b)Ὄτι μὲν τούτων οὐδὲν ὤφθη πρὸς ἔλεγχον ἐκείνων ἀξιόχρεων. μετρίως οἶμαι δεδεῖχθαι. δῆλον δὲ ὅτι οὐδὲ τὰ τοιαῦτα, κἂν μυριάκις μυρία τις ἐπισωρεύῃ, σαλεῦσαι δυνήσεται τἀληθὲς ἐκ τῆς τῶν ἐμφρονεστέρων διανοίας. ἔτι δὲ τὸ . . . αὐτοῖς. μήποτε οὐκ αὐτοὶ διαφωνοῦσιν, ἀλλ’ οἱ μετ’ αὐτοὺς τὰ μὲν ἠγνόησαν ὅπως εἴρηται, τὰ δ’ οὐ προσεποιήσαντο· δρῶσι δὲ αἱ ὁμωνυμίαι εἰς ἄμφω. οἱ μὲν γὰρ . . . ἐποίησαν. εἴρηται ὅτι καὶ οὗτοι τὸν εἰδητικὸν ἔσεβον ἀριθμόν, εἴπερ ὅλως προσήκειν ἕσπου. δαζον τοῖς Πυθαγορείος, μαθηματικοῖς <δ᾿> ὀνόμασι καὶ ἐπ’ αὐτοῦ παρέσχον ἀφορμὴν τοῖς βουλομένοις λέγειν, ὅτι τοῦ πρώτου καὶ κρείττονος ἀποστάντες περὶ τὸν δεύτερον καταδεέστερον πᾶσαν τὴν σπουδὴν κατεβάλλοντο. οἱ δὲ . . . λέγουσι. ταῦτα πρὸς ἐνίους μὲν ἀπορρίπτει τῶν ἀπὸ Πλάτωνος· εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὅπως οἱ ἄνδρες καὶ εἰ ὀνόμασιν ἐχρῶντο τοῖς αὐτοῖς ἐπὶ τῶν διαφόρων λέξεων, ἀλλ’ οὖν ἐπρέσβευον αὐτῶν <τὴν> διάκρισιν.
p. 1086a11 Ὁ δὲ πρῶτος . . . τἀναντία.
Ἐπαινεῖ Πλάτωνα διακρίναντα τῶν εἰδῶν τὰ μαθήματα, καθάπαξ δέ φησι πάντας ὀρθῶς λέγειν κατά τι, κατὰ δὲ τὸ ὅλον διαμαρτάνειν· οἵ τε γὰρ πρῶτοι μὴ προσιέμενοι τὸν εἰδητικὸν ἀριθμὸν ἀρέσκουσιν αὐτῷ οἵ τε μέσοι ἕνα μόνον εἰπόντες εἶναι εἰ καὶ τὰ μάλιστα προσποιοῦνται δύο λέγειν) οἵ τε διακρίναντες τὸν εἰδητικὸν ἀπὸ τοῦ μαθηματικοῦ· πάντας δὲ οἴεται διαμαρτάνειν τἀληθοῦς, ὅτι περ ὅλως χωριστοὺς ἀριθμοὺς ὑπέθεντο. ῥητέον οὖν ὅτι οὔθ’ ἱστόρηται τὰ κατ’ αὐτοὺς ὑγιῶς οὔτε ἐγκεκωμίασται οὔτε πολλῷ πλέον ἐγκέκληται. αἴτιον δ’ ὅτι . . . Ἐπίχαρμον. δῆλος ἦν εἰς κωμῳδίαν ὁρῶν πρὶν καὶ Ἐπιχάρμου μνησθῇ. ἀρτίως . . . ἔχον. πᾶν μὲν οὗν τοὐναντίον· βαθέως τε γὰρ καὶ σὺν πολλῇ βασάνῳ τἀκείνων εἴρηται καὶ μόγις ἐλαχίστοις ἐν πολλῷ χρόνῳ τὸ | παρ’ αὐτοῖς ἀληθὲς ἀναφαίνεται.
[*](922a)p. 1086a18 Ἀλλὰ . . . οὐθὲν μᾶλλον.
Εὖ πάνυ κατεστοχάσατο ἡμῶν ὁ φιλόσοφος, ὅτι κἄν μυριάκις τοσαῦτα συνθῇ παίγνια πρὸς τοὺς ἁλόντας τῷ θαύματι τῆς παλαιᾶς φιλοσοφίας, οὐδὲν ἀνύτει· πάσας γὰρ ἐποιήσατο τὰς ἐπιχειρήσεις ὡς πρὸς μοναδικοὺς ἀριθμούς, τῶν δὲ θείων οὐδεὶς τοιοῦτος, ἀλλὰ μόνος εἴπερ ὁ μαθηματικός. ἐπεὶ ὅτι καὶ αὐτὸς ὁμολογεῖ μηδὲν εἰρηκέναι πρὸς τὰς ἐκείνων ὑποθέσεις μηδ’ ὅλως παρακολουθεῖν τοῖς εἰδητικοῖς ἀριθμοῖς, εἴπερ ἕτεροι τῶν μαθηματικῶν εἶεν, μαρτυρεῖ τὰ ἐν τῷ δευτέρῳ τῶν Περὶ τῆς φιλοσοφίας ἔχοντα [*](1 μεγέθη χωριστά Arist. 8 ἐσέβοντ᾿ Us. 9 δ’ add. Bonitz 11 an τὸ δεύτερον? 14 nempe τάξεων 15 τὴν inserui 18 μὲν ante λέγειν add. Us. 23 αὐτοὺς Bonitz: αὑτὸ C 25 μνησθῆναι Us. 32 εἴπερ ἄρα coni. Us. 35 fr. 9 Rose)
Μέχρι τούτων ἔνιοι τὸ Μ προάγουσι, τὰ δὲ ἑξῆς τοῦ τρίτου προβλήματος ὄντα τῷ Ν προσνέμουσι· ζητήσει γὰρ λοιπόν, εἰ ἀρχαὶ τὰ εἴδη καὶ οἱ ἀριθμοί. τὰ μέντοι πολλὰ τῶν βιβλίων κατὰ τὴν τοῦ Ἀλεξάνδρου διαίρεσιν ἐν τοῖς ἑπομένοις ἔχει τὴν τῶν βιβλίων τομήν. διαφέρει δὲ ἡμῖν οὐδὲν πρὸς τὸ προκείμενον οὔθ’ οὕτως οὕτ’ ἐκείνως τὰ βιβλία διαιρούμενα, μέχρι γε μηδὲν τῶν λεγομένων ἀνῶμεν ἀνεξέταστον.
p. 1086a21 Περὶ δὲ . . . τῆς νῦν.
Περὶ μὲν γὰρ τῶν φυσικῶν ἀρχῶν ἔν τε τῇ Φυσικῇ τὰ δοκοῦντα ἑαυτῷ λέγει κἀν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς πρὸς πολλοὺς τῶν πρεσβυτέρων ἀποτείνεται· περὶ δὲ ἠθικῶν ἀρχῶν ἢ λογικῶν οὐ τῆς παρούσης εἰπεῖν προθέσεως, εἴρηκε δὲ καὶ περὶ τούτων ἐν Ἠθικοῖς καὶ ἐν Ἀποδεικτικοῖς κἀν τῷ Γ τῆσδε τῆς πραγματείας. ὅσα δὲ οἱ . . . λέγουσι. προείρηται πολλάκις, ὅτι πανταχοῦ μὲν ἀρχαὶ τὸ ἓν καὶ μετ’ αὐτὸ μονὰς καὶ ἡ ἀόριστος δυάς, οἰκείως δὲ καθ’ ἑκάστην τῶν ὄντων τάξιν αὗται θεωροῦνται. προσεκτέον δὲ οἷς λέγει καὶ θεωρητέον, εἴ τι τούτων | τῶν [*](922b) ὑποθέσεων ἀνατρεπτικὸν λέγεται.
p. 1086a29 Οἱ μὲν οὗν . . . πρότερον.
Εἰκότως οὕτω σοι φαίνονται λέγειν, ἐπειδὴ μόνας οὐσίας εἶναι τὰς ἀτόμους τίθεσαι· οἱ δὲ μᾶλλον μὲν καθ’ ὑπερβολὴν δυσεπινόητον τῶν σῶν οὐσιῶν οὐσίας εἶναι τὰ εἴδη τίθενται, μᾶλλον δὲ περιληπτικὰ τῶν καθόλου ἑνιαίως τε προειληφέναι καὶ τῶν καθόλου καὶ τῶν ἀτόμων τἀς αἰτίας, οὔτε καθόλου ὄντα κατὰ τοὺς τῆς ψυχῆς λόγους οὔτε ἄτομα καὶ ἓν ἀριθμῷ κατὰ τὰ ἐν τῇ ὕλῃ τῶν ἐσχάτων εἰδώλων φαντάσματα.
p. 1086a35 Αἴτιον δὲ . . .ἐστί.
Καὶ ἡμεῖς εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὡς οὔτε ἡρακλειτίζοντες ἦλθον ἐπὶ τὰ εἴδη οὕτε Σωκράτης ὑγιῶς ἐπαινεῖται διὰ τὸ μὴ χωρίσαι τῶν αἰσθητῶν τὰ καθόλου· οὐ γὰρ ἀχώριστα μόνα ᾤετο εἶναι τὰ] καθόλου, ἀλλὰ καὶ τοιαῦτα μὲν οἷα δή ἐστι καὶ τὰ ἀόριστα. οὐ μὴν ἀλλὰ καὶ χωριστά, [*](6 προσάγουσι C: corr. Bag. 10.11 μόνον γε coni. Us. cl. p. 81,13. 89,27 13—16 cf. Alex. 725,8 sqq. 14 κἀν Us.: καὶ C 32 οὐ γὰρ ἀχώριστα οὔτε ἀχώριστα C ὃς ἀχ. Us. qui μέν scribit pro μόνα et καὶ delet post ἀλλὰ et lacunam statuit ante οὐ μὴν v. 33 τὰ delevi; quod si servare velis, pro μόνα μόνως scribere possis)
p. 1086b7 Oi δ’ ὡς . . . ἐξέθεσαν.
Ἐξέθεσαν μὲν εἶπεν οἷον μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις. [*](923a) ὅτι δὲ καίπερ πλουτοῦντες νοήμασιν οἱ περὶ Πλάτωνα ὅμως διὰ τὸ τὴν τῶν ὄντων πρόοδον εἰκόνας ἔχειν ἐν ταῖς τελευταίαις τάξεσι τῶν πρώτων ἦλθον ἐπὶ τὸ κυρίως μὲν τοῖς θείοις ἐφαρμόζειν ταῦτα τὰ ὀνόματα, δευτέρως δὲ καὶ πολλοστῶς τοῖς αἰσθητοῖς, δῆλόν ἐστι τοῖς συνετωτέροις. ὥστε συμβαίνειν ...τῶν εἰρημένων. οὔτε γὰρ πάντα ὅσα ἐστὶν ἐν νῷ δεδύνηται τὸ αἰσθητὸν ἔχειν, καὶ ἔνια <ἐκ> τῶν τῇδε συνεισῆλθε τῇ τῶν προόδῳ, ὥσπερ διάστημα καὶ τόπος προαίρεσίς τε ἡ ἀμφίβολος περὶ τὴν ἡμετέραν οὐσίαν. διό μοι δοκεῖ | καὶ αὐτὸς τὸ σχεδὸν προσθεῖναι. ῥητέον δὲ ὅτι οὐδ’ ὧν εἰκόνας ἔχει νοητῶν τὸ αἰσθητόν, οὐδὲ τούτοις εἰς ταὐτὸν ἔρχεται· ἄλλο γὰρ αἰτία ποιητική τε καὶ παραδειγματική, καὶ ἄλλο τὸ ὑπ’ αὐτῆς καὶ κατ’ αὐτὴν ἀποτελούμενον· εἰ δὲ ὡμοίωται τὰ τελευταῖα τοῖς μέσοις καὶ τοῖς πρώτοις, τί ἄν ἄτοπον εἴη τοῖς αὐτοῖς ὀνόμασιν ἐπὶ πάντων κεχρῆσθαι; καὶ γὰρ σὺ ζῷον εἷναι φὴς τόν τε πρῶτον θεὸν τό τε αἰσθητὸν καὶ τὸ γεγραμμένον, καὶ οὐδεὶς ἐπ’ αὐτῷ τούτῳ δυσχεραίνει.
p. 1086b14 Ὅ δὲ καὶ τοῖς λέγουσι . . . ἔστι δ᾿ ὡς οὔ.
Χαλεπὸν μὲν ἀπαντῆσαι πρὸς τὰ ῥηθέντα διὰ τὴν ἐν τοῖς ὀνόμασι σύγχυσιν· ἀρχάς τε γὰρ καὶ στοιχεῖα τὰ αὐτὰ μεταλαμβάνων καλεῖ, καὶ ἔτι ὄντα πότερον τὰ νοητὰ † σώματα δηλοῖ ἡ τὰ ὅπως ποτὲ ὄντα, διστάσειεν ἄν τις ἴσως. εἰ μὲν γὰρ περὶ τῶν ὄντως ὄντων οἱ λόγοι, τὰ κυρίως στοιχεῖα οὐκ ἂν ἐν αὐτοῖς περιλαμβάνοιμεν, ἀλλ’ ἀρχὰς μὲν ἔχειν φήσομεν τελικὰς καὶ ποιητικάς, τὰ δὲ κυρίως λεγόμενα στοιχεῖα οὐκ ἔστιν ἐν τοῖς ἁπλουστάτοις εἴδεσιν. εἰ δὲ καὶ τὰ αἰσθητὰ περιλαμβάνει, δοτέον μὲν ἐν τούτοις εἶναι καὶ <τὰ> στοιχεῖα καὶ τὰς ἄλλας ἀρχάς· ὅμως δὲ οὐχ εἷς λόγος περὶ πασῶν ἀρχῶν, ἀλλ’ αἱ μὲν στοιχειώδεις ἀχώριστοι, αἱ <δὲ> κυρίως ἀρχαὶ χωρισταί. εἰ δὲ χρὴ πρὸς τὴν διάνοιαν ἀπιδόντας ἡμᾶς τὴν τοὐ φιλοσόφου τῆς ἀμφιβολίας τῶν ῥημάτων ὑπεριδεῖν, δοκεῖ μοι τὴν μὲν ἀναίρεσιν τῶν χωριστῶν οὐσιῶν παραιτήσασθαι, μὴ πᾶσα ἄρδην ἀφανισθεῖσα συνανέλῃ καὶ τὴν φαινομένην οὐσίαν καὶ τοῦτο λίαν ἐμφρόνως καὶ ἑαυτῷ συμφώνως· καὶ γὰρ ἀλλαχοῦ ἔδειξεν, ὅτι ἐὰν μή τι ἀπειροδύναμον ᾖ * * * καὶ πεπερασμένην ἔχει τὴν δύναμιν)· πάλιν δὲ προσέσθαι τὴν χωριστὴν οὐσίαν ἄπορον αὐτῷ καταφαίνεται, ἐπειδὴ τὰς ἀρχὰς αὐτῆς εἰ μὲν ἀτόμους ὑποθοῖτο, τοσαῦτα οἴεται ἔσεσθαι τὰ ὄντα ὅσαι αἱ ἀρχαί ὁρᾷ [*](2 = Alex. 786,33 3 καὶ περιπλουτοῦντες C. correxi 8 ἐκ inserui 10 dubito de ἡμετέραν οὐσίαν 11 ἔχειν C: corr. Brandis 20 νοητὰ καὶ ἀσώματα Us.; placeret μόνα 22 παραλαμβάνοιμεν C: corr. Η ἔχειν C: nempe ἐκεῖ (ἐνεῖναι Us.) 25 τὰ add. Us. 26 δὲ add. Bag. 29 τῆς οὐσίας Us. 31 cf. Arist. phys. Ill 4 p. 203b20 32 optime Bag.: nisi sit aliquid quod infinitae virtutis sit, nihil fere quod et finitam virtutem habeat; de verbis ipsis despero)
Τῶν οὖν ἀπορηθέντων τὰ μὲν † ἂν ἐμφρόνως εἴρηται, τὰ δὲ πρὸς τοὺς θεμένους οὐδεμίαν ἰσχὺν οὐδὲ ἀλήθειαν ἔχει· λοιπὸν δὲ ἡ ἐπίκρισις αὐτοῦ λίαν ἔχει τὸ βίαιον· ἀξιοῖ γάρ, ὥσπερ τὰ στοιχεῖα τῆς φωνῆς ἀπείρους ποιεῖ φωνάς, οὐκ ὄντα χωριστὰ τῶν φωνῶν, οὕτω καὶ τὰς ἀρχὰς τῶν ὄντων ἀχωρίστους οὔσας τῶν ἀτόμων * * τῇ αἰσθητῇ οὐσίᾳ. ἀλλὰ πρῶτον μὲν οὐ τοιαύτας ἐκεῖνοι τὴν μονάδα καὶ τὴν δυάδα· ἔπειτα ὥσπερ ἐνταῦθα ἡ διάνοιά ἐστι καὶ ἡ λεκτικὴ φαντασία ἡ μετατιθεῖσα τὰ στοιχεῖα καὶ τῇ ποιᾷ μεταθέσει τὰς διαφόρους ἀποτελοῦσα φωνάς, οὕτω καὶ ἐν τῷ παντὶ τί ἐστι τὸ μετατιθὲν τὰ στοιχεῖα καὶ τὴν ἀειγενεσίαν διασῶζον; εἰ μὲν γὰρ χεῖρον διανοίας, ὅρα μὴ τὰ μέρη τῶν ὅλων σεμνότερα ποιῶμεν καὶ τὰ συμβεβηκότα τῶν οὐσιῶν καὶ τὰ θνητὰ τῶν θείων καὶ τὰ ἀεὶ ὡσαύτως ἐνεργοῦντα τῶν ὀλιγάκις κατορθούντων, εἴ γε τὰ μὲν περὶ ἡμᾶς διανοία, τὰ δὲ ὅλα μηδὲ λόγῳ κυβερνᾶσθαι φήσομεν. εἰ δὲ νοῦς τις καὶ ταῦτα μετατίθησιν ὁ δυνάμει ἢ ὁ ἐνεργείᾳ ἢ καὶ ὁ συναμφότερος, δῆλον ὡς εἰ μὲν αὐτῷ τῷ εἶναι δημιουργοίη, τήν τε αἰτίαν ἔχει τῶν ἀποτελουμένων ἐν ἑαυτῷ καὶ εἰκόνας ὑφίστησιν ἑαυτοῦ (τοιαῦτα γὰρ πάντα ἐστὶ τὰ εἶναι ποιοῦντα)· εἰ δὲ προαιρέσει καὶ μεταβατικῇ νοήσει, πάλιν εἰς τί τῶν ἐν ἑαυτῷ τεταγμένων καὶ ὡρισμένων ἀφορῶν ταῦτα δημιουργήσει; οὐ γὰρ δὴ ἐμπλήκτως οὐδὲ ἀσταθμήτως κατὰ τοὺς παρ’ ἡμῖν ὅ τι ἂν τύχωσι διαπραττομένους. ἀμφοτέρως δὲ τὰ εἴδη τῶν δημιουργη|μάτων ἕξει ἐν ἑαυτῷ· [*](924b) οὐδὲ γὰρ ἂν οὐδ’ ἡμεῖς ἐξ ὡρισμένων στοιχείων τῶν κδ ἀπείρους ἠδυνάμεθα φωνὰς ὑφιστάνειν, εἰ μὴ καὶ ἑκάστου αὐτῶν τὸ εἶδος εἴχομεν ἐν ἡμῖν [*](1 καταλείψει C: corr. Us. 3 τὸ del. Bag.., possis transferre ante τῆς 4 εἴπομεν C: corr. Bag. 8 nempe <ἄλλαι> αἰτίαι 9 ὧν αἴτια τὰ coni. immo ad οὐδὲν cogitando supplendum οὖσαι 10 fort, τούτων <ἔχουσιν> 12 ἀποτεμμαχίζονται C 15 λίαν Us., possis etiam πάνυ 19 excidisse v. g. ἐνυπάρχειν recte putat Us. 20 ὑπέθεντο post ἐκεῖνοι add. Bag. 23 praestaret τὶ ἐστὶ, nisi γὰρ esset post μέν 27 μηδέ scripsi: μὴ C 34 malim δὴ)
Ἀλλὰ μὴν οὐδὲ τὸ πρὸς τῷ τέλει ῥηθὲν ἁπλῶς ἄν τις καὶ ἄνευ προσδιορισμοῦ καταδέξαιτο. εἰ γάρ, φησί, καθόλου αἱ ἀρχαί, καθόλου· καὶ τὰ ἐξ αὐτῶν, ὥσπερ ἐπὶ τῶν ἀποδείξεων. ἀλλ’ ἐπὶ μὲν τῶν ἀποδείξεων; φαίη [*](3 τὰς Us.: τοὺς C (mutata tamen sententia olim fuisse τούς τε καθόλου λόγους καὶ τοὺς καθ’ ἔκ. putat Us.) 6 τά τε] ‘apparet alterius loci (velut met.. Β4 p. 999a26) mentionem alicubi intercidisse’ Us. Sed potest etiam alterum membrum inesse in sequenti (v. 8 sqq.) structura immutata cf. Arist. anal. post. I 24 p. 86a5. I 31 10 cf. Arist. anal. post. I 8 etc. 14 συγχωρήσθω C a corr. C b 22 σὺν τοῖς coni. Us. 25 τούτῳ Bag.: τούτων C 27 Ar. rhet. I 2 p. 1356b29 cuius verba immutavit 29 καλία C 30 ἧ pro ἢ C τοῖς add. ex Arist.)
Μέχρι τούτων ὁ Ἀφροδισιεὺς τὸ Μ προάγει, τὰ δ’ ἑξῆς ἀπονέμει τῷ Ν. |
[*](925a)Περὶ . . . φυσικοῖς ἕως τοῦ οὐθὲν . . . ἀλλ᾿ ἑτέρα. δι᾿ ὧν μάχεται τοῖς τὰς τῶν ἀκινήτων ἀρχὰς ἐναντίας ποιοῦσι, καθάπερ αὐτὸς εἰς τὰς τῶν αἰσθητῶν ἀρχὰς τἀναντία σὺν τῷ ὑποκειμένῳ ·αὐτῶν οὐκ ἀπηξίωσε παραλαβεῖν. συλλογίζεται δὲ συνήθως ἑαυτῷ. τἀναντία ἐν ὑποκειμένῳ, αἱ ἀρχαὶ οὐκ ἐν ὑποκειμένῳ, ἵνα μὴ πρὸ οὐσίας τὸ ἀνούσιον. δῆλον τὸ συμπέρασμα· τἀναντία, φησίν, οὔκ εἰσιν ἀρχαί, καὶ εἰ ἀρχαί, ἀλλ’ οὐχ ᾗ ἐναντία ἀλλ’ ᾗ ἕτερά τινά ἐστιν, οἷον νοῦς ἢ σῶμα ἢ ὅ τι ἂν ᾖ τὸ ὑποκείμενον αὐτοῖς. πρὸς ἃ ῥητέον, ὅτι τοιαῦτα ἐναντία | ἐκεῖνοι ἐν ταῖς ἀρχαῖς οὐ παραλαμβάνουσιν, [*](925b) ἅ ἐστιν ἀνούσια κατὰ τὸ χεῖρον τοῦ οὐσιώδους, ἀλλ’ εἰ ἄρα, κατὰ τὸ κρεῖττον· τὰς γὰρ τῶν οὐσιῶν ἀρχὰς ὑπερουσίους εἶναι χρή. ὅλως δὲ οὐδὲ ἀπὸ τῶν ὡσανεὶ ἀντικεμένων οἱ ἄνδρες ἤρχοντο, ἀλλὰ καὶ τῶν δύο συστοιχιῶν τὸ ἐπέκεινα ᾔδεσαν, ὡς μαρτυρεῖ Φιλόλαος τὸν θεὸν λέγων [*](5 ante μήποτε hiare orationem existimavit Us. 7 πρὸ τῶν Bag. 11 γωνίαι Bag.: γݲ C 13 ex Iambl. in Nicom. 6,20 hausit Syri., cf. Iambi, vit. Pyth. Porphyr. in Ptol. (op. math. ed. Wallis III 326) Nicom. I 3,4 τῶν Iambl. 14 τῶ Us.: τῶν C ceterique testes οἷα ceteri testes 15 γονιμώτατος e corr. C1: nolui φρονιμώτατος 20 Eur. Med. 410 Zenob. II 56 Suid, s. v. etc. 22 sq. suntne haec ab ipso S. scripta? cf. p. 922a16 τῶ μݲ προσάγει C, corr. 24 τὸ νݲ rubr. praescribit C 24 aut δι’ ὧν corruptum διαμάχεται Us.) aut verba perierunt 27.28 fuisse ἀρχαὶ <οὐσίαι, > αἱ ἀρχαὶ> οὐκ coni. Us. ob 28 nolui μὴ ᾖ; cf. Raderm. Demetr. p. 86 sq. 35 cf. Boeckh de Philolao 54.148.)
p. 1087b4 Οἱ δὲ τὸ ἕτερον . . . ἀμφοῖν.
Οὔτε τὴν δυάδα τὴν πρὸ πάντων τῶν ἀριθμῶν ὑλικὸν αἴτιον εἶναί φασιν οὐδὲ γὰρ ὅλως οἱ θεῖοι τῶν ἀριθμῶν ὕλης προσδέονται), οὔτε Πλατῶν τὴν ἀόριστον δυάδα διὰ τῆς ἀνισότητος δηλῶν ἀφίσταται Πυθαγόρου διὰ τοῦ πλήθους αὐτὴν ἐνδεικνομένου· ἑκάτερος γὰρ αὐτῶν ἐκ τῶν δι’ αὐτὴν ὑπαρχόντων τοῖς ἀριθμοῖς ὀνομάζειν αὐτὴν ἐπιχειρεῖ· εἴρηται δὲ ὅτι πλήθους ἐστὶν αἰτία καὶ προόδου καὶ γονίμου δυνάμεως καὶ ἑτερότητος, ὥσπερ τὸ ἓν ταὐτότητος αἴτιον τοῖς θείοις εἴδεσι καὶ τοῦ μένειν αἰωνίως καὶ τοῦ ἔχειν ὡς ἔχει· μένοντος γάρ φησιν αἰῶνος ἐν ἑνί, τὴν αἰτίαν τοῦ μένειν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὴν θείαν οὐσίαν ἐνδεικνύμενος.
p. 1087b9 Καὶ γὰρ . . . ἀριθμῷ δ᾿ οὔ.
Έδει γάρ, φησί, τὸν Πλάτωνα λέγειν, ὅτι ταῦτα ταὐτα λόγῳ μὲν δύο δὲ ἕν· οὕτω γὰρ ἄμεινον ἐξηγεῖσθαι ἢ ὡς ὁ Ἀλέξανδρος ὑπέλαβεν αὐτὸν λέγειν ἀλλ’ ὧ θαυμάσιε, φήσομεν, οὐχ οὕτω λέγει Πλατῶν τὴν ἑτέραν τῶν ἀρχῶν ἄνισόν τε καὶ δυάδα καὶ μέγα καὶ σμικρὸν ὡς σὺ νῦν ἐκλαμβάνεις, ἀλλ’ ὅτι πλήθους οὖσα καὶ προόδων αἰτία καὶ πάντα γεννῶσα καὶ μεγάλα καὶ σμικρά, ὡς εἴωθεν † ἐκεῖ λέγεσθαι, † ταὐτὸ τούτοις ἐστὶν [*](4 Ἀρχαίνετος servavi cl. Phot. cod. 167 p. 114a22, quamvis probabiliter Boeckh l. c. 54 coniecerit Ἀρχύτας cf. Iambi, in Nicom. 77,10 5 de forma Βροτῖνος (acc. om. C) cf. Nauck ad Iambl. v. Pyth. 96,9 νοῦς C 6 cf. Plat. resp. VI 509b 7 Plat. ep. II 312e resp. VI 503b sqq. Phileb. 26e sqq. Parm. 137c sqq. (141e) κἀν Us.: καὶ C 13 ἐξηριθμημένον C: corr. Bag. 14 ταῖν συστοιχίαιν Us.: ταῖν στοιχείοιν C b τοῖν στοιχείοιν C b 16 sqq. cf. Alex. 796,23. 31 sq. 20 cf. p. 112,20. 113,22 23 Plat. Tim. 37b 27 Alex. 797,16 οὐ διορίζει, ὅτι τῷ μὲν ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ ἕν εἰσι, τῷ δὲ λόγῳ πολλά 31 locus desperatus; ἐκεῖνα λ., καὐτὴ τούτοις coni. Us.)
p. 1087b12 Ἀλλὰ μὴν . . . τὸ ἕν.
Πάντες οὗτοι κατ’ αὐτὸν τὴν μὲν θειοτέραν ἀρχὴν καὶ πατρικὴν τῶν ἀριθμῶν ἓν καλοῦσιν, τὴν δὲ μητρικὴν οἱ μὲν μέγα καὶ σμικρόν, ὡς Πλατῶν, οἱ δ’ ὀλίγον καὶ πολύ, ἐπιδιορθούμενοι, οἱ δὲ ὑπερέχον καὶ ὑπερεχόμενον, ἐπὶ τὸ γενικώτερον ἀνατρέχοντες, οἱ δὲ ἄλλο, οἱ δὲ πλῆθος. ὅτι δὲ πάντες οὗτοι ταὐτὸν ἐνδείκνυνται, πολλάκις ὑπεμνήσαμεν. ἀλλ’ εἰ ἐκεῖνό φησιν ἕπεσθαι τοῖς τὰ γενικώτερα παραλαμβάνουσιν ἐναντία πρὸ τῶν εἰδικωτέρων, τὸ καὶ τὸν ἀριθμὸν γένος ὄντα τῶν δύο πρεσβύτερον ποιεῖν τοῦ δύο, ὅπερ οὐ βούλονται, ποίου δύο φήσομεν ἢ ποῖον ἀριθμόν; εἰ μὲν γὰρ τὴν ἀόριστον λέγεις δυάδα, πῶς γένος αὐτῆς ὁ ἀριθμὸς ὁ ἐξ αὐτῆς ἀπογεννώμενος; εἰ δὲ ἰὴν αὐτοδυάδα, ὁ πρῶτος ἐν τοῖς εἰδητικοῖς ἀριθμὸς οὕτος.
p. 1087b27 Εἰ δέ ἐστιν . . . ἀντίκειται.
Ὁ μὲν σκοπὸς δῆλος, προκρῖναι ἕνα ἐκ πάντων καὶ τοῦτον κακίσαι, ἵν’ ἐκ περιουσίας ὦσιν οἱ ἄλλοι καταγνωσθέντες. ῥητέον δὲ ὅτι μήτε κριτοῦ δέοντι οἱ ἄνδρες οὐδὲ γὰρ ὅλως διαφωνοῦσιν) οὔτε κατ’ αὐτὸν ἐλέγχονται οἱ τῷ ἑνὶ τὸ πλῆθος ἀντιτιθέντες ὡς τὸ ἓν ὀλίγον ποιοῦντες· εἰ γάρ τι τῶν ἐν τῷ Ι μεμνήμεθα, σαφῶς ἐν ἐκείνοις ἐλέγετο μήτε τῷ πλήθει παντὶ τὸ ὀλίγον ὑπάρχειν ἐναντίον, ἀλλὰ τῷ ὑπεροχὴν ἔχοντι, μήτε τὸ ἓν ἐναντίον εἶναι τῷ πλήθει καὶ τῷ ἀριθμῷ, ἀλλὰ μᾶλλον ὡς τὰ πρός τι ἀντικεῖσθαι. ὥστε ψευδεῖς εἰσιν αἱ δύο προτάσεις καὶ κατ’ αὐτόν, δι’ ὧν συνάγει τὸ ἐλέγχον αὐτοὺς συμπέρασμα, ἥ τε λέγουσα τὸ ἓν ἐναντίον εἷναι τῷ πλήθει καὶ ἡ τιθεμένη πᾶν τὸ ἐναντίον τῷ πλήθει ὀλίγον εἶναι, καὶ οὐκ ἄλλων τινῶν δεησόμεθα τῶν ἀντερούντων ταῖς προτάσεσιν, ἀλλὰ τῶν αὐτῷ γεγραμμένων ἐν τῷ I τὴν ἀνάγνωσιν ποιησόμεθα. καίτοι τί περὶ τούτων διατείνομαι μάτην; οὔτε γὰρ τὸ ἓν τὸ ἐκείνων ὁ ἀνὴρ οὗτος εὐθύνει οὔτε τὸ πλῆθος ὡς ἔλεγον ἐκλαμβάνει· δηλώσει δὲ καὶ τὰ ἑπόμενα τὴν παρὰ θύρας τἀνδρὸς ἀπάντησιν.
[*](3 μεγάλα C: correxi 9. 10 πατρικήν et μητρικήν] cf. Xenocr. fr. 15 Heinze Procl. in Crat. 69.89 theol. Plat. 195. 195.227 doxogr. 556,11 D. 22 ἴν C: ι e corr. 22 οὔτε pro μήτε postulat Us., at cf. Dürr Philol. Suppl. VIII 46 Galen. de an. vit. 24 τι C b: τοι C a 25 Ar. met. Ι 6 29 αὐτοὺς Us.: αὐτοῦ C τὸ πλήθει C 33 τὀκείνων C)p. 1087b33 Τὸ δὲ ἓν . . . τοιαύτης προσηγορίας.
[*](926b)Τῶν θείων ἀνδρῶν ἐκείνων | ἓν μὲν λεγόντων τὸν θεὸν ὡς ἑνώσεως [*](927a) τοῖς ὅλοις αἴτιον καὶ παντὸς τοῦ ὄντος καὶ πάσης ζωῆς καὶ νοῦ τοῦ παντελοῦς ἐπέκεινα, μέτρον δὲ τῶν πάντων ὡς πᾶσι τὴν οὐσίαν καὶ τὸ τέλος ἐπιλάμποντα καὶ ὡς πάντα περιέχοντα καὶ ὁρίζοντα ταῖς ἀφράστοις αὐτοῦ καὶ παντὸς ὑπερηπλωμέναις πέρατος ὑπεροχαῖς, ὁ δαιμόνιος οὗτος ἀνὴρ τὸ ἐλάχιστον ἐν ποσῷ καὶ τὸ διὰ σμικρότητα μέτρον τῶν ὁμογενῶν ἀναφαινόμενον ἐκλαβὼν διισχυρίζεται μηδὲν εἶναι μήτε μέτρον μήτε έν, ὃ μὴ ἔστιν ἐν ὑποκειμένῳ. καὶ πρόδηλον ὅπως ἀπὸ τῆς μιᾶς τῶν ἀρχῆς ἢ τῆς ἐκείνῃ συνημμένης μονάδος ὥσπερ ἀπό τινος ‘βηλοῦ θεσπεσίου᾿ τῷ ὄντι καταπεσὼν ὁ λόγος πάσης μὲν ἀπώλισθε τῆς ἀσωμάτου τῶν οὐσιῶν † διαλέξεως, παντὸς δὲ τοῦ ἐγκοσμίου πλάτους, εἰς δὲ τὰ τελευταῖα τῶν σωμάτων κατενεχθεὶς ὕπτιος ἔρριπται, τοὺς διὰ σμικρότητα καὶ εὐτέλειαν ἐλαχίστους τῶν ὄγκων πολυπραγμονῶν καὶ διὰ τοῦτο τῶν μὲν ὁμοειδὲς ἀποφαινόμενος εἶναι τὸ μέτρον ὥσπερ ἐπὶ τῶν ἵππων, τῶν δὲ ὁμογενὲς ὡς ἐπὶ ἀνθρώπου ἵππου θεοῦ, τῶν δὲ οὐκ οἶδ’ ὅ τι φῶ· καὶ γὰρ αὐτὸς ἠπόρησε, πῶς τὸν ἐκ διαφόρων κατηγοριῶν ἀριθμὸν ὀνομάσειε, πλὴν ὅτι γενῶν ἀριθμὸν αὐτὸν καλεῖν ἐνέκρινεν. ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ τὸ μέτρον οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν, ἡνίκα ἄν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν· ἡ τὰ τοῦ θείου Πλάτωνος, ἐν οἷς τὸν θεὸν μέτρον εἶναι τῶν πάντων ἀπεφήνατο ὡς ἀρχάς τε καὶ τέλη καὶ μέσα τῶν ὄντων ἐν ἑαυτῷ περιέχοντα. ταῦτα γάρ τις ἐννοήσας οὐ χαλεπῶς οἶμαι συνορᾷ, πόσον ἀποπέπτωκε τἀληθοῦς μέτρου τὸ νῦν ὑπ’ αὐτοῦ παραδιδόμενον ἕν τε μέτρον, ἅπερ ἀγαπητῶς οὕτω μετρεῖν ἐνίοτε δύναται ὡς τὰ δι’ ὧν ἡ μέτρησις γίγνεται· οὐ γὰρ ὁ ἵππος ἐστὶν ὁ μετρῶν τοὺς δέκα ἵππους ἀλλ’ ἡ διάνοια ἡμῶν, εἰ ἄρα τῷ ἵππῳ προσχρωμένη, κατὰ δὲ τὸ ἀκριβὲς οὐδὲ τῷ ἵππῳ, ἀλλὰ τῷ μοναδικῷ ἑνὶ καὶ τῷ μονα|δικῷ ἀριθμῷ· τὰ δέ γε [*](927b) ἀληθινά μέτρα <ὡς> τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὰ τέλη τῶν ἀφορίζοντα τῆς τῶν μέτρων οὕτως ἐπωνυμίας ἠξίωται. καὶ ταῦτα οὐδὲ αὐτὸν λέληθεν Ἀριστοτέλην· γράφει γοῦν ἐν δευτέρῳ τοῦ Πολιτικοῦ βιβλίῳ περὶ τούτων τὰ αὐτὰ τοῖς πρὸ αὐτοῦ φιλοσοφήσασι καὶ λέγει διαρρήδην οὕτω· “ πάντων γὰρ ἀκριβέστατον μέτρον τἀγαθόν ἐστιν”. ὥστε δῆλον λογικώτερον αὐτῷ νῦν καὶ φιλονεικότερον οἱ λόγοι προβαίνουσι, καὶ δίκαιον ἡμᾶς καθ’ ἕκαστον τῶν τοιούτων τὸ Ὁμηρικὸν ἐπιφθέγγεσθαι πρὸς αὐτόν· “οἶσθα καὶ καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.”
[*](3 nempe νοῦ παντελῶς 10 Il. Α 591 12 διατάξεως opinor; διατάξεως Us. 18 cf. Zeller V3 101 23 Plat. leg. IV 715e 26 τε scripsi: τι C om. Bag. 27 ὅπερ coni. Us. 29 fort. <ἡ> εἰ ἄρα 31 ὡς add. Us. 33 Ar. fr. 79 Rose 34 βιβλίου C 36 φιλονεικώτερον C 38 Il. H 358 M 232)p. 1088a15 Οἱ δὲ... μόνον κατηγορεῖται.
[*](927b)Τὸ ἓν καὶ τὸ ἴσον ἐπὶ τῆς πατρικωτέρας ἀρχῆς παραλαμβανόμενον οὔτε πρός τι ἐστὶν οὔθ’ ὅλως συμβεκηκός, ἀλλ’, εἰ χρὴ τἀληθῆ φάναι, πρᾶγμα ὑπερούσιον ἑνώσεως καὶ ἰσότητος τοῖς πᾶσιν αἴτιον, τό τε μόνιμον καὶ τὸ βέβαιον καὶ τὸ ἀκλινὲς καὶ τὸ ἄχραντον τοῖς πᾶσιν ἐπιλάμπον· ὥσπερ καὶ τὸ ἄνισον, ὃ ποτὲ μὲν εἰς μέγα καὶ μικρὸν οὗτος διαιρεῖ, ποτὲ δὲ εἰς πολὺ καὶ ὀλίγον, ἔστι δὲ ὅτε εἰς ὑπερέχον καὶ ὑπερεχόμενον, ὅταν ἐπὶ τῆς πρώτης δυάδος παραλαμβάνηται, συμβολικῶς μὲν τὴν αὐξητικὴν αἰτίαν τῶν ὅλων ἐνδείκνυται, κρεῖττον δὲ οὐχ ὅτι μόνων συμβεβηκότων ἀλλὰ καὶ τῶν ἐξ αὐτῆς ἀπογεννωμένων οὐσιῶν καθέστηκε. παγγέλοιον οὗν ἐπὶ τὰ συνηθέστερα τοῖς πολλοῖς σημαινόμενα τῶν ὀνομάτων φερόμενον οὕτως εὐθύνειν τὰ τῶν πρεσβυτέρων δόγματα. ἡμεῖς δὲ οὐχ ὅτι μὴ ποιοῦσι συμβεβηκὸς πρὸ οὐσίας μόνον διισχυριζόμεθα, ἀλλ’ ὅτι μηδὲ δευτέραν ἢ πολλοστὴν ἀπονέμουσι τάξιν ἐν ταῖς ἀρχαῖς καὶ τοῖς θείοις εἴδεσι τῷ συμβεβηκότι· ὅλως γὰρ οὐδὲν τοῖς ἀκινήτοις συμβέβηκε κατ’ αὐτούς, ἀλλὰ καὶ ἡ αὐτοϊσότης ἐκεῖ καὶ ἡ αὐτοεπιστήμη· ταὐτότης τοίνυν, ὁμοιότης, ἑτερότης, πάντα ταῦτα οὐσίαι καὶ ἑαυτῶν καὶ οὐχ ἑτέρων· τοιαῦτα γὰρ πολλαχοῦ μέν, ἀτὰρ δὴ καὶ ἐν Φαιδρῷ τοῦ θείου Πλάτωνος ἀναγράψαντος ἀκηκόαμεν· “καθορᾷ μὲν αὐτὴν τὴν] δικαιοσύνην, καθορᾷ δὲ καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδ’ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ οὖσα ὧν νῦν ἡμεῖς | ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν [*](928a) ὂν ὄντως ἐπιστήμην οὖσαν”. διὸ καὶ αὐτὸ ἕκαστον τῶν ἐκεῖ καλεῖν εἴωθεν, ὃ κατά τινας τῶν ἀκριβεστέρων καὶ τοῦ ἑαυτοῦ καὶ μὴ ἄλλου εἶναι κρεῖττόν ἐστιν· ὥστε κἂν αἴτιον ᾖ, τὸ δὲ αἰτιατόν, οὐ συμβεβηκότως ἐκεῖ τοῦτο, κατ’ οὐσίαν δέ. καὶ καθάπαξ περὶ πασῶν τῶν ὡσανεὶ σχέσεων ὁ αὐτὸς λόγος· ὥστε τὰ μὲν ὑπερούσια τῶν ἐκεῖ τὰ δ’ οὐσίαι, συμβεβηκὸς δὲ εἰ ἄρα περὶ τὴν ἐν γενέσει ψυχὴν καὶ αὐτὴν τὴν γένεσιν. ταῦτα μὲν οὖν πρὸς πᾶσαν αὐτοῦ τὴν ἐπιχείρησιν εἰρήσθω. κατηγορεῖν δὲ ἢ τῆς ἐκεῖ δυάδος τὸ ὀλίγον ἢ τῆς δεκάδος τὸ πολὺ οὐδενὶ τό γε ἡμέτερον ἐπιτρέψει· ὁ γὰρ μοναδικός ἐστιν ἀριθμός, ᾧ ταῦτα συμβαίνειν ἢ ἄλλως ὑπάρχειν δύντι.
p. 1088b14 Απλῶς δὲ δεῖ . . . ἐνυπαρχόντων.
Καὶ πρὶν αὐτὸς ἐπιστήσῃ τούτῳ, προείπομεν ἡμεῖς, μᾶλλον δὲ οὐχ ἡμεῖς ἀλλ’ οἱ πρεσβύτατοι καὶ ἄριστοι τῶν φιλοσοφησάντων, ὅτι ἐξ ὑλικῶν στοιχείων ἢ ὅλως ἐκ στοιχείων, ἃ οὕτω λέγεται στοιχεῖα ὡς εἰς σύστασιν ἑτέρου παραλαμβανόμενα, τὰ θεῖα εἴδη οὐχ ὑφέστηκε· τὸ μὲν γὰρ ἐξ ὑλικῶν [*](18 αὐτὰρ C: corr. Us. Plat. Phaedr. 247d 21 ἡμεῖς νῦν Plat. 22 αὐτοέκαστον C 23 κατά τε τὸ ἀκριβέστερον coni. Us. τῷ ἑαυτοῦ cum Bag. Us. 24 ne desideres τὸ μέν, cf. Vahlen ad poet.3 91, Wilam. ad Eur. Here. 635, Sonny anal, ad Dionem 186, Heliod. 220,11 30 οὐ γὰρ μ. ὁ ἔστιν ἂρ. C: corr. Us. 33 ἐπέστησε Us., sed cf. ad p. 152,9)
p. 1088b28 Εἰσὶ δέ τινες . . . τὸν μαθηματικόν.
Οὐ δυσχεραίνοντες τὸ τοιοῦτον ἄνισον οὐδὲ δεδιότες τὰ θαυμαστὰ τῶν διαλεκτικῶν ἐπιχειρήματα δυάδα λέγειν ἐδοκίμαζον τὸ τοῦ πλήθους αἴτιον· ἀλλ’ ἐπειδὴ τὴν συγγένειαν αὐτῆς ἠβούλοντο δηλοῦν τὴν πρὸς τὴν σεμνοτέραν ἀρχήν, ἴσον μὲν ἐκείνην ὀνομάζοντες ἄνισον ταύτην ἐκάλουν, ἓν δὲ προσαγορεύσαντες αὐτὴν ἢ μονάδα ταύτην δυάδα λέγειν ἠξίουν· δι’ ἃς δὲ αἰτίας, εἴπομεν πολλάκις, καὶ ὅτι ἄλλαι μὲν αἱ τὸν εἰδητικὸν ἀριθμόν, ἄλλαι δὲ αἱ τὸν μαθηματικὸν συνιστᾶσαι πολλῷ μὲν ὑφειμέναι, ἀνάλογον δὲ [ἐν] ἐκείναις οὖσαι.
p. 1088b35 Πόλλα μὲν... εἰ πολλά ἐστι.
“Ὦ πόποι, ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπες,” εἰ Πλάτων ἠπόρησε, καὶ μάλιστα τὰς ἐν τῷ Σοφιστῇ μετιὼν ὑποθέσεις. ἔπειτα τί κοινὸν ἔχει τὸ μὴ ὄν, <ὃ ἡ> θατέρου φύσις κατακερματισθεῖσα παρῆγεν αὐτῷ; αἱ δὲ ἀρχαὶ πρὸ τῶν γενῶν εἰσι τοῦ ὄντος, ἥ τε τῆς μονάδος καὶ ἡ τῆς ἀορίστου δυάδος.
p. 1089a7 Καίτοι . . . τὸ δὲ ποῦ.
Μάλιστα μὲν περὶ ἄλλων ὄντων οἱ λόγοι γίγνονται παρὰ τῷ Πλάτωνι· εἰ δ’ ἄρα καὶ ταῦτα τὰ δέκα γένη παραφέρειν ἐθέλεις ὡς δυνάμενος ἄνευ [*](1 συνεστὼς C 3 κατὰ add. Brandis 4 Ar. de caelo I 11. 12 8 γενγτικὰ C 13 συνεστὼς C 15 ἀίδιον scripsi: ἄυλον C: τὸ ἀίδιον ἄυλον ἢ Us. 21 νομίζοντες C, corr. Us. 23 fort. μὲν <μονάδες> 25 ἐν del. Us. 27 Ιl. Ο 185 28 Plat. Soph. 257c sqq. 29 ὃ ἡ inserui 30 fuitne αὐτῷ, αἶ τε ἀρχαί, <αἳ>? Us. εἰ post ἔχει addens ante αἱ δὲ nonnulla excidisse putavit)
p. 1089a15 Ἔπειτα ... ἐκ ποίου οὖν ὄντος καὶ μὴ ὄντος πολλὰ τὰ ὄντα;
Ὡς. μὲν ἐξ εἴδους καὶ στερήσεως οὐδαμῶς· ὅλως γὰρ ἡ στέρησις οὐδὲν τοῖς οὖσι συμβάλλεται καθ’ αὑτό. ἐπειδὴ δὲ πέντε παρ’ αὐτοῖς ὄντων γενῶν έν τι τούτων ἐστὶν ἡ ἑτερότης, ἔργον δὲ ταύτης ἕκαστον ποιεῖν ὅπερ μὴ τὰ ἄλλα, ἐκ τοὺ κατὰ τὸ θάτερον μὴ ὄντος καὶ ἐκ τῆς οὐσίας πολλὰ τὰ ὄντα· ἡ μὲν γὰρ οὐσία τοῦ εἷναι πᾶσι μεταδίδωσιν, οὐκ οὖσα αὐτῶν ὡς παρ’ ἐνίοις ὑποκείμενον ἀλλ’ ἀρχὴ καὶ πηγή τις τοῦ εἶναι καὶ πᾶσι χορηγοῦσα τοῦτο χωρὶς τοὐ ἑαυτὴν ἐλαττοῦν· ἡ δὲ ἑτερότης διίστησιν οὐ τόπω, κατ’ οὐσίαν δὲ τὰ ὄντα, καὶ πληθύει καὶ ποιεῖ μὴ εἶναι θάτερα τ·οῖς ἑτέροις ταὐτά, σώζειν δὲ ἕκαστα τῆς ἑαυτῶν ἰδιότητος τὴν καθαρότητα καὶ τὴν ἀμιγῆ καὶ ἄχραντον κατάστασιν. εἰ δὲ ὄντα ἀσυνήθως ἡμῖν αὐτοῖς λέγοντες τὰ αἰσθητὰ κατονομάζοιμεν καὶ ζητοίημεν, ἐκ ποίου μὲν ὄντος ποίου δὲ μὴ ὄντος ταῦτα τὴν ὑπόστασιν εἴληφεν, αἰτιάσονται μὲν πάλιν οἱ θεῖοι ἄνδρες τά τε ἄλλα τοῦ ὄντος γένη καὶ τὰ προειρημένα, τὴν οὐσίαν καὶ τὸ θάτερον· ἐκτείνεται γὰρ αὐτῶν ἡ ἐνέργεια καὶ ἡ γονίμη δύναμις ἐπὶ πάντα τὰ ὁπωσοῦν ὄντα. οὐ μὴν ἀλλ’ ἐπειδὴ τὰ τελευταῖα καὶ πλείοσιν [*](7 αὐτὸς Us. 15 τε pro δὲ Us. 18 fort, ἧττον <ὂν> 23 dubito de 24 καθ’ αὑτήν Us., at extra structuram dixisse videntur καθ’ αὑτό; of. p. 4,25 30 πληθύνει AH, at cf. Iambl. de comm. math. 96,1 Procl. in remp. ind. 32 συνήθως C, corr. Us. 33 ἐκ suprascr. C1)
p. 1089a20 Βούλεται . . . οὐδὲ φθείρεται.
Ἐκείνων εἶναι μὲν τὸ μὴ ὂν καὶ ἐν τοῖς νοητοῖς λεγόντων τὸ κατὰ τὴν ἑτερότητα, εἶναι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς αὐτό τε τοῦτο καὶ τὸ ὑλικόν, καλούντων δὲ τὴν ὕλην οὐ μὴ ὂν μόνον ἀλλὰ καὶ ψεῦδος, ὅτι δοκεῖ μὲν εἶναι | πάντα, ψεύδεται δὲ καὶ οὔτ’ ἔστιν οὔτε γίγνεται τῶν ὄντων οὐδέν, [*](929b) ὁ θαυμαστὸς Ἀριστοτέλης πρῶτον μὲν ἐρωτήσας αὐτούς, ἐκ ποίου ὄντος καὶ ποίου μὴ ὄντος τὸ πλῆθος ἀπογεννῶσι τῶν οὐσιῶν, ὑπέθετο λέγειν αὐτοὺς τοῦ κατὰ τὴν ὕλην· εἶτα λαβὼν παρ’ αὐτῶν, ὅτι ψεῦδος ἐκάλουν τὴν ὕλην ἣν ὑπετίθεσαν τοῖς εἴδεσι, φησὶν αὐτοὺς ἐκ ψεύδους ὑποτιθεμένου τὰ ὄντα ποιεῖν, συλλογιζόμενος οὕτω· τὰ ὄντα ἐκ μὴ ὄντος, τὸ μὴ ὂν φεῦδος, τὰ ὄντα ἐκ ψεύδους. ἐφ’ οἷς ἐπήγαγε πάνυ κομψῶς, ὅτι μιμεῖσθαι μὲν ἴσως ἐπιχειροῦσι τοὺς γεωμέτρας, οὐ μὴν μιμοῦνται οὐ γὰρ διισχυρίζονται ἐκεῖνοι ἐκ τῆς γραφείσης μὲν μὴ οὔσης δὲ ποδιαίας ἀναγεγράφθαι τὸ τετράγωνον)· τοῦτο μὲν εὖ λέγων ὅτι μὴ χρῆται δεικνὺς ὁ γεωμέτρης τῷ ψεύδει, παραλείπων δὲ τό τε ὅλον μὴ ὂν παρ’ αὐτοῖς, ὃ διατείνει καὶ ἐπὶ τὴν ἀσώματον οὐσίαν, τὸ ψεῦδος ὅπως ἐλέγετο παρ’ αὐτοῖς περὶ τῆς ὕλης· οὐ γὰρ ὡς εἰώθαμεν ψευδῆ λόγον λέγειν ἢ ψευδῆ δόξαν τὴν ἀσύμφωνον τοῖς πράγμασιν, οὕτω ψεῦδος ἡ ὕλη παρ’ αὐτοῖς ἐλέγετο, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν.
p. 1089a26 Ἀλλ᾿ ἐπειδὴ . . . πολλά.
Ἐκεῖνοι μέν, φησί, τὸ πλῆθος ἐκ τοῦ μὴ ὄντος ἐποίουν τοῦ ψεύδους, ἐγὼ δὲ ἐκ τοῦ μὴ ὄντος μὲν οὐ τὸ πλῆθος μόνον ἀλλὰ καὶ ἓν ἕκαστον, μὴ ὄντος δὲ ἐνεργείᾳ ἀλλὰ μόνον δυνάμει, διὸ καὶ ψευδῶς ὄντος. ταῦτα δὲ εἰ μὲν <ὡς> ἐξηγούμενος ἐκείνους ἔλεγε, μέτριος ἄν ἦν· ἐπειδὴ δὲ ὡς ἀκουέτω ὅτι τὸ περὶ τὴν γένεσιν μὴ ὄν ἑρμηνεύεις αὐτῶν, τὸ δὲ ὅλον μὴ ὂν παραλείπεις.
p. 1089a31 Φαίνεται δὲ . . . μονάδες.
Ζητοῦντες, φησί, πῶς πολλὰ τὸ ὄν, οὐδὲν ἄλλο ἐζήτουν ἢ πῶς οὐσίαι πολλαί * * * ἃ ἅπαντα οὐσίαι κατ᾿ αὐτούς- ἔδει δέ, φησί, ζητῆσαι καὶ πῶς πολλὰ χρώματα καὶ πῶς χυμοὶ πολλοί· οὐκέτι γὰρ ἂν τὸ μέγα καὶ τὸ μικρὸν ᾐτιάσαντο. ῥητέον οὖν πρὸς αὐτόν, ὅτι πανταχοῦ μὲν ἡ δυὰς [*](1 ante ἐξ πρὸς habet C, possis ὡς 10 ἐκ τοῦ μὴ ὄντος ante τοῦ deesse putat Us. et ἐκ desiderare possis, at cf. ad p. 123,30 infra 173,4 11 ψευδὲς C, corr. Α 27 ὡς add. Α 29 ὅλον μὴ ὂν Us.: ὅλον καὶ ὂν C 31 cf. Alex. 807,20 sqq. 32 hiatum notavit Us., excidit fere ἀριθμοὶ καὶ μήκη καὶ σώματα)
p. 1089b2 Ἀλλὰ μὴν . . . ἀπόφασις ἐκείνων.
Ἐπεσκέψαντο μὲν καὶ τὰ συμβεβηκότα καὶ εἶδον, ὅτι ἀνάλογον εἰσὶ καὶ ἐπὶ τούτων αἱ αὐταὶ ἀρχαί, ἥ τε οἰκεία μονὰς αὐτῶν καὶ ἡ δυάς, ἡ μὲν ταὐτότητος ἡ δὲ ἑτερότητος καὶ πλήθους αὐτοῖς αἰτία, καὶ οὔτε κατὰ παρέκβασιν τοῦ ἀληθοῦς αἰτίου οὕτε κατ’ ἄλλην * * τῷ ὄντι καὶ τῷ ἑνὶ τὸ δυοειδὲς αἴτιον συνέταξαν. ἣν δὲ σὺ πρεσβεύεις ἀρχὴν τὴν κατὰ ἀπόφασιν, ὑλική ἐστι· τὸ γὰρ οὐκ ἄνθρωπος ὕλη τοῦ ἀνθρώπου. οἱ δὲ καὶ ταύτην ᾔδεσαν ἐν τοῖς τελευταίοις τῶν ὄντων ἀναγκαίαν οὖσαν τὴν ἀρχήν· ἐκάλουν μέντοι οὐκ αἴτιον ἀλλὰ συναίτιον, τὰς δὲ ποιητικὰς αἰτίας ἐν λόγοις ἀπετίθεντο φυσικοῖς καὶ δημιουργικοῖς. ἔστιν οὖν ἐν τῇ φύσει λόγος εἷς πάντων χρωμάτων γεννητικός, καὶ ἄλλος πρώτως μὲν πληρούμενος ἀπὸ τούτου, σὺν αὐτῷ δὲ τὰ πλήθη καὶ τὰς διαφορὰς τῶν χρωμάτων ἀπογεννῶν· καὶ οὗτοί εἰσιν ἡ τῶν χρωμάτων μονὰς καὶ δυάς· τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν ἄλλων συμβεβηκότων, ὅσα κατὰ λόγους ἐπιτελεῖται φυσικοὺς.
p. 1089b7 Μία τε φύσις . . . εἶναι.
Ἔστι μὲν μία φύσις τῶν ὄντων τὰ πρός τι, δι’ ἣν τάξις ἐστὶ καὶ συμπάθεια καὶ ἁρμονία πᾶσα καὶ συμφωνία κατὰ τὸν κόσμον· οὐ μὴν ἠμέλησαν ἐκεῖνοι τοῦ θεωρῆσαι τὰς ἀρχὰς τῆς φύσεως ταύτης, ἀλλὰ καὶ τὸ ἑνιαῖον αὐτῆς εἶδος καὶ τὸ πλῆθος ᾐτιολόγησαν. αὐτῷ μὲν οὖν θαυμαστὸν εἶναι δοκεῖ, πῶς χρώμενοι πολλοῖς ἀνίσοις ὥσπερ πολλαῖς μονάσιν οὐκ εἶπον, πόθεν ὑφίσταται τὰ πολλὰ ἄνισα, ὥσπερ αἱ πολλαὶ μονάδες· ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, εἰ τὰ εἴδη ἔχων παρ’ αὐτοῖς ἐξυμνημένα καὶ τὰς τῶν εἰδῶν ἀρχὰς ἄλλας αἰτίας ἐπιποθεῖ τοῦ πλήθους τῶν ἀνίσων· ὥσπερ γὰρ τῶν πολλῶν ὁμοίων καὶ ἀνομοίων ἡ αὐτοομοιότης <καὶ ἡ αἰτία, οὕτω τῶν πολλῶν ἴσων καὶ πολλῶν ἀνίσων ἡ αὐτοϊσότης καὶ ἡ ἐκεῖ ἀνισότης αἰτία. καὶ περὶ τούτων εἴρηται μέν τι καὶ ἐν τῷ Φαίδωνι, εἴρηται δὲ· ἐπὶ πλέον ἐν τῷ Παρμενίδῃ. εἰ δὲ καὶ ἐπὶ τὰς ἀρχὰς ἀνίοις [*](2 ἧ δέ ἐστιν C 3 ἑαυτῆς C: corr. Bag. 7 ἐπὶ ex Bag. Us.] περὶ C 13 lacunam statuit Bag.: κατ’ ἄλην vel οὐκ ἀκατάλληλον Us. 19 ἄλλως C: corr. Η ὑπὸ Us. 27 αὐτῷ Brandis] αὐτὸ C 32. 33 καὶ ἡ αὐτοανομοιότης add. Bag. 33. 34 καὶ η(??)εκει ἀνισότης C 34 μέν τι καὶ Us.] μέντοι καὶ C Plat. Phaed. 74c sq. 35 Plat. Parm. 130e sqq.)
p. 1089b15 Ἀνάγκη . . . τῶν ὄντων. |
Ὅτι μὲν ἐπὶ τῶν τελευταίων τὸ δυνάμει ἑκάστου καὶ τὸ ὑλικὸν αἴτιον [*](930b) παραλαμβάνεις, εὖ πάνυ καὶ κατὰ φύσιν· οὐ μὴν ἔτι τῆς διανοίας· τῶν Πυθαγορείων τε καὶ τῆς αὐτοῦ τοῦ Πλάτωνος ἀντιλαμβάνῃ τὸ σμικρὸν καὶ μέγα παρ’ αὐτοῖς ἢ τὸ ἄνισον ἢ ὅλως τὴν ἀόριστον δυάδα πρός τι νομίζων εἶναι· τῷ ὄντι γὰρ τὰ πρός τι τῶν οὐσιῶν οὔτε ἀποφάσεις οὔτε δυνάμεις. ἀλλὰ μήποτε τὰ πολλὰ μὲν ἐπὶ τῆς γεννώσης μετὰ μονάδος τὰ πράγματα αἰτίας τὴν δυάδα ταύτην τάττουσιν· εἰ δέ που καὶ τὴν ὕλην ὡς ἴνδαλμα φέρουσαν ἐκείνης τῆς ἀρχῆς μέγα καὶ μικρὸν καλοῖεν ἢ ἄνισον ἢ δυάδα ἀόριστον, οὐκ ἐπὶ τὰ πρός τι ταῦτα ἀνάγουσιν, ἀλλ’ ἐνδείκνυνται τὸν ἐπ’ αὐτῆς τῶν εἰδῶν μερισμὸν καὶ τὴν ἀνωμαλίαν καὶ τὴν ἔκστασιν· οὐ γὰρ μόνον ἕτερον ἑτέρου διίσταται, ἀλλ’ ὃ θαυμαστότατον καὶ ἐννοῆσαι καὶ εἰπεῖν, ὅτι καὶ αὐτὸ ἑαυτοῦ χωρίζεται καὶ διίσταται καὶ ἕτερον γίγνεται πλησιάσαν ὕλῃ. τί οὖν ἔδει τὴν διάνοιαν τῶν ἀνδρῶν ἀπολιπόντα συμπλέκεσθαι ταῖς φωναῖς καὶ κωμῳδεῖν ὡς τὴν ἑτέραν τῶν ἀρχῶν, ἣν τῷ ἑνὶ συντάττουσι, πρός τι ποιοῦντας καὶ μίαν τῶν κατηγοριῶν ὕλην εἶναι τῶν οὐσιῶν λέγοντας;
p. 1089b20 Πολύ τε . . . τὰ δὲ πρός τι.
Oὕτε καλῶς ὑφηγῇ περὶ τὰ τῇδε διατρίβειν εἰωθώς, ἐκεῖνοί τε λέγουσι μέν τι καὶ περὶ τούτων ὡς ἐν τοῖς τελευταίοις ἀπεωσμένων, οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ τὰ κυρίως ὄντα καὶ νοητὰ καταβάλλονται τὴν ἑαυτῶν σπουδήν, εἰκότως τὰς ἐκείνων ἀρχὰς τῶν οὐσιῶν πολυπραγμονήσαωτες παρέχουσιν ἀφορμὰς τοῖς καὶ περὶ τὰ τελευταῖα στρέφεσθαι προθυμουμένοις ἀναλογίᾳ τὰς αὐτὰς κἀπὶ τῶν τῇδε θεωρεῖν ἀρχάς. δεῖ δὲ κἀκεῖνο λογίζεσθαι, ὅτι πῶς μὲν πολλὰ τὰ αἰσθητά, λέγειν οὐ χαλεπόν καὶ γὰρ τόπῳ ταῦτα μερίζεται καὶ ὑποκειμένῳ χρῆται διαφόρῳ καὶ τοσαύτη ἡ ἐν αὐτοῖς ἑτερότης. ὥστε καὶ πολεμεῖν ἀλλήλοις αὐτῶν ἔνια)· πῶς δὲ τὰ νοητὰ πολλά, μὴ τόπῳ χωριζόμενα, μὴ ὑποκειμένῳ κρατούμενα, μὴ σχέσιν ἢ ῥοπὴν πρὸς τὰ δεύτερα ποιησάμενα, ζητήσειεν ἄν ὁ μὴ πάντῃ τὴν διάνοιαν ἀργὸς καὶ δυσκίνητος. ἄλλως τε τοῦ Παρμενίδου, πρὸς ὃν ἦν αὐτοῖς καὶ ἡ ἀπότασις, ἓν εἰπόντος εἶναι τὸ ὄν, οὐχὶ τὸ ποιὸν ἢ τὸ πρός τι ἢ τὸ ποσὸν ἡ ὅλως τῶν τῇδέ τι, ἀλλὰ τὸ ὄντως ὂν καὶ νοητόν, ἐδικαίουν μὴ φορτικῶς ἀπαντᾶν πρὸς τὸν ἄνδρα, δεικνύναι δὲ ὅτι κἀκεῖ πλῆθός ἐστι· πρὶν δὲ δείξωσιν, [*](931a) [*](2 αὐτοδυάδα Us.] αὐτηνδυάδα C 11 αὐτὴν pro ταύτην Us.; deleverim potius 13 ταύτην Us. ἐνδείκνυται C: corr. Bag. 33 ἀπόστασις C: corr. Us. 36 ad πλῆθός ἐστι in mg. C: ἐπαχθῆ ἐπὶ πλαστὰ quae quo pertineant non constat)
p. 1089b24 Ἐπὶ . . . μία.
Ἐπὶ τῶν συμβεβηκότων, φησί, καὶ τοῦτο ἄν τις ἀπορήσειε, πῶς οὐκ ὄντα τῶν ὑποκειμένων χωριστὰ πολλά ἐστιν ὅμως· ἐπὶ μὲν γὰρ τῶν οὐσιῶν συγκεχωρήσθω τὸ πλῆθος ἐκ τοῦ μὴ ὄντος εἶναι· πῶς δὲ τὸ χρῶμα ἐκ μὴ χρώματος; εἶτα ἐφιστὰς λέγει ὅτι ‘ἀνάγκη μὲν γὰρ καὶ τὰ συμβεβηκότα ὕλην ἔχειν, ἀλλ’ οὐ χωριστήν᾿ φησί ῾ τῶν σωμάτων᾿ . μάλιστα δέ φησιν ἐκεῖνο εἶναι ἄπορον, πῶς πολλαὶ οὐσίαι ἐνεργείᾳ εἰσίν. οὐκοῦν ἵνα καὶ ἡμεῖς ἀπὸ τῶν τελευταίων ἀρξώμεθα, ταὐτὰ φαίνεται ζητῶν ἐκείνοις ἄντικρυς· καὶ γὰρ αὐτοὶ περὶ τοῦ πλήθους ἠπόρουν τῶν νοητῶν, ἐν οἷς τὸ δυνάμει καὶ τέλεον ἐξῄρηται. καὶ οὗτος μὲν ἐπὶ τῆς ἀπορίας μένει, μήτε τὰ εἴδη δεχόμενος μήτε τὰς ἀρχηγικὰς αἰτίας μήθ’ ὅλως ποιητικὴν ἀρχὴν ἐπὶ τῶν ἀιδίων προσιέμενος διὰ τί γὰρ τοσοίδε παρ’ αὐτῷ οἱ νοῖ καὶ οὔτε πλείους οὔτε ἐλάττους, εἰπεῖν οὐκ ἔχομεν· οὐ γὰρ δὴ διὰ τὰς σφαίρας τὰς ὑπ’ αὐτῶν κινουμένας τοσοίδε οἱ νοῖ, ἀλλ’ εἰ ἄρα, ἀνάπαλιν. ἔπειτα κἂν οὕτω τις ἐξ ὑπτίας ἐπιχειρῇ λέγειν, ἀπορήσομεν πάλιν περὶ τοῦ πλή|θους τῶν σφαιρῶν πόθεν [*](931b) καὶ πῶς τοσαῦται)· οἱ δὲ πάντων τῶν ἐγκοσμίων μέτρον ἀποθέμενοι παρὰ τῷ δημιουργῷ νῷ καὶ εἰς ταῦτα καὶ εἰς τἆλλα πάντα προβλήματα μετὰ πολλῆς ῥᾳστώνης καὶ ἀληθείας ἀναστρέφονται. ἀλλὰ μὴν καὶ τὸ μέσοι παρ’ αὐτῷ θεώρημα, τὸ τὰς αἰσθητὰς οὐσίας ἐκ μὴ τοιούτων γίγνεσθαι, προσίεται μὲν ὁμοίως ἐκείνοις τὸ ὑλικὸν αἴτιον, παραλιμπάνει δὲ τὸ ποιητικὸν καὶ τὸ παραδειγματικόν. ἡ δὲ περὶ τῶν συμβεβηκότων ἐπίστασις λύεται μὲν καὶ παρ’ αὐτοῦ· πολλὰ γὰρ εἰ καὶ μὴ τῷ ὑποκειμένῳ τὰ συμβεβηκότα, ἀλλὰ τῷ γε λόγῳ· τελειότερον δέ ἐστι τὴν ἐμφανῆ δημιουργίαν αἰτιᾶσθαι καὶ τὴν ἑτερότητα τῶν φυσικῶν δυνάμεων καὶ τὴν τῶν ἐνύλων εἰδῶν περὶ τὰ ὑποκείμενα διαίρεσιν.
[*](4 αὐτὴν Bag.] αὐτῶν C Πρωτεῖ Us.] πρω (ρ incertum) C cf. p. 8 ἐκέλλου C 9 τῆς τῶ C 13 cf. Alex. 810,7 sqq. 16 μὲν γὰρ C: μέντοι coni. Us. cf. Ar. 1089b28 καίτοι δεῖ γε 21 an ἀνῄρηται vel ἐξώρισται? 25 ‘ἐξ ὑπτίας e Plat. Phaeder. 264a 28 δημιουργικῷ coni. Us. 29 cf. Alex. 811,30 sqq. 32 cf. Alex. 811,36 sqq. qui ad phys. ausc. 12.3 relegat)p. 1089b32 Ἀλλὰ μὴν . . . ἐναντιώσεις.
[*](931b)Πάλαι μὲν ᾐτιᾶτο <τὸ> πλῆθος μόνον τῶν οὐσιῶν ζητήσαντας ὑπέστη· νυνὶ δὲ οὐδὲ τοῦτο συγχωρεῖν αὐτοῖς ἔοικεν ἀλλ’ ἐπειδὴ περὶ ἀριθμῶν τὰ πολλὰ διαλέγονται καὶ μεγεθῶν, μιᾶς κατηγορίας αὐτοὺς ἔφη τὸ πλῆθος καὶ] διερευνήσασθαι, οὐχὶ τῆς οὐσίας ἀλλὰ τοῦ ποσοῦ· ἀριθμὸς γάρ, φησί, πᾶς ποσὸν καὶ ἡ μονάς· εἶτα ἐπιστήσας, εἰ μὴ ἄρ, φησίν, ἡ μονὰς οὐ ποσόν, ὅτι μέτρον ἀριθμοῦ καὶ ἀδιαίρετος· εἰ μὲν οὖν, φησί, καὶ αὐτοῖς ἀρέσκει διαφέρειν ποσὸν οὐσίας, περὶ πλήθους ἐζήτησαν μόνου τοῦ κατὰ τὸ ποσόν· εἰ δὲ ταὐτὸν οἴονται εἶναι ποσὸν καὶ οὐσίαν, εἰς ταὐτὸν ἄγουσι συμβεβηκὸς οὐσίᾳ καὶ ὑποκείμενον <τῷ> ἐν ὑποκειμένῳ καὶ ὅλως ἐναντιοῦνται τοῖς ἐναργέσι. ῥητέον οὗν πάλιν τὰ αὐτὰ πρὸς αὐτόν, ὅτι πάντα τὰ ὄντα ἀριθμοὺς ἐκάλουν· ζητοῦντες οὖν πῶς τὸ πλῆθος ὑπέστη τὸ ἐν τοῖς ἀριθμοῖς, περὶ τῶν νοητῶν ἐζήτουν ἀπάντων καὶ τῶν αἰσθητῶν καὶ τὴν ἁπανταχοῦ δυαδικὴν ἀρχὴν τοῦ πλήθους ᾐτιῶντο τοῦ ἑκασταχοῦ.
p. 1091a2 Ἐπιστήσειε . . . ἐλέχθη.
Μάχεται μὲν ἐν τούτοις τῷ τὸν μαθηματικὸν ἀριθμὸν τοῦ αἰσθητοῦ Χωρίζοντι καὶ ἰδίαν οὐσίαν αὐτῷ παρέχοντι. θαυμάσειε δ᾿ ἄν τις ὅπως οὐδενὸς αὐτὸν αἴτιον εἶναι νομίζει· καίτοι τίς ἄλλος αἴτιός ἐστι ταῖς ψυχαῖς ἡμῶν [*](932a) τοῦ μετρεῖν τὰ διωρισμένα πρὸ τούτου; ποῦ δὲ τῶν θείων οὕτως ἐναργεῖς εἰκόνας ὁρῶμεν ὡς ἐν αὐτῷ; ποῦ δὲ τὰ σχήματα καὶ τἀς αἰτίας τῶν σχημάτων καὶ τὰς ἀρχὰς πάντων τῶν μαθημάτων ἴδοι τις ἄν καθαρῶς ὡς ἐν τούτοις τοῖς ἀριθμοῖς; τοῦτό τε οὖν θαυμάσειεν ἄν τις καὶ τὸ ῥηθὲν ἐν ἐσχάτοις τῶν ἐκκειμένων ῥητῶν, ὅτι πάντα τὰ τῶν μαθηματικῶν ἀριθμῶν θεωρήματα καὶ κατὰ τῶν αἰσθητῶν ὑπάρξει. πρῶιον μὲν γὰρ ποῖα τῶν αἰσθητῶν οὕτως ἐφεξῆς τέτακται ὡς μονάδι μόνον ἀλλήλων διαφέρειν καὶ ταύτῃ τῇ διαφορᾷ προϊέναι ἄχρι παντός; ἔπειτα ποῦ τῶν αἰσθητῶν τοιαύτη σχέσις καὶ εὐταξία θεωρηθήσεται ὡς τῶν ἀνάλογον πολλαπλασίων τὸν μὲν τρίτον εἶναι τετράγωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δὲ ἕβδομον κύβον ἅμα καὶ τετράγωνον; ἀλλ’ εἰ καὶ βιάσαιτό τις καὶ τάξειεν οὕτω τὰ αἰσθητά, μάλιστα μὲν ἄχρι τινὸς ἡ βία προβαίνει διὰ τὸ μὴ πεφυκέναι τὰ αἰσθητὰ τοῦτον διασώζειν πρὸς ἄλληλα τὸν λόγον. ἔπειτα δὲ ἐκ τῶν μαθηματικῶν [*](2 τὸ add. Us. ζητήσαντες C: corr. Bag. ὁπόθεν Us., at cf. Wendland mus. Rhen. LIII 23 Philol. N. S. XI 117 4 μεγεθῶν Us.] μ(??)εθῶν C punctis dubitationem significans ἐπὶ μιᾶς coni. Us. 5 καὶ del. Us. cl. mus. Rhen. XXV 6 cf. Alex. 812,22 sqq. 8 ἐζητήσαμεν C: corr. Us. 9 cf. Alex. 812,19 sqq. 10 τῷ add. Bag. 12 ζητοῦντος C: corr. Α 14 ante τοῦ τὸ C a, del. C b 16 cf. Alex. 812,28 sq. 19 ταδὶ ὡρισμένα Us. πρὸ Us.] πρὸς C; expectas πλὴν 21 τούτοις fort. del. putat Us.; eodem iure τοῖς ἀριθμοῖς in suspicionem voces 23 ῥητῶν pro glossemate habet Us. 27 ἀταξία C: corr. Bag. 28 veteres in multiplicando ab unitate exorsos esse, ergo tertium fuisse quadratum, quartum cubicum numerum, septimum qui utrumque simul esset monet Us.)
p. 1090a16 Οἱ μὲν οὖη ... σώμασιν.
Τριῶν δοξῶν ἐν τούτοις μνημονεύσας, τῆς τε τὸν εἰδητικὸν ἀριθμὸν πρεσβευούσης, ἣν εἰς τὸν ἑαυτοῦ διδάσκαλον ἀναπέμπειν εἴωθε, καὶ τῆς τὰ σώματα ποιούσης ἀριθμούς, ἣν ἀπονέμει τοῖς Πυθαγορείοις, καὶ τῆς τὸν μαθηματικὸν ἀριθμὸν μόνον εἰδυίας, τὴν τρίτην κακίζει πλέον ὡς ἂν ἀλογωτέραν τῶν ἄλλων. οὔτε δὲ περὶ τῶν δύο, τῆς Πλατωνικῆς καὶ Πυθαγορείου, φαμὲν αὐτὸν ἱκανῶς ἱστορεῖν οὔτε περὶ τῆς τρίτης ὑγιές τι λέγειν· πρῶτον μὲν γὰρ οὐκ ἐγένετό τις, ὃς τὸν μαθηματικὸν ἀριθμὸν εἶναι μόνον ὑπέλαβεν, ἀλλ’ ἴσως μαθηματικοῖς ὀνόμασι καὶ ἐπὶ τῶν θείων ἀριθμῶν ὁ τοιοῦτος χρησάμενος αἴτιος ἐνίοις πλάνης ἐγένετο. ἔπειτα πῶς οὐχ ἱκανῷ τεκμηρίῳ χρῶνται τοῦ εἶναι κεχωρισμένην τῶν αἰσθητῶν τὴν τῶν μαθημάτων ὕπαρξιν λέγοντες ῾εἴπερ ἔστιν ἀριθμητικὴ ἐπιστήμη, ἔστι χωριστὸν· ἀριθμός᾿; ἀλλὰ μὴν τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον ἄρα. ὁ δέ φησι πρὸς τὸ συνημμένον ἀπηντηκέναι πρότερον· καίτοι οὐδὲ ἐν ἐκείνοις εἴρητό τι πρὸς ἔλεγχον τῶν μαθημάτων ἱκανόν, ἀλλ’ ὅτι ἡ τῶν καθόλου ἐπιστήμη δυνάμει ἐστίν, ἡ δὲ τῶν καθ’ ἕκαστα ἐνεργείᾳ. ἀλλ’ οὐδὲ τὸ νῦν λεγόμενον ἰσχὺν ἔχει τινά· οὐ γὰρ ἂν κεχωρισμένων, φησί, τὰ πάθη περὶ τὰ αἰσθητὰ ἐφαίνετο. πάλιν γὰρ ἀποχρῆται τῇ ὁμωνυμίᾳ τῶν τε ἀριθμῶν καὶ τῶν παθῶν. ἄλλως γὰρ κατὰ τῶν μοναδικῶν, καὶ ἀνάλογον μὲν ἑτέρως δὲ κατὰ τῶν τῆς φύσεως δημιουργημάτων τὰ τοιαῦτα τάττεται.
[*](3 τὸ δὲ] an τό γε? ἕνα παρ’ ἕνα coni. Us. 6 κωλύει Us.: ἐλύπει C cf. p. 170,13 7. 8 καί νομοθεσίαν del. Us. 11 κατακοσμουμένους Bag. 12 τὴν add. Us. 23 πυθαγορίου C 30 δέ φησι Us.: δέ ἔφη C)p. 1090a30 Οἱ μὲν . . . ἐν τοῖς αἰσθητοῖς.
[*](932b)῾Υποθέμενος τοὺς μὲν Πυθαγορείους χωριστὸν ἀριθμὸν μὴ ποιεῖν, τὸν δὲ αἰσθητὸν κόσμον ἐξ ἀριθμῶν συνιστάνειν, ἄλλους δέ τινας ἐπειδὴ τὰ ἀξιώματα καὶ αἱ καθόλου προτάσεις ἐπ᾿ οὐδενὸς μὲν τῶν αἰσθητῶν ἀλη- θεύουσι, * * * δὲ μεγέθη τε καὶ αἰσθητὰ ποιοῦντας, ἀπορεῖ πρὸς τοὺς Πυθαγορείους, πῶς ἐξ ἀβαρῶν καὶ ἀμεγεθῶν τῶν ἀριθμῶν τὰ αἰσθητὰ δύναται συνίστασθαι σώματα, πρὸς δὲ | τοὺς χωρίζοντας, πῶς ἄν τὰ πάθη [*](933a) τῶν μεγεθῶν καὶ τῶν ἀριθμῶν ὑπῆρξε τοῖς αἰσθητοῖς, εἰ μὴ ἀχώριστοι αὐτῶν ἦσαν οἱ ἀριθμοί. ῥητέον οὖν ὑπὲρ μὲν τῶν Πυθαγορείων, ὅτι γινώσκουσι μὲν καὶ ἄλλους ἀριθμοὺς καὶ οὐ περὶ τοῦ αἰσθητοῦ μόνου διάλεγονται, ἀλλὰ καὶ περὶ νοερῶν καὶ ψυχικῶν καὶ φυσικῶν διακόσμων ἀναδιδάσκουσιν, οὐ μὴν ἀλλὰ γὰρ καὶ τὸν αἰσθητὸν κόσμον ἐκ τῶν ἀύλων λόγων καὶ δραστικῶν καὶ πρεσβυτέρων αἰτίων ὑφιστᾶσιν. ὅσοι δὲ οὐδὲ τῇ φύσει λόγους διδόασιν, ἵνα μὴ διπλᾶ ποιήσωσι τὰ πράγματα, οὗτοι θαυμάζουσι πῶς ἐξ ἀβαρῶν καὶ ἀμεγεθῶν βάρος ἀποτελεῖται καὶ μέγεθος. καίτοι γε ὡς μὲν ἐκ μορίων ἀμεγεθῶν ἢ ἀβαρῶν οὐκ ἄν ποτε συντεθείη βάρος ἢ μέγεθος, καὶ τοῦτο ἱκανῶς δέδεικται· ἐκ δὲ στοιχείων ἀμερῶν καθ’ αὑτὰ ὄντων δημιουργεῖται μέγεθος, εἴπερ ὕλη καὶ εἶδος στοιχεῖα σωμάτων· καὶ ἔτι πολλῷ πλέον ὑπὸ τῶν ἀληθεστέρων αἰτίων ἐν λόγοις καὶ εἴδεσι δημιουργικοῖς θεωρουμένων πῶς οὐ πᾶσαι διαστάσεις καὶ πάντες ὄγκοι τὴν ἐν κινήσει φερομένην ἑαυτῶν γένεσιν ὑποδέχονται; ἢ γὰρ ἀγένητα καὶ ὡς ἐξ ἀιδίου τὰ σώματα, ἢ τῶν διαστατῶν ἀδιάστατα καὶ τῶν μεριστῶν ἀμέριστα καὶ τῶν αἰσθητῶν καὶ ἀντιτύπων ἀφανῆ καὶ ἀναφῆ καταλειπτέον αἴτια, καὶ συγχωρητέον τοῖς οὕτως ἐξ ἀμερῶν τὰ μεμεγεθυσμένα γενέσθαι λέγουσιν. ὑπὲρ δὲ τῶν χωριζόντων τοὺς ἀριθμούς, ὅτι θαυμαστὸν οὐδὲν εἰ ἔοικε τὰ ἀποτελέσματα τοῖς αἰτίοις· δημιουργικῶν οὖν ὄντων τῶν χωριστῶν ἀριθμῶν, οὓς μιμοῦνται καὶ οἱ μαθηματικοί, εἰκότως καὶ ὁ αἰσθητὸς κόσμος εἰκόνας ἔχει τῶν αὐτὸν κοσμούντων ἀριθμῶν, ἵνα πάντα ᾖ ἐν πᾶσιν, οἰκείως δ’ ἐν ἑκάστοις. τὸ δὲ ἀπὸ τῶν ἀξιωμάτων καὶ ὅλως τῶν ἐπιστημῶν ἐπιχείρημα πολλάκις εἴπομεν ὅτι καὶ παρὰ τοῖς ἀντιλογικωτάτοις δυσαντιβλεπτότατόν ἐστι· ἢ γὰρ ψεύδεται ταῦτα ἢ συμφωνεῖ καὶ συζυγεῖ τοῖς οὖσιν· εἰ μὲν οὖν ψεύδεται, ἄνελε πᾶσαν κατάληψιν ἐκ τούτων γὰρ αἱ ἀποδείξεις)· ἀνελὼν δὲ πᾶσαν κατάληψιν περὶ | μηδενὸς διισχυρίζου. [*](933b) εἰ δὲ ἀληθεύει καὶ συζυγεῖ τισι τῶν ὄντων, ἐπεὶ μὴ τοῖς αἰσθητοῖς πρώτως [*](4 μέν εἰσι coni. Us. ab ἀληθεύουσι δὲ alterum enuntiatum incipere ratus 5 post δὲ lacunam esse putat Us. ἀριθμοὺς pro αἰσθητὰ Us. probabiliter ποιοῦντες C: corr. Us. 14 εἰκότως οὗτοι vel sim. fuisse putat Us. 17 καὶ τούτῳ Us.; καὶ potius del. 19 τῶν post αἰτίων add. Us. 20 τῶν ἐν κ. φερομένων ex Bag. Us. σωμάτων coniciens pro ἑαυτῶν (debebat τὴν γένεσιν) 21 ἀιδίου Us. (idem tamen postea ὡς ἔξω αἰτίου)· αἰτίου C 23 καταληπτέον C: corr. Us. 26 γοῦν pro οὖν Us. 28 πάντα scripsi (possis πάντα μὲν): πάντων C quo servato ἶνα del. et μὲν pro ᾖ scribit Us.; cf. p. 82,1)
p. 1090b5 Εἰδὶ . . . χωριστὰ ἔσται.
Τὰ πέρατα τινὰς αὐτῶν ὡς εἴδη καὶ οὐσίας φησὶ λαμβάνειν, καὶ αἰτιᾶται ὅτι μήτε οὐσίαι ταῦτα μήτε πολὺ πλέον χωρισταὶ οὐσίαι. ῥητέον οὖν ὑπὲρ τῶν ἀνδρῶν, ὅτιπερ οὐ τὰ συνεγνωσμένα πέρατα χωριστὰς ἐποίουν οὐσίας, ἀλλὰ τὰ ἐν τοῖς οὐσιώδεσι λόγοις τοῦ νοῦ καὶ τῆς ψυχῆς καὶ τῆς φύσεως, ἃ καὶ κυριώτερον περατοῖ καὶ ὁρίζει τὴν γένεσιν, ὧν τὰ φαινόμενα πέρατα τελευταίαν ἀπεικασίαν ἀπετυπώσατο.
p. 1090b13 Ἔτι δὲ . . . συνείρειν.
* * πρὸς μὲν τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας, πῶς ὄντων ἀριθμῶν παρ’ αὐτοῖς καὶ μεγεθῶν καὶ ψυχῆς καὶ σωμάτων οὐ γίγνεται τὰ δεύτερα ἀεὶ ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἀριθμῶν μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίγνεται, κἀν ταῦτά τις ἀνέλῃ, ψυχὴ ἔστι καὶ σώματα. πρὸς δὲ τοὺς <τὸν> εἰδητικὸν ἀριθμὸν προσιεμένους, πότερον τὰ μεγέθη τὰ ἐκ τῶν ἀριθμῶν γιγνόμενα καὶ αὐτὰ ἰδέαι ἡ οὔ, καὶ εἰ ἐπιδέχονται θεωρίαν ἰδίαν ἢ τὴν μαθηματικὴν εἰς αὐτὰ δεῖ μεταφέρειν; ῥητέον οὖν ὑπὲρ τῶν προτέρων πρότερον, ὅτι μήτε τὴν μαθηματικὴν οὐσίαν μόνην ἐπισκέπτονται, καὶ τάξιν ὅλως δόντες τοῖς ὑποκειμένοις ἀεὶ συντελεῖν εἰς τὴν τῶν δευτέρων ὑπόστασιν τὰ πρότερά φασιν. εὖ γὰρ εἴρηται τοῦτο, ὅτι μίαν εἶναι δεῖ συνέχειν τῶν <ἐν> φύσει πραγμάτων καὶ μηδὲν ἐπεισοδιῶδες αὐτοῖς ἐμφαντάζεσθαι. ὅτι δὲ μὴ μόνην τὴν μαθηματικὴν οὐσίαν οἱ ἄνδρες οὗτοι γιγνώσκουσι, κἄν διὰ μαθηματικῶν ὀνομάτων καὶ τὰ περὶ τῆς νοητῆς ἀναδιδάσκωσιν, εἴρηται μὲν πολλάκις ἐν τοῖς προάγουσιν, οὐ μὴν ἀλλὰ καὶ ἡ νῦν ἀπορία δῆλον ποιεῖ. εἰ γὰρ αἰτιᾶται αὐτοὺς ὡς μὴ ποιοῦντας ἐκ μεγεθῶν καὶ ἀριθμῶν τὴν | ψυχὴν προτέρων ὄντων αὐτῆς, μαρτυρεῖ σαφῶς ὅτι τοὺς ἐν νῷ καὶ [*](934a) τοὺς θείους ἐγέννων ἀριθμούς. ὑπὲρ δὲ τῶν δευτέρων, ὅτι καὶ τὰ πρῶτα μεγέθη ἰδέαι, ὁ αὐτοκύκλος ἡ αὐτοπυραμὶς τὸ αὐτοτρίγωνον, ἀπὸ δὲ τῶν μαθηματικῶν λόγων αἱ ἀναμνήσεις ἡμῖν ἐκείνων γίγνονται. οὐ γὰρ ὅτι ἐκείνοις ἐφαρμόζουσιν αἱ μαθηματικαὶ θεωρίαι διεξοδικαὶ οὖσαι καὶ μεμεριἐν [*](1 add. Us. 2 κεκράτηται coni. Us. (edidit κατακρατεῖται) 2. 3 ἰσαζιοις C 4 ἔσται ut Ar. cod. Ar. ἐστιν Ar. cod. Ε Alex. of. Alex. 815,5 sqq. 12 cf. Alex. 815,21 sqq. ἀπορεῖ suppl. Bonitz et tale quid excidit 16 τὸν add. Bonitz πρότερον C: corr. H 19 πρότερον fort. del. 22 ἐν add. Us., possis ἐν τῇ; naturalium rerum Bag. 24 ἀναδιδάσκουσιν C 27 καὶ scripsi: κατὰ C fort, etiaua ἐγέννων mutandum (in ἔγνωσαν?); τὰ ἐν νῷ coni. Us. 28 καὶ post ὅτι suspectum 30 ὅτι pependisse ab ἔλεγον piitat Us., quod fuerit p. 180,1 ante ἀλλ’; fort, conferendum πόθεν ὅτι (p. 127,15 Simplic. in phys. 1142,18) et πάντως ὅτι (Damasc. I 9,3. 258,24))
p. 1090b32 01 δὲ.. κατ᾿ ἐκεῖνον.
Ἀποτείνεται μὲν νῦν πρὸς τὸν ἑαυτοῦ διδάσκαλον· αὐτὸς γάρ ἐστιν ὁ σαφῶς τὰ μαθήματα τῶν νοερῶν διακρίνας εἰδῶν· καίτοι καὶ παρὰ τοῖς ἄλλοις οὐ θάτερα μόνον ἀλλὰ καὶ θάτερα γιγνώσκεται. λέγει δὲ ὅτι περὶ γενέσεως οὐ διδάσκει τοῦ μαθηματικοῦ ἀριθμοῦ (δεῖ γὰρ αὐτὸν μὴ πρῶτον ὄντα)· οὔτε δὴ ἐκ τῶν αὐτῶν ὀφείλει γίγνεσθαι τῷ εἰδητικῷ, ἵνα μὴ ὁ αὐτὸς ἐκείνῳ φανῇ, οὔτε ἐξ ἄλλων· ἀριθμὸν γὰρ οὐ ἑτέρως ὑποστῆναι ἢ ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος. διὰ τί οὖν, φήσομεν πρὸς αὐτόν, μὴ τοῦτο δὴ τὸ πολυπάτητον ὑποτίθεσαι λέγειν τὸν διδάσκαλον, ᾧ καὶ αὐτὸς ἐν ταῖς φυσιολογίαις χρῆσθαι μεμελέτηκας, ὡς ἀναλογίᾳ μὲν τῶν διαφόρων ἀριθμῶν αἱ αὐταί εἰσιν ἀρχαί, ἁπλῶς δὲ οὐχ αἱ αὐταί; τοιοῦτον δέ τι καὶ σὺ νῦν αἰνίττῃ, ὅταν λέγῃς ἐξ ἄλλου δὲ μεγάλου καὶ μικροῦ, πλὴν οὐκ ἐξ οὗ τὰ μεγέθη. ἄλλη γὰρ δυὰς ἡ γεννητικὴ τῶν ἀριθμῶν τῶν μαθηματικῶν, ἄλλη δὲ ἡ τῶν μεγεθῶν · καθ’ ἑκάστην γὰρ τῶν ὄντων τάξιν ἰδίως αἱ νοεραὶ καὶ αἱ λογικαὶ καὶ <αἱ> θεωροῦνται ἀρχαί. τὸ μέντοι ζητεῖν, πῶς τὸ ἓν τὰ πανταχοῦ πολλὰ [*](934b) παράγει καὶ γεννᾷ, καὶ φιλόσοφόν ἐστι καὶ παρ’ ἐκεῖνος ᾐτιολόγηται.
p. 1091a5 Πάντα δὴ...λέγωσι.
Ταῦτα τοὺς παρὰ τοῖς ῥήτορσιν ἐπιλόγους μιμεῖται, οὐκ ἀπήλλακται δὲ οὐδὲ κωμικῆς βωμολοχίας· διὸ τὰ πλεῖστα αὐτῶν ὅσα μὴ ἔστι πραγματειώδη χρὴ καὶ ὑπερβαίνειν ἢ ἄλλως συνείρειν. Σιμωνίδου δὲ μνημονεύει τῶν Ἀτάκτων οὕτως ἐπιγραφομένων· εἰρόμενα γὰρ ταῦτα καὶ ἥκιστα διανοίας πληρωτικά. φαίνεται . . . διπλασιαζόμενον. ἐπειδὴ δυάς ἐστι τὸ [*](2 Plat, epist. VII 342a sqq. 3 cf. Plat. l. c. 341d 344b resp. IV 435a (aitero et tertio loco usus v. ἐκλάμπειν) 5 διὸ οὐ C: corr. Us. 11 cf. Alex. 817,1 15 cf. Alex. 817,33 sqq. 18 πολυπλάτητον C: corr. Us. 21 δή τι All 21. 22 δέ τινος μεγάλου Arist. 22 ἡ ante δυὰς add. Brandis 24 λογικαὶ scripsi: ἀναλογικαὶ C αἱ add. Us. 30 ἢ ὅλως συναιρεῖν coni. Us.; possis ἄλλοις (nisi in v. 31 fuit: ἄλλως συνειρόμενα γάρ, hie vero ὑπερβαίνειν solum extitit) cf. Alex. 818,4 sqq. 32 διπλασιαζόμενον Ca, ὃς in fine suprascr. C b cf. Alex. 818,22 sqq.)
p. 1091a13 Οἱ μὲν οὖν. . . τὴν γένεσιν.
Ποίῳ μὲν ἤθει τοὺς λόγους καταβάλλεται τούτους ὁ Ἀριστοτέλης, οὐ λήσεται τοὺς συνετωτέρους. ἵνα δὲ καὶ ἐξ ὧν τίθησιν ἐπακολουθήσωμεν τῇ τῶν Πυθαγορείων διανοίᾳ, ῥητέον ὡς ἓν μὲν τὸ σύνολον λέγουσι τὸ ἐξ ὕλης καὶ εἴδους διακοσμηθέν· τούτου δὲ τὴν σύστασίν φασιν οὕτω γίγνεσθαι· τοῦ λόγου τοῦ ἀπὸ τῆς φύσεως προελθόντος χρῶμα καὶ σχῆμα καὶ τὴν αἰτίαν πάντως γεννήσαντος πρῶτον μὲν τὸ ἄποιον σῶμα γίγνεται (τονῦτο γάρ ἐστι τὸ ἔγγιστα τοῦ ἀπείρου), εἶτα τὸ διακοσμηθέν, ὅταν τὸ πέρας καὶ ὁ φυσικὸς λόγος κατασχῇ τέλεον τὸ ὑποκείμενον. ὅτι δὲ καὶ περὶ χωριστῶν ἀριθμῶν εἰρήκασιν οἱ ἄνδρες καὶ μάλιστα πάντων οὗτοι, καὶ πρότερον ὑπεμνήσαμεν.
p. 1091a23 Τοῦ μὲν οὖν . . . γενέσεως.
Συμβολικῶς εὕροις ἂν παρ’ ἐκείνοις ταῦτα λεγόμενα· τὸν γὰρ περιττὸν τοῖς θεοῖς προσοικειοῦντες εἰκότως ἀγένητον εἶναί φασι, τὸν δὲ ἄρτιον τοῖς ἐνύλοις ἀνάλογον λαμβάνοντες γενητὸν καλοῦσι καὶ δυάδι προσοικειοῦσιν· ἐπεὶ ὅτι τοὺς συστοίχους ἀρτίους καὶ περιττοὺς ἀριθμοὺς ἐκ τῶν αὐτῶν ἀρχῶν ἀπογεννῶσιν, εἰ καὶ τοὺς μὲν μονάδι προσεοι|κέναι τοὺς δὲ δυάδι [*](935a) φασί, πολλάκις ὑπεμνήσαμεν.
p. 1091a24 τὸν δ’ ἄρτιον . . . ἀριθμῶν.
Τὸν ἄρτιον ὕλην ἔχοντα καὶ εἶδος κατὰ μὲν τὴν ὕλην ὡς ἐκ τῆς δυάδος προελθόντα μέγα καὶ σμικρὸν ἔχειν, κατὰ δὲ τὸ εἶδος ἰσότητι κεκρατῆσθαί φασι. ταῦτα δὲ οὐκ ἀπὸ χρόνου ἀλλ’ ἀεί. εἰ δὲ πρότερα τὰ ἄκοσμα τῶν κεκοσμημένων ἀποφαίνουσι διδασκαλίας ἕνεκα, κοινόν ἐστι τοῦτο πάντων ἡμῶν ἔθος· καὶ γὰρ σὺ τὴν ὕλην προτέραν εἶναι λέγεις καὶ ἀρχὴν τοῦ σώματος, καίτοι ἀεὶ κεκοσμημένην.
p. 1091a29 ἔχει δ’ ἀπορίαν...ἑνός.
Ὅτι μὲν τὸ εὖ ταῖς ἀρχικωτέραις αἰτίαις ἀπονέμεσθαι θέλει, κατορθοῖ. [*](14 αἰτίαν respondet Aristotelis verbis ἐκ σπέρματος 15 aliter Alex. 817,7. 11 21 ἀποικειοῦντες C: corr. Bag. ἀγέννητον C)
p. 1091b4 Οἱ δὲ ποιηταὶ . . . Δία.
Οὐδὲ ταῦτα 〈κατὰ〉 τὸ ἀληθὲς ἱστόρηται περὶ τῶν θεολόγων· ἐκεῖνοι γὰρ Νύκτα μὲν καὶ Οὐρανόν φασι βασιλεύειν καὶ πρὸ τούτων τὸν μέγιστον αὐτῶν πατέρα·
p. 1091b6 οὐ μὴν...ποιήσς.
Εὖ μὲν ὅτι τοὺς τὸ πρῶτον αἴτιον ἄριστον εἶναι λέγοντας ἀποδέχῃ· οὐ μὴν οἱ θεόλογοι μεταβολὰς ποιοῦσι τῶν βασιλειῶν, κἂν τὰ μυθώδη πλάσματα τοῦτο προφαίνειν δοκῇ· τῶν δὲ πρεσβυτέρων ἀεὶ μενουσῶν ἐν ἤθεσι τοῖς οἰκείοις οὕτω τὰς δευτέρας ὑφίστασθαι λέγουσιν. τῶν δὲ . . . [*](3 τις deleverim, γε coni. Us. 9 κατὰ add. Lobeck Aglaoph. p. 577 12 Orph. fr. 78.85.87 τὸν τόθ’ C: τοῖον Simpl. in phys. 641,30: τοῦτό θ’ (sc. μέτρον) coni. Us. 13 ἠρισκεπαῖος C 15 ἀριπρεπὲς ex Alex. 821,22 add. Brandis ἠρισκεπαίου C 17 Orph. fr. 96 21 Orph. fr. 113 ἀθάνατον C: corr. Lobeck 23 ’post χάος et hiare orationem manifesto apparet et supplere satis probabiliter hiatum licet αἰθὴρ μέν καὶ χάος κατ’ ἐκείνους (sive κατὰ τὸν Ὀρφέα sive κατὰ τοὺς θεολόγους mavis), Πρωτεὺς δὲ καὶ χάος κτὰ τὸν Πυθ.᾿ Us. 32. 33 cf. Plat. Tim. 42e ἔμενεν ἐν τῷ ἑαυτοῦ κτὰ τρόπον ἤθει)
p. 1091a16 Θαυμαστὸν δὲ εἰ . . . ἀγαθόν τι.
Τῷ μὲν πρωτίστῳ καὶ αὐταρκεστάτῳ τοῦτ’ αὐτὸ ἀγαθὸν τὸ αὔταρκες· ἀλλ’ ὑπάρχει αὐτῷ δι’ ἁπλότητα καὶ ἑνότητα τῆς ὑποστάσεως· οὐ γάρ ἐστι τἀγαθὸν καὶ ἄλλο τι, ἀλλ’ αὐτὸ τοῦτο τὸ ἀγαθόν· ὥστε ἕν, ἐπεὶ μὴ σύγκειται αὐτοῦ ἡ φύσις ἐξ ἀγαθοῦ καὶ ἄλλου τινός· οὕτω γὰρ ἂν ἐδεήθημεν ἑτέρας ἀρχῆς, ἐν ᾗ τὸ ἀγαθὸν ἀμιγὲς ἦν πρὸς πᾶν ὁτιοῦν καὶ ἄκρατον. δυσχεραίνει γὰρ αὐτὸς πρὸς τὸ ἓν καὶ τὸ στοιχεῖον, ἐπειδὴ συνηθέστερον αὐτῶν ἀλλ’ οὐ θεολογικώτερον ἀκούει· εἰ δέ τινες ἓν ὑποθέμενοι εἶναι τῶν μαθηματικῶν ἀριθμῶν τὴν ἀρχὴν ἀφεῖλον ἀπ’ αὐτοῦ τἀγαθόν, οὐ περὶ τῆς ἁπάντων ἀρχῆς διαλέγονται, ἀλλὰ περὶ <τῆς> τῶν μοναδικῶν αἰτίας· καὶ δῆλον μὲν ὅτι καὶ αὕτη τὸ ἀγαθόν ἐστι τῶν ἐξ αὐτῆς ἀπογεννωμένων, οὐ μέντοι ἁπλῶς τἀγαθόν. | ἦ γὰρ ἄν, ὅπερ λέγει, ἅπασαι [*](936b) αἱ μονάδες ἐγίγνοντο ὅπερ ἀγαθόν; * * * αἱ μονάδες οὐχ αἱ ὑλικαί, ἀλλ’ αἱ κατὰ τὰ εἴδη τῶν ἀριθμῶν θεωρούμεναι, αἵ τινες εἰσὶ μὲν τοῦδε τοῦ ἀριθμοῦ τἀγαθόν, ἡ πεντὰς τοῦ πέντε καὶ ἡ δεκὰς τοῦ δέκα, οὐ μὴν ὅπερ τὸ ἀγαθὸν ἁπλῶς, ὥσπερ αἱ μονάδες ἢ ἑνάδες αἱ ἀπὸ τῆς πρωτίστης αἰτίας προελθοῦσαι· ἐκεῖναι γὰρ οὐ μόνον θεοὶ ἀλλὰ καὶ συνοχαί τινες θεῶν. καὶ οὐδὲν ἄτοπον ἐν τοῖς ὅλοις εὐπορίαν εἶναι τῶν ἀγαθῶν· ἄφθονον γὰρ τὸ θεῖον καὶ ἀπερίληπτον ἀνθρωπίνῳ λογισμῷ, καὶ τὰ εἴδη δὲ καὶ οἱ ἀριθμοὶ θεῖα καὶ ἀγαθοειθῆ ἅτε τῆς πρωτίστης αἰτίας ὄντα γεννήματα. καὶ οὐ δεῖ ταῦτα ὡς ἄτοπα προφέρειν, ἅπερ αὐτόθεν οἱ ἄνδρες προσίενται.
p. 1091b27 Ἀλλὰ μὴν . . . κακὸν αὐτό.
Εἰ τὸ ἕν, φησίν, ἀγαθόν, ἀγαθοειδῆ καὶ τὰ εἴδη· οὗ συγχωρηθέντος ἄπορον αὐτῷ καταφαίνεται, τίνων χρὴ τὰς ἰδέας ὑποτίθεσθαι· εἴτε γὰρ τῶν τῇδε ἀγαθῶν μόνων, οἷον τῶν ἀρετῶν, οὔτε οὐσιῶν ἔσονται αἱ ἰδέαι οὔτε οὐσίαι· εἴτε τῶν οὐσιῶν, ἔσονται πᾶσαι αἱ τῇδε οὐσίαι ἀγαθαί, ἐπειδὴ κατὰ τὰς ἰδέας ὑπέστησαν ἀγαθὰς οὔσας. πρὸς τούτοις δὲ πᾶσιν εἰ τὸ ἕν, φησίν, ἀγαθόν, τὸ μὴ ἓν ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται [*](2 κροτίνω C 4 οὐσίαν Us. 11 αὐτὸ C: corr. Η 12 τὸ del. HA 18 τῆς add. Us. 21 lacunam notavit Us. 26 ἀπορίαν C: corr. Bag. 31 = Alex. 823,4 sqq.)
p. 1091b32 Διόπερ . . . τῷ ἑνί.
Tίς ἐστιν ὁ φυγών; διὰ τί μάτην ὀνειδίζεται ὁ χρυσοῦς Σπεύσιππος; πῶς δὲ εἵπετο ἐκ τοιούτων ἐναντίων εἶναι τὴν τῶν θείων πραγμάτων ὑπόστασιν; οἱ δὲ . . . φύσιν. εὐφήμει· τὸ γὰρ ἄνισον, ὃ ἐπὶ τῆς αἰτίας τῶν ὄντων παρελάμβανον, πρεσβύτερον ὂν καὶ τῆς ἐν τοῖς γένεσι τοῦ ὄντος ἑτερότητος οὐ μόνον πανάριστον ἔλεγον εἶναι, ἀλλὰ καὶ τῶν παναρίστων γεννητικώτατον· εἰ δέ γε πρὸς τοῖς ἐσχάτοις καὶ ἐνύλοις ἐστί τι παρ’ αὐτοῖς ἄνισον κακιζόμενον, οὐδὲν τοῦτο πρὸς τὴν γεννητικὴν τοὐ πλήθους αἰτίαν, εἰ μὴ ὅτι ἐκεῖθέν πως καὶ τοῦτο.
p. 1091b35 Συμβαίνει . . . ἀγαθόν.
Πάντα ταῦτα ἕπεται τοῖς δύο μὲν ἀρχὰς ποιοῦσι τῶν ὅλων, διαιροῦσι δὲ αὐτὰς τῷ ἀγαθῷ καὶ τῷ κακῶ· πάντα τε γὰρ μεθέξει τοῦ κακοῦ πλὴν <τῆς> ἑτέρας τῶν ἀρχῶν, ὡς παρ’ Ἐμπεδοκλεῖ πάντα δόξειεν ἂν τοῦ νείκους πλὴν αὐτῆς τῆς φιλίας, καὶ τὰ πρῶτα τῶν δευτέρων ἀκρατότερον ἕξει τὸ κακόν, καὶ ἐνεργήσει τὸ ἀγαθὸν ἐν τῷ κακῷ ἐρασθήσεταί τε τὸ [*](1 πραγμάτων C: εἰδῶν Alex. πρὸς ἁ coni. Us. 13 fort, κἄν ἄλλῃ vel ἄλλως 18 Plat. Theaet. 176 a 22 post ἑνὶ ὡς ἀναγκαῖον ὄν Ca (ex Arist.), del. C b 32—185,2 = Alex. 823,14 sqq. 33 τῆς om. C, habet Alex. 33 ὥσπερ ἐμπεδοκλῆς C: corr. Bonitz)
p. 1092a11 Οὐκ ὀρθῶς . . . πρῶτον.
’Hσάν τινες ἴσως οἳ καὶ τὰς τῶν ὅλων ἀρχὰς ἀτελεστέρας ὑπελάμβανον εἶναι τῶν ἐξ αὐτῶν, οἰόμενοι τοῖς γενητοῖς ὁμοίως ἔχειν τὰ ὅλα· πρὸς οὕς φησιν 〈ὅτι〉 οὐδ᾿ ἡ γένεσις ἀπλῶς ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἄγει, οἷον ἐκ σπέρματος ἐπὶ τὸ ζῷον, ἀλλὰ καὶ τὸ ἀτελὲς ἐκ τοῦ τελείου ὑφίστησιν· ἄνθρωπος γὰρ πρὸ σπέρματος καὶ αἴτιος τοῦ σπέρματος, καὶ ἁπλῶς τὸ ἐντελεχεία πρὸ τοῦ δυνάμει. καὶ ἔρρωται μὲν αὐτῷ κατ’ ἀμφότερα ὁ λόγος· καὶ γὰρ ἐπιπλήττει καλῶς τοῖς τὸ ἓν ἅμα μὲν ἀρχὴν λέγουσι τῶν ὄντων, ἅμα δὲ ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας, καὶ περὶ τῶν γενητῶν [*](2 βέλτιστον καὶ ἀγαθὸν Alex. 6—14 = Alex. 823,23—824,2 12 τέτρασιν C 16 τοιαῦτα Brandis: ταῦτα C 19 τοῦ add. Us, 22 ἐξ αὑτῶν iure corruptum putat Us.; possis ἐσχάτην 23 τἀγαθὸν Us.: ἀγαθὸν C 26 ἀναφερόμενος C: corr. Us.; possis καταφερόμενος cl. p. 192,34 27 ὄντος C: corr. Bag. κατανείμας corruptum; fait κατανεύσας ut opinor 29—34 = Alex. 824,12 sqq. 31 ὅτι ex Alex. add. Us. 34 αὐτοῦ Η)
p. 1092a17 Ἄτοπον . . . ὁ τόπος μή.
Τοῦτο Ἀλέξανδρος εἰς Πλάτωνά φησιν ἀπερρῖφθαι. εἰ τοίνυν ὀρθῶς στοχάζεται τῆς Ἀριστοτέλους διανοίας, οὐδ’ ἂν ἡμεῖς ἄστοχόν τι λέγοιμεν περὶ τοῦ θείου Πλάτωνος φήσαντες αὐτὸν τοῖς μαθηματικοῖς σώμασι τὴν φαντασίαν ἡμῶν τόπον ποιεῖν, ὥσπερ τοῖς ἐνύλοις εἴδεσι τὴν ὕλην, διαφέρειν δὲ τοσοῦτον ὅτι παρὰ μὲν τῆς φύσεως ἡ ὕλη τὸ ἔνυλον εἶδος ὑποδεχομένη οὔτε οἶδεν ὃ δέχεται οὔτε διακατέχειν αὐτὸ δύναται, παρὰ δὲ τῆς ἄνω ψυχῆς ἡ φαντασία τὸ μαθηματικὸν σῶμα δεξαμένη καὶ θεωρεῖ αὐτὸ καὶ διαφυλάττειν ἐφ’ ὅσον ἔστιν αὐτῇ δύναται· ἄλλος οὖν τόπος σωμάτων φυσικῶν, ἄλλος ἐνύλων εἰδῶν, ἄλλος μαθηματικῶν σωμάτων, ἄλλος ἀύλων λόγων. καὶ οὐχ ἡμεῖς ταῦτα καινοτομοῦντες λέγομεν, ἀλλὰ καὶ αὐτὸς Ἀριστοτέλης τόπον εἰδῶν τὴν διανοητικὴν ψυχὴν κέκληκεν. ὅτι δὲ καὶ περὶ τοῦ τῶν φυσικῶν σωμάτων τόπου λέλεκται τῷ Πλάτωνι, οἱ τὸν Τίμαιον μὴ παρέργως ἐξετάσαντες γιγνώσκουσιν.
p. 1092a21 Ἔδει δὲ . . . ἐκείνῳ γε ἐναντίον.
Oὐχ ὁ αὐτὸς λόγος περὶ τῆς τῶν μαθηματικῶν ἀριθμῶν ὑποστάσεως καὶ περὶ τῆς τῶν εἰδητικῶν· τοῖς μὲν γὰρ εἰ καὶ μὴ φυσικήν, ἀλλ’ οὖν μαθηματικὴν ὕλην δίδομεν τὴν ὑποβεβλημένην αὐτοῖς ποσότητα, τοὺς δὲ εἰδητικοὺς ἀμερεῖς πάντῃ καὶ νοεροὺς δραστηρίους τε καὶ δημιουργικοὺς εἶναι πεπιστεύκαμεν, ἐν εἴδεσιν ἁπλοῖς καὶ ἀύλοις καὶ ἀρρεπέσι πρὸς τὰ τελευταῖα τὴν ὑπόστασιν ἔχοντας. καὶ ἔδει τούτων οὕτως ἐχόντων σαφῶς διακρῖναι, περὶ ποίων ἀριθμῶν τὰς ἐρωτήσεις ταύτας πεποίηται. οὐ μὴν [*](2 φυσικοὺς λόγους coni. Us. 4 ἐν del. Us. 11 an γνοίη? 12 ἐπιτρέψει coni. Brandis 16 Alex. 824,27 23 fuitne ἐστὶν ἐν αὐτῇ? 26 Ar. de anima III 4 p. 429a27 36 ποιεῖται coni. Us. cf. Alex. 824,36)
p. 1092b8 Οὐθὲν . . . θερμόν;
Δύο δόξας ἐκτίθεται περὶ τῆς τῶν οὐσιῶν ἐκ τῶν ἀριθμῶν ὑποστάσεως, ὧν οὐδετέραν προσίεται· οὔτε γάρ, φησίν, ὅροι τῶν οὐσιῶν εἰσιν οἱ ἀριθμοί, ὥσπερ τῶν γραμμῶν αἱ στιγμαί (οὕτω γὰρ ὁ Πυθαγόρειος οἰηθεὶς τοῦδε μὲν τοῦ φυτοῦ τόνδε τὸν ἀριθμὸν ὅρον ἔλεγεν εἶναι, τοῦδε δὲ τοῦ ζῴου τόνδε, ὥσπερ καὶ τοῦ μὲν τριγώνου <τὸν> ݲς, τοῦ <δὲ> τετραγώνου τὸν θ, τοῦ δὲ κύβου τὸν ἡ)· οὔθ’ ὡς ἕτεροι λέγουσιν, ὅτι αἱ μὲν οὐσίαι διὰ λόγων δημιουργοῦνται, οἱ δὲ λόγοι συμφωνίαι εἰσίν, αἱ δὲ συμφωνίαι | σχέσεις ἀριθμῶν ἐναρμόνιοι· κατ’ οὐδετέραν γάρ, φησί, τούτων τῶν δοξῶν [*](938b) [*](7 ἐν add. Us., cf. p. 182,32 8 παρουσίαν coni. Us. 12 an ἑαυτὰς? 13 μηδ’—μηδ’ C: corr. Us. 15 ἐπικρατείαις coni. Us., verum puto ἐπιστασίαις 17 τὰ ante θνητὰ add. Us.: at καὶ quod est post γὰρ cum participiis iungo 20 ὡς τὸ Bag. Bonitz: ὡς οὔτε C 31 cf. Alex. 826,35 33 τὸν add. Biaudis δὲ add. AH 36 τῶ C)
p. 1092b16 Ὅτι δὲ οὐχ . . . ὁποιωνοῦν.
Βουλόμενος δεῖξαι ὅτι τὸ εἶδος οὔτε ἀριθμός ἐστιν οὔτε ἐκ τῶν ἀριθμῶν ἐνδίδοται, ἀλλ’ εἴπερ ὅλως συμβάλλεταί τι τοῖς πράγμασιν, ὁ ἀριθμὸς τὸ ποσόν ἐστι τῆς ὕλης, ἀποχρῆται [δὲ] τοῖς Ἐμπεδοκλεῖ περὶ τῶν ὀστῶν ῥηθεῖσι·
p. 1092b23 οὔτε οὖν . . . ἕνεκα.
Tεττάρων ὄντων αἰτίων οὐδὲν τούτων εἶναί φησι τὸν ἀριθμόν· οὔτε γὰρ ὡς τὸ σπέρμα ποιητικὴν ἔχει δύνα|μιν οὔθ’ ὡς εἶδός ἐστιν ἐν τοῖς [*](939a) αἰσθητοῖς οὔθ’ ὡς ὕλη οὔθ’ ὡς τελικὸν αἴτιον. † λέγεις δὲ ὅτι πάντα τὰ αἴτια ἀριθμοὶ πλὴν τῆς ὕλης, ἣ οὐδ’ αἴτιόν ἐστι κυρίως, ἀλλ’ εἰς γένεσιν δουλεύει τοῖς αἰτίοις· καὶ γὰρ δημιουργοῦσι καὶ ἀριθμοὺς ἄλλους, τὰ ἔνυλα [*](4 ݲσݲιݲν C of. ad p. 143,7 τετράγωνον Us.; cum 216 cubus numeri senarii sit, ad triangulum referebant (cf. p. 187,33), τριγωνικὸν vel potius ἀπὸ τριγώνου Hultschio ia mentem venit; idem monet extare διαγώνιον et id quoque stare potuisse, etiamsi nobis obscura sit ratio .5 ἐοίκασιν coni. Us. 6 an περιποιητικοί? 8 ἁρμόσειε scripsi: ἀριθμήσειε C 9 ἑαυτοῦ C 10 τὴν C b: τῆς Ca 12 ὁποιωνοῦν C a o supra ω scr. C b 13 cf. Alex. 828,5 sqq. 15 δὲ delevi, δὴ Us. 17 μερέων C: μοιρέων Alex. 18 ἐγένετο C 26 an προαρπάσειεν? 27—30 = Alex. 828,31 sqq. 30 λέγομεν Us., verum puto τἀληθές 32 aliis causis Bag.)
p. 10921)20 Ἀπορήσειε δ’ ἄν τις . . . τῷδε καὶ ἄλλῳ.
ἐπειδὴ τὸ μὲν ἐνάριθμον πανταχοῦ παρ’ αὐτοῖς ἐπαινεῖται, τὸ δὲ μὴ ἔχον λόγον πρὸς ἕτερον, ὃν ἀριθμὸς πρὸς ἀριθμόν, ἄλογόν τε καὶ ἀσύμμετρον εἶναι λέγεται, οὔ φησιν αὐτὸς ὁρᾶν, πῶς τὸ μελίκρατον, ἐὰν μὲν κὰτ ἀριθμοὺς ἢ περιττοὺς ἢ ἀρτίους, οὓς νῦν εὐλογίστους ἐκάλεσε, κεκραμένον ᾖ, λυσιτελέστερον γίγνεται καὶ μάλιστα ἐὰν τελείως καἰ ὁμοίως, οἷον ἐὰν τρὶς τρία γένηται, ἐὰν δὲ ὑδαρέστερον, ἧττον ὑγιεινόν· αὐτῷ μὲν γὰρ ἀνάπαλιν δοκεῖ. ῥητέον δὲ πρὸς τοῦτο τέως τὸ σκωμμάτιον, ὅτι τὸ λυσιτελέστερον κρᾶμα καταλληλότερόν ἐστι καὶ συμφωνότερον τῇ φύσει τοῦ χρωμένου, συμφωνότερον δὲ ὃν ἐναρμόνιόν ἐστι καὶ σύμμετρον, τοῦτο δὲ διὰ τῆς φυσικῆς ἀριθμητικῆς παραγίγνεται. οὕτω δ’ ἄν τις ἐνέστη καὶ πρὸς τοὺς τὰς ἐν ταῖς πράξεσιν ἑκάσταις εὐκαιρίας παραφυλάττοντας, λέγων ἄμεινον εἶναι μετὰ φρονήσεως πράττειν ἢ κατὰ καιρόν, οὐ δήπου τῶν εἰς τὸ πᾶν ἀφορώντων καὶ λογισμῷ μετ’ αἰσθήσεως χρωμένων φρονήσεως ἀμελεῖν παρακελευομένων καὶ μόνῳ θαρρεῖν τῷ καιρῷ, πρῶτον δὲ τοῦτο φρονήσεως ἔργον εἶναι λογιζομένων τὸ τοὺς καιροὺς τοὺς πρέποντας ἑκάσταις τῶν πράξεων συνιδεῖν, εἶθ’ οὕτω τἆλλα <τὰ> πρὸς τὴν τεῦξιν τοῦ συντείνοντα θεωρεῖν. οὕτως οὖν κἀκεῖνοί φασιν οἱ ἄνδρες οὐκ ἀριθμοὺς ψιλοὺς καὶ τούτους 〈τοὺς〉 μαθηματικοὺς προκεκρίσθαι παρὰ τῇ φύσει καὶ τοῖς φρονίμοις ἀνδράσιν, ἀλλὰ τὸ ἀγαθὸν δι’ ἀριθμῶν καλλίστων καὶ ἐναρμονίων, οὐ μαθηματικῶν ἀλλὰ φυσικῶν καὶ δραστηρίων ἑκάστοις παραγίγνεσθαι ·(πάντα γὰρ κατ’ ἀριθμὸν καὶ ὁ θεὸς καὶ ἡ φύσις δημιουργεῖ), τοὺς δὲ φρονίμους ἄνδρας διὰ τῶν μαθηματικῶν ἀριθμῶν ἐνδείκνυσθαι τὸ κάλλος τῶν δημιουργικῶν ἀριθμῶν, ἄλλως οὐκ ἔχοντας περὶ αὐτῶν ἀναδιδάσκειν τοὺς μὴ παρηκολουθηκότας πάσῃ τῇ τάξει τῶν ὄντων. οὐ τοῦ λυσιτελοῦς οὖν ἀμελήσομεν, οὔτε τοὺς καιροὺς ἐκλε|γόμενοι οὔτε θεοὺς [*](939 b) ἐπικαλούμενοι οὔτε τοὺς ἀρίστους καὶ καλλίστους ἀριθμοὺς τῶν μὴ τοιούτων προκρίνοντες, ἀλλὰ δι’ αὐτῶν τούτων τυγχάνειν τοῦ τέλους πανταχοῦ πειρασόμεθα, μιμούμενοι θεὸν εἰς δύναμιν τὸν κατὰ καιρὸν καὶ κατά τινας προσήκοντας ἀριθμοὺς ἑκάστοις τὸ ἐπιβάλλον ἀγαθὸν ἀπονέμοντα· καὶ τοῦτο μὲν τοιοῦτον.
Ἑξῆς δέ φησιν ὅτι συντίθενται μᾶλλον οἱ ἀριθμοὶ ἐν τοῖς λόγοις ἢ πολλαπλασιάζονται· ὅλως γὰρ ἐν τοῖς πολλαπλασιασμοῖς μία πλευρὰ μετρεῖ τὸν ὅλον ἀριθμόν, οἷον τὸν θ ὁ τρία, τὸν ιβ ὁ τρία καὶ ὁ δ· ὥστε καὶ εἰ τὸ ἀποτελούμενον ἦν ἀνθρώπου σῶμα, ἐφ’ οὗ ݲα β ݲγ, ἔδει αὐτὸ τῷ αݲ μετρεῖσθαι, εἰ δὲ ἵππου, ἐφ’ οὗ δ ݲε ζ, ἔδει αὐτὸ τῷ δ μετρεῖσθαι. ἀλλ᾿ [*](4 cf. Alex. 29,4 sqq. εὐάριθμον Bag. 8 ᾖ Biandis: ἢ C 9 post ἐὰν δὲ Us. haec fere excidisse statuit cl. Alex.: μὴ ὡρισμένον λόγῳ καὶ 18 λογιζομένω C 19 τἄ add. Us. 21 τοὺς inserui 23 aliquid turbatum; fort, tautum δεῖ ante διὰ addendum 34—190,2 = Alex. 830,26 sqq.)
Τὸ δὲ ἐπὶ πᾶσι ῥηθὲν οὐδεμίαν ἰσχὺν ἕχει, ὅτι εἰ πάντα τὰ πράγματα κοινωνεῖ ἀριθμοῦ καὶ πᾶς ἀριθμὸς ἐν τοῖς πράγμαςίν ἐστιν, ἀνάγκη καὶ πολλὰ τῷ αὐτῷ ἀριθμῷ χρῆσθαι καὶ πολλοὺς ἀριθμοὺς τοῦ αὐτοῦ εἶναι. ὥσπερ γὰρ πάντων ὀνομάτων καὶ λόγων ἐκ στοιχείων ὄντων καὶ πάντων ἀνάγκη τοῖς αὐτοῖς στοιχείοις κεχρῆσθαι ἀλλὰ ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ, οὔτε τὰ διαφέροντα στοιχεῖα ἐν τῷ αὐτῷ ἐνεῖναι (λέγω δὲ τὰ τῆς Πλάτωνος φωνῆς ἐν τῇ Σωκράτους), οὕτω καὶ ἐπὶ τῶν φυσικῶν λόγων τε καὶ ἀριθμῶν πάντες μέν εἰσιν ἐνεφγοὶ καὶ πάντα κατ’ αὐτοὺς τὰ φυσικὰ συνίσταται, οὐ μὴν τὰ δεαφέροντα τοῖς αὐτοῖς ἀπαραλλάκτως ἀριθμοῖς κοσμηθήσεται, ἀλλ’ ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἔνιοι τῶν ἀπ’ αὐτοῦ λέγειν εἰώθασιν, ὅτι τὰ ὐπάρχοντα ἐκάτῃ αὐτῶν πάντα συνδραμεῖν ἐπ’ ἄλλης οὐ δύναται, τοῦτο καὶ περὶ τῆς τῶν ἀριθμῶν ποιήσεως νομιζέσθω λέγεσθαι· οὐδὲ γὰρ ἀλλαχόθεν ἢ τὰ ἔνυλα εἴδη ἢ τὰ καθ’ αὑτὰ τούτοις ὑπάρχοντα ἢ τὰ συμβεβηκότα <ἢ> ἐκ τῶν ξυσικῶν λόγων τε καὶ ἀριθμπῶν ἔχει τὴν κυρίαν |ὐπόστασιν.
[*](490 a)p. 1093a3 Ἆρ’ οὖν . . . ἀριθμοῦ ἔχοντα, οἶον ἥλιος καὶ σελήνη <τὰ> αὐτά.
Ὅτι μὲν ἠλιακός ἐστί τις ἀριθμὸς καὶ σεληνιακὸς ἄλλος καὶ ἑκάστου τῶν κατ’ οὐρανὸν κινουμένων ἴδιος, καὶ τυφλῷ, φαςί, δῆλον· οὐ γὰρ ἂν αἱ ἀποκαταστάσεις τῶν φορῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐγέγνοντο, εἰ μὴ εἶς καὶ ὁ αὐτὸς ἀριθμὸς ἐσυνάστευεν ἐφ’ ἐκάστου. πάντες γε μὴν οὖτοι συντελοῦσι τῇ τοῦ θείου γενητο ῦ περιόδῳ καὶ περιέχονται ὑπὸ οὐδ’ τελείου ταύτης ἀριθυοῦ. οὐ μὴν ἀλλὰ γὰρ καὶ τῶν ζῴων ἑκάστου πάντως ἐστί τις φυσικὸς ἀριθμός· οὐ γὰρ ἂν ὡσαύτως τὰ ὁυοειδῆ διωργάνωτο οὐδ’ ἂν περὶ τὸν αὐτὸν ἤκμαζέ τε καὶ παρήκμαζε χρόνον οὐδ’ ἐγέννα οὐδ’ ἔτρεφεν οὐδ’ ηὖξε τὰ ἔκγονα, εἰ μὴ τῷ αὐτῷ μέτρῳ κατείχετο τῆς φύσεως. καὶ μὴν ὅτι οὖτος τα/τιος γίγνεται ‘ἀμεινόνων τε καὶ χειρόνων χειρόνων γενέσεων’, ἀκηκόαμεν παρὰ τοῦ κρατέστου τῶν Πυθαηορείων Πλάτωνος. τί οὖν χρὴ τοῖς φυσικοῖς καὶ δημιουργικοῖς ἀριφμοῖς εἰς ταὐτὸν ἄγοντα τοὺς μαθηματικοὺς ἐπιταράττειν τὸν λόγου; κἂν γὰρ τετραγώνους ποτὲ λέγωμεν ἢ [*](6 δυνάμεις ἀριθμοὺς excidisse videri recte monet Us. 10 post χρῆσθαι ἀλλὰ ἔστι μὲν ὣς, ἔστι δὲ ὡς οὔ (cf. v. 13) Ca, del. Cb 13 κεχρῆσθαι etiam ante στοιχείοις habet Ca, del. Cb 14 ἐνεῖναι scripsi: ἓν εἶναι C 15 σωκράτης C: corr. H 22 ἢ add. Bag. 23. 24 οἶον — αὐτά in mg. add. Cb 24 τὰ om. C, add. ex Arist. 29 περιόδῳ scripsi ex Plat. rep. VIII 546b: προόδω C 35 Plat. l. c. 546c)
p. 1093a13 Ἀλλὰ διὰ τί . . . οὐκέτι δύναται.
Ὡς εἰ ἔλεγεν· ἀλλ’ ἴδωμεν αὐτῶν τὰς κατασκευὰς δι’ ἃς αἴτια λέγουσι ταῦτα τῶν πραγμάτων. τὴν ἑπτάδα τοίνυν ἐπαινοῦντές φασι τά τε φωνήεντα ἑπτὰ εἶναι δι’ ὧν ἡ ἐγγράμματος ἀποτελεῖται φωνή, καὶ τοὺς φθόγγους τῆς διὰ πασῶν, ἔτι δὲ τὰς Πλειάδας ἑπτά, ἐν ἑπτὰ δὲ ἔτεσιν ὀδόντας βάλλειν | τὰ ζῷα οἷς ἐπιφωνεῖ πᾶσι κωμικῶς καὶ ἐλεγκτικῶς τὸ ἔνιά γε ἔνια [*](940b) δ’ οὔ), ἑπτὰ δὲ εἶναι τοὺς ἐπὶ Θήβας στρατεύσαντας. εἶτα δείκνυσιν ὅτι οὐδὲν τούτων διὰ τὸν ἑπτὰ ἀριθμὸν γίγνεται, ἀλλὰ δι’ ἄλλην αἰτίαν. καὶ τῷ ὄντι γελοῖον ἢ τῶν Ἀργείων στρατηγῶν τὸν ἀριθμὸν τοῦτον αἰτιᾶσθαι ἢ τῆς Πλειάδος· οὐδὲ γὰρ περὶ αὐτῇς θαρροῦντα ἔστιν εἰπεῖν, ὅτι οὕτω συντέτακται δημιουργικῶς, ἀλλὰ μᾶλλον ὅτι πᾶς ὁ καταστερισμὸς πολλῆς μετέχει θέσεως· διὸ καὶ παρ’ Αἰγυπτίοις μὲν ἄλλως, παρὰ Χαλδαίοις δὲ ἢ Ἕλλησιν ἑτέρως εἰσὶ συντεταγμένοι οἱ ἀπλανεῖς. λέγει δὲ καὶ περὶ τῶν διπλῶν συμφώνων, ὅτι οὐ διὰ τοῦτο τρία ἐπειδὴ τρεῖς αἱ συμφωνίαι. καὶ εὖ λέγει· οὐδὲ γὰρ ἔστιν ἕκαστον αὐτῶν ἀνάγειν εἰς ἑκάστην τῶν συμφωνιῶν, οἷον τὸ ζ εἰς τὴν διὰ τεσσάρων ἢ τὸ ξ εἰς τὴν δι’ ὀξειᾶν ἢ τὸ ψ εἰς τὴν διὰ πασῶν· ἀλλὰ μᾶλλον, φησίν, ἐπειδὴ οἱ τόποι τρεῖς τῆς ἐκφωνήσεως, διὰ τοῦτο ἐφ’ ἑκάστου ἓν ἀποτελεῖται. ταύτῃ δὲ τῇ ἀποδόσει καὶ Ἀρχῖνος ἐχρῆτο, ὡς ἱστορεῖ Θεόφραστος· ἔλεγε δὲ ὁ Ἀρχῖνος ἢ ἔξω τι παρὰ τὴν μύσιν τῶν χειλῶν ἐκφωνεῖσθαι, ὥσπερ τὸ π, καὶ διὰ τοῦτο τὸ ψ πρὸς τῷ ἄκρῳ γεννᾶσθαι τῆς γλώττης ὡς ἐκ τοῦ π σ συγκείμενον· ἢ τῷ πλάτει τῆς γλώττης παρὰ τοὺς ὀδόντας, ὥσπερ [δὲ] τὸ δ, καὶ διὰ τοῦτο τὸ ζ κατὰ ταύτην γεννᾶσθαι τὴν χώραν· ἢ τῷ κυρτῷ πιεζομένῳ ἐκ τοῦ ἐσχάτου, ὥσπερ τὸ κ, ὅθεν τὸ ξ προϊέναι. ταῦτα δὲ ὅτι φυσικώτερα τοῦ τὰς τρεῖς [*](5 ἐν ἑαυτοῖς C: corr. Bag. 13—19 = Alex. 832,16 sqp. 17 πᾶσι C: αι Alex. 21 cf. Alex. 832,33 ταύτης Us. 22 συνετ κτ C 24 ἡ C: καὶ Α 27 διοξεῖαν C: corr. Us. cl. Boeckh cle Philol. 68 (διὰ πέντε 28 τρόποι C: corr. Us. ex Ar. 1093a24, cf. Alex. 833,26 29—35 = 834,5—11 30 ἡ Bonitz: μὴ C et hie et in Alex, qui in hac quidem parte solo C a Brandisio editus est 33 δὲ om C in Alex. 34 καἰ post κυρτῷ add. H)
p. 1093a26 Ὅμοιοι δὴ . . . οὐρανοῦ
Οτι καὶ τῶν ἐξηγουμένων τὸν Ὅμηρόν τινες τὸ ἀκόλουθον πρὸς ἑαυτοὺς οὐ διασώζουσι, καὶ τῶν ἐπιχειρούντων μιμεῖσθαι τοὺς Πυθαγορείους ἔνιοι τῆς ἀληθοῦς αὐτῶν θεωρίας ἀποπίπτουσιν ἐπὶ γλίσχρας τε καὶ καταγελάστους ὑπονοίας καταφέρονται, συγχωρεῖν δεῖ. ἀλλ’ οὐδὲν τοῦτο [*](5 ἄν add. Bag. Πρῶρος Us. (cf. ind. II): πρῶτος C πυθαγό C 7 aempe πλεῖστα τοιαῦτα πράγματα 10 αὐτὸς δὲ Us. 18 τῆς add. All 19 τοῦ post τὸ add. ΑΗ διδασκάλιον C 20 Ar. de caelo I 1 p. 268a13 καὶ πρὸς Arist. 21 Ar. de sensu 1 p. 442a17 sqq. 24 ἁπλούστερα σώματα C χρώματα A) 26 ergo apud Arist ἑπτά legit, quod mutant (ef. Susemihl Philol. 1885 p. 580) 31 cf Alex. 834,13 sqq. ὅτι καὶ Bag.: εἶτα καὶ C a εἰ ante καὶ suprascr. C b)
p. 1093b5 Ὁρᾶν δὲ δεῖ . . . φθαρτοῖς.
ἐπειδὴ τὰ ἀίδια τέτακται καὶ ἀεὶ ὡσαύτως ἔχει, πολλή, φησίν, ἐπ’ αὐτῶν εὐπορία τοῖς θεωρήμασι χρῆσθαι τῶν ἀριθμῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἄλλοτε ἄλλως διακειμένων ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν. ἔδει δὲ τοῦτο τεκμήριον ἱκανὸν ποιεῖσθαι τοῦ κατά τινας θείους ἀριθμοὺς τὰ ἀίδια κεκοσμῆσθαι, τὰ δὲ θνητὰ † καὶ θείους καὶ φυσικούς. εἰ γὰρ ἀεὶ οὕτως ἔχει τὰ ἀίδια, κατὰ φύσιν οὕτως ἔχει· εἰ τοίνυν ἀριθμητικῶς αὐτοῖς ἐπιβάλλοντες ἀληθεύομεν περὶ αὐτῶν, ὡς ἡ φύσις αὐτὰ ὑπέστησεν ἡ θεία, οὕτως ἐπιχειροῦσι θεωρεῖν οἱ γνησίως φιλοσοφήσαντες. φέρε γὰρ ἐφ’ ἑνὸς εἰπεῖν, ὁ ἥλιος διὰ τοσοῦδε χρόνου ἀποκαθίσταται, καὶ τοῦτο ἀεί· κατὰ φύσιν ἄρ οὕτως. ἀλλὰ μὴν οὗτος ὁ χρόνος ἀριθμός ἐστι τοιόσδε· ἡ φύσις ἄρα σὺν τοιῷδε αὐτὸν ὑπέστησεν ἀριθμῷ καὶ τὴν σελήνην σὺν τοιῷδε καὶ ἕκαστον τῶν κατ’ οὐρανόν (οὐ μέντοι σὺν μαθηματικῷ ἀλλὰ σὺν δημιουργικῷ καὶ θείῳ, εἰ καὶ ἐν τοῖς μαθηματικοῖς εἰκόνας αὐτοῦ τινας θεωρεῖν δυνάμεθα διὰ τὸ τοὺς δευτέρους ἀριθμοὺς ἐξηρτῆσθαι τῶν προτέρων ἀεὶ καὶ κτὰ τὴν ἐκείνων ἰδιότητα προϊέναι κἀκείνους ἐν ταῖς τελευταίαις ἐκφαίνειν τάξεσι). καὶ θνητὰ δὲ ζῷ, καθ’ ὅσον ἡ φύσις ἐν αὐτοῖς δυναστεύει (δυναστεύει δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ οὐκ ἀεί), κατὰ τοσοῦτον τοῖς οἰκείοις ἀριθμοῖς διακεκόσμηται.
p. 1093b7 Ἀλλ’ αἱ . . . ἐν δὲ χρόᾳ τὸ λευκόν.
Συγχωρεῖ μὲν καὶ <ἐν> ἀριθμοῖς καὶ ἐν σχήμασι καὶ ἐν χροιαῖς ἐν ἑκάστοις εἶναι τό τε εὖ καὶ τὸ ἀντικείμενον τῷ εὖ, ὁμοίως δὲ καὶ ἐν τῇ φύσει· οὐ μὴν ἔτι τοῦ ἐν τῇ φύσει ἀμείνονος τὴν ἀμείνω συστοιχίαν αἰτιᾶται τοῦ ἀριθμοῦ, μᾶλλον δὲ εἰ τύχοι τὰς ὥρας τοῦ ἔτους βούλεται προτέρας εἶναι καὶ αἰτιωτέρας τοῦ ἀριθμοῦ αὐτοῦ, ἀλλ’ οὐχὶ τοὺς ἀριθμοὺς [*](5—8 = Alex. 835,2 sqq. cf. fr. trag. ed. Nauck p. 950 n. 560 10 post excidisse videri v. g. τῶν ἀνδρῶν ἐκείνων monet Us. 13—15 = Alex. 835,11 16 διακεκοσμῆσθαι Us. 17 κατὰ pro καὶ Bag., sed etiam de θείους dubito 19 θεία Diels: ὁσία C an haec mutilata? 31 χρόᾳ ut Ar. Ε, χροί. A b 32 ἐν add. Bag., cf. Alex. 835,35 Comment. Arist. VI. 1 Syrianus in Metaph.)
p. 1093b21 Ἔτι . . . ποιητέον.
Τοῦτο εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς μόνους ἀπέρριπται, οὕς φασιν ἀσυμβλήτους ἔχειν μονάδας καὶ διὰ τοῦτο διαφορὰν δεικνύναι καὶ ἐπὶ τῶν ἴσων, οἷον τὸν ἐκεῖ τρία μὴ εἶναι τὸ τρίτον μέρος τῆς αὐτοεννεάδος μηδὲ τὸ ἥμισυ τῆς αὐτοεξάδος. εἰ τοίνυν, φησί, τοιοῦτοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, οὐκ ἂν εἶεν αἴτιοι τῶν ἁρμονιῶν· ἐν γὰρ ταῖς συμφωνίαις οἵ τε ὁμόφωνοι φθόγγοι ἴσοι εἰσὶ καὶ ἡ νήτη διπλασία τῆς ὑπάτης ἐπιτέταται καὶ ὅλως ὁ δ τοῦ ὀκτὼ ἥμισυς καὶ τοῦ τρία ἐπίτριτος, ὡς ἂν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων, συλλογίζεται οὖν οὕτως· οἱ εἰδητικοὶ 〈ἀριθμοὶ〉 διαφόρους ἔχουσι μονάδας, οἱ συνιστάντες τὰς ἁρμονίας ἀριθμοὶ οὐκ ἔχουσι διαφόρους μονάδας, οὐκ ἄρα οἱ εἰδητικοὶ ἀριθμοὶ συνιστᾶσι τὰς ἁρμονίας· ὥστε εἴ τις αὐτοὺς εἶναι λέγει διὰ τοῦτο, ψευδῶς λέγει. ῥητέον δὲ πάλιν, ὅτι οὔτε μοναδικοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, εἰ μή τις τὰ εἴδη αὐτῶν μοIνάδας ἢ ἑνάδας ἐθέλει καλεῖν, οὔτ’ αὐτόθεν καὶ ἀμέσως τῶν ἐν ταῖς [*](942b) λύραις ἁρμονιῶν εἰσι συστατικοί, ἀλλ’ ἴσως τῶν ἐν ταῖς θείαις ψυχαῖς καὶ τῶν τοῦ σύμπαντος κόσμου· καὶ ὅλως ὅσα ὁ εἷς καὶ ὅλος δημιουργὸς ἑνιαίως ὑφιστάνειν καὶ κατακοσμεῖν καὶ σύμφωνα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλληλα ποιεῖν λέγεται, τὴν τούτων ἁρμονίαν ἐκ τῶν εἰδητικῶν ἀριθμῶν ὑφίστασθαί φασι.
[*](2 ὅμως Us.] ὁμοίως C 5 an μὴ θέλομεν? 6 post αὐτὸ τἀγαθὸν inserit. Us. 9 cf. Ar. met. Λ extr. 12 ἀρχῶν] τυχῶν aut αἰτίων coni. Us. 13 ἀναίτιον αἰτίαν nusquam dicit; de verbis cf. anal. pr. I 17 p. 65b16 14 διασκόπτει C: corr. Bag. 17—27 = Alex. 836,22—33 17 φασιν Alex.: 18 δείκνυσθαι Alex. 24 ἀριθμοὶ om. C, habet Alex. 27 an διὰ τούτων? 29 ἐννεάδας C: corr. Bag.)p. 1093b24 Τὰ μὲν οὖν . . . εἷναι τὰς ἀρχάς.
[*](942b)ἐγὼ δὲ τεκμήριον ἄν ποιησαίμην τοῦ κάλλιστα καὶ ἄριστα καὶ ἀνελεγκτότατα πεφιλοσοφηκέναι τοὺς θείους ἐκείνους ἄνδρας τὸ σὲ δεινότατον ὄντα καὶ γονιμώτατον τῶν ἱστορηθέντων [συγγραφέων] οὕτω μὲν κακοπαθῆσαι περὶ τὰς ἀντιλογίας τὰς πρὸς αὐτούς, μηδὲν δὲ οὐχ ὅτι νικητικὸν ἀλλ’ οὐδὲ πιθανὸν εἰρηκέναι, μᾶλλον δὲ οὐδὲ ὅλως τι πρὸς αὐτοὺς εἰρηκέναι, ἀλλὰ τὰ πλεῖστα μὲν ἑτέραις ὑποθέσεσι χρήσασθαι μηδὲν προσηκούσαις τῇ τῶν πρεσβυτέρων πραγματεία. ἐνιαχοῦ δὲ λέγειν τι πρὸς τἀληθὲς αὐτῶν δόγμα προθέμενον παρὰ θύρας ἀπηντηκέναι.
ταῦτά ἐστιν ἁ ἐν τούτοις ἀντιλέγει ταῖς τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀνδρῶν θεωρίαις ὁ Ἀριστοτέλης· ἃ δὴ περιέχει καὶ τὰ ἐν τῷ μείζονι τῶν Α ῥηθέντα, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ὑπεσημήνατο· διὸ καὶ ἡμεῖς τούτοις ἐπιστήσαντες οὐδ’ ἐκεῖνα παραλελοιπέναι νομίζομεν· οὐ μὴν οὐδ’ ὅσα ἐν τοῖς Περὶ εἰδῶν δύο βιβλίοις πρὸς αὐτοὺς εἴρηκε· σχεδὸν γὰρ κἀκεῖ τὰ αὐτὰ ταῦτα ἀνακυκλοῖ, ὥστε εἰκότως διὰ τῶν αὐτῶν ἂν εἴη καὶ ἡ πρὸς ἐκεῖνα ἀπάντησις. ἡμεῖς μὲν οὖν τοῖς ἐφόροις τῆς φιλοσοφίας θεοῖς εὐξάμενοι τὸν λόγον καταπαύσομεν· πολλῶν δὲ ῥηθέντων ἐφ’ ἑκάτερα λόγων κρατοίη τῆς τῶν ἐντυγχανόντων διανοίας τὰ ἀληθέστερα καὶ θεοφιλέστερα.
[*](4 an γνωριμώτατον? συγγραφέων del. Us. cl. p. 81,12 6 prius εἰρηκέναι del. Us. οὐδὲ Us.: οὐδὲν C 8. 9 τἀληθῆ . . . δόγματα ex Bag. Us. 10 Τοσαῦτα coni. Us. 11 cf. Alex. 741,28 sqq. 19 subscriptio nulla in C)